TLG 0594 001 :: ALEXANDER :: Περὶ ῥητορικῶν ἀφορμῶν (fragmenta) ALEXANDER Rhet.
Soph., Filius Numenii Περὶ ῥητορικῶν ἀφορμῶν (fragmenta) Citation: Page — (line) | ||
1(1t) | ΕΚ ΤΩΝ | |
2t | ΑΛΕΞΑΝΔΡΟΥ. | |
---|---|---|
3 | Ὁ Ἀλέξανδρός φησιν, ὡς δύο ὄντων τῶν ἀνωτάτω προβλημάτων, θέσεώς τε καὶ ὑποθέσεως, καὶ τῆς μὲν | |
5 | θέσεως ζητήσεως οὔσης καθολικῆς ἄνευ προσώπου ὡρι‐ σμένου, ὑποθέσεως δὲ ζητήσεως ἐπὶ μέρους ἐν ὡρισμέ‐ νοις προσώποις, τρεῖς αἱ διαφοραὶ κατὰ τὴν φύσιν· ζητοῦσι γὰρ ἅπαντες περὶ τῶν ἤδη γεγονότων ἢ περὶ τῶν μελλόντων ἔσεσθαι ἢ περὶ τῶν ὄντων· οὐκοῦν τῶν | |
10 | πολιτικῶν λόγων τρεῖς εἰσιν ὑποθέσεις, ἐγκώμιον, συμ‐ βουλή, δίκη. διαφέρουσι δ’ αὗται ἀλλήλων τοῖς χρόνοις, τοῖς πράγμασι, τοῖς τέλεσι, τοῖς ἀκροαταῖς, ἐφ’ ὧν οἱ λόγοι γίγνονται. τοῖς μὲν δὴ χρόνοις διαφέρουσιν, ὅτι αἱ μέν εἰσιν αἱ δίκαι [καὶ] περὶ τῶν ἤδη γεγονότων, αἱ δὲ | |
15 | συμβουλαὶ περὶ τῶν μελλόντων, οἱ δὲ ἔπαινοι περὶ τῶν ὄντων καὶ τῶν ἐσομένων· ἐπαινοῦμεν γὰρ οὐ μόνον εἴ τίς ἐστιν ἀγαθός, ἀλλὰ καὶ [εἰ] προσδοκῶντες ἔσε‐ σθαι. τῇ δὲ τῶν χρόνων διαφορᾷ ἕπεται καὶ ἡ τῶν πραγ‐ μάτων· τὰ μὲν γὰρ γέγονε πράγματα, τὰ δὲ μέλλει, τὰ | |
20 | δ’ ἐνέστηκεν. ἔτι δ’ ἔστι τοῦ μὲν ἐγκωμίου ἔπαινος καὶ ψόγος, τῆς δὲ δίκης ἀπολογία καὶ κατηγορία, τῆς δὲ | |
συμβουλῆς προτροπὴ καὶ ἀποτροπή. τοῖς δὲ ἀκροαταῖς, | 1 | |
2 | ὅτι ἐν μὲν ταῖς συμβουλαῖς αὐθένται εἰσὶν οἱ ἀκροώμε‐ νοι· βουλεύονται γάρ, τί αὐτοῖς πρακτέον ἐκείνοις καὶ τί μὴ πρακτέον· ἐν ταῖς δὲ δίκαις οἱ κριταὶ ὡς περὶ ἰδίων σκεπτόμενοι, εἰ πέπρακται τὰ ὑπ’ ἄλλων γενό‐ | |
5 | μενα, κρίνουσιν, ἢ εἰ δικαίως ἢ οὔ· τὸ δὲ τῶν ἐγκωμίων εἶδος οὔτε αὐθέντας ἔχει οὔτε κριτάς, ἀλλὰ μόνον ἀκρο‐ ατάς, ὅθεν καὶ ἐπιδεικτικὸν τὸ τοιοῦτον κέκληται. | |
8n | ΔΙΑΦΟΡΑ ΕΠΑΙΝΟΥ ΚΑΙ ΕΓΚΩΜΙΟΥ. | |
