TLG 0592 005 :: HERMOGENES :: Περὶ μεθόδου δεινότητος [Sp.]

HERMOGENES Rhet.
(Tarsensis: A.D. 2–3)

Περὶ μεθόδου δεινότητος [Sp.]

Source: Rabe, H. (ed.), Hermogenis opera. Leipzig: Teubner, 1913 (repr. Stuttgart: Teubner, 1969): 414–456.

Citation: Section — (line)

1

(t)

ΠΕΡΙ ΜΕΘΟΔΟΥ ΔΕΙΝΟΤΗΤΟΣ
1 Πᾶν μέρος λόγου εὕρηται μὲν ἐπὶ μηνύσει πράγμα‐ τος, καιροῦ δὲ ἰδίου τυχόν, ὁ δὲ καιρὸς κατὰ ἤθους προσθήκην γινόμενος ἰδίαν διάνοιαν ἀπεργάζεται, οὐ μόνον ἰδίαν, ἀλλὰ καὶ διάφορον, οὐ μόνον διάφορον,
5ἀλλὰ καὶ διαφόρους, οὐ μόνον διαφόρους, ἀλλὰ καὶ ἐναντίας. οἷον κακοῦργος πᾶς ὁ κακόν τι ἐργαζόμενος, ἰδίως δ’ ὁ κλέπτης. διάφορον δέ, οἷον δημηγορεῖν τὸ ἐν δήμῳ ἀγορεύειν, ἰδίως δὲ τὸ κεχαρισμένα λέγειν καὶ τὸ ἀπαίδευτα λέγειν. διαφόρους δέ, οἷον ἄνθρωπος γέ‐
10νους ὄνομα καὶ ἤθους ἡμέρου καὶ τύχης ὄνομα καὶ πανουργίας. ἐναντίας δέ, ὡς τὸ «μείνατ’ ἐπὶ χρόνον», τὸν πολύν, τὸν ὀλίγον, καὶ παρὰ Πλάτωνι ‘χρόνον‘ δὴ
τὸν πολὺν δηλοῖ· καὶ τὸ «αὐτός, ὦ Φαίδων, παρε‐ γένου; αὐτός, ὦ Ἐχέκρατες»· ὃ μὲν γὰρ ἤρετο ὡς414
15θαυμάζων καὶ μακαρίζων τὸν παραγενόμενον, ὃ δὲ ἀποκρίνεται σεμνυνόμενος καὶ μεγαφρονῶν.
16

2

(t)

Περὶ πάσης λέξεως.
1 Πάσης λέξεως τῆς ἀγνοουμένης ἐν πεζῷ λόγῳ τρεῖς μέθοδοι τῆς εὑρέσεως· ἢ γὰρ ἐθνική ἐστιν ἡ λέξις ἢ τεχνικὴ ἢ νομική. ὁ γοῦν παρασάγγης οὐκ οἶδα τίς ἐστιν· ἐθνικὸν γάρ ἐστι καὶ Περσικὸν ὁδοῦ μέτρον,
5οἱ τριάκοντα στάδιοι· σχοῖνος δὲ Αἰγύπτιον, οἱ ἑξή‐ κοντα στάδιοι. νομικὸν δὲ ὄνομα τὸ τοιοῦτον «πομ‐ πεύειν ἀντὶ τοῦ κατηγορεῖν εἵλετο»· ἐν Ἀθήναις τοῖς Διονυσίοις ἐπόμπευον καὶ ἀλλήλοις διελοιδοροῦντο καὶ τοῦτο ἐκαλεῖτο πομπεύειν· καὶ ἡ εἰσαγγελία καὶ ἡ
10φάσις καὶ ἄλλα τοιαῦτα ὀνόματα νομικά ἐστι. τεχνικὰ δὲ ἐκεῖνα· «ζεύξαντες τὰς παλαιὰς ναῦς» ναυπηγικὸν ὄνομα, καὶ δὶς διὰ τεσσάρων μουσικόν, καὶ μοσχεύειν γεωργικόν, καὶ ὅσα τοιαῦτα.
13

3

(t)

Περὶ τῶν κατὰ τὴν λέξιν ἁμαρτημάτων.
1Τὰ ἁμαρτήματα κατὰ τὴν λέξιν κατὰ δύο τρόπους
γίνεται, ἀκυρίαν καὶ παραφθοράν· ἀκυρίαν μέν, οἷον, ἐὰν εἴπῃ τις ‘ἐρωτῶ καὶ παρακαλῶ‘ ἀντὶ τοῦ δέομαι, ἀκύρως εἴρηκε· τὸ μὲν γὰρ παρακαλεῖν ἢ καλεῖν ἐστιν415
5ἢ προτρέπεσθαι, τὸ δὲ ἐρωτᾶν πυνθάνεσθαι. παραφθο‐ ρὰν δέ, οἷον, ὃ καλοῦσι διάζωμα, ἐάν τις εἴπῃ διαζώ‐ στραν ἢ τὸ αἱμωδεῖν ἀμμωδεῖν καὶ τὰ τοιαῦτα.
7

4

(t1)

Πότε ταυτότητι ὀνομάτων χρησόμεθα καὶ
t2πότε ποικιλίᾳ.
1 Πότε ταυτότητι ὀνομάτων χρησόμεθα καὶ πότε ποι‐ κιλίᾳ; ταυτότητι μέν, ὅταν τοῦ πράγματος ἓν ὄνομα ᾖ τὸ ἐναργέστατον· τότε γὰρ οὐ ζητεῖν δεῖ χορηγίαν ἀφανίζουσαν τὴν ἐνάργειαν τοῦ πράγματος, ἐὰν δέ τις
5παραλάβῃ, ἐπίδειξιν μὲν ἄκαιρον ἐποιήσατο, τὴν χρείαν δὲ ἀπολώλεκε τῆς συγγραφῆς. Ὅμηρος «ὡς δὲ χιὼν κατατήκετ’ ἐν ἀκροπόλοισιν ὄρεσσιν, ἥν τ’ Εὖρος κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύῃ, τηκομένης δ’ ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες·
10 ὣς τῆς τήκετο καλὰ παρήια δακρυχεούσης.» οὔτε τὸ λείβεται οὔτε τὸ χεῖται οὔτε τὸ λύεται οὕτως ἁρμόζει ὡς τὸ ‘τήκεται‘· ὄψις γάρ ἐστι χιόνος ἀνα‐ λισκομένης ἡ τηκεδών. Ὅταν δὲ πολλὰ ὀνόματα ἔχῃ τις ἰσότιμα καὶ ὁμοίως
15ἔχοντα ἐνάργειαν χρήσιμον, ἡ ποικιλία ἁρμόζει, οἷον
Ὅμηρος «ὡς δ’ ὅταν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα, δριμύ, τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι, Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι»·416
20ἔχομεν ὀξύ, δριμύ, πικρόν, ἐπεὶ δ’ οὐκ ἔχει ἄλλο ἰσότι‐ μον, ἐπὶ τὸ πρῶτον ἐπανέρχεται
«ὣς ὀξεῖ’ ὀδύναι δῦνον μένος Ἀτρείδαο». καὶ ὁ Θουκυδίδης ἐν τῷ προοιμίῳ τεκμήριον, σημεῖον, παράδειγμα, μαρτύριον, καὶ ἀεὶ κύκλον ποιεῖται τῶν
25ὀνομάτων· «ἐκ δὲ τεκμηρίων, ὧν ἐπὶ μακρότατον σκο‐ ποῦντί μοι πιστεῦσαι ξυμβαίνει», καὶ «μαρτύριον δέ· Δήλου γὰρ καθαιρομένης ὑπὸ Ἀθηναίων», καὶ «ση‐ μεῖον δ’ ἐστὶ ταῦτα τῆς Ἑλλάδος ἔτι οὕτω νεμόμενα περί τε Λοκροὺς τοὺς Ὀζόλας καὶ Αἰτωλοὺς καὶ Ἀκαρ‐
30νᾶνας», καὶ «παράδειγμα τόδε τοῦ λόγου οὐκ ἐλάχιστόν ἐστι διὰ τὰς μετοικίας ἐς τὰ ἄλλα μὴ ὁμοίως αὐξηθῆναι».
31

5

(t)

Περὶ περιττότητος.
1 Ἡ περιττότης ἐστὶ διπλῆ, καὶ κατὰ λέξιν καὶ κατὰ γνώμην· ἑκατέρα δὲ διπλῆ, καὶ ἡ κατὰ λέξιν καὶ ἡ κατὰ
γνώμην, καὶ ἡ μὲν κατὰ λέξιν γίνεται διατριβῇ καὶ πλήθει, ἡ δὲ κατὰ γνώμην κατὰ ἐπενθυμήσεις καὶ λό‐417
5γων καθολικῶν τοῖς ἰδίοις συμπλοκήν. Διατριβή ἐστι βραχέος διανοήματος ἠθικοῦ ἔκτασις, ἵνα ἐμμείνῃ τὸ ἦθος τοῦ λέγοντος ἐν τῇ γνώμῃ τοῦ ἀκούοντος, οἷον ‘τὴν μὲν ὕβριν Μειδίου πάντες ἴστε‘, ἐξέτεινε δ’ αὐτὸ οὕτως «τὴν μὲν ἀσέλγειαν καὶ τὴν
10ὕβριν, ᾗ πρὸς ἅπαντας ἀεὶ χρῆται Μειδίας, οὐδένα οὔθ’ ὑμῶν οὔτε τῶν ἄλλων πολιτῶν ἀγνοεῖν οἴομαι»· καὶ τὸ Περὶ τοῦ στεφάνου προοίμιον ὁμοίως ἔχει. Πλῆθος δέ ἐστι ποικίλων ὀνομάτων ἰσοτίμων ἐπί‐ χυσις εἰς κίνησιν ἤθους, οἷον «τοῦ δὲ παρόντος ἀγῶ‐
15νος ἡ προαίρεσις αὐτὴ ἐχθροῦ μὲν ἐπήρειαν ἔχει καὶ ὕβριν καὶ λοιδορίαν καὶ προπηλακισμὸν ὁμοῦ καὶ πάντα τὰ τοιαῦτα», ὅπου καὶ τὸ πλῆθος ἔδειξεν εἰπὼν ‘ὁμοῦ‘. Ἡ δὲ ἐπενθύμησίς ἐστιν ἐνθύμημα ἐπιφερόμενον, ὃ μὴ προστεθὲν μὲν οὐ ποθεῖται, προστεθὲν δὲ τὸ πᾶν
20ὠφελεῖ. οἱ δὲ καθολικοὶ λόγοι δῆλον ὅ τί ποτέ εἰσι. παραδείγματα καὶ τῶν ἐπενθυμήσεων καὶ τῶν καθο‐ λικῶν λόγων παραλλάξ εἰσιν, ὡς ἐν τῷ Θουκυδίδου ἐπιταφίῳ· ὧν ὁ καιρὸς οὗτος· πρὸς μὲν τὰ σκληρὰ καὶ αὐθάδη διανοήματα ἐπενθυμήσεις παραλαμβάνονται,
25ἵνα μαλάξωσι τὰ ἤθη, πρὸς δὲ τὴν πίστιν τῶν ἰδίων λόγων οἱ κοινοὶ λόγοι καὶ καθολικοί. ἀμφοτέρων δ’ ἦν ἐν τῷ ἐπιταφίῳ χρεία· καὶ γὰρ αὔθαδές ἐστι καὶ
ἄπιστον τὸ λέγειν ‘οὐκ ἔδει λέγεσθαι ἐπιτάφιον‘, τῶν πάλαι οὕτω δοκιμασάντων. πρὸς μὲν οὖν τὸ αὔθαδες418
30αἱ ἐπενθυμήσεις, πρὸς δὲ τὸ ἄπιστον οἱ καθολικοὶ λόγοι.

