TLG 0598 004 :: RHETORICA ANONYMA :: Prolegomena in artem rhetoricam RHETORICA ANONYMA Rhet. Prolegomena in artem rhetoricam Source: Rabe, H. (ed.), Prolegomenon sylloge [Rhetores Graeci 14] Leipzig: Teubner, 1931: 14–16. Citation: Volume — page — (line) | ||
14.14(5t) | INTRODUCTIO ARTIS RHETORICAE | |
6 | Πρὸ παντὸς πράγματος καὶ πρὸ πάσης. ἐπιστήμης καὶ τέχνης τέσσαρά ἐστι ταῦτα τὰ ζητούμενα· εἰ ἔστι, τί ἐστι, διὰ τί ἐστι καὶ ὁποῖόν τί ἐστιν. Εἰ ἔστιν· ὅτι ἦν ἡ ῥητορική, ἀφ’ οὗ ἄνθρωποι γεγόνασιν· | |
---|---|---|
10 | ἔσχατον δὲ κατὰ μικρὸν συνετέθη εἰς τέχνην. Τί δέ ἐστι ῥητορική; [‘τέχνη περὶ λόγου δύναμιν ἐν πράγματι πολιτικῷ, τέλος ἔχουσα τὸ πειστικῶς εἰπεῖν κατὰ τὸ ἐνδεχόμενον.‘ ἄλλως·] ‘δύναμις εὑρετικὴ καὶ ἑρμηνευ‐ τικὴ μετὰ κόσμου τῶν ἐνδεχομένων πιθανῶν ἐν παντὶ | |
15 | λόγῳ.‘ τί ἐστι δύναμις; ‘δύναμίσ‘ ἐστι πρᾶγμα ἐν μεσότητι, ᾧ δύναιτό τις καὶ ἐπὶ ἀγαθῷ καὶ ἐπὶ φαύλῳ χρήσασθαι. | |
‘εὑρετικὴ δὲ καὶ ἑρμηνευτική‘, ὅτι δεῖ τὸν ῥήτορα εὑρεῖν | 14 | |
14.15 | πρῶτον καὶ νοῆσαι, εἶτα ἑρμηνεῦσαι ἤτοι φράσαι. ‘μετὰ κόσμου δὲ τῶν ἐνδεχομένων πιθανῶν‘ πρόσκειται, ὅτι δεῖ πιθανῶς καὶ κοσμίως τὸν ῥήτορα λέγειν. πιθανὸς δὲ γίνεται λόγος, ὅταν προσήκοντας τοῖς ὑποκειμένοις προσ‐ | |
5 | ώποις ἢ πράγμασι λέγωμεν λόγους. Διὰ τί δέ ἐστι ῥητορική; διὰ τὸ κοσμεῖν τὸν τῶν ἀν‐ θρώπων βίον καὶ τὰς πολιτείας· διὰ τοῦτο γὰρ καὶ πολι‐ τικὴ λέγεται. [διὰ τοῦτο καὶ ὁ ῥήτωρ λέγεται ἀνὴρ πολιτι‐ κῶν πραγμάτων ἐπιστήμων, τῶν ἐφ’ ἑκάτερα ἐξ ἐνδόξων | |
10 | κατασκευαστής.] εἰ γὰρ τρία τὰ εἴδη τῆς ῥητορικῆς εἰσιν, οἷον δικανικόν, συμβουλευτικόν, πανηγυρικόν, τούτων δὲ ἄνευ ἀδύνατον συστῆναι πολιτείαν—δικανικὸν γάρ ἐστι πᾶν τὸ ἐν κατηγορίᾳ καὶ ἀπολογίᾳ, τέλος δὲ αὐτοῦ τὸ δίκαιον, καὶ ἐν πολιτείᾳ εἰ μὴ κατηγορήσωμεν τῶν ἐχθρῶν | |
15 | καὶ ἀνασκευάσωμεν τὰς προτάσεις αὐτῶν, κατασκευάσω‐ μεν δὲ τὰ ἴδια καὶ ἀπολογησώμεθα ὑπὲρ ἡμῶν αὐτῶν, πῶς ἂν συσταίη πολιτεία; πάλιν συμβουλευτικόν ἐστι πᾶν τὸ ἐν προτροπῇ καὶ ἀποτροπῇ, τέλος δὲ αὐτοῦ τὸ συμφέ‐ ρον, καὶ ἐν πολιτείᾳ εἰ μὴ προτρεψώμεθα πρὸς τὰ ἀγαθά, | |
20 | ἀποτρεψώμεθα δὲ ἀπὸ τῶν φαύλων, πῶς ἂν συσταίη πολι‐ τεία; πανηγυρικὸν δέ ἐστι πᾶν τὸ ἐν ἐπαίνῳ καὶ ψόγῳ, τέλος δὲ αὐτοῦ τὸ καλόν, καὶ ἐν πολιτείᾳ εἰ μὴ ἐπαινεσώ‐ | |
μεθα τοὺς ἀγαθοὺς καὶ τὰ ἀγαθά, ψέξωμεν δὲ τὰ κακὰ καὶ | 15 | |
14.16 | τοὺς κακούς, πῶς ἂν συσταίη πολιτεία; —ἀναγκαίως οὖν ἡ ῥητορικὴ πολιτικὴ λέγεται· ἄνευ γὰρ αὐτῆς οὐ δυνατὸν συστῆναι πολιτείαν. Ὁποῖον δέ τί ἐστι ῥητορική, τρόπον τινὰ ἐκ τούτων | |
5 | κατεφάνη· εἰ γὰρ ἀδύνατον ἄνευ αὐτῆς συστῆναι πολιτείαν, χρήσιμος ἄρα ἐστὶ καὶ βιωφελής. [Addit W: Πόθεν ῥήτωρ; παρὰ τὸ ῥύδην, ὅ ἐστιν ἀφθό‐ νως, λέγειν. ῥητορικὴ πόθεν ἐτυμολογεῖται; παρὰ τὸ ῥύδην, ὅ ἐστιν ἀφθόνως, λέγειν· ἢ παρὰ τὸ συνηγορεῖν τοῖς | |
10 | νόμοις· ῥήτρας γὰρ ἐκάλουν οἱ παλαιοὶ τοὺς νόμους. Eadem mutato ordine add. Vat. 1828: l. 8 ῥητορικὴ— | |
10 νόμους, tum 7 πόθεν ῥήτωρ—8 λέγειν.] | 16 |