TLG 0594 002 :: ALEXANDER :: De figuris

ALEXANDER Rhet. Soph., Filius Numenii
(A.D. 2)

De figuris

Source: Spengel, L. (ed.), Rhetores Graeci, vol. 3. Leipzig: Teubner, 1856 (repr. Frankfurt am Main: Minerva, 1966): 9–40.

Citation: Page — (line)

9

(1t)

ΑΛΕΞΑΝΔΡΟΥ
2tΠΕΡΙ ΤΩΝ ΤΗΣ ΔΙΑΝΟΙΑΣ ΚΑΙ ΤΗΣ
3tΛΕΞΕΩΣ ΣΧΗΜΑΤΩΝ.
5 αʹ. Ἔστι μὲν οὐχ ἡ τυχοῦσα δυσκολία περὶ τῶν τοῦ λόγου σχημάτων εἰπεῖν· καὶ γὰρ αὐτὰ τῷ πλήθει δυσ‐ πόριστά ἐστι τῶν μὲν καὶ ἄπειρα φασκόντων εἶναι τὰ σχήματα, τῶν δὲ οὐκ ἄπειρα μέν, πολλὰ δὲ καὶ ἀπερίλη‐ πτα, καὶ πρὸς τούτῳ γε οὐ ῥᾴδιον διακρῖναι τὸ σχῆμα
10ἀπὸ τοῦ τρόπου, καὶ τὰ τῆς διανοίας καὶ τῆς λέξεως ἀπ’ ἀλλήλων· ὅμως δέ, ὡς ἂν οἷόν τε ᾖ, πειρασώμεθα περὶ αὐτῶν διεξελθεῖν, τά τε ὑπὸ τῶν ἀκριβέστερον περὶ αὐτῶν γεγραφότων παραδεδομένα τιθέντες καὶ διακρί‐ νοντες αὐτὰ ἀπ’ ἀλλήλων, ὡς δυνατόν, τά τε κατὰ τὴν
15διάνοιαν καὶ τὴν λέξιν, χωρὶς μὲν τὰ τῆς διανοίας, χω‐ ρὶς δὲ τὰ τῆς λέξεως τάττοντες· προεκθέμενοι δὲ τὴν πρὸς τοὺς τρόπους καθόλου τῶν σχημάτων διαφορὰν καὶ τὴν πρὸς ἄλληλα τῶν τε τῆς διανοίας καὶ τῆς λέξεως οὕτως εἰς τὸν περὶ αὐτῶν τρεψόμεθα λόγον. διαφέρει
20τοίνυν σχῆμα τρόπου, ὅτι ὁ μὲν τρόπος περὶ ἓν ὄνομα γίνεται ἀρετή, ὥσπερ ὁ βαρβαρισμὸς κακία, τὸ δὲ σχῆμα περὶ πλείω ὀνόματα κόσμησις, ὡς ὁ σολοικισμὸς ἀκοσμία, ὥστε τὴν αὐτὴν εἶναι διαφορὰν βαρβαρισμοῦ τε πρὸς σολοικισμὸν ὡς ἐν κακίᾳ, καὶ τρόπου πρὸς σχῆμα ὡς ἐν
25ἀρετῇ λόγου· καθάπερ γὰρ ἐν μὲν τῷ βαρβαρισμῷ9

10

ὄνομα διορθοῦμεν, ἐν δὲ τῷ σολοικισμῷ σύνταξιν ὀνο‐ μάτων, οὕτω τὸν μὲν τρόπον εἰς τὸ σύνηθες μεταβάλ‐ λοντες ὀνόματος εἰς ὄνομα ποιησόμεθα τὴν μετάθεσιν, τὸ δὲ σχῆμα εἰς τὸ κατὰ φύσιν μεταποιοῦντες τὴν σύν‐
5ταξιν μετακινήσομεν. ἔτι δὲ διαφέρει καὶ ταύτῃ σχῆμα τρόπου, ὅτι ὁ μὲν τρόπος ἀλλότριον ἀντὶ τοῦ ἰδίου ὄνομα ἔχει· τὴν γὰρ τροπὴν ἐκ τοῦ κυρίου λαμβάνει, οἷον κο‐ ρυφὴν ὄρεος καὶ πόδα νείατον Ἴδης, τὸ δὲ σχῆ‐ μα τὸ ἴδιον ὄνομα τοῦ πράγματος σώζει, πῶς μέντοι
10κείμενον καὶ ὑπ’ αὐτῆς τῆς λέξεως πεπλασμένον· με‐ νούσης γὰρ τῆς κυρίας λέξεως τοιῶσδε εἰλημμένης ἀπο‐ τελεῖται, ὡς ἔχει τὸ ἐπὶ σαυτὸν καλεῖς, ἐπὶ τοὺς νόμους καλεῖς. τούτοις μὲν οὖν ἢ ἀμφοτέροις ἢ τῷ ἑτέρῳ σχῆμα τοῦ τρόπου διενήνοχε, τὸ δὲ τῆς λέξεως
15σχῆμα τοῦ τῆς διανοίας διαφέρει, ὅτι τὸ μὲν τῆς λέξεως κινηθείσης τῆς λέξεως τῆς συσχούσης τὸ σχῆμα ἀπόλλυ‐ ται, οἷον ἀλλ’ ἢ τούτους μεταπεμπτέον, ἢ ἄλ‐ λην μὴ ἐλάττω στρατιὰν ἐπιπεμπτέον· εἰ γὰρ ἀντὶ τοῦ ἐπιπεμπτέον ἀποσταλτέον εἴποι τις,
20ἀπόλλυται τὸ σχῆμα τῆς παρονομασίας· τοῦ δὲ τῆς δια‐ νοίας σχήματος, κἂν τὰ ὀνόματα κινῇ τις, κἂν ἑτέροις ὀνόμασιν ἐξενέγκῃ, τὸ αὐτὸ πρᾶγμα μένει, ὁμοίως δὲ κἂν ἡ σύνταξις κινηθῇ ἢ προστεθῇ καὶ ἀφαιρεθῇ τι, λύεται τὸ σχῆμα τῆς λέξεως. τὸ γοῦν ἐπὶ σαυτὸν κα‐
25λεῖς, ἂν οὕτως ἐξενέγκῃ τις, καλεῖς ἐπὶ σαυτὸν καὶ τοὺς νόμους, λέλυται· καὶ τὸ καί μοι μὴ θορυβήσῃ τις, ἔστι μὲν προδιόρθωσις, εἰ δὲ αὐτὸ οὕτως ἐξενέγκῃ, ἀλλὰ μὴ θορυβήσῃ τις, οὕτω γενέσθαι, δέομαι μεθ’ ἡσυχίας ἀνασχέσθαι μου, μένει τὸ αὐτὸ σχῆμα· ἡ γὰρ
30διάνοια οὐδὲν πάσχει τῶν ὀνομάτων τρεπομένων. τοιαύ‐
τη μὲν οὖν ἐν τούτοις ἐστὶν ἡ διαφορά.10

11

(1n)

βʹ. ΟΡΟΣ ΣΧΗΜΑΤΟΣ.
2 Σχῆμα δέ ἐστιν ἐξάλλαξις λόγου ἐπὶ τὸ κρεῖττον κα‐ τὰ λέξιν ἢ κατὰ διάνοιαν ἄνευ τρόπου. ὅτι μὲν οὖν ἐξάλλαξις, δῆλον· ὅτι γὰρ οὐκ ἐπ’ εὐθείας ἐκφέρεται ὁ
5λόγος, γίνεται διὰ τοῦτο σχῆμα, πρόσκειται δὲ τὸ ἐπὶ τὸ κρεῖττον, ὅτι καὶ ὁ σολοικισμὸς ἐξάλλαξίς ἐστι λό‐ γου, ἀλλ’ ἐπὶ τὸ χεῖρον. ἵν’ οὖν ἡ διαφορὰ σχήματός τε καὶ σολοικισμοῦ φαίνηται, διὰ τοῦτο πρόσκειται ἐπὶ τὸ κρεῖττον, τὸ δὲ ἄνευ τρόπου πρόσεστιν, ἐπεὶ καὶ ὁ
10τρόπος ἐξάλλαξις λόγου ἐστὶ κατὰ λέξιν. οὗτος μὲν οὖν ὁ ὅρος κοινὸς ἀμφοτέρων τῶν σχημάτων τῶν τε τῆς λέ‐ ξεως καὶ τῶν τῆς διανοίας, ὁρίζονται δέ τινες καὶ ἰδίᾳ ἑκάτερον τῶν σχημάτων, τὸ μὲν τῆς διανοίας οὕτω, σχῆ‐ μά ἐστι διανοίας μετάπλασις διανοήματος ἐκ τοῦ κατὰ
15φύσιν πλάττουσα πρὸς τὸ χρησιμώτερον τὴν ἀναγκαίαν διάνοιαν, τὸ δὲ τῆς λέξεως ** χρείας χάριν. τοιαύτη μέν τις ἔννοια τοῦ τε κοινοῦ σχήματος, καὶ τοῦ τῆς δια‐ νοίας καὶ τῆς λέξεως, λέγωμεν δὲ πρότερον περὶ τῶν τῆς διανοίας σχημάτων μικρὰ προειπόντες πρὸς τοὺς ἀναι‐
20ροῦντας αὐτὰ καθάπαξ· φασὶ γάρ τινες οὐδὲν ἴδιον ἔχειν τὸ σχῆμα τῆς διανοίας· μηδὲ γὰρ εὑρεῖν εἶναι ῥᾴδιον λόγον ἀσχημάτιστον, καὶ τοῦτο κατὰ ἀνάγκην οὕτως ἔχειν· ὁ γὰρ λόγος ἐκ διατυπώσεως τῆς ψυχῆς ἐστιν, οὗ χάριν καὶ εὑρέθη, τὰς μορφὰς αὐτῆς καὶ τὰ πάθη καὶ
25συνόλως τὰ κινήματα ἐξοίσειν, ψυχὴ δὲ ἀεικίνητόν ἐστι καὶ πλείστους λαμβάνει σχηματισμούς, λόγου χάριν ὁρι‐ ζομένη, νουθετοῦσα, βουλευομένη, τῶν ἄλλων τῶν περὶ ψυχὴν συμβαινόντων ἕν τι πάντως πάσχουσα ἢ δρῶσα, ὥστε κατὰ τὸ τῆς ψυχῆς μίμημα ὁ λόγος ἕν τι πάντως
30σχῆμα ἕξει. ἔστι δὲ πρὸς ταῦτα πρῶτον ἡμῖν ἐκεῖνο εἰ‐ πεῖν, ὅτι εἰ μὴ ἦν διανόημα τὸ μὲν κατὰ φύσιν, τὸ δὲ
ἐσχηματισμένον, οὔτ’ ἂν τῶν ἰδιωτῶν οἱ ῥήτορες διέφε‐11

12

ρον οὔτ’ ἀλλήλων, ταὐτὰ οἱ μὲν ἁπλούστερον καὶ ἄνευ κόσμου τινὸς μετὰ λόγου λέγοντες, οἱ δὲ ἐναργέστερον καὶ οὐ μετὰ ἀκοσμίας· δῆλον γὰρ ὅτι τοῦ ἰδιώτου ὁ ῥή‐ τωρ τῇ πλάσει τῶν σχημάτων διενήνοχε, καὶ οἱ ῥήτορες
5τῶν ῥητόρων τῷ τοὺς μὲν ἐπ’ ὀλίγον καὶ ἀκαιρότερον, τοὺς δὲ πλεῖον καὶ κατὰ καιρὸν τοῖς σχήμασιν χρῆσθαι. ἔπειτα δὲ κἀκεῖνο λέγοι τις ἄν, ὅτι καὶ ἡ ψυχὴ κατ’ ἀνάγκην μὲν διηνεκῶς ἐσχημάτισται, ἔστι δ’ ὅμως καὶ ψυχῆς κατὰ φύσιν τινὰ κινήματα καὶ παρὰ φύσιν ἐπί τε
10τῆς καθεστώσης καὶ φρονούσης καὶ ἐπὶ τῆς ἐν πάθεσιν οὔσης, ἀφ’ ἧς οἱ παθητικοὶ λόγοι. οὕτω δὴ οὖν καὶ ὁ λόγος ἔστι μὲν [ἢ] κατὰ φύσιν ἢ κατὰ συνήθειαν ἐσχη‐ ματισμένος, ὃν οὔπω φαμὲν εἶναι σχῆμα, ἔστι δέ τις καὶ παρὰ ταῦτα ὁ πεπλασμένος, ὃν ἐσχηματίσθαι λέγομεν.
15ἔτι τοίνυν, εἰ καὶ τοῦτο δοίη τις, ὅτι πᾶς λόγος ἴδιόν τι σχῆμα ἔχει κατὰ φύσιν, ἀλλ’ ὅ γε πολιτικὸς καὶ συγγρα‐ φικὸς οὐ κατὰ φύσιν, ἀλλὰ κατὰ μίμησιν ἐκείνου γίνε‐ ται. σημεῖον δὲ τοῦ λεγομένου τὸ τοιοῦτον, ἔστι τις λό‐ γος κατὰ φύσιν ἀνθολκήν τινα ψυχῆς ἐμφαίνων, οἷον
20ποίαν ἔλθω, ταύταν ἢ κείναν; τοῦτον οὔπω σχῆμα ἔχειν λέγομεν, διὰ τί; ὅτι κατὰ φύσιν ἐξενή‐ νεκται καὶ ἀληθῶς ὁ λέγων ἀπορεῖ. ἔστι δὲ λόγος ἕτερος κατὰ μίμησιν τούτου γεγονώς, ἔχων καὶ αὐτὸς ἀνθολ‐ κὴν οὕτως, ἡ τῶν ἄλλων Ἑλλήνων, εἴτε χρὴ κα‐
25κίαν εἴτε ἄγνοιαν εἴτε ἀμφότερα ταῦτα εἰ‐ πεῖν, τοῦτον μὲν δὴ σχῆμα ἔχειν φαμέν· οὐκ ἀπορῶν γὰρ ὁ λέγων αὐτὸς προσποιεῖται ἀπορεῖν καὶ μιμεῖται τὸν ἀποροῦντα ἐξ εὐθείας εἰπεῖν φυλαττόμενος. ταῦτα ἂν οὖν τις ἔχοι λέγειν πρὸς τοὺς ἀναιροῦντας τὰ σχή‐
30ματα τῆς διανοίας, ὅτι κἂν πᾶς λόγος σχῆμα ἴδιον ἔχῃ [καὶ] κατὰ φύσιν, τό τε καθ’ ὁμοιότητα τούτου πανουρ‐
γεῖσθαί τινα καὶ πλάττεσθαί τινα λόγον οὐδεὶς ἂν εἴποι.12

