TLG 0598 010 :: RHETORICA ANONYMA :: In librum περὶ ἰδεῶν RHETORICA ANONYMA Rhet. In librum περὶ ἰδεῶν Citation: Volume — page — (line) | ||
7.77(1t) | ΚΕΦΑΛΑΙΑ ΤΟΥ αʹ ΒΙΒΛΙΟΥ ΤΩΝ ΙΔΕΩΝ. | |
2 | Μέρη ἐστὶν ὀκτὼ, ἐξ ὧν ἑκάστη ἰδέα γίνεται καὶ πᾶς λόγος, αʹ. ἔννοια, οἷον ἐπιχείρημα· βʹ. μέθοδος, ἥτις ἐστὶν σχῆμα τῆς διανοίας· γʹ. λέξις. δʹ. σχῆμα, ὅ ἐστιν | |
---|---|---|
5 | τῆς λέξεως δηλονότι. εʹ. κῶλα. ϛʹ. συνθήκη. ζʹ. ἀνά‐ παυσις. ηʹ. ῥυθμός. | |
7t | Τάξις τῶν ηʹ μερῶν τῆς δυνάμεως. | |
8 | αʹ. Ἔννοια πρῶτον, ὃ καὶ ἰσχυρότατον. βʹ. λέξις. γʹ. σχῆμα τῆς λέξεως. δʹ. μέθοδος, ἥτις ἐστὶν ἐννοίας σχῆ‐ | |
10 | μα. ἐν δὲ τῇ δεινότητι πρώτην ἔχει τάξιν κατὰ δύναμιν ἡ μέθοδος. εʹ. συνθήκη καὶ ἀνάπαυσις καὶ ῥυθμός· ἐν δὲ τῇ ποιήσει οὐ τὴν τελευταίαν ἔχει τάξιν. Ἰδέαι εἰ‐ σὶν ζʹ. γενικαὶ μὲν γʹ. εἰδικαὶ δὲ δʹ. σαφήνεια, ᾗ ἐναν‐ τία ἀσάφεια· μέγεθος, ᾧ ἐναντίον εὐτέλεια· ἐπιμέλεια, | |
15 | κάλλος, ᾧ ἐναντίον τὸ ἀμελές· μέχρι δὲ τοῦ κάλλους τὸ αʹ βιβλίον· γοργότης, ᾗ ἐναντίον τὸ ἀργὸν καὶ ὕπτιον· ἦθος, ἀλήθεια, ἣν καὶ διάθετον καλεῖ καὶ ἔμψυχον, καὶ ἡ δεινότης. Σαφηνείας εἴδη βʹ. καθαρότης, ᾗ ἐναντίον περιβολὴ, εὐκρίνεια, ᾗ ἐναντία σύγχυσις. μεθόδου εἴδη ϛʹ. | |
20 | σεμνὸν, ᾧ ἐναντίον ἀσάφεια· περιβολὴ, ᾗ ἐναντίον κα‐ θαρότης· τραχύτης, ᾗ ἐναντία γλυκύτης καὶ ἐπιείκεια. λαμπρότης, ᾗ ἐναντίον γοργότης, καὶ τὸ κομματικὸν καὶ διαλεκτικόν· ἀκμὴ, ᾗ ἐναντίον γλυκύτης καὶ ἐπιείκεια κα‐ τὰ τὴν ἔννοιαν, αἳ καὶ σφοδρότητι καὶ τραχύτητι ἐναν‐ | |
25 | τιοῦνται. κατὰ δὲ τὰ λοιπὰ τὸ κομματικὸν καὶ διαλεκτι‐ | 77 |
7.78 | κὸν καὶ γοργὸν, ἃ καὶ τῇ λαμπρότητι ἐναντία ἐστίν· σφοδρότης, ᾗ ἐναντίον γλυκύτης καὶ ἐπιείκεια, αἳ καὶ τῇ τραχύτητι καὶ τῇ ἀκμῇ εἰσιν ἐναντίαι. Τοῦ ἤθους εἴδη δʹ. ἐπιείκεια, ᾗ ἐναντία τραχύτης· ἀκμὴ, σφοδρότης, ἀφέ‐ | |
5 | λεια, ᾗ ἐναντίον σεμνότης· τὸ ἀληθὲς καὶ ἐνδιάθετον, βαρύτης, ἥτις αὐτὴ μὲν καθ’ ἑαυτὴν οὐ θεωρεῖται, συν‐ ίσταται δὲ ἔκ τε ἀφελείας καὶ ἐπιεικείας καί τινος τῶν ἄλ‐ λων ἠθικῶν. Ἀφελείας εἴδη βʹ. γλυκύτης, ᾗ ἐναντία τρα‐ χύτης καὶ ἀκμὴ καὶ σφοδρότης· δριμύτης· τὴν γλυκύτη‐ | |
10 | τα δὲ ἐπίτασιν εἶναι τῆς ἀφελείας φασίν. ἰδέαι ἄτομοι δʹ. κάλλος, γοργότης, ἀλήθεια· περὶ δὲ ταύτης οὐδὲν δι‐ δάσκει ὅλως, ἔοικεν οὖν ἡμαρτῆσθαι ἡ τῶν ἀτόμων ἰδεῶν ἀπαρίθμησις· δεινότης. | |
