TLG 0598 007 :: RHETORICA ANONYMA :: Prolegomena in artem rhetoricam RHETORICA ANONYMA Rhet. Prolegomena in artem rhetoricam Citation: Volume — page — (line) | ||
6.33(1t) | ΑΝΩΝΥΜΟΥ | |
2t | ΠΡΟΛΕΓΟΜΕΜΑ ΤΗΣ ΡΗΤΟΡΙΚΗΣ. | |
---|---|---|
3 | Ἰστέον, ὅτι διαφέρει ἡ ῥητορικὴ τῆς διαλεκτικῆς τῇ τε ὕλῃ καὶ τοῖς ὀργάνοις· τῇ μὲν ὕλῃ, ὅτι ἡ μὲν ῥητο‐ | |
5 | ρικὴ ὕλην ἔχει τὰ πολιτικὰ, ἡ δὲ διαλεκτικὴ περὶ πάν‐ των ἁπλῶς τῶν ὄντων, ὥς τισι δοκεῖ, διαλεχθήσεται· τοῖς δὲ ὀργάνοις, ὅτι τῆς μὲν ῥητορικῆς ὄργανα τὸ κε‐ φάλαιον, τὸ ἐπιχείρημα, ἡ ἐργασία, τὸ ἐνθύμημα. Κε‐ φάλαιον μὲν οὖν ἐστι μέρος λόγου, ἀπόδειξιν ἔχον τοῦ | |
10 | προκειμένου ζητήματος, ἐκ νοημάτων καὶ ἐπιχειρημάτων συγκείμενον· οἷον ὑποκείσθω ζήτημα· τοῦ Φιλίππου συν‐ εχῶς Χαιρώνειαν κατατρέχοντος γράφει Δημοσθένης διορύξαι τὸν Ἰσθμόν· εἶτα πρὸς σύστασιν τούτου κεφά‐ λαιον τὸ δυνατὸν, ὅτι ῥᾴδιον τὸ διορύξαι τὸν Ἰσθμόν. | |
15 | Ἐπιχείρημα δέ ἐστι λόγος κατασκευαστικὸς τοῦ προτε‐ θέντος κεφαλαίου, ἐκ περιστάσεως ἔχων τὴν γένεσιν· οἷον, ἵνα πρὸς κατασκευὴν τοῦ προτεθέντος ἐπάγωμεν ἐπιχείρημα ἀπὸ τῆς περιστάσεως, ἤγουν ἀπὸ τοῦ προσ‐ ώπου, ἢ τοῦ τόπου, ἢ τῶν ἄλλων. Ἀπὸ μὲν τοῦ προσ‐ | |
20 | ώπου, ὅτι ῥᾴδιον τοῖς Ἀθηναίοις τοῖς ἰσχυροῖς καὶ νεω‐ | |
τεροποιοῖς καὶ παρὰ τῶν ἐχθρῶν ἐπαινουμένοις. Ἀπὸ | 33 | |
6.34 | δὲ τοῦ τόπου, ὅτι γῆν διορύξομεν· τὸ δὲ γῆν διορύττειν παιδιά. Ἐργασία δέ ἐστι λόγος κατασκευαστικὸς τοῦ προτεθέντος ἐπιχειρήματος ἐκ παραβολῆς ἢ παραδείγμα‐ τος ἔχων τὴν γένεσιν. Ἐκ μὲν οὖν παραδείγματος, οἷ‐ | |
5 | ον, ἐπεὶ καὶ ὁ Πέρσης ποτὲ διώρυξε τὸν Ἄθω. Ἐκ δὲ παραβολῆς, οἷον, ὡς εἴ τις εἰπών· δεῖ τοὺς γονέας τι‐ μᾷν, εἶτα ἐργασίαν θήσει ἐκ παραβολῆς· καὶ γὰρ τῶν θηρίων ἔστιν ἃ τοῦτο ποιεῖ. Καὶ ταῦτα μέν ἐστι τῆς ῥητορικῆς ὄργανα· τὰ δὲ τῆς διαλεκτικῆς ἥ τε ἐπαγωγὴ | |