6

Τῶν δὲ αὐθαδῶν καὶ τολμηρῶν διανοημάτων θερα‐ πεῖαι καὶ παραμυθίαι δύο, ἢ βραχεῖα προσθήκη ἢ ὁμο‐ λογία τοῦ τολμήματος. βραχεῖα μὲν οὖν προσθήκη οὕ‐ τως «ὁ μὲν οὖν παρὼν καιρός, ὦ Ἀθηναῖοι, μονονουχὶ
5λέγει φωνὴν ἀφιείς, ὅτι τῶν πραγμάτων ὑμῖν ἐκείνων αὐτοῖς ἀντιληπτέον ἐστί» καὶ πάλιν ἀλλαχοῦ «ὥσπερ ἑωλοκρασίαν τινά μου τῆς ἑαυτοῦ πονηρίας κατασκε‐ δάσας»· καὶ Πλάτων «ἁλμυρὰν ἀκοὴν ἀποκλύσασθαι ποτίμῳ λόγῳ», αὔθαδες τοῦτο· τίς οὖν ἡ βραχεῖα προσ‐
10θήκη; «οἷον ἁλμυρὰν ἀκοήν». —Ὁμολογία δὲ τοῦ τολμήματος, ὡς ἐν τῷ Κατὰ Τιμοκράτους «καὶ γὰρ εἰ φορτικὸς ὁ λόγος εἶναι δοκεῖ, ὅμως ἐρῶ· ἀποκτείνατε αὐτόν, ἵνα τοῖς ἀσεβέσιν ἐν Ἅιδου θῇ τοῦτον τὸν νόμον».
13

7

(t)

Περὶ παραλείψεως καὶ ἀποσιωπήσεως.
1Πότε παράλειψις καὶ ἀποσιώπησις γίνεται; ὅταν βου‐
ληθῶμεν τὴν ὑπόνοιαν μείζονα καταστῆσαι τοῦ πράγ‐ ματος ἐν τῇ γνώμῃ τῶν ἀκουόντων, ἢ λέγομεν· οἷον λάβωμεν πρῶτον ἐκ τοῦ λόγου παράδειγμα ‘πῶς οὗτος419
5κέχρηται τῷ πατρί‘· λέγω ἴσως ἢ ἀντεῖπεν ἢ οὐκ ἐπεί‐ σθη, ἡ δὲ ἀποσιώπησις μείζονα τὴν ὑπόνοιαν πεποί‐ ηκεν, ὡς ‘ἐπιβουλεύων τῷ πατρί‘. Δημοσθένης δὲ τῇ ἀποσιωπήσει τῇ τελείᾳ οὕτως κέχρηται ἐν τῷ Περὶ τοῦ στεφάνου «ἀλλ’ ἐμοὶ μὲν—οὐ βούλομαι δὲ δυσχερὲς
10οὐδὲν εἰπεῖν ἀρχόμενος τοῦ λόγου». Ἐν προσποιήσει δὲ παραλείψεως μνήμη τῶν πραγ‐ μάτων κατὰ τρεῖς τρόπους γίνεται, ἤτοι ὅταν μικρὰ μὲν ᾖ τὰ πράγματα, χρήσιμα δὲ τῷ λέγοντι· ἢ ὅταν ᾖ γνώριμα, διὰ μὲν τὸ γνώριμα εἶναι φησὶ παραλιπεῖν,
15διὰ δὲ τὸ χρήσιμα εἶναι λέγει αὐτά· ἢ ὅταν ἐπαχθῆ ᾖ, χρήσιμα δὲ τῷ λέγοντι, διὰ μὲν τὸ ἐπαχθῆ εἶναι φησὶ παραλιπεῖν, διὰ δὲ τὸ χρήσιμα εἶναι λέγει αὐτά. Παραδείγματα τούτων, τῶν μὲν μικρῶν ἐν τῷ Κατὰ Μειδίου «ὅσα μὲν οὖν ἢ τοὺς χορευτὰς κωλύων ἀφ‐
20εθῆναι τῆς στρατείας ἠνώχληκεν, ἢ προβαλλόμενος καὶ κελεύων ἑαυτὸν εἰς Διονύσια χειροτονεῖν ἐπιμελητήν, ἢ τἆλλα ὅσα τοιαῦτα, ἐάσω», εἶτα τὴν αἰτίαν ἐπιφέρει τοῦ προσποιεῖσθαι παραλιπεῖν «οὐ γὰρ ἀγνοῶ τοῦθ’, ὅτι τῷ μὲν ἐπηρεαζομένῳ τὴν αὐτὴν τούτων ἕκαστον
25ὀργὴν ἥνπερ ἄλλ’ ὁτιοῦν τῶν δεινοτάτων παρίστη, ὑμῖν δὲ τοῖς ἔξω τοῦ πράγματος οὖσιν οὐκ ἂν ἴσως ἄξια αὐτὰ καθ’ ἑαυτὰ ἀγῶνος φανείη». —Τῶν δὲ γνω‐ ρίμων ἐν τῷ Περὶ τῆς ἀτελείας «ἐγὼ δ’ ὅτι μὲν τινῶν κατηγοροῦντα πάντας ἀφαιρεῖσθαι τὴν δωρεὰν τῶν420
30ἀδίκων ἐστίν, ἐάσω», εἶτα τὴν αἰτίαν ἐπιφέρει τοῦ προσποιεῖσθαι παραλιπεῖν «καὶ γὰρ εἴρηται τρόπον τινὰ καὶ ὑφ’ ὑμῶν ἴσως γινώσκεται». —Τῶν δὲ ἐπ‐ αχθῶν παράδειγμα ἐν τῷ Περὶ τοῦ στεφάνου «ἐν μὲν δὴ τοῖς ἰδίοις εἰ μὴ πάντες ἴστε ὅτι κοινὸς καὶ φιλ‐
35άνθρωπος καὶ πᾶσι τοῖς δεομένοις ἐπαρκῶν, σιωπῶ καὶ οὐδὲν ἂν εἴποιμι περὶ αὐτῶν, οὔτε εἴ τινας ἐκ τῶν πολεμίων ἐλυσάμην, οὔτε εἴ τισι θυγατέρας ἀπο‐ ροῦσι συνεξέδωκα», εἶτα τὴν αἰτίαν τοῦ παραλιπεῖν ἐπιφέρει «ἐγὼ νομίζω τὸν μὲν εὖ παθόντα δεῖν με‐
40μνῆσθαι παρὰ πάντα τὸν χρόνον, τὸν δ’ εὖ ποιήσαντα εὐθὺς ἐπιλελῆσθαι, εἰ δεῖ τὸν μὲν χρηστοῦ, τὸν δὲ μὴ μικροψύχου ποιεῖν ἔργον ἀνθρώπου. τὸ δὲ τὰς ἰδίας εὐεργεσίας ἀναμιμνῄσκειν μικροῦ δεῖν ὅμοιόν ἐστι τῷ ὀνειδίζειν».
44

8

(t)

Περὶ περιπλοκῆς.
1 Τὸ περιπλέκειν διαβάλλεται μὲν ὡς κακία τοῦ λέ‐ γειν, εἰ δὲ ἐν καιρῷ γίγνοιτο, ζηλωτὸν ἂν σχῆμα εὑρε‐
θείη. καιρὸς οὖν τῆς περιπλοκῆς τῶν λόγων τριπλοῦς. περιπλέκομεν γάρ, ἤτοι ὅταν αἰσχρὰ ᾖ τὰ λεγόμενα· φυ‐421
5λαττόμενοι γὰρ τὴν ἀπρέπειαν τοῦ λόγου αὐτῷ τῷ περι‐ πλέκειν δηλοῦμεν ἃ θέλομεν εὐπρεπῶς καὶ πικρότερον τὸν λόγον ποιούμεθα· ἢ ὅταν λυπηρὰ ᾖ τοῖς ἀκούουσιν, ἢ ὅταν ἐπαχθῆ τοῖς λέγουσι. Παραδείγματα τῶν μὲν αἰσχρῶν ἐν τῷ Κατὰ Τι‐
10μάρχου φησὶν Αἰσχίνης «εἰδὼς δ’ αὐτὸν ἔνοχον ὄντα», θέλει μὲν εἰπεῖν «τῇ πορνείᾳ», φυλαττόμενος δὲ τὸ αἰσχρὸν περιπλέκει λέγων «οἷς ὀλίγῳ πρότερον ἠκού‐ σατ’ ἀναγινώσκοντος τοῦ γραμματέως». —Τῶν δὲ λυ‐ πηρῶν ὁ Δημοσθένης, ὡς ἐν τοῖς Φιλιππικοῖς φησιν
15«ὁ μὲν οὖν παρὼν καιρὸς μονονουχὶ λέγει φωνὴν ἀφ‐ ιείς, ὅτι τῶν πραγμάτων ὑμῖν ἐκείνων αὐτοῖς ἀντι‐ ληπτέον ἐστί», καὶ ἐπειδὴ λυπηρόν ἐστι τὸ λέγειν ‘εἰ δὲ μή, ἀπολεῖται τὰ πράγματα‘, περιέπλεξεν «εἴπερ ὑπὲρ σωτηρίας ὑμῶν αὐτῶν φροντίζετε»· καὶ πάλιν παρὰ
20πόδας ἔνεστί γε περιπλοκὴ μετὰ συλλήψεως «ἡμεῖς δέ», ὑπακούεται ‘ἀμελοῦμεν‘, ἀλλὰ τοῦτο λυπηρόν ἐστι τοῖς Ἀθηναίοις· πῶς οὖν περιέπλεξεν; «οὐκ οἶδ’ ὅντινά μοι δοκοῦμεν ἔχειν τρόπον πρὸς αὐτά». —Τῶν δὲ ἐπ‐ αχθῶν τὸ παράδειγμα ἐν τῷ Κατὰ Μειδίου· φησὶ γὰρ
25ὁ Δημοσθένης πρῶτον μὲν ὅτι «ἐθελοντὴς χορηγεῖν
ὑπέστην», ὅπερ ἐστὶ φιλοτιμίας, εἶτα δὲ «κληρουμένων πάντων πρῶτος αἱρεῖσθαι τὸν αὐλητὴν ἔλαχον», ὅπερ ἐστὶν εὐτυχίας· ἐπάγει γοῦν λέγων «ὑμεῖς μὲν οὖν, ὡς εἰκός, ἀμφότερα ἀπεδέξασθε, τήν τε φιλοτιμίαν τὴν422
30ἐμήν», καὶ ἐπειδὴ ἐπαχθές ἐστι τὸ λέγειν ‘τὴν εὐτυ‐ χίαν‘, περιέπλεξε «καὶ τὸ συμβὰν ἀπὸ τῆς τύχης». Ὅτι δὲ τὸ ὄνομα τοῦ σχήματος τοῦτό ἐστιν ἡ περι‐ πλοκή, Αἰσχίνης φησὶν ἐν τῷ Κατὰ Τιμάρχου «οὗτος φανήσεται οὐ μόνον ἡταιρηκώς, ἀλλὰ—μὰ τὸν Διό‐
35νυσον, οὐκ οἶδ’ ὅπως δεῖ περιπλέκειν ὅλην τὴν ἡμέ‐ ραν—καὶ πεπορνευμένος», ὡς δι’ ὅλου τοῦ λόγου περιπλέξας διὰ τὸ αἰσχρὰ εἶναι τὰ ῥήματα, ἐπὶ τέλει δὲ νικηθεὶς ὑπὸ τῆς χολῆς εἶπε «καὶ πεπορνευμένος».
38

9

(t)