9 | Τινὲς μὲν οὖν οἴονται ἀδιάφορον εἶναι ἔπαινον ἢ | |
10 | ἐγκώμιον εἰπεῖν, ὡς ταὐτὸ δηλούντων ἀμφοτέρων τῶν ὀνομάτων, τινὲς δὲ διαφέρειν φασί· τὸν μὲν γὰρ ἔπαινον εἶναι μαρτυρίαν τινὸς ἀπ’ ἀρετῆς, ἐὰν ἀπὸ μιᾶς ἀρετῆς ἐπαινοῖτο, ὥσπερ τοῦ Ἀριστείδου καὶ τὴν ἐπωνυμίαν ἔπαινον εἶναι· δίκαιον γὰρ αὐτὸν ἐπονομασθῆναι, καὶ | |
15 | ἄλλον χρηστὸν καὶ ἄλλον παρρησιαστήν· τὸ δὲ ἐγκώμιον σεσωματοποιημένον εἶναι· ἐγκωμιάζεσθαι γὰρ οὐ μόνον τὸν δίκαιον λέγομεν, ἀλλὰ καὶ τὸν πολλαῖς ἀρεταῖς κε‐ κοσμημένον, ὧν ἑκάστη κατὰ λέξιν ἐν τοῖς ἐγκωμίοις λέγεται, οἷον γένος, παιδεία, τροφή, πράξεις, [ἀπόγο‐ | |
20 | νοι,] εὐκλεὴς θάνατος· τὸ γὰρ πᾶν τοῦτο σώματος ἐγκώ‐ μιον εἶναί φασι. καὶ διαστέλλουσί γε τὸ κλέος καὶ τὴν δόξαν καὶ τὸ ἐπίσημον εἶναι καὶ εὐκλεῆ καὶ ἐπίδοξον· κλέος γὰρ εἶναί φασι τὴν ἀπ’ ἀρετῆς ἐπιφάνειαν, καὶ εἰ παρ’ ὀλίγοις τισὶ μαρτυρεῖται, δόξαν δὲ τὴν παρὰ πολ‐ | |
25 | λοῖς ἐπιφάνειαν. καὶ ἡ μὲν πάντως ἀπ’ ἀρετῆς γίνεται, ἐπίσημον δ’ εἶναι μὴ πάντως τὸ ἀπ’ ἀρετῆς, ἀλλὰ καὶ ἀπὸ τέχνης τινὸς καὶ ἐπιτηδεύματος, ὅθεν καὶ κιθαρῳ‐ δὸν ἐπίσημον λέγομεν καὶ αὐλητήν. ἕτεροι δὲ ἔπαινον διαφέρειν ἐγκωμίου ἡγοῦνται τῷ μεγέθει καὶ τῷ πλήθει· | |
30 | τὸν μὲν γὰρ σύντομόν τινα καὶ ἁπλοῦν εἶναι, τὸ δ’ ἐγ‐ κώμιον πολὺ καὶ μέγα ἐν κατασκευαῖς γινόμενον· οἱ δ’ | |
ὀρθοτέραν εἰπόντες διαφορὰν ἐκείνην φασίν, ὡς δια‐ | 2 | |
3 | φέρει ἔπαινος ἐγκωμίου, ᾗ τὸ ἀληθὲς τοῦ πιθανοῦ. οἱ γὰρ ὡς φρονοῦσιν οὕτως ἀποφαινόμενοι ἐπί τινων μετ’ εὐφημίας, οὗτοι ἔπαινον λέγουσι, τῷ κεκτῆσθαι τὴν ἀρετὴν οὐ διὰ τοῦ λόγου μαρτυρίαν μόνον παρεχόμενοι, | |
5 | ἀλλὰ καὶ τὴν τῆς γνώμης συγκατάθεσιν. ἀμέλει οἱ πα‐ λαιοὶ καὶ τὸ συγκατατίθεσθαι μόνον ἔπαινον ἐκάλουν, ὡς παρ’ Ὁμήρῳ, οἱ δ’ ἐπῄνεον. τὸ δ’ ἐγκώμιον μιμεῖται μὲν τοῦ ἐπαίνου τὴν εὐφημίαν, οὐ μὴν ἔχει γε τὴν συγ‐ κατάθεσιν ἀληθῆ παρὰ τῆς ψυχῆς τοῦ τὸ ἐγκώμιον διεξ‐ | |
