TLG 0598 002 :: RHETORICA ANONYMA :: Περὶ τρόπων RHETORICA ANONYMA Rhet. Περὶ τρόπων Citation: Volume — page — (line) | ||
3.227(1t) | ΑΝΩΝΥΜΟΥ | |
2t | ΠΕΡΙ ΤΡΟΠΩΝ. | |
---|---|---|
3 | Τρόπος ἐστὶ λέξις ἢ φράσις πεποιημένη ἢ τετραμ‐ μένη ἀπὸ τοῦ κυρίου ἐπὶ τὸ μὴ κύριον κατά τινα λόγον | |
5 | εἰς δήλωσιν εὐπρεπεστέραν. τὸ δὲ ὄνομα ῥηματικὸν ὡς παρὰ τὸ λέγω λόγος, καὶ παρὰ τὸ τρέπω τρόπος. λέγεται δὲ τρόπος ἑξαχῶς, τὸ ἑκάστου ἦθος, καθὸ εὔ‐ τροπόν τινα καὶ κακότροπόν φαμεν, καὶ σχῆμα λόγου τὸ ἐν διαλεκτικῇ, εἰ ἡμέρα ἐστί, φῶς ἐστιν, ἀλλὰ μὴν | |
10 | ἡμέρα ἐστίν, φῶς ἐστιν ἄρα· καὶ ὁ ἐν μουσικῇ Λύδιος, Φρύγιος, καὶ ἡ ἐπὶ πολλῆς τῆς διανοίας τροπή, καθ’ ὃ σημαινόμενον καὶ ὁ ποιητὴς τὸν Ὀδυσσέα πολύτροπον εἴρηκεν, ἄνδρα μοι ἔννεπε Μοῦσα πολύτροπον· | |
15 | καὶ ἡ αἰτία, ὅτε φαμέν, τίνα τρόπον ἀναπνοή, καὶ ὁ ἐν τῇ φράσει, εἰς ὃν ἐμπίπτει ἡ μεταφορὰ καὶ τὰ λοιπὰ τῶν τροπικῶν ὀνομάτων. τρόποι δέ εἰσι πλείο‐ νες, γενικώτατοι μέντοι τάξιν ἔχοντες ιεʹ· μεταφορά, κατάχρησις, συνεκδοχή, μετωνυμία, ἀλληγορία, ὑπερ‐ | |
20 | βολή, εἰρωνεία, αἴνιγμα, ὑπερβατόν, ἀντονομασία, ἀντίφρασις, μετάληψις, πεποιημένον, ὀνοματοποιΐα, | |
σύλληψις. | 227 | |
3.228 | Εἰσὶ δ’ οὗτοι κοινοὶ μὲν καὶ τῆς ἡμετέρας συνη‐ θείας, ἐπιπολάζουσι δὲ ἐν ποιητικῇ, διὸ καὶ ποιητικοὶ κέκληνται· παρελήφθησαν δ’ αὐτῶν οἱ μὲν κόσμου χάριν, ὡς ἡ μεταφορά, οἱ δὲ τοῦ ἀναγκαίου, ὡς ἡ | |
5 | κατάχρησις. Μεταφορά ἐστι λέξις ἀπὸ τοῦ κυρίως ὠνομασμένου ἐφ’ ἕτερον ὠνομασμένον μετενηνεγμένη [ἀπὸ τοῦ κυρίου ἐπὶ τὸ μὴ κύριον] ἢ ὁμοιώσεως ἢ ἐμφάσεως ἕνεκα· ὁμοιώσεως μὲν | |
10 | πάντες δ’ ἐσσείοντο πόδες πολυπιδάκου Ἴδης· ὃν γὰρ ἔχουσιν οἱ πόδες ἐπὶ τοῦ σώματος λόγον, τοῦτον ἐπὶ τοῦ ὄρους ἡ ὑπώρεια. ἐμφάσεως δὲ τὴν δὲ γυναῖκα εὗρον ὅσην τ’ ὄρεος κορυφήν. | |
15 | μεταφορικῶς γὰρ ὄρους ἐξοχὴν εἶπε βουλόμενος ἐμφῆ‐ ναι τὸ μέγεθος τῆς γυναικός. Ἔτι τῶν μεταφορῶν αἱ μὲν ἀπὸ πράξεως εἰς πράξιν μεταφέρονται, αἱ δὲ ἀπὸ σώματος ἐπὶ σῶμα· ἀπὸ μὲν οὖν σώματος ἐπὶ σῶμα, ὡς τὸ | |
20 | Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν· ἀπὸ δὲ πράξεως εἰς πρᾶξιν, ὡς τὸ ὑφαίνειν τὸ βουλεύε‐ σθαι. ἔτι τῶν μεταφορῶν αἱ μὲν ἀντιστρέφουσιν, αἱ δὲ οὔ· καὶ ἀντιστρέφουσι μὲν αἱ τοιαῦται, φθέγξατο δ’ ἡνίοχος νηὸς κυανοπρώροιο, | |
25 | καὶ ἵππων κυβερνητῆρες· ἔχουσι γάρ τι μέσον πρὸς ἀλλήλους· ὁ μὲν γὰρ τὴν τῶν ἵππων ἐξιθύνει πο‐ ρείαν, ὁ δὲ τὴν τῶν νεῶν. οὐκ ἀντιστρέφουσι δὲ αἱ τοιαῦται, νῆσος τὴν περὶ πόντος ἀπείριτος ἐστεφάνωται· | |
30 | ἐστεφανῶσθαι γὰρ εἴρηκε τὴν νῆσον ἀντὶ τοῦ κύκλωθεν περιρρεῖσθαι, ὅπερ οὐκ ἀντιστρέψας εἴποι, ὅτι στέ‐ | |
φανος ἡμῶν κύκλῳ τὴν κεφαλὴν περιρρεῖ· τὸ γὰρ | 228 | |
3.229 | τοιοῦτον γελοῖον. ἔτι τῶν μεταφορῶν αἱ μὲν ἀπὸ γένους ἐπὶ γένη μεταφέρονται, νηῶν ὠκυπόρων ἐπιβαινέμεν, αἵθ’ ἁλὸς ἵπποι ἀνδράσι γίνονται· περόωσι δὲ πουλὺν ἐφ’ ὑγρήν. | |
5 | ἵππους μὲν εἴρηκε κατὰ μεταφορὰν τὰς ναῦς· ὥσπερ γὰρ ἐπὶ τῆς γῆς διὰ τῶν ἵππων ὀχούμεθα, οὕτως ἐπὶ | |
τῆς θαλάσσης διὰ τῶν νεῶν κουφιζόμεθα. | 229 |