14t | Περὶ κοινωνίας καὶ διαφορᾶς τῶν ἰδεῶν τοῦ | |
15t | αʹ τόμου. | |
16 | Καθαρότης τίσι κοινωνεῖ; τῇ εὐκρινείᾳ, λέξεσι ταῖς κοιναῖς, καὶ μὴ τροπικαῖς, κώλοις καὶ τοῖς κομματικοῖς, συνθήκῃ, ἀναπαύσει, ῥυθμῷ· κεχώρισται δὲ αὕτη τοῖς λοιποῖς τρισὶ, τῇ ἐννοίᾳ, τῇ μεθόδῳ καὶ τοῖς λοιποῖς | |
20 | σχήμασι. Καθαρότης τίσι κοινωνεῖ; τῇ σεμνότητι, σχή‐ μασι, κώλοις, ἀναπαύσει, συνθήκῃ ἐν μέρει· ἀλλ’ ἐν μὲν καθαρότητι οὐ βέβηκεν. ἐν δὲ σεμνότητι βέβηκε, κοινω‐ νεῖ μόνῳ τῷ ἵστασθαι τὸν λόγον ἐπί τινος τῶν οἰκείων ποδῶν τῇ ἰδέᾳ· σχήματι ποίῳ; τῇ ὀρθότητι· κώλοις | |
25 | ποίοις; τοῖς μικροῖς καὶ κομματικοῖς· ἀναπαύσει ποίᾳ; τῷ ἱστάναι τὸν λόγον ἐπί τινος τῶν οἰκείων ποδῶν τῇ ἰδέᾳ κατὰ τοῦτο μόνον. συνθήκῃ κατὰ τί; κατὰ μόνην τὴν σύγκρισιν τῶν φωνηέντων. Πόσαι ἰδέαι τοῦ μεγέ‐ θους; κατὰ τί μὲν κοινωνοῦσιν ἀλλήλαις, κατὰ τί δὲ | |
30 | χωρίζονται; αʹ. τραχύτης. βʹ. λαμπρότης. γʹ. ἀκμὴ, | |
σφοδρότης· τραχύτης κοινωνεῖ τῇ ἀκμῇ ἐννοίᾳ, λέξει· | 78 | |
7.79 | τραχύτης, καθαρότης καὶ σεμνότητι κοινωνεῖ συν‐ θήκῃ, συγκρούσει γὰρ χαίρει τῶν φωνηέντων· τραχύτης κοινωνεῖ τῇ σφοδρότητι, ἐννοίαις ταῖς ἐπιτιμητικαῖς καὶ ἐλεγκτικαῖς· διαφέρει δὲ τῷ τὴν μὲν τραχύτητα κατὰ μει‐ | |
5 | ζόνων εἶναι προσώπων, τὴν δὲ σφοδρότητα κατὰ ἐλαττό‐ νων, ἢ καὶ καθ’ ὧν οἱ ἀκούοντες ἡδέως δέξαιντο· μεθό‐ δῳ, λέξει τῇ τροπικῇ, καὶ ἀφ’ ἑαυτῆς τῇ σκληρᾷ συνθή‐ κῃ, ἀναπαύσει, ῥυθμῷ· διαφέρει δὲ σχήμασι, κώλοις. Λαμπρότης κοινωνεῖ τῇ καθαρότητι, σχήματι τῷ κατὰ | |
10 | ἀπόστασιν· διαφέρει δὲ τῷ πλαγιασμῷ καὶ τοῖς ἄλλοις. ἀκμὴ καθ’ ἑαυτὴν οὐκ ἔχει ὑπόστασιν, ἀλλ’ ἡ μίξις τῶν ἀπὸ τῆς τραχύτητος καὶ σφοδρότητος καὶ τῶν ἀπὸ τῆς λαμπρότητος ποιεῖ τὴν ἀκμήν. ἀκμὴ τίνας ἐννοίας ἔχει καὶ μεθόδους; τῆς τραχύτητος καὶ σφοδρότητος. Λέξιν | |
15 | τίνος; τραχύτητος καὶ σφοδρότητος καὶ λαμπρότητος· περιβολὴ κοινωνεῖ τῇ εὐκρινείᾳ διὰ τῆς τοῦ κατ’ ἄθροι‐ σιν προσλήψεως· καὶ τῷ χωρισμῷ· περιβολὴ κοινωνεῖ εὐ‐ κρινείᾳ καὶ ἀφελείᾳ κατὰ τὸ σχῆμα τὴν ἀπαρίθμησιν· ἀλλ’ εἰ μὲν ταχεῖαν λάβοι τὴν ἀνταπόδοσιν, ἔσται εὐκρι‐ | |
20 | νὲς καὶ ἀφελὲς τὸ σχῆμα· εἰ δὲ διὰ μακροῦ, περιβλητι‐ κόν· κάλλος κοινωνεῖ τῇ καθαρότητι κατὰ τὴν λέξιν καὶ τὸ σχῆμα τὸν μερισμόν· κάλλος κοινωνεῖ τῇ περιβολῇ κα‐ τὰ τὸ σχῆμα τὸν μερισμόν. ἀλλ’ ἐν μὲν τῷ κάλλει κατὰ συζυγίαν γίνεται, ἐν δὲ προβολῇ διὰ μακροῦ ἀποδέδοται. | |
