TLG 0598 009 :: RHETORICA ANONYMA :: Σημειῶδες εἰς τὰς εὑρέσεις RHETORICA ANONYMA Rhet. Σημειῶδες εἰς τὰς εὑρέσεις Citation: Volume — page — (line) | ||
7.74(6t) | ΣΗΜΕΙΩΔΕΣ ΕΙΣ ΤΑΣ ΕΥΡΕΣΕΙΣ. | |
7 | Σημείωσαι, ὅτι τοῦ πολιτικοῦ λόγου μέρη εἰσὶ τέσ‐ σαρα, προοίμια, διηγήσεις, πίστεις, ἐπίλογος, ἅπερ μεθο‐ δεύονται ἀπὸ τῶν πρὸ τοῦ πράγματος καὶ ἀπ’ αὐτῶν | |
---|---|---|
10 | τῶν ἐν τῷ πράγματι, καὶ ἀπὸ τῶν μετὰ τὸ πρᾶγμα, καὶ λέγονται προαγῶνες καὶ ἀγῶνες, καὶ μετὰ τοὺς ἀγῶνας. καὶ πάλιν ὀνομάζονται τὰ πρὸ τῆς ὑποθέσεως καὶ τὰ ἐν αὐτῇ τῇ ὑποθέσει καὶ τὰ μετὰ τὴν ὑπόθεσιν· ἐκ τούτων δὲ καὶ τῶν ἐπικαίρων αἱ πίστεις τὸ κράτος εἰλήφασιν. | |
15t | Σύνοψις τοῦ πρώτου τόμου προοιμίων. | |
16 | Σημείωσαι, ὅτι αἱ παρατηρήσεις τῶν ἐξ ὑπολήψεως προοιμίων, αἱ ἐπὶ τοῦ πολιτικοῦ λόγου λαμβανόμεναι, εἰ‐ σὶν αὗται· πρῶτον σκοπεῖν τὸ πρᾶγμα, εἴτε ἀγαθόν ἐστιν εἴτε φαῦλον, δεύτερον τὰς περὶ τὸ πρόσωπον ὑπολήψεις, | |
20 | τῶν δικαζόντων φημὶ, τῶν κατηγορούντων, τῶν ἀπολο‐ γουμένων, τῶν ἐχόντων αὐτὰ τὰ πράγματα· καὶ τὰ ἐγ‐ κλήματα τῶν ἔξωθεν ἐμφαινομένων. πρῶτον τοίνυν ἀπὸ τῶν δικαζόντων ὁμοῦ γενικοὶ τόποι προοιμίων δύο, ἀπό | |
τε τοῦ εἶναι τὸ πρᾶγμα χρηστὸν καὶ μή· δεύτερον ἐκ τῶν | 74 | |
7.75 | κατηγορούντων ὁμοῦ γενικοὶ τόποι προοιμίων καὶ αὐτοὶ ἓξ ἀπὸ ἔχθρας καὶ φθόνου· βασκαίνεται δὲ δόξα ἢ πλοῦτος· ἀπὸ δὲ τῆς ἔχθρας τῶν κατηγορούντων οὐχ ἁπλῶς ἓν γίνεται προοίμιον, ἀλλὰ διάφορα, καὶ δεῖ ποτὲ | |
5 | μὲν παραιτεῖσθαι τὰς ἔχθρας, ποτὲ δὲ ὁμολογεῖν· καὶ ἐκ μὲν τοῦ παραιτεῖσθαι τρεῖς τόποι προοιμίων, ἐκ δὲ τοῦ ὁμολογεῖν εἷς· ἐκ δὲ τῶν ἀπολογουμένων πάλιν ὁμοῦ γε‐ νικοὶ τόποι προοιμίων τρεῖς, ὁ ἀπὸ εὐνοίας καὶ κέρδους, οὓς ποτὲ μὲν παραιτούμεθα, ποτὲ δὲ κατά τινα λόγον | |
10 | ὑποδεχόμεθα, καὶ ὁ ἀπὸ τῶν προσηκόντων, οἷον ἐὰν ὑπὲρ συγγενῶν ποιώμεθα τοὺς λόγους. ἐκ δὲ τῶν ἐχόντων αὐτὰ τὰ πράγματα καὶ τὰ ἐγκλήματα ὁμοῦ γενικοὶ τόποι προοιμίων τέσσαρες, καὶ ἐὰν κατηγορῶμεν, τὰς φύσει προσούσας φαύλας ὑπολήψεις βεβαιώσομεν, ἢ τὰς χρη‐ | |
