TLG 0592 003 :: HERMOGENES :: Περὶ εὑρέσεως [Sp.]

HERMOGENES Rhet.
(Tarsensis: A.D. 2–3)

Περὶ εὑρέσεως [Sp.]

Source: Rabe, H. (ed.), Hermogenis opera. Leipzig: Teubner, 1913 (repr. Stuttgart: Teubner, 1969): 93–212.

Citation: Chapter — section — (line)

1

.

1

(t)

Περὶ τῶν ἐξ ὑπολήψεως προοιμίων.
1 Ἡ πρώτη καὶ καλλίστη τῶν προοιμίων εὕρεσις καλ‐ λίστης καὶ πραγματικωτάτης εὑρέσεως τετύχηκε τῆς ἐκ τῶν ὑπολήψεων καλουμένης τῶν τε προσώπων καὶ τῶν πραγμάτων· ὅπως δὲ ταῦτα ἔχει, διελὼν ἐκθήσομαι
5καθ’ ἕκαστον ἐν μέρει. τεθείσης γάρτοι πάσης ὑποθέ‐ σεως ἀνασκοπεῖν ἄξιον πρῶτον τὸ πρᾶγμα τὸ γεγενη‐ μένον ὁποῖόν ἐστι, καὶ περὶ οὗ ἡ κρίσις ἢ τὸ βουλευ‐ τήριον συνέστηκεν· ἐν προβλήμασι γὰρ ἢ κρίνομεν ἢ βουλευόμεθα. δεῖ τοίνυν σκοπεῖν τὸ πρᾶγμα εἴτε κα‐
10λόν ἐστιν εἴτε φαῦλον, εἶτα ἑξῆς τὰς περὶ τὸ πρόσω‐
πον ὑπολήψεις ἑκάστου, τῶν δικαζόντων, τῶν κατηγο‐ ρούντων, τῶν ἀπολογουμένων, τῶν ἐχόντων αὐτὰ τὰ πράγματα καὶ τὰ ἐγκλήματα, τῶν ἔξωθεν ἐμφαινομέ‐ νων· ἐμφαίνεται δὲ πολλάκις μὲν ἕν, πολλάκις δὲ πλεί‐93
15ονα. τούτων ἕκαστον ὁποίας ὑπολήψεις ἔχει καὶ ὅπως εἰς τὰ προοίμια παραληφθήσεται, τρανῶς διηγήσομαι. Πρῶτον μὲν οὖν σκοπητέον τὸ πρᾶγμα ποταπόν ἐστι καὶ ποταπὸν ὑπείληπται, χρηστὸν ἢ φαῦλον, καὶ τίνα γνώμην ἔχουσιν οἱ δικασταὶ περὶ αὐτοῦ, καὶ ὅπως δι‐
20ετέθησαν ἐπὶ τῷ πεπραγμένῳ. εἰ μὲν οὖν χρηστὸν εἴη, χαίρειν αὐτοὺς εἰκὸς καὶ γεγηθέναι· καὶ τὸ προοίμιον οὖν ἔσται τὸν τρόπον τοῦτον ‘ὁρῶ μὲν ὑμᾶς, ὦ ἄνδρες δικασταί, χαίροντας ἐπὶ τοῖς πεπραγμένοις καὶ χάριν γινώσκοντας τῷ θεῷ‘, ὡς ἐπ’ ἐκείνου τοῦ προβλήμα‐
25τος· ἐβοήθησάν ποτε φυγάδες πολεμουμένῃ τῇ πατρίδι καὶ νίκην εἰργάσαντο, καὶ γράφει τις αὐτοὺς κατάγειν· ‘τῷ μὲν θεῷ, ὦ ἄνδρες πολῖται, χάρις πολλὴ τῷ τὴν νίκην ἡμῖν κατὰ τῶν πολεμίων παρεσκευακότι καὶ τῆς παρούσης ἡδονῆς τὰς ἀφορμὰς ἐνδόντι· ἐπεὶ δὲ καὶ οἱ
30πολῖται μετά γε θεῶν γεγόνασιν ἡμῖν τῆς παρούσης θυμηδίας αἴτιοι, συμβουλεύσων παρελήλυθα κατάγειν αὐτοὺς καὶ ἀποδιδόναι τῇ πόλει, ἣν ἔσωσαν αὐτοί‘. τῆς δὲ κατὰ τὴν ἑρμηνείαν ἁπλότητος μὴ φροντίσῃς· διδασκαλικώτερον γὰρ ἐσπούδασα τὰς τέχνας ἀφηγή‐
35σασθαι, περιελὼν τὴν ἰσχὺν τοῦ λόγου καὶ γυμνὰ τιθεὶς τὰ νοήματα, ὡς εἶναι κατάδηλα μᾶλλον. —Εἰ δὲ φαῦ‐ λον εἴη τὸ πρᾶγμα τὸ γεγενημένον, ἀνάγκη τοὺς δι‐ κάζοντας ἢ χαλεπαίνειν ἢ οἰκτείρειν ἢ ἑκάτερα πάσχειν ἐπὶ τοῖς αὐτοῖς, καὶ ὀργὴν καὶ λύπην· λέξομεν οὖν τὸ94
40προοίμιον οὕτω λαμβάνοντες ‘ἐπειδὴ καὶ ὑμᾶς, ὦ ἄν‐ δρες δικασταί, τῶν τετολμημένων ἕνεκεν ὁρῶ καὶ ἀχθο‐ μένους καὶ λελυπημένους, διὰ τοῦτο τὴν γραφὴν ἐν‐ εστησάμην‘· οἷον ἐνώπιόν τις τῆς μητρὸς ἀπέκτεινε τὸν υἱὸν κατὰ τὸν τῶν ἀκρίτων νόμον, ἐξέθανεν ἡ
45μήτηρ, καὶ κρίνεται αἰτίας θανάτου· ‘ἄχθεσθαι μὲν ὑμᾶς, ὦ ἄνδρες δικασταί, καὶ δυσχεραίνειν ἐπὶ τοῖς γεγενημένοις οὐδὲν ἀπεικός ἐστι, καὶ τούτῳ χαλεπαί‐ νοντας ὑπὲρ ὧν ἐτόλμησε, καὶ ἐκείνους οἰκτείροντας ὑπὲρ ὧν ἔπαθον‘. αἱ δὲ ἀποδόσεις παντὸς προοιμίου

1

.

1

(50)

αἱ ἀξιώσεις εἰσίν. ἀπὸ δὲ τῶν εὑρέσεων αἱ προτάσεις γίνονται, καὶ προοιμίου δριμύτης πρότασις. Ἑξῆς τρεπτέον ἐπὶ τοὺς κατηγόρους καὶ τίνα τρό‐ πον ἀπὸ τούτων εὑρίσκεται τὰ προοίμια· οἱ γὰρ κατ‐ ηγοροῦντές τινος ὑπολήψεις ἔχουσι πολλάκις ἢ ἔχθρας
55ἢ φθόνου. τὸν μὲν οὖν φθόνον, εἴ τις ἐμφαίνοιτο τῷ προβλήματι, διακρουσόμεθα· δεινὸν γὰρ βασκανίαν ὁμολογεῖν καὶ ἐπίφθονον ἀεί. ἐμφαίνεται δὲ πολλάκις, ὅταν ἢ δόξῃ βασκαίνωμεν ἢ πλούτῳ, οἷον πρεσβεύων Αἰσχίνης παρὰ τὸν Φίλιππον ἐτραγῴδησε, νενίκηκεν,
60ἐστεφάνωται, καὶ κρίνεται παραπρεσβείας ὑπὸ Δημο‐ σθένους· ὀρθῶς ἐρεῖ τὸ προοίμιον ‘μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ βασκαίνοντά με τοῦ στεφά‐ νου καὶ τῆς νίκης Αἰσχίνῃ τὴν κατηγορίαν ἐνστήσασθαι κατ’ αὐτοῦ‘. ἢ πλούτῳ, οἷον ἀποκήρυκτος ᾔτησε τὸν95
65πατέρα τροφάς, ὃ δὲ αὐτῷ ξίφος ἔδωκεν, ἐμισθοφό‐ ρησεν, ἐπανῆκε πλούσιος, ὁ πατὴρ δεόμενος τροφῶν προσῆλθε τῷ παιδί, ὃ δὲ αὐτῷ τὸ αὐτὸ ξίφος ἔδωκεν, ἀπέκτεινεν ἑαυτὸν ὁ πατήρ, καὶ κρίνεται ὁ παῖς αἰτίας θανάτου· ὕπεστι πλούτου τις πρόφασις, καλὸν οὖν
70διακρούσασθαι καὶ λέγειν ὅτι ‘οὐ τῆς περιουσίας αὐτῷ βασκαίνων τὸν ἀγῶνα ἐνεστησάμην‘. —Τὰς δὲ ἔχθρας ποτὲ μὲν ὁμολογήσομεν, ποτὲ δὲ ἀρνησόμεθα, τοῦτο ποιοῦντες οὐχ ὅταν βουλώμεθα, ἀλλ’ ὅτε δεῖ ὁμόσε χωρεῖν ταῖς ἀρνήσεσι καὶ ταῖς ὁμολογίαις. ἔσται δὲ
75οὕτως· ἂν ἔχωμεν πρὸς ἔνδοξον πρόσωπον καὶ ὑπερ‐ έχον καὶ ἐπαινούμενον οἷον στρατηγὸν ἢ Περικλέα ἢ νομοθέτην, τότε ἀρνησόμεθα, ἢ πρὸς κοινὸν εὐεργέτην ἢ πρός τινα δι’ ἐξουσίαν ὠμὸν καὶ ἀπάνθρωπον. πρὸς νομοθέτην μὲν λέξομεν, ὅτι αἰσχρὸν ἀπεχθάνεσθαι
80κοινῷ εὐεργέτῃ, ὡς ὁ Δημοσθένης «μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ μήτε ἰδίας ἔχθρας ἐμὲ μηδε‐ μιᾶς ἕνεκα ἄλλης ἥκειν Ἀριστοκράτους κατηγορήσοντα τουτουί». πρὸς δὲ ὑπερέχον πρόσωπον, ὅτι δέος τοῖς
εὐδοκιμοῦσι προσκρούειν, οἷον ἠνέχθη σκηπτὸς ἐπὶ τὴν96
85Περικλέους εἰκόνα, καὶ συμβουλεύει τις μηκέτι αὐτὸν Ὀλύμπιον καλεῖν, οἷον ‘οὐκ ἔχθρας ἕνεκεν, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς πρὸς Περικλέα τὴν συμβουλὴν ταύτην ἐνεστησάμην, ἀλλ’ εὐνοίας πλέον, δεδοικώς, μή τι παρὰ τῶν θεῶν ἄνθρωπος ὢν πάθῃ‘. ἐξ ἀπονοίας δὲ ὠμὸν
90δι’ ἐξουσίαν, οἷον πένης καὶ πλούσιος ἐχθροί, ὑπέσχετο ὁ πλούσιος θρέψειν τοὺς πολίτας, εἰ λάβοι τὸν πένη‐ τα πρὸς ἀναίρεσιν, ἔδωκεν ὁ δῆμος, οὐκ ἔθρεψεν ὁ πλούσιος τοὺς τοῦ πένητος υἱεῖς, ἀπέθανον λιμῷ, καὶ κρίνεται φόνου· ‘οὐκ ἀπεχθανόμενος ἰδίᾳ τῷ πλουσίῳ
95τὴν ὑπὲρ τῶν πολιτῶν ἐνεστησάμην γραφήν, ἀλλ’ ἀγαν‐ ακτῶν ἐπὶ τοῖς νόμοις καὶ τῇ πόλει‘. καὶ μυρίους τις ἂν εὕροι ἀριστεῖς ἢ πλουσίους ἢ στρατηγοὺς ἢ δημ‐ αγωγούς, οἷς ἀντιλέγοντας ἢ κατηγοροῦντας ἀναγκαῖόν ἐστι τὰς ἔχθρας τὰς ἰδίας παραιτεῖσθαι, καταφεύγειν

1

.