Περὶ ἐπαναλήψεως.
1 Ἐπανάληψις γίνεται κατὰ τρόπους τρεῖς, ἐπὶ πράγ‐ ματος διδασκαλίᾳ, ἐπὶ προσώπου συστάσει ἢ διαβολῇ, ἐπὶ ἤθους βεβαιώσει. Ἐπὶ πράγματος διδασκαλίᾳ, ὡς παρ’ Ὁμήρῳ
5«ἀλλ’ ὃ μὲν Αἰθίοπας μετεκίαθε τηλόθ’ ἐόντας,
Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν»· ἐπανέλαβε τὸ ὄνομα, ἵνα δείξῃ, ὅτι δύο γένη Αἰθιό‐ πων. —Ἐπὶ προσώπου συστάσει «Νιρεὺς δ’ Αἰσύμηθεν ἄγε τρεῖς νῆας ἐίσας,423
10 Νιρεύς, Ἀγλαΐης υἱὸς Χαρόποιό τ’ ἄνακτος, Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθεν»· ἐπανέλαβεν, ἵνα κοσμήσῃ τὸ πρόσωπον. ἐπὶ διαβολῇ δὲ «Ἆρες, Ἄρες βροτολοιγέ»· ἐπανέλαβεν, ἵνα τὸ πρόσω‐ πον διαβάλῃ. —Ἐπὶ ἤθους βεβαιώσει
15 «τοῦ δ’ ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικεν, εἰ πυρὶ χεῖρας ἔοικεν»· ἐπανέλαβεν, ἵνα τὸ ἀνδρεῖον βεβαιώσῃ. Παρὰ δὲ τοῖς πεζοῖς ἐπὶ μὲν πράγματος διδασκαλίᾳ Ξενοφῶν ἐν Ἀπομνημονεύμασιν «ἀδικεῖ Σωκράτης οὓς
20μὲν ἡ πόλις νομίζει θεοὺς οὐ νομίζων, ἕτερα δὲ καινὰ δαιμόνια εἰσφέρων· ἀδικεῖ δὲ καὶ τοὺς νέους διαφθεί‐ ρων». καὶ Δημοσθένης ἐν Φιλιππικοῖς «πάντες ὅσοι πώποτε ἐκπεπλεύκασι στρατηγοὶ παρ’ ἡμῶν, ἢ ἐγὼ πάσχειν ὁτιοῦν ἕτοιμός εἰμι, παρὰ τούτων τῶν τὰς νή‐
25σους οἰκούντων χρήματα λαμβάνουσι. λαμβάνουσι δὲ οἱ μὲν πλείονας ἔχοντες ναῦς πλείονα». —Ἐπὶ δὲ προσώπου συστάσει, ὡς Ξενοφῶν πολλάκις Κῦρον
ἐπαναλαμβάνων. ἐπὶ δὲ διαβολῇ, ὡς ὁ Δημοσθένης «ἀλλ’ Ἀνδροτίων ἡμῖν πομπείων ἐπισκευαστής, Ἀνδρο‐424
30τίων, ὦ γῆ καὶ θεοί», καὶ ἀλλαχοῦ «ὑμεῖς δὲ Χαρίδη‐ μον εἰ χρὴ φρουρεῖν βουλεύεσθε; Χαρίδημον; οἴμοι.» —Ἐπὶ ἤθους βεβαιώσει «ἔστιν ὑμῖν, ὦ Ἀθηναῖοι, χρήματα, ἔστιν ὅσα οὐδενὶ τῶν ἄλλων ἀνθρώπων στρατιωτικά», καὶ πάλιν ἐν τῷ Κατὰ Μειδίου «ἀλλ’
35ἵππον, ἵππον μὲν οὐκ ἐτόλμησεν ὁ κατάρατος οὑτοσὶ πρίασθαι». καὶ Ἡρόδοτος «φονεὺς μὲν τοῦ ἑωυτοῦ ἀδελφεοῦ, φονεὺς δὲ τοῦ καθήραντος».
37

10

(t)

Περὶ τοῦ κατὰ πεῦσιν σχήματος.
1 Τὸ κατὰ πεῦσιν σχῆμα ἀναντίρρητόν ἐστι· γίνεται γὰρ ἢ περὶ τῶν φύσει ὁμολογουμένων, οἷον ‘ἆρ’ οὐκ ἔστι νῦν ἡμέρα;‘ ἢ περὶ τῶν τῷ λόγῳ προαποδεδειγ‐ μένων, οἷον ‘εὑρέθης ἐπὶ τῆς οἰκίας διορωρυγμένου
5τοῦ τοίχου ὑφαιρούμενος τὸ ἱμάτιον· ἆρ’ οὐκ εἶ κλέπ‐ της;‘ καὶ γὰρ τὰ τῷ λόγῳ προαποδεδειγμένα ἴσα τοῖς φύσει ὁμολογουμένοις τῇ δυνάμει ἐστίν. Ἀναντίρρητον δὲ ὂν τὸ σχῆμα τρεῖς ἔχει μορφάς, ἢ πρὸς τοὺς ἀκούοντας ἢ πρὸς τοὺς ἀντιλέγοντας ἢ αὐ‐
10τοῦ πρὸς ἑαυτὸν τοῦ ῥήτορος.
Ἡ πρὸς τοὺς ἀκούοντας πεῦσις ἐλεγκτική, οἷον «πότε οὖν, ὦ Ἀθηναῖοι, πότε ἃ δεῖ πράξετε; ἐπειδὰν τί γέ‐ νηται;» —Ἡ πρὸς τοὺς ἀντιλέγοντας ἀνατρεπτική, οἷον «τὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον425
15εἶναι, τὸ χάριν τούτων ἀποδοῦναι παρανόμων γράφῃ;» —Ἡ αὐτοῦ πρὸς ἑαυτὸν τοῦ ῥήτορος πεῦσις διπλῆ· ἀκοῆς ἐπιστροφὴν ἔχει καὶ πίστωσιν κατὰ πρόληψιν ὑπονοίας καὶ λύσιν. ὅταν γὰρ αὐτὸς ἑαυτοῦ πυνθά‐ νηται ὁ ῥήτωρ, ἅμα καὶ ἐπέστρεψε τοὺς ἀκούοντας καὶ
20τὴν πίστιν προκατέλαβε· πιστεύει γὰρ ἕκαστος τῶν ἀκουόντων ἐννοῶν, ὅτι οὐκ ἂν ἠρώτησεν ἑαυτὸν ὁ ῥή‐ τωρ, εἰ μὴ ἐπίστευεν ἀποδείξειν, καὶ εἴ τινα ἔχει ὑπό‐ νοιαν ὁ ἀκροατής, θεραπεύεται· ὥσπερ ἐπὶ ταύτης τῆς ἐρωτήσεως «ἔστιν ὑμῖν πόρος, ὃν ἂν μὲν ἤδη ζητῆτε
25οὐχ εὑρήσετε, ἐὰν δὲ περιμένητε, εὑρήσετε», εἶτ’ ἐπι‐ φέρει «τίς οὖν ἔσθ’ οὗτος ὁ νῦν μὲν οὐκ ὤν, αὖθις δὲ γενησόμενος; αἰνίγματι γὰρ ὅμοιον τοῦτο· ἐγὼ φράσω.»
27

11

(t)

Περὶ ἀσυνδέτου.
1Τὸ ἀσύνδετον σχῆμα καὶ τὸ μετὰ τῶν συνδέσμων
λεγόμενον δοκεῖ τὸ μὲν δεδέσθαι, τὸ δὲ λελύσθαι. ταὐτὸ δὲ ἀμφότερα δηλοῖ, καὶ ἐργάζεται καὶ μέγεθος ὁμοίως καὶ ἦθος, ὅταν ἑκατέρου καιρὸς ᾖ. ταὐτὸν δ’ ἐργαζό‐426
5μενα οὐχ ὁμοίως ἐργάζεται, ἀλλὰ τὸ μὲν μετὰ συν‐ δέσμων πραγματικὸν πλῆθος ἢ μέγεθος, οἷον «Ὄλυν‐ θον μὲν δὴ καὶ Μεθώνην καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις ἐπὶ Θρᾴκης ἐῶ», τὸ δὲ ἄνευ συνδέσμων λεγόμενον ἠθικόν ἐστι «καὶ πάλιν ἡνίκα
10Πύδνα, Ποτίδαια, Μεθώνη, Παγασαί, τἆλλα, ἵνα μὴ καθ’ ἕκαστον λέγων διατρίβω, πολιορκούμενα ἀπηγ‐ γέλλετο».
12

12

(t)

Περὶ προεκθέσεως καὶ ἀνακεφαλαιώσεως.
1 Τὸ ἐν ἀρχῇ τι λέγειν ἐπὶ κεφαλαίων, περὶ ὧν τις μέλλει κατασκευάζειν ἢ διδάσκειν, οἱ τεχνικοὶ καλοῦσι προέκθεσιν, τὸ δ’ ἐπὶ τέλους ἀναμιμνῄσκειν τὰ ἀπο‐ δεδειγμένα ἢ λελεγμένα οἱ τεχνικοὶ καλοῦσιν ἀνακεφα‐
5λαίωσιν. οἱ δὲ παλαιοὶ τὴν μὲν προέκθεσιν καλοῦσιν ὑπόσχεσιν, τὴν δὲ ἀνακεφαλαίωσιν ἐπάνοδον, ὡς Δη‐ μοσθένης δηλοῖ λέγων οὕτως «δίκαιόν ἐστιν ἐμὲ τρία ὑμῖν ὑπεσχημένον ἀποδείξειν, ἓν μὲν ὡς παρὰ τοὺς νόμους», καὶ τὸ ἕτερον οὕτως «ἐπάνειμι δὴ πάλιν ἐπὶ
10τὰς ἀποδείξεις, ὡς τὰ τούτων ἀδικήματα καὶ δωροδο‐
κήματα τῶν νῦν πραγμάτων»· καὶ Πλάτων ἐν ἀρχῇ φησι προοίμια καὶ διηγήσεις, εἶτα πίστεις, «τὸ δὲ δὴ τέλος τῶν λόγων ἔοικε πᾶσιν εἶναι κοινῇ συνδεδογ‐ μένον, οὗ τινὲς μὲν ἐπάνοδον ὄνομα τίθενται, τινὲς427
15δὲ ἄλλο τι», καὶ ἄξιον ζητῆσαι, τί ἐστι τὸ «ἄλλο τι». «συλλογίσασθαι δὴ βούλομαι», 〈φησὶν ὁ〉 Δημοσθέ‐ νης, «τὰ κατηγορημένα».
17

13

(t)

Περὶ τῶν ἴσων σχημάτων.
1 Τὰ ἴσα σχήματα ταὐτὰ ὄντα ποτὲ μέν ἐστιν ἀγωνι‐ στικά, ποτὲ δὲ ἐπιδεικτικά, ποτὲ δὲ σοφιστικά. Ἀγωνιστικὰ μέν ἐστιν, ὅταν τῇ φύσει τῶν πραγμά‐ των συνδράμῃ ἔξωθεν πάρεργον, ὃ καὶ χωρὶς τῶν ὀνο‐
5μάτων ἕκαστον αὐτὸ καθ’ ἑαυτὸ πρᾶγμα μηνύει καὶ λεχθὲν λανθάνει, πολλάκις δὲ ἀναγινωσκόμενον εὑρί‐ σκεται· οἷον «νῦν δ’ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν, ἐς δ’ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δ’ ἑκατόμβην
10 θείομεν, ἂν δ’ αὐτὴν Χρυσηίδα καλλιπάρῃον βήσομεν»· τέσσαρα ἴσα, ‘ἐρύσσομεν‘, ‘ἀγείρομεν‘, ‘θείομεν‘, ‘βή‐ σομεν‘. καὶ Θουκυδίδης «αἴτιον δ’ ἦν οὐχ ἡ ὀλιγαν‐
θρωπία, ὅσον ἡ ἀχρηματία· τῆς γὰρ τροφῆς ἀπορίᾳ428
15τόν τε στρατὸν ἐλάσσω ἤγαγον». καὶ Δημοσθένης «ἂν τοίνυν ἐξελέγξω σαφῶς Αἰσχίνην τουτονὶ καὶ μηδὲν ἀληθὲς ἀπηγγελκότα καὶ κεκωλυκότα ἐμοῦ τὸν δῆμον ἀκοῦσαι τἀληθῆ καὶ ἀνηλωκότα τοὺς χρόνους καὶ πάν‐ των τούτων δῶρα καὶ μισθοὺς εἰληφότα».
20 Ἐπιδεικτικὰ δέ ἐστιν, ὅταν τὰ ἀγωνιστικὰ πολλὰ γένηται καὶ ἐπιτηδευθῇ εἰδημόνως εἰς ἡδονὴν ἀκοῆς σώφρονα, ὥσπερ τὰ παρὰ Ἰσοκράτει ἴσα τὰ ἐν ταῖς παραινέσεσι μάλιστα. Σοφιστικὰ δέ ἐστιν, ἃ νῦν μὲν ἐπαινεῖται, ὑπὸ δὲ
25τῶν παλαιῶν κωμῳδεῖται, ὅσα αἰσχρῶς καὶ κενῶς κο‐ λακεύει τὴν ἀκοήν· ἃ Πλάτων διαβάλλει «ὦ λῷστε Πῶλε, ἵνα προσείπω σε κατὰ σέ» καὶ «Παυσανίου δὲ παυσαμένου· διδάσκουσι γάρ με ἴσα λέγειν οὑτωσὶ οἱ σοφοί». —Δημοσθένης δὲ καὶ Ὅμηρος καὶ τὰ τοιαῦτα
30ἐποίησαν ἀγωνιστικά, «Πρόθοος θοὸς ἡγεμόνευεν», ὄνομα καὶ ἀρετή, καὶ «ἐρρῶσθαι πολλὰ φράσας τῷ σοφῷ Σοφοκλεῖ».
32

14

(t)