10 | καὶ ὁ συλλογισμός. Καὶ ὁ μὲν συλλογισμὸς ἐκ τῶν κα‐ θόλου τὰ μερικὰ πιστοῦται· ἡ δὲ ἐπαγωγὴ ἐκ τῶν με‐ ρικῶν τὰ καθόλου. | |
13t | Τί παράδειγμα, καὶ τί παραβολὴ, καὶ τί διαφέρει | |
14t | παράδειγμα παραβολῆς; | |
15 | Παράδειγμά ἐστι προγεγονότος πράγματος παράθε‐ σις καθ’ ὁμοιότητα τῶν ὑποκειμένων πρὸς παραίνεσιν προτροπῆς ἢ ἀποτροπῆς ἕνεκεν· προτροπῆς μέν· Οὐκ ἀΐεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης, ἐπὴν ἔκτανε πατροφονῆα | |
20 | Αἴγισθον δολόμητιν· ἀποτροπῆς δέ· Οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόεργος Δὴν ἦν, ἐπεὶ ἀθανάτοισιν ἔριζε. Τί διαφέρει παράδειγμα παραβολῆς; Διαφέρει, ὅτι τὸ | |
25 | μὲν παράδειγμα ἀπὸ προγεγονότων πραγμάτων παρα‐ λαμβάνεται· ἡ δὲ παραβολὴ ἐξ ἀορίστων καὶ ἐνδεχομέ‐ νων γενέσθαι· παραβολὴ γάρ ἐστι πράγματος οἵου γε‐ νέσθαι ἀπομνημόνευσις εἰς ὁμοίωσιν τοῦ ζητουμένου. Ἰστέον, ὅτι ἔργα ῥήτορός ἐστι τὸ νοῆσαι, τὸ εὑρεῖν, τὸ | |
30 | διαθέσθαι τὰ εἰρημένα, τὸ ὑποκρίνασθαι. Ἔστι δὲ τῆς | |
μὲν νοήσεως τὸ νοῆσαι, εἰ πολιτικὸν τὸ ζήτημα, ἢ μὴ, | 34 | |
6.35 | καὶ εἰ συνέστηκεν, ἢ μή· καὶ ποίου τῆς ῥητορικῆς εἴ‐ δους, ἢ χαρακτῆρος, καὶ τὴν στάσιν, ὑφ’ ἣν ἀνάγεται τὸ πρόβλημα· τῆς δὲ εὑρέσεως τὸ εὑρεῖν τὰ εἰς τὰ κε‐ φάλαια ἐπιχειρήματα πρὸς τῇ τῶν κεφαλαίων εὑρέσει, | |
5 | ἔτι καὶ τοὺς ἐμπίπτοντας τόπους, τά τε προοίμια καὶ τὰ νοήματα· ἡ γὰρ διήγησις οὐ τῆς εὑρέσεώς ἐστιν· οὐ γὰρ εὑρίσκει ὁ ῥήτωρ διήγησιν, ἀλλ’ ἐκ τῆς ὑποθέσεως λαμβάνει, κἀκεῖ ποιεῖ τὰ νοήματα· διαθέσεως δὲ τὸ διαθέσθαι τὴν τάξιν καὶ τὴν οἰκονομίαν. Διαφέρει δὲ | |
