TLG 0598 008 :: RHETORICA ANONYMA :: Prolegomena de inventione

RHETORICA ANONYMA Rhet.
(Varia)

Prolegomena de inventione

Source: Walz, C. (ed.), Rhetores Graeci, vol. 7.1. Stuttgart: Cotta, 1834 (repr. Osnabrück: Zeller, 1968): 52–54.

Citation: Volume — page — (line)

7

.

52

(1t)

ΠΡΟΛΕΓΟΜΕΝΑ
2tΤΩΝ ΕΥΡΕΣΕΩΝ.
3 Ἰστέον, ὅτι ἀπὸ τοῦ πράγματος δεῖ ποιεῖν νόημα, μὴ μέντοι μηδὲ αὐτὸ τὸ πρᾶγμα διεξιέναι, μήτε τὰς
5εἰς τὸ πρᾶγμα κατασκευὰς ἀναλίσκειν· τὸ μὲν γὰρ διη‐ γηματικὸν, τὸ δὲ κεφαλαιῶδες καὶ ἐπιχειρηματικόν· δεῖ τοίνυν συνεστραμμένον εἶναι τὸ προοίμιον καὶ σπερμα‐ τικῶς ἔχειν τὰ πράγματα· παραιτησόμεθα δὲ τὸ προ‐ οίμιον, ὅταν ἢ εὐνοῶσιν οἱ δικάζοντες, ἢ ὀλίγον λάβοι‐
10μεν ὕδωρ· τότε γὰρ ἡ τῶν ἀναγκαίων διήγησις ὠφελιμω‐ τέρα· ἑρμηνεία δὲ τοῦ προοιμίου τῇ μὲν ἐκλογῇ ἀπερί‐ εργος ἔστω· γενέσθω δὲ τοιαύτη, ὅθεν ἐκφύγῃ τις τοὺς ἐμφανεῖς τρόπους· τοῦ δὲ προοιμίου ἡ ὑπόκρισις μετρία καὶ ἀτάραχος καὶ τοῖς ὑποκειμένοις οἰκεία.
15tὍρος προοιμίου.
16 Προοίμιόν ἐστι λόγος παρασκευάζων τὸν ἀκροατὴν εἰς ὑποδοχὴν τῆς ὑποθέσεως· κυρίως δὲ μὲν προοίμιον ἔλεγον οἱ παλαιοὶ τὰ παρὰ τῶν κιθαρῳδῶν ἐν ἀρχῇ λε‐ γόμενα· τέλος δὲ τοῦ προοιμίου τὸ παρασχεῖν εὐήκοον
20πρὸς τὰ λοιπὰ τὸν ἀκροατήν. Τὰ προοίμια γίνονται52

7

.

53

ἀπὸ τῶν δικαζόντων, οἵτινές εἰσι κριταί· ἀπὸ τῶν κατ‐ ηγόρων, οἵτινές εἰσιν οἱ διώκοντες, καὶ δι’ ἐντολέων λα‐ λοῦντες· ἀπὸ τῶν ἀπολογουμένων, οἵτινές εἰσιν οἱ ἐντο‐ λεῖς οἱ βοηθοῦντες τοῖς φεύγουσιν· ἀπὸ τῶν ἐχόντων
5αὐτὰ τὰ πράγματα, τῶν ἀντιδίκων.
6tΠερὶ προοιμίων.
7 Ἰστέον, ὅτι τὸ προοίμιον κατὰ μὲν τοὺς Ἀπολ‐ λοδωρείους τὴν πρώτην τάξιν τοῦ λόγου ἐπέχει. εἰ γὰρ προσοχῆς, φασὶ, τῶν ἀκουόντων ἐστὶ ποιητικὸν πρὸς τὰ
10λεχθῆναι μετὰ ταῦτα ὀφείλοντα, πᾶσα ἀνάγκη αὐτὸ πρὸ τῶν ἄλλων τάττεσθαι. Ἀλέξανδρος δὲ ὁ τοῦ Νουμη‐ νίου καὶ κατ’ ἀρχήν φησι τοῦτο καὶ μετὰ τὴν διήγη‐ σιν, καὶ μετὰ τὰς πίστεις τάττεσθαι, ὃ καὶ Δημοσθέ‐ νης ἐν τῷ κατὰ Μειδίου πεποίηκε μεταξὺ τοῦ λόγου εἰ‐
15πών· „οἶμαι τοίνυν τινὰς ὑμῶν, ὦ Ἀθηναῖοι, ποθεῖν ἀκοῦσαι τὴν ἔχθραν, ἥ τις ἦν ἡμῖν·“ οὐ μὴν διὰ τοῦ‐ το, φησὶ, καὶ διττὸν εἶναι τὸ προοίμιον νοητέον, ἀλλὰ τὸ μὲν ἐν ἀρχῇ κατὰ τὴν δύναμιν καὶ κατὰ τὴν τάξιν κυριώτερον, φησὶ, νομιστέον· τὸ δὲ ἐν τῷ μεταξὺ κατὰ
20δύναμιν μόνον· θορύβου γὰρ πολλάκις ἐν τῷ μεταξὺ γι‐ νομένου ἀνάγκη προοιμιάσασθαι πάλιν πρὸς τὸ προσ‐ οχὴν ἐργάσασθαι. Προοίμιον δέ ἐστιν, ὡς ὅταν τις ἐξευμενιζόμενος τοὺς δικαστὰς κατά τινος ποιούμενος
τοὺς λόγους εἴπῃ· ἄνδρες δικασταὶ, δικαιότατοι, καὶ ὅσα53