13

τὸ πλαττόμενον οὖν τοῦτον τὸν τρόπον ἐξαιρέτως σχῆμα καλεῖται, καὶ ἡμεῖς περὶ τούτου ποιούμεθα τὸν λόγον, ἀλλ’ οὐ περὶ παντὸς τοῦ ὁπωσοῦν ἐσχηματισμένου λό‐ γου. οὐ μὴν ἀλλ’ ὅτι ἴδια μέν ἐστι τὰ κατὰ φύσιν σχή‐
5ματα τοῦ λόγου, ἴδια δὲ τὰ κατὰ τὴν τέχνην, ἐκεῖνο ση‐ μεῖον ἂν εἴη, ὅτι πᾶν σχῆμα, τοῦτο δὴ περὶ οὗ καὶ λέ‐ γομεν, μετάγειν ἐστὶν εἰς τὸ κατὰ φύσιν, τοῦτο δὲ ἐπ’ ἐνίων μὲν ἐναργέστατα φαίνεται, ὡς ἐπὶ τῆς εἰρωνείας καὶ ἀλληγορίας καὶ ὑπερβολῆς, ἐπ’ ἐνίων δὲ δυσόριστόν
10ἐστιν, ὥσπερ ἐπὶ τῆς ἐρωτήσεως καὶ ἐπὶ πύσματος καὶ διαπορήματος. ταὐτὰ λέγειν ἐστὶ καὶ πρὸς τοὺς τὰ τῆς λέξεως σχήματα ἀναιροῦντας, ὡς πάσης συνθέσεως λέ‐ ξεως ἴδιόν τι σχῆμα ἐχούσης καὶ οὐδὲν κατὰ τὴν πλάσιν οὐδ’ ἐξαίρετον· καὶ γὰρ ὅτι διαφέρει πλάσις ῥητορικὴ
15τῆς τῶν ἰδιωτῶν ἐστι λέγειν, καὶ ὅτι ῥήτορες ῥητόρων ἄμεινον φράζουσι, καὶ ὅτι ἴδια σχήματα κατὰ φύσιν συν‐ θέσεως λέξεώς ἐστι, καὶ τὰ ἀπὸ τούτων κατὰ μίμησιν γινόμενα κατὰ τέχνην τῶν ῥητόρων, καὶ ὅτι ἔστι τὰ σχή‐ ματα τῆς λέξεως εἰς τὸ κατὰ φύσιν μετάγειν τὰ μὲν εὐ‐
20χερῶς καὶ ῥᾷον, τὰ δὲ δυσκολώτερον. ἑωραμένων δὲ τούτων καὶ ἔτι περὶ τῆς χρείας, ἣν παρέχεται τὰ σχή‐ ματα, εἰπόντες περὶ αὐτῶν λοιπὸν ποιησόμεθα τὸν λό‐ γον. ἔστι τοίνυν χρεία τῶν σχημάτων κατὰ τρόπους πλείονας· ἐπίτασιν γὰρ δύναται τῶν πραγμάτων ἐμ‐
25φαίνειν, ὡς ἔχει τὰ τοιαῦτα, σὺ δ’ ὁ σεμνὸς ἀνὴρ καὶ διαπτύων τοὺς ἄλλους, καὶ πάλιν, ἐμοὶ δ’ ὅσον, εἴτε τις βούλεται νομίσαι μανίαν εἴτε καὶ φιλοτιμίαν· διὰ γὰρ τῆς εἰρωνείας μᾶλλον, ἢ εἰ ἐξ εὐθείας ἐλέγετο, ηὔξηται ὁ λόγος. καὶ καταβολὴν
30δὲ καὶ ἔκλυσιν ἐκ τῶν ἐναντίων, οὐ μέμνησθε αὐ‐ τοῦ τὰ ἀπίθανα ῥήματα καὶ μιαρ, καὶ πάλιν,
σὺ Θετταλοὺς ἀποστήσας· σὺ γὰρ ἂν κώμῃ13

14

προσέλθοις, ὅπου κίνδυνός ἐστι. παρέχει δὲ καὶ ἔμφασιν ἤθους χρηστοῦ, ὡς Αἰσχίνης, ἆρά μοι δοίητε συγγνώμην, εἰ κίναιδον αὐτὸν προσ‐ είποιμι, καὶ μὴ καθαρὸν τὸ σῶμα, μηδ’ ὅθεν
5τὴν φωνὴν ἀφίησι, καὶ τὰ ἑξῆς· φαίνεται γὰρ αἰ‐ δούμενος ἐφ’ οἷς μέλλει λέγειν. ἔστι δὲ διὰ τῶν σχημά‐ των δοκεῖν καὶ αὐτοσχεδίως λέγειν μηδὲ ἀπὸ παρα‐ σκευῆς, ὡς Δημοσθένης, ἆρά τις ἡμῖν λοιπὸς λό‐ γος; ἢ οὕτω, τουτὶ μικροῦ με παρῆλθεν εἰπεῖν.
10τὰ γὰρ τοιαῦτα τὴν τοῦ δοκεῖν αὐτόθεν λέγειν ἔμφασιν ποιεῖ. καὶ μὴν ποικιλίαν τινὰ τῷ λόγῳ παρέχει τὰ σχή‐ ματα, ὡς ὅ γε ὁμοειδὴς προΐσταται τρόπος, δεῖ δὲ τὴν ἡδονὴν διώκειν καὶ τὴν ποικιλίαν ἐν τῷ λόγῳ μετὰ τοῦ χρησίμου καὶ μάλιστα ἐν τῷ δικανικῷ λόγῳ. παρα‐
15δείγματα δὲ τῶν τοιούτων σχημάτων τὰ τὸν λόγον ποι‐ οῦντα ποικίλον παρὰ Δημοσθένει ἐν τῷ περὶ τοῦ στε‐ φάνου λόγῳ καὶ ἐν τῷ περὶ τῆς παραπρεσβείας· περὶ γὰρ τῆς πολιτείας πολλάκις λέγων ἁπλῶς καὶ πολλαχῶς καὶ ποικίλως πλάττει τὸν λόγον, οὗ προΐσταται, καὶ
20περὶ τῆς λύσεως πάλιν τῶν αἰχμαλώτων μεμνημένος συνεχέστερον δὴ τὸν περὶ αὐτῶν πεποίηται λόγον τὸ αὐτὸ πρᾶγμα μεταβάλλων καὶ ποικίλως φράζων. ταῦτα μὲν ἐπὶ τοσοῦτον, λέγωμεν δὲ ἤδη, τίνα σχήματα τῆς διανοίας.
25nγʹ. ΠΕΡΙ ΠΡΟΔΙΟΡΘΩΣΕΩΣ.
26 Προδιόρθωσίς ἐστιν, ὅταν μέλλωμέν τι τοιοῦτον λέ‐ γειν, ὃ δεῖταί τινος θεραπείας, ὥστε μὴ χαλεπῶς αὐτὸ προσδέξασθαι τὸν ἀκροατήν, καὶ προθεραπεύωμεν αὐ‐ τόν, ὡς ἔχει τὸ Δημοσθενικόν, βαδιοῦμαι δὲ ἐπ
30αὐτ, ἃ πέπρακταί μοι, καί με μηδεὶς ἀπαρ‐
τᾶν νομίσῃ τὸν λόγον τῆς γραφῆς, ἂν εἰς Ἑλ‐14

15

ληνικὰς πράξεις καὶ λόγους ἐμπέσω. ὁ αὐτός, καί μοι, πρὸς θεῶν, ὅταν ἕνεκα τοῦ βελτίστου λέγω, ἔστω παρρησία τοῦ λέγειν. καὶ πολλὰ παρ’ αὐτῷ τοῦ σχήματος τούτου παραδείγματα.
5nδʹ. ΠΕΡΙ ΕΠΙΔΙΟΡΘΩΣΕΩΣ.
6 Ἐπιδιόρθωσις δέ ἐστι τῇ μὲν χρείᾳ τὸ αὐτὸ τῇ προ‐ διορθώσει, τῇ τάξει δὲ ἐκείνης διαφέρον· ὃ γὰρ τῷ προ‐ ειπεῖν ποιοῦμεν θεραπεύοντες τὸν ἀκροατὴν ἐπὶ τῆς προδιορθώσεως, τὸ αὐτὸ ἐπὶ τῆς ἐπιδιορθώσεως· ἀπο‐
10θεραπεύομεν γὰρ ἐπὶ τοῖς εἰρημένοις τὸν ἀκροατήν, ἵνα μὴ χαλεπαίνῃ πρὸς ἡμᾶς, ὡς πάλιν Δημοσθένης πολλὰ προειπὼν ἐπιφέρει, ἀξιῶ δ’, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ δέομαι τοῦτο μεμνῆσθαι παρ’ ὅλον τὸν ἀγῶνα, ὅτι μὴ κατηγορήσαντος Αἰσχίνου μη‐
15δὲν ἔξω γραφῆς οὐδ’ ἂν ἐγὼ λόγον οὐδένα ἐποιούμην ἕτερον· πάσαις δ’ αἰτίαις καὶ βλασφημίαις ἅμα τούτου κεχρημένου, ἀνάγκη με πρὸς ἓν ἕκαστον τῶν εἰρημένων βραχέα ἀπολογήσασθαι.
20nεʹ. ΠΕΡΙ ΑΜΦΙΔΙΟΡΘΩΣΕΩΣ.
21 Τοῦτο μικτόν ἐστι τὸ σχῆμα ἔκ τε τῆς προδιορθώ‐ σεως καὶ ἐπιδιορθώσεως, ὅταν καὶ πρὶν εἰπεῖν καὶ εἰ‐ πόντες ἀσφαλιζώμεθα τὸν λόγον. γίνεται δὲ τοῦτο οὐκ ἐπὶ τῶν τυχόντων, ἀλλ’ ἐπὶ τῶν μείζονος προμηθείας
25δεομένων, ὡς εἰ λέγοι τις, ἐγὼ μὲν λέγω, καὶ μηδεὶς ἀηδῶς ἀκούσῃ τὸ λεγόμενον, ἂν ἀληθὲς ὂν φαίνηται, μεγάλων ἄξιον ἐμαυτὸν ἐνόμιζον ἐξ ὧν διεπεπράγμην καὶ πάσης παρρησίας καὶ τῶν μεγίστων τιμῶν· νομίζω μηδένα τούτοις ἄχθεσθαι τοῖς λόγοις, εἰ πάντα τὰ μέ‐
30γιστα πράξας τῶν μεγίστων ἄξιον ἐμαυτὸν ἀποφαίνω,15