Περὶ ὑπερβατοῦ.
1 Οἱ νῦν οἴονται τὸ ὑπερβατὸν πλοκὴν εἶναι ἑρμη‐ νείας καὶ περίοδον κεκαλλωπισμένην· οὐκ ἴσασι δέ, τί
ἐστιν ὑπερβατόν. τὸ γὰρ ὑπερβατὸν οὐ μόνον οὐκ ἔστι καλὸν σχῆμα, ἀλλὰ καὶ ἀναγκαῖον· γίνεται δέ, ὅταν429
5τὴν αἰτίαν τοῦ λεγομένου, ἣν μέλλει ποθεῖν ὁ ἀκρο‐ ατής, μέσην ὁ λέγων τάξῃ· καὶ οὕτως γίνεται σαφη‐ νείας ὄργανον τὸ ὑπερβατόν, οἷον «ὦ φίλοι, οὐ γάρ τ’ ἴδμεν, ὅπῃ ζόφος οὐδ’ ὅπῃ ἠώς, οὐδ’ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶς’ ὑπὸ γαῖαν,
10 οὐδ’ ὅπῃ ἀννεῖται· ἀλλὰ φραζώμεθα θᾶσσον»· εἰ γὰρ εἰρήκει ‘ὦ φίλοι, φραζώμεθα θᾶσσον‘, ἐτάραξεν ἂν αὐτοὺς καὶ ἐποίησεν ἐρωτῆσαι, τί γέγονε· διὰ τοῦτο διὰ μέσου τὰς αἰτίας τοῦ φράζεσθαι θᾶσσον ἔταξε. καὶ Θουκυδίδης «οἱ δὲ Ἀθηναῖοι ἐφοβήθησαν, μὴ πο‐
15λέμιαι ἦσαν αἱ νῆες» —διὰ τί; ὁ Θουκυδίδης ἔταξε διὰ μέσου τὴν αἰτίαν τοῦ φόβου «ἦν γὰρ νύξ»· διὰ τοῦτο καὶ ὁ τὴν αἰτίαν σημαίνων σύνδεσμος προ‐ ηγεῖται, ὁ γάρ. Μακρὸν δὲ γίνεται ὑπερβατόν, ὁπόταν ἡ αἰτία ἑτέρας
20αἰτίας χρείαν ἔχῃ, οἷον «ἐπειδὴ δὲ οἵ τε Ἀθηναίων τύραννοι καὶ οἱ ἐκ τῆς ἄλλης Ἑλλάδος ἐπὶ πολὺ καὶ πρὶν τυραννευθείσης οἱ πλεῖστοι καὶ τελευταῖοι πλὴν τῶν ἐν Σικελίᾳ ὑπὸ Λακεδαιμονίων κατελύθησαν» — πῶς, ὦ Θουκυδίδη; «ἡ γὰρ Λακεδαίμων μετὰ τὴν
25κτίσιν τῶν νῦν ἐνοικούντων ἐν αὐτῇ Δωριέων ἐπὶ
πλεῖστον χρόνον στασιάσασα ὅμως ἐκ παλαιτάτου καὶ εὐνομήθη καὶ ἀεὶ ἀτυράννευτος ἦν»· αἰτίαν τῆς αἰτίας ἀποδίδωσιν «ἔτη γάρ ἐστι μάλιστα τετρακόσια, ἃ Λακε‐ δαιμόνιοι τῇ αὐτῇ πολιτείᾳ χρῶνται, καὶ δι’ αὐτὸ δυνά‐430
30μενοι καὶ τὰ ἐν ταῖς ἄλλαις πόλεσι καθιστᾶν»· εἶτα ἐπανέρχεται ἐπὶ τὴν ἀρχὴν «μετὰ δὲ τὴν τῶν τυράν‐ νων κατάλυσιν». Τὸ δὲ παρ’ Ὁμήρῳ «αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν
35 φεύγοντες» οὐκ ἔστιν, ὡς δοκεῖ τισίν, ὑπερβατόν· οὐδεμία γὰρ αἰτία μέση κεῖται, ἀλλ’ ὡς ἐγένετο ἡ δυσκολία τῆς ὁδοῦ διὰ σκολόπων καὶ τάφρου, εἶτα ὁμαλὴ ἔξοδος ἐν τῇ φυγῇ, οὕτω καὶ ἡ ἑρμηνεία ἔχει, τὸ πάθος τῶν φευ‐
40γόντων τῆς λέξεως μιμουμένης.
40

15

(t)

Περὶ ἀντιθέτου.
1 Τὸ ἀντίθετον σχῆμα ἀναντίρρητόν ἐστι· γίνεται γὰρ διὰ τῶν ὁμολογουμένων. ἔστι δὲ διανοήματι διανόημα ἀντικείμενον. ἁπλούστατον δὲ ὂν ἰσχυρόν ἐστιν, οἷον «ἐδίδασκες γράμματα, ἐγὼ δ’ ἐφοίτων· ἐτέλεις, ἐγὼ δ’
5ἐτελούμην· ἐτριταγωνίστεις, ἐγὼ δ’ ἐθεώρουν· ἐγραμ‐ μάτευες, ἐγὼ δ’ ἐκκλησίαζον· ἐξέπιπτες, ἐγὼ δ’ ἐσύ‐ ριττον».
Τοῦτο δὲ τὸ ἀντίθετον ὁ Δημοσθένης ἐποίησε κακό‐ ηθες, τὸ μὲν πρᾶγμα ἀληθὲς λαμβάνων, τὸ δὲ ἀντι‐431
10κείμενον ψευδὲς ὄν· ὡς ἐν τῷ Περὶ τῆς παραπρεσβείας εἰσάγει συμπόσιον Φιλίππου καὶ τῶν Ὀλύμπια νενικη‐ κότων καὶ διάλογον Σατύρου τοῦ κωμικοῦ ὑποκριτοῦ, οὕτω δὲ ψυχαγωγεῖ τοὺς ἀκούοντας, ὥστε οἰηθῆναι ἐν συμποσίῳ εἶναι· εἶτα ἀντιτίθησι συμπόσιον ἕτερον ὡς
15γενόμενον Αἰσχίνῃ ψευδόμενος μηδέποτε γενόμενον, ἵνα ἐψυχαγωγημένοι διὰ τῶν προτέρων λόγων οἱ δι‐ κασταὶ πιστεύωσι καὶ τοῖς ἐπιφερομένοις ὡς ὁμοίως ἀληθέσι. τοῦτο κακόηθες ἀντίθετον.
18

16

(t)

Περὶ παρίσου καὶ πῶς γίνεται.
1 Πάρισον σχῆμα ἔστι τε καὶ λέγεται, ὅταν τὸ αὐτὸ ὄνομα ἄλλην καὶ ἄλλην προσλαβὸν συλλαβὴν διαφερού‐ σας διανοίας ἔχῃ. παρὰ μὲν Ἰσοκράτει οὕτως «ἐὰν ᾖς φιλομαθής, ἔσῃ πολυμαθής»· τὸ γὰρ μανθάνειν ἐν ἀμ‐
5φοτέροις ἐστίν, ἀλλ’ ὅπου μὲν τὸ πολυ πρόσκειται καὶ σημαίνει τὸν πολλὰ εἰδότα, ὅπου δὲ τὸ φιλο πρόσ‐ κειται καὶ ἔστιν ὁ ἡδέως μανθάνων. καὶ παρὰ τῷ Θουκυδίδῃ «καὶ προεπιβουλεύειν αὐτοῖς μᾶλλον ἢ ἀντ‐
επιβουλεύειν»· τὸ γὰρ ἐπιβουλεύειν ἐν ἀμφοτέροις εἴρη‐432
10ται, ἀλλ’ ὅπου μὲν πρόσκειται προ καὶ σημαίνει τὸ φθά‐ νειν ἐπιβουλεύοντα, ὅπου δὲ ἀντι πρόθεσις καὶ δηλοῖ τὸ ἀμύνεσθαι δεύτερον.
12

17

(t)

Περὶ προσποιήσεως.
1 Πότε ῥήτωρ προσποιήσεται σχεδιάζειν; τριῶν οὐσῶν ἰδεῶν ῥητορικῆς ἐν τῇ συμβουλευτικῇ μάλιστα δεῖ καὶ ὁμολογεῖν, ὅτι ἐβουλεύσατο· οὐ γὰρ ἀνέχεται ὁ συμ‐ βουλευόμενος τὰ ἐπιόντα λέγοντος τοῦ συμβουλεύοντος,
5τοὐναντίον δὲ χρὴ ἐσκέφθαι ὁμολογεῖν καὶ πεφροντι‐ κέναι, ὡς ὁ Δημοσθένης «ἀλλ’ ὡς ἔοικεν ὁ καιρὸς ἐκεῖνος οὐ μόνον εὔνουν ἡμῖν καὶ πλούσιον ἄνδρα ἐκάλει, ἀλλὰ καὶ παρηκολουθηκότα ἐξ ἀρχῆς τοῖς πράγ‐ μασι»· μάλιστα γὰρ τοῦτο δεῖ προσεῖναι τῷ συμβούλῳ,
10ἐμπειρίαν πραγμάτων. Ἐν δὲ τῇ δικανικῇ, κἂν ἐσκεμμένος ἥκῃς, προσποιοῦ αὐτόθεν λέγειν, ὅπερ ποιοῦσι πάντες οἱ παλαιοί· γρά‐ ψαντες γὰρ πάντες ὑποκρίνονται σχεδιάζειν—διὰ τί; ὅτι ὁ δικαστὴς ὑποπτεύει τὸν ῥήτορα καὶ δέδοικε, μὴ
15ἐξαπατηθῇ τῇ δυνάμει τῆς ῥητορικῆς. αὐτὸ τοίνυν τοῦτό ἐστι τέχνη τοῦ ῥήτορος τὸ δοκεῖν αὐτόθεν λέγειν,
ἵνα καὶ οὕτως ὁ δικαστὴς παραχθῇ· καὶ προοίμια ὡς αὐτόθεν εὑρίσκοντες λέγουσι πάλαι σκεψάμενοι καὶ κεφά‐ λαια ὡς μεταξὺ ἀναμνησθέντες κατὰ πάσας τὰς δίκας.433
20 Ἐν δέ γε ἐγκωμιαστικῇ ἰδέᾳ οὐ κωλύει ἀμφοτέροις χρῆσθαί ποτε, καὶ ὁμολογίᾳ γραφῆς καὶ προσποιήσει σχεδίου.
22

18

(t)

Περὶ αὐξήσεως, πότε χρηστέον ἐν δίκαις εὐκαίρως.
1 Πότε ῥήτωρ αὐξήσει χρήσεται ἐν δίκαις, εἶτα τότε ταῖς ἀποδείξεσι; δύο δὴ καιροὶ τῆς χρήσεως καὶ μέθο‐ δοι, ὅταν τὸ πρᾶγμα ἀμελῆται ἢ τὸ πρόσωπον τὸ κρι‐ νόμενον ἔνδοξον ᾖ. ταύτῃ τῇ τέχνῃ χρῆται Αἰσχίνης
5ἐν τῷ Κατὰ Τιμάρχου καὶ ἐν τῷ Κατὰ Κτησιφῶντος. ἐν μὲν γὰρ τῷ Κατὰ Τιμάρχου καὶ τὸ πρᾶγμα ἀμε‐ λεῖται—λοιδορία γὰρ δοκεῖ ἡ ἑταίρησις εἶναι καὶ σκῶμμα ταπεινότερον—, καὶ τὸ πρόσωπον τὸ κρινό‐ μενον ἔνδοξόν ἐστιν—ὁ γὰρ Τίμαρχος τιμᾶται καὶ
10λελειτούργηκε καὶ ἀρχὰς ἦρξε καὶ ἔστι περὶ μέσην ἡλι‐ κίαν—. καὶ ἐν τῷ Κατὰ Κτησιφῶντος ἡ τῶν παρα‐ νόμων γραφὴ ἀμελεῖται διὰ τὰς συμφορὰς τῆς πόλεως τό τε πρόσωπον τιμᾶται, Δημοσθένης, καὶ ἀξίωμα ἔχει. διὰ τοῦτο πρότερον αὔξει, εἶτα τότε ἀποδείκνυσιν, ἵνα
15ἐπιστρέψῃ καὶ ἀναγκάσῃ προσέχειν τοὺς δικαστὰς καὶ μήτε τιμῇ τοῦ προσώπου μήτε καταφρονήσει τοῦ πράγ‐
ματος μὴ θέλωσιν ἀκούειν. αὕτη ἡ αἰτία τοῦ καὶ τῇ αὐτῇ τάξει ἐν ἀμφοτέροις τοῖς βιβλίοις τὰ περὶ τῶν πολιτειῶν διεξελθεῖν.434
19

19

(t)