1

(100)

δὲ ἐπὶ τὴν πόλιν καὶ τοὺς νόμους καὶ τοῦ κοινῇ τῇ πόλει συμφέροντος ἕνεκεν λέγειν ἐνίστασθαι τὸν ἀγῶ‐ να. —Ὁμολογεῖν δὲ δεῖ τὰς ἔχθρας, ἐὰν προαδικηθέν‐ τες ἀμυνώμεθα· ἀνεπίφθονον γὰρ τιμωρίαν κατὰ τῶν ἠδικηκότων λαμβάνειν, ὡς καὶ ὁ Δημοσθένης ἐν τῷ
105Κατ’ Ἀνδροτίωνος ἐποίησε λόγῳ «ὅπερ Εὐκτήμων, ὦ ἄνδρες δικασταί, παθὼν ὑπ’ Ἀνδροτίωνος κακῶς ἅμα τῇ τε πόλει βοηθεῖν ᾤετο δεῖν καὶ δίκην ὑπὲρ αὑτοῦ λαβεῖν, τοῦτο κἀγὼ πειράσομαι ποιεῖν, ἐὰν ἄρα οἷός
τε ὦ»· καὶ ἐν τῷ Κατὰ Νεαίρας πάλιν ὁμοίως.97
110 Καὶ περὶ τοὺς ἀπολογουμένους ὑπέρ τινος ὑπόληψις εὑρίσκεται πολλάκις εὐνοίας ἢ κέρδους. τὸ μὲν οὖν κέρδος ἀεὶ παραιτητέον καὶ τὸν μισθόν, πλὴν εἰ μὴ πιθανῶς λέγοιμεν μισθὸν ἔχειν [παρὰ] τῶν βοηθου‐ μένων τὴν σωτηρίαν, οἷον ἐὰν ὑπὲρ ἀριστέων λέγωμεν
115ἢ ὑπὲρ τυραννοκτόνων ἢ καθάπαξ δημοσίᾳ τὴν πόλιν εὖ ποιησάντων· οἷον ἐπὶ τῶν τριάκοντα τυράννων ἐξ‐ ετίθεσαν Ἀθηναῖοι τὰ γένη, Μεγαρεῖς ἀναιρούμενοι ἔτρεφον, παυσαμένης τῆς τυραννίδος ἥκουσιν ἀποδι‐ δόντες τὰ γένη, καὶ γράφει τις τὸ κατὰ Μεγαρέων
120ἀνῃρῆσθαι πινάκιον· ἄριστον γὰρ ἐνταῦθα διομολογή‐ σασθαι μισθὸν ἔχειν τὴν τῶν φιλτάτων σωτηρίαν λέ‐ γοντα οὕτως ‘μισθὸν μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, παρὰ Μεγαρέων αὐτός τε ὁμολογῶ μέγιστον εἰληφέναι τῶν παρόντων λόγων καὶ ὑμεῖς δ’ ἂν ὁμολογήσαιτε,
125τὴν σωτηρίαν τῶν φιλτάτων‘. —Τὴν δὲ εὔνοιαν φανε‐ ρῶς ἔστιν ὁμολογεῖν ἄνευ κέρδους, ὅταν ὑπὲρ τῶν δημοσίᾳ τὴν πόλιν εὐεργετησάντων λέγωμεν, οἷον μελ‐ λόντων μονομαχεῖν ἀδελφῶν δύο κατὰ τὸν νόμον τὸν περὶ τῶν ἀριστέων περὶ τοῦ γέρως ἐξέλιπεν ὁ ἥλιος,
130καὶ γράφει τις λελύσθαι τὸν νόμον· οἷον ‘φιλεῖν μὲν
τοὺς ἀδελφοὺς οὐκ ἂν ἀρνηθείην ἔγωγε κοινοὺς σω‐ τῆρας τῆς πόλεως γεγενημένουσ‘. ἢ ἂν ὑπὲρ συγγενῶν ποιώμεθα τοὺς λόγους· ἀνεπίφθονος γὰρ ὁ ὑπὲρ τῶν προσηκόντων λόγος· ὡς καὶ ὁ Δημοσθένης ἐν τῷ Πρὸς98
135Λεπτίνην εἶπεν «ἄνδρες δικασταί, μάλιστα μὲν εἵνεκα τοῦ νομίζειν συμφέρειν λελύσθαι τὸν νόμον, εἶτα καὶ τοῦ παιδὸς εἵνεκα τοῦ Χαβρίου ὡμολόγησα τούτοις, ὡς ἂν οἷός τε ὦ, συνερεῖν». Οὕτω περὶ τῶν κατηγο‐ ρούντων καὶ τῶν ἀπολογουμένων.
140 Περὶ δὲ τοὺς τὰ ἐγκλήματα ἔχοντας ἢ χρησταὶ ὑπο‐ λήψεις συνίστανται ἢ πονηραί. ἐὰν μὲν οὖν κατηγορῶ‐ μεν, τὰς φύσει προσούσας φαύλας βεβαιώσομεν, οἷον «τὴν μὲν ἀσέλγειαν, ὦ ἄνδρες δικασταί, καὶ τὴν ὕβριν, ᾗ πρὸς ἅπαντας ἀεὶ χρῆται Μειδίας, οὐδένα οὔθ’ ὑμῶν
145οὔτε τῶν ἄλλων πολιτῶν ἀγνοεῖν οἴομαι»· τὰς δὲ χρηστὰς προσούσας ὑπολήψεις διαλύσομεν, οἷον «οὐκ ἀγνοῶ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι τὸν Χαρίδημόν τι‐ νες εὐεργέτην οἴονται· ἐγὼ δὲ ἐάνπερ ἃ βούλομαί τε καὶ οἶδα τούτῳ πεπραγμένα δυνηθῶ πρὸς ὑμᾶς εἰπεῖν,

1

.

1

(150)

οἴομαι δείξειν οὐ μόνον οὐκ εὐεργέτην, ἀλλὰ καὶ κακο‐ νούστατον καὶ πολὺ τἀναντία ἢ προσῆκεν ὑπειλημ‐ μένον». —Ἐὰν δὲ ἀπολογώμεθα, τοὐναντίον ποιήσο‐ μεν, τὰς μὲν χρηστὰς βεβαιοῦντες ὑπολήψεις, τὰς δὲ φαύλας διαλύοντες, οἷον δέκα νέοι τὴν τάξιν λιπόντες
155ἔφυγον, τῷ ἑνὶ ἀπαντήσασα ἡ μήτηρ ἀπέκτεινεν αὐ‐ τόν, οἱ ἐννέα στραφέντες ἠρίστευσαν, καὶ κρίνεται ἡ
γυνὴ φόνου· ἐνταῦθα γὰρ μία μὲν ὑπόληψις περὶ τὴν γυναῖκα χρηστή, ὅτι τῆς νίκης αἰτία, ἣν χρὴ βεβαιῶσαι κατὰ τὰ προοίμια λέγοντα οὕτως ‘ὅτι μὲν οὐκ ἄλλος99
160τις ἡμῖν τῆς νίκης αἴτιος μᾶλλον τῆς γυναικὸς ἐγέ‐ νετο, πάντας ὑμᾶς ἐλπίζομεν ἐγνωκέναι‘· μία δὲ φαύλη, ἡ τοῦ δοκεῖν παιδοκτόνον αὐτὴν εἶναι, ἣν χρὴ θερα‐ πεῦσαι λέγοντα οὕτως ‘εἰ μὲν οὖν τοῖς κατηγόροις πειθόμενοι τὴν γυναῖκα ταύτην παιδοκτόνον ὑπολή‐
165ψεσθε, οὐκ ὀρθῶς ποιήσετε· εἰ δὲ τὰ πεπραγμένα σκο‐ πήσετε καὶ τὰ τοῦ τετελευτηκότος δίκαια ἐγκλήματα, φανεῖται ἡ γυνὴ οὐκ ἀγαθὸν υἱὸν ἀλλὰ προδότην πο‐ νηρὸν ἀποκτείνασα‘. Ἐμφαίνεται δὲ καὶ ἔξωθεν πρόσωπα, ὡς ἔφαμεν,
170πολεμίων μάλιστα πολλάκις, ἀφ’ ὧν οὕτω ληψόμεθα τὰ προοίμια ζητοῦντες ἐπὶ τῇ παρούσῃ κρίσει, τί ἂν βούλοιντο τέλος οἱ πολέμιοι γενέσθαι, λέγοντες οὕτως ὡς ἐν ἐκείνῳ τῷ προβλήματι· φυγάδες πολεμουμένῃ τῇ πατρίδι ἐβοήθησαν καὶ νίκην εἰργάσαντο, καὶ γράφει
175τις αὐτοὺς κατάγειν· ‘τοῖς μὲν οὖν πολεμίοις δι’ εὐχῆς ἐστι μὴ καταδέξασθαι τοὺς πολίτας ἡμᾶς ἐνθάδε, ἵνα ὦμεν αὐτοῖς ληφθῆναι ῥᾴδιοι· ἡμᾶς δὲ οὐκ ἄξιον ποι‐ εῖν, ἃ δοκεῖ τοῖς πολεμίοισ‘. Ταῦτά σοι περὶ τῶν ἐξ ὑπολήψεως προοιμίων πεπλή‐
180ρωται, τοῦτον εὑρισκόμενα τὸν τρόπον ἁπανταχῇ.100

1

.