10 | τάξις οἰκονομίας, ὅτι ἡ μὲν τάξις τῆς ἀκολουθίας ἐστὶ τῶν κεφαλαίων, καὶ τοῦ εἰδέναι κατὰ τάξιν χρήσασθαι αὐτοῖς, ποίῳ τινὶ πρώτῳ, ἢ ποίῳ δευτέρῳ. Ἡ δὲ οἰκο‐ νομία ἐστὶ τοῦ συμφέροντος· πολλάκις γὰρ διὰ τὸ συμ‐ φέρον ἀναστρέφομεν τὴν τάξιν, καὶ χρώμεθα τῷ πρώ‐ | |
15 | τῳ, εἰ συμφέρει, δευτέρῳ· ἔσθ’ ὅτε δὲ καὶ παραλείπο‐ μέν τινα τῶν κεφαλαίων. Ἡ δὲ ὑπόκρισίς ἐστιν, ἵνα καὶ τῷ σχήματι, καὶ τῷ βλέμματι, καὶ τῇ φωνῇ, ὡς ἂν τραγῳδὸς ἄριστος καλῶς τοῖς λεγομένοις συσχηματί‐ ζηται. Λέγουσι δὲ σχηματίζεσθαι, ὅσον προσήκει ῥή‐ | |
20 | τορι, καὶ μὴ διὰ τοῦ περιττοῦ πρὸς ἄλλο τι σχῆμα ἐκ‐ πεσεῖν· λέγουσι δὲ τούτου, τῆς ὑποκρίσεώς φημι, πρῶ‐ τον Ἀνδρόνικον εἰσηγητὴν γενέσθαι τὸν ὑποκριτὴν, τοῦ Δημοσθένους περὶ τὴν τῶν λόγων ἐπίδειξιν ἀποτυγχά‐ νοντος, καὶ ὅτι μέγιστον τὸ ὑποκρίνεσθαι καὶ ῥητορι‐ | |
25 | κὸν ὄφελος, μαρτὺς αὐτὸς Δημοσθένης. Ἐρωτηθεὶς γοῦν ποτε, τί ἂν εἴη ῥητορικὴ, ὑπόκρισις ἔφη, ἣν δὴ καὶ τελεώτερον Πῶλος ὁ ὑποκριτὴς λέγεται αὐτὸν ἐκδι‐ δάξαι. Τινὲς δέ φασιν, ἀπὸ ὀργῆς Δημοσθένην τοῦτο εἰπεῖν, φημὶ δὴ τὸ, ῥητορική ἐστιν ὑπόκρισις, διὰ τό | |
30 | ποτε κακῶς ὑποκρινάμενον μὴ πεῖσαι δυνηθῆναι· πλὴν | |
καὶ Θεόφραστος ὁ φιλόσοφος ὁμοίως φησὶν εἶναι μέγι‐ | 35 | |
6.36 | στον ῥητορικῇ πρὸς τὸ πεῖσαι τὴν ὑπόκρισιν, εἰς τὰς ἀρχὰς ἀναφέρων καὶ τὰ πάθη τῆς ψυχῆς καὶ τὴν κα‐ τανόησιν τούτων, ὡς καὶ τῇ ὅλῃ ἐπιστήμῃ σύμφωνον εἶναι τὴν κίνησιν τοῦ σώματος καὶ τὸν τόνον τῆς ψυχῆς. | |
5 | Ὅτι στοιχεῖα νοήσεως ταῦτα· πρῶτον μὲν καὶ ἁ‐ πλοῦν νόημα, εἰ δεῖ βοηθῆσαι Ὀλυνθίοις· εἶτα τοὺς εἰς αὐτὸ λόγους εὑρεῖν, οἷον ἐν τῇ τῶν ἐπιχειρημάτων εὐπο‐ ρίᾳ, ἃ εἰς κατασκευὴν τοῦ νοήματος λαμβάνουσι. Τού‐ των τὰ μέν ἐστι παραδειγματικὰ, τὰ δὲ ἐνθυμηματικά· | |