10 | ιόντος. ἀμέλει ὅταν χύτρας ἐγκωμιάζωμεν ἢ ψήφους, ὡς Πολυκράτης, οὐ πάντως καὶ τεθαυμακότες τὴν χύ‐ τραν ἢ τὰς ψήφους ἐπαινοῦμεν, ἀλλὰ γυμνάζοντες ἑαυ‐ τοὺς πιθανοῖς τισι λόγοις. οἰκεῖαι δὲ τῷ μὲν ἐγκωμίῳ δόξαι καὶ εὐδοξίαι, τῷ δ’ ἐπαίνῳ κλέος καὶ εὔκλεια· δόξα | |
15 | μὲν γάρ ἐστι τὸ προειρημένον. οἱ οὖν ἐγκωμιάζοντες εἰκότως ταῖς δόξαις τῶν πολλῶν χρῶνται πιθανότητος ἐπιμελούμενοι, κλέος δέ ἐστιν ἔπαινος κεκριμένος παρὰ σπουδαίων γιγνόμενος, καὶ ἡ εὔκλεια ἐπίτασις πάλιν τοῦ προειρημένου. οἱ γοῦν ἐπαινοῦντες * ἀλλὰ τὸ ἀλη‐ | |
20 | θὲς ταῖς τῶν σπουδαίων κρίσεσι συγκατατίθενται. ἀντί‐ κειται δὲ πάλιν τῷ μὲν ἐγκωμίῳ ψόγος, τῇ δὲ δόξῃ ἀδο‐ ξία. ψόγος μὲν οὖν ἐστιν ὁ τῷ ἐγκωμίῳ ἀντικείμενος λό‐ γος κατηγορίαν ἔχων, ἀδοξία δέ ἐστιν ἐπίτασις τοῦ προ‐ ειρημένου. διὸ πάλιν οἱ τὸν ψόγον μεταχειριζόμενοι ταῖς | |
25 | ἀδοξίαις καὶ ταῖς κακοδοξίαις προσχρῶνται. τῷ δὲ ἐπαίνῳ ἀντίκειται ψόγος, ὁμώνυμος μὲν ἐκείνῳ τῷ ψόγῳ, ὃς ἀντέκειτό μοι τῷ ἐγκωμίῳ, ὡς δηλοῦσιν οἱ ὅροι· ψόγος γάρ ἐστιν ὁ τῷ ἐπαίνῳ ἀντικείμενος λόγος, κατηγορίαν τὴν ἀπὸ κακίας ἔχων. δύσκλεια δὲ ὁ τῷ κλέει ἀντικείμε‐ | |
30 | νος λόγος, παρὰ σπουδαίοις γιγνόμενος, ἐπίτασιν προσ‐ ειληφώς. διὸ πάλιν οἱ μεταχειριζόμενοι τὸν ψόγον τὸν ἀντικείμενον τῷ ἐπαίνῳ ταῖς κρίσεσι τῶν σπουδαίων | |
συγκατατίθενται, πανταχοῦ τὸ ἀληθές, οὐ τὸ πιθανὸν | 3 | |
4 | ζητοῦντες. ἔνιοι δὲ οὕτως ὁρίζονται, ἔπαινος μέν ἐστι λόγος ἐμφανίζων μέγεθος ἀρετῆς, ἐγκώμιον δὲ λόγος ἐμφανίζων πράξεις καλάς, καὶ ὅτι τοὺς μὲν θεοὺς ἐπαι‐ νοῦντες τὴν παροῦσαν ἀρετὴν πειρώμεθα σεμνύνειν, | |
5 | ἐγκωμιάζομεν δὲ ἀνθρώπους, οἷον τοὺς ἐν Μαραθῶνι μαχεσαμένους ἢ ἐν Σαλαμῖνι· πράξεις γὰρ ἀποφαίνομεν καλάς. καὶ τὴν εὐλογίαν δέ φασιν εἶδος ἐπαίνου, δυνά‐ μενον καὶ ἐν ποιήμασι καὶ ἐν μέλεσι λέγεσθαι, καὶ μὴ πάντως ἐν λόγοις. περιαυτολογίαν δ’ ἔπαινον ὑπ’ αὐτοῦ | |
