TLG 0598 011 :: RHETORICA ANONYMA :: Progymnasmata

RHETORICA ANONYMA Rhet.
(Varia)

Progymnasmata

Source: Walz, C. (ed.), Rhetores Graeci, vol. 1. Stuttgart: Cotta, 1832 (repr. Osnabrück: Zeller, 1968): 597–648.

Citation: Volume — page — (line)

1

.

597

(1t)

ΑΝΩΝΥΜΟΥ
2tΠΡΟΓΥΜΝΑΣΜΑΤΑ.
3tCap. I.
4tΜῦθος.
5 Λύκος, ὁδοῦ πάρεργον, ὄνῳ περιτυγχάνει τινί. ὡς οὖν ἐντὸς τῶν ἰδίων ἀρκύων ἀναμφιλέκτως ἐκεῖνον εἶχε, καὶ δεῖπνον ποιεῖν ἔμελλεν, ὥσπερ οὐκ ἀποχρῶσαν ἑαυ‐ τῷ τε τροφὴν κἀκείνῳ συμφορὰν τοῦθ’ ἡγούμενος, καὶ τὴν ἀπὸ τῶν λόγων προστίθησι· καὶ κατειρωνευόμενος
10τοῦ ἀθλίου, μὴ δέδιθί, φησι πρὸς αὐτὸν, οὐ γὰρ οὕ‐
τως ἔγωγε ἀδίκως διάκειμαι, ὥστ’ ἀκατάγνωστόν σε περὶ597

1

.

598

τὸν σαυτοῦ βίον εὑρών τι τῶν ἀπευκταίων σε δρᾶσαι, ἀλλ’ ἐν μέρει τὰ πραχθέντα ἡμῖν ἐν τῷ βίῳ πλημμελή‐ ματα πρὸς ἀλλήλους ἑκάτερος ἐκκαλύψωμεν. κἂν μὲν χείρω τὰ ἐμὰ τῶν σῶν, ἀπολύου ἤδη τοῦ ἐξ ἐμοῦ σοι
5ὑφορωμένου κινδύνου, καὶ πρὸς τὰς σὰς νομὰς ἀδεῶς μάλ’ ἀπότρεχε· ἢν δ’ ἐλεγχθῇς παρελάσας ταῖς ἀδι‐ κίαις ἐμὲ, αὐτὸς σὺ κύριος τῆς ψήφου γίνου, εἰ μὴ δί‐ καιος εἴης δίκας ἐμοὶ δοῦναι τοιοῦτος ἁλούς. Ταῦτ’ εἰ‐ πὼν καὶ τὰ πλημμεληθέντα οἱ προσέθηκε· τὰ δ’ ἦν,
10ὅσων προβάτων καὶ αἰγῶν διασπαραγμοὶ, μυρίων ἐρίφων καὶ ἀρνῶν ἁρπαγαὶ, βοῶν πνιγμοναὶ, καὶ τέλος φυλά‐ κων αὐτῶν δήγματα, ἢ καὶ φόνοι τούτων τετελεσμένοι. Ταῦτα καὶ τοιαῦθ’ ἕτερα ὁ λύκος ὑφειμένως πως καὶ ὑποκεκορισμένως διεξιὼν, ὡς μὴ δοκεῖν εἶναι ταῦτ’ ἀδι‐
15κήματα, ὡς αὐτὸς ᾤετο, καὶ τὸν ὄνον τὰ οἰκεῖα λέγειν προὐτρέψατο. Ἐκεῖνος δ’ ἐπεὶ τὰ καθ’ ἑαυτὸν ἐξετά‐ ζων οὐδὲν ἦν εὑρίσκων ἄξιον καταγνώσεως, οὐδὲ γὰρ σύνοιδεν ἑαυτῷ τι τῶν ἀπειρημένων οὐδαμῶς δεδρακότι, τέλος ἀπορῶν, διέξεισί τι τοιοῦτον, ὡς δῆθεν πλημμέ‐
20λημα. Φορτίον γάρ φησί ποτε τοῦ δεσπότου ἐπιφερό‐ μενος, καὶ βαδίζων, λάχανα δ’ ἦν αὐτὸ, μυίας ὑπογαρ‐ γαλισάσης με, μὴ ὑποφέρων, ἔκαμψα τὸν ἐμαυτοῦ τρά‐ χηλον, ὅπως τοῖς μυκτῆρσι ταύτην ἀποφυσήσαιμι,
οὕτως δὲ τυχὸν φύλλον ἓν τῶν λαχάνων ἐκείνων ἐκ‐598

1

.

599

κρεμασθὲν, καὶ τοῖς ἐμοῖς ὀδοῦσιν ἐμπαγὲν, διαμαση‐ σάμενος ἐκεῖνο κατέπιον· ἀλλ’ εὐθὺς καὶ τούτου τὰς δίκας ἀπέτισα, ὑπὸ τοῦ δεσπότου παρομαρτοῦντος πολ‐ λὰς τῷ ῥοπάλῳ, ὅπερ κατεῖχεν ἐκεῖνος, κατὰ τοῦ νώτου
5σφοδρῶς βληθεὶς, ὡς καὶ πάλιν ἐξέμεσα παραχρῆμα αὐτό. Οὔπω τέλος εἶχε τῷ ἀθλίῳ τὰ τῆς ἐξαγορεύσεως καὶ τὸν λόγον ὁ λύκος ὥσπερ ἄλλον ἄρνα τινὰ ἡρπα‐ κὼς, τῆς ἀδικίας, ἐβόα· τοῦ ὑπερφυοῦς πλημμελήματος· εἶτ’ ἐχώρει σε μέχρι νῦν ἡ γῆ, ἀλιτήριε, τοσοῦτον βδέ‐
10λυγμα, τοσοῦτον ἄγος, τοσοῦτον μίασμα; βαβαὶ τῆς ἀγνωμοσύνης, ἧς ἐπεδείξω πρὸς τὸν σὸν δεσπότην τὸν ἄθλιον, ὃς ἐπὶ τοῖς λαχάνοις, οἷς ἐνίδρωσε σπείρων, συνεχῶς ἄρδων, ἀνακαθαίρων, ἐκτίλλων, ἄλλα ὅσα ἐπ’ ἐκείνοις ἀνατλὰς, ἐφ’ οἷς μόνοις τὰς τῆς ζωαρκίας ἐλπί‐
15δας ἔτρεφεν, ἐξαίφνης τὸ ἐπ’ αὐτοῖς κέρδος ἀπολώλεκεν ὑπὸ σοῦ· δηλοῦσι γὰρ αἱ ἐκείνου πληγαὶ, σφοδρῶς, ὡς ἔφης, καταφερόμεναί σου, τὴν τῆς ψυχῆς δεινὴν τρῶσιν ἐκείνου, ἣν ἐβλήθη καιρίαν, σοῦ καταφαγόντος τὰ λά‐ χανα· ἀλλ’ ὡς ἔοικεν οὐκ ἀποχρῶσαν ἡ δίκη τὴν πλη‐
20γὴν ἐκείνην εἰς πρᾶξιν κρίνασα, ἐποίησε πρὸς τὸ λεῖπον τῆς ποινῆς ἀποταμίευστον, ἐπεὶ καὶ τὸ πρᾶγμα αὐτὸ δηλοῖ ἐναργέστατα, μηδόλως διερευνωμένῳ μοι θηρα‐ θῆναί σε. Ταῦτα ὁ λύκος εἰπὼν, διασπαράττων τὸν ὄνον ἐπιπηδήσας καὶ δεῖπνον ποιεῖ τὸν δύστυχον· ὃ καὶ
25πρὸ τῆς ἐξαγορεύσεως ἔργον ἐκείνῳ, κἂν εἰ προσποιού‐ μενος δῆθεν δικαιοσύνην, ἑαυτὸν μὴ δοκεῖν ἀδίκως ἐκεῖ‐ νον φαγεῖν τάχα κατέστησε, ταὐτὰ ποιῶν τοῖς τῶν ἀν‐ θρώπων ἀδικωτάτοις, οἳ τὰ τῶν πλησίον ἁρπάζοντες ἐπισεμνολογοῦσι τὴν πρᾶξιν, καὶ λόγοις ἀδικωτέροις
30δικαιοσύνην τὴν ἀδικίαν δοκεῖν ἀποδεικνύειν ἐπιχει‐
ροῦσιν.599

1

.

600

(1t)

Cap. II.
1tΔιήγημα τὸ κατὰ τὸν Πολύδωρον.
2 Ἀνήρπαστο μὲν ἐκ μέσης Ἑλλάδος Ἑλένη, καὶ Ἀλε‐ ξάνδρῳ συνῆν ἐν τῇ Τροίᾳ, τῷ Πάριδι· τὸ δέ γ’ Ἕλ‐ ληνες ἅπασι κοινὴν ὕβριν τὸ πρᾶγμα τίθενται, διά τοι
5τοῦτο καὶ ἀθρόοι πρὸς Ἴλιον πλέουσι, καὶ τὰ περὶ τὴν Τροίαν πάντα εὐθὺς τῷ στρατεύματι ἀνηρπάζετο, χῶ‐ ραι ἐλεηλατοῦντο, πόλεις ἐνεπιμπρῶντο, φρούρια κατε‐ στρέφετο. Ὡς οὖν ὁ πόλεμος ἑτεραλκὴς, καὶ τὴν κα‐ τασκαφὴν ὅσον οὔπω καὶ αὐτῇ τῇ Τροίᾳ ἠπείλει, καὶ
10τὸν κίνδυνον τοῖς ἔνδον φοβερὸν μάλα ἐπέσειε, καὶ τὰ πράγματα ἐπὶ ξυροῦ τοῖς Τρωσὶν ἀκριβῶς διεκρέματο, ὁ τούτων βασιλεὺς γέρων Πρίαμος πράττει τι σοφὸν καὶ τῆς ἡλικίας τῆς ἑαυτοῦ ἄξιον, καὶ τὴν τύχην ὡς ἐδόκει ἀντισοφίζεται· τοὺς μὲν γὰρ ἄλλους αὐτοῦ παῖ‐
15δας τῷ πολέμῳ ἐκδίδωσιν, ἐπείπερ ἡλικία προὐτρέπετο, ἕνα δ’ αὐτῶν ἁπαλὸν πάνυ καὶ πολεμικῶν ἔργων δι’ ἡλικίαν ἄγευστον ἐπιτυγχάνοντα πρὸς τὸν Θρᾳκῶν τότ’ ἄρχοντα Πολυμήστορα πέμπει, καὶ πολλοῦ φίλον ἐκείνῳ δοκοῦντα· μετ’ ἐκείνου δὲ καὶ χρυσὸν ἱκανὸν ἐκπέμπει,
20Ζώπυρόν τε, τοῦ γε νῦν καὶ τῆς Τροίας καὶ τῶν πρα‐ γμάτων πάλιν ἀνόρθωσιν. Καὶ ὁ μὲν οὕτω σοφῶς διεπράξατο, ἐκπέμψας τοὺς μὲν ὑπὲρ πατρίδος τοῖς πο‐ λεμίοις συμπλέκεσθαι, τὸν δὲ διὰ πατρίδα τῷ φίλῳ φυλάττεσθαι. Ὁ δὲ βάρβαρος δέχεται τὸν Πολύδωρον
25καὶ τὸν χρυσὸν ἐπιδέχεται, καὶ ἀδίκους εὐθὺς ὀφθαλ‐ μοὺς ἐπιβάλλει τοῖς χρήμασι, καὶ θάνατον μὲν παρα‐
χρῆμα τοῦ μειρακίου καταψηφίζεται· ἀλλὰ τὸ τοῦ600

1

.

601

πολέμου ἄδηλον ὑφορώμενος τέως ἐπέχει τὴν χεῖρα ὁ Φρὺξ, καὶ συντηρεῖ δῆθεν τὸν παῖδα, καὶ τὸν φιλοῦν‐ τα πρὸς αὐτὸν ὑποκρίνεται· ἐπεὶ δὲ μάθοι τὸν πύργον τῆς Τροίας Ἕκτορα πεπτωκότα, ὁμοῦ δὲ καὶ τὸν ἐμ‐
5πρησμὸν ταύτης τῷ ἀναφερομένῳ καπνῷ τεκμήραιτο, τότε δὴ τότε, ὅνπερ πάλαι βασιλίσκον ὤδινε, φανερῶς ἀναῤῥήγνυσι, καὶ ἔνθα ὁ παῖς διατρίβοι γενόμενος, καιρίαν βάλλει τὸν νέον, καὶ μετὰ τοῦ χρυσοῦ καὶ τὸ ζῇν ἀπεστέρησεν. Ἀλλ’ ἡ δίκη, καίτοι τὰ πολλὰ ἐν
10ἅπασι διαμέλλουσα, ἐνταῦθα οὐδόλως ἀνέχεται· διὰ τοῦτο καὶ γῆς μὲν κατορύξαι τὸν νεκρὸν οὐ παραχωρεῖ, πελαγείῳ δὲ ῥεύματι ῥίψαι παρασκευάζει. Ἀλλ’ ἡ θά‐ λαττα οὔπω τῶν Ἑλλήνων ἀποπλευσάντων ἐξαποπτύει Πολύδωρον, καὶ ὁ νεκρὸς τῇ Ἑκάβῃ γνωρίζεται, καὶ τὸ
15τοῦ βαρβάρου δρᾶμα ταύτη ἀνακαλύπτεται, καὶ φανερῶς ἀμύνασθαι τὸν ἐχθρὸν οὐκ ἰσχύουσα, ἅτε πάντω ἔρημος καὶ αἰχμάλωτος, δόλῳ τὴν δολερὰν ψυχὴν ἀν‐ θυπέρχεται, καὶ ὅθεν ἔγνω τὴν ἐκείνου γνώμην ἁλισκο‐ μένην, ἐκεῖθεν τὴν πλεονεκτικὴν ψυχὴν νουνεχῶς δελεάζει
20τε καὶ τεθήρακε· καὶ εἰς χρυσοῦ φυλακὴν αὐτὸν μετὰ τῶν ἰδίων μεταπέμπεται παίδων· ὁ δὲ τὸν φίλον χρυ‐ σὸν ἀκούσας οὐ διαμέλλει, ἀλλὰ σὺν τοῖς παισὶν ὡς εἶχε τάχους ἐφίσταται, ὁ κόραξ ἐπὶ τὸ πτῶμά φασιν, καὶ τὴν σκηνὴν οὐδαμῶς ὑποπτεύσας μετ’ αὐτῶν τὴν
25σκηνὴν εἴσεισι, καὶ οὕτως Ἑκάβη τοῦ παιδὸς στερη‐ θεῖσα διὰ χρυσὸν τὸν φονέα ἑαυτῇ δι’ ἐλπίδα χρυσοῦ μέτεισιν· ὑπὸ γὰρ τῶν ἔνδον Τρωάδων τὰ τέκνα μὲν ὁρᾷ κατασφαττόμενα, ὡς παῖδα σφάξας κἀκεῖνος, ὡς ἂν τῆς τῶν φυσικῶν ἀλγηδόνων δριμύτητος καὶ αὐτὸς
30αἴσθοιτο· τοὺς δ’ ὀφθαλμοὺς ἐξορύττεται, ὡς ἀδίκως
ἐνστηριχθέντας τῷ ῥᾳδίως αὐτοὺς χέοντι.601

1

.

602

(1t)

Cap. III.
1tΧρεία.
2tΟἱ φρονοῦντες εὖ, φησι Σοφοκλῆς, κρατοῦσι
3tπανταχοῦ.
4Ὅδε δὲ Σοφοκλῆς τῶν τραγικῶν τὸ κεφάλαιον· καὶ
5ὥσπερ Ὅμηρος ἐν πολλοῖς ποιηταῖς μόνος ἔξοχον τὸ κοινὸν ὄνομα εἴληχεν, οὕτω Σοφοκλῆς ἐν πολλοῖς τραγικοῖς τρα‐ γικὸς ὀνομάζεσθαι δίκαιος, ὑπεράρας πάντας τοὺς τοι‐ αῦτα ποιήσαντας· μᾶλλον δὲ ταῖς μὲν ὑποθέσεσι καὶ τῷ μέτρῳ τραγικὸς, ταῖς δὲ γνώμαις ἡρωϊκὸς ὁ ἀνὴρ
10ἀναφαίνεται, μόνος ποιητῶν ἐν ἰαμβείοις ἡρωϊκὰς γνώ‐ μας ἐκθέμενος, καὶ ἐν πᾶσι μὲν, ὅσοις ἐξέθετο, σοφὸς ἐπωνύμως ἐκρίθη, καὶ κλέος ἔτι σμικρὸν ἤρατο· ἐν οἷς δὲ περὶ φρονήσεως φιλοσοφεῖ, τοσοῦτον πλέον, ἢ ἐν τοῖς αὐτοῦ λοιποῖς θαυμάζεται, ὅσον κἀκεῖνα κατὰ τῶν
15ἄλλων τῶν αὐτοῦ τὴν νικῶσαν φέρει καὶ πάσαις ψήφοις κρατεῖ. Τί δὲ περὶ τούτου ἀπεφήνατο· ἡ ἐντελὴς φρό‐ νησίς, φησιν, ἐν πᾶσι κρατεῖ, καὶ τοῖς μὲν ῥήμασιν οὕ‐ τως ἡ ψῆφος μικρὰ, εἰ δὲ τῷ νῷ μεγάλη, μαρτυρήσει λόγος ὁ ῥηθησόμενος. Ὁ φρονήσεως γὰρ ἀκραιφνοῦς εὐ‐
20μοιρῶν εἰς νέους μὲν ἔτι τελῶν εὐθὺς ἀπὸ γραμμάτων κακίας ἀρετὴν ἀνθαιρήσεται, κἀντεῦθεν πᾶν ἀγαθὸν ἐξασκήσει, καὶ παιδείας πάσης ἀνθέξεται, οἷς ὡπλισμέ‐ νος εἰς ἄνδρας γραφεὶς, τίσι τῶν ἀρίστων οὐκ ἂν προσ‐ βάλοι, καὶ προσβαλὼν, ποῖα τούτων οὐ μεθ’ ὑπερβο‐
25λῆς κατορθώσαιτο· βουλεύων εὐστόχως βαλεῖ, δικάζων τὴν ὀρθὴν ἐξενέγκοι, ἐξαίρετα γὰρ τῶν ἄλλων κατορ‐ θώματα φρονήσεως· ἂν στρατηγῇ, μεγάλως εὐδοκιμήσει, μετ’ ὀλίγων πολλοὺς, καὶ μετ’ ἀσθενεστέρων ῥωμαλαιο‐ τέρους τροπώσεται· ἃ γὰρ φρόνησις ἐν πολέμοις ἐργά‐
30ζεται, ἀνδρία οὐκ οἶδεν, ἃ δ’ ἀνδρία, ἢ φρονήσεως οὐ602

1

.

603

χωρὶς, ἢ οὐκ ἀκινδύνως, εἴ τι καὶ δράσειεν· ἄρχων ὁ φρονῶν εὖ, οὐχ ὑπὸ τοῦ ἀξιώματος ἐκεῖνος, ἀλλ’ αὐτὸς τὴν ἀρχὴν κατεκόσμησε, καὶ ὅσον ἐστὶ τὸ τῆς βασιλείας χρῆμα, λαμπρῶς ἔδειξεν ἂν ἰδιώτης, βασιλέων ἐπικρατέ‐
5στερος. Ὁ μὲν γὰρ τῶν ὑφ’ ἑαυτὸν ἄρχει, ὁ δ’ εὖ φρονῶν καὶ βασιλέων, εἰ τύχοι, κρατεῖ· καὶ ὁ μὲν ἔστιν ὅτε τὴν ἀρχὴν κλέπτεται ἢ φανερῶς ἀφαρπάζεται, τῷ δὲ ἄσυλόν τε πάντη καὶ ἀναφαίρετον τὸ κράτος μεμέ‐ νηκεν· ἂν εὐτυχὴς, εὐτυχέστερος τῷ πλεονεκτήματι, ἂν
10δυστυχὴς, παραμυθεῖ τὴν τύχην τῷ κτήματι· πῶς δ’ ἂν καὶ δυστυχῆ ὀνομάσειας, ὃς τοῦ εὐδαιμονεστάτου τῶν παρ’ ἀνθρώποις ἀγαθῶν εὐτυχὴς γέγονε· σιωπῶν τῶν λεγόντων θαυμασιώτερος, οἶδε γὰρ, οὗ κρείττων λόγου σιγή· ὁμιλοῦντι δ’ αὖθις πάντες κεχήνασι, τὸ μέλιτος
15γλύκιον ῥέον ἐκεῖνο ὑποδεχόμενοι, καὶ ἁπλῶς, ἵνα μὴ τὰ καθ’ ἕκαστα λέγοιμι, ὁ φρενῶν εὖ ἔχων, ἐν ἀν‐ θρώποις ὑπὲρ ἄνθρωπον φαίνεται· εἰ δέ τις ἀτυχεῖ τού‐ του τοῦ χρήματος, καὶ πάντων ἀγαθῶν ἀτυχέστατος πέ‐ φυκε· τῶν μὲν γὰρ ἀνθρώποις εὑρημένων ἀγαθῶν ἢ οὐ‐
20δενὶ τὴν ἀρχὴν ἐπιχειρήσεται, ἢ ἐπιχειρησάμενος, οὐδὲν πλέον ἢ πληγῶν καὶ πόνων ὅσων ἀναπλησθεὶς, ὡς ὁ τοῦ κωμικοῦ Στρεψιάδης κενὸς ἀπελεύσεται· ἃ γὰρ γνῶσις ἐφεῦρε, πῶς ταῦτα τῇ ἀγνοίᾳ κατορθωθήσεται, καὶ μὴ ὅτι γε ἀφ’ ἑαυτοῦ ὁ τοιοῦτος οὐδὲν τῶν ἁπάν‐
25των ἀγαθῶν κτήσεται, ἀλλὰ καὶ, ἅπερ φύσις ἢ τύχη ἴσως πρὸς αὐτὸν ἐφιλοτιμήσαντο, ταχέως ἠμαύρωσε καὶ τελείως ἀπέσβεσεν· ἂν ἐξ εὐπατριδῶν, αἰσχύνη τῷ γένει, ἂν Νιρεὺς, χείρων Θερσίτου, ἂν Μίδας, ταχέως Ἶρος καθίσταται, μᾶλλον δὲ τοῖς χρήμασι συναπόλλυται·
30πλοῦτος γὰρ ἄνευ φρονήσεως ὑγιοῦς οὐ μόνον οὐ παρα‐ μένει, ἀλλὰ καὶ τὸν ἔχοντα ἑαυτῷ συναπόλλυσιν· ἂν
ῥωμαλαῖος, μὴ μόνον οὐδὲν ἀπόνασθαι τοῦ πλεονεκτή‐603

1

.