25 | κάλλος κοινωνεῖ λαμπρότητι καὶ σφοδρότητι καὶ ἀκμῇ τῷ κατὰ ἀναίρεσιν σχήματι. | |
27t | Περὶ κοινωνίας καὶ διαφορᾶς τοῦ τόμου τοῦ βʹ. | |
28 | Γοργότης κοινωνεῖ τῇ καθαρότητι κατὰ ἀνάπαυσιν, εἰς τροχαϊκοὺς πόδας καταλήγουσα· γοργότης κοινωνεῖ | |
30 | τῇ εὐκρινείᾳ, τῷ κατὰ μερισμὸν σχήματι καὶ κατὰ ἀνά‐ | 79 |
7.80 | παυσιν τὴν εἰς τροχαϊκοὺς πόδας καταλήγουσαν· γοργό‐ της κοινωνεῖ τῇ ἀκμῇ κατὰ τὸ ἀσύνδετον· ἀλλ’ ἐν μὲν ἐκείνῃ μηκύνεται, ἐν δὲ τῇ γοργότητί ἐστιν κομματικὸν, γοργότης κοινωνεῖ τῇ περιβολῇ κατὰ σχῆμα τὸ ἐπιτρέχον | |
5 | καὶ κατὰ τὴν ὑποστροφὴν καὶ κατὰ τὸν μερισμόν· ἀλλ’ ἐν περιβολῇ μὲν διὰ μακροῦ ἀποδίδοται, ἐν δὲ γοργότητι δι’ ἐλαχίστου· γοργότης κοινωνεῖ τῷ κάλλει κατὰ τὸ σχῆ‐ μα τὸν μερισμὸν, ἀλλ’ ἐκεῖ μὲν κατὰ συζυγίαν γίνεται, ἐν δὲ τῇ γοργότητι ἄλλως κοινωνεῖ καὶ κατὰ τὴν ἀνα‐ | |
10 | στροφήν· ἔτι κοινωνεῖ τὸ κάλλος καὶ κατὰ ἀνάπαυσιν. ἀφέλεια κοινωνεῖ τῇ καθαρότητι κατ’ ἔννοιαν, κατὰ μέ‐ θοδον, κατὰ πλείους λέξεις, κατὰ σχῆμα, κατὰ κῶλον, κατὰ συνθήκην. ἀφέλεια κοινωνεῖ τῇ σεμνότητι κατὰ ἀνά‐ παυσιν τὴν βεβηκυῖαν καὶ τὸν ῥυθμόν· γλυκύτης κοινω‐ | |
15 | νεῖ τῇ καθαρότητι κατὰ μέθοδον, κατὰ σχῆμα· γλυκύτης κοινωνεῖ τῇ ἀφελείᾳ κατὰ μέθοδον καὶ κατὰ σχῆμα καὶ κατὰ λέξιν, τὴν ἰδίαν τῆς ἀφελείας οὖσαν παρὰ τὴν κα‐ θαράν· γλυκύτης κοινωνεῖ τῷ κάλλει κατὰ ἔνια τῶν σχη‐ μάτων καὶ κατὰ τὴν συνθήκην· γλυκύτης κοινωνεῖ τῇ | |
20 | σεμνότητι κατὰ τὸ πλεονάζον τοῖς αὐτοῖς ἐν τῇ συνθήκῃ ποσίν. γλυκύτης κοινωνεῖ τῇ σεμνότητι ἅμα καὶ ἀφελείᾳ κατὰ τὴν ἀνάπαυσιν τὴν βεβηκυῖαν καὶ τὸν ῥυθμόν. Ἰδέαι εἰσὶν ζʹ. σαφήνεια, μέγεθος, κάλλος, γοργότης, ἦθος, ἀλήθεια, δεινότης. τούτων γενικαὶ γʹ. σαφήνεια, | |
25 | μέγεθος, ἦθος· αἱ δὲ λοιπαὶ δʹ εἰδικαί· ἄτομοι δὲ κάλ‐ | |
λος, γοργότης, ἀλήθεια, δεινότης· | 80 | |
7.81(1t) | Σύνοψις | |
2t | τῶν περὶ καθαρότητος εἰρημένων. | |
3 | Ἔννοια ἡ πᾶσι κοινὴ καὶ μηδὲν ἔχουσα τοῖς πολλοῖς ἀσαφές· μέθοδος, ὅταν ἐξ αὐτοῦ τοῦ πράγματος ἄρχηται | |
5 | τις ψιλῶς, μηδὲν ἔξωθεν προσλαμβάνων, γένος εἴδει ἢ ὅλον μέρει ἢ ἀόριστον ὡρισμένῳ ἢ ποιότητα πράγματος· λέξις ἡ μὴ τροπικὴ, ἀλλὰ κοινὴ καὶ εἰς ἅπαντας ἥκουσα· σχῆμα τὸ κατ’ ὀρθὴν εἰσαγόμενον πτῶσιν· κῶλα μικρὰ καὶ κόμματα καὶ καθ’ ἑαυτὰ τὴν διάνοιαν ἀπαρτίζοντα· | |