Περὶ ἐγνωσμένου ψεύσματος, πότε χρηστέον αὐτῷ.
1 Πότε ῥήτωρ ψεύσεται συνειδότων τῶν ἀκροατῶν, ὅτι ψεύδεται; ὅταν τὸ ψεῦδος συμφέρῃ τοῖς ἀκούουσι· διὰ γὰρ τὸ οἰκεῖον λυσιτελὲς οὐκ ἐλέγχουσι τὸν ῥήτορα. οὕτω Δημοσθένης ἐψεύσατο ἐν τῷ Περὶ τοῦ στεφά‐
5νου· Αἰσχίνου γὰρ λέγοντος, ὅτι οἱ Ἀθηναῖοι ὑπὸ τὸν αὐτὸν καιρὸν πρέσβεις πρὸς Φίλιππον ἔπεμψαν περὶ εἰρήνης καὶ πρὸς τοὺς συμμάχους περὶ συμμαχίας κατὰ Φιλίππου, καὶ τοῦτο πεποιηκότων Ἀθηναίων, φη‐ σὶν ὅτι «καὶ διαβάλλει τὰ μέγιστα τὴν πόλιν, ἐν οἷς
10ψεύδεται· εἰ γὰρ ὑμεῖς ἅμα τοὺς μὲν Ἕλληνας εἰς πό‐ λεμον παρεκαλεῖτε, αὐτοὶ δὲ περὶ εἰρήνης πρὸς Φίλ‐ ιππον πρέσβεις ἐπέμπετε, Εὐρυβάτου πρᾶγμα, οὐ πό‐ λεως ἔργον οὐδὲ χρηστῶν ἀνθρώπων διεπράττεσθε».
13

20

(t)

Περὶ ὅρκου, ποῖον οὐκ ὀμεῖται καὶ ποῖον ὀμεῖται.
1 Πότε ῥήτωρ ὀμόσει καὶ ὅρκῳ χρήσεται; οὐδέποτε ἐπὶ πράγματος ὀμεῖται, οἷον ‘ἐποίησεν οὗτος φόνον ἢ προ‐
δοσίαν ἢ τόδε τι‘, ἀλλ’ ἐπὶ ἤθους βεβαιώσει, ὡς ὁ Δη‐ μοσθένης «ὡς μὲν ἐμοὶ δοκεῖ, δι’ ἀμφότερα, ὦ Ἀθη‐435
5ναῖοι, νὴ τοὺς θεούς, κἀμὲ νομίζοντες δεινὰ πεπον‐ θέναι» καὶ πάλιν «πολλὰς δὲ δεήσεις καὶ νὴ Δία ἀπειλὰς ὑπομείνας». ἐκ τούτου δηλοῦται, ὅτι ῥήτωρ πραγμα‐ τικὸν ὅρκον οὐκ ὄμνυσιν ἀλλ’ ἠθικόν. Πρῶτος δὲ ὅρκον ἠθικὸν Ὅμηρος ὤμοσεν, εἶτα Πλά‐
10των ἐμιμήσατο, εἶτα Δημοσθένης ἐκληρονόμησε Πλά‐ τωνος· ἠθικὸν δ’ ἕκαστος ὀμόσας καὶ ἰδίᾳ ἕκαστος ἰδέᾳ τοῦ ἤθους ἐχρήσατο, Ὅμηρος μὲν τραγικὸν «οὔ, μὰ Ζῆν’, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμεῖο», τὰς συμφορὰς τοῦ πατρὸς ὅρκον ἐποιήσατο, Πλάτων δὲ
15ἠθικὸν μὲν ὁμοίως, ἠθικὸν δ’ ἐκ τοῦ ἐναντίου ἤθους «οὔ, μὰ τὸν Ζῆν’, ὦ Καλλίκλεις», Δημοσθένης δὲ ἠθικὸν πολιτικὸν «οὔ, μὰ τοὺς ἐν Μαραθῶνι προκιν‐ δυνεύσαντας καὶ τοὺς ἐν Σαλαμῖνι παραταξαμένους».
18

21

(t)

Περὶ συνηγόρων, τίσι δοτέον.
1Πότε ἐν τοῖς προβλήμασι ῥήτωρ μέρεσί τισι συνηγό‐
ρους δώσει καὶ κατὰ πόσους τρόπους; τέσσαρας· ἢ διὰ φύσιν, εἰ γυνή τίς ἐστι, συνήγορον δώσομεν· ἢ δι’ ἡλικίαν, εἰ παιδίον ἐστὶν ἢ ὑπέργηρως καὶ ἀσθενής· ἢ436
5διὰ τύχην, εἰ δοῦλός ἐστιν ἢ ἄτιμος, ὥσπερ ἐν τῷ Κατὰ Μειδίου Δημοσθένης Στράτωνι συναγορεύει· ἢ εἰ δι’ εὐπρέπειαν κατέγνωσταί τις, καὶ τούτῳ δώσομεν συν‐ ήγορον.
8

22

(t)

Περὶ τοῦ ἐναντία λέγοντα κατορθοῦν ἐναντία.
1 Τίς μέθοδος τοῦ ἐναντία λέγοντα, οἷς βούλεται γε‐ νέσθαι, κατορθοῦν, ὃ βούλεται, μὴ δοκοῦντα ἐναντία οἷς θέλει λέγειν; ἡ κακία ἡ ἐν λόγοις ἐνταῦθα ἀρετὴ φαίνεται. τίς δέ ἐστι κακία ἐν λόγοις; εὐδιάλυτα λέ‐
5γειν καὶ ἐναντία καὶ στρεφόμενα. ταῦτα ἐν τούτῳ τῷ σχήματι τῶν λόγων ἀρετὴ γίνεται. Ὅμηρος αὐτὸ πεποίηκεν· Ἀγαμέμνων ἐστὶν ὁ ἀπο‐ πειρώμενος τοῦ Ἑλληνικοῦ καὶ βουλόμενος αὐτοὺς μέ‐ νειν λέγων δεῖν μὴ μένειν ἀλλὰ φεύγειν, καὶ δι’ ὅλης
10τῆς δημηγορίας εὐδιάλυτα λέγει καὶ στρεφόμενα, διδοὺς ἀντιλαβὰς τοῖς ἐναντιουμένοις, ἐπὶ τέλει δὲ καὶ ἐναν‐ τιώματα λέγων· τὸ γὰρ φάναι
«καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται» δηλονότι ἐναντίον ἐστὶ φανερῶς τῷ ‘φεύγωμεν‘· πῶς437
15γὰρ φεύξονται ναῦς οὐκ ἔχοντες; τοῦτο δ’ ἂν εἶπε καὶ κωλύων τις αὐτοὺς ἀποπλεῖν, οὐ κελεύων δὲ μένειν τοῖς λόγοις. Ἐν δὲ ταῖς σχολικαῖς ὑποθέσεσιν ἔστι καὶ ἄλλη τις τέχνη, ἣ βοηθεῖ ταῖς τοῦ ἀντιδίκου προτάσεσι καὶ διὰ
20μακρῶν προβάλλεται καὶ διὰ μαρτυριῶν ἔσθ’ ὅτε. ἀλλὰ ἀντιλέγειν προσποιοῦ· οὕτω γὰρ λέγων οὐχ ὑποπτευ‐ θήσῃ, καὶ ὃ βούλει, σοὶ ἔσται. ἐν γὰρ τῷ τοιούτῳ σχήματι τῶν λόγων τὸ μὲν νικῆσαι λέγοντα ἡττηθῆναί ἐστι, τὸ δὲ ἡττηθῆναι λέγοντα νικῆσαί ἐστι· γέγονε
25γάρ, ὃ βουλόμεθα.
25

23

(t)

Περὶ τοῦ προτείνειν τὰς τοῦ ἐναντίου προτάσεις.
1 Ὁ κατηγορῶν τὰς τοῦ μέλλοντος ἀποκρίνεσθαι οὐχ ἁπλῶς προτείνει προτάσεις, ἀλλὰ κατὰ τρόπους τρεῖς, ἐπιστήμην, δόξαν, ἀκοήν· ἐπιστήμην μὲν ‘οἶδα, ὅπερ νὴ Δία ἐρεῖ‘ καὶ ὅσα τοιαῦτα, δόξαν δὲ οἷον ‘τάχα
5τοίνυν ἴσως ἐρεῖ‘, ὡς ἀμφιβάλλων περὶ τῆς προτάσεως, ἀκοὴν δὲ ὡς ἀκούων περὶ τῆς προτάσεως ‘πυνθάνομαι
τοίνυν μέλλειν αὐτὸν λέγειν‘. Τὰ μὲν δὴ σχήματα τῆς προτάσεως τῶν τοῦ ἀπο‐ λογουμένου κεφαλαίων ταῦτα· ὁ δὲ καιρὸς ἑκάστου438
10τίς; δεῖ γὰρ εἰδέναι, πότε τῇ ἐπιστήμῃ καὶ τῇ δόξῃ καὶ τῇ ἀκοῇ χρησόμεθα· ἡ γὰρ ἀκαιρία πολλάκις καὶ ἐναντία ποιεῖ. τῶν μελλόντων προτείνεσθαι ὑπὸ τοῦ ἀπολογουμένου [τοῦ οὖν ἀντιδίκου] τὰ μέν ἐστιν ἰσχυ‐ ρότερα, τὰ δὲ ἀσθενῆ, τὰ δὲ μέσα· τὰ μὲν οὖν ἀσθενῆ
15τοῦ ἀντιδίκου ὡς εἰδὼς τῇ ἐπιστήμῃ προβαλῇ, τὰ δὲ μέσα τῇ ἕξει ὡς στοχαζόμενος, ὅπερ ἐστὶ τῇ δόξῃ, τὰ δὲ ἰσχυρὰ ὡς πυνθανόμενος. ἵνα δοκῇς ἀκούειν αὐτά, μὴ συνειδέναι δὲ ἰσχυρὰ ὄντα. Οὕτω μὲν δὴ δεῖ προ‐ τείνειν.
20 Δημοσθένης δὲ τὰ ἄμικτα ἔμιξεν ἐν τῷ Κατὰ Μει‐ δίου, ἐπιστήμην ὁμοῦ καὶ ἀκοήν, λέγων οὕτως «ἔστι δὲ πρῶτον μὲν ἐκεῖνο οὐκ ἄδηλος ἐρῶν, ἐξ ὧν ἰδίᾳ πρός τινας αὐτὸς διεξιὼν ἀπηγγέλλετό μοι»· διὰ μὲν γὰρ τὴν φύσιν τοῦ πράγματος καὶ τὴν ἰσχὺν τοῦ κεφα‐
25λαίου τῇ ἀκοῇ κέχρηται, διὰ δὲ τὴν προσποίησιν τῆς καταφρονήσεως τῇ ἐπιστήμῃ. ἀλλὰ καὶ ἐν τῷ Περὶ τῆς ἀτελείας ἰσχυρότατον προτείνων τοῦ Λεπτίνου κεφά‐ λαιον, τὸ τῆς ἀξίας, τῇ ἐπιστήμῃ προέτεινεν οὕτως «ἔστι δ’ οὐκ ἄδηλον τοῦθ’, ὅτι Λεπτίνης, κἄν τις ἄλλος
30ὑπὲρ τοῦ νόμου λέγῃ, δίκαιον μὲν οὐδὲν ἐρεῖ περὶ αὐ‐ τοῦ, φήσει δὲ ἀναξίους τινὰς εὑρομένους ἀτέλειαν ἐκ‐ δεδυκέναι τὰς λειτουργίας». λέγομεν οὖν, ὅτι ὁ Δημο‐ σθένης χρῆται τοῖς σχήμασι καὶ κατὰ φύσιν καὶ παρὰ φύσιν, καὶ ἐνταῦθα τῷ μὲν Λεπτίνῃ ἰσχυρότατόν ἐστι439
35τοῦτο τὸ κεφάλαιον, τῷ δὲ Δημοσθένει εὔλυτον.
35

24

(t1)