16

καὶ ὡς ἔχει τὸ Δημοσθενικόν, εἰ γὰρ οἷος ἐγὼ παρ’ ὑμῖν κατὰ τὴν ἐμαυτοῦ τάξιν, εἷς ἐν ἑκάστῃ τῶν Ἑλληνικῶν πόλεων ἀνὴρ ἐγένετο, μᾶλ‐ λον δ’ εἰ ἕνα ἄνδρα Ἀρκαδία καὶ ἕνα Θετταλία
5ταὐτὰ φρονοῦντα ἔσχεν ἐμο. καὶ γὰρ λέγων κα‐ τὰ τὴν ἐμαυτοῦ τάξιν προαπολύεται τὸ ἐπαχθές, καὶ τῷ μᾶλλον δ’ εἰ ἕνα τὸ δοκοῦν ἐνδεεστέρως εἰρῆσθαι προσεπηνώρθωται.
9nϛʹ. ΠΕΡΙ ΠΡΟΚΑΤΑΛΗΨΕΩΣ.
10 Ἡ δὲ προκατάληψις γίνεται, ὅταν προκαταλαμβα‐ νώμεθα καὶ τοὺς ἀντιδίκους, περὶ ὧν μέλλουσιν λέγειν, καὶ τοὺς ἀκροατάς, περὶ ὧν ὑπονοοῦσι καθ’ ἡμῶν, καὶ τὸν λόγον, ὃν ἰσχυρότατον ὁ ἀντίδικος οἴεται λέξειν καὶ ὃν οἱ δικασταὶ καθ’ ἡμῶν ὑπονοοῦσί τι ἔχειν ἰσχυρόν,
15τοῦτον ἐμφάσει τινὶ προεκλύοντες ὡς εἰ καὶ λέγοι τις, ἐπεὶ δὲ καὶ τούτῳ μάλιστα τῷ λόγῳ θαρρεῖ, βούλομαι δεῖξαι καὶ τοῦτον πολὺ τῶν ἄλλων ἀσθενέστερον. καὶ ὡς Αἰσχίνης, πρὸς δὲ δὴ τὸν ἄφυκτον λόγον ὅν φησι Δημοσθένης.
20nζʹ. ΠΕΡΙ ΥΠΕΞΑΙΡΕΣΕΩΣ.
21 Τοῦτο τὸ σχῆμα σύμφωνον καὶ ὁμογενὲς λέγουσιν εἶναι τῶν προκειμένων. πιστότερον δὲ γίνεται τοῦτον τὸν τρόπον· ὑπεξελόμενοί τι πρόσωπον ἢ γένος τῶν λοι‐ πῶν προκρίνομεν περὶ οὗ ποτ’ ἂν ὁ λόγος ᾖ, ὡς εἴ τις
25λέγοι· μετὰ γὰρ τοὺς θεοὺς Ἀριστογείτονος ὑπὸ τῶν ἀνθρώπων· ἢ οὕτως, ὁ μὲν Ζεὺς κρατεῖ τῶν πάντων, ἐγὼ δὲ τῶν ἀνθρώπων ἄρχω. καὶ πάλιν δ’ ἂν τῷ Ἀπόλ‐ λωνι περὶ μουσικῆς ἕκαστα, ἢ καὶ ὡς τὸ Ὁμηρικόν,
ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,
30οὔτ’ Ἡρακλῆϊ οὔτ’ Εὐρύτῳ·16

17

ἡ γὰρ τῶν ὁμολογουμένων ἀρίστων ὑπεξαίρεσις πιστο‐ τέραν ποιεῖ τὴν ἐπαγγελίαν.
3nηʹ. ΠΕΡΙ ΑΙΤΙΟΛΟΓΙΑΣ.
4Αἰτιολογία δέ ἐστιν, ὅταν προθέντες τι πρὸς τὸ γε‐
5νέσθαι σαφέστερον αὐτὸ τὴν αἰτίαν προσαποδιδῶμεν, ὥς φησι Δημοσθένης, ἐάν τις ἐν ἄθλοις τινὰ ἀπο‐ κτείν, τοῦτον ὁ νομοθέτης ὥρισε μὴ ἀδι‐ κεῖν. διὰ τ; ὅτι οὐ τὸ συμβὰν ἐσκέψατο, ἀλ‐ λὰ τὴν τοῦ δράσαντος διάνοιαν· ἔστι δὲ αὕ‐
10τη τίς; ζῶντα νικῆσαι, οὐκ ἀποκτεῖναι, καὶ τὰ ἑξῆς.
12nθʹ. ΠΕΡΙ ΣΥΝΑΘΡΟΙΣΜΟΥ.
13 Συναθροισμὸς δέ ἐστιν συναγωγὴ τῶν πεπραγμένων ἢ πραχθῆναι δυναμένων εἰς ἓν κεφάλαιον, ὥς φησι Δη‐
15μοσθένης, ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετε‐ ριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν, καὶ Μεγάροις ἐπιχειρῶν, καὶ καταλαμβάνων Ὠρεόν, καὶ κατασκάπτων Πορθμόν, καὶ καθιστὰς ἐν μὲν Ὠρεῷ Φιλι‐
20στίδην τύραννον, ἐν δὲ Ἐρετρίᾳ Κλείταρχον, καὶ τὸν Ἑλλήσποντον ὑφ’ ἑαυτὸν ποιούμενος καὶ τὸ Βυζάντιον πολιορκῶν, καὶ πόλεις Ἑλ‐ ληνίδας τὰς μὲν ἀναιρῶν, εἰς ἃς δὲ καὶ τοὺς φυγάδας κατάγων, πότερον ταῦτα ποιῶν
25ἠδίκει καὶ παρεσπόνδει καὶ ἔλυε τὴν εἰρή‐ νην ἢ ο;
27nιʹ. ΠΕΡΙ ΕΠΙΜΟΝΗΣ.
28 Ἐπιμονὴ δέ ἐστιν, ὡς καὶ αὐτὸ τὸ ὄνομα δηλοῖ, ἐπὶ πλεῖον ἐπὶ τοῦ αὐτοῦ νοήματος ἐπιμονὴ μετὰ αὐξήσεως.
30Εὐριπίδης,17

18

ἀλλ’ ἥδε μ’ ἐξέσωσεν, ἥδε μοι τροφός,
[ἡ] μήτηρ, ἀδελφή, δμωΐς, ἄγκυρα, στέγη. καὶ ὡς Δημοσθένης, οἱ μὲν κατάπτυστοι Θεττα‐ λοὶ καὶ ἀναίσθητοι Θηβαῖοι φίλον, εὐεργέ‐
5την, σωτῆρα τὸν Φίλιππον ἡγοῦντο, πάντ’ ἐκεῖνος ἦν αὐτοῖς, καὶ πάλιν, ἐγὼ δ’ ὑπ’ ἐχθροῦ νήφοντος ἕωθεν, ὕβρει καὶ οὐκ οἴνῳ ταῦτα ποιοῦντος, ἐναντίον πολλῶν καὶ ξένων καὶ πολιτῶν ὑβριζόμην, καὶ ὡς ὁ ποιητής,
10ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζει ἐλθόντ’ ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ, μοῦνον, τηλύγετον, πολλοῖσιν ἐπὶ κτεάτεσσιν.
13nιαʹ. ΠΕΡΙ ΛΕΠΤΟΛΟΓΙΑΣ.
14Λεπτολογία ἐστίν, ὅταν ἑνὸς ἑκάστου τῶν συμβεβη‐
15κότων ἢ συμβαινόντων τὴν ἀκριβῆ καὶ ἐπὶ λεπτῷ ἐξερ‐ γασίαν ποιώμεθα, ὡς παρὰ Μενάνδρῳ ταυτί,
μὰ τὴν Ἀθηνᾶν, ἄνδρες, εἰκόν’ οὐκ ἔχω
... ὁμοίαν τῷ γεγονότι πράγματι,
ζητῶν πρὸς ἐμαυτόν, τί ταχέως ἀπολλύει.
20στρόβιλος; ἐν ᾧ συστρέφεται, προσέρχεται, προέλαβεν, ἐξέρριψεν, αἰὼν γίνεται. ἀλλ’ ἐν πελάγει συγκλυσμός; ἀναπνοὴν ἔχει Ζεῦ σῶτερ, εἰπεῖν, ἀντέχου τῶν σχοινίων, ἑτέραν περιμεῖναι χἀτέραν τρικυμίαν·
25
ναυαγίου δ’ ἂν ἐπιλάβοι’· ἐγὼ δ’ ἅπαξ
ἁψάμενός εἰμι καὶ φιλήσας ἐν βυθῷ. νῦν γὰρ διὰ νοήματος ἐλάσσονα γινόμενα καὶ οὐδ’ εἰς ὑποψίαν ἀκριβῶς ἐλθεῖν δύναται τῷ λόγῳ καὶ λεπτὸν καὶ ἀκριβῶς τε ὁ ποιητὴς εἰπὼν εἰς ἔννοιαν ἀκριβεστέ‐
30ραν αὐτῷ ἀγήοχε, καὶ τὸ καθ’ ἑαυτὸν ηὔξησε πάθος τα‐ χύτερον ἐκ τῆς ἐκείνων λεπτολογίας ἀποδείξας. καὶ
ταῦτα δὲ ὁμοίως ἔχει· καὶ ὑμεῖς μέν, ὦ Ἀθηναῖοι,18

19

τὰς ἐλπίδας τῆς σωτηρίας εἴχετε ἐν τῷ τὸν στρατηγὸν ὑμῶν ἐκπλεύσαντα ταχέως τῶν ἐπικαίρων κρατῆσαι τόπων. ὁ δ’ ἕως ἐνετέλ‐ λετό τινα τοῖς οἰκείοις, ἐπιτρόπους καθίστα
5καὶ τῶν οἴκοι πραγμάτων, ἠσπάζετο τὴν γυ‐ ναῖκα καὶ τοὺς παῖδας, ἐδεξιοῦτο τοὺς φί‐ λους, ἐξῄει τῆς πόλεως, κατέβαινεν εἰς τὸν λιμένα, ἐνεβάλλετο τὰ ἐπιτήδεια εἰς τὴν ναῦν, ἔλυε τὰ πρυμνήσια, ἦρε τὰς ἀγκύρας,
10ἔλαθον οἱ πολέμιοι κρατήσαντες τῶν ἐπι‐ καίρων χωρίων. αὔξησιν δὲ ἔχει τὸ σχῆμα, ὅταν ταχυτῆτα ἢ βραδυτῆτα ἐμφῆναι θέλωμεν, ἢ τάχος ἐξ ἀντιπαραθέσεως ποιῆσαι φανερόν, ὥσπερ ὁ Μένανδρος.
14nιβʹ. ΠΕΡΙ ΠΡΟΣΩΠΟΠΟΙΙΑΣ.
15 Ἡ προσωποποιΐα δέ ἐστι προσώπου διάπλασις ἤτοι τὴν ἀρχὴν μὴ γενομένου πώποτε ἢ γενομένου μέν, οὐκ ἔτι δὲ ὄντος. τοῦ μὲν παράδειγμα τὸ Δημοσθενικόν, ὁ μὲν οὖν παρὼν καιρός, ὦ Ἀθηναῖοι, μονο‐ νουχὶ λέγει φωνὴν ἀφιείς· οὐχ ὑφεστηκὸς γὰρ
20τὸ πρόσωπον τὸν καιρὸν αὐτὸν εἰσάγει· τοῦ δὲ δευτέ‐ ρου τὸ Αἰσχίνου, ὅταν ἐπὶ τελευτῆς ἤδη τοῦ λό‐ γου τοὺς συνηγόρους καλ, καὶ τοὺς κοινω‐ νοὺς αὐτῷ τῆς δωροδοκίας παρακαλ, ὑπο‐ λαμβάνετε ὁρᾶν ἐπὶ τοῦ βήματος ἀντιπαρα‐
25τεταγμένους, Σόλωνα μὲν τὸν καλλίστοις νόμοις κοσμήσαντα τὴν δημοκρατίαν, Ἀρι‐ στείδην δὲ τὸν τοὺς φόρους τάξαντα τοῖς Ἕλ‐ λησι, καὶ ἐπερωτῶντα, εἰ οὐκ αἰσχύνεσθε, ὅτι οἱ μὲν πατέρες ὑμῶν Ἀρίθμιον τὸν Ζελείτην,
30καὶ τὰ ἑξῆς.
31nιγʹ. ΠΕΡΙ ΕΠΑΝΑΛΗΨΕΩΣ.
32Ἐπανάληψίς ἐστιν, ὅταν κατὰ πλείους φωνὰς ἐπανα‐19

20

λαμβάνωμεν, ὡς ἔχει τὸ τοιοῦτον, ἀλλ’ οὐκ ἔστιν, οὐκ ἔστιν ὅπως ἡμάρτετε, καὶ τὸ Ὁμηρικόν,
τοῦ δ’ ἐγὼ ἀντίος εἰμί, καὶ εἰ πυρὶ χεῖρας ἔοικεν,
εἰ πυρὶ χεῖρας ἔοικε.
5ταῦτα μὲν οὖν ἐπανείληπται μηδενὸς αὐτῶν μεταξὺ τι‐ θεμένου μορίου· ἔστι δὲ ὅτε ἐπαναλέγεται μὲν τὰ ὀνό‐ ματα, οὐκ εὐθὺς δέ, ἀλλὰ μέσα τινὰ παρεμβάλλεται, καθάπερ ἔχει τὸ τοιοῦτον, ἦν ποτε, ἦν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐν τῇ τῶν πολλῶν ψυχ· κἀκεῖνο, οὐ
10γὰρ ὑφ’ αὑτῷ ποιήσασθαι τὴν πόλιν βούλε‐ ται Φίλιππος, ο· καὶ τὸ Αἰσχίνου, καλόν, ὦ Ἀθηναῖοι, καλὸν ἡ τῶν δημοσίων πραγμάτων φυλακ, καὶ τὸ Ὁμηρικόν,
ἀλλ’ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθ’ ἐόντας,
15
Αἰθίοπας· πολλάκις δὲ ταῦτα καὶ πλεονάκις ἀναλαμβάνεται, ὡς καὶ Δημοσθένης, καίτοι φιλίαν τε καὶ ξενίαν αὐτὴν ὀνομάζει, καὶ νῦν εἶπέ που λέγων ὁ τὴν Ἀλε‐ ξάνδρου ξενίαν ὀνειδίζων ἐμο· ἐγώ σοι ξε‐
20νίαν Ἀλεξάνδρου; πόθεν λαβόντι; φανερὸν δὴ ποσάκις τὸ αὐτὸ ὄνομα ἀνείληπται. τοῦτο δέ τινες ἰδίως ἀναδίπλωσιν λέγουσιν, ὅταν τὸ δεύτερον λεγόμενον ἄρ‐ χηται ἀπὸ τῆς τοῦ προηγουμένου τελευτῆς, ὡς Σοφοκλῆς
ὦ φίλταθ’ ὥς μ’ ἀπώλεσας,
25
ἀπώλεσας δῆτ’, ὦ κασίγνητον κάρα. ὡς καὶ νῦν ἐν τῷ χρησμῷ, Ἀρκαδίην μ’ αἰτεῖς· οὔ τοι δώσω, δώσω τοι Τεγέην. δοκεῖ δὲ ποιητικώ‐ τερον εἶναι.
29nιδʹ. ΠΕΡΙ ΕΠΑΝΑΦΟΡΑΣ.
30 Ἐπαναφορά ἐστιν, ὅταν ἀπὸ τοῦ αὐτοῦ ὀνόματος δύο ἢ πλείω κῶλα ἄρχηται, ὡς παρὰ τῷ Δημοσθένει,
ταῦτ’ εἶπον ὑπὲρ ὑμῶν, ταῦτ’ ἐπρέσβευσα,20