10 | συνθήκη ἡ μηδὲν φροντίζουσα συγκρούσεως φωνηέν‐ των· ἀνάπαυσις ἡ ἰαμβικὴ τροχαϊκὴ καὶ αἱ τούτων κα‐ ταλήξεις. | |
13t | Σύνοψις περὶ εὐκρινείας. | |
14 | Ἔννοιαι αἱ καταστατικαὶ πᾶσαι καὶ εἰς ἀρχὴν | |
15 | ἀνάγουσαι τὸν λόγον καὶ αἱ διατυποῦσαι τὴν τάξιν τῶν μελλόντων λέγεσθαι καὶ αἱ συμπληρώσεις· μέθοδος τὸ κατὰ φύσιν τιθέναι τὰ πράγματα, τὰ πρῶτα πρῶτα, καὶ τὰ δεύτερα δεύτερα, καὶ ταῖς ἀντιθέσεσιν ἐπάγειν τὰς λύσεις· σχῆμα τὸ κατ’ ἄθροισιν καὶ ὁ μερισμὸς καὶ | |
20 | ἡ ἀπαρίθμησις, λέξις, κῶλα, συνθήκη, ἀνάπαυσις καὶ | |
ῥυθμὸς ὁμοίως τῇ καθαρότητι. | 81 | |
7.82(1t) | Σύνοψις τῶν περὶ σεμνότητος. | |
2 | Ἔννοιαι αἱ περὶ θεῶν ὡς περὶ θεῶν καὶ ὡρῶν καὶ σκηπτῶν καὶ τῶν τοιούτων· μέθοδοι αἱ κατὰ ἀπόφασιν καὶ χωρὶς ἐνδοιασμοῦ ἐξ ἀφηγήσεως λεγόμεναι καὶ ἀλ‐ | |
5 | ληγορικαὶ ὅτι διαρκοῖεν, τουτί ἐστιν πληροῖεν τὸν λόγον· λέξις ἡ πλατεῖα καὶ διογκοῦσα τὸ στόμα, ἡ διὰ τοῦ αʹ καὶ ηʹ καὶ ωʹ, καὶ πολὺν ἐπίσχουσα χρόνον ἐν τῇ προ‐ φορᾷ· σχῆμα ὁμοίως τῇ καθαρότητι τὸ κατ’ ὀρθότη‐ τα καὶ αἱ ἐπικρίσεις· κῶλα ὡς ἐν καθαρότητι τὰ βραχύ‐ | |
10 | τερα καὶ κομματικὰ καὶ δίκην ἀφορισμῶν· συνθήκη ἡ συγκρούουσα τὰ φωνήεντα καὶ ἡ διὰ δακτύλων καὶ ἀνα‐ παίστων καὶ σπονδείων ἀνάπαυσις, ἡ ἱστῶσα τὸν λόγον ἐν σπονδείῳ ἢ δακτύλῳ καί τινι τῶν ἄλλων ποδῶν οἰκεί‐ ων τῇ σεμνότητι χωρὶς καταλήξεως. | |
15t | Σύνοψις τῶν περὶ τραχύτητος. | |
16 | Ἔννοιαι αἱ μειζόνων προσώπων ἐπιτίμησιν ἔχουσαι ἀπό τινος τῶν ἐλαττόνων ἀπαρακαλύπτως· μέθοδος τὸ ἀπαρακαλύπτως καὶ ψιλῶς κατ’ ἐπιτίμησιν, ἀλλὰ μὴ ἄλλως· μηδὲ συμπλέκοντα τοῖς λειαίνουσι τὴν ἀκοὴν | |
20 | εἰσάγειν τὰς ἐννοίας· λέξις ἡ τετραμμένη καὶ ἀφ’ ἑαυ‐ τῆς σκληρά· σχήματα τὰ προστακτικὰ καὶ κατ’ ἐρώτησιν ἐλεγκτικά· κῶλα τὰ βραχύτερα καὶ μᾶλλον κομματικά. συνθήκη ἡ σύγκρουσιν φωνηέντων ἔχουσα καὶ ἄρυθμος | |
καὶ ἀνακόλουθος. | 82 | |
7.83(1t) | Σύνοψις τῶν περὶ σφοδρότητος. | |
2 | Ἔννοιαι αἱ ἐπιτομικαὶ καὶ ἐλεγκτικαὶ κατὰ ἐλαττό‐ νων προσώπων καὶ κατὰ ὧν ἂν οἱ ἀκούοντες ἡδέως δέ‐ ξαιντο τὰς λοιδορίας· μέθοδος τὸ ἀπαρακαλύπτως καὶ | |
5 | ψιλῶς λέγειν τὰς ἐννοίας· λέξις ἡ πρὸς πρᾶγμα ὀνομα‐ τοποιουμένη, σχῆμα τὸ κατὰ ἀποστροφὴν καὶ δεικτι‐ κόν· κῶλα τὰ μᾶλλον κόμματα καὶ μηδὲ κόμματα, ἀλλὰ κατ’ ὄνομα λέγεται· συνθήκη ἡ σύγκρουσιν φωνηέν‐ των ἔχουσα καὶ ἄρυθμος, ὡς ἐν τραχύτητι· καὶ | |
10 | ἀνάπαυσις ὁμοίως ἀνακόλουθος. | |
11t | Σύνοψις τῶν περὶ λαμπρότητος. | |