10 | καὶ δεῖ μὴ μόνον εὑρεῖν, ἀλλὰ καὶ καλῶς ἑρμηνεῦσαι. Ἑρμηνείας δὲ ἀρεταὶ τέσσαρες, ἑλληνισμὸς, σαφήνεια, συντομία, πιθανότης. Τὴν δὲ συντομίαν πρὸς τὴν ἀξί‐ αν τῆς χρείας δοκιμάζεσθαι δεῖ. Οὐδὲ γὰρ φλυαρεῖν τὸν Δημοσθένην ἐροῦμεν ἐν τῷ περὶ τοῦ στεφάνου τοσαῦτα | |
15 | τιθέντα, οὐδὲ τῆς κατὰ τὴν συντομίαν ἀρετῆς ἐκπεσεῖν· Μακρὸν γὰρ οὐχ ἁπλῶς τὸ μακρὸν, ἀλλ’ ὅσον ἔξω τῆς χρείας· καὶ σύντομον, οὐχ ὅπερ τῇ βραχύτητι τῶν στοι‐ χείων ἀδικήσει τὰ πράγματα, ἀλλ’ ὅπερ τῶν ὑποκειμέ‐ νων πραγμάτων τῇ χρείᾳ τὸ μέτρον ἐκτείνει. Δεῖ δὲ | |
20 | προσθεῖναι καὶ τὸ κυρίως κεχρῆσθαι ταῖς λέξεσιν. Ἄμει‐ νον δὲ ἀντὶ τῆς συντομίας τὴν συμμετρίαν εἰπεῖν· καὶ γὰρ πολλὰ καὶ ἐλάχιστα ἐροῦμεν ἀκολουθοῦντες τῇ ὕλῃ· ἀλλ’ οὐδὲ τῆς σαφηνείας ἀεὶ φροντιοῦμεν, ἀλλὰ σαφῶς μὲν ἐροῦμεν ὑπὲρ ἡμῶν, ἀσαφῶς δὲ τὰ καθ’ ἡμῶν, ὥσ‐ | |
25 | περ καὶ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου, οὐκ ἔχων λῦσαι τοὺς καθ’ ἑαυτοῦ νόμους, οἷς Αἰσχίνης ἐχρήσατο κατ’ αὐτοῦ, κατέφυγεν ἐπὶ τὸ ἀσαφὲς οὑτωσὶ λέγων· „τῶν μὲν οὖν λόγων, οὓς οὗτος ἄνω καὶ κάτω κυκῶν ἔλεγε περὶ τῶν παραγεγραμμένων νόμων, οὔτε ὑμᾶς μὰ | |
30 | τοὺς θεοὺς οἶμαι μανθάνειν, οὔτε ἐδυνάμην συνεῖναι | |
τὰ πολλά·“ ἀλλ’ οὐδὲ ταῖς λέξεσι πανταχοῦ χρησόμεθα | 36 | |
6.37 | κυρίως· ἀλλ’ ἔστιν ὅτε καὶ τροπικῶς, ὡς ὁ Δημοσθέ‐ νης· „μεθύει τῷ μεγέθει τῶν πεπραγμένων Φίλιππος.“ Δεῖ δὲ καὶ μνήμης τῷ ῥήτορι προσεῖναι, καὶ φύσεως καὶ ἐπιμελείας· καὶ ὅτι ἐπιμέλεια τὸ πᾶν δύναται κατορ‐ | |
5 | θοῦν, μάρτυς Δημοσθένης, ἐν οἷς μὲν ἐγυμνάσατο πά‐ νυ εὐδοκιμῶν, τῷ συμβουλευτικῷ φημι καὶ δικανικῷ· ἐν δὲ τῷ πανηγυρικῷ τοῦ ἀκριβοῦς ἀστοχῶν διὰ τὸ ἀμελέ‐ τητον, ὡς ὁ ἐπιτάφιος αὐτοῦ δείκνυσι. Καίτοι εἰ καὶ τὸ συμβουλευτικὸν προτροπῇ καὶ ἀποτροπῇ τὸ κράτος ἔχει, | |