21

ταῦτ’ ἐδεήθην, ἢ ὅταν ἐπὶ πολὺ τὸ ὄνομα ἐν ἀρχῇ τῶν κώλων καὶ τῶν περιόδων πολλάκις παραλαμβάνη‐ ται, [καὶ] ἢ αὐτὸ ἢ τὸ ἰσοδυναμοῦν αὐτῷ [ὀνομάζει]. καὶ αὐτὸ μὲν ὡς τὸ Δημοσθενικόν, τί οὖν, ὦ ταλαίπωρε,
5συκοφαντεῖς; τί λόγους πλάττεις; τί σαυτὸν οὐκ ἐλλεβορίζεις; καὶ ὡς τὸ Ὁμηρικόν,
Νιρεὺς αὖ Σύμηθεν ἄγεν,
Νιρεὺς Ἀγλαΐας υἱός. [τὸ δ’ ἰσοδυναμοῦν οὕτως,
10
ὁ πάντ’ ἄναλκις οὗτος, ἡ πᾶσα βλάβη. ἐνταῦθα γὰρ τό τε ἀρσενικὸν ἄρθρον καὶ τὸ θηλυκὸν ἴσον ὡς πρὸς τὸ πρᾶγμα δύναται.] τὸ δ’ ἰσοδυναμοῦν οὕτως, ὡς εἴ τις λέγοι, ἐπέδωκα τῇ πόλει χρήματα, παρ‐ έσχον συμμάχους, ἐχαρισάμην ὅπλα, καὶ ὡς ** αὐτοῦ
15τῶν δωροδοκημάτων παρακαλ, ὑπολαμβά‐ νετε καθορᾶν ἐπὶ τοῦ βήματος ἀντιπαρατε‐ ταγμένους, Σόλωνα μὲν τὸν καλλίστοις νό‐ μοις κοσμήσαντα τὴν δημοκρατίαν, Ἀριστεί‐ δην δὲ τὸν τοὺς φόρους τάξαντα τοῖς Ἕλλη‐
20σιν, ἐπερωτῶντα, εἰ οὐκ αἰσχύνεσθε, εἰ οἱ πατέρες ὑμῶν Ἀρίθμιον τὸν Ζελείτην, καὶ τὰ ἑξῆς.
23nιεʹ. ΠΕΡΙ ΗΘΟΠΟΙΙΑΣ.
24Ἠθοποιΐα δέ ἐστιν, ὅταν ὑπάρχοντα πρόσωπα τι‐
25θέντες λόγους τινὰς αὐτοῖς περιτιθῶμεν πρὸς τὸ πιστο‐ τέρους αὐτοὺς δόξαι εἶναι ἢ εἰ αὐτοὶ ἐλέγομεν αὐτούς, ὡς Αἰσχίνης ἐπὶ τοῦ Δημοσθένους, μηδενὶ δὴ τρό‐ πῳ καθ’ ὑμῶν αὐτῶν γέλωτα τῷ σοφιστῇ καὶ διατριβὴν παράσχητε, ἀλλ’ ὑπολαμβάνετε
30αὐτὸν εἰσεληλυθότα οἴκαδε ὁρᾶν σεμνυνόμε‐ νον ἐν τῇ τῶν μειρακίων διατριβ, διεξιόντα
ὡς εὖ τὸ πρᾶγμα ὑφειλόμην τῶν δικαστῶν,21

22

ἀπαγαγὼν γὰρ αὐτοὺς ἀπὸ τῶν περὶ Τίμαρ‐ χον αἰτιῶν ἐπέστησα φέρων ἐπὶ τὸν κατήγο‐ ρον καὶ Φίλιππον καὶ Φωκεῖς. καί· παρελθόν‐ τα εἰς τὴν ἐκκλησίαν, ἄνδρες Ἀθηναῖοι, τὸν
5μὲν στέφανον δέχομαι, καὶ τὰ ἑξῆς.
6nιϛʹ. ΠΕΡΙ ΑΠΟΣΙΩΠΗΣΕΩΣ.
7 Ἀποσιώπησίς ἐστι λόγος ἐπιτείνων τὸ παρασιωπώ‐ μενον, ἢ παραλείπων τὸ γινωσκόμενον, ἢ σιωπῶν τὸ αἰσχρόν. ἐπιτείνει μὲν οὖν τὸ παρασιωπώμενον, ὡς Δη‐
10μοσθένης, ᾧ μήτηρ μὲν ὑπῆρχε πολῖτις, πατὴρ δὲ οὐκ ἐρῶ πόθεν. οὐδὲν γὰρ πλεῖον τῶν ἀναγκαίων αὐτὸν ἐξετάσασθαι. παραλείπει δὲ τὸ γινωσκόμενον οὕτως, καὶ πάλιν, τοσαῦτα, ὦ Ἀθη‐ ναῖοι, ὅσα ὀκνήσαιμ’ ἂν εἰπεῖν· παντὶ γὰρ δῆ‐
15λον, ὅτι τὸ πρῶτον μὲν ἀηδές τι παραλείπει, εἶτα εἰδι‐ κώτερον ὅτι ἀτιμίαν εἰπεῖν βούλεται ἤ τι τοιοῦτον. σιωπᾷ δὲ τὸ αἰσχρὸν Εὐριπίδης,
ἣ πόσιν ἀπείρῳ περιβάλλους’ ὑφάσματι
ἔκτεινεν, ὧν δ’ ἕκατι παρθένον λέγειν
20οὐ καλόν.
21nιζʹ. ΠΕΡΙ ΕΠΙΤΡΟΧΑΣΜΟΥ.
22 Ἐπιτροχασμός ἐστι προσκείμενον σχῆμα τῷ τε συν‐ αθροισμῷ καὶ τῇ ἐπιμονῇ, διαφέρει δὲ ἐκείνων, ὅτι τὰ πολὺ διεστηκότα συνάγει καὶ ἀξιοπιστίας ἕνεκα λέγεται,
25ὡς ἔχει τὸ Δημοσθενικόν, ἀλλ’ ἐφ’ Ἑλλήσποντον οἴχεται, πρότερον ἧκεν ἐπ’ Ἀμβρακίαν, Ἦλιν ἔχει τηλικαύτην πόλιν ἐν Πελοποννήσ, Με‐ γάροις ἐπεβούλευσε πρώην.
29nιηʹ. ΠΕΡΙ ΕΙΡΩΝΕΙΑΣ.
30Εἰρωνεία δέ ἐστι λόγος προσποιούμενος τὸ ἐναντίον
λέγειν, ὡς ἐπὶ τῆς Μηδείας Εὐριπίδης,22

23

τοιγάρ με πολλαῖς μακαρίαν Ἑλληνίδων
ἔθηκας ἀντὶ τῶνδε, θαυμαστὸν δέ σε
ἔχω πόσιν καὶ σεμνὸν ἡ τάλαιν’ ἐγώ, καὶ τὰ ἑξῆς. καὶ ὡς ὁ Δημοσθένης, δῆλον γάρ, ὅτι
5σὺ μὲν ἀλγεῖς ἐπὶ τοῖς τῶν Θηβαίων ἀτυχήμα‐ σιν, κτήματα ἔχων ἐν τῇ Βοιωτί, ἐγὼ δὲ χαίρω, ὃς εὐθὺς ἐξῃτούμην ὑπὸ τοῦ ταῦτα πεποιηκότος. εἴδη δὲ τῆς εἰρωνείας τέτταρα, ἀστεϊ‐ σμός, μυκτηρισμός, σαρκασμός, χλευασμός.
10nιθʹ. ΠΕΡΙ ΠΑΡΑΛΕΙΨΕΩΣ.
11 Παράλειψις δέ ἐστιν, ὅταν δοκοῦντές τι παραλιπεῖν μηδὲν ἧττον λέγωμεν αὐτό, ὡς Δημοσθένης, ἀλλὰ τί ἐχρῆν με ποιεῖν, ἤδη γὰρ σὲ ἐρωτ, πάντα ταῦτα ἀφείς, Ἀμφίπολιν, Πύδναν, Ποτί‐
15δαιαν, οὐδενὸς τούτων μέμνημαι, Σέρριον δὲ καὶ Δορίσκον καὶ τὴν Πεπαρήθου πόρθη‐ σιν οὐδ’ εἰ γέγονεν οἶδα, καὶ πάλιν, ὅσα μὲν οὖν τοὺς χορευτὰς ἐναντιούμενος ἡμῖν ἀφεθῆναι τῆς στρατείας ἠνώχλησε, καὶ προβαλλόμενος
20καὶ χειροτονῶν αὑτὸν εἰς Διονύσια ἐπιμελη‐ τήν, ἐάσω, καὶ πάλιν, τὴν μὲν ἀσέλγειαν καὶ τὴν ὕβριν Μειδίου καὶ τὰ λοιπὰ ἄπειρα ὄντα κακὰ ἐάσω. καὶ οὔτε τόδε λέγω οὔτε τόδε, οὐδ’ ὡς ἠδίκησεν τὴν πόλιν οὗτος. καὶ πάλιν, οὔτε
25γὰρ τοὺς Ἑρμᾶς, οὓς ἐλωβήσατο, λέξω, οὔθ’ ὡς ηὐτομόλησεν εἰς Σικελίαν, ἀλλ’ ἔστω τού‐ των ἀμνηστεία μυρίων ὄντων.
28nκʹ. ΠΕΡΙ ΑΠΟΣΤΡΟΦΗΣ.
29Ἀποστροφὴ δ’ ἐστίν, ὅταν πρόσωπον ἕτερον ἀνθ’
30ἑτέρου αἰτιώμεθα, ἤτοι πραΰνειν, ἢ ἐποτρύνειν ἐθέλον‐
τες, ὡς ὁ ποιητής.23

24

Ἀτρείδη νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ
πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν.
οὐδέ τι ἐκτελέουσιν ὑπόσχεσιν, ἥνπερ ὑπέσταν· ἐπεὶ γὰρ ἀπότομον ἦν λέγειν, ὦ Ἀχαιοί, ἄδικοί ἐστε,
5πρὸς τὸν βασιλέα οὐκ ἐθέλοντες ἐκτελεῖν αὐτῷ τὰς ὑπο‐ σχέσεις, μετεσχημάτισε τὸν λόγον πρὸς αὐτὸν τὸν Ἀγα‐ μέμνονα· γίνεται δὲ ἡ ἀποστροφὴ καὶ ὅταν ἄλλων μνη‐ μονεύοντες, ὡς δυναμένων ταὐτὰ ποιῆσαι τούτοις, περὶ ὧν ἂν ποιησώμεθα τὸν λόγον, μὴ πεποιηκότων δέ, εἶτα
10δι’ αὐτῶν καὶ καθαπτώμεθα τῶν ἀντιδίκων, ὡς Δημο‐ σθένης τὰ ὑπὸ Μειδίου γεγονότα βουλόμενος διαβάλ‐ λειν διαβάλλει τὰ περὶ Ἰφικράτην, καίτοι φασὶν Ἰφικράτην ποτὲ ἐκεῖνον Διοκλεῖ τῷ Πιτθεῖ τὰ μάλιστα ἐλθεῖν εἰς ἔχθραν, καὶ ἔτι πρὸς
15τούτῳ συμβῆναι, Τισίαν τὸν ἀδελφὸν τὸν Ἰφικράτους ἀντιχορηγῆσαι τῷ Διοκλε· ἀλλ’ ὅμως πολλοὺς ἔχων Ἰφικράτης καὶ τὰ ἑξῆς, οὐκ ἐβάδιζεν ἐπὶ τὰς τῶν χρυσοχόων οἰκίας νύκτωρ, οὐδὲ κατερρήγνυ τὰ κατεσκευασμέ‐
20να ἱμάτια ἐς τὴν ἑορτὴν καὶ τὰ ἑξῆς.
21nκαʹ. ΠΕΡΙ ΔΙΑΠΟΡΗΣΕΩΣ.
22 Διαπόρησις δ’ ἐστίν, ὅταν περὶ ἑνὸς πράγματος δύο ἢ καὶ πλείονας ἐννοίας ἔχωμεν, ἢ καὶ προσποιώμεθα μὴ οὔσας ἔχειν, εἴγε ἀποροῦμεν καὶ μὴ ἐφιστῶμεν ἐπ’ αὐ‐
25ταῖς, ὡς ἔχει τὸ τοιοῦτον, εἴτε τινὸς εἰπόντος, εἴτε αὐτὸς συνιείς, οὐκ ἔχω εἰπεῖν, ὅτι δὲ σωτη‐ ρία μόνη γίνοιτο ἂν αὐτῷ ἡ ἡμετέρα, εἴτε χρὴ φιλανθρωπίαν αὐτὴν λέγειν, εἴθ’ ὅ τι δή ποτε ἄλλο, [οὐκ ἔχει.]
30nκβʹ. ΠΕΡΙ ΕΡΩΤΗΜΑΤΟΣ.
31Ἐρώτημά ἐστι, πρὸς ὃ ἀνάγκη ἀποκρίνασθαι κατ’24