Περὶ τοῦ λεληθότως τὰ αὐτὰ λέγειν ἢ ἑαυτῷ ἢ
t2ἄλλοις.
1 Τοῦ ταὐτὰ λέγοντα ἢ ἑαυτῷ ἢ ἄλλῳ τινὶ μὴ δοκεῖν τὰ αὐτὰ λέγειν διπλῆ μέθοδος· τάξεως μεταβολή, καὶ μήκη καὶ βραχύτητες. ἡ δὲ αὐτὴ καὶ τοῦ παραφράζειν μέθοδος· ἢ γὰρ τὴν τάξιν μεταβάλλεις, ᾗπερ ἐκεῖνος
5ἐχρήσατο, ἢ τὸ μέτρον· εἴπερ γὰρ διὰ μακρῶν ἐκεῖνος, ταῦτα ἐν βραχέσι συνελὼν λέγεις, ἢ τὸ ἐναντίον. Τίς δὲ ἑκατέρου τούτων ὁ καιρός; ἡ μὲν συμβουλευ‐ τικὴ μήκη καὶ βραχύτητας ἐπιδέχεται· τῆς γὰρ τάξεως μεταβολὴν οὐ δύναται ἔχειν, ὅτι ἐν συμβουλῇ πάντως
10πρῶτον τὸ κατεπεῖγον εἶναι δεῖ παρὰ παντὶ συμβου‐ λεύοντι. ἐν δὲ τῇ πανηγυρικῇ νόμος ἐστὶ τῶν κεφα‐ λαίων τῆς τάξεως ἀμετάβλητος ἡ φύσις τῶν πραγμάτων. χρώμεθα οὖν τοῖς μήκεσι καὶ ταῖς βραχύτησιν, ὥσπερ ἐν συμβουλευτικῇ μὲν ἰδέᾳ ἐποίησεν ὁ Δημοσθένης ἔν
15τε τοῖς Ὀλυνθιακοῖς καὶ ἐν τῷ Περὶ τῶν ἐν Χερρο‐ νήσῳ στρατιωτῶν· τὰ αὐτὰ γὰρ λέγων ἑαυτῷ μάλιστα ἔλαθεν. ἐν δὲ πανηγυρικῇ ἰδέᾳ Πλάτων τὰ αὐτὰ λέγων Θουκυδίδῃ ἐν τῷ Ἐπιταφίῳ οὐ μόνον ἔλαθεν, ἀλλὰ καὶ ἄλλα λέγειν ἔδοξε· τὰ γοῦν περὶ τῶν πολέμων440
20Θουκυδίδης μὲν ἐπιμνησθεὶς παρῆκεν, ὁ Πλάτων δὲ ἐπεξειργάσατο· τοὐναντίον δὲ Πλάτων μὲν παρῆκε τὰ περὶ τῆς πολιτείας, Θουκυδίδης δὲ ἐπεξῆλθεν. Ἐν δὲ τῇ δικανικῇ ἰδέᾳ καὶ ἡ τῆς τάξεως μεταβολὴ χώραν ἔχει, ὥσπερ Δημοσθένης ἐποίησεν ἐν τῷ Περὶ
25τῆς ἀτελείας· Φορμίωνος γὰρ προκατηγορήσαντος τοῦ νόμου καὶ χρησαμένου τοῖς κεφαλαίοις τῆς διαιρέσεως, τῷ δικαίῳ, τῷ συμφέροντι, τῷ καλῷ, τῷ τῆς ἀξίας, ἀνέστρεψε τὴν τάξιν μεταβάλλων· πῶς δὲ τοῦτο ἐποί‐ ησεν, ἐν τοῖς περὶ τοῦ λόγου διεξήλθομεν.
29

25

(t)

Περὶ τοῦ ἀνεπαχθῶς ἑαυτὸν ἐπαινεῖν.
1 Τοῦ ἑαυτὸν ἐπαινεῖν ἐπαχθοῦς ὄντος καὶ εὐμισήτου, 〈τοῦ〉 ἀνεπαχθῶς ποιῆσαι μέθοδοι τρεῖς· κοινότης λόγου, ἀνάγκης προσποίησις, προσώπου ὑπαλλαγή. Τούτων παραδείγματα. ὁ Ἰσοκράτης ἐν τῷ πρώτῳ
5λόγῳ τῶν παραινέσεων τὸ πρῶτον προοίμιον ἑαυτοῦ
ἔπαινον κατεσκεύασε· θέλει γὰρ εἰπεῖν ὅτι ‘ἐγὼ ἀνήρ εἰμι σπουδαιότατος καὶ μόνος φίλος ἀγαθὸς ἀποθανόν‐ τος τοῦ πατρός, ὦ Δημόνικε, σοὶ εὐνοῶν‘· πῶς οὖν αὐτὸ ποιεῖ; κοινῷ τῷ λόγῳ χρῆται περί τε σπουδαίων441
10ἀνδρῶν καὶ φαύλων λέγων καὶ διακρίνων ἤθη ἀγαθῶν καὶ πονηρῶν φίλων, οὕτω δὲ φαίνεται αὐτὸς ὢν τῶν ἀγαθῶν ἀνδρῶν. —Ὁ δὲ Δημοσθένης ἐν τῷ Περὶ τοῦ στεφάνου μέλλων ἑαυτὸν ἐπαινεῖν καὶ τὴν ἑαυτοῦ πο‐ λιτείαν πολλάκις τῇ ἀνάγκῃ χρῆται λέγων «ἐὰν δ’
15ἐφ’ ἃ καὶ πεποίηκα καὶ πεπολίτευμαι βαδίζω, πολλάκις λέγειν ἀναγκασθήσομαι περὶ ἐμαυτοῦ». —Ἐπειδὴ δὲ τῇ ἀνάγκῃ πολλάκις χρώμενος ὕποπτός ἐστι, καὶ τῇ τοῦ προσώπου ὑπαλλαγῇ χρῆται. ἔστι δὲ τοῦτο· ὅταν τι μέτριον λέγῃ, τότε πρὸς τοὺς Ἀθηναίους λέγει, ὅταν
20δὲ ὑπερήφανον καὶ ἐπαχθές, πρὸς Αἰσχίνην· «οὐ λί‐ θοις ἐτείχισα τὴν πόλιν οὐδὲ πλίνθοις ἐγώ, ἀλλὰ τὸν ἐμὸν τειχισμὸν εἰ βούλει σκοπεῖν, εὑρήσεις ὅπλα καὶ πόλεις καὶ συμμάχους», καὶ πάλιν ἀλλαχοῦ «ὧν μέν‐ τοι ἐκ τῆς ἰδίας οὐσίας ἐπέδωκα, οὐδεμίαν ἡμέραν
25ὑπεύθυνος εἶναί φημι. ἀκούεις, Αἰσχίνη;» ἀπέστρεψε τὸν λόγον, ἵνα δοκοίη τὸν ἐχθρὸν λυπεῖν, μὴ Ἀθη‐
ναίοις ὀνειδίζειν.442

26

(t1)

Περὶ παλαισμάτων δικαστηρίων, ἃ Δημοσθένης
t2ἐτεχνήσατο.
1 Δύο παλαίσματα δικαστηρίων Δημοσθένης ἐπετεχ‐ νήσατο, τό τε οἰκεῖον ἰσχυρόν, κἂν μὴ κρινόμενον ᾖ, εἰς κρίσιν ἀγαγεῖν καὶ τὸ τοῦ ἀντιδίκου ἰσχυρὸν κρι‐ νόμενον ἐκβαλεῖν. ταῦτα τοίνυν ἀμφότερα ποιεῖ Δη‐
5μοσθένης καὶ λανθάνει πράττων· ὅταν γὰρ τὸ οἰκεῖον εἰσάγῃ χαριζόμενος ἑαυτῷ, ἀνάγκην προσποιεῖται, ὅταν δὲ τὸ τοῦ ἀντιδίκου ἐκβάλλῃ πανουργῶν, ἁπλότητα ὑποκρίνεται. Τοῦτο ἐποίησε καὶ ἐν δυσὶ λόγοις, ἔν τε τῷ Περὶ
10τοῦ στεφάνου καὶ ἐν τῷ Κατὰ Ἀριστοκράτους. ὅταν γὰρ τὸ τῆς πολιτείας καὶ ἀξίας ἐπάγῃ, ἀνάγκην ὑπο‐ κρίνεται «ἐὰν δὲ ἐφ’ ἃ καὶ πεποίηκα καὶ πεπολί‐ τευμαι βαδίζω, πολλάκις λέγειν ἀναγκασθήσομαι περὶ ἐμαυτοῦ»· ὅταν δὲ τοὺς νόμους κλέπτῃ, ἁπλότητα προσ‐
15ποιεῖται λέγων οὕτως «ἔτι μέντοι καὶ τοὺς νόμους δεικτέον εἶναί μοι δοκεῖ», ὡς παρέργου μνημονεύων τοῦ ἰσχυροῦ τῷ ἀντιδίκῳ. —Καὶ πάλιν ἐν τῷ Κατ’
Ἀριστοκράτους εἰσάγων τὸν περὶ Χερρονήσου λόγον οὐδὲν προσήκοντα τῷ ἀγῶνι φησὶν «ἀνάγκη δέ ἐστι443
20πρῶτον ἁπάντων δεῖξαι, τί ποτε ἔστι τὸ Χερρόνησον ἀσφαλῶς ἔχειν ἡμᾶς πεποιηκός», εἶτα πανουργῶν καὶ πολίτην ἐργαζόμενος τὸν Χαρίδημον, ἵνα αὐτῷ ἰσχύῃ ὁ περὶ τῶν νόμων λόγος, ἐπιφέρει «θεάσασθε τοίνυν, ὡς δικαίως καὶ ἁπλῶς ποιήσομαι τοὺς λόγους, ὃς εἰς
25μὲν ταύτην τίθεμαι τὴν τάξιν αὐτόν, ἐν ᾗ πλείστης ἂν τυγχάνοι τιμῆς, ἃ δ’ οὐδ’ ἡμῖν τοῖς γένει πολίταις ἐστίν, οὐδ’ ἐκείνῳ δεῖν οἶμαι γενέσθαι παρὰ τοὺς νό‐ μους».
28

27

(t1)

Περὶ δευτερολογιῶν, διὰ ποίας αἰτίας μερίζεται
t2λόγος, καὶ πῶς γίνονται.
1 Δευτερολογιῶν εἴδη τάδε· ἤτοι γὰρ διὰ μέγεθος τοῦ ἀγῶνος μερίζεται ἡ κατηγορία ἢ ἡ ἀπολογία· ἢ προκατ‐ ηγορήσαντός τινος καὶ προαγωνισαμένου ὁ δεύτερος λέ‐ γων αὐξήσει χρῆται, ὥσπερ οἱ Κατὰ Ἀριστογείτονος λό‐
5γοι ἔχουσιν· ἢ τὰ αὐτὰ ὁ δεύτερος λέγων οὐκ αὔξει μέν, προστίθησι δέ τινα ἢ ἀφαιρεῖ, ὥσπερ κατορθῶν τὰ εἰρημένα, ὡς ἔχει ὁ τοῦ Νέστορος λόγος ἐν τῇ δευ‐ τέρᾳ ῥαψῳδίᾳ μετὰ τὴν Ὀδυσσέως δημηγορίαν· ἢ προ‐ αγωνισαμένου ἑτέρου ὁ δεύτερος λέγων τὰ μέλλοντα
10δεύτερα λέγεσθαι ὑπὸ τοῦ ἀντιδίκου προκαταλαμβάνει λέγων, ὥσπερ ὁ Κατ’ Ἀνδροτίωνος ἔχει, προκατηγορή‐ σαντος γὰρ Εὐκτήμονος, ἃ μέλλει λέγειν Ἀνδροτίων, ὁ Διόδωρος προκαταλαμβάνει. Οὗτοι τέσσαρες τρόποι
δευτερολογίας.444

28

(t)

Περὶ διηγήσεως.
1 Οἱ παλαιοὶ διηγούμενοι διπλῇ τινι μεθόδῳ χρῶνται, ἀναφορᾷ δι’ ἀσφάλειαν καὶ διὰ πίστιν βεβαιώσει, οἷον Ἰσοκράτης «Ζεὺς γὰρ Ἡρακλέα καὶ Τάνταλον γεννή‐ σας, ὡς οἱ μῦθοι λέγουσι καὶ πάντες πιστεύουσι», τὸ
5μὲν «ὡς οἱ μῦθοι λέγουσιν» ἀναφορά, τὸ δὲ «καὶ πάντες πιστεύουσιν» ἡ βεβαίωσις. καὶ Εὐριπίδης «Ζεύς, ὡς λέλεκται» ἀναφορά, «τῆς ἀληθείας ὕπο» βεβαίωσις. καὶ Ἡρόδοτος «οὕτω δὴ λέγουσι Κορίνθιοι» ἀναφορά, «ὁμολογέουσι δέ σφι Λέσβιοι» βεβαίωσις. καὶ Θουκυ‐
10δίδης «λέγουσι δέ» ἀναφορά, «καὶ οἱ τὰ σαφέστατα Πελοποννησίων μνήμῃ παρὰ τῶν προτέρων δεδεγμένοι» βεβαίωσις. καὶ Δημοσθένης «ὡς δὲ ἐγὼ τῶν ἐν αὐτῇ τῇ χώρᾳ γεγενημένων τινὸς ἤκουον, ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαι, οὐδένων εἰσὶ βελτίους»· καὶ τοῦτο
15〈παρὰ〉 Πλάτωνος ἔλαβεν «ὡς ἐγώ του παρὰ βασιλέως ἐλθόντος ἤκουσα, ἀνδρὸς ἀξιοπίστου».
16