10 | τινος γιγνόμενον περὶ αὑτοῦ, οἷον τὸ τοῦ Ἀχιλλέως παρὰ τῷ ποιητῇ, οἷον οὐχ ὁράᾳς οἷος κἀγὼ καλός τε μέγας τε. πῶς δ’ ἄν τις ἑαυτὸν ἀνεπαχθῶς ἐπαινέσειεν, ἐν τοῖς ἑξῆς δηλωθήσεται. ὕμνον δέ φασιν ἔπαινον εἶναι θεοῦ. | |
15 | ἀναγκαῖον δὲ πρῶτον εἰπεῖν, ἀφ’ ὅσων θεὸς ἐπαινεῖται. | |
16n | ΑΠΟ ΠΟΣΩΝ ΔΕΙ ΘΕΟΝ ΕΠΑΙΝΕΙΝ. | |
17 | Λέγοις ἂν οὖν, ὅτι ὁ μὲν φιλόσοφος λόγος περὶ θεοῦ φησιν, ὅτι ὁ θεὸς ἀγέννητόν ἐστι καὶ ἀνώλεθρον ἀεὶ ὤν, Πλάτων δὲ καὶ τὸν τοιοῦτον ἔοικε προσΐεσθαι λόγον, | |
20 | ὅτι γεγόνασι θεοὶ ὑπὸ τοῦ πρώτου θεοῦ, ὥστε καὶ τὸν κοινὸν λόγον ἐνδέχεσθαι· ἀπ’ ἐκείνου γὰρ τοῦ λόγου ὁδὸς πρόεισιν ἐπὶ τοὺς γεννητοὺς θεούς. σοὶ δ’ ἔστι κα‐ θισταμένων τῶν λόγων ἀμφοτέροις προσχρῆσθαι λέγοντι κατὰ τὸν Πλάτωνα, ὅτι τὸ μὲν εἰδέναι τὰ πάντα θεοῦ, | |
25 | τῶν δ’ ἀνθρωπίνων λόγων ὁ μὲν σοφώτερος, ὁ δὲ καὶ κοινότερος, καὶ πρῶτον λέγοις ἂν τὸν σοφώτερον, διότι καὶ καθόλου ἐστὶ περὶ θεοῦ φύσεως, δεύτερον δὲ τὸν τῶν πολλῶν, εἴτε εἷς εἴη εἴτε καὶ πλείους· περὶ γὰρ θεοῦ οἱ πλεῖστοι τῶν ἀνθρώπων τὴν αὐτὴν δόξαν ἔχουσιν, | |
30 | ἀλλὰ τῶν αὐτῶν θεῶν γενέσεις ἄλλαι καὶ τὰ ἔθη καὶ τὰ ὀνόματα διάφορα, καὶ δὴ τὰ παρ’ ἑκάστοις λεγόμενα, | |
Ἕλλησί τε καὶ βαρβάροις, δεῖ λέγειν περὶ τοῦ γένους, | 4 | |
5 | καὶ ἐνταῦθα περὶ ἀρχαιότητος καὶ νεότητος, τουτέστι περὶ ἡλικίας τοῦ θεοῦ. οἱ μὲν γὰρ παλαιότεροι, οἱ δὲ νεώτεροι λέγονται τῶν θεῶν. περὶ δὲ τινῶν καὶ ἀμφι‐ σβητεῖται, οἷον περὶ τοῦ Ἡρακλέους [ἀλλ’] ἄλλως οἱ | |
5 | Αἰγύπτιοι, ἄλλως δὲ Ἕλληνες λέγουσι· ἔτι τίσι τῶν ἄλλων ὁ αὐτὸς εἶναι θεὸς δοκεῖ, καὶ πόσων θεῶν δύνα‐ μιν εἰς ἑαυτὸν ἀφαιρεῖται, οἷον λέγουσι τὸν αὐτὸν εἶναι Ἥλιον καὶ Ἀπόλλω, καὶ Σελήνην καὶ Ἄρτεμιν καὶ Ἑκά‐ την τὴν αὐτήν. εἶθ’ ὡς ὑπὸ πάντων ἐθνῶν ἢ ἐνίων | |