604

ματος δύναται, ἀλλὰ καὶ καθ’ ἑαυτοῦ τοῦτο ἐκτήσατο, ῥώμη γὰρ φρονήσεως ἄνευ ἵππος ἀκριβῶς ἀχαλίνωτος, ὃς ὅσον θρασύτερος, τοσοῦτον τῷ ἐπιβάτῃ τὸ πτῶμα δεινότερον ἀπεργάζεται. σιωπῶν μὲν οὗτος οὐδενὸς ἄξιος,
5ὁμιλῶν δ’ αὖ καταγέλαστος, καὶ τὸ ὅλον εἰπεῖν, ὁ μὴ φρονῶν εὖ μέσον λογικῶν εἰς ἄλογον τελεῖ. Ταῦτα καὶ τὰ τοιαῦτα ἐννοῶν ὁ σοφὸς Σοφοκλῆς τὸ φρονεῖν εὖ πάντων κράτιστον νουνεχῶς ἀπεφήνατο· ὥσπερ γὰρ οἱ ὀφθαλμοὺς ὑγιεῖς καὶ ἀπειλικρινημένους πλουτήσαντες,
10ὅποι πορεύονται, ἀπροσκόπτως καὶ ἀσφαλῶς μάλα φέ‐ ρονται, οὕτως οἱ ἐντελεῖ φρονήσει συζῶντες ὀρθῶς πᾶσι πράγμασιν ἐπιβάλλουσιν· ὃ γὰρ ὀφθαλμοὶ σώματι, τοῦ‐ το σύνεσις ψυχῇ πέφυκεν, εἰ δέ γε βούλει, ὃν τρόπον ἥλιος πάντων μὲν ἑκασταχόθεν ὑπέρκειται, ἀστρῆσι δ’
15ἐν μυρίοις μέγιστος πολλῷ τῷ μέσῳ καὶ διαυγέστατος πέφυκεν, οὕτως ὁ φρονῶν εὖ πάντων ἀνώτατος· λαμ‐ πρότατος δὲ καὶ περιφανέστατος ἐν ἅπασι φαίνεται. Τὴν ἅλωσιν τῆς Τροίας εἰς νοῦν λαβέ μοι· ἣν γὰρ δε‐ κέτης χρόνος καὶ μυρίον ἡρώων πλῆθος ἐκπορθῆσαι οὐκ
20ἴσχυσεν, καὶ διὰ τοῦτο ἀπειρηκότες ἀπέπλεον, ταύτην ἑνὸς ἀνδρὸς φρόνημα ἐν μιᾷ καὶ μόνῃ φυλακῇ νυκτὸς παρεστήσατο, καὶ ἧς ἔμπροσθεν ὑπὲρ ἀριθμὸν ἵπποι ἔμψυχοι προσβαλόντες καὶ ἀρετὴν ἐπιδειξάμενοι παντοίαν πεπτώκασι, ταύτης εἷς ἄψυχος καὶ ἀκίνητος κατεχρεμε‐
25τίσατο καὶ κατωρχήσατο, σοφίαν ἑνὸς ἔμφρονος φέρων ἢ καὶ αὐτόν. Διά τοι τοῦτο καὶ τῶν ἀναχθέντων εἰς Τροίαν πάντων Ἑλλήνων πτολίπορθος μόνος Ὀδυσσεὺς ἀνηγόρευται. Ὁ δέ γε Περσῶν μέγας βασιλεὺς Ξέρ‐ ξης, ὃς μετὰ τὸ πάντας σχεδὸν τοὺς ὑπ’ οὐρανῷ ὑφ’
30ἑαυτῷ ποιήσασθαι, καὶ στοιχείων αὐτῶν ἔδοξε κατευμε‐ γεθεῖν, οὐ συνέσει οὗτος ἑνὸς ἀνδρὸς τοῦ Θεμιστοκλέους κατεστρατηγήθη, μετὰ τὴν οἰκουμένην ἅπασαν ἄντικρυς
τῇ Ἀθηναίων ἐπεισπεσών· ὁ δὲ Περικλῆς πρότερον τοι‐604

1

.

605

ούτων ὑπὸ συνέσει τῶν γερῶν ἔτυχεν, οἷον οὐδεὶς τῶν ἁπάντων μέχρι καὶ νῦν. Μετὰ γὰρ τοὺς πολλοὺς καὶ γενναίους ἐκείνου ἀγῶνας, οὓς οὐκ ἐν ἄλλῳ τινὶ τῶν ἁπάντων πλὴν συνέσει καὶ βουλῇ κρείττονι λαμπρῶς
5ἐπεδείξατο, Ὀλύμπιος ἀνεῤῥήθη παρ’ Ἀθηναίων· οὕτω τὸ φρονεῖν εὖ ἰσχυρὸν, ὥστε τῆς τῶν κρειττόνων αὐτῶν ἐπωνυμίας καὶ ἀξίας τοὺς ἔχοντας ἀξιοῦν, ὅθεν καὶ ἡ τῶν ποιητῶν κορωνὶς τὸν τῶν Ἑλλήνων βασιλέα εἰσά‐ γει οὐ παλαμναιοτάτους τινὰς ἢ πλῆθος τόσον καὶ τό‐
10σον, ἢ ἄλλο τι τῶν ἁπάντων ζητοῦντα πρὸς τὸ ῥίψαι τὴν Τροίαν· ἀλλὰ δέκα μόνον, οἷος ὁ Πύλειος, ἄνδρας συμφράδμονας περσέπολιν Ἀθηνᾶν φέροντας προκυρω‐ σάμενον ἀκριβῶς, ὅπερ ὕστερον Σοφοκλῆς ἀπεφήνατο, μηδὲν εἶναι τὰ πάντα πρὸς τὴν ἰσχὺν τῆς συνέσεως.
15Οὗ δὴ πλεονεκτήματος καὶ Σοφοκλέα πλουσίως μάλ’ εὐμοιροῦντα ὑπερθαυμάζειν πάντας εἰκὸς, τοιαῦτα περὶ τῆς ἀκριβοῦς φρονήσεως μέγιστα μικροῖς σαφῶς ἄγαν ἀποφηνάμενον.
19tCap. IV.
19tΓνώμη Δημοσθένους.
20tΔεῖ δὴ χρημάτων, καὶ ἄνευ τούτων οὐδέν ἐστι γενέ‐
21tσθαι τῶν δεόντων.
22 Καὶ εἰ δεινότατος ἐν ῥητορείᾳ Δημοσθένης, ὡς οὐδεὶς ἕτερος γέγονεν, ἀλλ’ οὐ χρεία ῥητορικῆς δεινό‐ τητος τῷ προθεμένῳ ἐγκωμιάζειν τὸν ῥήτορα. Τὰ γὰρ
25κατ’ ἐκεῖνον καὶ ψιλῶς τε καὶ ἀτέχνως πάντη λεγόμενα οὐκ ἔστιν εἰπεῖν, εἰς ὅσον εὐφημίας ἐπαίρει τὸν ἄνδρα, φύσει τὸ ὑψηλὸν ἔχοντα, καὶ λόγων ἐπεισθέσεως οὐδό‐ λου δεόμενον πρὸς συγκρότησιν· ὁ δέ γε βουλόμενος
τοῦτο, οἷόν ἐστι, διαγινώσκειν τὰ περιᾳδόμενα ἐκείνου605

1

.

606

λοιπὰ θαυμαστὰ ὡς πλεῖστα περιδραμὼν, τοῖς λόγοις ἐκείνου ἐγκυψάτω, καὶ ἐκ τῶν ὀνύχων μανθανέτω τὸν λέοντα, ἐν οἷς καὶ ἄλλα μὲν μύρια δημηγορεῖ, πλεί‐ στην ὅσην γενναιοτάτην γνώμην μαρτυροῦντα τἀνδρὶ,
5καὶ φιλόσοφον τὸν ῥήτορα ἰσχυρῶς ἄγαν ἀποφαινόμε‐ νον· ἃ δὲ περὶ συμφέροντος τοῦ δήμου δημηγορῶν ἀπε‐ φθέγξατο, οὐκ ἔστιν εἰπεῖν, ὅσον ὑψοῖ Δημοσθένην, πρός γε πολλοῖς ἄλλοις καλοῖς καὶ τὴν ἐπωνυμίαν ἐκεί‐ νην διϊσχυρίζονται. Τίνα δὲ καὶ τὰ γνωματευθέντα
10τἀνδρί· χρήμασι περιῤῥεῖσθαι τὰ τοῦ Δημοσθένους κοινὰ ταμιεῖα δεῖν μάλα φησὶ καὶ οὐδὲν τῶν δεόντων χρημάτων ἄνευ κατορθωθῆναι δυνάμενον· καὶ ἃ μὲν ἀπεφθέγξατο ταῦτα· εἰ δὲ καὶ ἄριστα, τοῖς λεχθησο‐ μένοις νῦν ἐλεγχθήσεται· δῆμος γὰρ χρημάτων κοινῶν
15εὐπορῶν, οὐδὲν ὅλως ἄχαρι ὑποστήσεται, μᾶλλον δὲ τί τῶν συμφερόντων οὐκ ἂν ἐργάσαιτο, τὰ γὰρ χρήματα πόλεις τὰς μὲν προσούσας ἀσφαλῶς συντηρεῖ, τὰς δ’ οὐκ οὔσας προστίθησι, στρατεύματα ἄπειρά τε καὶ ἀνυ‐ πόστατα συνίστησι, καὶ στόλους ὑπὲρ ἀριθμὸν πήγνυ‐
20ται, ὧν καὶ φήμῃ μόνῃ τοῖς ἐχθροῖς φοβεροὶ οἱ ἔχον‐ τες καθεστήκασιν, ἂν δὲ καὶ προσβαλεῖν αὐτοῖς δέῃ, πολλοὺς ἂν ἐκεῖ τοὺς ἀριστέας θεάσαιο, ἐπεὶ καὶ τὰ γέρα πολλὰ, καὶ ὅσα οἱ νικήσαντες βούλονται, κἀντεῦ‐ θεν τοὺς μὲν ῥᾷστα τρέπονται, τοὺς δὲ πανωλεθρίᾳ
25διδόασιν· εἰ δὲ καί τινες ὑπὲρ αὐτοὺς τὴν ἰσχὺν εὑρε‐ θεῖεν, πρὸς οὓς ὅπλοις χρῆσθαι ἀδύνατον, χρήμασι τούτους κατεγοήτευσαν, καὶ τὸ ὅλον εἰπεῖν, ἐπρίαντο, τὴν κατ’ αὐτῶν ἐκείνων ὁρμὴν εὐχερῶς πάνυ τοῖς δω‐ ρήμασι κατακλείσαντες, καὶ πρὸς σπονδὰς τὰς μετ’ αὐ‐
30τῶν εὐκόλως αὐτοὺς συνελάσαντες, καὶ καταδουλοῦντες
κἀκείνους δουλείαν πολλῷ χαλεπωτέραν καὶ αἰσχροτέραν606

1

.

607

τῆς ὧν πολέμου ῥοπῇ παρεστήσαντο. ὧν μὲν γὰρ ὅπλοις ἐκράτησαν, σώματα τούτων κατεδουλώσαντο, οὓς δὲ χρήμασιν ἐξωνήσαντο, γνώμαις αὐτῶν ἐβασίλευσαν· ὅσῳ τοίνυν γνώμη πολλῷ κρεῖττον σώματος, τοσούτῳ τὸ
5γνώμας καταδεδουλῶσθαι τοῦ σώματα τοῖς μὲν πεπον‐ θόσι φαυλότερόν τε καὶ χαλεπώτερον, τοῖς δὲ δεδρακό‐ σιν ὑψηλότερον καὶ λαμπρότερον πάνυ καθέστηκε. Τοῖς δόξασι τῇ εὐπορούσῃ βουλῇ τέλος ῥᾴδιον προστίθεται· ἐπιστῆμαι δὲ καὶ τέχναι καὶ ἀρεταὶ, καὶ ἄλλα πάνθ’
10ὅσα τὸν τῶν ἀνθρώπων βίον ψυχαγωγεῖ τε καὶ κατα‐ κοσμεῖ, μεθ’ ὑπερβολῆς ἐν αὐτοῖς· ἔνθα γὰρ οἱ μισθοὶ, ἐκεῖ καὶ τὰ τοιαῦτα σπουδάζεται· ἔνδεια οὐδέ τινος τῶν ἁπάντων ἐν τούτοις, ἀλλὰ καθημένοις οἴκοι παντ’ ἀγα‐ θὰ ἐπιῤῥεῖ, τῶν ἀφ’ ἑκάστης πόλεώς τε καὶ χώρας ἐμ‐
15πόρων συχνῶς καταγομένων, καὶ θεραπόντων δίκην τὰ πρὸς χρείαν πάντα προσαγόντων αὐτοῖς, κἀντεῦθεν πάν‐ τας ὑφ’ αὑτοὺς ποιοῦνται, τοῖς πᾶσιν ἀγαθοῖς κατα‐ βρίθονται καὶ βαθείας εἰρήνης καταπολαύουσιν· ὧν τί μακαριώτερον ἂν ἢ ζηλωτότερον γένοιτο, καὶ ἁπλῶς εἰ‐
20πεῖν πάντα μὲν εὐχερῆ τοῖς εὐετηρίαν κοινῶν χρημάτων ἔχουσι πάρεστι, δυσχερῆ δ’ ἅπαντα πάλιν ἄπεστιν· ὁ δέ γε πενίᾳ συζῶν καὶ χρημάτων κοινῶν γυμνὸς δῆμος οὐδὲν ὅπερ τῶν δεινῶν οὐχὶ πείσεται· προσβαλόντων ἐχθρῶν ἢ δουλείας τὴν ζωὴν ἀνταλλάξεται, ἢ μὴ τοῦτο
25βουληθέντες διαφθαρήσονται τέλεον, σοφία δὲ καὶ τέ‐ χνη καὶ μηχαναὶ καὶ βουλαὶ τὸ εὔστοχον παρ’ αὐτοῖς ἔχουσαι οὐδὲν ἔσονται χρημάτων ἀπόντων· πᾶσι γὰρ τούτοις τὰ χρήματα τέλος τίθησιν· εἰ ἄπεστι ταῦτα, ἢ κἀκεῖνα συναπογίγνεται, ἢ εἰ πάρεστιν, ἀδολεσχία
30μόνον μάταιος πάρεστιν· κἀντεῦθεν τὰ μὲν προσόντα τοῖς τοιούτοις ἀνδράσιν ἀγαθὰ ταχέως ἀπέπτη, τὰ δὲ δυστυχῆ κοσκινηδὸν φέρεται, καὶ τέλος ἠπορηκότες ἢ
μετανάσται τῆς ἑαυτῶν γίνονται, οὗ τί δυστυχέστερον607

1

.

608

γένοιτο· ἢ τοῖς ἐχθροῖς διασπάραγμα γεγονότες οἱ μὲν τέλεον διεφθάρησαν, οἱ δ’ ἀθλίως αἰχμάλωτοι ἄγονται, ὅπερ τοῦ τελείως φθαρῆναι πολλῷ δεινότερον. Ταῦτα καὶ τὰ τοιαῦτα ἐννοοῦντα τὸν Δημοσθένην, τὴν ἐπικαι‐
5ροτάτην ἐκείνην φωνὴν ἀφεῖναι κατέπεισεν. Ὥσπερ γὰρ ἱέραξ, ἂν μὲν πτερῶν τε καὶ ὀνύχων ἱκανῶς ἔχῃ, μὴ μόνον ἀνώτερος τῆς τῶν ἐχθρῶν ἐπη‐ ρείας φαίνεται, ἀλλὰ καὶ κατὰ κράτος ἐκείνην κατα‐ τροποῦται, ἂν δ’ ἀκριβῶς αὐτῶν ψιλωθῇ, πρὸς τῷ μη‐
10δὲν τῶν αὐτῷ συμφερόντων ἐν ἔργῳ ἔτι δύνασθαι καὶ τοῖς ἐχθροῖς διασπάραγμα γίνεται, οὕτω δῆμος εὐπο‐ ρῶν μὲν κοινῶν χρημάτων πᾶσιν ἀγαθοῖς ἐντρυφῶσι, καὶ πάσης ἐπηρείας ὑπέρκεινται, τούτων δὲ γυμνωθεὶς φθορὰν ἀντενδύονται. Τὴν τῶν πάλαι Περσῶν ἀρ‐
15χὴν ἄκουε, οἳ τὴν ὑφήλιον σχεδὸν ἅπασαν ὑφ’ ἑαυτοὺς ἐποιήσαντο, οὐκ ἐν ἄλλῳ τινὶ ἢ τῇ τῶν χρημάτων ἀ‐ φθονωτάτῃ περιουσίᾳ· οἴκους γάρ φασιν ὅλους μεστοὺς χρυσίου τὸν μέγαν βασιλέα κεκτῆσθαι Περσῶν. Ὅθεν τὸν κωμικὸν καὶ ἐν ἅπασι μὲν τοῖς ἀποφανθεῖσιν
20ἐκείνῳ λοιποῖς ἄγαν ἐκπλήττομαι, λίαν συνεστῶτα τοῖς πράγμασιν ἐπιβάλλοντα, ἐν οἷς δὲ τὴν τῶν χρημάτων ἰσχὺν ὁπόση τίς ἐστιν ἀπεφήνατο, οὐκ ἔστιν εἰπεῖν, ὅσον τὸν ποιητὴν ὑπεράγαμαι· τὰ πάντα γάρ, φησι, τῷ πλούτῳ δεδούλωται, τὴν αὐτὴν Δημοσθένει περὶ τῶν
25αὐτῶν ψῆφον ἐξενεγκών. ἣν γὰρ Ἀριστοφάνης γνώ‐ μην περὶ τοῦ πράγματος διὰ καταφάσεως μόνης φθά‐ σας ἐκύρωσε, ταύτην Δημοσθένης ὕστερον διὰ κατα‐ φάσεως ἅμα καὶ ἀποφάσεως σοφῶς συνεπέρανεν, ἧσ‐ περ πολλοὶ μὲν ἀκροαταὶ γενήσονται, καὶ τὸν εἰπόντα
30Δημοσθένην θαυμάσονται, κατ’ ἀξίαν δὲ οὐδεὶς, οὔ‐
μενουν ὡς ἀδύνατον τὸ πρᾶγμα παντάπασιν.608

1

.

609

(1t)

Cap. V.
1tἈνασκευὴ, ὅτι οὐκ ἀληθῆ τὰ κατὰ τὴν πλά‐
2tτανον τὸ φυτόν.
3 Τοῖς ποιηταῖς ὅσον τέχνης καὶ ἀκριβείας ἐν τοῖς ἑαυτῶν ποιήμασι καὶ παρατηρήσεως λόγου ἐμέλησε, το‐
5σοῦτον ἐν τοῖς τοιούτοις ἀλήθεια παντάπασιν ἐκείνοις καταπεφρόνηται καὶ ἀπέῤῥιπται, καὶ θαυμαστὸν οὐδέν· οἳ γὰρ ἐν τοῖς μεγίστοις τῷ τοῦ ψεύδους πατρὶ προσεῖ‐ χον, καὶ περὶ τὸ σέβας ψευδόμενοι οὐκ ἐφρόντιζον, πῶς ἂν οἱ τοιοῦτοι περὶ πραγμάτων τοὺς λόγους ποιούμενοι
10ὁδεῦσαι τὴν εὐθεῖαν ἐζήτησαν. διατί τοῦτο καὶ ἀλλό‐ κοτά τινα καὶ ἀπίθανα παρετήρησαν, οὐδὲν ὑγιὲς εἰς τὸν βίον παράγοντες, καὶ νῦν μὲν ἐπτερωμένους ἀνθρώ‐ πους ἀναπλάττοντες, νῦν δ’ ἀνθρωπόμορφα θηρία καὶ τοιαῦθ’ ἕτερα παραληροῦντες καὶ παραπαίοντες οἴκο‐
15θεν τὸν ἔλεγχον φέροντα, καὶ τῷ βουλομένῳ παντὶ ἐκ τοῦ ῥᾴστου, ὡς οὐδὲν τῶν ἁπάντων εὔθραυστα καὶ ἐν πᾶσι μὲν ὅσοις ἐξέθεντο, περιφανῶς ὀνειροπολοῦσιν ἢ καὶ μεμήνασιν· ἅπερ δὲ περὶ τοῦ φυτοῦ τῆς πλατάνου διεμυθολογήσαντο, ὡς καταγέλαστα, ὡς παράφορα, καὶ
20τῆς αὐτῆς τερατολογίας οὐδόλως ἀνάξια. Τίνα δ’ ἃ πρὸς ταύτῃ φασί· τὼ τοῦ Ἀλωέως παῖδε ἀνελθεῖν εἰς οὐρανοὺς ἐβουλεύσαντο, καὶ ὄρη συνθέντε καὶ ἀνάβαθρα ποιήσαντε ἀνέρχεσθαι ἐπεχείρησαν· ἀλλ’ ὁ θεὸς αὐτοὺς ἄνωθεν κεραυνοῖ· τῶν δὲ τεθνηκότων ἡ ἀδελφὴ θρη‐
25νοῦσα οὐκ ἔληγε, καὶ τὸ πάθος οὐχ ὑπομένουσα αἰτεῖ τὸν θεὸν εἰς φυτοῦ φύσιν μεταβαλεῖν· τοῦ δὲ κατανεύ‐ σαντος εἰς τὴν πλάτανον, ἣν ὁρῶμεν, φυτὸν μεταβάλ‐ λει ἡ κόρη, καὶ ἅπερ μὲν τοῖς ποιηταῖς ἐτερατολογήθη, τοιαῦτα· εἰ δ’ εὐέλεγκτα τοῖς ῥηθησομένοις φανήσεται.
30Τὼ τοῦ Ἀλωέως παῖδε ἀνελθεῖν εἰς οὐρανοὺς ἐβουλεύ‐ σαντο, ἀνθρώπου υἱοὶ καὶ ἄνθρωποι ὄντες, πῶς τὰ ὑπὲρ
ἄνθρωπον ἐβουλεύσαντο, καὶ ἣν οὐδ’ εἶδον δίαιταν, ἀντὶ609

1

.

610

τῆς συνήθους καὶ φίλης πῶς ᾑρετίσαντο, εἴπερ ἐκ τῆς οἰκείας εἰς ἑτέραν ἡμᾶς μεταβῆναι συμβαίη, οὐκ ἔστιν εἰπεῖν, ὅσον τὸ πρᾶγμα δυσχερῶς φέρομεν, καὶ ταῦτ’ οὔσης κἀκείνης ὁμοίας γῆς καὶ ἀνθρώπους τοὺς αὐ‐
5τοὺς κεκτημένης, καὶ γῆν ἅπασαν, ἐφ’ ἣν ἐγεννήθησαν καὶ ἐτράφησαν, ἑκόντες ὄντες ἐκεῖνοι ἀρνηθῆναι ἀνα‐ σχόμενοι, εἰς χῶρον ἐκ διαμέτρου ἐνηλλαγμένον, καὶ περὶ οὗπερ οὐδ’ ἤκουσαν ἐβουλεύοντο μετοικίζεσθαι· ἀλλ’ ἔστω, διδόσθω εἰς οὐρανὸν βουληθῆναι τούτους
10ἀνελθεῖν, συνθέντε δὲ ὄρη, καὶ ἀνάβαθρα κατασκευά‐ σαντε, ἀνέρχεσθαι ἐπεχείρησαν· πρῶτον μὲν, πῶς αὐτὰ μετεκίνησαν, ἢ εἰς ἓν τὰ ὄρη συνήγαγον, ἢ μᾶλλον πῶς τῶν χώρων, ἐν οἷς ἡδραιοῦτο ταῦτα, ἀπέσπασαν, εἰ μὲν γὰρ ἀστήρικτα ἐπέκειτο ταῦτα τῇ γῇ, ἦν ἂν καὶ οὕτως
15ἄπορον, πῶς τοσαῦτα ὄρη νεανίαιν δυοῖν ἐκεκίνητο· ὅ‐ μως δὲ ἴσως ἂν ἐδόκει ἔχειν τινὰ τὸ πρᾶγμα οὕτω πα‐ ραδοχήν· ἐπεὶ δὲ τῇ γῇ ταῦτα οὕτως ἐμπέφυκεν, ὡς μηδενὶ τῶν ἁπάντων κινῆσαι δυνατὸν, πλὴν τῷ καὶ πᾶ‐ σαν τὴν γῆν δυναμένῳ, λείπεται ἢ μετὰ τῶν ὀρῶν καὶ
20πᾶσαν τὴν γῆν ἐκείνους τότ’ ἀνατρέψαι, ἢ μηδὲ τὰ ὄρη ὅλως δυνηθῆναι μετακινῆσαι· ἔπειτα δὲ, ὁπόσης καὶ τῆς ἀναβάθρας κατασκευασθείσης ἐπειρῶντο ἀνέρχεσθαι, ἡ γῆ ἅπασα οὐδὲ πολλοστημόριον τοῦ οὐρανίου ὕψους τι εὕρηται, καὶ μέρη τινὰ ταύτης σμικρότατα καὶ μηδα‐
25μινὰ συντεθέντα τὸν οὐρανὸν ἂν ἔφθασεν; ὥσπερ ἂν εἰ ὠοῦ ἔνδον στοᾶς μεγίστης κειμένου, καὶ ὡς εἰκὸς τοῦ ἀκροτάτου ταύτης ὕψους παντάπασιν ἀπολειπομένου, συντιθείς τις τὰ περὶ τὸ ὠὸν ἐκεῖνο κεγχρώδη ἐπανα‐ στήματα, τῷ τῆς στοᾶς ἐκείνης ἄκρῳ ἐξισοῦν ταῦτα
30πειρᾶται· ἀλλὰ τὰ τοιαῦτα μὴ μόνον ἀδύνατα, ἀλλὰ καὶ
γέλως πλατὺς λεγόμενος· καὶ ὁ θεὸς αὐτοὺς ἄνωθεν κεραυ‐610

1

.