10 | καὶ τὸ δικανικὸν κατηγορίᾳ καὶ ἀπολογίᾳ, ἃ διὰ τῶν ἐγ‐ κωμιαστικῶν τόπων πρόεισι, πολὺς δὲ τὸ συμβουλευτι‐ κὸν καὶ δικανικὸν ὁ Δημοσθένης, καὶ πάντως διὰ πολ‐ λῆς ἥκων πείρας, δι’ ὧν ταῦτα κατασκευάζεται, ἀλλ’ ὅμως διὰ τὸ ἀμελέτητον, ὡς φθάνομεν εἰπόντες, ὡς μὲν | |
15 | ὕλῃ ἐμπίπτων τῷ πανηγυρικῷ ἐπίσταται χρῆσθαι καλῶς· αὐτὸ δὲ καθ’ αὑτὸ μετιέναι ἀδυνατεῖ διὰ τὸ ἀγύμναστον. Ἰστέον, ὅτι ταῦτά ἐστι τὰ τέσσαρα, δι’ ὧν αἱ πί‐ στεις γίνονται, συλλογισμὸς, ἐπαγωγὴ, ἐνθύμημα, πα‐ ράδειγμα. Ὁ συλλογισμὸς μὲν οὖν ἀπὸ τῶν καθόλου | |
20 | ἐπὶ τὰ κατὰ μέρος χωρεῖ· οἷον, πᾶσα προδοσία κακὸν, προδότης δὲ Αἰσχίνης· οὐκοῦν καὶ Αἰσχίνης κακός. Ἡ δὲ ἐπαγωγὴ ἀπὸ τῶν μερικῶν ἐπὶ τὰ καθόλου· οἷον ἄν‐ θρωπος καὶ βοῦς καὶ ἵππος τὴν κάτω γένυν κινεῖ· οὐκ‐ οῦν καὶ πᾶν ζῶον. Τοῦτο δ’ οὐκ ἀληθές· οὐ γὰρ καὶ ὁ | |
25 | κροκόδειλος καὶ ὁ φοίνιξ τὸ ὄρνεον· τὰ μὲν γὰρ καθό‐ λου τῶν μερικῶν διϊκνεῖται· τὰ δὲ μερικὰ οὐ πάντως τὸ καθόλου περιέχει. Ταῦτα μὲν οὖν διαλεκτικῆς· τὰ δὲ λοι‐ πὰ ῥητορικῆς· οἷον τό τε ἐνθύμημα καὶ τὸ παράδειγμα. Ἔστι δὲ τὸ μὲν ἐνθύμημα ἀτελὴς συλλογισμὸς, ὡς ἐκεῖ‐ | |
30 | νο· „ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην ταῦτα πράττων καὶ | 37 |
6.38 | κατασκευαζόμενος, οὗτος ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ, μηδὲ τοξεύῃ.“ ἀτελὴς δέ· οὐ γὰρ καὶ τὸ συμπέρασμα ἔχει, ὃ τοιοῦτον ἂν ἦν. Οὐκοῦν καὶ Φίλιππος ταῦτα ποι‐ ῶν προδήλως ἡμῖν πολεμεῖ. Τὸ δὲ παράδειγμα ἡ ἐκ τῶν | |
5 | προλαβόντων ἐστὶν ὁμοίωσις, ὡς ἐν πρώτῳ Φιλιππι‐ κῶν· „εἰ γὰρ ὅθ’ ἥκομεν Εὐβοεῦσι βεβοηθηκότες.“ Εἰδέναι χρὴ, ὅτι τὸ μὲν ἐνθύμημα τῆς τοῦ ῥήτορος ἐν‐ τρεχείας ἐστί· τὸ δὲ παράδειγμα ἐκ τῶν παρ’ ἑτέροις γενομένων λαμβανόμενον τὴν πίστιν ἐργάζεται. Ἕπεται | |