2

(t)

Περὶ τῶν ἐξ ὑποδιαιρέσεως προοιμίων.
1 Ἑξῆς λεκτέον περὶ τῶν ἐξ ὑποδιαιρέσεως προοιμίων πάνυ παγκάλην καὶ ποικίλην ἐχόντων τὴν τέχνην. εὑρί‐ σκεται δὲ καὶ ταῦτα ἀπὸ τῶν ἑξῆς μαθημάτων, οὐκ ἐν πᾶσι δὲ προβλήμασιν οὐδὲ πάντα ἐν πᾶσιν· εὔθικτα
5μὲν γάρ ἐστιν εὑρεθέντα καὶ δριμέα, πολλάκις δὲ φαί‐ νεται τῶν ἐξ ὑπολήψεως ἡ ἀρετή, διότι πανταχῇ φαί‐ νεται. Ἔστι δὲ τῶν ἐξ ὑποδιαιρέσεως εἴδη τρία, ὧν καὶ τὰ παραδείγματα θήσομεν. καὶ πρῶτον ἔστιν ὅτε δύο πε‐
10πραγμένων ἀδικημάτων, ὧν καὶ τὸ ἕτερον ἀναδέξασθαι δύναται κρίσιν, ὑποδιαιροῦντες ποιήσομεν προοίμιον οὕτως· οἷον κατέσκαψάν τινες πόλιν ἐν πολέμῳ καὶ ἐγεώργησαν αὐτήν, οὐκ ἀνῆκεν ἡ γῆ καρπούς, καὶ κρί‐ νονται ἀσεβείας· ἐνταῦθα δύο ὄντων ἀδικημάτων ἰσο‐
15στασίων, τοῦ τε κατασκάψαι τὴν πόλιν καὶ τοῦ γεωρ‐ γῆσαι, ποιήσομεν ἐξ ὑποδιαιρέσεως προοίμιον οὕτως ‘εἰ μὲν οὖν καὶ διὰ τὸ κατασκάψαι τὴν πόλιν ἔδοσαν αὐτοὶ δίκην, ὀρθῶς ἂν ἐγένετο· νῦν δὲ πολλῷ πλέον, ὅτε καὶ γεωργῆσαι διέγνωσαν ἣν κατέσκαψαν πόλιν‘.
20οὐ μέντοι ἡ ἑνὸς πράγματος εἰς λεπτὸν τομὴ προοίμιόν ἐστιν ἐξ ὑποδιαιρέσεως, ἀλλὰ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέ‐ λους ἐξ ὑποδιαιρέσεως κατασκευή· οἷον ἔπεισεν ἐν λι‐
μῷ καὶ πολιορκίᾳ ῥήτωρ τὴν ἄχρηστον ἡλικίαν ἀποκτεῖ‐ ναι, γέρων λαθὼν ἠρίστευσεν, αἰτεῖ εἰς τὸ γέρας τὸν101
25ῥήτορα· ἐνταῦθα τὸ ἀδίκημα ἕν, τὸ τὰ γένη διαφθα‐ ρῆναι, ἐξ ὑποδιαιρέσεως δὲ εἰ λέγοι ‘εἰ γὰρ μόνους τοὺς πατέρας ἔπεισεν ἀποκτεῖναι ἢ μόνας τὰς γυναῖ‐ κας, ἄξιος ἦν θανάτου‘, οὐ προοίμιον λέγει, ἀλλὰ κατα‐ σκευάζει τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους.
30 Δεύτερον ἐξ ὑποδιαιρέσεως μάθημα οὕτως εὑρίσκε‐ ται, ἐν ᾧ ποιοῦμεν προοίμιον. ἐνίοτε τοῖς προσώποις καὶ πρὸ τῶν πραγμάτων ἴδιαι παρακολουθοῦσιν ὑπο‐ λήψεις, οἷον Αἰσχίνῃ, Δημοσθένει, δεύτεραι δὲ αἱ ἐπι‐ συμβαίνουσαι ἀπὸ τῶν πραγμάτων. ὅταν οὖν εὕρωμεν
35ἐν προβλήματι τὰς ὑπολήψεις ἑκατέρας περὶ τὸ ἓν πρόσωπον, τήν τε φύσει προσοῦσαν καὶ τὴν ἐπιγενο‐ μένην, ὑποδιαιροῦντες λέγομεν ὡς ἐν ἐκείνῳ τῷ προ‐ βλήματι· Δημάδης πρεσβεύσας παρὰ τὸν Φίλιππον, καὶ ἐρομένου ποταπαί εἰσιν αἱ Ἀθῆναι τοῦ Μακεδόνος,
40ἐπὶ τῆς τραπέζης αὐτὰς κατέγραψε καὶ ἐπανελθὼν ὕβρεως κρίνεται· οἷον ‘καὶ διὰ τὸν ἄλλον μὲν βίον, ὦ Ἀθηναῖοι, τὸν προσόντα Δημάδῃ καὶ τὴν προδοσίαν ἄξιον ἦν κολάσαι τοῦτον, οὐχ ἥκιστα δὲ καὶ διὰ τὰ νῦν αὐτῷ γεγενημένα, ἐξ ὧν αἰσχύνην ὁμοῦ καὶ ζημίαν
45περιῆψε τῇ πόλει‘. γίνεται δὲ καὶ ἐπὶ τῶν ἰδιωτικῶν τοῦτο πολλάκις, ἂν ἔχωμεν ἢ μάγον ἢ τελώνην ἢ πορ‐ νοβοσκόν· οἷον πορνοβοσκὸς τὰ τῶν Μουσῶν ὀνόματα
ταῖς ἑταίραις τίθεται καὶ κρίνεται ἀσεβείας· λέγομεν γὰρ οὕτως ‘ἄξιον μὲν ἦν τὸν πορνοβοσκὸν καὶ διὰ102

1

.

2

(50)

τὸν ἄλλον μισεῖσθαι βίον πονηρὸν ὄντα καὶ δὴ καὶ τιμωρίας ἄξιον, οὐχ ἥκιστα δὲ νῦν, ὅτε καὶ ἠσέβησεν εἰς τὰς θεάσ‘. Τρίτον ἐξ ὑποδιαιρέσεως μάθημα εἰς προοιμίων εὕ‐ ρεσιν, ὃ καλεῖται τοῦ ἀθρόου πρὸς τὸ μέλλον [ὑπο‐
55διαίρεσις]· γίνεται δέ, ὅταν κακοῦ τινος τολμηθέντος λέγῃς δεῖν τὸν εἰργασμένον δοῦναι τιμωρίαν καὶ διὰ τὸ τετολμημένον καὶ ἵνα μὴ πάλιν τολμηθῇ. δεῖ δὲ τὸ τοῦ ἀθρόου πρὸς τὸ μέλλον ποιεῖν τότε, ὅταν ἢ τὸ μηδεπώποτε γεγονὸς τοῦτο συμβὰν παθεῖν πάλιν φυ‐
60λαττώμεθα ἢ ὅταν τὸ αὐτὸ πράττηται πολλάκις. τὰ δὲ παραδείγματα σαφεστέραν ποιεῖ τὴν τέχνην· πολλοὶ τυραννοῦσιν ἐκ τοῦ αὐτοῦ γένους, καὶ γράφει τις ἐλαύνειν τὸ γένος· ἐνταῦθα καλλίστην χώραν ἔχει τὸ προοίμιον, ἐὰν λέγωμεν οὕτω ‘καὶ τῶν γεγενημένων μὲν
65εἵνεκα τυραννίδων καλῶς ἂν ἔχοι μισοῦντας τὸ γένος τῆς πόλεως ἐκβάλλειν τιμωροῦντας αὐτοὺς ὑπὲρ ὧν ἐπάθομεν, οὐχ ἥκιστα δὲ καὶ τοῦ μέλλοντος πρόνοιαν ποιουμένους, ἵνα μὴ τοῖς ὁμοίοις περιπίπτωμεν ἀεί‘. καὶ πάλιν· ἐμίχθη τις ταριχευομένῳ σώματι, καὶ γρά‐
70φει τις λελύσθαι τὸν τῆς ταριχείας νόμον· καὶ γὰρ
ἐκεῖ δυνάμεθα λέγειν ‘ἵνα μὴ πάλιν γένηται‘.103

1

.

3

(t)

Περὶ τῶν ἐκ περιουσίας προοιμίων.
1 Τὰ ἐκ περιουσίας καλούμενα προοίμια ἰδίαν εὕρεσιν ἔχει ἐν ταῖς κατηγορίαις καὶ ἐν ταῖς ἀπολογίαις, σαφῆ δὲ αὐτὰ ἐν ἑκατέροις ποιήσω. ἐὰν γὰρ κατηγοροῦντές τινος φόνου δυνώμεθα λέγειν ὅτι ‘ἠδυνάμην αὐτὸν
5καὶ δημοσίων ἀδικημάτων κρίνειν‘, ἐκ περιουσίας ποι‐ οῦμεν τὸ προοίμιον, κἂν δημοσίων ἀδικημάτων κρί‐ νοντες δυνώμεθα λέγειν ὅτι ‘ἠδυνάμην αὐτὸν καὶ ἀσε‐ βείας κρίνειν‘, ἐκ περιουσίας προοιμιαζόμεθα· οἷον ἀριστεὺς ἄχειρ προσῆλθε στρατηγῷ δεόμενος τροφῶν,
10ὃ δὲ εἶπεν ‘ἀχρήστους ἡ πόλις οὐ τρέφει‘, κατὰ κρη‐ μνοῦ ὦσεν ἑαυτὸν ὁ ἀριστεύς, καὶ κρίνεται ὁ στρατη‐ γὸς αἰτίας θανάτου· λέγομεν γὰρ ἐκ περιουσίας ὅτι ‘ἠδυνάμην αὐτὸν καὶ δημοσίων ἀδικημάτων εἰσαγαγεῖν γραψάμενος, ὅτι κοινὸν εὐεργέτην τῆς πόλεως ἀπώλε‐
15σεν‘. ἢ ἐκεῖνο τὸ πρόβλημα· ἡ Φύη μετὰ τὴν κατάλυ‐ σιν τοῦ Πεισιστράτου κρίνεται δημοσίων ἀδικημάτων· λέγομεν γὰρ ‘ἠδυνάμην μὲν οὖν καὶ ἀσεβείας αὐτὴν γραψάμενος εἰς ὑμᾶς ἀγαγεῖν, ὅτι τὸ σχῆμα τῆς Ἀθη‐ νᾶς ἀσεβῶς ὑπεκρίνατο‘. —Ἰστέον δέ, ὅτι μικροτέρου
20κρίνοντας δεῖ λέγειν ὅτι ‘καὶ μείζονος ἠδυνάμην‘, μὴ μέντοι μείζονος κρίνοντας λέγειν ὅτι ‘καὶ τοῦ μικρο‐ τέρου ἠδυνάμην‘· ἄτεχνον γὰρ τὸ τοιοῦτον.
Ἐν δὲ ταῖς ἀπολογίαις εὐκαταληπτότερον τὸ ἐκ περι‐ ουσίας μάθημα· πᾶς γὰρ ὁστισοῦν μετὰ τὴν εὐεργεσίαν104
25κρινόμενος ἄριστα ποιήσει προοίμιον ἐκ περιουσίας λέγων ‘ἐγὼ μὲν καὶ γέρας ὑπελάμβανον ἐπὶ τοῖς πεπραγμένοις λήψεσθαι, μή τί γε δὴ καὶ κρίσεις ὑπομε‐ νεῖν‘, οἷον ὁ στρατηγὸς ὁ τὰς τριήρεις νικώμενος κατα‐ φλέξας καὶ νικήσας καὶ κρινόμενος δημοσίων ἀδικημά‐
30των, ἢ ὁ ῥίψας ἀπὸ τοῦ τείχους τὴν ἀσπίδα καὶ ἀπο‐ κτείνας τὸν πολέμιον. καὶ καθάπαξ ῥᾳδίου τοῦ μαθή‐ ματος ὄντος χρειώδους δὲ ἀνθεκτέον.
32

1

.