15 | στὰς διαλύσομεν· ἐὰν δὲ ἀπολογώμεθα, τοὐναντίον ποιή‐ σομεν, τὰς μὲν χρηστὰς βεβαιοῦντες ὑπολήψεις, τὰς δὲ φαύλας διαλύοντες· ἐκ δὲ τῶν ἔξωθεν ἐμφαινομένων γε‐ νικὸς τόπος προοιμίων εἷς, ὅταν λέγωμεν, τί ἂν βούλοιν‐ το τέλος οἱ πολέμιοι καὶ οἱ ἐχθροὶ γενέσθαι· καὶ οὗ‐ | |
20 | τοί εἰσι καὶ οὕτω γίνονται καὶ καλοῦνται οἱ ἐκ τῶν ὑπο‐ λήψεων ἑκκαίδεκα τόποι προοιμίων· ἐκ δὲ τῶν ἐξ ὑπο‐ διαιρέσεως προοιμίων ὁμοῦ γενικοὶ τόποι τρεῖς, ἀπὸ δύο πεπραγμένων ἀδικημάτων, ὧν καὶ τὸ ἕτερον ἀναδέξασθαι δύναται κρίσιν, δεύτερον δὲ, ὅταν περὶ τὸ ἓν πρόσωπον | |
25 | δύο ὑπῶσιν ὑπολήψεις, ἥ τε φύσει προσοῦσα, καὶ ἡ ἐπι‐ γινομένη· τρίτον, ὃ καλεῖται τοῦ ἀθρόου πρὸς τὸ μέλλον ὑποδιαίρεσις· τῶν δὲ ἐκ περιουσίας προοιμίων ὁμοῦ γε‐ νικοὶ τόποι τρεῖς· πρῶτος, ὅταν μικροτέρου κρίνοντες δυ‐ | |
νώμεθα λέγειν, ὅτι ἐδυνάμην καὶ μείζονος αὐτὸν κρίνειν· | 75 | |
7.76 | καὶ πάλιν κατά τινα λόγον ἔτι μείζονος, καὶ τρίτον ὅταν εὐεργετήσας τις τιμωρίας ἀντὶ τιμῆς ἠξίωται. Τὸ ἀπὸ καιροῦ προοίμιον γενικὸν τόπον ἕνα ἐπέχει, καίπερ ὂν ἄφατον καθ’ ὑπερβολὴν τῇ δυνάμει· τὸ ἀπὸ | |
5 | τῶν ἐσχηματισμένων προβλημάτων προοίμιον καὶ αὐτὸ γενικὸν τόπον ἕνα ἐπέχει· τὸ ἀπὸ τοῦ ἀντιθέτου προοί‐ μιον καὶ αὐτὸ γενικὸν τόπον ἕνα ἐπέχει· ὅπερ ἐστὶν ζη‐ λωτὸν καὶ παγκόσμιον καὶ πάντα νοῦν κοσμοῦν· καὶ γὰρ καὶ περιοδικῶς καὶ πνευματικῶς καὶ ποικίλως ἀεὶ | |
10 | συντίθεται· ὁμοῦ δὲ πάντες τόποι τῶν προοιμίων εἰσὶ πέντε καὶ εἴκοσιν· ἑκκαίδεκα μὲν ἐξ ὑπολήψεως, ἐξ ὑπο‐ διαιρέσεως δὲ καὶ ἄλλως ποικίλως ἐννέα. Σημείωσαι δὲ, ὅτι σύγκειται πᾶν προοίμιον ἐκ προτάσεως, ἐκ κατασκευῆς τῆς προτάσεως, ἐξ ἀποδόσεως, ἐκ βάσεως, ἥτις οὐκ ἀεὶ | |
15 | ἐμπίπτει· καὶ εἰ μὲν πολιτικῶς ἐθελήσεις στῆσαι τὸ προ‐ οίμιον, εἰς τὴν ἀξίωσιν ψιλὴν αὐτὸ κατάπαυσον, εἰ δὲ πανηγυρικῶς, πρόσθες καὶ τὴν τῆς ἀξιώσεως αἰτίαν. κῶ‐ λα δὲ προοιμίων ἐν μὲν τοῖς πολιτικοῖς τὰ μακρὰ καὶ σχοινοτενῆ, ἐν δὲ τοῖς παθητικοῖς τὰ συνεστραμμένα καὶ | |
20 | εὔκολα. περιβάλλονται δὲ τὰ προοίμια καὶ διὰ μόνων λέ‐ ξεων καὶ δι’ αὐτῶν τῶν κώλων καὶ κομμάτων· καὶ λοι‐ πὸν αὕτη ἐστὶν, καὶ οὕτω γίνεται καὶ καλεῖται ἡ μικρὰ | |
σύνοψις τοῦ πρώτου τόμου τῶν προοιμίων. | 76 |