611

νοῖ· τίνος χάριν; εἰ μὲν γὰρ ἔμελλον ἀναβήσεσθαι, καὶ τὴν ἐκείνου βουλὴν πέρας ἂν σχεῖν, εἰκὸς ἦν ταῦτα ἐκεῖνον ψηφίσασθαι, ὅπως τοῦ ἐπιχειρήματος αὐτοὺς ἀναστείλῃ· ἐπειδὴ δὲ ᾔδει ἀνηνύτοις ἐπιχειροῦντας, τίς
5ὁ σκοπὸς κεραυνοῖς ἐκείνους κωλῦσαι, καὶ βασκαίνειν δόξαι τοῖς καὶ χωρὶς τοῦ κεραυνοῦ παύσασθαι τῆς ἀλό‐ γου ὁρμῆς ἀναγκασθησομένοις μετ’ οὐ πολύ. ἀλλ’ ἔστω καὶ ταῦτα· τούτων δὲ τεθνηκότων ἡ ἀδελφὴ θρηνοῦσα οὐκ ἔληγε, καὶ τὸ πάθος μὴ φέρουσα τὸν θεὸν ἐξαιτεῖ,
10εἰς φυτοῦ φύσιν μεταβαλεῖν· ἀδίκως ἀπολωλέναι τοὺς ἀδελφοὺς ᾤετο, ἢ τῶν δικαίων ἐπιτυχόντας· οὐ μὴν καλῶς ἐκείνους παθεῖν ἔκρινεν, ἄχθεσθαι μᾶλλον τούτοις ἐχρῆν, οὐχὶ δὲ τοσοῦτον τῶν ὑβριστῶν κήδεσθαι, ὡς ὑπὲρ αὐ‐ τῶν καὶ θρηνεῖν ἄπαυστα· εἰ δ’ ἀναξίως παθεῖν ἐκεί‐
15νους ᾤετο, τοῦ θεοῦ κατηγόρει σαφῶς· καὶ ἄδικον ἐκεῖ‐ νον τοῖς δάκρυσιν ἀπεφαίνετο, καὶ πῶς, ὃν ἐχθρὸν ἡγεῖτο, χάριν ἐζήτει, πῶς δὲ κἀκεῖνος τὴν αἴτησιν τῆς ἐκεῖνον μισούσης ἔπλησεν· ἀλλ’ οὐ μᾶλλον κἀκείνῃ τὴν αὐτὴν τιμωρίαν ἐπήγαγε, τοῦ ἔργου μὲν μὴ κοινωνη‐
20σάσῃ τοῖς ἀδελφοῖς, τῆς αὐτῆς δὲ γνώμης διὰ τοῦ ἄ‐ παυστα ὑπὲρ ἐκείνων θρηνεῖν ἐχομένῃ· ἣν λυπεῖν ἔδει, ταύτην ἐψυχαγώγει, τοὺς ἔρωτας αὐτῆς ἐκπληρῶν· τί δὲ ταύτῃ καὶ τὸ μεταβαλεῖν εἰς φυτόν; εἰ μὲν γὰρ ἤθελε διὰ τὴν λύπην φθαρῆναι, αἶνον μᾶλλον ἐχρῆν ζητεῖν,
25καὶ τοῦτον τὸν τρόπον τοῦ ποθουμένου τυχεῖν, εἰ δὲ σώζεσθαι, τί μεταπεσεῖν εἰς ἑτέραν φύσιν ἐζήτει, ἵν’ ἀναίσθητος ἔχῃ τοῦ πάθους; ἀλλ’ οὖν εἰς ἑτέραν φύ‐ σιν μεταστοιχειωθῆναι μᾶλλον ζητεῖν ἐχρῆν, ἀτιμοτέ‐ ραν δηλαδὴ, οὕτω καὶ τοὺς ἀδελφοὺς γὰρ ἂν μᾶλλον
30τιμᾷν ἔδοξεν, οὐχὶ δὲ εἰς τοιοῦτον ὡραῖον φυτὸν, καὶ ἑαυτὴν διὰ τὸ πάθος ἀτιμάζειν εἰκὸς ὂν, καλλωπίζε‐ σθαι διὰ τῆς ἐξαλλαγῆς· ὄντως οὐδεὶς λαλίστερος ἢ
ψευδέστερος ποιητῶν γέγονεν.611

1

.

612

(1t)

Cap. VI.
1tΚατασκευὴ, ὅτι ἀληθῆ τὰ κατὰ τὴν
2tπλάτανον.
3 Τοῖς ποιηταῖς, χάρις ὅτι πολλὴ, οἷς ἐν τοῖς ποιή‐ μασιν ἑαυτῶν μετὰ τῆς τέχνης καὶ ἀκριβείας καὶ τοῦ
5ἀληθοῦς οὐδόλως ἠμέλησαν, ἀλλὰ τῇ μὲν ἀκριβείᾳ τῆς τέχνης ταῦτα ἐκόσμησαν, τῇ δ’ ἀληθείᾳ τῶν λεγομέ‐ νων τὸ βέβαιον αὐτοῖς ἐχαρίσαντο· ἅτινες ἐξετάζειν μὴ βουλόμενοι ἢ καὶ μὴ δυνάμενοι ἀνασκευάζειν ἐπιχειροῦ‐ σιν, ὡς δῆθεν ἄπιστα, καὶ ἐπὶ πᾶσι μὲν οὖν ἀληθείας
10πρὸ τῶν ἄλλων οἱ τοιοῦτοι ἐφρόντισαν, ἐφ’ οἷς δὲ περὶ τοῦ φυτοῦ τῆς πλατάνου διεξίασιν, οὐκ ἔστιν εἰπεῖν, ὅσον τὴν ἀλήθειαν τοῦ ψεύδους προετιμήσαντο· τί δὲ καί φασι; τὼ τοῦ Ἀλωέως παῖδε εἰς οὐρανὸν ἀνελθεῖν ἐβουλεύσαντο· πρὸς τῆς ἀληθείας αὐτῆς τί τῷ λόγῳ
15ἀπίθανον πρόσεστιν; οὐ πάντως τὰ ἄνω φρονεῖν καὶ ζητεῖν ἐδιδάχθημεν; οὐ τὸ παρ’ ἡμῖν θεῖον ἄνωθεν; εἰ δ’ ὅθεν προήλθομεν, ἐπανελθεῖν ἐπειγόμεθα, θαυ‐ μαστόν; τοὐναντίον ἂν ἦν μᾶλλον θαυμάσιον, εἰ τῶν οἰκείων ἐπιλαθόμενοι τοῖς ἀλλοτρίοις αἰεὶ προστετήκει‐
20μεν, καὶ οὐρανὸν ἀφέντες τῇ γῇ προσηρείσθημεν. Εἰ δ’ οὐρανόσε πάντες ἀνελθεῖν ἐπειγόμεθα, πῶς ἄνθρω‐ ποι κἀκεῖνοι ὄντες εἰς οὐρανὸν βουληθῆναι ἀνελθεῖν οὐ πιστεύονται; ἢ πῶς οἱ ταῦτα περὶ αὐτῶν λέγοντες ἀπα‐ ράδεκτοι; καὶ ὄρη συνθέντε καὶ ἀναβάθρας ποιήσαντε
25ἀνέρχεσθαι ἐπεχείρησαν, καὶ τοῦτο εἰκότως, ἐπεὶ γὰρ ἔτι σώμασι προσεδέδεντο, ὁμοίαν καὶ τὴν ἀνάβασιν ἐποι‐ ήσαντο· εἰ μὲν γὰρ τοῦ σκήνους ἐνῆν αὐτοῖς γυμνω‐ θῆναι καὶ πνεύματα μόνα λειφθῆναι, ἀσώματον καὶ ἄνυλον ἂν, ὡς εἰκὸς ποιῆσαι καὶ τὴν ἀνάβασιν ἐπε‐
30χείρησαν· ἐπεὶ δὲ μετὰ σωμάτων ἔτι ὄντες ἐτύγχανον,
σωματικὴν καὶ τὴν ἀναβάθραν διενοήσαντο, ἀλλ’ ὁ612

1

.

613

θεὸς ἄνωθεν αὐτοὺς κεραυνοῖ· ἐπεὶ γὰρ εἶδε τούτους ἀνελθεῖν μὲν προθυμουμένους, οὐ τευξομένους δὲ, ὥσ‐ περ ἐπόθουν, μετὰ σώματος γὰρ εἰς οὐρανοὺς ἀναβῆ‐ ναι ἀνθρώπῳ ἀμήχανον, γυμνοῖ τούτους τοῦ χοϊκοῦ βά‐
5ρους, καὶ τοῦ ποθουμένου καταξιοῖ, καὶ τοῦ σωματι‐ κοῦ δεσμοῦ λύσας τούτους εἰς οὐρανοὺς εὐχερῶς ἀνελ‐ θεῖν παρεσκεύασεν· ἡ δὲ ἀδελφὴ θρηνοῦσα τούτους οὐκ ἔληγε, τί γὰρ ἀδελφοῦ γνησιώτερον ἅμα καὶ συμπα‐ θέστερον; ἄλλως τε καὶ ταύτης ἀδελφῶν τηλικούτων
10ἀθρόον στερηθείσης, καὶ ἀθλίως, ὡς ἐκείνῃ ἐδόκει· διά τοι τοῦτο καὶ τὸ πάθος μὴ φέρουσα αἰτεῖ τὸν θεὸν, μεταβαλεῖν εἰς φυτὸν, κατὰ λόγον καὶ τοῦτον· ζῇν μὲν γὰρ οὐκ ἠδύνατο, τὸ σφοδρὸν τοῦ πάθους οὐ στέγειν ἰσχύουσα, εἰς ἄλλην δὲ φύσιν μεταπεσεῖν ἢ ἀποθανεῖν
15οὐκ ἐζήτησεν, ἵνα μὴ ἑαυτῇ μᾶλλον, ἀλλ’ οὐ τοῖς ἀδελ‐ φοῖς τῇ μεταβολῇ δόξῃ χαρίζεσθαι· τὸ μὲν γὰρ εἰς ἕτε‐ ρόν τι μεταβαλεῖν ἢ καὶ τελείως φθαρῆναι ἐκείνῃ ἂν μόνῃ λυσιτελεῖν ἔδοξε, τῆς λύπης ἀπαλλαγείσῃ, καὶ τῶν σπαραγμῶν, οἷς ζῶσα ξυνῆν, τοῖς θανοῦσι δ’ οὐδέν· τῇ
20δὲ οὐ τοῦτο σκοπὸς τῆς μεταβολῆς, ἀλλὰ καὶ τὴν ἀναι‐ σθησίαν τοῦ πάθους διὰ τοῦτο ἠγάπα, ἵνα τὸ εἶναι μο‐ νιμώτερον καὶ μακρότερον ἔχουσα, τοῖς δάκρυσι τοῖς οἰ‐ κείοις τιμᾷν διὰ παντὸς ἔχῃ τοὺς ἀδελφούς· τοῦτο γὰρ ἐκείνῃ τὸ σπουδαζόμενον, ἀγεράστους ἐκείνους λειφθῆναι
25μηδέποτε, ὥστε οὐχ ἑαυτῆς ἀλλὰ τῶν ἀδελφῶν χάριν καὶ τὴν τοιαύτην μεταβολὴν ᾑρετίσατο· εἰ μὲν γὰρ ἢ ἀθά‐ νατα ζῇν ἢ πρὸς τὴν τοῦ πάθους δριμύτητα διαρκήσειν ἐπίστευε, τὴν μεταβολὴν οὐκ ἂν παρεδέξατο, ἀλλ’ ἐφ’ ἧς φύσεως ἦν μᾶλλον μένειν ἠγάπα, ὡς ἂν διττῶς τοὺς
30ἀδελφοὺς θεραπεύῃ τῷ τε ταλαιπωρεῖν διὰ παντὸς καὶ τῷ κλαίειν ὑπὲρ ἐκείνων ἑκάστοτε. ἐπεὶ δὲ τό τε πάθος ἐπὶ θύρας ἠπείλει τὸν θάνατον, καὶ ἑαυτὴν ἐκείνη θνη‐
τὴν ἄλλως ἠπίστατο, μεταβαλεῖν ἐζήτησεν, ἐφ’ ἧς φύ‐613

1

.

614

σεως οὐδενὸς τῶν τριῶν τούτων διαμαρτεῖν ἔγνωκε· καὶ μεταβαλοῦσα, εἰς ὅπερ ὁρᾶται, ἀναισθήτως ἔχει τοῦ πά‐ θους, καὶ διαρκεστέραν τὴν διάνοιαν κέκτηται· καὶ δα‐ κρυῤῥοοῦσα τοὺς ἀδελφοὺς τοῖς νενομισμένοις τιμᾷ· καὶ
5τὰ τρία γὰρ ταῦτα φυτοῖς πέφυκεν, ἀναισθησίαν ἔχειν παντὸς, τῇ διαδοχῇ παραμένειν, καὶ προχεῖν ἑκάστοτε δάκρυα· τοῦ θεοῦ δὲ κατανεύσαντος εἰς τὴν πλάτανον, ἣν ὁρῶμεν, φυτὸν μεταβάλλει ἡ κόρη· ἧς γὰρ τὴν γνώ‐ μην τῶν ἀδελφῶν ἀπεδέξατο, ταύτης καὶ τὴν αἴτησιν
10προσεδέξατο· οὐκ εἰς καρποφόρον δὲ, ἀλλ’ εἰς ἄκαρ‐ πον δένδρον μετῆλθεν, ὅτι οὐ κεκοσμῆσθαι ἐβούλετο, καὶ καρποῖς περιστέφεσθαι, καὶ διὰ λύπην ἐναλλαγεῖσα ἕπειτα καλλωπίζεσθαι· ἄλλ’ ἄκαρπος πάντη καὶ ἀκαλ‐ λώπιστος διατελεῖν μᾶλλον ἠγάπα, ὡς ἂν ἡ πρὸς τοὺς
15ἀδελφοὺς λύπη ταύτης διὰ τῆς ἀκοσμίας καὶ τῆς ταλαι‐ πωρίας δημοσιεύηται· ἐπὶ τούτοις ἀληθεῖς πάντες οἱ ποιηταὶ, καὶ οἱ τούτοις ἀντιλέγειν πειρώμενοι, οὐκ ἔστιν εἰπεῖν, ὅσον ψεύδονται.
19tCap. VII.
19tΚοινὸς τόπος κατὰ ἱεροσύλου.
20 Τά τε ἄλλα, ὦ ἄνδρες δικασταὶ, καὶ τὴν ὀφειλομέ‐ νην πᾶσαν εὐλάβειαν πρὸς τὸ θεῖον ἡμῶν πάντων ἀπο‐ νεμόντων, οἱ τούτου καταφρονηταὶ τὴν ἀξίαν ἀποτιν‐ νύτωσαν· εἰ γὰρ τὰ εἰκότα μὲν ἡμεῖς εἰς τὸ θεῖον τε‐ λοίημεν, τοὺς δ’ ἀσελγαίνοντας εἰς αὐτὸ ἐξὸν ἐπισχεῖν οὐ
25κωλύοιμεν, μὴ ὅτι γε οὐδὲν πλέον ἡμῖν ἔσται, ἀλλὰ
παρά γε κριτῇ τῷ θεῷ ἀκριβῶς ἴστε τὴν αὐτὴν τοῖς614

1

.

615

βεβήλοις ἡμεῖς εἰσπραξόμεθα, ὥστε διὰ τῶν αὐτῶν ἡ‐ μᾶς τε αὐτοὺς ἐξαιρήσομεν, ὧν καὶ ἡ γνώμη ἡμᾶς φθάσασα ἠλευθέρωσεν, καὶ ὁ ἱερόσυλος σωφρονιζέσθω, ἵνα γνῷ μὴ καταφρονεῖν, ὧνπερ οὐδεὶς κατ’ ἀξίαν τι‐
5μᾷν δύναται· ἄλλως τε καὶ πῶς ἂν τοῦ λοιποῦ τὸ θεῖον κατὰ τῶν ἐπηρεαζόντων ἐπικαλεσαμένων ἡμῶν εἰσακού‐ σαιτο, εἰ νῦν οὕτω καταφρονούμενον ἡμεῖς αὐτὸ παρα‐ βλέψομεν; μάλιστα δ’ ἀκριβῶς τὴν εἰς τὸ θεῖον πα‐ ροινίαν τοῦ ἀλιτηρίου τούτου σκοπήσετε, εἰ τὰ ἡμέτερα
10ἄρτι ἐνθυμηθείητε· ἡμεῖς, ὦ ἄνδρες, ἄνωθεν, ὥσπερ τινὰ κλῆρον πρῶτον διεδεξάμεθα, τὸ θεῖον τιμᾷν μὲν καὶ σέβεσθαι· τῆς δὲ τοιαύτης ἐννοίας τεκμήρια καὶ ἄλλα μὲν πλεῖστα ἐνδείκνυσθαι, μετὰ δέ γε τῶν ἄλλων καὶ τῷ χρυσῷ καὶ ἀργύρῳ. λίθοις τε τῶν τιμίων καὶ μαρ‐
15γάροις τὰς θείας εἰκόνας κατακοσμεῖν τε καὶ περιστέ‐ φειν, καὶ τοῖς παρ’ ἡμῖν δοκοῦσι τιμίοις τὰ ὄντως τί‐ μια δεξιοῦσθαι, καὶ εἰκότως, ἐπεὶ γὰρ τὰς ἀξίας ἡμεῖς ἀμοιβὰς ἀποδιδόναι τῷ θείῳ, ὧνπερ δωρεῶν ἀφθόνων παρ’ αὐτοῦ ὅσαι ὧραι καταπολαύομεν, οὐ δυνάμεθα,
20τῶν γοῦν δυνατῶν οὐκ ἀπολείπεσθαι δέον κρίνομεν· διὰ
τοῦτο καὶ περιϊὼν ἴδοι τις τοὺς ἡμετέρους νεὼς ταῖς615

1

.

616

τοιαύταις τιμίαις ὕλαις κεκαλλωπισμένους, καὶ περια‐ στράπτοντας πόῤῥωθεν, ἅπερ οὗτος, ὡς ἔοικεν οὐδό‐ λως ἀποδεχόμενος, ἀλλὰ καὶ τῆς πρὸς τὸ θεῖον τιμῆς ἡμᾶς μυσαττόμενος, ἀσεβὲς ἔργον διενοήσατο, καὶ ταῦ‐
5τα βλέπων πρὸς ἑαυτὸν τοιαῦτα ἐφθέγξατο· τί, λέ‐ γων, οἱ μάταιοι οὗτοι τὸν τοσοῦτον χρυσὸν καὶ τὸν ἄργυρον εἰς οὐδὲν δέον ἐνταῦθα κατέχεον, καὶ τὰς εἰ‐ κόνας ἐν αὐτοῖς περιέσχον, καὶ λίθους καὶ μαργάρους ἀπείρους κεῖσθαι κενοὺς ἐν τοῖς ναοῖς ἐπεσώρευσαν;
10ὄντως, τί ποιοῦσιν, οὐκ ἴσασιν, ἀλλ’ ἔγωγε νύκτωρ ὑπεισελθὼν πάντα ταῦτα ὑφελοῦμαι καὶ τοὺς ἐνδεδυ‐ μένους ταῦτα γυμνοὺς ποιήσομαι, κἀντεῦθεν ὑπὲρ τοὺς ἄλλους αὐτὸς γενήσομαι, καὶ πάντας ὑπ’ ἐμαυτὸν κα‐ ταστήσω. Ταῦτα καὶ τὰ τοιαῦτα οὗτος μὲν οὐ μό‐
15νον ἀκολάστῳ γλώττῃ καὶ γνώμῃ ἐφθέγξατο, ἀλλὰ καὶ χειρὶ ἀκολαστοτέρᾳ πράττειν ἀπήρξατο, ἡ δέ γε δίκη, καίτοι τὰ πολλὰ μακροθυμεῖν, εἰωθυῖα, ἐνταῦθα οὐδὲ μικρὸν ἀνασχέσθαι δέχεσθαι ἀλλ’ εὐθὺς φωραθῆναι τὸν μιαρὸν εὐδοκεῖ· καὶ τοὺς νεωκόρους ἀνίστησι πρὸς
20τὴν τούτου κατάσχεσιν· μὴ τοίνυν φιλανθρωπότεροι τοῦ θείου ὑμεῖς δόξαι θελήσητε, συγγνώμης αὐτὸν ἀξιώ‐ σαντες, τὸ γὰρ δὴ φαινόμενον αὐτὸς ἐνταῦθα νῦν κρί‐ νει, τῇ δ’ ἀληθείᾳ ἡμεῖς περὶ τοῦ θείου διὰ τῆς ψή‐ φου ταύτης δοκιμαζόμεθα, εἰ ἄρα γε ζηλοῦμεν ὑπὲρ
25αὐτοῦ, ἢ λόγοις μόνοις αὐτῷ χαριζόμεθα· νῦν γὰρ ἢ
δικαίως καταψηφισάμενοι τούτου τοῦ ἀσεβοῦς, τὴν εἰς616

1

.

