TLG 0598 003 :: RHETORICA ANONYMA :: Excerpta de arte rhetorica (olim sub auctore Joanne Doxapatre) RHETORICA ANONYMA Rhet. Excerpta de arte rhetorica (olim sub auctore Joanne Doxapatre)
Citation: Volume — page — (line) | ||
6.30(14) | Ὅρος τοῦ ἁπλῶς προγυμνάσματος. Προγύμνα‐ | |
15 | σμά ἐστιν ἄσκησις μετρίων πρὸς μειζόνων ἐπίῤῥωσιν. Ὅρος ῥητορικοῦ προγυμνάσματος. Ἄσκησις διὰ λό‐ γου τῶν κατὰ ῥητορικὴν μερῶν ἢ εἰδῶν χρήσιμά τινα | |
---|---|---|
προασκουμένη. | 30 | |
6.31(1t) | Ἡ διαίρεσις τῶν ιδʹ στάσεων | |
2t | κατὰ Ἑρμογένην καὶ Μητροφάνην, ἔτι τε κατὰ Εὐ‐ | |
3t | αγόραν καὶ Ἀκύλαν τοὺς φιλοσόφους. | |
4 | Πᾶν κρινόμενον ἢ ἀφανές ἐστιν ἢ φανερὸν, κἂν μὲν | |
5 | ἀφανὲς, ποιεῖ τὸν στοχασμόν· εἰ δὲ φανερὸν, ἢ τέλειόν ἐστιν ἢ ἀτελές· κἂν μὲν ἀτελὲς, ποιεῖ τὸν ὅρον, ἐὰν δὲ φανερὸν καὶ τέλειον, ἡ ζήτησις περὶ τὴν ποιότητα. Τὴν δὲ ποιότητα τέμνουσιν εἰς δύο· εἰς πράγματα καὶ ῥητά· εἰ μὲν οὖν περὶ ῥητὰ, ποιεῖ τὰς τέσσαρας νομικὰς, τὴν | |
10 | κατὰ ῥητὸν καὶ διάνοιαν, τὸν συλλογισμὸν, τὴν ἀντινο‐ μίαν καὶ τὴν ἀμφιβολίαν· εἰ δὲ περὶ πράγματα, τέ‐ μνεται εἰς δύο χρόνους, εἰς μέλλοντα καὶ εἰς παρεληλυ‐ θότα· εἰ μὲν οὖν περὶ τὸν μέλλοντα, ποιεῖ τὴν πραγμα‐ τικὴν, εἰ δὲ περὶ τὸν παρεληλυθότα, ποιεῖ τὴν δικαιο‐ | |
15 | λογικήν. Αὕτη δὲ εἰς ἀνεύθυνον καὶ ὑπεύθυνον τεμνο‐ μένη, κατὰ μὲν τὸ ἀνεύθυνον τεμνομένη ποιεῖ τὴν ἀν‐ τίληψιν, κατὰ δὲ τὸ ὑπεύθυνον τὰς τέσσαρας ἀντιθε‐ τικάς· ἢ γὰρ ὁ φεύγων εἰς ἑαυτὸν ἀναδέχεται τὸ ἀδίκη‐ μα καὶ γίνεται ἀντίστασις, ἢ εἴς τινα τῶν ἔξωθεν· κἂν | |
20 | μὲν εἴς τινα παθόντα, γίνεται ἀντέγκλημα, ἂν δὲ εἰς ἄλλον τινὰ, ἢ ὑπεύθυνον ἢ ἀνεύθυνον· κἂν μὲν εἰς ὑπεύθυνον, γίνεται μετάστασις, εἰ δὲ εἰς ἀνεύθυνον, γίνεται συγγνώμη· εἰ δὲ περὶ τὸ εἰ ἔστιν ἢ τί ἐστιν, ἢ ὁποῖόν τί ἐστιν ἡ ζήτησις, ἀλλὰ περὶ τοῦ εἰ χρὴ τὸν | |
25 | ἀγῶνα εἰσελθεῖν ἢ μὴ, γίνεται μετάληψις, ἥτις εἰς δύο διαιρουμένη εἴς τε τὸ ἔγγραφον καὶ ἄγραφον ποιεῖ τήν τε παραγραφὴν καὶ τὴν μετάληψιν. Ἔτι ὑποδιαίρε‐ | |
σις· τῶν γὰρ στάσεων αἱ μέν εἰσι λογικαὶ, αἱ δὲ νο‐ | 31 | |
6.32 | μικαί· καὶ λογικαὶ μὲν ἐννέα, στοχασμός, ὅρος, πραγμα‐ τικὴ, ἀντίληψις, ἀντίστασις, ἀντέγκλημα, μετάστασις, συγγνώμη, μετάληψις· νομικαὶ δὲ πέντε, παραγραφὴ, ῥητὸν καὶ διάνοια, ἀντινομία, συλλογισμὸς, ἀμφιβολία. | |
5 | Ἔτι τῶν στάσεων αἱ μὲν ἀνάγονται ὑπὸ τὸ δικανικὸν, αἱ δὲ ὑπὸ τὸ συμβουλευτικὸν καὶ τὸ δικανικὸν, ὑπὸ δὲ τὸ πανηγυρικὸν οὐδεμία. Ὡσαύτως αἱ στάσεις ἢ ὑπὸ τὸν μέλλοντα χρόνον ἀνάγονται, ἢ ὑπὸ τὸν παρεληλυ‐ θότα, ὑπὸ δὲ τὸν ἐνεστῶτα οὐδεμία. Ἔτι τῶν στάσεων | |
10 | αἱ μὲν ἀπὸ τοῦ κατηγόρου γνωρίζονται, αἱ δὲ ἀπὸ τοῦ | |
φεύγοντος. | 32 |