10 | μέντοι τὸ παράδειγμα τῷ ἐνθυμήματι. Ἔσθ’ ὅτε γοῦν καὶ προτάττεται, ὡς ἐν πρώτῳ Φιλιππικῶν· „εἰ γὰρ ὅθ’ ἥκομεν Εὐβοεῦσι βεβοηθηκότες.“ Ἰστέον, ὅτι τέσσαρα ταῦτά ἐστι τὰ συνιστῶντα τὴν τέχνην, εἶδος, τέλος, ὕλη, ὄργανον. Τούτων δ’ ἔσθ’ | |
15 | ὅτε τινὰ διαλλάττει· οὐ μέντοιγε καὶ ἐλλείπει· εἰ γὰρ ἐλ‐ λείπει ἕν τι τούτων, οὐκέτι ἐστὶ τέχνη, οἷον· Σωκράτους φέρε εἰκὼν ἐκ λίθου καὶ ξύλου· τῇ μὲν ὕλῃ διαλλάττει, τοῖς δὲ λοιποῖς οὔ· καὶ γὰρ εἶδος ἀμφοῖν τὸ αὐτό· Σω‐ κράτους γὰρ μίμησις ἄμφω. Ἔτι δὲ καὶ τέλος· Σωκρά‐ | |
20 | της γάρ. Ἀλλὰ καὶ ὄργανα, οἷον σμίλη, τέρετρον, καὶ τὰ λοιπά. Πάλιν δ’ ἰατροῖς φαρμακικῷ καὶ χειρουργι‐ κῷ ὕλη μὲν ἡ αὐτή· τὰ ἡμέτερα γὰρ σώματα. Εἶ‐ δος δὲ οἱ λόγοι, τέλος δὲ ἡ ὑγεία, τὰ δ’ ὄργανα διαλ‐ λάττει· ὁ μὲν γὰρ καίνων, ὁ δ’ ἐπαλείφων ὑγιάζου‐ | |
25 | σι· καὶ ἁπλῶς, ἐὰν μὴ τὰ τέσσαρα ταῦτα συνέλθῃ, οὐ συνίσταται τέχνη, οὐδὲ σώζεται ἡ ὁμοιότης. Ἡ ἐπι‐ στήμη ὕλην μὲν ἔχει τὸ περὶ τῶν ὄντων, ᾗ ὄντα, διαλέ‐ γεσθαι, εἶδος δὲ τὸ μετ’ ἐπιστήμης τοὺς λόγους ποιεῖ‐ σθαι, τέλος δὲ τὸ ἀγαθὸν, ὄργανον δ’ ὁ λόγος, ᾧ πεί‐ | |
30 | θεται. Ἡ διαλεκτικὴ ὕλην μὲν ἔχει τὸ πιθανὸν ἐν πᾶ‐ | |
σιν. Εἶδος δὲ ἡ δύναμις· διὰ συλλογισμῶν γὰρ πρόεισι· | 38 | |
6.39 | τέλος δὲ ἡ πειθώ· ὄργανα δὲ τὰ ἔνδοξα πρόσωπα. Ἡ σοφιστικὴ ὕλην μὲν ἔχει τὸ περὶ πάντων δοκεῖν πιθα‐ νῶς διαλέγεσθαι, εἶδος δὲ τὸ παλίμβολον καὶ ἄστατον, τέλος τὸν χρηματισμὸν, ὄργανον τὴν ὁμωνυμίαν τῶν λέ‐ | |
5 | ξεων καὶ τὰ παρακείμενα, εἶδος δὲ ἔχει καὶ τὸ μηδαμοῦ τοῖς αὐτοῖς ἐμμένειν· ἀμέλει εὑρίσκομεν τοὺς ῥήτορας καὶ ἀπολογίας καὶ κατηγορίας περὶ τῶν αὐτῶν ποιουμέ‐ νους. Ἡ πολιτικὴ ὕλην μὲν ἔχει τὰ πολιτικὰ πρά‐ γματα, εἶδος δὲ τὸ πάντων ὁμοίως ἐπιμελεῖσθαι, τέλος | |