617

τὸ θεῖον εὔνοιαν ἡμῶν ἀκριβῶς βεβαιώσομεν, ἢ συγ‐ γνώμης αὐτὸν ἀξιώσαντες, τῆς βδελυρᾶς γνώμης αὐτῷ κοινωνεῖν σαφῶς ἀπελεγχθησόμεθα. Δεινὸν ὁ τυμβω‐ ρύχος, πῶς γὰρ οὐ; ὃς πρός γε τοῖς ἄλλοις καὶ εἰς
5τὴν κοινὴν φύσιν ὑβρίζων οὐκ αἰδεῖται· ἀλλ’ ὁ ἱερόσυ‐ λος πολλῷ τῷ μέσῳ τυμβωρύχον ὑπερεβάλετο· ὁ μὲν γὰρ εἰς ἀνθρώπους πλημμελεῖ, ὁ δὲ ἱερόσυλος εἰς τὸ θεῖον τολμᾷ· καὶ ὁ μὲν εἰς νεκρὸν, ὁ δὲ εἰς ζῶντα θε‐ ὸν πεπαρῴνηκεν· ὅσον τοίνυν ἀνθρώπου νεκροῦ ζῶν θε‐
10ὸς διενήνοχεν, τοσοῦτον ἱερόσυλος τυμβωρύχου παρανο‐ μώτερος· καὶ ἀγνώστως μὲν τρῶσαι καὶ ἀβουλήτως φο‐ νεῦσαί τις ἔσχεν εἰπεῖν ὁ τοιούτοις ἁλοὺς δηλαδὴ πλημ‐ μελήμασιν· ὁ δέ γε ἱεροσυλῶν τε προβαλέσθαι τοιοῦτον τοιοῦτον οὐκ ἔχει, ἀλλὰ καὶ βεβούλευται, καὶ προέσκεπται, καὶ
15πρὸ τῆς πράξεως τὴν γνώμην ἱερόσυλος εὕρηται, ὥστε καὶ ὃ μόνον τοῖς ἄλλοις κακουργοῦσιν εἰς λόγον ἀπο‐ λογίας λείπεται, τὸν ἱερόσυλον καὶ τοῦτο ἐξέφυγεν· ὁ δὲ τοιοῦτος οὐ μόνον μετὰ τὴν πρᾶξιν, ἀλλὰ καὶ πρὸ ταύτης ὑπεύθυνος· δεινὸν οὖν, εἰ τὸν καὶ πρὸ τῆς πρά‐
20ξεως τιμωρίας ἄξιον ἡμεῖς καὶ μετὰ τὸ πέρας τῆς ἀσε‐ βείας τοῦτον ἐλευθερώσομεν· ἄλλως τε οὐκ ἔστιν ἁ‐ πλοῦν, ἀλλὰ πολλαπλοῦν τε κακὸν ἱερόσυλος, κλέπτης γὰρ καὶ τυμβωρύχος καὶ λῃστὴς, καὶ φονεὺς, καὶ τὸ ὅλον εἰπεῖν ὕδρα τις ἀτεχνῶς μυθικὴ, ὁ γὰρ θεοῦ κα‐
25ταφρονῶν πῶς ἀνθρώπων ἂν ὤκνησεν; ὁ μὴ τοὺς ζῶν‐ τας φοβούμενος, πῶς λόγον τῶν νεκρῶν ἐποιήσατο; ὁ τὰ τίμια ἀτιμάζων, πῶς τῶν φαυλοτέρων ἀπέσχετο, ἀλλ’ ὡς εἰκὸς κλοπὰς καὶ τυμβωρυχίας μυρίας κατωρ‐ θωκὼς, οὕτως εἰς τὸν κολοφῶνα τῆς κακίας ἐχώρησεν
30ὁ ἐπάρατος· καὶ μετ’ ἐκεῖνα ἔργῳ μὲν ἱερόσυλος, γνώ‐617

1

.

618

μῃ δὲ δυσσεβὴς ἀπελέγχεται· οὐδὲ τὸ εἰς τοσαύτην μα‐ νίαν καὶ τόλμαν ἐλθεῖν ἂν ἐπήρθη, εἰ μὴ περὶ τὸ σέβας πονήρως διέκειτο, ὥστε μὴ τὰς τοῖς ἱεροσύλοις μόνον κειμένας, μηδ’ ἁπλῆν τινα, ἀλλὰ πολλαπλασίαν τὴν δί‐
5κην ἀποτισάτω· ὅσων γὰρ ἀτοπημάτων ἔνοχος φαίνεται, τοσαύτας καὶ τὰς ποινὰς ἀποδοῦναι καταδεδίκασται· τοι‐ οῦτον δὲ τοῦτον καταστάντα, τίς ἂν τολμήσειεν ἐξαιρή‐ σεσθαι, πρὸς ἔλεον ἡμᾶς ἐκκαλούμενος, φίλοις μὲν γὰρ καὶ προσήκουσιν ὡς ἄγος οὗτος ὁρᾶσθαι δίκαιος, γυναικὶ
10δὲ καὶ παισὶν ἐσχάτη συμφορὰ δεῖ νομίζεσθαι· εἰ δὲ καὶ περισταῖεν οὗτοι καὶ χεῖρας πρὸς ἱκεσίαν ἀνάσχοιεν, ἃς αὐτὸς χεῖρας βεβήλοις χερσὶ φεῦ ἀπεγύμνωσεν ἐνθυ‐ μήθητε· ἂν δὲ καὶ τὰς τῆς κεφαλῆς τρίχας ἐκτίλλωσι, μὴ τοῦ παρ’ αὐτοῦ περιαιρεθέντος κόσμου τῶν θείων
15εἰκόνων ὑμεῖς ἐπιλάθησθε, μὴ τοῖς δάκρυσι τὴν ψῆφον ὑμῶν ὑποκλέψωσιν, ἵνα μὴ παρὰ κριτῇ ὑψηλοτέρῳ καὶ φοβερωτέρῳ δικαστηρίῳ δακρύων ὅσων ὑμᾶς ἀναπληθῆ‐ ναι παρασκευάσωσιν· ἄλλως τε καὶ πῶς δι’ οὓς μᾶλλον ἀπολωλέναι χρεὼν, δι’ αὐτοὺς τὴν σωτηρίαν οὗτος κο‐
20μίσαιτο· σωθεὶς γὰρ οὗτος νυνὶ τῆς οἰκείας βδελυρίας ἀναπλήσει τοὺς ἑαυτοῦ παῖδας, διδάσκαλος ταύτης ἄρι‐ στος αὐτοῖς καταστὰς, ὥστε ὁ νῦν εἰς αὐτὸν ἔλεος εἰς πλατυσμὸν τῆς αὐτῆς παροινίας γενήσεται. καὶ μὴν εἰ οἱ πρὸς ἀνθρώπους ἀσελγαίνοντες τοῖς νόμοις ὑπάγονται,
25πῶς οἱ κατὰ τοῦ θείου μεθύοντες τοὺς νόμους ἐκφεύ‐ ξονται; ποῦ δὲ τῇ δίκῃ χρησόμεθα, εἰ μὴ καθ’ οὗ καὶ ἡ ἄνωθεν δίκη κατεψηφίσατο, τοῦτον ἐναργῶς φανερώ‐ σασα; τί δὲ καὶ λυσιτελέστερον ἂν γένοιτο τοῦ τιμωρη‐ θῆναι τὸν ἱερόσυλον, οὐ μόνον γὰρ αὐτὸς θανὼν τοῦ
30λοιποῦ τοιαῦτα τολμῶν παύσεται, ἀλλὰ καὶ τοὺς ὁμο‐ γνώμωνας αὐτῷ τῆς τοιαύτης μανίας ἰσχυρῶς ἀνάψεται· ἀλλὰ μηδ’ ἐργῶδες τὸ πεσεῖν τοῦτο οἴεσθαι, ὕδραν αὐ‐
τὸν ἀκούσαντες· οὔτε γὰρ Ἡρακλέους, οὔτε σὺν αὐτῷ618

1

.

619

καὶ Ἰόλεω, ἀλλὰ νεύσεως ἡμῶν μόνης δεόμεθα, καὶ παραυτίκα κεφαλὴν τὴν μιαρὰν ἐκθερίσομεν. Οἷα δὲ καὶ ἐκβήσεται ἱεροσύλου τιμωρηθέντος; τὸ γὰρ θεῖον θεραπευθήσεται, καὶ πρὸς ἡμᾶς εὐμενέστερον τοῦ
5λοιποῦ βλέψει, οὗ τί ἂν εὐτυχέστερον ἢ μακαριώτερον γένοιτο.
7tCap. VIII.
7tΤαπεινώσεως ἐγκωμίων.
8 Ὥσπερ οἱ τὴν τῶν ὄντων γνῶσιν εὑρεῖν τε καὶ πα‐ ραδοῦναι σπουδάσαντες οὐ τοῖς καθ’ ἕκαστα καὶ μερι‐
10κοῖς τῶν πραγμάτων προσβαλεῖν δεῖν ἐγνώκεσαν, ἄπειρα γὰρ ἐκεῖνα καὶ διὰ τοῦτο τῇ ἐπιστήμῃ ἀπερίληπτα, ἀλ‐ λὰ τὰ καθόλου μᾶλλον καὶ γενικὰ ὡς εὐαρίθμητα ζητή‐ σαντες, καὶ τὰ εἰκότα ἐν ἐκείνοις φιλοσοφήσαντες, καὶ διαγνόντες αὐτὰ οὔτε ἐπιτυχεῖς τοῦ ζητουμένου γεγόνασι,
15καὶ τοῦ παντὸς ἐπιστήμονες, ὡς ἐνῆν, καθεστήκασιν, ὡς ἐξ ἀπόπτου τινὸς τὰ πάντα ἐκεῖθεν ἀκριβῶς θεωρήσαν‐ τες, τὸν αὐτὸν δήπουθεν τρόπον καὶ οἱ τὰ κατὰ θεὸν κατορθώματα ἐγκωμιάζοντες, ἅπαντα προελόμενοι μὴ κατὰ μέρος ταῦτα ζητείτωσαν, ὑπὲρ ἀριθμὸν ὄντα, μη‐
20δενὸς ἑκάστου ἐκείνων ἀποπειράσθωσαν· ἀμήχανον γὰρ παντὶ, καὶ πάντη σχεδὸν ἀδύνατον, τοσοῦτον πλῆθος μὴ ὅτι γ’ ἐγκωμιάζειν, ἀλλὰ καὶ ψιλῶς μόνον ἀπαριθμεῖν βούλεσθαι. ἀλλὰ τὸ τούτων πάντων αἴτιον, καὶ δι’ οὗ ταῦτα τὸ εἶναι ἔχει, εὑρέτωσαν, κἀκεῖνοι ἐγκωμιάσαν‐
25τες οὕτως ἐπαινέται τῶν καθ’ ἕκαστα εὑρεθῆναι δυνή‐ σονται. Ἐπαινετέον οὖν τὴν ταπείνωσιν, ὅπως τὰ κα‐ τὰ θεὸν ἅπαντα κάλλιστα ἐγκωμιασθείη, καὶ ὡς εἰκὸς
ἀνακηρυχθείη πρὸς ἅπαντας· δι’ αὐτῆς γὰρ ἅπαν, ὅ,619

1

.

620

τι καλὸν καὶ τίμιον κατορθοῦται καὶ ἀναφαίνεται· ἥτις πατρίδος μὲν τοσούτῳ κρείττονος ἁπασῶν ηὐμοίρησεν, ὅσῳ καὶ τόπῳ ἐκείνων αὕτη διέστηκεν, ἢ καὶ μεγέθει ὑπερεβάλ‐ λετο, καὶ οὐρανὸν ἐσχηκυῖα πατρίδα, θεὸν πατέρα ἐ‐
5κτήσατο· ὅσον γὰρ φύσει μέγιστόν τι καὶ ὑψηλότατον τὸ θεῖον καθέστηκε, τοσοῦτον βουλῇ καὶ θελήματι τετα‐ πείνωται· ὅπερ δὴ μέγιστον χρῆμα καὶ πρῶτον εὐεργετεῖ, ἃς καὶ πρῶτον περὶ αὐτὸν δυνάμεις δεδημιούργηκε, καὶ φωτὸς τοῦ οἰκείου αὐτοῖς μεταδοὺς τὴν ταπείνωσιν εἰς
10φυλακὴν τοῦ φωτὸς ἐκείναις προσεδωρήσατο, ὅπως τῷ μὲν φωτὶ μεγάλως ἐπισεμνύνωνται, τῇ δὲ ταπεινώσει τὸ φῶς συντηρῶσι, καὶ οὕτως αἰεὶ πεφωτισμέναι τυγχάνοιεν. Ὅτι δὲ ταπείνωσις ἀγγέλοις τὸ φῶς συντηρεῖ, ἐναργῶς ἔδειξεν ὁ μὴ ταύτην δεξάμενος, καὶ διὰ τοῦτο μὴ μόνον
15τοῦ φωτὸς ἀθλίως ἐκεῖνος ἐκπεκτωκὼς, καὶ σκότους κλη‐ ρονόμος γενόμενος, ἀλλὰ σὺν τοῖς ὁμόφροσι καὶ αὐτὸς οὐρανοῦ καταῤῥαχθεὶς, οὐ μέχρι γῆς αὐτῆς, ἀλλὰ καὶ πέρα βαράθρων γῆς· ἐκ δὴ τούτου δῆλον, ὅτι ταπείνω‐ σις ἐν οὐρανοῖς κρατεῖ, καὶ τοῖς ἐκεῖ κτίσμασι τὴν δόξαν
20χαρίζεται, καὶ διὰ τοῦτο καὶ οὓς φωράσεις μὴ πειθομέ‐ νους αὐτῇ, ὑπερορίους ἐκεῖθεν τούτους ποιεῖται, δεσμοῖς ἀλύτοις καθυποβληθῆναι καταδικάζουσα· τί δὲ τὸν οὐ‐ ράνιον διάκοσμον ἐπιστατεῖ καὶ διακοσμεῖ ἡ ταπείνωσις, τὸν δ’ ὑπ’ οὐρανὸν ἑτέρῳ τινὶ παρεχώρησεν; οὔμενουν· τίς
25γὰρ οὐκ οἶδεν, ὡς τὰ στοιχεῖα οὐκ ἐν ἄλλῳ τῳ τὴν δια‐ μονὴν καὶ τὴν σύστασιν ἔχει, ἢ τῷ συγκεκρᾶσθαι ἀλλή‐ λοις καὶ συνηνῶσθαι, ὅπερ ἐκ τοῦ ταπεινοῦσθαι καὶ ἀλ‐ λήλοις καθυποτάσσεσθαι καὶ καθυπείκειν αὐτοῖς μάλα λαμπρῶς περιγίνεται, ἅπερ συνιστάμενα, καὶ τῷ παντὶ
30τούτῳ τὸ εἶναι καὶ τὸ καλῶς εἶναι χαρίζεται· ὧραι δὲ πόθεν τὴν ἀρίστην ταύτην χορείαν διηνεκῶς ἐξελίττουσί
τε καὶ ἀπαρτίζουσιν; οὐ τῷ ὑποχωρεῖν ἀλλήλαις καὶ620

1

.

621

ὑπερίστασθαι; ἡμέρα δὲ καὶ νὺξ, οὐ πρὸς ἀλλήλας ὑπο‐ ταγῇ χρώμεναι, τὴν διαδοχὴν ἅμα καὶ διαμονὴν κέκτη‐ ται, οὐδὲ φυτὰ ταπεινώσεως ἄνευ σώζεσθαι δύναται, ἀλλ’ ἐπελθούσης ἢ λαίλαπος βιαίας ὁρμῆς, ἢ ῥύμης
5ὑδάτων, εἰ μὲν ἀνθίσταται, καὶ πρὸς αὐτὴν ἀντίτυπα γίνεται, ἢ παραχρῆμα προθέλυμνα πίπτει, ἢ κατακλᾷ τῇ βίᾳ· εἰ δ’ ὑποχαλᾷ καὶ ἐνδίδωσι, καὶ ταπεινούμε‐ νον κάτω κύπτει, κρείττω τῆς ἐκείνων ἰσχύος αὐτὰ γέ‐ γονεν· ἀλλ’ οὐδὲ κεραία μὴ ὑποχαλῶσα καὶ ὑπενδιδοῦ‐
10σα τὴν ναῦν καὶ τοὺς ἐν τῇ νηῒ ἢ καὶ ἑαυτὴν ἀκινδύνους διασώζειν δύναται, ὥστε πᾶν εἴτι ἐν οὐρανῷ καὶ ὑπ’ οὐ‐ ρανὸν ταπείνωσις συγχωρεῖ, καὶ τὸ εἶναι τούτοις χαρί‐ ζεται, οὐ μὴν ἀλλὰ καὶ πρὸς ἀνθρώπους ἐλθεῖν βουλη‐ θεῖσα, ὡς ἂν καὶ ἡμᾶς τῶν αὐτῶν ἀγαθῶν ἀναπλήσειε,
15διὰ τίνος κατῆλθε; μήτοιγε δι’ ἀγγέλου ἢ σεραφεὶμ, ἢ πολυομμάτου, ἢ ἄλλης τινὸς τῶν τοιούτων δυνάμεων; οὐδαμῶς, ἀλλ’ ὁ πατὴρ αὐτῆς, οἷα γνήσιον παῖδα ἐναγ‐ καλισάμενος σὺν αὐτῇ πρὸς ἡμᾶς λαμπρῶς μάλα κάτει‐ σιν, ἅμα μὲν δεικνύων, ὡς οὐδέποτε ταπείνωσις ἐκείνης
20ἀφίσταται, ἅμα δὲ καὶ ὅσου τιμᾶται τὴν παῖδα γνωρί‐ ζων ἡμῖν, καὶ κατελθὼν εἰς ἅπαν τὸ τῆς σωτηρίας ἡμῶν μυστήριον, συνεργῷ ταύτῃ κέχρηται· γεννᾶται γὰρ καὶ ἐκ γυναικὸς καὶ ἐν σπηλαίῳ, καὶ δούλου μορφὴν λαμ‐ βάνει, καὶ ὡς τῶν ῥυπαρῶν εἷς αἰτεῖ κάθαρσιν, καὶ ὑπὸ
25δούλου τουτὶ δέχεται μὴ δεόμενος, ἅπερ οὐδὲν ἄλλο ἢ ἄκρα ταπείνωσις ἀπειργάζετο, μετὰ δὲ τὸ τοιούτοις ἔρ‐ γοις ταύτην ἀνακηρύξαι. καὶ λόγοις ἡμῖν αὐτὴν παρα‐ δίδωσι, νῦν μὲν, μάθετε ἀπ’ ἐμοῦ, ὃς πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, βοῶν, νῦν δὲ σκώληκα καὶ οὐκ ἄν‐
30θρωπον ἑαυτὸν ἀποκαλῶν, αὖθις δὲ καὶ τὸ κέρδος ὁμοῦ ταύτης ἐπαγγελλόμενος, πᾶς ὁ ἑαυτὸν ταπεινῶν ὑψωθή‐ σεται, διϊσχυριζόμενος, καὶ ὅστις πρῶτος εἶναι βούλεται,
οὐκ ἐν ἄλλῳ τῳ τῶν ἁπάντων ἢ τῷ πάντων ἔσχατος621

1

.

622

εἶναι, τοῦ ποθουμένου τύχοι, σοφῶς μάλα ὑποτιθέμενος, καὶ ἵνα τὰ καθ’ ἕκαστα, οἷς αὐτὴν ἀνηγόρευσεν ὁ πα‐ τὴρ παραδράμω, ὡς δουλικοὺς δηλαδὴ πόδας ἐν δου‐ λικῷ τῷ σχήματι νίψειεν, ὡς παραδοθεὶς ἄγοιτο οὐκ
5ἐρίζων, οὐδὲ κραυγάζων, ὡς ἀνασκολοπισθείη λογισθεὶς ὡς κακοῦργος, ὡς τὰ ἐν τῷ σταυρῷ θρυλλούμενα, πρό‐ θυμος ἅπαντας καταδέξαιτο, τοῦ θαύματος θνήσκει διὰ ταπείνωσιν, ἐταπείνωσε γάρ, φησιν, ἑαυτὸν, γενό‐ μενος ὑπήκοος μέχρι θανάτου, καὶ ἐν τῇ ταπεινώσει
10αὐτοῦ ἡ ψυχὴ αὐτοῦ ἤρθη· εἶτα τί; ὁ θεὸς διὰ τοῦτο αὐτὸν ὑπερύψωσεν, ἀνίσταται γὰρ διὰ τούτου δηλῶν, ὡς ὑψοποιὸς ἡ ταπείνωσις, καὶ δι’ αὐτῆς ἐναργεῖ τὰ μέγιστα· μετὰ ταῦτα ἀνέρχεται, ὅθεν κατῆλθεν, ὑψη‐ λότερον· διὰ τοῦτο καὶ αἱ κατερχόμενον αὐτὸν χωρήσα‐
15σαι πρῶτον πύλαι ἀνερχομένῳ τούτῳ νῦν οὐκ ἀρκοῦσιν, ὅθεν καὶ ὑψηλότερον αὗται ἀρθῆναι κελεύονται, ἵνα τὸν διὰ τῆς παιδὸς ὑψηλότερον γεγονότα χωρῆσαι δυνη‐ θεῖεν. Εἶδες τὰ τῆς ταπεινώσεως κατορθώματα· τὸν θεὸν, οὗ οὐδὲν ὑψηλότερον, ὑψηλότερον ἡμῖν ἀποδείκνυ‐
20σιν· ἀλλ’ ὁ μὲν ὑψοῦται ἐπὶ τοὺς οὐρανοὺς, ἡ δὲ δόξα αὐτοῦ ἐπὶ πᾶσαν τὴν γῆν καταλείπεται. Δοὺς γὰρ ὁ σωτὴρ ἡμῖν τὸν τῆς ζωῆς θησαυρὸν, ὃν καὶ πρότερον ἔχοντες ἀπωλέσαμεν, ὁ μὲν, ὅθεν κατῆλθε, λαμπρῶς πάλιν ἐπάνεισιν· ταπείνωσις δὲ πρὸς ἡμᾶς καταλείπεται,
25ὡς ἂν τοῦ μὲν ἀπολαύωμεν, τὸν δὲ ἄσυλον αὐτὸν ἡμῖν αὐτοῖς συντηρῶμεν καὶ ἀναφαίρετον· ἐπεὶ γὰρ ὑπερηφα‐ νίᾳ καὶ τῷ τὰ ὑπὲρ ἡμᾶς φαντασθῆναι πρώην αὐτὸν ἐσυλήθημεν, νῦν ταπείνωσις ἡμῖν δίδοται, ἵνα τούτου φύλαξ ἄγρυπνος οὖσα τοὺς ἐπιβουλεύοντας ἀπελαύνῃ,
30ὃ δὴ καὶ ποιεῖ· τίς γὰρ ταπεινούμενος οὐ μετὰ πολλοῦ τοῦ περιόντος τοῦ κοινοῦ ἐχθροῦ κατευμεγεθεῖ, πασῶν μὲν γὰρ ἀρετῶν ὁ πονηρὸς ἥττηται, ὑπὸ δὲ τῆς ταπει‐
νώσεως οὐκ ἔστιν εἰπεῖν ὅπως κατατροποῦται, καὶ ὅσον622

1

.