25

ἀπόφασιν ἢ κατάφασιν οὕτω, ναὶ ἢ οὔ, οἷον ἐξῆλθες ἐπὶ τὴν μάχην ἢ οὔ; καὶ ὡς Δημοσθένης, πότερον ταῦτα ποιῶν ἔλυε τὴν εἰρήνην ἢ ο; ἀνάγκη γὰρ καὶ πρὸς τοῦτο ἢ ναὶ ἢ οὒ ἀποκρίνασθαι.
5nκγʹ. ΠΕΡΙ ΠΥΣΜΑΤΟΣ.
6 Πύσμα δέ ἐστι, πρὸς ὃ διεξοδικῶς ἀπαντῆσαι δεῖ καὶ διὰ πλειόνων, ὡς ἔχει τὸ τοιοῦτον, ἐμὲ δ, ὦ τρι‐ ταγωνιστ, τὸ τίνος φρόνημα λαβόντα τού‐ τοις συμβουλεύειν ἔδει; ἐνταῦθα γὰρ οὐκ ἔστιν
10ἀποκρίνασθαι ναὶ ἢ οὔ, ἀλλὰ διὰ πλειόνων ἀνάγκη ἀπαντᾶν τῷ τοιοῦτον ἐροῦντι.
12nκδʹ. ΠΕΡΙ ΔΙΑΤΥΠΩΣΕΩΣ.
13 Διατύπωσις δ’ ἄρ’ ἐστίν, ὅταν ἅμα προσώπων καὶ πραγμάτων παρασυναγωγὴν ποιησάμενοι μὴ τοὺς λό‐
15γους μόνον, ἀλλὰ καὶ τὰ ἐναργήματα καὶ τὰ πάθη καὶ τὰ εἴδη διατυπώμεθα, ὡς ὁ Αἰσχίνης, γίνεσθέ μοι μικρὸν χρόνον τὴν διάνοιαν, μὴ ἐν τῷ δικα‐ στηρί, ἀλλ’ ἐν τῷ θεάτρ. καὶ νομίσατε ὁρᾶν προσιόντα τὸν κήρυκα, καὶ τὴν ἐκ τοῦ ψη‐
20φίσματος ἀνάρρησιν μέλλουσαν γίνεσθαι, καὶ τὰ ἑξῆς. καὶ ὥς φησι Δημοσθένης, ὅτε γὰρ εἰς Δελφοὺς ἐπορευόμεθα, ἦν ὁρᾶν ταῦτα πάντα, οἰκίας κατεσκαμμένας, τείχη περιῃρημένα, γύναια καὶ παιδάρια ὀλίγα καὶ ἄθλια καὶ
25πρεσβύτας οἰκτρούς.
26nκεʹ. ΠΕΡΙ ΑΝΤΕΙΣΑΓΩΓΗΣ.
27 Ἀντεισαγωγὴ γίνεται, ὅταν ἕτερον ἀνθ’ ἑτέρου ἀντι‐ τιθῶμεν, ἀντὶ ἀγαθοῦ κακὸν ἢ ἀντὶ κακοῦ ἀγαθόν, οἷον οἰκτρὸν πατρὶ καὶ μητρὶ παίδων στερηθῆναι
30καὶ ἐρήμοις εἶναι τῶν ἀναγκαιοτάτων γηρο‐
τρόφων· σεμνὸν δὲ αὐτοῖς τιμὴν καὶ μνήμην25

26

τέκνων καταλειπομένην ἐφορᾶν, καὶ πάλιν, ἡδὺ τὸ ζῆν, ἀλλὰ τό γε ὑπὲρ πατρίδος ἀποθα‐ νεῖν δόξαν αἰώνιον παρασκευάζει.
4nκϛʹ. ΠΕΡΙ ΔΙΑΣΥΡΜΟΥ.
5 Διασυρμὸς δ’ ἐστίν, ἐπειδὰν λέγωμεν ἀξιοπίστως διασύροντες, ὡς Ὑπερίδης ἐπὶ Δημοσθένους, καὶ συ‐ κοφαντεῖς τὴν βουλὴν προκλήσεις προτιθεὶς καὶ ἐρωτῶν ἐν ταῖς προκλήσεσιν, πόθεν ἔλα‐ βες τὸ χρυσίον, καὶ τίς ἦν σοι ὁ δούς, καὶ πῶς;
10τελευταῖον δ’ ἴσως ἐρωτήσεις καὶ εἰ ἐχρήσω τῷ χρυσίῳ ὥσπερ τραπεζιτικὸν λόγον παρὰ τῆς βουλῆς ἀπαιτῶν, καὶ ὁ αὐτὸς ἐπὶ τῆς Φρύνης, τίς γάρ ἐστιν αἰτία αὕτη, εἰ Ταντάλῳ ὑπὲρ τῆς κεφαλῆς λίθος κρέμαται. καὶ ὡς Αἰσχίνης,
15οὐ μέμνησθε αὐτοῦ τὰ ἀπίθανα καὶ μιαρὰ ῥή‐ ματα, ἃ πῶς ποτε ὑμεῖς, ὦ σιδήριοι, ἐκαρτε‐ ρεῖτε ἀκροώμενοι, ὅτε ἔφη παρελθών, ἀμπε‐ λουργοῦσί τινες τὴν πόλιν, καὶ τὰ ἑξῆς, καὶ ὡς Δημοσθένης πρὸς αὐτὰ ταῦτα, πάνυ γὰρ κατὰ τοῦτο
20χείρω γέγονε τὰ τῶν Ἑλλήνων πράγματα, εἰ τουτὶ τὸ ῥῆμα, ἀλλὰ μὴ τουτὶ διεξῆλθον ἐγ, ἢ δευρὶ τὴν χεῖρα ἀλλὰ μὴ δευρὶ μετήγαγον.
23nκζʹ. ΠΕΡΙ ΜΕΤΑΣΤΑΣΕΩΣ.
24Μετάστασις δ’ ἐστίν, ὅταν ἀφ’ ἑαυτῶν μεθιστῶ‐
25μεν τὴν αἰτίαν ἐφ’ ἕτερον ἔξω τοῦ πράγματος ὄντα, ὡς Δημοσθένης, τοῦ γὰρ Φωκικοῦ συστάντος πο‐ λέμου, οὐ δι’ ἐμ· οὐ γὰρ ἔγωγε τότε ἐπολι‐ τευόμην, ἢ ἐπὶ τοὺς ἀκούοντας, ἐγὼ γὰρ τοῦ μὲν εἰπεῖν κύριος ἤμην, ἡμεῖς δὲ τοῦ ψηφίσα‐
30σθαι τὰ ῥηθέντα, ἢ τὸν ἀντίδικον εἰς αἰτίαν καθι‐
στῶμεν, ἐξ ὧν αὐτὸς ἡμῖν ἐγκαλεῖ, ὡς πάλιν Δημοσθέ‐26

27

νης, εἶτ’ ὦ τί εἰπών σέ τις ὀρθῶς προσείποι; ἔστιν ὅπου σὺ παρὼν τηλικαύτην πρᾶξιν καὶ συμμαχίαν, ἡλίκην διεξῄεις, ὁρῶν ἀφαιρού‐ μενόν με τῆς πόλεως ἠγανάκτησας; καὶ τὰ ἑξῆς.
6tΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΤΩΝ ΤΗΣ ΛΕΞΕΩΣ
7tΣΧΗΜΑΤΩΝ.
8nαʹ.
9Τὰ μὲν τῆς διανοίας σχήματα προείρηται κατὰ λό‐
10γον ἡμῖν· παντὸς γὰρ λόγου προάγει ἡ τοῦ διανοήματος εὕρεσις, ἕπεται δὲ λέξις τῷ διανοήματι, δι’ αὑτῆς ποι‐ οῦσα φανερὸν αὐτό· νῦν δὲ περὶ τῶν τῆς λέξεως σχη‐ μάτων ποιησόμεθα τὸν λόγον, ἐπεὶ δ’, ὡς ἂν εἴποι τις, τὰ πρῶτα καὶ ἀνωτάτω σχήματα τῆς λέξεώς ἐστι περίο‐
15δος καὶ κῶλον καὶ κόμμα· διὰ τούτων γὰρ πᾶσα λέξις πλέκεται καὶ συντίθεται, τί ποτ’ ἐστὶν ἕκαστον τούτων προεροῦμεν. περίοδος μὲν οὖν ἐστι λόγος ἄνευ περιγρα‐ φῶν καὶ κώλων συνθέσει αὐτοτελῆ διάνοιαν ἐκφέρων, ὡς ἔχει τὸ τοιοῦτον, ἀνὴρ γὰρ ἰδιώτης ἐν πόλει
20δημοκρατουμένῃ νόμῳ καὶ ψήφῳ βασιλεύει, περίοδος δὲ ἀπὸ τοῦ περιοδευομένως οἷον κύκλῳ τὴν διάνοιαν ἐκπλέκειν. κῶλον δ’ ἐστὶ περιόδου μέρος, ὃ λέγεται μὲν καθ’ αὑτό, ἀντικείμενον δὲ πληροῖ περίο‐ δον. αὐτὸ μὲν οὖν καθ’ αὑτὸ κῶλον τὸ τοιοῦτόν ἐστιν,
25ἀνὴρ γὰρ ἰδιώτης, κατὰ δὲ τὸ ἀντικείμενον οὕτω γί‐ νεται σύνθεσις κώλων, ἄτοπον δ’ ἐστὶ σὲ μὲν ἐν τοῖς ἀλλοτρίοις, ἐμὲ δὲ ἐν τοῖς ἰδίοις ἀπορεῖ‐ σθαι. κατὰ δὲ τὸ παρακείμενον οὕτω, καλὸν γὰρ
καὶ τοὺς φίλους εὖ ποιεῖν καὶ τοὺς πολίτας27

28

διὰ παντός. κόμμα δ’ ἐστὶ τὸ περιόδου καὶ κώλου ἔλαττον. λαμβάνεται δὲ καὶ κόμμα καθ’ αὑτό, καθά‐ περ ἔχει τὰ τοιαῦτα, γνῶθι σαυτόν, μέτρον ἄριστον, ἕπου θεῷ· λαμβάνεται δὲ καὶ πρὸς ἕτερον, οἷον ὅρκον
5αἰτεῖς, νόμον αἰτεῖς, δημοκρατίαν αἰτεῖς. τῶν δὲ περιόδων αἱ μέν εἰσι δίκωλοι, ὡς ἔχει ἡ τοιαύτη, πολλάκις ἐθαύμασα τῶν τὰς πανηγύρεις συν‐ αγαγόντων καὶ τοὺς γυμνικοὺς ἀγῶνας κατα‐ στησάντων. αἱ δὲ τρίκωλοι, ὥσπερ ἣν προείπομεν,
10ἀνὴρ γὰρ ἰδιώτης, δεύτερον δὲ ἐν πόλει δημο‐ κρατουμέν, τρίτον δὲ νόμῳ καὶ ψήφῳ βασι‐ λεύει. γίνεται δὲ καὶ τετράκωλος, ὡς παρὰ Ἰσοκράτει, τίς γὰρ οὐκ ἂν ἡδέως μετάσχοι στρατείας, τῆς ὑπ’ Ἀθηναίων τε καὶ Λακεδαιμονίων στρα‐
15τηγουμένης, ὑπὲρ δὲ τῆς τῶν συμμάχων ἐλευ‐ θερίας ἀθροιζομένης, ὑπὸ δὲ τῆς Ἑλλάδος ἁπάσης ἐκπεμπομένης· νοεῖται δ’ ἡ περίοδος τε‐ τράκωλος χωρὶς τῆς πρώτης προθέσεως, τίς γὰρ οὐκ ἂν ἡδέως μετάσχοι στρατείας. συντίθενται δὲ καὶ
20ἐκ πλειόνων κώλων περίοδοι, ἀλλ’ ἐκβαίνουσι τὴν συμ‐ μετρίαν καὶ οὐκ ἔτι περιόδων, ἀλλὰ διεξοδικῶν λόγων ἔχουσι τάξιν. εἰσὶ δὲ τῶν περιόδων αἱ μὲν αὐτοτελεῖς, ὥστε καθ’ αὑτὰς σημαίνειν διάνοιαν, αἱ δὲ συνεζευγμέ‐ ναι, ὥστε μεθ’ ἑτέρων ἐκφέρειν τὸ διανόημα πλῆρες.
25αὐτοτελεῖς μὲν οὖν εἰσιν αἱ ἄνευ συνδέσμου ἐκφερόμε‐ ναι, οἵα ἐστὶν αὕτη, ἣν γὰρ ὁ κῆρυξ κατὰ τοὺς νό‐ μους φωνὴν ἀφίησι, ταύτην κοινὴν τῆς πα‐ τρίδος δίκαιον ἡγεῖσθαι, συνεζευγμέναι δὲ αἱ μετὰ τῶν συνδέσμων συγκείμεναι, ὡς ἔχει αὕτη, χρὴ
30γὰρ τὸ αὐτὸ φθέγγεσθαι τὸν ῥήτορα καὶ τὸν νόμον· ὅταν δὲ ἑτέραν μὲν φωνὴν ἀφίῃ ὁ νό‐
μος, ἑτέραν δὲ ὁ ῥήτωρ, τῷ τοῦ νόμου δικαίῳ28