12 | Ἔννοιαι, ὅταν πεποίθησιν ἔχῃ ὁ λέγων, ἐν οἷς ἂν λέγοι διὰ τὸ ἔνδοξον εἶναι ἢ διὰ τὸ καλῶς πεπρᾶχθαι ἢ διὰ τὸ χαίρειν τοῖς λεγομένοις τοὺς ἀκούοντας· μέθοδος, | |
15 | ὅταν προηγουμένως εἰσάγῃς τὰς ἐννοίας, ὅταν ὡς θαῤ‐ ῥῶν καὶ μηδὲν ἐνδοιάζων, ὅταν ἀφηγούμενος μὴ δια‐ κόπτῃς ἀφηγήσεις, ὅταν τὰ ἔνδοξα ἐνδοξοτέρως λέγῃς· λέξεις, αἵπερ καὶ σεμναὶ, αἱ πλατεῖαι καὶ διογκοῦσαι τὸ στόμα καὶ αἱ λοιπαί· σχῆμα τὸ κατ’ ἀναίρεσιν, τὸ | |
20 | ἀσύνδετον, εἰ μηκύνοιτο τὰ κῶλα, ὁ πλαγιασμὸς, καὶ αἱ ἀποστάσεις· συνθήκη, ἀνάπαυσις, ῥυθμὸς, ὡς ἐν σεμνό‐ | |
τητι. | 83 | |
7.84(1t) | Σύνοψις τῶν περὶ ἀκμῆς εἰρημένων. | |
2 | Ἔννοιαι καὶ μέθοδος, αἵπερ εἰσὶ καὶ τραχύτητος καὶ σφοδρότητος, αἱ τῶν μειζόνων προσώπων ἐπιτίμησιν ἔχουσαι καὶ κατὰ ἐλαττόνων ἐπιτιμητικαὶ καὶ ἐλεγκτικαί· | |
5 | μέθοδος τὸ ἀπαρακαλύπτως εἰσάγειν κατ’ ἐπιτίμησιν τὰς ἐννοίας, ὅ ἐστιν τραχύτητος καὶ σφοδρότητος· σχήματα ὅσα καὶ ἐν λαμπρότητι καὶ ἐν σφοδρότητι τὸ κατὰ ἀναί‐ ρεσιν, τὸ ἀσύνδετον, εἰ μηκύνοιτο τὰ κῶλα, αἱ ἀναπαύ‐ σεις· σφοδρότητα δὲ τὸ κατὰ ἀποστροφὴν καὶ τὸ δεικτι‐ | |
10 | κόν· κῶλα, συνθήκη, ἀνάπαυσις, ῥυθμὸς, ὡς ἐν λαμ‐ πρότητι. | |
12t | Σύνοψις τῶν περὶ τῆς περιβολῆς. | |
13 | Λέξις ἰδία οὐκ ἔστιν περιβολῆς· πλὴν εἴ τις τὰς | |
ἰσοδυναμούσας ἑτέραις εἴποι, οἷον τὸ δεσπότης καὶ κύριος, | 84 | |
7.85 | ὅπερ οὐ δοκεῖ αὐτῷ· σχήματα τὰ ἐφελκόμενα ταῖς πρώταις καὶ δευτέρας ἢ τρίτας ἐννοίας· ἥ τε ἀπαρίθμησις καὶ τὸ ἀ‐ παριθμητικὸν καὶ τὸ κατὰ προτίμησιν καὶ τὸ καθ’ ὑπό‐ θεσιν μετὰ μερισμοῦ καὶ οἱ πλαγιασμοὶ καὶ τὸ ἐπιτρέ‐ | |
5 | χον καὶ ἡ ἀπόστασις καὶ οἱ μερισμοὶ διὰ μακροῦ ἀποδι‐ δόμενοι εἶτα τὸ κατὰ ἀναίρεσιν καὶ θέσιν καὶ τὸ ἐξ ἀναιρέ‐ σεως συμπλεκτικὸν καὶ τὸ κατὰ συστροφὴν καὶ ἡ ἐπεμβολή. | |
8t | Σύνοψις τῶν περὶ κάλλους. | |
9 | Ἔννοιαι ἢ μέθοδοι τοῦ τοιούτου κάλλους οὐκ εἰσὶ, | |
10 | πλὴν εἴ τις λέγοι τὴν δριμύτητα· σχήματα αἱ παρισώσεις καὶ αἱ κατὰ κῶλα ἐπαναφοραὶ, ἀλλὰ μὴ κατὰ κόμμα, ἡ ἀντιστροφὴ, εἰ μὴ κατὰ κῶλον λέγοιτο, ἡ ἀναστροφή, ἡ κλίμαξ, αἱ ἀναιρέσεις, οἱ κατὰ συζυγίαν μερισμοὶ, τὸ καθ’ ὑπέρθεσιν ὑπερβατὸν, τὰ καινοπρεπῆ, ἡ διὰ βʹ | |
15 | ἀποφάσεων κατάφασις, τὸ πολύπτωτον· κῶλα τὰ με‐ τρίως μικρότερα καὶ μὴ ἔχοντα σύγκρουσιν φωνηέντων καὶ τὰ ἐξ ἐπιπλοκῆς βραχέα· συνθήκη ἡ ἄνευ συγκρού‐ σεως καὶ ἐγγὺς φωνηέντων. | |