10 | τιμᾶται· οὐ γὰρ πάντες παρὰ πᾶσι νομίζονται, ἀλλ’ ἄλ‐ λοι παρ’ ἄλλοις. ἐὰν μὲν οὖν παρὰ πᾶσιν ὁ θεὸς τυγχάνῃ τιμώμενος, τοῦτ’ αὐτὸ μέγιστος ἔπαινος· ὑπὸ γὰρ πάν‐ των, ὃ δὴ σπάνιόν ἐστι, φήσεις τιμᾶσθαι· ἐὰν δὲ ὑπὸ τινῶν, τὰ νομίζοντα αὐτὸν ἔθνη ἐπαινεῖν χρὴ καὶ ἀπο‐ | |
15 | δεικνύειν, ὅτι ἤτοι τὰ ἐμφανέστατα, ἢ τὰ ἀλκιμώτατα, ἢ τὰ πρεσβύτατα, ἢ τὰ βασιλικώτατα ἔθνη, ἢ τὰ εὐνο‐ μώτατα, ἢ ὅ τι ἂν ᾖ τῷ ἔθνει προσὸν ἀγαθόν, τοῦτον ἐνόμισε θεὸν καὶ κατεστήσατο. εἶτα καὶ ἀπὸ τῆς τῶν μὴ τιμώντων αὐτὸν διαβολῆς ἐπαινεῖσθαι, καὶ ἐὰν μὲν | |
20 | ὑπὸ Ἑλλήνων ᾖ τιμώμενος, ὑπὸ δὲ βαρβάρων μή, λέγοις ἄν, ὅτι ὁ θεὸς τοῦτο ἐξέφυγεν, ὅπερ καὶ οἱ Ἕλληνες βάρβαροι νομισθῆναι. εἶτ’ ἀπὸ τῶν συμβαινόντων· ἀνάγκη γὰρ ἐκείνων μιαιφόνων ὄντων καὶ αὐτὸν χραί‐ νεσθαι, καὶ ἀπὸ τῶν ἄλλων ὁμοίως ἀδίκων. ἐὰν δὲ καὶ | |
25 | παρὰ βαρβάροις; ὥσπερ καὶ ὁ Ἀπόλλων ὁμοίως παρὰ Λυδοῖς, λέξεις ὅτι οὐδὲ οἱ βάρβαροι τὸν θεὸν ἠγνόησαν. εἶτα ἀφ’ ὧν πλάσσεται. εἶτα τὴν δύναμιν αὐτοῦ ἥ τις ἐστί, καὶ ἐπὶ τίνων ἔργων, ἔνθα δὴ καὶ περὶ ἀρχῆς δεῖ λέγειν τοῦ θεοῦ. εἶτα ποῖός τις, τῶν οὐρανίων, τῶν | |
30 | ἐναλίων, τῶν ἐπιγείων, καὶ ἑξῆς τὸ ἄστυ καὶ τὸ χωρίον ἐπαινοῖτο ἄν. εἶτ’ ἐπὶ ποίας τέχνης λέγεται, καὶ πότερον μιᾶς ἢ πασῶν ἢ πολλῶν, ὥσπερ Ἀθηνᾶ ἐπὶ πασῶν εἶναι | |
τῶν τεχνῶν, καὶ ὁ Ζεὺς ἐπὶ μαντείας καὶ ὁ Ἀπόλλων. | 5 | |
6 | εἶθ’ ὅσα κατώρθωται διὰ τῆς τέχνης, ἣν μεταχειρίζεται καὶ ἧς προέστηκεν. εἶτα τίνα εὑρήματα ἐγένετο τοῦ θεοῦ ἢ λέγονται. εἶτα εἴ τινα ἐν θεοῖς αὐτοῦ ἢ πρὸς θεοὺς ἔργα, ὥσπερ τῷ Διῒ ἡ ἀρχή, καὶ τῷ Ἑρμῇ ἡ κηρυκεία. | |
5 | εἶτα ποταπὸς πρὸς τοὺς ἀνθρώπους ἐφάνη, ἔνθα δὴ ἡ φιλανθρωπία. εἶτα τίνα αὐτοῦ ζῶα ἱερά, τίνα δένδρα, τίνα χωρία, καὶ εἴ τινες ἐπιδημίαι καὶ ξενίαι ἀντὶ τῆς ὑποδοχῆς δοθέντα καὶ μετὰ τίνων θεῶν ἐστιν, ὡς Ἀπόλ‐ | |
λων μετὰ τῶν Μουσῶν. | 6 |