10 | δὲ τὸ σύμφερον, τὸ δίκαιον, τὸ καλόν· ὄργανον τοὺς κατὰ μέρος τεχνίτας. Ὁ Ἑρμογένης Ταρσεὺς μὲν ἦν τῷ γένει, υἱὸς δὲ Καλλίππου. Ἑπτακαίδεκα οὖν ἐτῶν γεγονὼς τὸ παρὸν βιβλίον ἔγραψεν, εἰς τρίτον δὲ καὶ εἰκοστὸν προελθὼν | |
15 | χρόνον τὸ περὶ ἰδεῶν ἐξέδωκε σύνταγμα, ἐν δὲ τῷ εἰκο‐ στῷ πέμπτῳ ἐξελάθετο· καί φησιν ὁ Τύραννος, ὅτι ὑπὸ πολλῆς θερμότητος εἰς ἕξιν ἦλθε τῆς τέχνης ὅτι τάχι‐ στα, μεταβληθείσης δὲ τῆς ἡλικίας εἰκότως καὶ τοῦ πλεο‐ νεκτήματος ἐστερήθη· αἱ γὰρ εἰς ἄκρον εὐεξίαι σφαλε‐ | |
20 | ραὶ καθ’ Ἱπποκράτην· πρὸς ὃν καὶ Ἀντίοχος ὁ σοφι‐ στὴς, ἀντίτεχνος ὢν αὐτῷ, ἐπεῖπε τάδε· Ἑρμογένης ὁ ἐν παισὶ μὲν γέρων, ἐν δὲ γέρουσι παῖς. Σκοπὸς τῷ Ἑρμογένει, περὶ διαιρέσεως τῶν πολι‐ τικῶν ζητημάτων τῆς εἰς τὰ κεφάλαια, ἤτοι τοὺς κυριω‐ | |
25 | τάτους τῶν κατηγόρων καὶ τῶν φευγόντων λόγους δια‐ λαβεῖν, καὶ ὅλως διδάξαι, ποίοις μὲν κατηγοροῦντες, ποίοις δὲ ἀπολογούμενοι κεφαλαίοις χρησόμεθα. Χρη‐ σιμεύει δὲ ἡμῖν τὸ παρὸν βιβλίον· εἴς τε τὸ εἰδέναι, | |
ποῖα τῶν προβλημάτων μελετᾶται, καὶ ποῖα οὒ, καὶ | 39 | |
6.40 | ποῖα μὲν ἀγωνιζομένοις, ποῖα δὲ γυμναζομένοις μόνον· καὶ εἰς τὸ γινώσκειν, τίνα λεκτέον ἐν παντὶ συνεστῶτι ζητήματι τὸν κατηγοροῦντα καὶ τίνα τὸν ἀπολογούμενον, καὶ ποίοις κεφαλαίοις χρηστέον ἐν ἑκάστῳ τῶν ζητημά‐ | |
5 | των. Ἀναφέρεται δὲ τὸ παρὸν βιβλίον ὑπὸ τὸ λογικὸν τῆς φιλοσοφίας μέρος. Εἰδέναι χρὴ, ὅτι οὐ πᾶν εἶδος τῆς ῥητορικῆς στασιάζεται, μόνον δὲ τὸ δικανικὸν, καὶ μέρος τοῦ συμβουλευτικοῦ, ὅπερ ὁμωνύμως τῷ γένει συμ‐ βουλευτικὸν καλεῖται· τὸ γὰρ εἶδος τὸ συμβουλευτικὸν, | |
10 | πῆ μὲν ἀμφιβαλλόμενον, πῆ δὲ ὁμολογούμενον, ὅταν μὲν ἀμφιβάλληται, ποιεῖ τὸ ὁμώνυμον αὐτῷ συμβου‐ λευτικὸν, ὅπερ ἀεὶ στασιάζεται· ὅταν δὲ ὁμολογούμενον ᾖ, ποιεῖ τὸ παραινετικόν. Τὸ οὖν παραινετικὸν οὐδέποτε στασιάζεται· ὁμολογούμενον γάρ ἐστιν· ἔτι δὲ καὶ τὸ | |