29

χρὴ διδόναι τὴν ψῆφον, μὴ τῇ τοῦ λέγοντος ἀναισχυντί.
3nβʹ. ΠΕΡΙ ΑΝΑΔΙΠΛΩΣΕΩΣ Η ΠΑΛΙΛΛΟΓΙΑΣ Η
4nΕΠΑΝΑΛΗΨΕΩΣ.
5 Τοῦτο τὸ σχῆμα ὁ μὲν Καρκῖνος παλιλλογίαν καλεῖ, ἔνιοι δὲ ἀναδίπλωσιν, οἱ δὲ ἐπανάληψιν, φαίνεται δὲ ὅτε μὲν ῥῆμα ἐπαλλήλως ἐντιθέντων ἡμῶν, ὡς ἔχει τὸ τοιοῦτον, μιαρὸν μιαρὸν θηρίον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ πάλιν ὡς Ξενοφῶν ὠγκωμένῳ ἐπὶ
10γένει, πεφυσημένῳ δ’ ἐπὶ πλούτ, διατε‐ θρυμμένῳ δὲ ὑπὸ πολλῶν ἀνθρώπων.
12nγʹ. ΠΕΡΙ ΕΠΑΝΑΦΟΡΑΣ.
13 Γίνεται δὲ ἡ ἐπαναφορὰ ποτὲ μὲν ἐπὶ τῶν ἡγουμέ‐ νων κώλων, ὡς ἔχει τὰ προειρημένα, ποτὲ δὲ ἐπὶ τῶν
15ἑξῆς ὡς ἔχει τὸ Δημοσθενικόν, ἐδίδασκες γράμ‐ ματα, ἐγὼ δὲ ἐφοίτων· ἐτέλεις, ἐγὼ δ’ ἐτε‐ λούμην. πεποίηκε δὲ Δημοσθένης καὶ διπλῆν ἐπανα‐ φορὰν ἐπί τε τῶν προηγουμένων κώλων τὸ αὐτὸ μόριον λαμβάνων καὶ ἐπὶ τῶν ἑπομένων ἐν τούτοις, μέχρι
20τούτου φίλος ὠνομάζετο Λασθένης Φιλίπ‐ που, ἕως προὔδωκεν Ὄλυνθον· μέχρι τούτου Εὔδικος καὶ Σιμὸς ὁ Λαρισσαῖος, ἕως τὴν Θετταλίαν ὑπὸ Φιλίππῳ ἐποίησαν· τῶν μὲν γὰρ πρώτων κώλων τὸ μέχρι ἄρχει μόριον, τῶν δὲ δευτέ‐
25ρων τὸ ἕως.
26nδʹ. ΠΕΡΙ ΑΝΤΙΣΤΡΟΦΗΣ.
27 Ἀντιστροφὴ δ’ ἐστὶν τὸ ἐναντίον τῆς ἐπαναφορᾶς· ὡς γὰρ ἐκείνη ἀπὸ τῶν αὐτῶν ἄρχεται, οὕτως αὕτη εἰς τὸ αὐτὸ λήγει, διὸ καὶ ταύτην ἔχει τὴν προσηγορίαν ἀντι‐
30στρέφουσα τὴν ἐπαναφοράν. παράδειγμα δὲ τοῦ σχήμα‐29

30

τος, λέγεταί τι τῶν ὑμῖν συμφερόντων, ἄφω‐ νος Αἰσχίνης· ἀντέκρουσέ τι καὶ γέγονεν, οἷον οὐκ ἔδει, πάρεστιν Αἰσχίνης, καὶ τὸ [αὐτὸ] Αἰσχίνου, ὅστις δ’ ἐν τῷ συλλόγῳ τὴν ψῆφον
5αἰτε, ὅρκον αἰτε, νόμον αἰτε, δημοκρατίαν αἰτε.
7nεʹ. ΠΕΡΙ ΣΥΜΠΛΟΚΗΣ Η ΣΥΝΘΕΣΕΩΣ.
8 Τοῦτο τὸ σχῆμα μικτόν ἐστιν ἐκ τῆς ἀναφορᾶς καὶ τῆς ἀντιστροφῆς, διὸ καὶ οὕτω κέκληται· καὶ γὰρ ἐν
10ἀρχῇ τῶν κώλων καὶ ἐπὶ τελευτῆς τὴν αὐτὴν ἔχει λέξιν, ὡς Αἰσχίνης, ἐπὶ σαυτὸν καλεῖς, ἐπὶ τοὺς νόμους καλεῖς, ἐπὶ τὴν δημοκρατίαν καλεῖς.
13nϛʹ. ΠΕΡΙ ΣΥΝΩΝΥΜΙΑΣ.
14Συνωνυμία δέ ἐστιν, ὅταν τῷ χαρακτῆρι διαφόροις
15ὀνόμασι, τῇ δυνάμει δὲ τὸ αὐτὸ δηλοῦσι χρώμεθα πλείο‐ σιν, ἓν μὲν καὶ τὸ αὐτὸ βουλόμενοι δηλοῦν, ὡς καὶ Δη‐ μοσθένης, καὶ γινώσκεται μὲν ὑπὸ τῶν Περιν‐ θίων καὶ Βυζαντίων, οὐκ ἀγνοεῖται δὲ ὑπὸ Θετταλῶν δεσπόζειν, ἀλλ’ οὐχ ἡγεῖσθαι τῶν
20συμμάχων προαιρούμενος, ὑποπτεύεται δὲ ὑπὸ Θηβαίων.
22nζʹ. ΠΕΡΙ ΕΠΑΝΟΔΟΥ.
23 Ἐπάνοδος δέ ἐστιν, ὅταν δύο ὀνόματα διάφορα προ‐ τιθέντες μήπω τοῦ νοῦ πέρας ἔχοντος, ἐπανίωμεν ἐπὶ
25τὰ προκείμενα καὶ τὸ λεῖπον τῷ νῷ προσαποδιδῶμεν, ὡς ὁ Δημοσθένης, ὁρῶν δὲ ταῦτα ὁ δῆμος ὁ τῶν Ὠρειτῶν ἀντὶ τοῦ τῷ μὲν βοηθεῖν, τοὺς δὲ ἀποτυμπανίσαι τοῖς μὲν οὐκ ὠργίζετο, τὸν δὲ ἐπιτήδειον ἔφη ταῦτα πάσχειν, καὶ ὡς ὁ Φί‐
30λιππος, ἐν ἀργίᾳ καὶ δυσθυμίᾳ μὲν ἐπὶ τῶν30

31

στρατηγῶν ὁ δῆμος οἷς ἐνέτυχεν, καὶ θελῆσαι προδιδόναι φάσκων δυσθυμίαν νικωμένων κατὰ τὸν πόλεμον τοῖς πόνοις, οὐ ταῖς μάχαις. κέχρηται δὲ Ὅμηρος καὶ τούτῳ τῷ σχήματι, ποιήσας εὐ‐
5χόμενον τὸν Ἀχιλλέα ὑπὲρ τοῦ Πατρόκλου,
τῷ δ’ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δ’ ἀνένευσε·
νηῶν μέντοι ἀπώσασθαι, πόλεμόν τε μάχην τε
δῶκε, σόον δ’ ἀνένευσε μάχης ἐξαπονέεσθαι.
9nηʹ. ΠΕΡΙ ΚΛΙΜΑΚΟΣ.
10 Κλῖμαξ δὲ γίνεται, ὅταν ἐπὶ πλεῖον μηκύνοντες τὸ προκείμενον κεφάλαιον καθ’ ἕκαστον κόμμα τὴν αὐτὴν λέξιν τελευτήν τε καὶ ἀρχὴν ποιήσωμεν, ὡς ἔχει τὸ Δημοσθενικόν, καὶ οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα δ· οὐδὲ ἔγραψα μέν, οὐκ ἐπρέσβευσα
15δ· οὐκ ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δὲ Θη‐ βαίους. γίνεται δὲ καὶ κατὰ συνωνυμίαν κλῖμαξ, ὡς ἔχει τὸ Ὁμηρικόν,
Ἥφαιστος μὲν δῶκε Διῒ Κρονίωνι ἄνακτι·
αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ Ἀργειφόντῃ·
20
Ἑρμείας δὲ ἄναξ δῶκε Πέλοπι πληξίππῳ·
αὐτὰρ ὁ αὖτε Πέλοψ δῶκ’ Ἀτρέϊ ποιμένι λαῶν· καὶ γὰρ Κρονίων καὶ Ζεὺς συνώνυμά πώς ἐστι, καὶ τὸ Ἀργειφόντης καὶ Ἑρμῆς· εἴληφε δὲ τὸ σχῆμα τὸ ὄνομα ἀπὸ τῆς κλίμακος· καὶ γὰρ ἐν ταύτῃ, ἐφ’ ὃν λήγομεν
25βαθμόν, ἀπ’ ἐκείνου πάλιν ἀρχόμεθα.
26nθʹ. ΠΕΡΙ ΠΡΟΣΔΙΑΣΑΦΗΣΕΩΣ.
27 Προσδιασάφησίς ἐστιν, ὅταν ἓν ὄνομα ἐπενεχθῇ πε‐ πληρωμένῳ λόγῳ, προσδιασαφοῦν πλέον τι, ὡς ἔχει τὸ Ὁμηρικόν,
30ἀλλ’ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ·31

32

τὸ γὰρ θυμῷ ἐπηνέχθη πλήρει τῷ λόγῳ προσδιασα‐ φοῦν, ὅτι ψυχή ἐστι, περὶ ἣν τὸ τοῦ ἀρέσκειν πάθος γί‐ νεται· καὶ εἴ τις ἐν πολλῷ λόγῳ λέγοι, ταῦτα ἐννοήσας τῇ ψυχῇ.
5nιʹ. ΠΕΡΙ ΠΕΡΙΦΡΑΣΕΩΣ.
6 Ἡ δὲ περίφρασις ἴδιόν μοι δοκεῖ σχῆμα εἶναι τῆς ποιήσεως· πολλὰ γὰρ τὰ περιπεφραγμένα παρ’ ἐκείνοις, οἷον βίη Ἡρακληείη καὶ μένος Ἀλκινόοιο· οὐ μὴν ἀλλὰ τὸ σχῆμά ἐστι τοῦτο εὑρεῖν καὶ παρὰ Δημο‐
10σθένει, ἀλλ’ ἁπλῶς οὕτως ἠτίμωται τῇ ῥύμῃ τῆς ὀργῆς καὶ τῆς ὕβρεως τῆς Μειδίου, γέγονε δὲ ὁ λόγος καὶ ὑψηλότερος καὶ πλείονα ἔμφασιν ἔχων κατὰ τὴν περίφρασιν, ἢ εἰ οὕτω ῥηθείη, ἠτίμωται ὑπὸ Μει‐ δίου. καὶ ὡς τὰ Ξενοφῶντος ἔχει, ἔννοιά ποθ’ ἡμῖν
15ἐγένετο, ἀντὶ τοῦ ἐνενοήσαμεν, καὶ ὡς τὸ παρὰ Θου‐ κυδίδῃ, οὐ περὶ ὧν ἐδιδάσκομεν ἑκάστοτε τὴν μάθησιν ἐποιεῖσθε ἀντὶ τοῦ ἐμανθάνετε· πολὺ δὲ τὸ σχῆμα παρὰ τῷ ἀνδρὶ τούτῳ.
19nιαʹ. ΠΕΡΙ ΠΛΕΟΝΑΣΜΟΥ.
20 Πλεονασμὸς δέ ἐστιν, ὅταν ᾖ τῷ λόγῳ προσκείμε‐ νον μόριον ἐκ τοῦ περιττοῦ κόσμου χάριν ἢ ἐμφάσεως, οὗ ἀφαιρεθέντος οὐδὲν ἡ διάνοια βλάπτεται, ὡς ἔχει τὸ τοιοῦτον, κίνησις γὰρ αὕτη μεγίστη δὴ τοῖς Ἕλλησιν ἐγένετο· ἐνταῦθα γὰρ τὸ δὴ προσκείμενον
25τῷ λόγῳ παρέσχε κόσμον, ἀφαιρεθὲν δὲ οὐδὲν λυμαί‐ νεται τὴν διάνοιαν. πάλιν, ἐκεῖνος Καλλίστρατος [ἐκρίνετο]· τὸ γὰρ ἐκεῖνος προσκείμενον ἔμφασίν τινα μεγέθους περὶ τὸν ἄνδρα δηλοῖ.
29nιβʹ. ΠΕΡΙ ΑΣΥΝΔΕΤΟΥ Η ΔΙΑΛΥΣΕΩΣ.
30Κατὰ τοῦτο τὸ σχῆμα τοὺς συνδέσμους αἴροντες32