4

(t)

Περὶ τῶν ἀπὸ καιροῦ προοιμίων.
1 Τὸ δὲ ἀπὸ καιροῦ καλούμενον προοίμιον ἄφατόν τινα τὴν ὑπερβολὴν τῆς δυνάμεως ἔχει, ἐὰν εὑρεθῇ. ἔστι δὲ τοιοῦτον τῇ δυνάμει, ἐὰν δυνώμεθα τὴν ἀξίω‐ σιν, ἣν εἰσφέρομεν, τρόπον τινὰ ἤδη δεῖξαι καὶ γεγε‐
5νημένην. ἔστι δὲ αὐτοῦ τὸ τῆς ἰσχύος τοιοῦτον· οἷον ἐφυγαδεύθησάν τινες καὶ ἔκτισαν ἐπὶ τοῖς ὁρίοις τῆς πατρίδος ἑτέραν πόλιν, ἐν ᾗ ᾤκουν, πολέμου ἐνστάν‐ τος ἐκείνοις, ὅθεν ἐξεβλήθησαν, ἐπανελθόντες ἐβοήθη‐ σαν αὐτοῖς, καὶ γράφει τις αὐτοὺς καταδέχεσθαι· λέ‐
10γομεν γὰρ ‘τὸ μὲν δοκεῖν ἐγὼ γράφω τὸ ψήφισμα τή‐ μερον τοὺς πολίτας καταδέχεσθαι, τὸ δὲ ἀληθὲς ἤδη τούτους δεδέγμεθα, ὅτε συμμάχους ὄντας αὐτοὺς κατ‐ ελθεῖν εἰάσαμεν‘. ἀλλὰ καὶ Μεγαρεῖς ἐπὶ τῶν τριά‐ κοντα τυράννων ἐκτιθέντων Ἀθηναίων τὰ γένη ἀναι‐
15ρούμενοι ἔτρεφον αὐτά, καταλυθείσης τῆς τυραννίδος ἥκουσιν ἀποδιδόντες τὰ γένη, καὶ ἀξιοῖ τις καθαιρεῖν τὸ περὶ τῶν Μεγαρέων πινάκιον. καὶ ἔτι ἐν τοῖς τὴν πόλιν κατασκάψασι καὶ σπείρασιν αὐτήν· θέλοντες γὰρ αὐτοὺς ἀσεβεῖς ἀποδεῖξαι φαμὲν ὑπὸ τῶν θεῶν ἐλη‐105
20λέγχθαι καὶ πρὸ τῶν ἡμετέρων λόγων, ὅτι εἰσὶν ἀσε‐ βεῖς, ἐξ ὧν ὡς ἐναγεστάτοις οὐδὲ τοὺς καρποὺς ἀν‐ ῆκεν ἡ γῆ. καλεῖται δὲ τοῦτο καὶ ἀγχίστροφον ἐπι‐ χείρημα. Τὸ δὲ ἐπὶ τῶν ἐπιπεπλεγμένων προβλημάτων οὐκ
25ἀναγκαῖον ἐνόμισα προσθεῖναι μάθημα· ἢ γὰρ καλόν ἐστι καὶ τῶν ἐξ ὑπολήψεως ὂν φαίνεται, ἢ προκατά‐ στασις ὂν διηγηματικόν, οὐ προοίμιον εὑρίσκεται.
27

1

.

5

(t1)

Περὶ παντὸς προοιμίου, καὶ ἐκ πόσων μερῶν
t2συνέστηκεν.
1 Σύγκειται δὲ πᾶν προοίμιον ἐκ προτάσεως, ἥτις ἐστὶν ἐκ τῶν μαθημάτων εὑρισκομένη τῶν προκειμέ‐ νων, ἐξ ὧν δή τοι καὶ γίνεται, ἐκ κατασκευῆς, ἐξ ἀπο‐ δόσεως, ἥτις ἐστὶν ἀξίωσις, ἐκ βάσεως, ἣ συνάγει τὴν
5πρότασιν καὶ τὴν ἀπόδοσιν. Ἐὰν μὲν οὖν θελήσωμεν πολιτικώτερον στῆσαι τὸ προοίμιον, εἰς τὴν ἀξίωσιν ψιλὴν αὐτὸ στήσομεν. ἐὰν
δὲ προστιθῶμεν καὶ τὴν αἰτίαν τῆς ἀξιώσεως ἁπτόμε‐ νοι τοῦ πράγματος αὐτοῦ, πανηγυρικωτέρα γίνεται ἡ106
10βάσις, καὶ μάλιστα, ἂν μὴ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἁπλῶς εἴπωμεν ἀλλ’ ἐπιφωνηματικῶς. ποιεῖ δὲ πανη‐ γυρικὴν τὴν βάσιν καὶ ἡ εὐρυθμία, ἵνα τὸ πανη‐ γυρικὸν ᾖ διπλοῦν, ἢ ἐν τῷ λόγῳ διὰ τὴν εὐρυθμίαν ἢ ἐν τῷ νῷ διὰ τὴν ἐν τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους
15φιλοτιμίαν. —Δεῖ δὲ τὸ προοίμιον ἐν μὲν τοῖς πολι‐ τικοῖς ἡρμηνεῦσθαι μακροτέροις τοῖς κώλοις καὶ σχοι‐ νοτενέσιν, ἐν δὲ τοῖς παθητικοῖς συνεστραμμένοις καὶ εὐκόλοις μᾶλλον. —Περιβολὴ δὲ αὐτάρκης προοιμίων διπλασιάσαι ὄνομα καὶ διπλασιάσαι κῶλον καὶ προτά‐
20σεως ἀπὸ αἰτίας κατασκευή. καὶ ὄνομα μέν, ἂν λέγωμεν «πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις, τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν» καὶ «ὑπὲρ ὑμῶν καὶ τῆς ὑμετέρας εὐσεβείας καὶ δόξης». κῶλον δὲ ὡς ἐν τῷ Κατὰ Ἀριστοκράτους «ὑπὲρ τοῦ
25Χερρόνησον ἔχειν ὑμᾶς ἀσφαλῶς καὶ μὴ παρακρουσθέν‐ τας ἀποστερηθῆναι πάλιν αὐτῆς». προτάσεως δὲ ἐξ αἰτίας κατασκευή, ἂν λέγωμεν—πολλαχῇ δὲ δυνάμεθα εἰπεῖν—‘τὰ μὲν τούτῳ τετολμημένα λέληθεν ὑμῶν οὐδένα‘ τοῦτο ἡ πρότασις, ἡ δὲ κατασκευὴ ἐξ αἰτίας
30‘ἐπεὶ μηδὲ οὕτως ἐστὶ μικρὰ τὰ τετολμημένα, ὡς δύ‐
νασθαι καὶ λαθεῖν‘. λεκτέον δὲ καὶ ἐπὶ παραδείγματος· πωλοῦσι τὰ τέκνα οἱ νησιῶται, καὶ γράφει τις παρὰ Ἀθηναίοις ἐπανεῖναι τὸν φόρον· ‘οἷα μὲν οὖν, ὦ Ἀθη‐ ναῖοι, πάσχουσιν οἱ νησιῶται κακὰ προφάσει τῶν φό‐107
35ρων, λέληθεν οὔτε ὑμᾶς οὔτε τῶν ἄλλων Ἑλλήνων οὐδένα‘ τοῦτο ἡ πρότασις· ‘καὶ γὰρ οὐδὲ οὕτως ἐστὶ μέτριον, ὃ τολμῶσι περὶ τὰ φίλτατα, ὥστε λαθεῖν ἐνεῖ‐ ναι δύνασθαι‘ τοῦτο ἡ κατασκευὴ τῆς προτάσεως· εἶτα ἡ ἀπόδοσις ‘ὑμᾶς δὲ προσήκει πρόνοιαν ποιουμένους
40τῆς ὑμετέρας εὐδοξίας ἐπανεῖναι τοῖς ἀθλίοις τὸν φό‐ ρον καὶ μηκέθ’ οὕτως ὀχληροὺς καθίστασθαι‘. ἐὰν μὲν οὖν πολιτικῶς ἐθελήσῃς στῆσαι, οὕτω στήσεις τὴν ἀξί‐ ωσιν· εἰ δὲ βούλει, πρόσθες καὶ τὴν τῆς ἀξιώσεως αἰτίαν, τουτέστιν αὐτὸ τὸ πρᾶγμα, αὐτὸ λέγω τὸ ἀπ’
45ἀρχῆς ἄχρι τέλους γυμνόν· καὶ ἐὰν θελήσωμεν εἰπεῖν τὸ ἀπ’ ἀρχῆς ἄχρι τέλους τολμῶντες ἐπιφωνηματικώ‐ τερον, ἔσται καὶ οὕτως πανηγυρικὴ ἡ βάσις ‘δι’ ὃν ἀναγκαζόμεναι δυστυχοῦσιν ἀπαιδίαν αἱ νῆσοι‘.
48

2

.

1

(t)

Περὶ καταστάσεως ἤγουν διηγήσεως.
1Διήγησίς ἐστι παντὸς μὲν προβλήματος αὐτὸ τὸ
πρᾶγμα, ἐξ οὗ συνέστηκεν ἡ ὑπόθεσις. καὶ διὰ τοῦτο διήγησιν μὲν εὑρεῖν οὐ δύσκολον· φαίνεται γὰρ τοῦ πράγματος πλατυνομένου τοῖς τρόποις, οἷς ἐκθήσομαι·108
5τὴν δὲ προκατάστασιν τῆς διηγήσεως τὴν καὶ προδιή‐ γησιν καλουμένην ἄξιον ἐξετάσαι, πόθεν ληφθήσεται καὶ ἀπὸ τρόπων ὁπόσων, καὶ εἰ ὁμοίως ἐν πᾶσι προ‐ βλήμασιν ἡ αὐτὴ ἢ καθ’ ἕκαστον εἶδος ζητήματος ἰδία τις εὕρεσις προκαταστάσεως γίνεται.
10 Ὡς ἐν κεφαλαίῳ μὲν οὖν εἰπεῖν πάσης διηγήσεως ἐν παντὶ προβλήματι ζητητέον τὰ πρεσβύτερα μέν, χρή‐ σιμα δὲ τῇ ὑποκειμένῃ ἀξιώσει ἢ κρίσει, κἀκεῖθεν λαμ‐ βάνειν ἄξιον, καὶ προκαταστήσαντας ὡς προσήκει τὴν προδιήγησιν οὕτως εἰς αὐτὴν χωρῆσαι τὴν ἐμφαινομέ‐
15νην ἐν αὐτῷ τῷ προβλήματι διήγησιν· ἄτεχνον γὰρ καὶ ἰδιωτικὸν τὸ τῆς διηγήσεως αὐτόθεν ἄρχεσθαι, ὅθεν καὶ τὸ πρόβλημα λέγει. ἀλλ’ ἐπεὶ τῶν προβλη‐ μάτων εἴδη ποικίλα καὶ τῶν πραγμάτων αἱ ζητήσεις διάφοροι, ποικίλας καὶ τὰς εὑρέσεις παραδώσομεν, ὥστε
20τεθείσης ὑποθέσεως αὐτίκα εἰδέναι, ἐφ’ ὃ τρεπτέον ἐστὶν εἰς εὕρεσιν τῆς προκαταστάσεως τεχνικόν.
21

2

.