19t | Σύνοψις τῶν περὶ γοργότητος. | |
20 | Ἔννοια γοργότητος οὐκ ἔστιν, εἰ μή τις ἄρα τὰ ὀξέα τῶν νοημάτων γοργὰ λέγοι ταῖς ἀντιθέσεσιν ὁ‐ μοῦ· μέθοδος τὸ ταῖς ἀπαντήσεσι ταχείαις χρῆσθαι καὶ ταῖς ἀντιθέσεσιν ὁμοῦ· σχήματα, τὰ μὲν ἐξαιρούμενα τὴν ὑπτιότητα, οἷον ἐπιστροφήν· ἐξ ἐπεμβολῆς τὸ ἐπι‐ | |
25 | τρέχον, τὰ δὲ ποιοῦντα γοργότητα· οἷον τὰ τμητικὰ, ἅ ἐστιν ταῦτα· τὸ ἀσύνδετον, κομματικὸν, τὸ κατ’ ὄνομα κομματικὸν, αἱ δι’ ἐλαχίστου ἐξαλλαγαὶ, οἱ δι’ ἐλαχίστου | |
μερισμοὶ, τὸ κατὰ ἀναστροφὴν κομματικὸν, αἱ ταχεῖαι | 85 | |
7.86 | συμπλοκαί· συνθήκη ἡ μὴ σύγκρουσιν φωνηέντων ἔχου‐ σα, δεῖ δὲ πλεονάζειν τοὺς τροχαίους· ἀνάπαυσις ἡ εἰς τροχαϊκὸν φύσει καταλήγουσα, καὶ μὴ βεβηκυῖα. | |
4t | Σύνοψις τῶν περὶ ἀφελείας εἰρημένων. | |
5 | Ἔννοιαι αἱ καθαραὶ, αἱ κοιναὶ, καὶ μηδὲν ἔχουσαι βα‐ θὺ μηδὲ περινενοημένον, ἰδίως δὲ αἱ τῶν ἀπλάστων ἠθῶν καὶ ὑπό τι νηπίων καὶ πλησιάζειν δοκοῦσα τῷ εὐ‐ τελεῖ· γίνονται δὲ, ὅταν περὶ εὐτελῶν λέγῃ τις, ἀφελείας ἔννοιαι, καὶ ἀπὸ τῶν ἀλόγων ζώων καὶ φυτῶν καὶ τὸ | |
10 | δι’ ὅρκων πιστοῦσθαι ὁτιδήποτε· μέθοδοι αἱ τῆς καθα‐ ρότητος καὶ τὸ πλεονάζειν τοῖς κατὰ μέρος ἐπεξιόντα· λέξεις αἱ πλείους μὲν τῆς καθαρότητος· εἰσὶ δὲ καὶ ἴδιαί τινες, οἷον τὸ ἀδελφίζειν· σχήματα καὶ κῶλα, οἷα τῆς καθαρότητος καὶ συνθήκης· ἀφελεστέρα δὲ ἡ λελυ‐ | |
15 | μένη· ἀνάπαυσις ἡ βεβηκυῖα. | |
16t | Σύνοψις τῶν περὶ γλυκύτητος εἰρημένων. | |
17 | Ἔννοιαι μυθικαὶ, δεύτεραι αἱ διηγηματικαὶ καὶ μύ‐ θων οὖσαι ἐγγὺς, τρίτον αἱ ὀλίγον τοῦ μυθικοῦ κοινω‐ νοῦσαι· ἐπὶ τούτοις ὅσα ταῖς αἰσθήσεσιν ἡμῶν ἐστιν, | |
20 | ἡ ἰδέα ποιεῖ γλυκύτητα καὶ τοῖς ἀπροαιρέτοις προαιρε‐ τικὸν περιτιθέναι· μέθοδοι αἱ τῆς καθαρότητος, αἵπερ εἰσὶ καὶ τῆς ἀφελείας· λέξις ἡ τῆς ἀφελείας ἰδία παρὰ τὴν καθαρὰν, καὶ ἔτι ἡ ποιητικὴ καὶ μάλιστα ἡ δι’ ἐπιθέτων καὶ ἡ δριμεῖα· σχήματα τὰ τῆς καθαρότητος καὶ | |
25 | ἀφελείας καὶ τοῦ κάλλους· συνθήκη τοῦ κάλλους ἡ ἄνευ συγκρούσεως φωνηέντων καὶ ἐγγίζουσα μέτρα καὶ ἰδία τῶν τῆς σεμνότητος ποδῶν· ἀνάπαυσις ἡ τῆς σεμνότη‐ τος, ἡ βεβηκυῖα καὶ ὁ ῥυθμὸς ὡσαύτως, ὥσπερ ἐν τῇ | |
ἀφελείᾳ. | 86 | |
7.87(1t) | Σύνοψις τῶν περὶ δριμύτητος εἰρημένων. | |
2 | Ἔννοιαι αἱ ἐξ ἐπεμβολῆς βαθεῖαι, ἴσως οὐκ ἔννοιαι, ἀλλὰ μέθοδος, τοῦτό ἐστιν ἀφελείας· τὸ ἁπλῶς καὶ ἀνει‐ μένως λέγειν τὰ περινενοημένα· δεύτερον εἶδος δριμύτη‐ | |