623

ἀνδραποδίζεται· καὶ εἰκότως πλέον πασῶν ἀρετῶν τοῦ ταύτην φθονοῦντος ταπείνωσις περιγίνεται· εἰ μὴ γὰρ δι’ αὐτῆς τούτων οὐδεμία συνίσταται, ὥστε καὶ ἣν ἑκά‐ στη ἰσχὺν κέκτηται, παρ’ αὐτῆς ἔχει· καὶ ὅσης ἅπασαι,
5αὕτη μόνη ταύτης κυρία καθέστηκεν, καὶ ὁ ταύτην ἔχων, ἅπαντα κέκτηται· τοῦτο δέ τις ἀκριβὴς μύστης αὐτῆς δηλῶν ἔλεγεν, οὐ τόσας καὶ τόσας ἀρετὰς πεποίη‐ κα, ἀλλ’ ἐταπεινώθην καὶ ἔσωσέ με ὁ κύριος. Εἶδες, ἰσχυρῶν βασιλέων ὁ ταπεινούμενος ὑψηλότερος· καθεῖλε
10γὰρ ὁ ταύτης πατὴρ δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς· ἀρχιερέων αὕτη προσηγορία καὶ κόσμος παν‐ τὸς αὐτοῖς ὑψηλότερος. Ἂν Νινευΐτας ταπείνωσις λάβῃ, οὐρανοῦ πολίτας ποιεῖ· λαὸν γὰρ ταπεινὸν σώζει ὁ κύ‐ ριος· ἂν μοιχοὺς ἅμα καὶ φονεῖς εὕρῃ, ἡμαρτήσαμεν τῷ
15σῷ πατρὶ λέγοντας, οὐ μόνον τὰ ἁμαρτήματα τούτων ἀφείλετο, ἀλλὰ καὶ τὴν τῶν προφητῶν χάριν πάλιν ἐκείνοις χαρίζεται· ταπεινοῖς γὰρ δίδωσι χάριν ὁ κύριος· ἂν Μανασῆν ὁρᾷ, τὴν ταπείνωσιν καὶ τὴν κόπρον ἐκείνου τῆς συντριβῆς, πάσας τὰς ἁμαρτίας ἐκείνῳ ἀ‐
20φίησιν, ἐγγὺς γὰρ ὁ κύριος τοῖς συντετριμμένοις τῇ καρδίᾳ, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώζει· ἂν λῃ‐ στὰς, οὐ μόνον μυρίων κολάσεων, ὧν ἦσαν ἔνοχοι, τού‐ τους ἐλευθεροῖ, ἀλλὰ καὶ πρώτους εἰς παράδεισον τῷ οἰκείῳ πατρὶ συνεισάγει· διὰ μικροῦ καὶ ταῦτα τοῦ ῥή‐
25ματος, θυσία γὰρ τῷ θεῷ πνεῦμα συντετριμμένον· ἂν πόρνους δικαιοῖ, καρδίαν γὰρ συντετριμμένην καὶ τετα‐ πεινωμένην ὁ θεὸς οὐκ ἐξουθενοῖ· ἂν τελώνας προσδέχε‐ ται, ἐν ψυχῇ γὰρ συντετριμμένῃ καὶ πνεύματι ταπεινώ‐ σεως προσδεχθείημεν· καὶ οὐ μόνον δέχεται, ἀλλὰ καὶ
30δικαιοτέρους ἀπὸ τοῦ ἱεροῦ τῶν φαρισαίων κατάγει, οὐ‐
δενὸς ἄλλου διὰ τούτου δηλουμένου πάντως, πλὴν ὅτι623

1

.

624

ταπεινώσεως ἀπούσης ἢ οὐδεμία ὡς εἴρηται, τῶν ἀρε‐ τῶν φανῆναι δύναται, ἢ μάταιον ἄχθος, εἰ πάρεισι· ταύτης δὲ παρούσης καὶ ἅπασαι πάρεισιν, ἂν ὀστᾶ νε‐ κροῦ ταπεινοῦ ἐρωτᾶται, εἰ τέθνηκεν, οὐχὶ, ἀλλὰ ζῇ,
5ἀποκρίνεται, ἀγαλλιάσεται γὰρ ὀστέα τεταπεινωμένα, καὶ οὔπω τὸ ὑπερβάλλον τῆς ἰσχύος αὐτῆς ὁ λόγος δε‐ δήλωκεν· ἀνθρώπους γὰρ θεοὺς καὶ δαίμονας, ὢ τοῦ θαύματος, ἀγγέλους ποιεῖν ταπείνωσις δύναται· εἰ γὰρ ἡ ὑπερηφανία τἀναντία ἀπέδειξεν, εὔδηλον ὡς καὶ ἡ τα‐
10πείνωσις τὰ τούτων πάλιν ἐναντία δυνήσεται· δέδωκας γὰρ ὄντως κέρας τὸ κρατερόν σου τῇ παιδί σου, καὶ σώζεις τοὺς υἱοὺς τῆς παιδίσκης σου. Ἡ γοῦν πατέρα τοιοῦτον πλουτήσασα, ἡ ταῖς οὐρανίαις δυνάμεσι τὴν δόξαν φυλάττουσα, ἡ τοὺς μὴ πειθομένους αὐτῇ κατα‐
15ράσουσα, ἡ τοῖς ἄνω καὶ τοῖς κάτω τὸ εἶναι καὶ τὸ εὖ εἶναι παρέχουσα, ἡ σὺν τῷ πατρὶ τὴν σωτηρίαν τῶν ἀνθρώπων μὴ μόνον οἰκονομήσασα, ἀλλὰ καὶ ἄσυλον ἡμῖν αὐτὴν συντηροῦσα, ἡ ἀρετὰς πάσας ἀπογεννῶσα, ἡ ἁμαρτίας πάσας ἀποῤῥαπίζουσα, ἡ τὸν θεὸν ὑψη‐
20λότερον ἡμῖν ἀποδείξασα, ἡ τοὺς ἀνθρώπους θεοὺς ἀποφήνασα, ἡ τοὺς δαίμονας ἀγγέλους ποιεῖν δυναμένη, πρὸς δὴ τὴν τοιαύτην τί πρὸς σύγκρισιν ὑπολέλειπται; πάντως οὐδέν· διὰ τούτων τοίνυν ὄντως ἀσύγκριτος καὶ ἀπαράμιλλος ἡ ταπείνωσις πέφυκεν. Ἀλλ’ ὦ ταπείνω‐
25σις, ὑψηλὴ καὶ ὄντως αἰθέριος, εἰ μὲν ὑψηλοὺς καὶ ἡμεῖς τοὺς σοὺς ἐπαίνους ἐπελέξαμεν, χάρις τῷ τε σῷ πατρὶ καὶ αὐτῇ, οὕτως ἡμᾶς ἀνυψώσαντι καὶ τοιούτων ἡμᾶς ἀξιώσαντι· εἰ δὲ ταπεινῶς, καὶ οὕτως χάριν ἡμῖν, ὅτι ταπεινοφρονεῖν ἡμᾶς ἔτι βούλεσθε, ἵν’ ὑψηλοτέρους
30ἐν καιρῷ, ὅπερ ἔργον ὑμῖν, ἀποδείξητε.624

1

.

625

(1t)

Cap. IX.
1tΨόγος ὑπερηφανίας.
2 Εἴπερ καὶ μέρος ὁποιονοῦν τι κακίας διαβάλλειν πάντας εἰκὸς, καὶ κακῶς λέγειν χρὴ τὰ αὐτῶν ἀνατιθε‐ μένους αὐτῷ καὶ τοῖς οἰκείοις καρποῖς περιστέφοντας,
5ὁποίους δή τινας χρὴ πρὸς τὴν καθόλου κακίαν ἡμᾶς διατίθεσθαι, καὶ ὁπόσον διακωμῳδεῖν ταύτην εἰκὸς, τὰ αὐτῆς ἐξελέγχοντας, ἀλλὰ κατὰ μέρος ἐπεξελθεῖν ταύτῃ τῶν ἀδυνάτων ἓν πέφυκε· πολυκέφαλον γὰρ ὄντως θη‐ ρίον καὶ πολυσύνθετον, πολλῷ πλέον τῶν τοῖς μύθοις
10διατεθρυλλημένων ἐκείνων· διά τοι τοῦτο καὶ σοφώτε‐ ρον μᾶλλον ἐπεξιτέον, καὶ τὴν ῥίζαν ἐκτμητέον εὑροῦ‐ σιν, ὅπως τὰ πολυέλικτα ταύτης ἀναβλαστήματα ἀθρόως χαμαὶ πέσῃ καὶ καταμαρανθείη τῶν ἀξίων ἐπιτυχόντα. Ὑπερηφανία τοίνυν ῥίζα καὶ μήτηρ καὶ πηγὴ καὶ γεν‐
15νητρὶς καὶ δημιουργὸς καὶ διδάσκαλος καὶ πᾶν εἴτι τοι‐ οῦτον κακίας ἁπάσης πέφυκεν· ὑπερηφανίας οὖν καὶ ἡμεῖς καταδράμωμεν, ἵνα πᾶσαν κακίαν, ὡς εἰκὸς δια‐ βάλλωμεν· ἥτις πρῶτον μὲν οὐ κτίσμα θεοῦ, οὗ τί πρὸς ψόγον μεῖζον ἂν γένοιτο, εἴπερ τὰ θεοῦ κτίσματα
20οὐ μόνον καλὰ, ἀλλὰ καὶ λίαν· ἡ δ’ ὑπερηφανία τοὐν‐ αντίον ἅπαν οὐ μόνον κακὴ δηλαδὴ, ἀλλὰ καὶ λίαν κα‐ κὴ, ἔπειτα δὲ οὐδὲ κτίσμα τὴν ἀρχὴν αὕτη, οὐδὲ γὰρ οὐσία τις ὑπερηφανίας, ἀλλ’ ὄνομα ἀνούσιον καὶ ἀν‐ ύπαρκτον, καὶ τῇ ἀπουσίᾳ τοῦ καλοῦ τὴν σύστασιν μό‐
25νην ἔχουσα, ὥσπερ σκότος τῇ τοῦ φωτὸς στερήσει, αὐ‐ τὴ δὲ καθ’ αὑτὴν οὐδόλου ὑφεστηκυῖα· δημιουργὸς δὲ καὶ πατὴρ καὶ διδάσκαλος ὑπερηφανίας διάβολος, ἐκεῖ‐ νος γὰρ ταύτην ἐγέννησε, καὶ πρῶτος τὸν ταύτης καρ‐
πὸν ἐτρύγησε, τὸν κοπιῶντα γὰρ γεωργὸν πρῶτον δεῖ,625

1

.

626

καὶ τῆς ἀῤῥήτου λαμπρότητος ἐκείνης, ἧς ἀπήλαυεν, ἀθλίως διὰ ταύτην ἐκπέπτωκε, καὶ κολάζεσθαι μετὰ τῶν σὺν αὐτῷ ἀθλίων καταδεδίκασται· οὕτω τοιγαροῦν τὸ ἐχιδνοτόκον τοῦτο γέννημα διαῤῥῆξαν, καὶ ὡς εἰκὸς
5θανατῶσαν τὸν ἑαυτοῦ γεννητῆρα, καὶ εἴσω τοῦ παρα‐ δείσου πρὸς τὸν πρῶτον ἄνθρωπον ἡ ἀναιδὴς εἰσκωμά‐ σασα διὰ τοῦ οἰκείου πατρὸς, καὶ ὑποκλέψασα, πληγῇ κἀκεῖνον τοσοῦτον δεινοτάτῃ καθυποβάλλει, ὡς θεοῦ μό‐ νον δεηθῆναι πρὸς ἴασιν, οὐ μόνον γὰρ τροφῆς παρα‐
10δείσου καὶ θεοῦ ἐπισκέψεως καὶ ἀθανασίας ἐξέωσεν, ἀλλὰ καὶ ἀθάνατα κολάζεσθαι παρεσκεύασε τὸν ἀθά‐ νατα τρυφᾷν ἠξιωμένον παρὰ τοῦ κτίσαντος. Δραξα‐ μένη γὰρ ἀρχὴν καὶ τὰς ἑαυτῆς πονηρὰς ῥίζας κατα‐ φυτεύσασα, ἐπλήρωσε μὲν πᾶσαν τὴν γῆν τῆς σκιώδους
15καὶ ζοφερᾶς κακίας αὐτῆς· τὰ δὲ κλήματα αὐτῆς μέχρι θαλάττης τῆς ἁλμυρᾶς φημι ἀπιστίας ἐξέτεινε· καὶ ἦν ἂν ἡ βδελυρὰ καὶ ἡμῶν ὡς καὶ τοῦ ἰδίου πατρὸς κατορ‐ χηθεῖσα τελείως, εἰ μὴ ὁ τῶν δυνάμεων θεὸς ἐπιστρέψας ἐξ οὐρανοῦ ἐπέβλεψεν ὡς φιλάνθρωπος καὶ εἶδεν, ὃς καὶ
20καταβὰς τὸν μὲν φραγμὸν, τὸν πονηρὸν δηλαδὴ γεννη‐ τῆρα ταύτης καθεῖλεν, αὐτὴν δὲ λυμαινομένην τἀνθρώ‐ πινα καὶ κατανεμομένην καθάπαξ τελείως ἠφάνισεν· ἣν δὲ ἄμπελον ἐφύτευσεν, ἡ δεξιὰ αὐτοῦ ἐπεσκέψατο, καὶ θανατωθέντας ἡμᾶς ζωώσας τὸ ὄνομα αὐτοῦ ἐπικαλεῖ‐
25σθαι, καὶ οὐ θεοὺς ἀλλοτρίους εὐδόκησεν. Αὕτη μήτηρ τῆς πονηρᾶς πλεονεξίας, ἧς αὖθις πονηρότατον γέννημα ἀδικία· οὐδὲ γὰρ ἔστιν, οὐκ ἔστι τοῖς παροῦσι, κἂν ἄ‐ πειρα ᾖ ἀρκεῖσθαι τὸν ἅπαξ ταύτης γεγονότα ἐφόλκιον, ἀλλὰ προσάπτειν οἰκίας πρὸς οἰκίας, καὶ ἀγρὸν πρὸς
30ἀγρὸν ἐπείγεται, οὐχ ἵνα τι, ἀλλ’ ἅπαν τοῦ πλησίον ἀφέληται· οἷς οὐ μόνον τὸ τοῦ προφήτου, οὐαὶ, μιστὸς
πρόκειται, ἀλλὰ πρὸς τῷ μηδὲν ἀνύσαι, ὧνπερ ἐπι‐626

1

.

627

χειροῦσιν, καὶ πολέμοις κατάκρως ἐκτρίβονται. Εἶδες τὴν πονηρὰν ῥίζαν, οὐ μόνον ψυχικὸν, ἀλλὰ καὶ σω‐ ματικὸν θάνατον ἐξανθοῦσαν, εἶδες τὴν ὀλεθρίαν σει‐ ρῆνα; οὐ μόνον ψυχὴν ἄγχει ἀλλὰ καὶ σώματα. κατὰ
5γὰρ τὸν ἑαυτῆς γεννητῆρα τοὺς τιμῶντας αὐτὴν οὕτως οἶδε τιμᾷν, οἷς καὶ ὁ προφήτης μὴ μόνον οὐ συνεσθίειν ἐβούλετο, ὑπερηφάνῳ γὰρ ὀφθαλμῷ, φησιν, καὶ ἀπλή‐ στῳ καρδίᾳ οὐ συνήσθιεν, ἀλλ’ οὐδ’ ἐν τῷ αὐτοῦ οἴκῳ τοὺς τοιούτους οἰκεῖν παρεδέχετο· οὐ κατῴκει γὰρ ἐν
10μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν, οἷς καὶ ἐπα‐ ρώμενος τὴν φρικωδεστάτην κατ’ αὐτῶν ποινὴν τὸν θεὸν ἐξαιτεῖ, ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐ‐ τῶν· διατί; ὅτι οὐ μόνον παρηνόμουν, φησὶν, ὑπερη‐ φανίᾳ, ἀλλὰ καὶ ἕως σφόδρα. ὅτι δὲ μεγίστη τε μωρία
15αὕτη, ἔδειξε τοῦτο ὁ μέγας κήρυξ τῆς ἐκκλησίας, φόβον τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος βοῶν· ὃς καὶ αὐτὸς ἀποτρόπαιόν τι κακὸν καὶ θεοῦ πόῤῥω βάλλον ὑπερηφα‐ νίαν εἰδὼς, ἀπεύχεται ἑαυτῷ ταύτην λέγων· ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι· μονονουχὶ διὰ τῆς ἀπαγορεύσεως
20οὐδὲν δεινότερον ὑπερηφανίας ἀποφαινόμενος. Διὰ ταύ‐ την ὁ τῶν Ἑλλήνων πάλαι βασιλεὺς τοῦ ἰδίου φιλτάτου γενέσθαι φονεὺς κατηνάγκασται· Αἴας μανίᾳ πρῶτον ἑάλω, εἶτα καὶ τέλος ἑαυτὸν διεχρήσατο, τῇ ἑαυτοῦ μό‐ νῃ ῥώμῃ τε καὶ φρονήσει τὰ κατορθούμενά οἱ ἐπιγρά‐
25φειν τῆς ἀσελγοῦς ταύτης ὑποτιθεμένης, θείας δὲ ῥο‐ πῆς μηδόλως δεῖσθαι πρὸς τὸ ἀριστεύειν, καὶ πεισάσης
νεανιεύσασθαι. Ὁ δέ γε Περσῶν βασιλεὺς, ὁ τοσοῦτος627

1

.

628

ἰσχύϊ τε καὶ πλούτῳ καὶ στρατεύμασιν, οὐ δι’ ὑπερηφα‐ νίαν, ᾗ μεταστοιχειοῦν καὶ τὸ πᾶν τοῦτο ἐφιλονείκει, ἀθρόον κατεστρατηγήθη, καὶ κατετροπώθη παντάπασιν; Οἱ δὲ περὶ Πολυνείκην κατὰ Θηβῶν ἐκστρατεύσαντες πά‐
5λαι, καίτοι γε καὶ δικαίως δι’ ἄλλο τι, ἢ ὑπερηφανίαν πεπτώκασι; τοῖς γὰρ ὑπερηφάνοις ἀνταπόδοσις δίδοται· ταύτης καὶ οἱ περὶ Σεναχερεὶμ τὸν τῶν Ἀσσυρίων ἄρ‐ χοντα ὤνιον γίνονται· λαλήσαντος γὰρ ἐκείνου κατά τε τῆς ἁγίας πόλεως καὶ τοῦ θεοῦ ὑψηλὰ εἰς ὑπεροχὴν καὶ
10μεγαλοῤῥημοσύνην ἐκ στόματος, πέμψας ἄγγελον ἑαυ‐ τοῦ ὁ τοῖς ὑπερηφάνοις ἀντιταττόμενοις ἀνεῖλεν ἐν μιᾷ καὶ μόνῃ νυκτὶ τῶν Ἀσσυρίων μυριάδας πέντε καὶ ὀγ‐ δοήκοντα πρὸς ταῖς ἑκατὸν, καὶ αὐτὸν Σεναχερεὶμ μα‐ χαίρᾳ πρὸς τῶν γνησίων αὐτοῦ σφαγῆναι παρεσκεύασε,
15καὶ οὕτως, κατὰ τὸν εἰπόντα, ὑπερηφάνων ἐταπείνωσεν ὕβριν ὁ κύριος. Εἶδες τῆς ἀκολάστου τἀπίχειρα; ὁ ταύτῃ δεδουλωμένος οὐ μόνον πασῶν ἀρετῶν ἀμέτοχος, ἀλλὰ καὶ κακίας πάσης ἐργαστήριον γίνεται· εἰ γὰρ ἀρχὴ σοφίας φόβος κυρίου, φόβον δὲ θεοῦ τὸν μὴ πρό‐
20τερον πάνυ ταπεινωθέντα κατορθῶσαι ἀδύνατον, πῶς ὁ ἐκ διαμέτρου ἐναντιούμενος τῷ δι’ οὗ ἀρχὴν σοφία λαμβάνει, σοφίας ὅλως ἐκεῖνος δύναιτ’ ἂν ἅψασθαι· ὥσπερ ἂν εἴ τις καὶ ποταμοὺς ὑδάτων ἐκ πυρὸς ὀχετεῦ‐ σαι δύνασθαι, ἢ δίχα πτερῶν ὑπερίπτασθαι λέγῃ, ἢ
25ψυχῆς ἄνευ ζῇν· οὐ μὴν ἀλλὰ καὶ εἴπερ τις μετὰ ταύ‐ της φιλοσοφεῖν δοκεῖ, οὐ μόνον ἀνόνητα ἑαυτὸν κατα‐ τρίβει, ἀλλὰ τό τε θηρίον πλέον ἐρεθίζων λανθάνει, καὶ τῷ πυρὶ τὴν ὕλην ἐπιδαψιλευόμενος. Ταύτης τὸ φοβερὸν κέρας καὶ ὁ μέγας διδάσκαλος ἡμᾶς κατακλᾷν
30βουλόμενος, μηδὲ τὴν ἀριστερὰν, ὅ, τι ποτὲ ποιεῖ ἡ δεξιὰ628

1

.

629

γινώσκειν συγχωρῶν, ἡμῖν ὑποτίθεται· καίτοι τί φημι ἀρετὰς οὐκ ἐργάζεσθαι ὑπερηφανίαν ἰσχυριζόμενος, ἀρε‐ τὰς ἡ ἀναιδὴς, εἴπερ εὕροι, διασκεδάννυσι, καὶ μαρτυ‐ ρεῖ τοῦτο σὺν πολλοῖς ἄλλοις καὶ Φαρισαῖος· ὃν γὰρ
5θησαυρὸν ἐκεῖνος δι’ ὅσου τοῦ χρόνου καὶ τοῦ πόνου συνήγαγεν, αὕτη δι’ ἑνὸς ῥήματος καὶ ὥρας μιᾶς διε‐ σκόρπισε, καὶ ὁ ἀρεταῖς πρώην περιῤῥεόμενος, αἴφνης ὑπ’ αὐτῆς πασῶν ἐκείνων γεγύμνωται, καὶ ὁ πρὸς τὸ ἱερὸν λελαμπρυσμένος ἀνιὼν, ῥυπώδης ἐκεῖθεν ἀθρόον
10κάτεισιν, ἀκάθαρτος γὰρ ἐν κυρίῳ ἅπας ὑψηλοκάρδιος. Ὅτι δὲ μήτηρ ὑπερηφανία πάσης κακίας, καὶ διὰ πάν‐ των μὲν τῶν εἰρημένων ἡμῖν βεβαιοῦται· ἄκουσον δὲ καὶ τοῦ προφήτου περὶ τῆς τοῦ κριτοῦ μελλούσης ἡμέρας καὶ δευτέρας καθόλου διεξιόντος, κἀμοὶ μαρτυροῦντος
15σαφέστατα· παραγίνεται γάρ, φησιν, ἡ ἡμέρα κυρίου, οὐκ ἐπὶ μοιχοὺς καὶ φονεῖς καὶ ἀδίκους καὶ τοὺς καθ’ ἕκαστα πονηροὺς, ἀλλ’ ἐπὶ τίνας; ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον. καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον, καὶ ἐπὶ πᾶσαν κέδρον τοῦ Λιβάνου, καὶ ἐπὶ πᾶν δένδρον
20καὶ ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ἐπὶ πᾶν τεῖχος ὑψηλὸν, καὶ πεσεῖται τὸ ὕψος τῶν ἀνθρώπων. Εἶδες, ὅπερ ἐναργέστατα πᾶσαν κακίαν, ὡς ἐγώ φημι, ὑπερηφανίᾳ προσανατίθησιν ὁ προφήτης; εἰ γὰρ ἐπὶ πᾶσαν κακίαν ἡ φοβερὰ ἐκείνη ἡμέρα ἐλεύσεται, καὶ τοῦτ’ ᾔδει καλῶς
25καὶ αὐτὸς, πῶς τοῖς ὑπερηφάνοις μόνοις αὐτὴν ἐπισείει; ἢ τοῦτο δηλαδὴ διϊσχυριζόμενος, ὡς οὐδεμία τῶν κακιῶν ὑπερηφανίαν ἐξέφυγε, καὶ ταὐτόν ἐστι πάσης κακίας καταριθμήσασθαι, καὶ ὑπερηφανίαν μόνην εἰπεῖν· εἰ δὲ ταῦτα οὕτως, ὥσπερ μέγεθος οὐρανοῦ ἀσύγκριτον πάν‐
30τη μεμένηκε, τίνι γὰρ ἂν παραθείη, ὃς πάντα συλλα‐ βὼν ὡς οὐδὲν περιέχει τε καὶ περικυκλοῖ, τὸν αὐτὸν τρόπον οὐδ’ ὑπερηφανίαν παραθεῖναί τινι δύναται·
πᾶν γὰρ κακίας ἐν ἑαυτῇ συλλαβοῦσα κέκτηται, ἣν629

1

.