29

(t1)

Περὶ κοινῶν διανοημάτων, πῶς αὐτὰ ἰδιώσομεν
t2λέγοντες.
1Οἱ παλαιοὶ κοινὰ λέγοντες διανοήματα ὁμολογίᾳ τῆς
κοινότητος ἴδια αὑτῶν ποιοῦσιν. Ἰσοκράτης «ἅπαντες μὲν εἰώθασιν οἱ παριόντες ἐνθάδε ταῦτα μέγιστα φά‐ σκειν εἶναι, περὶ ὧν ἂν αὐτοὶ ποιῶνται τοὺς λόγους·445
5οὐ μὴν ἀλλ’ εἴ τῳ καὶ ἄλλῳ ταῦτα ἥρμοσε λέγειν, καὶ ἐμοὶ προσήκει», καὶ Δημοσθένης ἐν τῷ Κατὰ Τι‐ μοκράτους «εἰώθασι μὲν οὖν οἱ πολλοί», καὶ Αἰσχίνης ἐν τῷ Κατὰ Τιμάρχου «καὶ ὡς ἔοικεν οἱ εἰωθότες λόγοι λέγεσθαι ἐπὶ τοῖς δημοσίοις ἀγῶσιν οὔκ εἰσι
10ψευδεῖς· αἱ γὰρ ἴδιαι ἔχθραι πολλὰ πάνυ τῶν κοινῶν ἐπανορθοῦσι», καὶ πάλιν Αἰσχίνης ἐν τῷ Κατὰ Τιμάρ‐ χου «οὐκ ἀγνοῶ δέ, ὅτι ἃ μέλλω ἐν πρώτοις λέγειν». Ἐν δὲ τοῖς Ὀλυνθιακοῖς Δημοσθένης τῷ πρώτῳ λόγῳ, χρώμενος κοινῷ διανοήματι τῷ ἀντὶ πολλῶν
15χρημάτων αὐτοὺς αἱρήσεσθαι τὸ κοινῇ συμφέρον, οὐ χρῆται τῇ ὁμολογίᾳ τῆς κοινότητος, διότι πανουργῶν χρῆται, καὶ παραλείπει τὴν ὁμολογίαν, προκατασκευάζει δὲ διὰ τοῦ προοιμίου τὰ θεωρικὰ χρήματα δεῖν ἀπο‐ δοῦναι τοῖς στρατιώταις. εἰ μὲν οὖν ὡμολόγει τὴν
20κοινότητα, ἔφασκε δὲ λυσιτελεῖν καὶ αὑτῷ εἰπεῖν, ὑπω‐ πτεύετο· νῦν δὲ κοινῷ χρησάμενος διανοήματι καὶ λα‐ θὼν αὐτοὺς ὁμολογοῦντας ὕστερον ἀναμιμνῄσκει ἀρ‐ νεῖσθαι αἰσχυνομένους περὶ τῶν θεωρικῶν χρημάτων. διὰ τοῦτο καὶ ἐπεσφραγίσατο ἐν ἀρχῇ τὸ διανόημα
25οὕτως «ὅτε τοίνυν τοῦθ’ οὕτως ἔχει». ἔθος δὲ Δη‐ μοσθένους ἐστίν, ὅταν τι διοικήσηται ἑαυτῷ χρήσιμον,
μὴ πρότερον ἀφίστασθαι, πρὶν ἢ ἐπισφραγίσηται. πε‐ ποίηκε τοῦτο ἐν τοῖς τέτρασι λόγοις, ἐν τῷ Περὶ τοῦ στεφάνου, ἐν τῷ Κατὰ Μειδίου, ἐν τῷ Κατὰ Ἀριστο‐446
30κράτους, ἐν τῷ πρώτῳ τῶν Ὀλυνθιακῶν.
30

30

(t)

Περὶ χρήσεως ἐπῶν ἐν πεζῷ λόγῳ.
1 Κατὰ πόσους τρόπους ἐν πεζῷ λόγῳ χρῆσις ἐπῶν γίνεται; κατὰ δύο, κόλλησιν καὶ παρῳδίαν. καὶ κόλλησις μέν ἐστιν, ὅταν ὁλόκληρον τὸ ἔπος εὐφυῶς κολλήσῃ τῷ λόγῳ, ὥστε συμφωνεῖν δοκεῖν· οἷον παρὰ τῷ Αἰ‐
5σχίνῃ ἐν τῷ Κατὰ Τιμάρχου ἐπιστᾶσά που ἡ τοῦ Πα‐ τρόκλου ψυχὴ καθεύδοντι τῷ Ἀχιλλεῖ ἐπισκήπτει περὶ τοῦ ὁμόταφος αὐτῷ γενέσθαι «οὐ γὰρ ἔτι ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων βουλὰς ἑζόμενοι βουλεύσομεν»
10καὶ τὰ ἑξῆς, καὶ πάλιν φησὶν Εὐριπίδης «ὁ δ’ εἰς τὸ σῶφρον ἐπ’ ἀρετήν τ’ ἄγων ἔρως ζηλωτὸς ἀνθρώποισιν, ὧν εἴην ἐγώ». — Κατὰ παρῳδίαν δέ, ὅταν μέρος εἰπὼν τοῦ ἔπους παρ’ αὑτοῦ τὸ λοιπὸν πεζῶς ἑρμηνεύσῃ καὶ πάλιν τοῦ ἔπους
15εἰπὼν ἕτερον ἐκ τοῦ ἰδίου προσθῇ, ὡς μίαν γενέσθαι τὴν ἰδέαν· οἷον Δημοσθένης ἐν τῷ Παραπρεσβείας
«ὅστις δ’ ὁμιλῶν ἥδεται ταὐτὰ πρεσβεύων Φιλοκράτει, οὐπώποτ’ ἠρώτησα γινώσκων, ὅτι ἀργύριον εἴληφεν οὗτος, ὥσπερ Φιλοκράτης ὁμολογῶν».447
19

31

(t)

Περὶ τῶν κεκρατηκότων ἐν τοῖς ἀκροαταῖς παθῶν.
1 Πρὸς τὰ κεκρατηκότα πάθη οὐ δεῖ ἀντιτείνειν, ἀλλ’ εἴκοντα παραμυθεῖσθαι. Ὅμηρος ἐποίησε, Θουκυδίδης ἐμιμήσατο, Δημοσθένης διεδέξατο, Ἰσοκράτης παρέδω‐ κεν. Ὅμηρος
5 «ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι· καὶ γάρ τίς θ’ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο ἀσχαλάᾳ σὺν νηὶ πολυζύγῳ». Θουκυδίδης ἐν Περικλέους λόγῳ «δουλοῖ γὰρ φρόνημα τὸ αἰφνίδιον καὶ ἀπροσδόκητον καὶ πλείστῳ παραλόγῳ
10ξυμβαῖνον». Δημοσθένης «εἰ δέ τις ὑμῶν τὸν Φίλ‐ ιππον εὐτυχοῦντα ὁρῶν ταύτῃ φοβερὸν προσπολεμῆ‐ σαι νομίζει, σώφρονος μὲν ἀνδρὸς λογισμῷ χρῆται· μεγάλη γὰρ ῥοπή». Ἰσοκράτης δὲ σαφῶς οὕτως αὐτὸ παραδίδωσι «μηδὲ πρὸς τὰς τῶν παραπλησιαζόντων
15ὀργὰς τραχέως ἀπαντῶν, ἀλλὰ θυμουμένοις μὲν αὐτοῖς εἴκων, πεπαυμένοις δὲ τῆς ὀργῆς ἐπιπλήττων».
16

32

(t)

Περὶ ὁμολογουμένων ἀδικημάτων.
1Τῶν ὁμολογουμένων ἀδικημάτων μία παραμυθία ἡ
ὁμολογία καὶ ἀπολογία. Ὅμηρος τοῦτο ἐδίδαξεν, Ἡρό‐ δοτος ἐμιμήσατο. οἷον Ἑλένη τῶν κακῶν αἰτία πᾶσι, καὶ Ἕλλησι καὶ βαρβάροις, καὶ μάλιστα τοῖς Τρωσὶν ὁμο‐448
5λογουμένως κακὸν ἐλήλυθε· τί οὖν ποιεῖ; ὅταν διαλέγη‐ ται τῶν Τρώων τινί, ἑαυτῆς κατηγορεῖ καὶ ὁμολογεῖ τὴν ἀδικίαν, καὶ τοῦτο οὐ μόνον αὐτῇ ἀπολογίας, ἀλλὰ καὶ ἐλέου καὶ παραμυθίας αἴτιον γίνεται· αὐτῷ γοῦν τῷ Πριάμῳ διαλεγομένη ἑαυτῆς κατηγορεῖ, ὥστε τὸν
10γέροντα, εἰ καὶ ἐμίσει αὐτήν, μεταβαλέσθαι καὶ ἐλεεῖν· ἀποκρίνεται οὖν «οὔ τί μοι αἰτίη ἐσσί· θεοί νύ μοι αἴτιοί εἰσι». — Καὶ παρ’ Ἡροδότῳ ὁ Ἄδραστός ἐστιν, ὑπὸ Κροίσου εὐ‐ εργετηθεὶς καὶ καθαρθεὶς καὶ φύλαξ τοῦ παιδὸς αὐτοῦ
15ἐκπεμφθείς· εἶτα ἀποκτείνας τὸν Ἄτυν ἐν τῇ θήρᾳ καὶ τοῦ Κροίσου βοῶντος καὶ ἀγανακτοῦντος ἑαυτὸν προ‐ τείνων, κατηγορεῖ ἑαυτοῦ καὶ ἀποκτεῖναι κελεύει· ὥστε τὸν Κροῖσον παρ’ Ἡροδότῳ τὴν τοῦ Πριάμου φωνὴν ἀφιέναι πρὸς τὸν νεανίσκον «εἶς δέ μοι οὐ σὺ τούτων
20αἴτιος, ἀλλὰ θεῶν κού τις, ὅς μοι προεσήμαινεν ἐν τῷ
ὀνείρῳ».449

33

(t)

Περὶ τοῦ τραγικῶς λέγειν.
1 Τὸ τραγικῶς λέγειν Ὅμηρος μὲν ἐδίδαξε, Δημοσθέ‐ νης δὲ ἐμιμήσατο. ὅτι μὲν γὰρ τραγῳδὸς καὶ πατὴρ τραγῳδίας Ὅμηρος, Πλάτων μαρτυρεῖ· ὅπως δ’ ἐτρα‐ γῴδησεν ἐν τῇ ἑαυτοῦ ποιήσει, θεωρητέον.
5 Ἰλίου ἅλωσιν οὐκ εἶπε, τέχνῃ παραλιπών· οὐ γὰρ ἥρμοζεν αὐτοῦ τῇ τῆς ποιήσεως τραγῳδίᾳ ἑνὸς πολι‐ χνίου πόρθησις· τί οὖν ποιεῖ; πάσης πόλεως εἶπε πόρ‐ θησιν ἐν δυσὶν ἔπεσιν «ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει,
10 τέκνα δέ τ’ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας». ἂν δ’ Ἕκτωρ ἀποθάνῃ, Ἀνδρομάχη λέγει τι καὶ Ἑκάβη, ἀλλὰ καὶ Ἑλένη καὶ χορὸς Τρῳάδων, καὶ πολλὰ δρά‐ ματα ὡς εἰπεῖν ἀποπληροῦντα τὴν τραγῳδίαν. τί οὖν ἐκ τούτων τὸν χρηστὸν νομίσομεν Ὅμηρον λέγειν ἡμῖν;
15τὰ μεγάλα τῇ βραχύτητι τῆς ἑρμηνείας φυλάττει με‐ γάλα, τῆς συντομίας τὸ μέγεθος αὐτοῖς διασῳζούσης, τὰ δὲ μικρὰ καὶ φαῦλα τῇ περιβολῇ τῶν λόγων μέγε‐ θος προσλαμβάνει. Ταὐτὰ ποιεῖ Δημοσθένης καὶ οὕτω τραγῳδεῖ Φωκέων
20ἅλωσιν ἔθνους ὅλου ἐν ὀλίγοις ῥήμασι λέγων «ἦν ἰδεῖν οἰκίας κατεσκαμμένας, τείχη περιῃρημένα, χώραν ἔρημον τῶν ἐν ἡλικίᾳ, γύναια δὲ καὶ παιδάρια ὀλίγα καὶ πρεσβύτας ἀνθρώπους οἰκτρούς»· μονονουχὶ παρ‐ έφρασε τὸ Ὁμηρικόν. ἐν δὲ τῷ Κατὰ Κόνωνος αἰκίας450
25τῆς ὕβρεως περιήγησιν ἐποίησεν ἀκριβῶς ἕκαστα δι‐ ηγούμενος, δηλονότι τὴν φαυλότητα τοῦ πράγματος αἴ‐ ρων εἰς μέγεθος τῇ περιττοτέρᾳ ἑρμηνείᾳ καὶ τὴν ὕβριν τραγῳδῶν.
28