5 | τος, ὅταν κυρίως ἔννοιαν σημαίνῃ λέξις οὐ κυρίως ἐκεί‐ νης οὖσα, τρίτον εἶδος δριμύτητος τὸ καθ’ ὁμοιότητα λέξεως· τέταρτον τὸ ἐκ παρονομασίας, πέμπτον, ὅταν τροπικῇ χρησάμενοι λέξει κατὰ ἀκολουθίαν ἐκείνης ἑτέραν τροπὴν ἐπενέγκωμεν. | |
10t | Σύνοψις τῶν περὶ ἐπιεικείας εἰρημένων. | |
11 | Ὅταν ἑκόντα τις ἑαυτὸν μειονεκτοῦντα δεικνύῃ, δεύτερον εἶδος τὸ τοῖς πολλοῖς ἑαυτὸν συναριθμεῖν, καὶ τὸ διδόναι τι πλέον τῷ ἐχθρῷ καὶ τὸ λέγειν, ὡς παρὰ γνώμην δικάζεται καὶ ἀναγκάσαντος τοῦ ἐχθροῦ καὶ ὅσα | |
15 | ἐστὶν προσώπου συστατικά· ἁρμόττει δὲ ταῦτα ὁμοίως καὶ τῷ φεύγοντι· μέθοδοι τὸ ἑκόντα ἐλαττοῦν τὰ ἑαυτοῦ, καὶ τὰ κατὰ τοῦ ἐχθροῦ μὴ λέγειν σφοδρῶς, ὃ κατὰ δύο γίνεται τρόπους· ἢ γὰρ ἐνδείκνυται, ὅτι ἑκὼν παρίησι τὴν σφοδρότητα ἢ οὔ. καὶ τὸ ἐκ παραλήψεως μέθοδός | |
20 | ἐστιν ἐπιεικείας, ὃ καὶ αὐτὸ κατὰ δύο γίνεται τρόπους· τρίτη μέθοδός ἐστιν ἡ τῆς καθαρότητος καὶ ἀφελείας. λέξις καὶ τὰ λοιπὰ πάντα, ὡς ἐν καθαρότητι καὶ ἀφε‐ λείᾳ· τὸ ψιλῶς ἀφηγεῖσθαι τὰ πράγματα, ἀρχόμενον ἀπ’ αὐτοῦ, καὶ μηδὲν ἔξωθεν συνεφέλκεσθαι· τὴν αὐτὴν δὲ | |
25 | καὶ τῇ ἀφελείᾳ εἶπεν ἀρμόττειν. | |
26t | Σύνοψις τῶν περὶ ἀληθινοῦ λόγου εἰρημένων. | |
27 | Ἔννοιαι αἱ ἀφελεῖς καὶ ἐπιεικεῖς καὶ αἱ σχετλιαστικαί· | |
μέθοδος ὁ σχετλιασμός· γίνεται γὰρ καὶ μέθοδος ὁ σχε‐ | 87 | |
7.88 | τλιασμὸς, ὅταν γένηται περὶ ἔννοιαν μὴ οὖσαν σχετλια‐ στικὴν, ἔστιν δὲ χρῆσθαι καὶ εὐχῇ καὶ τοῖς ἄλλοις ποιοῦ‐ σι τὸ ἦθος, πλὴν μὴ προλέγοντα, ὅτι εὐχῇ χρήσεται, ἢ ὅρκῳ, ἢ ἄλλῃ τινὶ ὀργῇ, φόβῳ, λύπῃ, θαύματι· δεῖ γὰρ | |
5 | μηδὲν τούτων προειπεῖν· ἀλλ’ ἐξαίφνης ἐπὶ τὰ πάθη ὁρ‐ μῆσαι καὶ τῷ πεποιθότως λέγειν, καὶ τῷ τὰς λύσεις τῶν ἀντιθέσεων ἀσυνδέτως καὶ χωρὶς καταστάσεως ἐπάγειν καὶ τῷ μὴ σώζειν τὰς ἀκολουθίας ἐν ταῖς ὀργαῖς, καὶ τῷ ταῖς λοιδορίαις μὴ προειπόντα χρῆσθαι· λέξις ἐν ταῖς | |
10 | ὀργαῖς ἡ τραχεῖα καὶ σφοδρὰ, σχήματα, ἐν ταῖς ἐλεεινο‐ λογίαις ἡ καθαρὰ καὶ ἀφελὴς καὶ γλυκεῖα· σχήματα ἐν ταῖς ἐπιφοραῖς τὰ σφοδρὰ καὶ αἱ ἀποστροφαὶ καὶ τὸ δει‐ κτικὸν καὶ ἡ διαπόρησις καὶ αἱ ἐπικρίσεις καὶ αἱ ἄνευ ἐν‐ δοιασμοῦ καὶ ἡ ἐπιδιόρθωσις καὶ ὁ ἀπόλυτος μερισμός· | |
15 | κῶλα, συνθήκη, ἀνάπαυσις, ῥυθμὸς, πάντα σφοδρὰ, πλὴν εἰ μὴ ἐλεεινολογοίη τις· τότε δ’ ἔστω ἀφελῆ. | |
17t | Σύνοψις τῶν περὶ βαρύτητος εἰρημένων. | |