630

φευκτέον πάντως ἐστὶ σθένει παντὶ, οὐχ ὥσπερ πῦρ, ἀλλὰ πλέον πολλῷ δηλαδὴ, καὶ εἰκότως· τὸ μὲν γὰρ μόνων σωμάτων ἅπτεται, ἡ δὲ ψυχὴ μετὰ σωμάτων διαλυμαίνεται δεξιουμένη τοὺς φίλους ἴσα καὶ τῷ πατρί.
5tCap. X.
5tΣυγκρίσεις τοὺς δύο μεγάλους φωστῆρας
6tτῆς ἐκκλησίας, Θεολόγον καὶ μέγαν
7tΒασίλειον.
8 Ἄλλα δύο μεγάλα φῶτα ὁ δημιουργὸς ἡμῖν ἐν τῷ τῆς ἐκκλησίας νέῳ στερεώματι νῦν παρήγαγεν· οὐχ
10ὥσπερ τὰ πρῶτα ἐκεῖνα ἀλλήλων γένει τε καὶ λαμπρό‐ τητι διαφέροντα, ἀλλ’ ἐπὶ πᾶσιν ὅμοιά τε καὶ παρα‐ πλήσια, καὶ κατ’ οὐδὲν θάτερον θατέρου ἀπολειπόμενα, καὶ, οἷον εἰπεῖν, οὐχ ἥλιον καὶ σελήνην, ἀλλ’ ἥλιον αὐ‐ τοὺς ὁ μέγας ἥλιος τῆς δικαιοσύνης ἀνέδειξεν, ἢ μίαν
15ἀκτῖνα ἐκ δύο δίσκων ἀποπαλλομένην τε καὶ τὸν κόσμον ὅλον περιαυγάζουσαν, Θεολόγον Γρηγόριόν φημι καὶ μέγαν Βασίλειον, οἵτινες πρῶτον μὲν τοῦ ὀρθοδοξοτά‐ του καὶ ἡμετέρου κλήρου ὄντες ἐτύγχανον, ἐκ πατέρων ἄμφω τὸν θησαυρὸν τοῦτον διαδεξάμενοι, καὶ ἀμφότε‐
20ροι γὰρ τὸ ἀπὸ Χριστοῦ γνησίως καὶ ὑγιῶς εἶναι καὶ ὀνομάζεσθαι πεπλουτήκεσαν, καὶ πρὸς τοὺς ἐξ αὐτῶν ὥσπερ τινὰ κλῆρον τὸ χρῆμα παρέπεμψαν, οἳ καὶ πρὸς τοσοῦτον ἀρετῆς ἐληλάκεσαν, ὡς ὁ μὲν κοινὸς διδάσκα‐ λος ἀρετῆς καὶ παιδείας ἐν τῷ Πόντῳ, ὁ δὲ τοῦ Θεο‐
25λόγου τῆς ἐν Ναζιάνζῳ ἐκκλησίας ποιμὴν καὶ διδάσκα‐ λος προβληθῆναι, καὶ τοὺς ὑφ’ ἑαυτοὺς πάντας ἄριστα καὶ ὡς φίλους θεῷ παιδαγωγῆσαι. Ὅσῳ τοίνυν τὸ σέβας αὐτῶν ἓν, καὶ ἡ τῶν πατέρων ἀρετή τε καὶ ἀξία ἐστὶ παραπλήσιος, τοσούτῳ Βασίλειος καὶ Γρηγόριος
30ὅμοιοι καθεστήκασιν· οὐ μὴν ἀλλὰ καὶ τοῦ μὲν μεγά‐630

1

.

631

λου οἱ πρόγονοι ὑπὲρ τοῦ δι’ ἡμᾶς παθόντος διωχθῆναι καὶ χρόνον ὅτι πολὺν ἐν ἐρημίᾳ ταλαιπωρῆσαι ἠξίωνται, ὃς καὶ θαυματουργῶν τοὺς ὑπὲρ αὐτῶν πάσχοντας τού‐ τους ἐδεξιοῦτο μάλα φιλοτίμως τε καὶ λαμπρῶς, ἔτρεφε
5γὰρ οὐκ ἄρτοις μόνοις, ὥσπερ τινὰς πρότερον, ἀλλὰ καὶ τοῖς τῆς τρυφῆς τε καὶ περιττοῖς, πάντα θηρία ἐδώδι‐ μα εὐχείρωτα ἐκείνοις παραδιδούς· ὁ δέ γε τοῦ Θεολό‐ γου πατὴρ τῷ τῆς παλιγγενεσίας λούτρῳ καθαιρόμενος ἄνωθεν μαρτυρεῖται, ὡς καὶ ὁ λόγος πρότερον· κἀκεῖ
10μὲν αὐτὸ τὸ ἅγιον πνεῦμα κάτεισιν, ἐνταῦθα δὲ ἀκτῖνά τινα βάλλει, καὶ περιαυγάζει τὸν βαπτιζόμενον, ὡς καὶ πᾶσι τοῖς εὑρεθεῖσιν ἐκεῖ γνωσθῆναι τουτὶ τὸ ἐξαίσιον τερατούργημα, καὶ τῆς περὶ θεοῦ πρὸς τὸν ἄνδρα μεγί‐ στης τιμῆς τοῦτο θέσθαι τεκμήριον· ὅσον οὖν τὸ θαυ‐
15ματουργίαις τοὺς ἀμφοτέρων προγόνους δοξασθῆναι πα‐ ρὰ θεοῦ πρὸς ὅμοιον εὐφημίας ὕψος ἐκείνους ἐπαίρει, τοσοῦτον καὶ οὗτοι παρ’ ἡμῶν ὁμοίως θαυμάζονται. Τοιούτων δὲ μεγάλων καὶ παραπλησίων ἐν πᾶσι γεγονό‐ τες πατέρων, πατρίδος οὐχ ὁ μὲν τῆς, ὁ δὲ τῆς ἀνεδό‐
20θησαν, ἵνα τινὰ κατὰ τοῦτο γοῦν διαφορὰν ἔχωσιν, ἀλλ’ ἄμφω τῆς Καιοαρείας βλαστήματα· ἣ πρότερον μὲν ηὔχει πλεῖστα καὶ διάφορα ἑαυτῇ τὰ πλεονεκτήματα, τούτων δὲ τυχοῦσα τῶν προτέρων ὡς εἰκὸς ἐπελάθετο, ἀποκρυψάντων ἐκεῖνα τούτων, ὥσπερ ἀστέρας ἥλιος·
25καθόσον τοίνυν ἡ πατρὶς αὐτῶν μία, κατὰ τοσοῦτον καὶ οὗτοι ἓν ἄμφω ὄντες τυγχάνουσιν. Ἐκ τοιαύτης δὲ θαυμαστῆς καὶ μιᾶς πατρίδος ἀναφανέντες ἑκάτερος ὑπὸ τῷ ἰδίῳ πατρὶ τήν τε κατὰ θεὸν σοφίαν καὶ τὴν ἔξω‐ θεν ἐκπαιδεύονται, οὐ γὰρ ὁ μὲν τήνδε, ὁ δὲ τήνδε
30τῶν τεχνῶν ᾑρετίσαντο, ἀλλ’ ἄμφω πρὸς ἀρετὴν καὶ λόγον ἀπέκλιναν· ὅσῳ δὴ τὸ ἑκάτερον τῷ ἰδίῳ πατρὶ διδασκάλω ἀρήσασθαι, καὶ τὰς αὐτοῦ ἐπιστήμας μετέρ‐
χεσθαι ταὐτὸν ἔγνωσται, τοσούτῳ καὶ οὗτοι παρόμοιοι631

1

.

632

ἀλλήλοις γνωρίζονται· ἐπεὶ δὲ τὸ τῶν πατέρων πᾶν ἐν λόγοις ἐν βραχεῖ συνελέξαντο, ἔσπευδον δὲ καὶ τῆς πα‐ τρικῆς εὐχῆς αὐτοὺς ἀξιῶσαι, καὶ τοῦτο πρῶτον ἀντὶ τῶν εἰς αὐτοὺς τροφείων ἐκείνοις ἀνταποδοῦναι, τὸ νι‐
5κῆσαι πᾶσι καλοῖς τοὺς γεννήτορας, ἀπανίστανται πα‐ τρίδος, γονέων, συγγενείας, φίλων, συνηθείας, πάντων, οἷς πᾶς τις ἀφύκτως κατέχεται, καὶ διὰ παιδεύσεως ἀ‐ κόρεστον ἔρωτα ὑπερόριοι γίνονται. καὶ πολλοῖς ἐν τῇ ἀλλοδαπῇ καὶ διαφόροις τῶν τότε διδασκάλων ὡμιληκό‐
10τες, τελευτῶντες ἄμφω πρὸς τὴν ἑστίαν τῶν λόγων κα‐ τάγονται, ἔνθα καὶ διατρίβοντες ἓν ἦσαν, ἓν ἐφρόνουν, ἓν ἔπνεον, καὶ τῷ μεγέθει μὲν καὶ τάχει τῆς φύσεως, καὶ σπουδῇ καὶ διηνεκεῖ μελέτῃ, καὶ ἠθῶν εὐρυθμίᾳ καὶ φρενῶν βαθύτητι, καὶ ψυχῆς παραστήματι καὶ τοῖς
15ἄλλοις ἅπασιν, ὅσοις γενναία ψυχὴ γνωρίζεται, πάντων ὑπεραιρόμενοι καὶ πᾶσι περιᾳδόμενοι καὶ λίαν ὑπεραστρά‐ πτοντες. Τὸ δέ γε μέγιστον μέσον ἑτεροδόξων τὸ σέ‐ βας ἀκραιφνῶς καὶ ἀπειλικρινημένον φυλάττοντες καὶ τὴν ἀρετὴν ὅσαι ὧραι ἀντίσης ἐπαύξοντες, καὶ οἷον
20εἰπεῖν Λὼτ αὐτόχρημα ὄντες ἐν μέσῳ Σοδόμων, ἀλλὰ ταχέως καὶ Ἀθηναίων ἅπαν τὸ ἐν λόγοις φιλότιμον, ὡς οὐδένες ἄλλοι τῶν ἐκεῖσε ἀφικνουμένων συλλεξάμε‐ νοι, πατρίδος αὖ καὶ πατέρων μνημονεύουσι, καὶ τα‐ χέως πρὸς Καισάρειαν ἐκεῖθεν ἀμφότεροι ἐπανήκουσιν·
25ὅσον τοίνυν τὸ ἄμφω πατρίδος ὁμοίας ἀπαναστῆναι διὰ τὴν αὐτὴν καὶ μίαν αἰτίαν, ἔρωτα δηλαδὴ τῆς ἐγκυκλίου παιδεύσεως, καὶ εἰς τὴν αὐτὴν καταχθῆναι καὶ ταὐτὰ σπουδάζειν, καὶ ἐν πᾶσιν ὁμοφρονεῖν καὶ αὖθις ὁμοίως ἐπανελθεῖν, ὅθεν ἄμφω ἐξῆλθον, οὐδὲν διαφέρει
30πρὸς ἑαυτὸ, τοσοῦτον καὶ οἱ ταῦτα πράξαντες ἀλλήλων οὐδὲν διαφέρουσιν· ἐπανελθόντες δὲ οὐχ ὁ μὲν τόνδε τὸν βίον αἱρεῖται, ὁ δὲ ἕτερον, οὐδ’ ὁ μὲν γάμοις προσο‐
μιλεῖν, ἅτερος δὲ παρθενίαν ἀσκεῖν ᾑρετίσαντο, ἀλλ’ ἄμφω632

1

.

633

τὸν ἀσκητικὸν εἴτουν ἀγγελικὸν βίον ἐκλέγονται, καὶ παρθενίαν σύνοικον ἐξέτι παίδων ἐκτήσαντο· ὅσον ἄρα βίος αὐτοῖς ὁ αὐτὸς, τοσοῦτον ἑκάτερος ἑκατέρῳ παρό‐ μοιοι. οὕτω δὲ βιοῦντες, καὶ τὴν ἀρίστην φιλοσοφίαν
5καὶ ὑψηλὴν ἐπίσης ἀκριβῶς μετερχόμενοι πᾶσαν κοσ‐ μικὴν καὶ ἀνθρωπίνην δόξαν ἀπέπτυσαν, καὶ οὐδὲ ἐν ὀνείροις ὁρᾷν ταύτην ἠνέσχοντο, ἀλλ’ ἐπείπερ λύχνοι ὄν‐ τες, καὶ ἐκ τοῦ τῆς ἀρετῆς ἀκροτάτου ὕψους λαμπρῶς φρυκτωροῦντες, λαθεῖν οὐκ ἠδύναντο. καὶ ἄκοντες τῷ
10τῆς ἐκκλησίας κλήρῳ ἐγκαταλέγονται· ὥσπερ τοίνυν τοῦ δόξαν ἀνθρωπίνην ὁμοίως ἐκφεύγειν καὶ πάλιν ταύτην ὁμοίαν ἐκβιαθῆναι δέξασθαι αἰτίαν οὐ διαφέρον, ἀλλ’ ἓν ἀμφοῖν, δηλονότι ἡ ἀρετὴ, διὰ ταύτην γὰρ καὶ ἀπέ‐ φευγον, καὶ ἑάλωσαν, οὕτω καὶ οἱ ταῦτα πράξαντες
15καὶ παθόντες, ἓν ἄμφω σαφῶς μεμαρτύρηνται· καὶ λει‐ τουργεῖν τῷ θείῳ ταχθέντες, οὐ τὴν τυχοῦσαν ἐκείνῳ λειτουργίαν προσάγουσιν· ἀλλ’ οἷον κἀκεῖνος πρότε‐ ρον κατελθὼν ἑαυτῷ λελειτούργηκε· τῶν γὰρ λογικῶν προβάτων, ὡς πρώην εἰδωλολατρίᾳ καὶ ἀπιστίᾳ, οὕτω
20καὶ τηνικαῦτα παντοδαπαῖς ταῖς αἱρέσεσι διασπαρέντων εἰς ἐρημίαν ὄντως καὶ βάραθρα, οὗτοι ὡς ἐκεῖνος τὸ πρὶν τούτους συνήγαγον, καὶ εἰς χλόην ὀρθοτάτην εὐ‐ σεβείας ἐξέθρεψαν, καὶ ἐπὶ ὕδατος ἀνέψυξαν ἀναπαύ‐ σεως, πᾶσαν αἵρεσιν ἐκ μέσου πεποιηκότες, καὶ τοὺς
25ἱερέας ἐκείνων καὶ ἄρχοντας ἐν ῥομφαίᾳ τοῦ λόγου ἀπε‐ κτονότες, δι’ ἧς καὶ τὸν πρῶτον αὐτῶν ἄρχοντα τελεί‐ ως κατέσφαξαν· ἡ δέ γε πρὸς θεὸν λειτουργία τούτων μία τυγχάνουσα ἕνα τούτους ἄμφω σαφῶς μαρτυρεῖ· οὕτω τοιγαροῦν βιοῦντες καὶ τοιαῦτα κατὰ τοῦ κοινοῦ
30ἐχθροῦ καὶ τῶν ὑπασπιστῶν αὐτοῦ τὰ τρόπαια περιφα‐ νῶς ἀνιστάντες, ποιμένες ὁ μὲν τῆς Κωνσταντίνου, ὁ δὲ μεγάλης τῆς μητρὸς Καισαρείας βασιλικῆς νεύσει
θεοῦ χρίονται· ὥσπερ οὖν ἥ τε τὸ ἀξίωμα ἀμφοτέροις633

1

.

634

δοῦσα χάρις μία, καὶ τὸ δοθὲν ἓν καθέστηκεν, οὕτω καὶ οἱ τοῦ τοιούτου ἀξιωθέντες εἰσὶν ἓν, κἂν διαγνωρίζων‐ ται· ἀλλὰ τῆς ἀκροτάτης ταύτης βαθμίδος ἄμφω ἁψά‐ μενοι, καὶ διδάσκαλοι εὐσεβείας προβληθέντες, οἱ καὶ
5πρὸ τούτου τυγχάνοντες, καὶ οἷον εἰπεῖν τὰ τίμια ξύλα παρὰ τὰς τῶν γραφικῶν ὑδάτων διεξόδους παρὰ τοῦ μεγάλου φυτηκόμου φυτευθέντες, οὐ μόνον τὸν καρπὸν αὑτῶν ἐν καιρῷ αὐτῶν ἔδωκαν αὐτοπροσώπως δηλαδὴ, ὡς ὁ διδάσκαλος αὐτῶν πρώην τοὺς θεοκαπήλους τε‐
10λείως τοῦ ἱεροῦ ἀπελάσαντες καὶ τούτου ἐν μέσῳ τὴν εὐσέβειαν τρανῶς διδάξαντες, καὶ τὸν τῆς ἀληθείας λό‐ γον ὀρθοτομήσαντες ἄριστα, ἀλλὰ καὶ τὰ φύλλα αὐ‐ τῶν οὐκ ἀποῤῥυῆναι παρῆκαν, τοὺς τῆς παιδείας λόγους φημὶ, οὓς εἰς καλλωπισμὸν καὶ φυλακὴν τοῦ τῆς ἀρε‐
15τῆς καρποῦ, ὡς ἔφημεν, συνελέξαντο· ἀλλὰ τί; κατὰ πάσης βδελυρᾶς αἱρέσεως καὶ αὐτοῖς κατεχρήσαντο, βι‐ βλία κατ’ αὐτῶν συντεταχότες, καὶ τὰς παρ’ ἐκείνων πικρὰς ἀντιθέσεις εὐχερέστερον ἢ ἀράχνης παίγνια δια‐ λύοντες· εἶτα τὸ ὑπὲρ ἡμῶν τῆς οἰκονομίας ἅπαν μυ‐
20στήριον πανηγυρικοῖς λόγοις ἄμφω κατακοσμοῦσι, μάρ‐ τυρας περιστέφουσιν, ὁσίους ἐπισεμνύνουσιν, ἀρετὰς πάσας καταγλαΐζουσι, καὶ πᾶσαν θείαν γραφὴν διαλι‐ τοῦσί τε καὶ ἀνακαθαίρουσι, καὶ οἷον εἰπεῖν ἀληλε‐ σμένην τροφὴν τοῖς τὰ τοιαῦτα γλιχομένοις ἐσθίειν
25ἐκτίθενται, τοῖς αὐτοῖς ὀνόμασι, τοῖς αὐτοῖς ἐνθυμή‐ μασιν ἐν ἅπασι χρώμενοι, ἅτε καὶ χάριν μίαν πλουτοῦν‐ τες· ὑφ’ ἧς διαθερμαινόμενοι περιεκελάδουν τὸν τῆς ἐκ‐
κλησίας τερπνότατον λειμῶνα, οἱ θεοῦ τέττιγες, σειρή‐634

1

.

635

νων ἐξηχοῦντες κελάδημα, καὶ Ὀδυσσέας πάντας τοὺς πλανωμένους δηλαδὴ τῷ τῆς ἁλμυρᾶς ἀπιστίας πελάγει ἀφύκτως χειρουμένους. οἱ δὲ τοὺς αὐτοὺς ὁμοίως καὶ κατὰ τὸν αὐτὸν τρόπον νικήσαντες, καὶ ὅμοια κατ’
5ἐκείνων τὰ τρόπαια ἀνεγείραντες, καὶ ἐν ἅπασι τὰ αὐτὰ κατορθώσαντες, πῶς οὐχ ἓν ὄντες ἐλέγχονται; οὕτως οὖν ἅπαντα τὸν βίον αὐτῶν κυρίῳ καθιερώσαν‐ τες, καὶ ἀρεταῖς παντοίαις σφᾶς αὐτοὺς ἡλίου λαμπρο‐ τέρους λίαν ἀπεργασάμενοι, εἰς χεῖρας ἐκείνου εἰρηνικῶς
10καὶ ἄμφω τὰ πνεύματα παρατίθενται, καὶ πρῶτοι ἐν ἀρχιερεῦσιν ἁγίοις γνωρίζονται, καὶ τῆς ἴσης τιμῆς παρ’ αὐτῷ κατηξίωνται, ἐπίσης ὧδε τὸν ἐκεῖ θεραπεύοντα θεραπεύσαντες· ὅσον τοίνυν βίος καὶ τελευτὴ καὶ τὰ πρὸς τοῦ παμβασιλέως γέρα ὅμοια τοῖς ἀριστεῦσι τού‐
15τοις καθέστηκε, τοσοῦτον κἀκεῖνοι τὸ ἓν ἄμφω πεφύ‐ κασιν, ὧν δὴ τὸ ὑπερέχον ἅμα καὶ πρὸς ἀλλήλους παν‐ τάπασιν ἐξισάζον καὶ ἡ ἐκκλησία δηλοῦντες οὐ τῆς κοι‐ νῆς ἐπωνυμίας καὶ τούτους ἠξίωσαν, ἀλλὰ προσηγορίαις τοὺς ἄνδρας ἐδεξιώσαντο, τῆς μὲν πάντων ἁγίων κοι‐
20νῆς πλεῖστα διαφερούσαις, ἀλλήλων δὲ φωναῖς μὲν ἴσως σημασίαις δὲ οὐδαμῶς, τὸν μὲν γὰρ θεολόγον, τὸν δὲ μέγαν καλῶς προσηγόρευσαν. Εἰ δὲ θεολόγος καὶ μέ‐ γας οὐδὲν διαφέρουσιν ὁρᾷν πάρεστιν· οὐδεὶς μέγας κλη‐ θήσεται, εἰ μὴ μεγάλα πάντως ἐργάσεται· τοῦ δὲ θεολο‐
25γεῖν μεῖζον οὐδέν· ὁ τοίνυν Γρηγόριος θεολογήσας μέγας ἐλέγχεται, καὶ πάλιν οὐδεὶς θεολόγος, εἰ μὴ περὶ θεοῦ φι‐ λοσοφήσας φανείη· τὸ δὲ μεγάλα λαλεῖν θεολογεῖν ἐστιν· ὁ τοίνυν Βασίλειος μεγάλα λαλήσας, θεολογῶν μεμαρτύρη‐ ται, εἰ δὲ τὸ θεολογεῖν μεγάλα λαλεῖν καὶ τὸ μεγάλα λα‐
30λεῖν θεολογεῖν ἀποδέδεικται, οὐδὲν διοίσει θεολόγος Γρη‐ γόριος καὶ μέγας Βασίλειος, ἢ μέγαν Γρηγόριον καὶ θεολόγον Βασίλειον λέγειν· ἄλλως τε οὔτε Γρηγόριος
τοῦ μεγάλα λαλεῖν, οὔτε Βασίλειος θεολογίας ἀφίσταν‐635

1

.