15 | πανηγυρικὸν ὅλον ἀστασίαστον μένει· αὔξησιν γὰρ ἔχει ὁμολογουμένων καλῶν ἢ κακῶν. Ἰστέον, ὅτι τὸ δικανι‐ κὸν καὶ μέρος τοῦ συμβουλευτικοῦ καὶ δυνάμει καὶ ἐνερ‐ γείᾳ στασιάζεται· τὸ δὲ παραινετικὸν καὶ πανηγυρικὸν δυνάμει μόνον. | |
20 | Πολλῶν ὄντων—ἀλλ’ οὐ περὶ τούτων νυ‐ νί. Πολλῶν, ἤτοι βιβλίων, οἷον τοῦ περὶ γυμνασμάτων, περὶ στάσεων, περὶ εὑρέσεων, περὶ σχημάτων, περὶ ἰδεῶν, περὶ μεθόδου δεινότητος, ἢ προοιμίων, διηγήσεων, ἀγώ‐ νων, ἐπιλόγων. Σοφῶς τὸ προοίμιον ἐνταῦθα ἔγραψε· | |
25 | τέχνην γὰρ βουλόμενος ἀποδείξειν, φανερῶς μὲν κατα‐ σκευάσαι ἀπέφυγεν αἰδοῖ Πλάτωνος, καὶ ἵνα μὴ αὐτῷ | |
τούτῳ διαβάλῃ· πᾶν γὰρ κατασκευαζόμενον ἀμφιβάλλε‐ | 40 | |
6.41 | ται· οὐκ ἠβουλήθη οὖν ὅλως ἀμφίβολον ποιῆσαι τὴν ῥη‐ τορικὴν τέχνην εἶναι, ἀλλ’ οὐδ’ ἀκατάσκευον αὐτὴν παν‐ τελῶς εἴασε· λεληθότως δὲ τὸν ὅρον τῆς τέχνης αὐτῇ πε‐ ριάψας ἐν τῷ προοιμίῳ κατεσκεύασεν, ὅτι τέχνη ἐστί· | |
5 | πᾶν γὰρ πρᾶγμα περιεχόμενον ὅρῳ τινὶ ἐκεῖνό ἐστιν, οὗ τῷ ὅρῳ ἐμπεριέχεται. Εἰ τὸ συνίστησιν ἐπὶ τοῦ τὰ ἠμε‐ λημένως ἔχοντα ἀνορθοῦν λέγεται, τὸ δὲ ποιεῖν ἐπὶ τοῦ τὰ μὴ ὄντα εἰς τὸ εἶναι παράγειν, πῶς τὰ αὐτὰ δύναν‐ ται καὶ συνιστᾷν καὶ ποιεῖν τὴν ῥητορικήν; Σημείωσαι, | |
10 | ὅτι τὸ μὲν συνίστησιν εἶπε, διότι ταῦτα τὰ πολλὰ καὶ μεγάλα δύναμιν οὖσαν τὴν ῥητορικὴν καὶ σκιᾶς δίκην παρ‐ επομένην τῷ νοῒ τῶν ἀνθρώπων, εἰς ὑπόστασιν ἐναργῆ καὶ ὕπαρξιν ἤγαγον· τὸ δὲ ποιεῖν εἶπεν, ἐπεὶ πρὶν ἐφευ‐ ρεθῆναι τοὺς συνιστῶντας καὶ ἀξιοῦντας τέχνην ὀνομά‐ | |
15 | ζεσθαι τὴν ῥητορικὴν κανόνας, οὐδὲ τέχνη ἦν ῥητο‐ ρικὴ, ἀλλὰ φύσεως δεξιᾶς ἔργον κατὰ Πλάτωνα· εὑρε‐ | |
θέντων δὲ τούτων τέχνη ἂν εἴη εἰκότως. | 41 |