18 | Ἔννοιαι αἱ ὀνειδιστικαὶ, ὅταν τις εὐεργεσίας ἑαυτοῦ λέγων τὸ μηδενὸς ἢ ἔλαττον ἠξιῶσθαι, ἢ ὅτι καὶ τιμωρίας | |
20 | ἀντὶ τῆς τιμῆς ἠξίωται, ὀνειδίσῃ· γίνεται δὲ πλέον ὀνειδι‐ στικὸς ἐκ παραθέσεως τῶν μηδὲν ἢ μικρὰ εὐεργετησάν‐ των, τυχόντων δὲ ὧν αὐτὸς οὐκ ἠξίωται· καὶ ἐπιεικεῖς ἔννοιαι μεθωδευμέναι γίνονται βαρεῖαι, ὅταν μειονεκτῇ τις ἢ τῶν ἐναντίων ἑαυτὸν ἀξιώσῃ ὀνομάτων ἢ τὸν ἀντί‐ | |
25 | δικον, μέθοδος αἱ εἰρωνεῖαι. μέθοδοι γάρ εἰσιν ἀλλ’ οὐχ ἁπλῶς. σχήματα, ὅταν μὲν ἐφ’ ἑαυτοῦ χρῆται τῇ εἰρω‐ νείᾳ, λαμπρὰν ποιεῖ τὴν βαρύτητα· ὅτε δὲ πρὸς τὸν ἐχ‐ θρὸν, ἧττον βαρὺ καὶ ἀμαυρόν· καὶ τὸ περὶ τῶν ὁμολο‐ γουμένων ὡς ἀμφισβητουμένων ἐρωτᾷν ἐν διαπορήσει | |
30 | βαρὺ καὶ τὸ ἐνδοιάζειν περὶ τῶν ὁμολογουμένων καὶ τὸ ἐπι‐ | 88 |
7.89 | κρίνειν ὡς δεῖ γενέσθαι ὃ βούλει, ἐνδείξασθαι, ὡς οὐ δεῖ· τὰ λοιπὰ ἓξ μέρη οὐκ ἔχει ἡ βαρύτης, μᾶλλον δὲ ἁρμόζει αὐτῇ τὰ ἠθικά. | |
4t | Σύνοψις τῶν περὶ δεινότητος εἰρημένων. | |
5 | Ἔννοιαι παράδοξοι καὶ βαθεῖαι καὶ βίαιοι καὶ αἱ πε‐ ρινενοημέναι, καὶ ἔτι αἱ τὸ μέγεθος ποιοῦσαι πᾶσαι· μέ‐ θοδος ἡ τῇ περινενοημένῃ ἐννοίᾳ ἐοικυῖα, καὶ ὅσαι τὸ μέ‐ γεθος ποιοῦσιν· ἐν δὲ τῷ ὄντι μὲν, μὴ δοκοῦντι δὲ, ἀφελεῖς καὶ ἠθικαὶ, ὡς παρὰ Λυσίᾳ λέξις ἡ ἀξιωματικὴ | |
10 | πᾶσα καὶ μάλιστα ἡ τετραμμένη, ἐν δὲ τῷ ὄντι μὲν μὴ δοκοῦντι δὲ ἡ ἀφελὴς καὶ ἠθική· ἡ δοκοῦσα μὲν μὴ οὖσα δὲ δεινότης τὸ πλεῖστον ἔχει καὶ λέξιν, ὅταν τραχείας ἢ σφοδρὰς ἢ σεμνὰς συμφορήσας λέξεις εἶτα ἐξαγγέλλοι ταύτας ἐπιπο‐ λαίως καὶ κενῶς καὶ σχήμασί τε καὶ κώλοις χρῷτο, ἢ | |
15 | ἅπασι κεκαλλωπισμένοις, ἀκμαίοις τε καὶ σεμνοῖς· σχή‐ ματα, κῶλα, συνθήκη, ἀνάπαυσις, ῥυθμός· ταῦτα πάντα ὅσα σεμνὰ καὶ ἀκμαῖα καὶ λαμπρὰ καὶ περιβλητικά· μά‐ λιστα δὲ σχῆμα ἁρμόζει αὐτῇ καὶ τὸ κατὰ συστροφὴν, ἐν δὲ τῷ ὄντι μὲν μὴ δοκοῦντι δὲ τὰ ἀφελῆ καὶ ἠθικά. | |
20t | Περὶ λόγου πολιτικοῦ. | |
21 | Σημαίνει ὅτι ἐν τῷ πολιτικῷ λόγῳ κατὰ πρῶτον λό‐ γον δεῖ πλεονάζειν τάσδε τὰς ἰδέας· σαφήνειαν, τὸ ἠθι‐ κὸν, ἀληθὲς, γοργότητα, περιβολὴν κατὰ λόγον, τραχύ‐ τητα καὶ σφοδρότητα· κατὰ τρίτον, ἀκμὴν, σεμνότητα, | |
25 | λαμπρότητα· κατὰ τέταρτον, δεινότητα τὴν ἐν μεθόδῳ· τὴν γὰρ ἄλλην ἥκιστα. κάλλος δὲ τὸ κομματικόν· πλεο‐ ναζέτω μὲν ὁμοίως τοῖς πρώτοις, καὶ μάλιστα ὅταν δυ‐ νατῶς ἐξαγγεῖλαί τι δέοι· ἀνέμφατος δὲ καὶ οἷον μὴ φα‐ | |
νερὰ ἔστω ἡ ἐπιτήδευσις. | 89 |