636

το. Γρηγόριος οὖν ὁ Βασίλειος, καὶ Βασίλειος ὁ Γρη‐ γόριος, εἰ δέ γε βούλει Βασίλειος καὶ Γρηγόριος, ὁ Βα‐ σίλειος ὁ καὶ Γρηγόριος, καὶ Βασίλειος ὁ Γρηγόριος· οὕτω καὶ ὀνομάτων μέχρις ἓν τὼ ἄνδρε πεφύκατον· ἀλ‐
5λὰ τἀκείνων μὲν πάντα πειρᾶσθαι λέγειν, μανία περι‐ φανὴς, ὡς τὸ πρᾶγμα λίαν ἀμήχανον· ἃ δὲ δύναται λέγειν, καὶ ὅμοια δύνασθαι ταῦτα δεικνύειν, ὡς οὐδὲν εὐχερέστερον.
9tCap. XI.
9tἨθοποιΐα.
10tΤίνας ἂν λόγους εἶπεν Ἡρακλῆς μανίᾳ ληφθεὶς, καὶ
11tδοῦλος τῷ Εὐρυσθεῖ καταστάς.
12 Ὄντως ἅπαντα ἐν πᾶσιν ἀστάθμητα, καὶ ἄναλλα τὰ πάντα καὶ ἄνισα, καὶ ἀδικία πάντων κρατεῖ, καὶ περὶ πᾶν πρεσβεύεται· οὐκ ἀνθρώποις μόνοις, ἀλλά γε
15καὶ παρ’ αὐτοῖς τοῖς θεοῖς, καὶ πλέον ἐν τούτοις τἄδι‐ κα πολιτεύεται, ὅσῳ καὶ τὸν εὐθυνοῦντα οὐκ ἔχουσι· καταχρῶνται γοῦν τῇ αὐτονομίᾳ ἐπὶ τὰ πονηρὰ, καὶ ἀδεῶς τἄτοπα πράττουσι καὶ τὴν ἐξουσίαν ἐπὶ τὸ ἀδι‐ κεῖν συνέριθον κέκτηνται· τὰ δὲ κατ’ ἐμὲ τοῦτο πάντα
20δηλοῖ, ὃς θνητῆς μὲν ὁμολογῶ προελθεῖν, ἀλλ’ ὑπάτῳ θεῶν συνελθούσης· καὶ Ἀλκμήνη μὲν θείας φύσεως ἀληθῶς οὐ μετέσχεν, ἀλλ’ ὁ Ζεὺς πάντων θεῶν ὑπερέ‐ σχεν, ὅθεν τὸ τῆς μητρὸς ἔλλειμμα τὸ τοῦ πατρὸς ὑπερέχον ἀναπληρῶσαι ἐχρῆν, καὶ τὸν ἐξ αὐτῶν προ‐
25ελθόντα ἐμὲ γεγονέναι ἀθάνατον, ἐπεὶ καὶ ἡ Σεμέλη θνητή· ἀλλ’ ὁ ἐξ αὐτῆς τε καὶ τοῦ Διὸς πάντως ἀθά‐ νατος· καὶ τὸ τῆς μητρὸς θνητὸν οὐδὲν τὸν Διόνυσον εἶναι θεὸν διεκώλυσεν· ἐγὼ δὲ ὁ τοὺς αὐτοὺς ἐκείνῳ κεκτημένος γονέας, τί ὢ τῆς ἀδικίας, μὴ ὅτι γε οὐ
30θεὸς ἀλλὰ καὶ ἀνθρώπου ἐκ προγόνων θνητοῦ δοῦλος
εἶναι καταδεδίκασμαι, καὶ ὁ ἄνωθεν Ἡρακλῆς τῷ κά‐636

1

.

637

τωθεν Εὐρυσθεῖ δουλοῦται αἰσχρῶς, ὃν εἰ δοῦλον εἶχεν αὐτὸς, ἦν ἂν οὐδέν. Ὡς ἀπόλοιτο ἡ Ἥρα καὶ τὸ ταύ‐ της ζηλότυπον· μαίνεται πρὸς τοὺς ἐπὶ τῇ μητρὶ ἔρω‐ τας τοῦ πατρὸς, καὶ τὸν Δία τρῶσαι μὴ δυναμένη
5ὅλην τὴν τῆς μήνιδος φαρέτραν κατ’ ἐμοῦ ἐκκενοῖ, καὶ τὸν τὴν αὐτῆς εὐνὴν ἐξυβρικότα τιμωρήσασθαι ἀδυνα‐ τοῦσα τὸν οὐδὲν ἀδικήσαντα πλήττει καιρίως ἐμέ. Τί γὰρ αὐτὸς αἴτιος, εἰ ὁ Ζεὺς μίγνυται τῇ μητρὶ, καὶ ζη‐ λοτυποῦσα ἔκφρονά με ποιεῖ· καὶ τοῦτο δὴ τὸ περιᾳδό‐
10μενον· ἄλλου μαινομένου ἄλλος δεσμεῖται, καὶ τὸ δεινότα‐ τον, ὅτι κἀκεῖνος ταῦτα ὁρῶν οὔθ’ ὡς ἀδίκως πάσχον‐ τα, οὐθ’ ὡς δι’ αὐτὸν οὔθ’ ὡς υἱοῦ ὅλως ἀντιλαμ‐ βάνεται· ἀλλὰ καὶ παραχωρεῖ μαίνεσθαι κατ’ ἐμοῦ· καὶ διὰ τὴν αὐτοῦ μανίαν ἐμὲ μανίᾳ καθυποβαλεῖν
15αὐτῇ συγχωρεῖ ἐγὼ δὲ τὴν μάστιγα ταύτην οὐ τοσοῦ‐ τον ὡς δεινὴν, ὅσον ὡς ἄδικον οὐ φέρων εἰς Πυθίου ἀπέρχομαι, θαῤῥῶν ἐκεῖθεν γοῦν τῶν δικαίων τυχεῖν, καίτοι καὶ τοῦτο ὅσον εἰς λύπης λόγον, τοὺς ἐκ τοῦ αὐ‐ τοῦ γεννηθέντας τὸν μὲν θεὸν μέγαν καὶ σοφὸν καὶ
20ἰατρὸν, καὶ μάντιν εἶναί τε καὶ ὀνομάζεσθαι· τὸν δὲ θνητὸν καὶ δοῦλον βροτοῦ, καὶ δυστυχῆ, καί τι πλέον ἢ ἔκφρονα· καὶ τὸν μὲν σοβαρῶς ἐπ’ ἀργυρηλάτου τρί‐ ποδος ὑπερκαθῆσθαι, καὶ παρὰ πάντων δορυφορεῖσθαί τε καὶ προσκυνεῖσθαι, καὶ πᾶσιν, εἰς ὅ τι ἕκαστος βού‐
25λοιτο ἂν, βοηθεῖν δύνασθαι, ἐμὲ δὲ τὸν περὶ ψυχῆς θέ‐ ειν, καὶ μηδὲ ἑαυτῷ δύνασθαι βοηθεῖν, καὶ ὑπὲρ τοῦ μὴ πάσχειν ἐκείνου δεῖσθαι· ὅμως πρὸς τοῖς ἄλλοις φέ‐ ρω καὶ ταῦτα καὶ ὡς εἷς τῶν πολλῶν ὁ τοῦ Διὸς Ἡρα‐
κλῆς ἱκέτης τοῦ ἀδελφοῦ γίνομαι. κἀγὼ μὲν αἰτῶν λύ‐637

1

.

638

σιν δικαίαν τῆς ἀδίκου μανίας. ὁ δὲ τί; προσεπιτίθησι τοῖς δεινοῖς ἔτι δεινότερον, καὶ λύσιν ἀνεῖλε τῆς μανίας αἰσχροτέραν πολλῷ, καὶ τὸν θεῖον δεσμὸν ἐκφυγεῖν ἔγωγέ τοι ζητῶν προσεπιδεσμοῦμαι καὶ ἀνθρωπίνῳ,
5καὶ τὴν Ἥραν ἐκφυγεῖν θέλων, οὔτε ταύτην ἐξέφυγον, καὶ τῷ καθάρματι τούτῳ ἀνδράποδον ἄγομαι. Ἐβου‐ λήθην μὲν οὖν τῆς Πυθίας ἐπιέναι τὴν δάφνην σειού‐ σης, καὶ τὰ τοιαῦτα ληρούσης τόν τε τρίποδα τοῦ πο‐ δὸς λαβόμενον ἀνατρέψαι καὶ ταύτην ἐπικαταβαλεῖν,
10καὶ συμπατήσας τέλεον ἐκτρῖψαι τὴν ὄντως ἐπίτριπτον· εἶτα καὶ τὸν νεὼν ἐκ βάθρων αὐτῶν ἀνασπᾶσαι καὶ σύν γε τοῖς ἀναθήμασι καὶ τῷ θεῷ τοῦ Παρνασοῦ κάτω βαλεῖν, ὡς αὐτὰ μάντεως δεῖσθαι, ὅπως ἐκεῖθεν ἀνελ‐ θεῖν δυνηθεῖεν· ὅμως δ’ ἐπέσχον ἐμαυτὸν τῆς ὁρμῆς,
15καὶ κατελθὼν ἐκεῖθεν δουλοῦμαι τῷ λήρῳ τούτῳ, καὶ τὰ δοκοῦντά οἱ ἀναντιῤῥήτως τελῶ, τέλος τῆς Πυθι‐ κῆς παραληρήσεως ἰδεῖν βουλόμενος· ἂν μὲν οὖν τελε‐ σθέντων τῶν διωρισμένων ἀγώνων τῆς νόσου ἀπαλλαγῶ, εἰ δ’ οὒ, τὸ ῥόπαλον τοῦτο τοὺς κατ’ ἐμοῦ λυττήσαν‐
20τας, ὡς εἰκὸς, μετελεύσεται, καὶ δικαίως τιμωρήσομαι τοὺς ἀδίκως ἐμὲ νῦν ἐλαύνοντας· εἰ μηδὲν γὰρ ἕτερον, τοὺς γοῦν νεὼς πάντας αὐτῶν ἀνατρέψω, καὶ τὰ ξόανα τούτων συντρίψω. καὶ εἴ τινα θύοντα τούτοις καταλά‐ βω, τοῖς θύμασιν αὐτὸν ἐπιθύσω, καὶ οὕτως τὸ ὄνομα
25τούτων τῆς γῆς ἐξαρῶ, καὶ τότε ἥ τε τῆς Ἥρας ἰσχὺς ἐλεγχθήσεται, καὶ ὁ Ἀπόλλων, εἰ τὰ μέλλοντα ὁρᾷ, φανήσεται.
28tCap. XII.
28tἜκφρασις τοῦ ἐν τῷ βαπτιστοῦ σεμνείῳ τεμέ‐
29tνους τοῦ τὴν κολυμβήθραν περιέχοντος.
30Πάντας μὲν οἴκους ἁπλῶς εἰκὸς ἐπαινεῖν, ἐπὶ οὐ
σμικρᾷ θεραπείᾳ τῶν ἀνθρώπων ἐξευρημένους, τοσοῦ‐638

1

.

639

τον δὲ πλέον, ἐν οἷς τὸ θεῖον οἰκεῖ τε καὶ θεραπεύεται, ὅσον ἀνθρώπων θεὸς διενήνοχε, καὶ ἀπὸ γῆς οὐρα‐ νὸς φύσει τε καὶ τόπῳ διέστηκεν. Οὐρανοὶ γὰρ πάν‐ τως καὶ οὗτοι, εἴπερ καὶ τὸν οὐράνιον ἐκολπώσαντο,
5τοσούτῳ δ’ αὖθις τῶν ἑκασταχοῦ πάντων πλέον τὸν ἐν τῷ τοῦ βαπτιστοῦ φροντιστηρίῳ ἑστηκότα καὶ τὴν κο‐ λυμβήθραν περιέχοντα, ἐν ᾗ ὁ τῇ φύσει κεκαθαρμένος τὸν παρὰ φύσιν ῥύπον ἡμῶν ἀπεσμήξατο, ὅσῳ τῶν ἄλ‐ λων ἁπάντων ἐξαισιώτερος, καὶ κόσμοις παντοίοις καὶ
10ξέναις χάρισι βέβριθε, καὶ οἷα τῷ παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων ὡραίῳ κάλλει καθιερωθεὶς, οὐδενὸς ὡρα‐ ΐσματος τῶν ὁπόσα τῷ παρόντι βίῳ, λειπόμενος οὕτω δὲ περίκλυτος ὢν, καὶ τοῦ κρείττονος χώρου τετύχηκε. Τῆς γὰρ αὐλῆς τὸ μέσον ἐπέλαβε, καὶ ὥσπερ κέντρον
15μεσαίτατον ταύτης ὑπερανέστηκεν, ὥστ’ ἰδὼν τὴν μὲν πᾶσαν αὐλὴν σώματι καινῷ τινι ἂν εἰκάσειας. τὸν δὲ ναὸν τουτονὶ καρδίᾳ, τῷ καλλίστῳ μέρει τοῦ σώματος, καὶ δι’ οὗ πᾶν συνίσταται· ἢ μᾶλλον τὴν μὲν κατ’ ἀ‐ σπίδα φαίης ἐσχηματίσθαι, τὸν δὲ οἷά τινα χρυσοῦν
20ὀμφαλὸν μέσον αὐτῆς ἐμπεπάρθαι· ἐξαίσιον οἷον ἀπο‐ στίλβοντα, καὶ ταῖς ἡλιακαῖς ἀκτῖσιν ἐρίζοντα. Ψηφίσι γὰρ χρυσοπάστοις τὸ πλεῖστον μέρος αὐτῆς κατακέκα‐ σται, αἷς καὶ προσβαλουσῶν τῶν τοῦ ἡλίου βολῶν, ἀμηχανόν ἐστιν εὑρεῖν, ὁποτέρωθεν ἐξανίσχουσι, καὶ
25τίνι προσβάλλουσι, πότερον ἐκ τοῦ δίσκου ταῖς ψηφί‐ σιν, ἢ ἐκ τῶν ψηφίδων τῷ δίσκῳ· οἶμαι δὲ οὐκ ἀξιῶ‐ σαι τοὺς ἐντὸς περὶ τῷ φροντιστηρίῳ οἴκους καὶ χώ‐ ρους· ἑνὶ γέ τινι μέρει τἄγαλμα τουτὶ περιγραφῆναι,
ὥστε μόνον ἐκεῖνον τούτου κατατρυφᾷν, ἀλλ’ ὥσπερ639

1

.

640

κοινὸν κτῆμα τούτων καὶ καύχημα μέσον αὐτῶν πάντων ἑστάναι, ἵν’ ἕκαστος τὸ ἴσον αὐτοῦ ἀπολαύοιεν, καὶ μηδεὶς τῶν ἄλλων πλείονος ἔχοιτο, ὡς ἀδικῶν ἐν τού‐ τῳ πάντας περὶ τὰ μέγιστα· καὶ οὕτω μὲν, ὡς ἔφη‐
5μεν, ἕστηκε· περὶ δὲ τοῦτον κυπάριττοι πάντη ἀναπε‐ φύκεσαν, ὑπερανεστηκυῖαι τῆς τοῦ ναοῦ ὀροφῆς, το‐ σοῦτον τούτου ἀφεστηκυῖαι, ὅσον τὸν βουλόμενον μετα‐ ξὺ ἀπροσψαύστως περινοστεῖν, καὶ ἀπὸ μὲν ῥίζης ἄχρι τῆς κορυφῆς πάντη ἀνατρέχουσιν ὄρθιαι, ἄκραις δὲ κό‐
10μαις ἐπινενεύκασι πρὸς τὸν νεὼν, καὶ οἷον εἰπεῖν δακτυ‐ λοδεικτοῦσι, μονονοὺ φωνὰς ἀφιᾶσιν ἐν τοῖς ὑπὸ τῶν πνοῶν ὑποψιθυρίσμασιν, ὡς οὗτος ὁ ἐντὸς βαπτιζό‐ μενος μετὰ μικρὸν ἐν ἡμῖν στρωθήσεται· καὶ ἐπὶ τῷ λόγῳ εἴποις ἰδὼν τὰ φυτὰ περισκαίρειν, καὶ οἷον εἰπεῖν
15ἐπαγάλλεσθαι· κατεσκεύασται δ’ ὁ ναὸς ἐπὶ πλευραῖς ἴσαις ἀλλήλαις τέσσαρσι· τοσαύταις γὰρ στοαῖς τὸ πᾶν κτίσμα ἀπήρτισται· ἑκάστη στοὰ ἑκάστης πλευρᾶς ἐπε‐ λάβετο, ἐπὶ ταῖς ἀλλήλων ἑνώσεσιν· εὐφυῶς πως αἱ στοαὶ ἡρμοσμέναι τυγχάνουσιν· οὐκ ἂν εἴποις ἰδὼν τὸ
20κτίσμα τετράστοον, ἀλλ’ ἓν σῶμά σοι τὸ πᾶν δόξειεν, οὕτως ἡ τέχνη ἠκρίβωται τῷ δομήτορι· ὄροφος ἐφύπερ‐ θεν τῶν στοῶν ἐκτετάννυσται· ἔργον καὶ τοῦτο δομή‐ τορος τὰ κάτω μέρη τῷ κτίσματι ὅσον ἀπὸ γῆς μέχρι τινὸς πέριξ πάντη λίθοις λευκοῖς κατεστήρικται, καὶ οἷα
25πόδες, ἰσχυροτέραις ὕλαις ἐμπεπέδωται, καὶ οἷον εἰ‐ πεῖν καταπέφρακται· ὁ δὲ ἑρμογλύφος πῶς ἂν εἴποις, τοὺς λίθους ἀπέξεσέ τε καὶ ἀπεστίλβωσεν, ἢ πῶς αὐτοὺς τοῖς λαξεύμασι κατεποίκιλεν. Τὴν λαξευτικὴν ἑτέρα δια‐ δέχεται τέχνη· καὶ τὰς στοὰς ἐπιλούει ψηφίσιν ὡς ἔφη‐
30μεν, καὶ οἷα χρυσῷ ἐπενδύει τὰ κτίσματα· τὰ δ’ ὅλα
χρυσῷ καταπέπασται· ὅλα ἐξήστραπται, ὅλα τοῦ ἡλίου640

1

.

641

καταπεφρόνηκεν· ὁ δὲ γεγραφὼς ἐπὶ τοῖς τοίχοις εἰκό‐ νας θείας διαφόρων ἁγίων συντίθησι, καὶ στήλας βασι‐ λικὰς, οὐκ ἐκ χρωμάτων δὲ κατασκευάστων, ἀλλ’ ἐκ ψη‐ φίδων καὶ αὗται γεγράφαται, παντοῖα χρώματα φερου‐
5σῶν, καὶ ὅσοις εἰκόνα συγκεῖσθαι εἰκός· οὕτω τὸ πᾶν κατεψήφωται. Ὁ μέντοι φραγμὸς τῶν στοῶν ἄλλης τέχνης ἐξεύρημα, ἑκάστης γὰρ τὸ ἄκρον κύρτωμα ὑπερ‐ ανέχουσι κίονες, μεταξὺ δὲ τῶν κιόνων ξύλα λεπτὰ εἰς κάλλος ἐξεσμένα καὶ τετορευμένα εὐφυῶς πως ἀλλήλοις
10καὶ τοῖς κίοσιν ἥρμοσται, καὶ φραγμὸς ταῦτα τῇ τ’ ἄρκτῳ καὶ μεσημβρίᾳ γίνεται· τὰς δ’ ἑτέρας δύο πύλαι ἐμφράττουσιν, οἶμαι δ’ οὐκ ἀπᾷδον οὐδὲ περιττὸν, καὶ ταύτας τὴν μὲν ἐκ δύσεως, τὴν δ’ ἐξ ἀνατολῶν ἠνεῷ‐ χθαι· ἀλλ’ ἡ μὲν τοῖς ἐκ ζόφου δυτικοῦ τῆς ἀσεβείας προσ‐
15ελθοῦσι καὶ τῷ θείῳ λούματι προσδραμοῦσι γνησίως ἀνα‐ πετάννυται καὶ τῇ κολυμβήθρᾳ τούτους δῶρον δωρεῖται πο‐ λύτιμον· εἶτα μυστικῶς τὸν ῥύπον ἀπολουθέντας καὶ λαμ‐ πρυνθέντας, ἡ ἑτέρα τούτους παραπέμπει πρὸς τὴν ἐξ ὕ‐ ψους ἀνατολήν. πλείονος καὶ καθαρωτέρας λαμπηδόνος
20κατατρυφήσοντας· οὕτως οὐδὲν ἀργὸν τοῦ ναοῦ καὶ λόγου λειπόμενον, καὶ τὰ μὲν ἐκτὸς τοῦ νεὼ ὡδὶ παντοίαις τέχναις μεμέρισται, καὶ ὡσανεί τις ἔρανος φιλοτιμίας αὐτῶν ἀνεγήγερται· εἰσιόντι δὲ τοῦ ναοῦ εὐθὺς τοὔδα‐ φος πᾶν λίθων λευκῶν σοι τοῖς ἐκκρίτοις ἐπέστρωται·
25μέσον δὲ τούτου χθαμαλή τις κιονὶς ἐνεπάρη, καθ’ ἧσ‐ περ ἡ κολυμβήθρα ἐρήρεισται· ἡ δὲ καὶ αὐτὴ λίθος λευ‐ κὴ λελαξευμένη ὡς τὸ εἰκὸς, καὶ θαυμάσιον ἀποστίλ‐ βουσα, καὶ ὄντως μαρμαῖρον, ἵν’ οὕτως εἴπω, τὸ μάρ‐ μαρον· θάλαμος δὲ τέρας ἄλλο τι ταύτην ἐμπεριείληφε·
30περὶ γὰρ αὐτὴν κτίσμα τι μικρὸν ὅσον ἀπὸ γῆς μέχρι τινὸς ἀνεστηκὸς, καὶ ταύτης ἱκανὸν διεστὼς περιελίττε‐
ται, καὶ χορείαν ὡσανεί τινα ἀναρτίζει· ἐπὶ δέ γε τού‐641

1

.