33

τοὺς ὀφείλοντας τὰ κῶλα συνάπτειν οὕτω φαμὲν τὸν λόγον, ὡς ἔχει τὰ τοιαῦτα, εἰ δ’ ὁμοίως ἁπάντων τὸ ἀξίωμα, τὴν ἡγεμονίαν παρείλετο, καὶ πά‐ λιν, Ἀμφίπολιν, Πύδναν, Ποτίδαιαν, Ἁλόν‐
5νησον, οὐδενὸς τούτων μέμνημαι.
6nιγʹ. ΠΕΡΙ ΕΛΛΕΙΨΕΩΣ.
7 Ἔλλειψις δὲ γίνεται, ὅταν ὀνόματα πολλὰ περιῃρη‐ μένα χρὴ ὀνομαστὶ μὴ κειμένων, ὅτε δέ τι νοεῖται πλέον, ὡς ὁ Δημοσθένης, εἴ τις ἐπακολουθῶν ἐπὶ τὸ
10μνῆμα διεξίοι, εἰ τὸ καὶ τὸ ἐποίησεν, οὐκ ἂν ἀπέθανεν· ἐμβρόντητε, εἶτα νῦν λέγεις; νοεῖ‐ ται γὰρ τὸ φαίη ἄν τις πρὸς αὐτὸν ἢ εἴποι. καὶ πάλιν, μέλει δ’ οὐδενὶ οὐδὲ μέμνηται, καὶ γὰρ ἐνταῦθα ἐλλείπει τὸ οὐδείς· πάθους δὲ ἔμφασιν ἔχει τὸ σχῆμα.
15nιδʹ. ΠΕΡΙ ΑΛΛΟΙΩΣΕΩΣ Η ΑΛΛΑΓΗΣ.
16 Ἡ δὲ ἀλλοίωσις ἢ καὶ ἀλλαγὴ σχῆμά ἐστι ποικίλον, καὶ κατὰ πολλοὺς γινόμενον τρόπους· καὶ γὰρ ἀριθμοὺς ἀλλάσσομεν, καὶ ὀνομάτων τὰς πτώσεις, καὶ ἐπὶ τῶν ῥημάτων πάλιν χρόνους, πάθη. ὀνομάτων μὲν οὖν εἴδη
20καὶ οὕτως ἀλλοιοῦται καὶ μεταβάλλεται· πᾶσα γὰρ ἡ Ἑλλὰς ἐσιδηροφόρει· ἀντὶ γὰρ τῶν Ἑλλήνων Ἑλ‐ λὰς εἴρηται· καὶ πάλιν, εἰ γὰρ τὸ φιλότιμον ἀγήρω μόνον, ἀντὶ τοῦ ὁ φιλότιμος· καὶ ὡς ὁ Δημοσθένης, ἔπειτα δ’ ἡ Πελοπόννησος ἅπασα διεστήκει
25ἀντὶ τοῦ οἱ Πελοποννήσιοι. τούτου δ’ ἔχεται τοῦ τρόπου καὶ τὸ τοιοῦτον, γῆν ἀροῦν. ἐγίνετο δὲ καὶ τοιαύτη μετα‐ βολὴ προσώπων, ὅταν ἀφ’ ἑτέρου ἐφ’ ἕτερον τὸν λόγον μεταφέρωμεν, ὡς ἔχει τὸ τοιοῦτον, καὶ οὐδεὶς ἡμῶν χολὴν οὐδ’ ὀργὴν εὑρεθήσεται ἔχων, ἐφ’ οἷς
30ὁ βδελυρὸς οὗτος καὶ ἀναιδὴς βιάζεται, ὅς,
ὦ μιαρώτατε πάντων, ἀποκεκλεισμένης σοι33

34

τῆς παρρησίας. πτώσεως δὲ ἀλλαγὴ καὶ μεταβολὴ οὕτω σχηματίζεται παρὰ τοῖς παλαιοῖς, τοὺς μὲν οὖν ἄλλους, ὅσοι πρὸς τὰ κοινὰ δικαίως προσέρ‐ χονται, κἂν δεδωκότες ὦσιν εὐθύνας, τὴν
5ἀειλογίαν ὁρῶ προτεινομένους· ἀπὸ γὰρ τῆς αἰ‐ τιατικῆς ἐπὶ τὴν εὐθεῖαν ἐτράπη· καὶ τὰ Ὁμηρικά, μῆ‐ νιν ἄειδε θεὰ οὐλομένην ἣ μυρία, καὶ πάλιν, ἄνδρα μοι ἔννεπε Μοῦσα πολύτροπον, ὃς μάλα πολλ. ἀριθμοὺς δὲ οὕτως ἀλλάσσουσιν, ὡς Θουκυ‐
10δίδης, ῥᾷον γὰρ ἐτόλμα τις ἃ πρότερον ἀπε‐ κρύπτετο μὴ καθ’ ἡδονὴν ποιεῖν, ἀντίστρο‐ φον τὴν μεταβολὴν ὁρῶντες· καὶ Φίλιππος καὶ τὸ πλῆθος τῶν ἔλαττον ἰδόντες τὴν τροπὴν τῶν Λιβύων ἐφείποντο. χρόνων δὲ ἀλλαγὴ τοῦτον
15γίνεται τὸν τρόπον, καὶ ὅτι ἀληθῆ ταῦτα λέγομεν τοὺς ὁρῶντας ὑμῖν παρέξομαι μάρτυρας ἀντὶ τοῦ τοὺς ἑωρακότας. καὶ ἐνέργειαι δὲ καὶ τὰ πάθη [καὶ τὰ ῥήματα] ἀλλάσσεται, καὶ τοῦτο πολύ ἐστι παρὰ Θου‐ κυδίδῃ, οἷον οὐδ’ ἐπιμιγνύντες ἀλλήλοις ἀντὶ τοῦ
20ἐπιμιγνύμενοι, καὶ πάλιν τοὺς τὴν μεσόγειαν μᾶλ‐ λον κατῳκημένους ἀντὶ τοῦ κατῳκηκότας.
22nιεʹ. ΠΕΡΙ ΠΟΛΥΠΤΩΤΟΥ.
23 Πολύπτωτόν ἐστιν, ὅταν ἢ τὰς ἀντωνυμίας ἢ τὰ ὀνόματα ταῖς πλείοσι πτώσεσι καὶ πάσας μεταλαμβάνον‐
25τες πλέκωμεν τὸν λόγον, ὡς ἔχει τὸ Ξενοφῶντος, τίνι μὲν γὰρ φίλοι πλείους ἢ τῷ Περσῶν βασιλε; τίς δὲ κοσμῶν φαίνεται ἀεὶ τοὺς περὶ αὑτὸν μᾶλλον ἢ ὁ βασιλεύς; τίνος δὲ δῶρα γινώσκε‐ ται μᾶλλον ἢ τὰ βασιλέως; καὶ τὸ Δημοσθενι‐
30κόν, οὗτοι γὰρ κατέχουσι, τούτοις πείθεσθε
ὑμεῖς, ὑπὸ τούτων δέος ἐστὶ μὴ παρακρου‐34

35

σθῆτε. καίτοι τίς ἦν ὁ τὴν πόλιν ἐξαπατῶν; οὐχ ὁ μὴ λέγων, ἃ φρονε; τῷ δὲ ὁ κῆρυξ καταρᾶται δικαίως; οὐ τῷ τοιούτ.
4nιϛʹ. ΠΕΡΙ ΜΕΤΑΒΟΛΗΣ.
5 Ἐπὶ τούτου τοῦ σχήματος μετάθεσις μορίων ὅλων γίνεται καὶ καθ’ ἕκαστον κῶλον ἢ κόμμα, ὡς ἔχει τὸ Δημοσθενικόν, τίς γὰρ συμμαχία σου πράξαν‐ τος γέγονε τῇ πόλει; τίς δὲ βοήθεια ἐκ τῆς σῆς εὐνοίας καὶ δόξης; τίς δὲ πρεσβεία; τίς δὲ
10διακονία, δι’ ἣν ἡ πόλις ἐνδοξοτέρα; τί τῶν Ἑλληνικῶν ἢ τί τῶν οἰκείων ἁπλῶς ἐπηνώρ‐ θωται διὰ σ; ποῖαι τριήρεις; ποῖα βέλη; ποῖοι νεώσοικοι; τίς ἐπισκευὴ τειχῶν; ἢ ποῖον ἱπ‐ πικόν; ἢ τῶν ἁπάντων τί χρήσιμον, ἢ τοῖς
15ἀπόροις πολιτικὴ βοήθεια, ἢ χρημάτων εὐ‐
15πορία;
16nιζʹ. ΠΕΡΙ ΖΕΥΓΜΑΤΟΣ.
17 Ἐπὶ τούτου τοῦ σχήματος ποτὲ μὲν καθ’ ἕκαστον κῶλον ἐπιλέγομεν τὸ οἰκεῖον ἑκάστῳ, ὡς ἔχει τὸ Ἰσοκρα‐ τικόν, πολλάκις ἐθαύμασα τῶν τὰς πανηγύ‐
20ρεις συναγαγόντων καὶ τοὺς γυμνικοὺς ἀγῶ‐ νας καταστησάντων, ποτὲ δὲ θέντες τὰ κῶλα ** καὶ πάλιν, ὡς ἔχει τὸ τοιοῦτον, Ἀλέξανδρος ἐνίκησε μαχομένους ἐπὶ μὲν Γρανικῷ τοὺς ἑπτὰ σα‐ τράπας, ἐν Ἰσσῷ δὲ Δαρεῖον, ἐν Ἀρβήλοις δὲ
25συναχθέντας ὁμοῦ πάντας. δύνανται δὲ καὶ τὰ συνάγοντα κῶλα καὶ μέσον αὐτῶν τεθῆναί ποτε· πόθεν δ’ ἂν ἡ τοιαύτη γένοιτο σύνταξις, δῆλον [ὅτι] ἐκ τῶν προειρημένων.
29nιηʹ. ΠΕΡΙ ΟΜΟΙΟΤΕΛΕΥΤΟΥ.
30Ὁμοιοτέλευτον δέ ἐστιν, ὅταν εἰς τὸ αὐτὸ μόριον35

36

πλεονάκις καταλήγωμεν, ὡς ἔχει τὸ Ἰσοκρατικόν, τοῦ μὲν ἐπίπονον καὶ φιλοκίνδυνον τὸν βίον ἐποίησε, τῆς δὲ περιμάχητον τὴν φύσιν κατέ‐ στησε, καὶ τὸ Αἰσχίνου, καὶ οὐ τὸ δυστύχημα
5ὀνειδίζω, τὸν δὲ τρόπον ἐξετάζω.
6nιθʹ. ΠΕΡΙ ΟΜΟΙΟΠΤΩΤΟΥ.
7 Ὁμοιόπτωτον δέ ἐστιν, ὅταν ἡ αὐτὴ πτῶσις ἐφ’ ἓν ὄνομα πολλάκις ἀναφέρηται, ὡς ἔχει τὸ κατὰ Δημοσθέ‐ νους Αἰσχίνου, ὦ πρὸς μὲν τὰ μεγάλα τῶν ἔργων
10ἁπάντων ἀνθρώπων ἀχρηστότατε, πρὸς δὲ τὴν ἐν λόγοις τόλμαν θαυμασιώτατε· κλητικὴ γὰρ πτῶσις ἐπ’ ἀμφοτέρων τῶν κώλων τέτακται.
13nκʹ. ΠΕΡΙ ΠΑΡΟΝΟΜΑΣΙΑΣ.
14Παρονομασία δὲ γίνεται, ὅταν τι τῶν ληφθέντων
15εἰς τὴν διάνοιαν ὀνομάτων ἢ ῥημάτων βραχὺ μεταποιή‐ σαντες ἑτέραν κινήσωμεν ἔννοιαν, ὡς ἔχει τὸ ῥηθὲν ὑπό τινος πρὸς τὸν ἀμπελουργὸν τὸν δικαζόμενον συνε‐ χῶς, αἱ ἄμπελοί σου οὐ κλήματα φέρουσιν, ἀλλ’ ἐγκλήματα, καὶ ὡς τὸ Δημοσθενικόν, ἔτι γὰρ
20τῶν πραγμάτων ὄντων μετεώρων καὶ τοῦ μέλ‐ λοντος ἀδήλου, σύλλογοι παντοδαποὶ καὶ λό‐ γοι κατὰ τὴν ἀγορὰν ἐγίνοντο, καὶ ὡς τὸ Θουκυ‐ δίδου, ἰέναι τοῖς ἐχθροῖς ὁμόσε μὴ φρονήματι, ἀλλὰ καταφρονήματι. καὶ ὅπως τὰ τοιαῦτα ἔχει
25διεκπλέκοντες καὶ περιπλέκοντες.
26nκαʹ. ΠΕΡΙ ΑΝΤΙΘΕΣΕΩΣ.
27 Ἀντίθεσις δὲ γίνεται κατὰ τρόπους πλείονας, καθ’ ἕνα μέν, ὅταν τὰ ἀντικείμενα ὀνόματα ἀναλαμβάνω‐ μεν, ὡς ἔχει τὸ τοιοῦτον, μᾶλλον γὰρ τιμῶσιν αἱ
30πόλεις τῶν ἀδίκως πλουτούντων τοὺς δι‐
καίως πενομένους, καὶ ἐπιλούουσιν ἐν θερ‐36