2

(t)

Περὶ μετοικιῶν καὶ τῆς ἐν τούτοις εὑρέσεως.
1Οἱ περὶ μετοικίας βουλευόμενοι δυοῖν τούτοιν ἕνε‐
κεν θατέρου τὴν βουλὴν ἔχουσιν· ἢ γὰρ προσόντος ἀγαθοῦ καὶ ἀφανισθέντος λύπῃ τῶν ἀπολωλότων βου‐ λεύονται μετοικεῖν, οἷον Λυδοὶ μὴ ῥέοντος τοῦ Πακτω‐109
5λοῦ τὸν χρυσὸν ἢ Αἰγύπτιοι μὴ ὑπερβαίνοντος τοῦ Νείλου καὶ ἄρδοντος τὴν γῆν· ἢ προσεπιγενομένου κακοῦ ἀπροσδοκήτου, οἷον σείεται Σικελία συνεχῶς καὶ βουλεύονται μετοικεῖν, ἢ πάλιν ῥεῖ ἐπὶ τὴν Κατά‐ νην ἀπὸ τῆς Αἴτνης τὸ πῦρ καὶ βουλεύονται μετοικεῖν.
10 Εἰ μὲν οὖν ἀγαθοῦ τινος ἐπιλείποντος βουλευόμεθα μετοικεῖν, τὴν προκατάστασιν λέξομεν λαβόντες ἐν‐ τεῦθεν ‘οἱ πρόγονοι τὰς πόλεις ἔκτισαν ἢ τὴν πόλιν ἐνταῦθα οὐδενὶ τῶν ἄλλων ἐπαρθέντες ἢ τούτῳ τῷ ἀγαθῷ. μέχρι μὲν οὖν πάγιον ἦν καὶ βέβαιον, εἰκότως
15ἐμένομεν· καὶ γὰρ ἀπελαύομεν τῶν ἀγαθῶν· ἐπεὶ δὲ οἴχεται, μετοικισθῆναι δίκαιον‘. εἰ δὲ κακὸν ἐπιγένηταί τι, λέξομεν τὴν προκατάστασιν ὡς ‘οἱ πρόγονοι μηδε‐ μιᾶς ἐλπίδος ἐμφαινομένης τοιούτου κακοῦ ἔκτισαν ἐνταυθοῖ τὴν πόλιν· εἰ γὰρ ᾔδεσαν, οὐκ ἂν ἔκτισαν‘.
20ὁ δὲ ἀξιῶν μένειν ὁμοίως καὶ αὐτὸς ἀναβήσεται ἐπὶ τὰς κτίσεις τῶν προγόνων, ὧν πρεσβύτερον οὐδέν, λέξει δὲ ἀγαθοῦ μέν τινος λείποντος ὡς ‘οὐ διὰ τοῦ‐ το ἔκτισαν ἐνταυθοῖ τὴν πόλιν οἱ πρόγονοι οὐδὲ τού‐ τῳ μόνῳ ἐπαρθέντες, ἀλλὰ καὶ ἄλλοις πολλοῖς, ὧν προσ‐
25όντων οὐ δεῖ τὴν ἀπουσίαν τοῦ ἑνὸς ὀδύρεσθαι‘. ἐὰν
δὲ κακοῦ ἐπιγενομένου, λέξει ὅτι ‘οὐχ ὡς ἀπαθῆ καὶ ἀθάνατον ἔκτισαν οἱ πρόγονοι τὴν πόλιν, ἀλλ’ ὡς ὑποκειμένην καὶ αὐτὴν πάθεσιν ἀνθρωπίνοισ‘. Θῶμεν δὲ καὶ ἐπὶ παραδείγματος· βουλεύονται Αἰ‐110
30γύπτιοι μετοικεῖν τοῦ Νείλου μὴ ἐπαναβαίνοντος ἔτι· ἐρεῖς οὕτω ‘δοκῶ τοι καὶ τοὺς προγόνους οὐδενὶ τῶν ἄλλων ἐπαρθέντας τὴν Αἴγυπτον οἰκῆσαι, ἐπεὶ μήτε ὀρῶν ἀσφάλεια μήτε ποταμῶν ἄλλων κάλλος ἐν Αἰ‐ γύπτῳ φαίνεται μήτε πρὸς φυτείαν ἐπιτήδειος—οὔτε
35γάρ εἰσιν ἐλαῖαι παρ’ ἡμῖν οὔτε ἄμπελοι—, τῇ δὲ τοῦ ποταμοῦ χαίροντας φορᾷ καὶ τῇ παραδόξῳ γεωρ‐ γίᾳ‘. ὁ δὲ ἀξιῶν μένειν ἐρεῖ ὡς ‘οὐ διὰ τὸν ποταμὸν μόνον οἱ πρόγονοι τὸν οἰκισμὸν ἐποιήσαντο τῆς Αἰ‐ γύπτου, ἀλλὰ πολλὰ αὐτῆς καὶ ἄλλα θαυμάσαντες, τὴν
40κρᾶσιν τὴν τῶν ἀέρων, τὸ τῶν πεδίων εὐήλατον, τὸ εἰς τὰ ἄλλα τῆς γῆς εὔφορον, τὴν τῆς θαλάσσης γειτ‐ νίασιν καὶ τὴν τοῦ ποταμοῦ πρὸς τὰ ἄλλα χρείαν, καὶ οὐ διὰ τὴν ἀρδείαν μόνον, ἣν καὶ αὐτὴν ἔχειν ἔστιν ἀνθρώποις γε οὖσι καὶ παρὰ τοῦ θεοῦ· οὐ γὰρ ἔξω
45που τῶν ὅρων οὐρανοῦ τὰς πόλεις ὑπετίθεσαν‘. — Καὶ πάλιν· ῥεῖ τὸ πῦρ ἐπὶ τὴν Κατάνην ἀπὸ τῆς Αἴτ‐ νης καὶ βουλεύονται μετοικεῖν· ὁ μὲν ἀξιῶν μετοικεῖν ἐρεῖ τὸν τρόπον τοῦτον ‘οὐδὲ γὰρ τοὺς προγόνους μοι δοκῶ κτίσαι τὴν Κατάνην ὑπὸ τὴν Αἴτνην φέροντας,

2

.

2

(50)

εἰ τοιαύτας ἔσεσθαι συμφορὰς προσεδόκησαν, ἀλλὰ νο‐
μίζοντας ἐν ὁρίοις στήσεσθαι τὸ πῦρ. μέχρι μὲν οὖν ἐφύλαττε τοὺς ὅρους, καὶ ἡμεῖς ἐμένομεν· ἐπεὶ δὲ ὑπερ‐ βαίνει καὶ κατατρέχει τὴν πόλιν, μετοικιζώμεθα‘. ὁ δὲ ἀξιῶν μένειν οὕτως ‘οὐδὲ γὰρ τοὺς προγόνους τοὺς111
55κτίσαντας τὴν Κατάνην ἐνταῦθα ἔλαθε πλησίον οὖσα ἡ Αἴτνη, καὶ ὡς πυρὸς ἔχει ῥύακας, καὶ ὡς φύσις αὕτη πυρὸς ὑπερβαίνειν τε τοὺς ὅρους, ἐν οἷς ἂν ἑστή‐ κῃ, καὶ ῥεῖν· ἀλλ’ οὐχ ὡς ἀθάνατον οὐδ’ ὡς ἀπαθῆ κακῶν ἐσομένην καὶ ἀπείρατον πυρὸς ἔκτιζον τὴν Κα‐
60τάνην· πολλοῖς γάρτοι καὶ μὴ Κατάνην οἰκοῦσιν ἠνώ‐ χλησε πῦρ τοῖς μὲν αὐτόματον, τοῖς δὲ ἐξ ἐπιβουλῆς, τοῖς δὲ καὶ ἐξ οὐρανοῦ‘.
62

2

.

3

(t)

Περὶ νόμων εἰσφορᾶς.
1 Αἱ δὲ τῶν νόμων εἰσφοραὶ μετὰ περιστάσεως καὶ αἱ λύσεις τῶν νόμων μετὰ περιστάσεως προδιηγήσεις ἕξουσι τοιαύτας καὶ λαμβανομένας οὕτως· ἐὰν μὲν λύω‐ μεν τὸν νόμον, λέγοντες ὅτι ‘τοῦτον ἐχρῆν μηδὲ γε‐
5γράφθαι τὸν νόμον τὴν ἀρχήν‘· οὐδὲ γὰρ ἔστι τούτου τι πρεσβύτερον οὐδὲ τῇ ἀξιώσει μᾶλλον ἁρμόδιον τοῦ φάσκειν λελύσθαι τὸν νόμον τοῦ μηδὲ τὴν ἀρχὴν αὐ‐
τὸν γεγράφθαι. κατασκευασθήσεται δὲ προχωρῶν ὁ λό‐ γος ἐκ τῶν συμβάντων ‘οὐ γὰρ ἂν τοιῶνδε καὶ τοι‐112
10ῶνδε ἐπειράθημεν κακῶν· ἐπεὶ δὲ ἐτέθη καὶ ἐπάθομεν τὰ καὶ τά, λῦσαι δίκαιον‘. δῆλον γάρ, ὡς λύσει τις νόμον ἐν προβλήματι κακοῦ τινος ἀπαντήσαντος ἐξ αὐ‐ τοῦ τοῦ νόμου, καὶ ὡς ἂν μηκέτι τοῦτο γίγνοιτο σκο‐ πούντων τινῶν· οἷον Λακεδαιμόνιοι μετὰ τὰ ἐν Μα‐
15ραθῶνι βουλεύονται λύειν τὸν τῆς πανσελήνου νόμον, οἷον ‘ἔδει μηδὲ κεῖσθαι τοῦτον τὴν ἀρχὴν ἐν Λακε‐ δαίμονι τὸν νόμον· οὐ γὰρ ἂν δόξης ἀπεστερήμεθα τοιαύτης καὶ τροπαίων καὶ κατορθωμάτων καὶ τῶν συμβεβηκότων‘. δεῖ γάρ, ὡς ἔφην, περίστασιν ἔχειν
20τὰς λύσεις τῶν νόμων ἢ τὰς εἰσφοράς· αἱ γὰρ ἄνευ αἰτίας καὶ περιστάσεως εἰσφοραὶ νόμων ἢ λύσεις γυμ‐ νάσματά ἐστι μόνα, ὅθεν οὐδὲ διηγήσεις ἔχει. Ἐὰν δὲ γράφωμεν νόμον καὶ εἰσφέρωμεν, ἡ προ‐ κατάστασις τῆς διηγήσεως γενήσεται ἡ αὐτή, οἷον ‘τοῦ‐
25τον ἐχρῆν πάλαι κεῖσθαι τὸν νόμον, ἐξ ἀρχῆς. οὐ γὰρ ἂν τούτου κειμένου ταῦτα ἡμᾶς συνέβη παθεῖν, ἃ πε‐ πόνθαμεν μὴ κειμένου τοῦ νόμου‘· οἷον Ἀλκιβιάδης μετὰ τὰ κατὰ Κύζικον εἰσφέρει νόμον μηδένα στρατη‐ γὸν ἀπὸ στρατοπέδου ἀνακαλεῖσθαι· φήσει γὰρ ‘τὸν
30νόμον τοῦτον ἐχρῆν πάλαι γεγράφθαι καὶ γεγενῆσθαι κύριον· οὐ γὰρ ἂν ἔβλαψε μὴ ἀνακαλουμένους ὑμᾶς Ἀλκιβιάδην ἐκ Σικελίασ‘. ἢ ὡς ἐκεῖνο τὸ πρόβλημα·
τοὺς μοιχοὺς χρήματα ἐκτιννύναι, πολλοὶ μοιχεύουσι καὶ καταβάλλουσι χρήματα, καὶ γράφει τις κτείνειν113
35τοὺς μοιχούς· ἐνταῦθα γὰρ καὶ εἰσφορὰ νόμου καὶ λύσις ἐστί· καὶ προκατάστασις γενήσεται τῆς διηγή‐ σεως, ὅτι μήτε ἐκεῖνον ἐχρῆν γεγράφθαι τὸν νόμον τὸν περὶ τῶν χρημάτων καὶ ὅτι τοῦτον ἐχρῆν γε‐ γράφθαι τὸν νόμον ἀρχῆθεν τὸν ἀξιοῦντα κτείνειν
40τοὺς μοιχούς.
40

2

.