34

(t)

Περὶ τοῦ κωμικῶς λέγειν.
1 Τοῦ κωμικῶς λέγειν ἅμα καὶ σκώπτειν ἀρχαίως τρεῖς μέθοδοι· τὸ κατὰ παρῳδίαν σχῆμα, τὸ παρὰ προσδο‐ κίαν, τὸ ἐναντίας ποιεῖσθαι τὰς εἰκόνας τῇ φύσει τῶν πραγμάτων. τούτων παραδείγματα λάβωμεν τὰ μὲν ἐκ
5τοῦ κωμικοῦ, τὰ δὲ ἐκ τοῦ βίου, τὰ δὲ ἐκ τοῦ ῥήτορος. Τὸ μὲν κατὰ παρῳδίαν οὕτως ἔχει
«ὁλᾷς; Θέωλος τὴν κεφαλὴν κόλακος ἔχει»· θέλων γὰρ εἰπεῖν ‘τὴν κεφαλὴν κόρακος ἔχει‘ διὰ τὸ τραυλὸς εἶναι δῆθεν ἁμαρτὼν τῇ φωνῇ διεκωμῴδησε
10τὸν τρόπον. Τὸ δὲ παρὰ προσδοκίαν τοῦτο «βδελυρὸν μὲν οὖν τὸ πρᾶγμα καὶ οὐκ ἂν ἐβουλόμην
λαχεῖν, ἐπειδὴ δὲ ἔλαχον»· προσδοκᾷ μὲν ὁ ἀκροατὴς ἀκοῦσαι ‘ὑπομενῶ‘, φησὶ δὲ451
15«οὐκ ἂν ἐβουλόμην». Τὸ δὲ ἐναντίως χρῆσθαι ταῖς εἰκόσι πρὸς τὰ μεγέθη τῶν πραγμάτων οὕτω γίνεται, ἐὰν μεγάλῳ μικρὸν ἀντι‐ τιθῶμεν καὶ μικρῷ μέγα, οἷον ‘ἐμαχέσαντο οἱ ὄρτυγες ὡς Αἴας καὶ Ἕκτωρ‘ καὶ ‘Ἕκτωρ καὶ Ἀχιλλεὺς ἐμα‐
20χέσαντο ὡς ἀλεκτρυόνεσ‘. Τούτοις πᾶσι χρῆται Δημοσθένης ἐν τῷ Περὶ τοῦ στεφάνου· ὅθεν δηλοῦται, ὅτι κωμῳδεῖν ἐπίσταται· τῇ μὲν παρῳδίᾳ οὕτως «τὸν μὲν πατέρα ἀντὶ Τρόμητος ἐποίησεν Ἀτρόμητον», τῷ δὲ παρὰ προσδοκίαν οὕτω
25περὶ Αἰσχίνου λέγων «οὐδὲ γὰρ ὧν ἔτυχεν ἦν, ἀλλ’ οἷς ὁ δῆμος καταρᾶται», τῇ δ’ ἐναντιώσει τῶν εἰκόνων οὕτως «αὐτοτραγικὸς πίθηκος, ἀρουραῖος Οἰνόμαος».
27

35

(t)

Περὶ ἀμφιβολίας.
1 Τοῖς μὲν πολλοῖς δοκεῖ πολλὰς ἐν τοῖς βιβλίοις ἀμ‐ φιβολίας γίνεσθαι ὑπὸ τῶν παλαιῶν· ἡμεῖς δὲ φαμέν, ὅτι οὐ δύναται ἔν τῳ παλαιῷ βιβλίῳ ἀμφιβολία εἶναι· ἀνάγκη γὰρ τὴν διάνοιαν εἶναι ἄτοπον τὴν ἑτέραν ἢ
5τὴν σύνταξιν τῆς λέξεως. τὸ γοῦν παρ’ Ὁμήρῳ «θεοῖσι δὲ θῦσαι ἀνώγει Πάτροκλον, ὃν ἑταῖρον» τοῦτο λέ‐
γουσιν εἶναι ἀμφιβολίαν, πότερον Πάτροκλον κελεύει σφαγιασθῆναι ἢ τῷ Πατρόκλῳ προσέταξε τοῖς θεοῖς θῦσαι. καὶ τὸ452
10
«ὦ Ζεῦ, γένοιτο καταβαλεῖν τὸν σῦν ἐμέ» ἀμφίβολόν φασιν εἶναι, λέγοντες καὶ τοῦτον εἶναι δύνα‐ σθαι τὸν νοῦν εὐχομένου τῷ Διὶ ὑπὸ τοῦ συὸς κατα‐ βληθῆναι· οὕτω μὲν δὴ ὁ νοῦς ἄτοπός ἐστιν, ἡ δὲ ἑρμηνεία ἄλογος. τὸν αὐτὸν δὲ τρόπον «στασιάσαντες
15δὲ ἔτη πολλά, ὡς λέγεται, ἀπὸ πολέμου τινὸς τῶν προσ‐ οίκων βαρβάρων ἐφθάρησαν»· ζητοῦσιν, ὑπὸ τίνος ἐφθάρησαν, ὑπὸ τοῦ πολέμου ἢ ὑπὸ τῆς στάσεως. ἀδύ‐ νατον ὑπὸ τοῦ πολέμου εἶναι τὴν φθοράν· ὃ δὲ λέ‐ γει, τοιοῦτόν ἐστιν ‘στασιάσαντες ἀπὸ πολέμου, ἐφθάρη‐
20σαν‘, ἵνα ἡ μὲν στάσις ᾖ γεγονυῖα ἐκ τοῦ πολέμου, ἡ δὲ φθορὰ ἐκ τῆς στάσεως· οὐ δεῖ γὰρ λέγειν ‘ἀπὸ πο‐ λέμου ἐφθάρησαν‘. Τοσαῦτα περὶ ἀμφιβολίας.
22

36

(t1)

Περὶ ἐργασίας δημηγορίας, διαλόγου, κωμῳδίας,
t2τραγῳδίας, συμποσίων Σωκρατικῶν.
1 Δημηγορία, διάλογος, κωμῳδία, τραγῳδία, συμπό‐ σια Σωκρατικὰ διά τινος διπλῆς μεθόδου πάντα πλέ‐
κεται. Ἡ μὲν δημηγορία ἐπιτίμησιν ἔχει καὶ παραμυθίαν,453
5τῆς μὲν ἐπιτιμήσεως κολαζούσης καὶ παιδευούσης τὰς γνώμας τῶν ἀκουόντων, τῆς δὲ παραμυθίας τὸ λυπηρὸν ἐκβαλλούσης ἐκ τῆς ἐπιτιμήσεως. παράδειγμα ταύτης τῆς πλοκῆς πάντες οἱ Φιλιππικοὶ ἀναμὶξ συγκείμενοι. Κωμῳδίας δὲ πλοκὴ πικρὰ καὶ γελοῖα, τῶν μὲν πι‐
10κρῶν σωφρονιζόντων, τῶν δὲ γελοίων παραμυθουμένων· ὅπερ καὶ ἐξ αὐτῶν τῶν ποιημάτων ἔστι καταμαθεῖν, οὐχ ἥκιστα δὲ ἐν τοῖς Ἀχαρνεῦσιν ὁ Ἀριστοφάνης δη‐ λοῖ λέγων οὕτως
«ὅσα δὴ δέδηγμαι τὴν ἐμαυτοῦ καρδίαν»
15τὸ πικρόν,
«ἥσθην δὲ βαιά» λέγων γελοῖον πάθος. Τραγῳδίας πλοκὴ οἶκτος καὶ θαῦμα, ὅπερ ἔστι κατα‐ μαθεῖν καὶ ἐκ τῶν τραγῳδιῶν, οὐχ ἥκιστα δὲ καὶ ἀπὸ
20τῶν Ὁμήρου· τοῦτον γὰρ ἔφη ὁ Πλάτων πατέρα τρα‐ γῳδίας εἶναι καὶ χορηγόν· εὑρήσομεν οὖν ἐν τοῖς προ‐ οιμίοις αὐτοῦ ἀναμὶξ οἶκτον καὶ θαῦμα. Συμποσίου Σωκρατικοῦ πλοκὴ σπουδαῖα καὶ γελοῖα καὶ πρόσωπα καὶ πράγματα, ὥσπερ καὶ ἐν τῷ Ξενο‐
25φῶντος καὶ ἐν τῷ Πλάτωνος Συμποσίῳ. ἀλλὰ καὶ ἐν τῇ Κύρου παιδείᾳ φησὶ Ξενοφῶν «ἀεὶ μὲν οὖν ἐπ‐ εμελεῖτο ὁ Κῦρος, ὁπότε συσκηνοῖεν, ὅπως εὐχαριτώτεροί
τε λόγοι ῥηθήσονται καὶ παρορμῶντες εἰς ἀρετήν». Διαλόγου πλοκὴ ἠθικοὶ λόγοι καὶ ζητητικοί. ὅταν454
30ἀναμίξῃς προσδιαλεγόμενος καὶ ζητῶν, οἱ ἠθικοὶ παρ‐ εμβληθέντες λόγοι ἀναπαύουσι τὴν ψυχήν, ὅταν δ’ αὖ ἀναπαύσηται, ἐπάγεται ἡ ζήτησις, ὥσπερ ἐν ὀργάνῳ ἡ τάσις καὶ ἄνεσις γίνεται.
33

37

(t)

Περὶ ἀποφάσεως.
1 Ἡ ἀπόφασις τῇ καταφάσει ποτὲ μὲν τὸ ἴσον δύναται, ποτὲ δὲ τὸ ἔλαττον, ποτὲ δὲ τὸ πλέον. ἴσον μέν, ὅταν δι’ ἐγγύτητα τῆς λέξεως φεύγων τις τὴν ταυτότητα μεταβάλλῃ τὴν λέξιν· οἷον «θύων τε γὰρ φανερὸς ἦν
5καὶ μαντικῇ χρώμενος οὐκ ἀφανὴς ἦν», ταὐτὸ ἐδήλω‐ σεν. ἔλαττον δὲ καὶ πλέον ἤτοι ὑποστελλομένων ἡμῶν δι’ ἀσφάλειαν ἢ ἐπιτεινόντων δι’ αὔξησιν κατὰ ἤθους προσθήκην· οἷον «ὦ ξεῖν’, ἐπεὶ οὔτε κακῷ οὔτ’ ἄφρονι φωτὶ ἔοικας»·
10ἐνταῦθα τὸ ‘οὐ κακῷ καὶ ἄφρονι‘ ἔλαττόν ἐστι τοῦ ‘ἀγαθῷ καὶ φρονίμῳ‘· οὐ γὰρ δὴ οἶδεν αὐτόν, ἵνα αὐ‐ τῷ ταῦτα μαρτυρῇ, ἀλλ’ ἱκανὴν φιλοφροσύνην εἶναι νομίζει κακίαν ἀφελεῖν, οὐχὶ ἀρετὴν προσθεῖναι. ὅταν δὲ λέγῃ «ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλ’ Ἀχαιῶν», μεῖ‐
15ζον ἡ ἀπόφασις δηλοῖ τῆς καταφάσεως· τὸν γὰρ πάνυ ἰσχυρὸν δεῖξαι θέλει. ὁμοίως δ’ ἔχει καὶ τὸ «οὐδ’ ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς»· τὸ γὰρ λίαν λελυπῆσθαι455
τῇ ἀποφάσει δεδήλωκεν.456