642

του κιονίδες τινὲς διασταδὸν κατὰ στίχον στηρίζονται, ἅπερ ἄκραις κεφαλαῖς κεκυρτωμένην ὀροφὴν δομήτορος ἔργον ἀνέχουσιν, ἐνταῦθα γὰρ λιθοξόος δομήτορι ὑπε‐ ξίσταται· καὶ δομήτωρ λιθοξόῳ ὑποχωρεῖ, ὁ μὲν γὰρ
5στρώννυσι τοὔδαφος, ὁ δὲ τὸ τοιχίδιον περιΐστησιν· εἶτ’ ἐν μέρει τῷ μὲν οἱ κίονες ἀνατρέχουσι, τῷ δ’ αὖ κυρ‐ τοῦται ἡ ὀροφὴ, καὶ οὕτως ὁ θάλαμος ἀπαρτίζεται· τῆς δ’ ὀροφῆς ἔνδον ταύτης ὁ γραφεὺς ὅλα χρώματα συγκεράννυσι, καὶ τὸν βαπτισμὸν τοῦ σωτῆρος ἐκεῖ κα‐
10ταζωγραφεῖ· ὅστις δὴ καὶ κατὰ καιρὸν τῆς θείας κάτω κολυμβήθρας ὕδατος ἐμπλησθείσης ἁγίου, ἔνδον εὐθὺς τοῦ ὕδατος ὁρᾶται, αἰσθητῶς ὡσανεὶ βαπτιζόμενος, καὶ ὁ τοῖς ἄνω ἀεὶ ἐμφιλοχωρῶν θεὸς κάτω δι’ ἐμὲ τηνι‐ καῦτα γίνεται καὶ προσπελάζει τῇ γῇ· φιλῶ σου τὴν χεῖ‐
15ρα γραφεῦ· εἰ δέ γε βούλει τὴν ἐπίνοιαν, καθ’ ὑδά‐ των γὰρ γράφεις, ὅπερ πολλῷ τῶν λίαν ἀδυνάτων ἐστίν. Ὁ μέντοι γε λοιπὸς χῶρος περιειλεῖται τῷ ξένῳ τούτῳ θαλάμῳ ἐκτὸς, καὶ ὥσπερ στέφανος αὐτὸν περιτρέχει, καὶ προνάῳ τούτου τινὶ ἔοικεν. Ἐπὶ μέντοιγε τὴν ὄρο‐
20φον τούτου πάλιν ὁ γραφεὺς τῆς σφετέρας τέχνης πᾶν τὸ φιλότιμον πινακηδὸν ἐξαντλεῖ, καὶ πᾶν ὅτι περ συμ‐ βάλλον τῷ θείῳ βαπτισμῷ καταγέγραφε· τὸν βαπτιστὴν τὸν λαὸν ἐκδιδάσκοντα, τοὺς προσερχομένους βαπτίζον‐ τα· ἴδοις ἐκεῖ τὸν κεκαθαρμένον ὥσπερ ἕνα τῶν ῥυπα‐
25ρῶν αἰτοῦντα τὸ βάπτισμα, τὸν δὲ βαπτιστὴν πρὸς τὴν αἴτησιν μέχρι τινὸς ἀπαρνούμενον· ἐκεῖ Ἠλίας κατὰ πῦρ σὺν πυρὶ ἀε̈ροβατῶν καὶ μηδόλως φλεγόμενος, ὅπερ καὶ σαφῶς μαρτυρεῖ τῷ περὶ αὐτὸν πάλαι θαύματι· τὸ μὲν γὰρ πάλαι τῆς ἀληθείας τὸν ζηλωτὴν πυρὶ κατέχεσθαι,
30καὶ μηδὲ φλέγεσθαι, θείας πάντως δυνάμεως· τὸ δὲ μὴ καὶ νῦν γεγραμμένον ἐνταῦθα τῆς γραφῆς ἀσθένεια πέ‐ φυκεν· ἀδυνατεῖ γὰρ πρὸς φύσιν πυρὸς ἡ τέχνη· συμ‐
βαίη τοίνυν θεϊκὴν ἰσχὺν τὴν ἀσθένειαν τῆς γραφῆς642

1

.

643

ὥσπερ διατυποῦν καὶ μιμεῖσθαι, οὕτως ἡ γραφὴ καὶ τῆς ἀληθείας ἐπιτυγχάνουσα ἐπαινετὴ, καὶ ταύτης ἀπο‐ τυγχάνουσα ἐπαινετωτέρα καθέστηκε· μετὰ τοῦτο τὸν Ἰακὼβ σὺν γυναιξί τε καὶ θρέμμασι δραπετεύοντα τὸν
5κηδεστὴν ἔγραψεν, ἔτι δὲ καὶ αὐτὸν τὸν Λάβαν τού‐ τους καταλαμβάνοντα, καὶ τοὺς σφετέρους θεοὺς ζη‐ τοῦντα, οὕσπερ ἡ Ῥαχὴλ κλέψασα ὑπὸ τῷ σάγματι τῆς ὄνου κατέκρυψε, πόθον πολὺν εἰς αὐτοὺς τρέφου‐ σα, ὅνπερ ὕστερον πρὸς τὸν ἀληθῆ θεὸν νουνεχῶς
10μετεκέντρισεν. ἐπὶ τούτοις ὁ Ἰσραὴλ τὴν Αἴγυπτον φεύ‐ γει διὰ τῆς ἐρυθρᾶς, ὁ δὲ Φαραὼ ὑποβρύχιος γίνεται· καὶ ὁ Μωϋσῆς τῷ Ἰσραὴλ ἡγούμενος, μετὰ χεῖρας τὴν θαυματοποιὸν ῥάβδον ἔχων, καὶ μετὰ μικρὸν αὐτὴν ἐμ‐ βάλλων τῷ ὕδατι, καὶ μεταβάλλων αὐτοῦ τὴν πόσιν
15τοῖς μὴ μεταβαλλομένοις τὴν γνώμην· μετὰ τοῦτο πά‐ λιν ὁ Ἰσραὴλ ἐφ’ ἁμάξης τὴν πολύκρουνον πέτραν φέ‐ ρων· ὥσπερ ζημίαν ἡγούμενοι, ἂν μὴ μεθ’ ἑαυτῶν τὸν ἔλεγχον τῆς σφετέρας ἀπιστίας φέρωσι· ταύτης γὰρ οὐκ ἀφιστάμενοι, οὐδὲ τῆς στηλιτευούσης ταύτην πέτρας δι‐
20ΐστανται· εἶτα τούτοις τὴν αἰτηθεῖσαν Αἰγυπτιακὴν τρο‐ φὴν ὁ γραφεὺς δίδωσι, καὶ σοφῶς καὶ εὐστόχως, εἴπερ ἐν ἄλλῳ τῷ πηλῷ τε καὶ χρώμασιν ἐν ταύταις ἐχρήσα‐ το· τοιαῦται γὰρ αὗται τῷ τε μάννα καὶ τοῖς ἑτέροις συνεξεταζόμεναι· πρὸς δὲ καὶ ἵν’ ἐσθίοντες τοῦ πηλοῦ
25καὶ τῆς πλινθίας ἀναμιμνήσκωνται, καὶ οἷς μοχθοῦν‐ τες οἱ ἄθλιοι, τοιούτοις ἐτρέφοντο· καὶ ἁπλῶς εἰπεῖν, ὁπόσα τύποι καὶ ὑπογραμμοὶ τοῦ θείου βαπτίσματος, πάντα τῷ γραφεῖ ἐκεῖ καταγέγραπται· ἀλλ’, ὦ γραφεῦ, τίνος χάριν τὰς γραφὰς ταύτας ᾖρας ὑψοῦ καὶ πρὸς τῇ
30ὀροφῇ, ἀλλ’ οὐ τοῖς τοίχοις κάτω ἐνέγραψας, τί σοι τὸ πρᾶγμα βούλεται; τί τὸ τοῦ τόπου σοι ἀπλησίαστον;
ὑποτοπάζω σου τὸ μηχάνημα· οὐ τηνάλλως ἐπιβάλλω643

1

.

644

τοῖς σοῖς σκαιωρήμασιν, οὔ με τὸν Θεμιστοκλέα λάθοις, ὦ Ἄπολλον· σὺ μὲν ἀνεῖλες λοξὰ, ἐγὼ δὲ καταξανῶ σου τὸ αἴνιγμα· ἄκουε δή· οἶσθα τὴν μὲν σὴν τέχνην, ἀπα‐ τῶσαν μὲν ὄψιν, ἡττωμένην δ’ ἁφῆς· τὰ δὲ σὰ τοῖς
5χρώμασι πεπλασμένα ὕδωρ καὶ πῦρ, τὰς φύσεις ἀντα‐ μειψάμενα, καὶ τὸ μὲν κατάξηρον ὂν, τὸ πῦρ δὲ ὑπέρ‐ ψυχρον, ἔνθεν τι καὶ τῆς μὲν ἁφῆς τὰ σὰ στοιχεῖα διέ‐ στησας, ἵν’ ἀποδραπετεύῃ τὸν ἔλεγχον, τῇ δ’ ὄψει μόνῃ ἀπήρτησας, ἵν’ ἀπατᾷν καὶ ἀληθῶς ταύτῃ κρίνηται· ἔχω
10σου πάντως τὸν νοῦν· οὐκ ἀποτυγχάνω σου τοῦ σκοποῦ, ἀλλ’ ἐπαινῶ σε τῆς τέχνης, δι’ ἧς τοιαῦτα ταύτῃ μιμῇ· ὑπερεπαινῶ σε τῆς ἐπινοίας, ἐν ᾗ τῇ τέχνῃ σαυτῷ τε καὶ τῷ διὰ πάντων κεχαρισμένῳ τούτῳ ναῷ οὐ τὸν τυχόντα περιῆψας ἢ σμικρὸν ἔπαινον.
15tCap. XIII.
15tΘέσις, εἰ γεωργίᾳ χρηστέον.
16 Ὁ τὸ συνέχον καὶ συνιστὰν τὸν ἡμέτερον βίον ζη‐ τῶν τὴν γεωργίαν εἰς νοῦν λαβέτω μοι· αὕτη γὰρ μετὰ τὰς ἄνωθεν ψήφους ἡμῖν τὸ εἶναι κεχάρισται· ἥτις πρόσ‐ ταγμα μὲν τοῦ δημιουργοῦ ἐκ τῶν ἀγράπτων καθέστη‐
20κεν, ἔργον δὲ ἄνωθεν παρ’ αὐτοῦ δεδομένον τἀνθρώπῳ· ἐργάτης γὰρ καὶ οὐκ ἄλλου τινὸς πλασθεὶς ὁ ἄνθρω‐ πος, πλὴν τοῦ παρ’ ἐκείνου ὑπὲρ αὐτῆς φυτευθέντος περιᾳδομένου παραδείσου τέτακται, ἐν ᾧπερ ἔργον οὐ‐ δὲν ἕτερον, ἢ πάντως γεωργία καθέστηκεν· εἰ δὲ κτί‐
25σμα μεῖζον οὐδὲν τοῦ ἀνθρώπου, ἔργον δ’ οὐδὲν ἕτε‐ ρον ἢ γεωργία παρὰ τοῦ δημιουργοῦ τούτῳ δεδώρηται,
καὶ ταῦτ’ οὔπω πταίσαντι, τῇ τε δηλαδὴ τοῦ δωρουμέ‐644

1

.

645

νου ὑπεροχῇ καὶ τῇ τοῦ δεχομένου ἀξίᾳ, πάντων ἔργων ὑπερκεῖσθαι ἰσχυρῶς ἡ γεωργία ἐλέγχεται· καὶ παρ’ ἀνθρώποις τὸ καλὸν τοῦτο πολιτευόμενον, τί τῶν λυσι‐ τελῶν οὐκ ἐργάζεται; πρῶτον μὲν ὅσον τὸ καθ’ αὑτὴν
5ἀθανάτους τοὺς θνητοὺς ἀπεργάζεται, τὸ ζῇν πᾶσι ζώ‐ οις παρεχομένη, εἴπερ διὰ μὲν τῆς ζωῆς τὸ ἀθάνατον περιγίνεται, διὰ δὲ τὸ ζῇν τὸ φαγεῖν, τὰς δὲ τροφὰς ἡ γεωργία παρέχεται, ζῇν δὲ παρασχοῦσα καὶ καλῶς ζῇν προσαπένειμε, σοφοὺς ἡμᾶς ἀπεργαζομένη, δι’ ὧν
10γὰρ αὕτη τῶν πρὸς χρείαν πάντων εὐπορεῖν δίδωσιν, ἐπιστημῶν καὶ τεχνῶν καὶ παντοίων ἐπιτηδευμάτων ἀκω‐ λύτως ἀντέχεσθαι προξενεῖ· ἡ γὰρ ἐκείνων ἀπορία τῶν τοιούτων καλῶν πάντων κώλυμα· ἐπείπερ τοῖς ταύτης δωρήμασι λήξασι συλλήξαιεν ἂν καὶ πᾶν ὅ τι κάλλι‐
15στόν τε καὶ χρησιμώτατον· σὺν τούτοις δὲ καὶ ἀνδρίας ἡ γεωργία σοι πρόξενος· εἰ γὰρ ἐξ ἀτροφίας ἀσθένεια καὶ νέκρωσις τοῖς σώμασι περιγίνεται, ἐκ τροφῆς δηλο‐ νότι ῥώμη τούτοις προσγίνεται· τὸ μέγιστον σπουδαίους ἡμᾶς ἡ γεωργία ἐργάζεται· οἷς γὰρ τἀναγκαῖα πάντα
20παρεχομένη τῶν σωματικῶν ἡμᾶς ἀπαλλάττει φροντί‐ δων, αἵπερ πρὸς ἀρετὴν πολλάκις πρόσαντες γίνονται, φιλοσοφεῖν ἀκωλύτως παρέχεται· εἰ δὲ πρόσταγμα γεωρ‐ γία τοῦ κρείττονος, ἔργον δὲ τῷ τῶν ἁπάντων κτισμά‐ των τιμιωτάτῳ, πρώτως παρὰ τοῦ δημιουργοῦ δεδο‐
25μένον, σοφίαν δὲ καὶ ἀνδρίαν ἐργάζεται, ζωῶν δὲ καὶ ἀμφοτέρων αἴτιος φαίνεται, πῶς οὐ τὸ πᾶν αὕτη συν‐ έχει καὶ πάντων ὑπέρκειται; Ναί φησιν, ἀλλ’ ἡ γεωρ‐ γία ἔσθ’ ὅτε ζημίας παραίτιος γίνεται· στοιχείων ἀνω‐ μαλία τὰ τοιαῦτα οὐ γεωργία ἐργάζεται· πλείστου γὰρ
30αὐχμοῦ ἢ ὄμβρου ῥαγδαίου ἐπικρατήσαντος, ἢ ἀνέμων δυσπνοίας ἢ τοιαύτης ἄλλης ἐκτροπῆς ἐπεισπεσούσης,
τὰ δεινὰ ταῦτ’ εὐθὺς εἰσκωμάζει, ὧν πάντων οὐχ ἡ γεωρ‐645

1

.

646

γία, ἀλλὰ τὰ στοιχεῖα αἴτια πάντως καθέστηκεν, ὥστε ἔλαθες σαυτὸν γεωργίᾳ προφέρων, ἃ στοιχείων ἀδική‐ ματα πέφυκε. δοκεῖς δέ μοι ὁ ταῦτα λέγων ῥᾳδίως καὶ τῷ τρώσαντι συγχωρήσας τὸν ἀδίκως παρ’ ἐκείνου τρω‐
5θέντα ἐλέγχειν, καὶ τὸν φονέα παραδραμὼν ἐγκαλεῖν τῷ κειμένῳ, ὅτι ἀδίκως πεφόνευται· καὶ ἁπλῶς τὸν ἀδικηθέντα δίκας εἰσπράττειν, ὅτι ἠδίκηται· ἄλλ’ οὔτε τὰ τοῦ πράξαντος πλημμελήματα τῷ παθόντι προσανα‐ θεῖναι δίκαιον, καὶ ἄλογον, εἰ τῇ γεωργίᾳ τὰς ἐκτρο‐
10πὰς τοῦ καιροῦ λογιούμεθα· εἰ δὲ καὶ γεωργίαν ταῦτα θησόμεθα, οὐ περὶ τοῦτο ἀργίαν αὐτῆς καταψηφίζε‐ σθαι δίκαιον, οὐδὲ γάρ τις τοῦ βαδίζειν ἐπαύσατο καὶ ἀκίνητος πάντη μένειν ἠγάπησεν, ὅτι βαδίζων προσέ‐ πταισε, καὶ τὸν ὀφθαλμὸν ἢ τὴν χεῖρα τυχὸν ἐξέκοπτεν·
15οὐδέ τις ἀτροφίαν πᾶσαν στέργει καὶ ἄσιτος πάντη κά‐ θηται, ὅτι τινὰ ἐσθίοντα ψιχὸς παρεμπεσούσης ἀπελ‐ θεῖν ἔγνωκεν· οὐ γὰρ ὅτι τοῖς πράγμασι δυσχερῆ τινα πρόσεστι, διὰ τοῦτ’ ἀποστατέον αὐτῶν, ἀλλὰ μάλισθ’ ὅτι χρήσιμα ἀνθεκτέον ἐκείνων, τῶν ἐπισυμβαινόντων
20αὐτοῖς δυσχερῶν ὀλίγα φροντίζοντας· εἰ δὲ πᾶσι μὲν πράγμασι δυσχερῆ τινα πρόσεστι, πάντα δὲ πράττομεν ἄνθρωποι πρὸς μὲν τὸ χρήσιμον ἐκείνων ὁρῶντες· περὶ δὲ τοῦ τέλους αὐτῶν τὰς ἐλπίδας χρηστὰς τρέφοντες, τοσούτῳ γεωργίας μάλιστα πλέον πάντων ἀντιληπτέον
25ἐστὶν, ὅσῳ καὶ πάντων λυσιτελέστατον πέφυκε. Ναί φησιν, ἀλλὰ τοὺς πλουσίους πένητας ἡ γεωργία ἐργά‐ ζεται. Ἀφορίας ταῦτα τἀπίχειρα, καὶ καιροῦ οὐ γεωρ‐ γίας τὰ συναντήματα· σὺ δ’ ἔοικας κατηγορεῖν γεωρ‐ γίας, ὅτι μὴ καὶ καιρῶν αὐτῶν βασιλεύει, καὶ τὰ ἄστατα
30φύσει ὅτι οὐκ ἐπὶ τοῖς αὐτοῖς μένειν παρασκευάζειν δε‐ δύνηται· ἔα τοὺς καιροὺς ἐκτρέπεσθαι καὶ μεταβάλλειν
συχνὰ, ὅτι τοῦτο φύσις αὐτοῖς, μὴ ζήτει παρὰ γεωρ‐646

1

.

647

γίας, ἃ τῆς γεωργίας ἀφέστηκε, μὴ ἄλλα διάβαλλε δι’ ἀλ‐ λότρια πταίσματα, καὶ καιρῶν τὴν πενίαν προξενούντων, γεωργία μὴ κακιζέσθω σοι ὡς τοὺς μετερχομένους δῆθεν ἐκτρίβουσα, οὐ μὴν, ἀλλὰ καὶ πλοῦτον μᾶλλον οἶδεν ἡ
5γεωργία οὐ πενίαν χαρίζεσθαι· καιρῶν γὰρ προελθόντων ἐπηρείαις ἀνταγωνίζεται, καὶ ἅπερ καιροῦ ἀταξία καὶ ὕβρις διελυμήνατο, ταῦτα γεωργία ἐπανεσώσατο, τοῖς ἑαυτῆς φαρμάκοις ἐξιωμένη, οὓς ἡ τῶν στοιχείων ἀνω‐ μαλία τραυματίας ἀπέδειξε· πῶς οὖν πενίας ἐργάτης,
10ἢ πενίας ὀλετὴρ πέφυκεν; εἰ δὲ πενίας ἡ γεωργία φθο‐ ρεὺς, πλούτου δηλαδὴ πρόξενος. Ναί φησιν, ἀλλ’ ἐργῶ‐ δες τὸ πρᾶγμα, ἐργῶδες, καὶ ποίας ἀποδημίας στέλ‐ λεσθαι προξενεῖ, ἢ πόσας χώρας καὶ λιμένας μεταμεί‐ βειν ἀναγκάζει ἡ γεωργία; οὐκ ἔνθα οἰκεῖς, ἐκεῖ σοι
15καὶ ταύτην ἐργάζεσθαι πρόκειται; ὅπου γὰρ ἐνδιαιτᾷ γῇ· ἔνθα δὲ γῆ, γεωργεῖν ἔξεστι· τί δέ; ἀποδημεῖς μὲν οὐδαμῶς, πονεῖς δὲ περὶ τὴν ἐργασίαν αὐτῆς, καὶ μὴν βοῦς μὲν τὸν αὐτῇ προσόντα πόνον ὑφίσταται, σὺ δ’ οὐδὲν ἢ τοὺς καρποὺς συγκομίζῃ· καὶ νεφέλαι μὲν
20ἄρδουσι, σὺ δὲ τὰς ἀποθήκας πληροῖς, καὶ ἥλιος καὶ ἀὴρ ἅμα γῆν συνεκτρέφουσι, σὺ δ’ ἀπολαύεις αὐτῶν· ὥστε πῶς ἐργῶδες, ὃ μηδὲ ὅτι γε πόλεμον οὐδένα σοι προξενεῖ, ἀλλὰ καὶ μετὰ ῥᾳστώνης ὅτι πολλῆς πάντ’ ἀγαθὰ δίδωσιν· εἰ δ’ ἔτι φιλονεικεῖς, ὡς ἐργῶδες ἡ
25γεωργία, χάρις σοι τοῦ ὑπερφυοῦς ἐγκωμίου, ὅπερ πλέ‐ κων νῦν αὐτὴν ἀναδεῖς, εἰ γὰρ τἀγαθὰ πάντα πόνῳ προσγίνεσθαι σαφῶς μεμαρτύρηται, καὶ ἱδρώτων ἄνευ τῶν χρηστῶν οὐδὲν ἀναφαίνεσθαι πᾶσιν ἀνωμολόγηται, πῶς πόνοις σὺ τὴν γεωργίαν κατορθοῦσθαι λέγων οὐκ
30ἐναργέστατα βεβαιοῖς, ὅτι τῶν χρηστῶν ἓν καὶ αὐτὴ πέφυκεν· ὥστε δι’ ὧν πειρᾷ διαβάλλειν τὴν γεωργίαν, δι’ αὐτῶν ἐπαίρων ταύτην σαυτὸν λανθάνεις· καὶ οἷς
προτείνεις ἐπαινέτης ταύτης ἀντὶ κατηγόρου γινόμενος647

1

.

648

οὐκ αἰσθάνῃ· εἰ μὲν οὖν ἐπαινέσων μὲν γεωργίαν, συν‐ ηγορήσων δ’ ἐμοὶ, ἄνθρωπε, νῦν ἀνέστης, τί σχῆμα ἀνέβαλες ἀντιλέγοντος, καὶ πρόσωπον κατηγοροῦντος ὑπέδυς, καὶ οὐ ταῦτα μεταβαλὼν, καὶ τὴν σκηνὴν ῥί‐
5ψας, καθαρῶς συνεπαινεῖς μοι τὴν γεωργίαν, οὐδέσιν ἄλλοις ἢ τούτοις αὐτοῖς, ἃ προτείνεις νῦν, χρώμενος· εἰ δὲ τοὐναντίον κατηγορήσων μὲν αὐτῆς, ἐμοὶ δ’ ἀν‐ τερῶν, ἕτερα προβαλοῦ, ἃ νῦν ἀνθυποφέρεις παρεὶς, ὡς οὐ ψόγους, ἀλλὰ μεγίστους ἐπαίνους γεωργίας τυγ‐
10χάνοντα, καὶ εἰκότως αὐτὴν ἐπαινεῖς, ἐπαινετὸν γὰρ γεωργία καὶ λυσιτελέστατον, ὡς οὐδὲν ἕτερον· τοῦ κρείττονος πρόσταγμα γὰρ, καὶ πρῶτον ἔργον ἀνθρώ‐ πῳ, καὶ ἀρετὰς πάσας παράγουσα, καὶ πλοῦτον διδοῦ‐ σα, καὶ τοῖς ψέγειν αὐτὴν πειρωμένοις, μὴ ὅτι γε χώ‐
15ραν οὐδεμίαν ἐῶσα, ἀλλὰ καὶ ὅσων ἐπαίνων παρ’ ἐκεί‐ νων τυγχάνουσα· διά τοι τοῦτο καὶ ἀντιληπτέον πάσης
γεωργίας ἐστίν.648