4

(t)

Περὶ πολέμου καὶ εἰρήνης.
1 Ὁμοίως κἂν πολεμεῖν γράφωμέν τισιν ἢ καταλύειν πόλεμον, χρησόμεθα ταῖς προκαταστάσεσιν οὕτως· ἂν μὲν γράφωμεν πολεμεῖν τισιν, εἰς τὰ πρεσβύτερα τῶν ἐγκλημάτων ἀνατρέχοντες καὶ λέγοντες ὅτι ‘τούτοις
5πάλαι ἐχρῆν πολεμεῖν· ἐχθροὶ γὰρ καὶ πρὸ τούτων τῶν ἀδικημάτων ἄλλα εἰς ἡμᾶς πολλὰ εἰργασμένοι‘, εἶτα καταβαίνοντες εἰς τὰ νῦν γεγενημένα. τὰ μὲν γὰρ πρεσβύτερα τῶν ἀδικημάτων προκατάστασίς ἐστι τῆς διηγήσεως, ἃ δὲ νῦν διὰ τὸν πόλεμον γράφεις, ἡ διή‐
10γησις· οἷον ἔχρησεν ὁ θεὸς τῷ Κροίσῳ τοὺς ἀρίστους ἑλέσθαι τῶν Ἑλλήνων συμμάχους, εἵλετο Λακεδαιμο‐ νίους, καὶ συμβουλεύει τις Ἀθηναίοις Κύρῳ συμμαχεῖν ‘ἔδει Κροίσῳ καὶ πάλαι πολεμεῖν· ἐξ οὗ γὰρ τὴν ἀρχὴν
διεδέξατο παρὰ Ἀλυάττου τοῦ πατρός, καὶ τοῖς Ἕλλη‐114
15σιν ἐπεβούλευε, καὶ τοῖς ἐν τῇ Ἀσίᾳ Δωριεῦσι καὶ Ἴωσι καὶ Αἰολεῦσι· πρὸ γὰρ τῆς Κροίσου ἀρχῆς πάν‐ τες Ἕλληνες ἦσαν ἐλεύθεροι‘, καὶ τοῦτο πλατυνόμενον προκατάστασις ἔσται καὶ προδιήγησις· εἶτα ἡ διήγησις ‘ἐπεὶ δὲ καὶ νῦν, χρήσαντος αὐτῷ τοῦ θεοῦ τοὺς ἀρί‐
20στους τῶν Ἑλλήνων ἑλέσθαι συμμάχους, εἵλετο Λακε‐ δαιμονίους καὶ τὴν πόλιν ἡμῶν ὕβρισε, πολεμῶμεν αὐτῷ συμμαχοῦντες Κύρῳ‘. —Καὶ πάλιν ἅρματι νι‐ κήσας Ἀλκιβιάδης Ὀλύμπια, ἐρομένων Ἠλείων ὅθεν εἴη, ‘τῆς ἀρίστησ‘ ἔφη ‘πόλεωσ‘, ἐμαστίγωσαν αὐτόν,
25ἐπανελθὼν γράφει στρατεύεσθαι ἐπὶ τοὺς Ἠλείους· ἡ προκατάστασις τῆς διηγήσεως ‘ἐχρῆν Ἠλείοις πάλαι πολεμεῖν· ἐχθροὶ γὰρ ἡμῶν εἰσι καὶ βοηθοῦντες ἀεὶ Λακεδαιμονίοις καὶ Κορινθίοις, καὶ ναῦς διδόντες καὶ χρήματα εἰς τὸν καθ’ ἡμῶν πόλεμον‘. [ὅθεν καὶ Θου‐
30κυδίδης εἴρηκεν «Ἠλείους δὲ ναῦς ᾔτησαν κενὰς καὶ χρήματα».] εἶτα ἡ διήγησις ‘ἐπεὶ δὲ καὶ νῦν ἐνίκησα τὸν ἀγῶνα καὶ ἠρώτησαν ὅθεν εἴην, ἐγὼ δὲ τὰ βέλ‐ τιστα ἀπεκρινάμην, οἳ δὲ ἐμαστίγωσάν με τὴν πόλιν ὑβρίζοντες, στρατεύειν ἐπ’ αὐτοὺς ἄξιον‘.
35Ἐὰν δὲ καταλύωμεν πόλεμον, ἡ προκατάστασις γε‐
νήσεται τῆς διηγήσεως ὅτι ‘μηδὲ τὴν ἀρχὴν ἐχρῆν κε‐ κινῆσθαι τοῦτον τὸν πόλεμον‘, καὶ προσχρησόμεθα ταῖς ἀπὸ τῆς ἱστορίας αἰτίαις, ἐὰν ἔχωμεν· οἷον σείεται ἐν τῷ πολέμῳ τῷ Πελοποννησιακῷ Δῆλος, καὶ γράφει115
40τις καταλύειν τὸν πόλεμον ἐν τοῖς Ἕλλησι λέγων ὅτι ‘μηδὲ τὴν ἀρχὴν ἐχρῆν κεκινῆσθαι τοῦτον τὸν πόλεμον ἐν ἡμῖν συμμάχους γε ὄντας καὶ φίλους καὶ τοῖς βαρβάροις ἀεὶ μαχομένους πρότερον, ἀφ’ οὗ καὶ ἐνδοξότεροι δια‐ τελοῦμεν ὄντες πολέμου‘, τοῦτο ἡ προκατάστασις· εἶτα
45ἡ διήγησις ‘ἐπεὶ δὲ καὶ νῦν Δῆλος σείεται χαλεπαί‐ νοντος τοῦ θεοῦ ἐπὶ ταῖς ἡμετέραις διαφοραῖς, κατα‐ λύσωμεν τὸν πόλεμον‘. —Ἐὰν δὲ μὴ βοηθώμεθα ἀπὸ τῆς ἱστορίας, ἡ προκατάστασις διαβολὴν ἕξει τοῦ πολέ‐ μου ὅτι ‘οὐκ ἐχρῆν οὐδὲ τὴν ἀρχὴν τὸν πόλεμον τοῦ‐

2

.

4

(50)

τον ἄρασθαι καταλιπόντας εἰρήνην· χαλεπὸν γὰρ πρᾶγμα πόλεμος καὶ δύσκολον‘ καὶ ὅσα ἔχει ἐν αὑτῷ κακά, ‘ἡ δὲ εἰρήνη καλόν‘ καὶ ὅσα ἔχει ἐν αὑτῇ καλά· οἷον πολεμούντων τινῶν ἐξέλιπεν ὁ ἥλιος, καὶ γράφει τις λελύσθαι τὸν πόλεμον· ἐνταῦθα γὰρ ὃν ὑπεθέμην τρό‐
55πον προδιηγούμενοι κακίσομεν τὸν πόλεμον καὶ τὴν εἰρήνην ἐπαινεσόμεθα, εἶτα χωρήσομεν εἰς τὴν διήγη‐ σιν, τὴν ἔκλειψιν διηγούμενοι τοῦ ἡλίου καὶ ὅτι διὰ
τοῦτο προσήκει καταλῦσαι τὸν πόλεμον.116

2

.

5

(t)

Περὶ ἀσεβείας ἢ φόνου.
1 Ἐὰν δὲ ἀσεβείας κατηγορῶμέν τινος, πρὸ τοῦ κατ‐ ηγορουμένου ἐγκλήματος τὰ πρεσβύτερα ζητοῦντες ἀδι‐ κήματα προδιηγησόμεθα, καὶ εἴ τι ἀσεβὲς φθάνοι ἄλλο προειργασμένος. κἂν μὲν ἱστορίαν ἔχωμεν, ἀπ’ ἐκείνης
5ζητήσομεν· ἂν δὲ ἰδιωτικὸν ᾖ τὸ πρόβλημα, κατὰ παρά‐ λειψιν διασύροντες φήσομεν ‘ἐγὼ τὸν μὲν ἄλλον βίον παραλιμπάνω λέγειν ὡς ἀσεβὴς καὶ ἐναγὴς καὶ κατὰ πάντα ἀποτρόπαιος, ὡς ἂν μὴ δοκοίην ἐνοχλεῖν ὑμᾶς μάτην, περὶ ὧν νῦν οὐ δικάζετε, περὶ τούτων ἀκού‐
10οντας, ἀλλὰ τὸ τελευταῖον αὐτῷ τολμηθὲν ἀσέβημα διέξειμι πρὸς ὑμᾶσ‘· οἷον μυούμενός τις ἐμάνη καὶ ἀσεβείας κρίνεται· ἡ αὐτὴ γὰρ προδιήγησις ἁρμόσει τῷ προβλήματι, εἶτα καταβησόμεθα εἰς τὴν διήγησιν ‘ἐπειδὴ γὰρ ὁ καιρὸς ἐνέστη τῶν μυστηρίων καὶ ἔδει
15μυεῖσθαι καθαροὺς εἰσιόντας εἰς τὸ ἀνάκτορον, τηνι‐ κάδε καὶ οὗτος οὔτε καθηράμενος ἀπὸ τῶν ἀσεβημά‐ των οὔτε ἁγνεύσας οὕτω‘ καὶ τὰ ἑξῆς. ἐν δὲ τοῖς ἀπὸ ἱστορίας οὕτω· κρίνονται Ἀθηναῖοι ἀσεβείας ἐπὶ Ποτι‐ δαίᾳ· ὅτι Ἀθηναῖοι ἀρχῆθεν ἀσεβεῖς, καὶ ὅτι Λακεδαι‐
20μόνιοι διὰ τοῦτο πρὸς αὐτοὺς τὸν πόλεμον ἐξενηνό‐
χασι, καὶ ὅτι πρῶτον μὲν τὸ Κυλώνειον ἄγος οὐκ ἠθέλησαν ἐλάσαι, εἶθ’ ὅτι τὰς τριακοντούτεις σπονδὰς ἔλυσαν, εἶθ’ ὅτι πόλεις ἀσεβῶς Ἑλληνίδας τὰς μὲν ἀνέστησαν τὰς δὲ ἐξώρισαν. εἶτα καταβησόμεθα εἰς τὴν117
25διήγησιν ‘καὶ νῦν Ποτίδαιαν ἄποικον Κορινθίων οὖ‐ σαν‘ καὶ τὰ ἑξῆς. Ἐὰν δὲ ἀπολογώμεθα, ἀνάπαλιν ποιήσομεν, εἴ τι πρεσβύτερον ἔχοιμεν τῆς κρίσεως βοηθοῦν ἡμῖν ἀπὸ ἱστορίας εὐσεβῶς πεπραγμένον, λέγοντες, εἰ δὲ ἰδιω‐
30τικὸν εἴη τὸ πρόβλημα, κατὰ παράλειψιν εἰσάγοντες, ὥσπερ ἐν ταῖς κατηγορίαις ἔφαμεν. Ὁμοίως κἂν φόνου κατηγορῶμεν ἢ βίας ἢ τοιούτων ἀδικημάτων, τὸν αὐτὸν τρόπον τὰ πρεσβύτερα βίαια ζητήσομεν, εἰ ἔχοιμεν, ἀπὸ ἱστορίας, εἰ δὲ μή, κατὰ
35παράλειψιν τιθέντες· καὶ ἐν ταῖς ἀπολογίαις ὁμοίως τὰς ἐπιεικείας ἢ ἀπὸ ἱστορίας βοηθούμενοι τιθέντες ἢ κατὰ παράλειψιν εἰσάγοντες. ποιοῦσι δὲ τὰς τοιαύτας προδιηγήσεις ἐπὶ μὲν τῶν πόλεων αἱ πράξεις, ἐπὶ δὲ τῶν ἀνδρῶν οἱ βίοι προχωροῦντες εἰς τὰς τῆς διηγή‐
40σεως χρείας.
40

2

.