37

μοῖς ὕδασι ψυχροὺς ἄνδρας. καθ’ ἕτερον δέ, ὅταν αὐτὰ στρέφηται τὰ ὀνόματα, σὺ μὲν γὰρ ἔλα‐ βες, ὦ Δημάδη, δῶρα παρὰ Φιλίππου, ἐγὼ δὲ οὐκ ἔλαβον, καὶ προέπινες αὐτῷ κατὰ τῆς πό‐
5λεως εὐωχούμενος, ἐγὼ δ’ οὐ συνέπινον. καθ’ ἄλλον δὲ τρόπον ἡ ἀντίθεσις γίνεται, ὅταν μὴ πάν‐ τως τοῖς ἀντικειμένοις ὀνόμασιν φράζωμεν, ἀντικεί‐ μενα μέντοι ἢ διαφέροντα πράγματα λαμβάνωμεν, ὡς παρὰ Δημοσθένει, ἐδίδασκες γράμματα, ἐγὼ δὲ
10ἐφοίτων· ἐτέλεις, ἐγὼ δὲ ἐτελούμην· ἐτρι‐ ταγωνίστεις, ἐγὼ δὲ ἐθεώρουν· ἐγραμμά‐ τευες, ἐγὼ δ’ ἐκκλησίαζον· ἐξέπιπτες, ἐγὼ δὲ ἐσύριττον.
14nκβʹ. ΠΕΡΙ ΑΝΤΙΜΕΤΑΘΕΣΕΩΣ Η ΣΥΓΚΡΙΣΕΩΣ Η
15nΠΛΟΚΗΣ.
16 Ἐπὶ τούτου τοῦ σχήματος ταῖς αὐταῖς λέξεσι χρώ‐ μενοι πλεονάκις ἕτερα σημαίνομεν, ὡς ἔχει τὰ τοιαῦτα,
χάριέν ἐστ’ ἄνθρωπος, ὅς τ’ ἄνθρωπος ᾖ· καί,
20
καλὸν δὲ τὸ ζῆν, ἄν τις ὡς δεῖ ζῆν μάθῃ· καὶ ὡς ἔχει τὸ Αἰσχίνου, δεῖ γὰρ τὰς Θήβας εἶναι Βοιωτίας, οὐ τὴν Βοιωτίαν Θηβῶν. παράκειται δὲ τούτῳ τῷ σχήματι ἡ ἀντιμεταβολὴ καλουμένη· γίνε‐ ται δέ, ὅταν ἐν τῷ πρώτῳ καὶ δευτέρῳ κώλῳ τῆς περιό‐
25δου τοῖς αὐτοῖς ὀνόμασι χρησώμεθα, τὰ ἐν ἀρχῇ ἐν τέλει τεθέντα ἐπὶ ταύτης ἀπολίπωμεν, ὡς Ἰσοκράτης παρα‐ καλούμενος ἐπάρξασθαί τι παρὰ πότον εἶπεν, οἷς μὲν γὰρ ἐγὼ δεινός, οὐχ ὁ παρὼν καιρός, οἷς δ’ ὁ νῦν καιρός, οὐκ ἐγὼ δεινός.
30nκγʹ. ΠΕΡΙ ΑΝΤΕΝΑΝΤΙΩΣΕΩΣ.
31Ἀντεναντίωσις δέ ἐστιν, ὅταν τὸ ἐναντίον ὄνομά37

38

τινος τιθέντες αὐτὸ ἐκεῖνο σημαίνωμεν, εἰ οὕτως ᾖ τῷ κειμένῳ ἐναντίον, οἷον ἐχθροὺς ἔσχεν οὐ τοὺς ἀδυνατωτάτους λέγειν καὶ πράττειν, καὶ πά‐ λιν, οὔτε ἐλαχίστων κατὰ τὴν πόλιν ἀντὶ τοῦ τοὺς
5δυνατωτάτους καὶ τὰ μέγιστα, καὶ ὡς τὸ Ὁμηρικόν,
ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλ’ Ἀχαιῶν, ἀντὶ τοῦ ὁ γενναιότατος.
8nκδʹ. ΠΕΡΙ ΥΠΕΡΒΑΤΟΥ.
9Τοῦ δ’ ὑπερβατοῦ καὶ αὐτοῦ πλείους εἰσὶ διαφοραί·
10καὶ γὰρ κατ’ ἀναστροφὴν συλλαβῶν καὶ μορίων γίνε‐ ται, ὡς ἔχει λέων κατὰ ταῦρον ἐδηδώς, καὶ Δη‐ μοσθένης κατὰ τοῦ Αἰσχίνου, οὗτος μὲν τὸν Ἀξιό‐ χου οὐδ’ ἕνα δ’ ἄλλον, καὶ τὸ Θουκυδίδου ἐν οὗ τῷ ἱερῷ. καὶ πάλιν λέξεως συνθέτου διασπειρομένων ἀπ’
15ἀλλήλων τῶν μορίων, οἷον ἄπο μ’ ὀλεῖς ἀντὶ τοῦ ἀπο‐ λεῖς με. καὶ πάλιν λέξεων μὴ κατὰ τὸ ἑξῆς μηδὲ κατὰ φύσιν τιθεμένων, οἷον τὸ Θουκυδίδου, πυθόμενοι δὲ οἱ Κερκυραῖοι τὴν παρασκευὴν αὐτῶν ἐφο‐ βοῦντο, καὶ (ἦσαν γὰρ οὐδενὸς Ἑλλήνων ἔν‐
20σπονδοι, οὐδὲ ἐπέγραψαν ἑαυτοὺς οὔτε ἐς τὰς Ἀθηναίων, οὔτε ἐς τὰς Λακεδαιμονίων σπον‐ δάς,) ἔδοξεν αὐτοῖς ἐλθοῦσι πρὸς τοὺς Ἀθη‐ ναίους συμμάχους γενέσθαι· ὃ γὰρ ἐνταῦθα ἀποδοθῆναι ὤφειλεν, ἤδη προείληπται· τὸ γὰρ ἑξῆς
25ἐστι, τὴν παρασκευὴν αὐτῶν ἐφοβοῦντο, καὶ ἔδοξεν αὐ‐ τοῖς ἐλθοῦσι πρὸς τοὺς Ἀθηναίους συμμάχους γενέ‐ σθαι· ἦσαν γὰρ οὐδενὸς Ἑλλήνων ἔνσπονδοι. γίνεται δὲ ὑπερβατὸν καὶ πολλῶν τιθεμένων μεταξὺ λέξεων τῶν ὀνομάτων, ὡς ἔχει τὸ Δημοσθενικόν, ἐγὼ δ’ ὅτι μὲν
30πάντα ἀπόλλυται χρήματα, ἐὰν τὰ τοῦ σοφί‐
σματος παραδέξησθε, καὶ ὅτι, εἰ ἄρα δεῖ τινας38

39

ἀφιέναι τῶν ὀφειλόντων, τοὺς ἐπιεικεστέ‐ ρους καὶ βελτίους, καὶ ἐπὶ τοῖς ἥκιστα δει‐ νοῖς ὠφληκότας ἀφιέναι δίκαιον ἂν εἴη, οὐχὶ τὸν πονηρότατον καὶ πλεῖστα ἡμαρτηκότα
5καὶ δικαίως ὠφληκότα καὶ ἐπὶ δεινοτάτοις (τί γὰρ ἂν γένοιτο συκοφαντίας καὶ παρανο‐ μίας δεινότερον, ἐφ’ οἷς ἀμφοτέροις οὗτος ὤφληκε;) καὶ ὅτι οὐδ’ εἰ πᾶσι τοῖς ἄλλοις ἀφιέναι δίκαιον, οὐχὶ τῷ βιαζομένῳ ὑβρί‐
10σαι τὸ αὐτὸ γέγονε· τὰ τοιαῦτα ἐάσω· τὸ γὰρ ἐάσω διὰ μακροῦ πάνυ ἐπενηνεγμένον.
12nκεʹ. ΠΕΡΙ ΠΑΡΕΜΒΟΛΗΣ.
13 Τοῦτο τὸ σχῆμα παρακεῖσθαι μὲν δοκεῖ τῷ ὑπερ‐ βατῷ, ἐπειδὴ μεταξὺ τῆς κατὰ φύσιν συντάξεως τοῦ λό‐
15γου τίθεταί τις λόγος, διαφέρει δὲ ἐκείνου· τὸ μὲν γὰρ ὑπερβατὸν ἐν τῇ ἀλλαγῇ τῶν μορίων καὶ τῇ προσαπο‐ δόσει τοῦ ἀκολουθοῦντος σχήματος· ἡ δὲ παρεμβολὴ ἰδίαν ἔχει διάνοιαν· καὶ τῆς μὲν ὑπερβάσεως, ὅταν τι μέρος τῶν ὑπαρχόντων ἄρῃς, βλάψεις τὸν νοῦν καὶ τὸ
20σχῆμα ἀναιρήσεις· ἡ παρεμβολὴ δὲ καὶ ὅλη ἀρθεῖσα οὐ
20βλάπτει τὴν διάνοιαν. παράδειγμα δὲ τῆς παρεμβολῆς καὶ τὸ παρ’ Ἡροδότῳ κείμενον, Κροῖσος ἦν Λυδὸς μὲν τὸ γένος, παῖς δὲ Ἀλυάττεω, τύραννος δὲ ἐθνέων τῶν ἐντὸς Ἅλυος ποταμο, ὃς ῥέων ἀπὸ μεσημβρίης μεταξὺ Σύρων καὶ Καππα‐
25δοκῶν καὶ πρὸς Βορέην ἄνεμον εἰς τὸν Εὔ‐ ξεινον ἐξίησι πόντον· οὗτος οὖν Κροῖσος· ἐνταῦθα τὰ περὶ τοῦ ποταμοῦ παρεμβεβλημένα οὐδὲν κοινὸν ἔχει τοῖς περὶ τὸν Κροῖσον· ἐδύνατο γὰρ καὶ οὕτως ἔχειν ὁ λόγος· τύραννος δὲ ἐθνέων τῶν ἐντὸς
30Ἅλυος ποταμοῦ, οὗτος ὦν ὁ Κροῖσος.39

40

(1n)

κϛʹ. ΠΕΡΙ ΠΑΡΙΣΟΥ.
2 Πάρισόν ἐστιν, ὅταν δύο ἢ πλείονα κῶλα συνενω‐ θέντα μάλιστα μὲν καὶ τὰς συλλαβὰς ἴσας ἔχῃ, ἀλλά γε καὶ τὸν ἀριθμὸν τὸν ἴσον ἐν πᾶσι λαμβάνῃ, ὡς ἔχει τὸ
5προειρημένον Ἰσοκρατικόν, τοῦ μὲν ἐπίπονον καὶ φιλοκίνδυνον βίον κατέστησε, τῆς δὲ περί‐ βλεπτον καὶ περιμάχητον τὴν φύσιν ἐποίησεν. εἰ δὲ τὸ παράδειγμα τοῦτο καὶ ὁμοιοτέλευτόν ἐστιν, οὐ‐ δὲν διαφέρει· πολλοὶ γὰρ λόγοι καὶ ἐκ δύο καὶ ἐκ πλειό‐
10νων σχημάτων σύγκεινται.
11nκζʹ. ΠΕΡΙ ΠΡΟΣΥΝΑΠΑΝΤΗΣΕΩΣ.
12 Προσυναπάντησίς ἐστιν, ὅταν δύο ἐξενεγκὼν ὀνό‐ ματα πρὸς τὸ τελευταῖον πρότερον τὴν ὑπάντησιν ποι‐ ήσηται, ὡς καὶ τὸ Ὁμηρικόν,
15
ἔνθ’ ἅμα οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
ὀλλύντων τε καὶ ὀλλυμένων. τὸ γὰρ ὀλλύντων τὸ εὐχόμενον προσαποδέδοται, καὶ ἐλ‐ θόντων Ἀθηναίων καὶ Λακεδαιμονίων, Λα‐ κεδαιμονίων μὲν Εὐρυβιάδεω ἡγουμένου,
20Ἀθηναίων δὲ Θεμιστοκλέους.
21nκηʹ. ΠΕΡΙ ΕΠΙΤΙΜΗΣΕΩΣ, ΤΟ Δ ΑΥΤΟ ΚΑΙ ΥΠΑΛ‐
22nΛΑΓΗΝ ΤΙΝΕΣ ΚΑΛΟΥΣΙΝ.
23 Τοῦτο τὸ σχῆμα γίνεται καὶ αὐτὸ κατά τινας τρό‐ πους· ἢ γὰρ ἐπιτιμήσαντες τῇ πρώτῃ λέξει ἑτέραν ἐλά‐
25βομεν, ὡς Δημοσθένης, ὀψὲ γάρ ποτε, ὀψὲ λέγω· χθὲς μὲν οὖν καὶ πρώην· ἢ διαφοράν τινα ἐμφαί‐ νομεν τῶν ὀνομάτων, ὥσπερ ἐπὶ τοῦ περισσῶς φιλοῦν‐ τος, οὐκ ἔστι τοῦτο φιλία, ἀλλ’ ἔρως· ἢ διαστήσαν‐ τες ἐξελεξάμεθα τὸ βέλτιστον, ὠργίζετο, οὐ μὲν οὖν,
30ἀλλ’ ἐμαίνετο· καὶ πάλιν, οὐ πατὴρ ἦν, μὰ Δία, ἀλλὰ
τύραννος.40