7

.

54

ἕτερά εἰσιν ἐξευμενιζόμενα τοὺς δικάζοντας· λέγεται δὲ προοίμιον τὸ προτιθέμενον τοῦ λόγου· οἶμος γάρ ἐστιν ἡ ὁδός· λαμβάνεται δὲ τὸ προοίμιον ἀπὸ τριῶν τρόπων, ὡς δὲ ἔνιοί φασιν, ἀπὸ τεσσάρων· ἀπὸ συστάσεως τοῦ
5οἰκείου προσώπου, ἀπὸ διαβολῆς τοῦ ἀντιδίκου, ἀπὸ προσ‐ οχῆς, καὶ τέταρτον ἀπὸ ἐφόδου κατά τινος· ἀπὸ συστά‐ σεως μὲν, ὅτε εὔνοιαν περιποιῶμεν ἑαυτοῖς τῶν ἀκροα‐ τῶν τὸ οἰκεῖον συνιστῶντες πρόσωπον· ἀπὸ δὲ διαβολῆς τοῦ ἀντιδίκου, ὅτε τὸ ἐναντίον διαβάλλειν ἀρχώμεθα·
10ὡς τὸ, τὴν μὲν ἀσέλγειαν καὶ τὴν ὕβριν, ὦ δικασταὶ, ᾗ πρὸς ἅπαντας χρῆται Μειδίας· ἀπὸ προσοχῆς δὲ, ἡνί‐ κα τὸ πρᾶγμα αὔξοντες προσεχέστερον διὰ τοῦ προ‐ οιμίου τὸν ἀκροατὴν ἐργαζόμεθα, ποιοῦντες αὐτὸν σκο‐ πεῖν τὰ εἰρημένα· ἡ δὲ ἔφοδος τότε γίνεται, ἡνίκα μὴ
15φανερῶς τι βουλευόμεθα σημαίνειν, καὶ λαθραίως δι’ ἑτέρων λόγων εἰσάγομεν αὐτό· ἄλλοι δὲ ἀπὸ τεσσάρων μὲν καὶ αὐτοί φασιν· ἀλλ’ οὐ τῶν αὐτῶν πάντη, ἀλλὰ καὶ ἑτέρων· ἤτοι γὰρ ἀφ’ ἑαυτοῦ ὡς ἐν τῷ κατὰ Κόνω‐ νος· ἀπὸ τοῦ ἀντιδίκου, ὡς ἐν τῷ κατὰ Μειδίου· ἀπὸ
20τῶν ἀκουόντων, ὡς ἐν τῷ Πλαταϊκῷ Ἰσοκράτους· ἀπὸ
τοῦ πράγματος, ὡς Λυκοῦργος ἐν τῷ κατὰ Αὐτολύκου.54