6

(t)

Περὶ δημοσίων ἀδικημάτων.
1 Κἂν δημοσίων ἀδικημάτων κατηγορῶμεν, ἀπὸ τῶν πρεσβυτέρων ληψόμεθα· οἷον τριακόσιοι νύκτωρ τὰ δε‐ σμὰ ῥήξαντες αἰχμάλωτοι ἀπὸ τῶν πολεμίων φυγόντες ἦλθον εἰς τὴν πατρίδα, νόμου κελεύοντος νύκτωρ μὴ
5ἀνοίγεσθαι τὰς πύλας οὐκ ἀνέῳξεν αὐτοῖς ὁ στρατη‐ γὸς καὶ κρίνεται δημοσίων ἀδικημάτων· ἐνταῦθα γὰρ καὶ ὁ κατήγορος ἀπὸ πρεσβυτέρων ἀδικημάτων ἄρξεται λέγων ὅτι ‘ἡμεῖς μὲν αὐτὸν ἐχειροτονήσαμεν στρατηγὸν πάντων προτιμήσαντες, ὃ δὲ δύσνους ὢν ἀρχῆθεν περὶ118
10τὴν πόλιν ἐπέδειξε τοῦτο καὶ ἐν τῇ στρατηγίᾳ· οὕτω γοῦν φαύλως ἐστρατήγησεν, ὥστε καὶ ἡττήθημεν καὶ ἧτταν βαρεῖαν, ἐν ᾗ τριακοσίους πολίτας αἰχμαλώτους συνέβη γενέσθαι μετὰ τὸν τῶν ἄλλων φόνον‘· εἶτα ἐπὶ τὴν διήγησιν χωρήσομεν ‘ἀλλ’ ἐπειδὴ ἡ τύχη παρέσχε
15τοῖς πολίταις τόλμαν ῥῆξαι τὰ δεσμὰ δυνηθῆναι καὶ λαθεῖν‘ καὶ τὰ ἑξῆς. Ἐὰν δὲ ἀπολογώμεθα· ‘οὕτως ἐγὼ περὶ τὴν πόλιν εὔνους ἀρχῆθεν ἐγενόμην, ὥστε καὶ τοῦ πολέμου κατα‐ λαβόντος ὑμᾶς τῆς ἐμῆς εὐνοίας ἔχοντες δείγματα πάν‐
20τας παραλιπόντες τοὺς ἄλλους ἐμὲ στρατηγὸν ἐχει‐ ροτονήσατε‘. Τυραννοκτόνοι δὲ πάντες καὶ ἀριστεῖς ὁμοίως προ‐ διηγήσεις ἕξουσι τοὺς βίους, ἀφ’ ὧν χωροῦμεν ἐπὶ τὰς διηγήσεις τῶν πραγμάτων, ἐφ’ οἷς αἱ κρίσεις.
24

2

.

7

(t)

Περὶ διηγήσεως.
1 Ταυτὶ μὲν οὖν περὶ τῶν προκαταστάσεων τῶν ἐν ταῖς διηγήσεσι καὶ ὅθεν δεῖ ἀρχομένους μὴ ἀκεφάλως
ἐμβάλλειν τοῖς πράγμασι. Ῥητέον δὲ ἑξῆς, τίσι πλατύ‐ νεται ἡ διήγησις τρόποις. ἡμεῖς μὲν οὖν φαμεν πρῶ‐119
5τον χρῆναι τῶν λεγομένων ἕκαστον καὶ τρισὶ καὶ τέ‐ τρασι κώλοις πλατύνεσθαι ἢ καὶ πλείοσιν ἐκφέρεσθαι πολλάκις· οὐ γὰρ ἐστενοχώρηται τῆς διηγήσεως ἡ δύ‐ ναμις ῥητῷ μέτρῳ, καθάπερ καὶ τὸ προοίμιον, ἀλλ’ ἐξουσίαν ἔχει καὶ μέτρον τὴν βούλησιν ἢ τὴν δύναμιν
10τοῦ λέγοντος οἷον ‘ἐγὼ περὶ τὴν πόλιν εὔνους οὐ τή‐ μερον, οὐδὲ νῦν ἠρξάμην ἀγαπᾶν τὰ κοινά, ἀλλὰ τῆς πρὸς ὑμᾶς εὐνοίας πάλαι καὶ πρόπαλαι πολλὰ ἐξενή‐ νοχα δείγματα· καὶ ὅτι τὰ πρὸς ὠφέλειαν ὑμῖν ἀνα‐ σκοπῶ, μυριάκις δηλῶσαί μοι δοκῶ‘· τὸ γὰρ αὐτὸ
15πρᾶγμα πολλάκις ἑρμηνευθὲν κόσμον ἐνεδείξατο τοῦ λόγου. τρέφει δὲ καὶ τὴν δύναμιν τοῦ ῥήτορος μά‐ λιστα ἐν ταῖς περιγραφαῖς τοῦτο ἀσκούμενον· ἐξ ἀνάγ‐ κης γὰρ ποικίλων ὀνομάτων καὶ διαφόρων εὐποροῦ‐ μεν ζητούντων ἡμῶν ποικίλοις καὶ πολυτρόποις ὀνό‐
20μασι μεταποιεῖν τὰ κῶλα. Πρῶτον μὲν οὕτω μηκύνεται ἐξ ἑρμηνείας. ἔπειτα δὲ καὶ τὸ παραλειφθὲν ζητήσαντες λέξομεν κἀκεῖνο ἐν κώλοις ὅσοις ἂν δυνώμεθα, οἷον ‘τόδε μὲν οὐκ ἐποί‐ ησα οὐδὲ εἰργασάμην, ἐκεῖνο δὲ οὐ διεπραξάμην‘.
25Ἔπειτα μέντοι καὶ τοῦ πεπραγμένου τὴν αἰτίαν ζη‐
τήσομεν, καὶ ὅταν εὕρωμεν, ὅσοις ἂν δυνώμεθα κώλοις ἕκαστα ἀφηγησόμεθα· οὐδεὶς γὰρ νοῦς οὕτω καλὸς εἰς κατασκευὴν διηγήσεως ὡς αἰτία. Πλατύνουσι δὲ διήγησιν καὶ οἱ λογισμοί, εἰ πρὸ120
30τῶν πράξεων λέγοιμεν βεβουλεῦσθαι, ὡς, εἰ μὲν τόδε ποιήσαιμι, τόδε ἀπαντήσεται, καὶ προστιθέναι τὰς αἰ‐ τίας· εἰ δὲ τόδε ἐργασαίμην, τόδε ἀπαντήσεται. Καὶ παραδείγματος ἕνεκεν καὶ σαφηνείας τῶν θεω‐ ρημάτων καὶ ἐπὶ προβλήματος λέξομεν· ἔστω δὲ ὁ
35στρατηγὸς ὁ μὴ ἀνοίξας τὰς πύλας. ἀπὸ τοῦ παρα‐ λειφθέντος πρῶτον ‘ἡμεῖς γὰρ ἐνστάντος τοῦ πολέμου καὶ καταρραγείσης τῆς μάχης καὶ κινηθείσης ἡμῖν πρὸς τοὺς ἐχθροὺς φιλονεικίας ἄλλον μὲν οὐδένα τῶν πάν‐ των στρατηγὸν ἐχειροτονήσαμεν οὐδὲ ἐπεστήσαμεν τοῖς
40πράγμασιν οὐδὲ τὸ στρατόπεδον ἐπιστεύσαμεν‘, εἶτα τὸ πραχθὲν ‘τοῦτον δὲ στρατηγεῖν ἠξιώσαμεν καὶ τὸ ἀξίωμα τῆς πόλεως ἐπιστεύσαμεν καὶ πᾶσαν τὴν δύ‐ ναμιν ἔχειν καὶ τάττειν ὅπως ἐθελήσειεν ἐπετάξαμεν‘, εἶθ’ ἡ αἰτία ‘οὐχ ὡς μὰ τὴν ἀλήθειαν προδώσοντος αὐ‐
45τοῦ τὴν πόλιν καὶ τοὺς ἐχθροὺς ἀγαπήσοντος, ἀλλ’ ὡς εὐνοϊκῶς προστησομένου τῶν ἡμετέρων πραγμάτων. ὃ δὲ ταῦτα πιστευθεὶσ‘ πάλιν ἐκ τῶν παραλειφθέντων ‘οὔτε ἐστρατήγει καλῶς οὔτε ἐξηγεῖτο τῶν πραγμάτων σεμνῶσ‘· εἶθ’ ἡ αἰτία τοῦ παραλειφθέντος ‘δύσνους

2

.

7

(50)

γὰρ ἦν περὶ τὴν πόλιν καὶ ἄδικος πάνυ· ἀλλὰ καὶ αἴτιος ἡμῖν ἥττης ἐγένετο. ἐπεὶ δὲ ὁ θεὸς καλῶς ποιῶν
καὶ κηδόμενος τῶν τῆς πόλεως πραγμάτων καὶ ἐπαν‐ ορθούμενος τὰ τῆς πόλεως πταίσματα κατὰ νοῦν ἐποίησε τοῖς πολίταις ῥῆξαι τὰ δεσμὰ καὶ φυγεῖν δυ‐121
55νηθῆναι καὶ σωθῆναι πρὸς ἡμᾶσ‘, εἶτα ἀπὸ τῶν λο‐ γισμῶν ‘ἐνταῦθα ὁ στρατηγὸς ἐλογίσατο, ὡς, εἰ μὲν ἀνοίξει τὰς πύλας, σωθῆναί τε παρασκευάσει τοὺς τριακοσίους καὶ οὐδὲν ὄφελος αὐτῷ τῆς προδοσίας ἔσται καὶ τῆς ἥττης ἡμῖν ἀπαντήσει παραμυθία, εἰ δὲ
60μὴ ἀνοίξειεν, ὡς πληρώσει τε τὴν ἐπιθυμίαν καὶ πάν‐ τες τεθνήξονται καὶ εἰς στενὸν κομιδῇ καταστήσεται τὰ ἡμέτερα—τοῦτο, ὃ καὶ πράττειν προείλετο‘. καὶ παρα‐ τηρητέον, ὅτι καὶ τὰ πραττόμενα καὶ τὰς αἰτίας τῶν πραττομένων καὶ τὰ παραλειπόμενα καὶ τὰς αἰτίας τῶν
65παραλειπομένων καὶ τοὺς λογισμοὺς καὶ πάντα ἐν πολ‐ λοῖς κώλοις καὶ ποικίλοις λέγειν δυνάμεθα. Εἰ δὲ τρόπος ἐν διηγήσει τῶν πεπραγμένων πλατύ‐ νοιτο, διασκευάζεται τὸ πρόβλημα, οὐ διηγεῖται· αἰτία μὲν γὰρ διήγησιν, τρόπος δὲ διασκευὴν κατασκευάζει.
70τρόποι δὲ διηγήσεως τρεῖς, ἁπλοῦς, ἐγκατάσκευος, ἐν‐ διάσκευος. ὅταν μὲν οὖν ᾖ τὰ πράγματα πολλὰ καὶ ποικίλα καὶ ἱκανὰ καὶ βαρῇ τοὺς ἀντιδίκους, ἡμῖν δὲ
βοηθῇ, ἁπλῇ χρησόμεθα τῇ διηγήσει· οὐ δεῖται γὰρ ἰσχυρῶν λόγων τὸ αὐτομάτως ἰσχῦον πρᾶγμα. ἐὰν δὲ122
75σύντομος ᾖ καὶ πολιτικὴ ἡ διήγησις, τῷ ἐγκατασκεύῳ χρησόμεθα τρόπῳ ταῖς αἰτίαις κατασκευάζοντες αὐτήν, ἵνα γένηται ῥητορικωτέρα τῇ προσθήκῃ τῶν αἰτιῶν εἰς τὴν κατασκευὴν βοηθουμένη. ἐὰν δὲ ᾖ σύντομος καὶ φαιδροτέρα, τῷ ἐνδιασκεύῳ χρησόμεθα τρόπῳ μὴ
80φειδόμενοι μηδὲ τῶν ἀπὸ τοῦ τρόπου κατασκευῶν· ἐνδιάσκευος γάρτοι διὰ τοῦτο κέκληται, ὅτι τοῖς ἀπὸ τῆς διασκευῆς μέρεσι βοηθεῖται. ἔφαμεν δὲ ἤδη φθά‐ σαντες, ὅτι αἰτία μὲν κατασκευάζει, τρόπος δὲ δια‐ σκευάζει.
85 Ἁπλῆ μὲν οὖν διήγησις παρὰ Δημοσθένει ἐν τῷ Κατὰ Κόνωνος αἰκίας «ἐξήλθομεν εἰς Πάνακτον ἔτος τουτὶ τρίτον. καὶ μεθ’ ἡμῶν ἐσκήνωσαν οἱ Κόνωνος υἱεῖς καὶ προσούρουν τε ἡμῖν καὶ τὰς ἀμίδας κατερ‐ ρήγνυον»· οὐ γὰρ εἶχε μᾶλλον δεινῶσαι τῷ λόγῳ ἢ τὰ
90πράγματα λέγων αὐτὰ ὁ ῥήτωρ ψιλά, ἃ ἔπραττον ἐκεῖ‐ νοι· γυμνὰ γάρτοι λεγόμενα πλέον ἰσχὺν ἔλαβεν, ἢ εἴ τις αὐτὰ ἐκόσμει λόγοις. Ἐγκατάσκευος δέ ἐστιν ἡ Κατὰ Ἀριστοκράτους. φά‐
σκων γὰρ Χερρόνησον κινδυνεύειν τῇ πόλει τὰς αἰτίας123
95λέγει, δι’ ἃς ἐσῴζετο, καὶ τὰς αἰτίας, ἐξ ὧν ἀπολεῖται· «ἔστι γὰρ τοῦτο, τελευτήσαντος Κότυος Βηρισάδην καὶ Ἀμάδοκον καὶ Κερσοβλέπτην τρεῖς ἀνθ’ ἑνὸς Θρᾴκης γενέσθαι βασιλέας· συμβέβηκε γὰρ ἐκ τούτου αὑτοῖς μὲν ἀντιπάλους εἶναι τούτους, ὑμᾶς δὲ ὑπέρχεσθαι

2

.

7

(100)

καὶ θεραπεύειν». καὶ καθάπαξ ἡ διήγησις πᾶσα διὰ τῆς θεωρίας πεπλήρωται ταύτης. Ἐνδιάσκευον δὲ ἐκεῖνο τὸ μέρος τῆς διηγήσεως ἐν τῷ Περὶ τῆς παραπρεσβείας παρὰ τῷ Δημοσθένει «θέαμα δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἐλεεινόν· ὅτε
105γὰρ νῦν ἐπορευόμεθα εἰς Δελφούς, ἐξ ἀνάγκης ἦν ὁρᾶν ταῦτα πάντα, οἰκίας κατεσκαμμένας, τείχη περι‐ ῃρημένα, χώραν ἔρημον τῶν ἐν ἡλικίᾳ, γύναια δὲ καὶ παιδάρια ὀλίγα καὶ πρεσβύτας ἀνθρώπους οἰκτρούς». Τὸ δὲ ἄριστον καὶ ἀναγκαιότατον εἰδέναι, ὅτι τῶν
110διηγήσεων αἱ μὲν πλεῖσται πᾶσιν ὑποπίπτουσι τοῖς τρόποις, ὥστε τινὰ μὲν αὐτῶν μέρη ἁπλᾶ εἶναι, τινὰ δὲ ἐγκατάσκευα, τινὰ δὲ ἐνδιάσκευα, ὡς φαίνεται ἡ διήγησις αὕτη παρὰ τῷ Δημοσθένει, μᾶλλον δὲ αἱ πλείους· τὸ μὲν γὰρ λέγειν ‘ὑμεῖς τοῦτον ἐχειροτονή‐
115σατε πρεσβευτὴν οὐχ ὡς τῶν ἀποδωσομένων τὰ ὑμέ‐ τερα, ἀλλ’ ὡς τῶν φυλαξόντων τοὺς ἄλλουσ‘ τῆς ἐγκατα‐ σκεύου μέρος ἐστί, τὸ δὲ λέγειν ‘ὁ δὲ τῇ πρώτῃ τῶν ἐκκλησιῶν πάντα εἰπὼν κατὰ Φιλοκράτους, τῇ δ’ ὑστε‐
ραίᾳ μεταβαλόμενος δῆλός ἐστι προδιδόναι‘ ἁπλῶς124
120λέγει καὶ ἁπλῶς διηγεῖται, ἐπὶ τέλει δὲ ἐδείξαμεν ὅτι ἐνδιασκεύως τὰ περὶ Φωκέας διηγεῖται. Ἀκμὴ δὲ διηγήσεως τριχῶς γίνεται, ἤτοι τοῦ πράγ‐ ματος αὐτοῦ ἢ τῆς ἀξιώσεως ἢ τῆς αἰτίας τῆς ἀξιώ‐ σεως συνεχῶς διαφόροις κώλοις καὶ ποικίλοις λεγομέ‐
125νης, ἢ καὶ τῶν δύο ἢ καὶ τῶν τριῶν πολλάκις ὁμοίως παραλαμβανομένων· οὕτω γὰρ ἡ ἀκμὴ μείζων γίνεται καὶ ποικίλη μᾶλλον, ἐὰν τὸ πρᾶγμα τρισὶ κώλοις ἢ τέτρασιν εἴπωμεν, ἐπὶ τέλει δὲ καὶ τὴν ἀξίωσιν καὶ τῆς ἀξιώσεως τὴν αἰτίαν. οἷον ἐνώπιόν τις τῆς μητρὸς
130ἀπέκτεινε τὸν υἱὸν κατὰ τὸν τῶν ἀκρίτων νόμον, ἐξ‐ έθανεν ἡ μήτηρ, καὶ κρίνεται ὁ πατὴρ αἰτίας θανάτου· ‘καὶ συλλαβὼν τὸν υἱὸν ἔπαιεν, ἐτίτρωσκεν, ἐφόνευεν ὁμοῦ τῇ γυναικί, ὡς ἀλλοτρίους, ὡς ἐχθρούς, ὡς ἔκ τινος τῶν πολεμίων γεγονότασ‘ τὸ πρᾶγμα τοῦτο· εἶτα
135ἡ ἀξίωσις ‘τίς οὐκ ἀγανακτεῖ, τίς οὐκ ὀργίζεται, τίς οὐ χαλεπαίνει τοῖς γεγενημένοις; τίς οὐκ ἀπαιτεῖ τὴν προσήκουσαν τιμωρίαν‘, εἶτα ἡ αἰτία ‘δι’ ὃν πεπλήρω‐ ται μιασμάτων ἡ οἰκία, δι’ ὃν ἄθεσμοι φόνοι, δι’ ὃν ἀσεβεῖς σφαγαί, δι’ ὃν γένος ὅλον ἔρριπται πεφονευ‐
140μένον, παρ’ οὗ ἥκιστά τις ἂν προσεδόκησεν;‘125

3

.

1

Τὸ τρίτον μοι σύνταγμα τουτὶ γέγονεν, ὦ κράτιστε Ἰούλιε Μᾶρκε, περὶ ὧν ἤδη σοι φθάνω καὶ δι’ ἐμαυ‐ τοῦ πολλάκις τεχνολογήσας, τοῦ κορυφαίου τῆς ῥητο‐ ρικῆς μέρους· ἔστι δὲ ἥ τε τῶν κεφαλαίων εἰσαγωγὴ
5καὶ οἱ τρόποι τούτων καὶ δι’ ὅσων γίνονται, εἶτα περὶ τῶν λύσεων καὶ ἐξ ὅσων συνίστανται, εἶτα ἐπιχειρη‐ μάτων καὶ τῶν τόπων, ἐξ ὧν λαμβάνονται, εἶτα ἐργα‐ σιῶν, αἳ καθ’ ἕκαστον τῶν ἐπιχειρημάτων ἐκλαμβά‐ νουσαι ἐργάζονται, καὶ μὴν καὶ τῶν ἐπὶ τούτοις ἐνθυ‐
10μημάτων ἐμοὶ παρευρεθέντων, ἀφ’ ὧν τὸ ἀκρότατον τῆς δριμύτητος καὶ παρὰ τοῖς ἀρχαίοις εὑρίσκεται· περαιτέρω δὲ τούτων προβαίνουσαν τὴν ῥητορικὴν οὐχ εὑρήκαμεν, ἀνακυκλουμένην δέ γε. πρὸ δὲ τούτων βραχέα μοι περὶ προκατασκευῆς εἰπεῖν ἔδοξεν.
14

3

.

2

(t)

Περὶ προκατασκευῆς.
1 Ἡ προκατασκευὴ πρεσβύτερόν ἐστι μέρος λόγου τῆς κατασκευῆς, ὡς δηλοῖ καὶ τοὔνομα. ἔργον δὲ αὐτῆς τὸ προεκτίθεσθαι τὰ κεφάλαια καὶ τὰ ζητήματα, οἷς περι‐
πλακεὶς ὁ λόγος συμπληρώσει τὴν ὑπόθεσιν, οἷόν ἐστιν126
5ἐκεῖνο παρὰ τῷ Δημοσθένει «δίκαιον δέ ἐστιν ἴσως ἐμὲ τρία ὑμῖν ὑπεσχημένον, ἓν μὲν ὡς παρὰ τοὺς νό‐ μους τὸ ψήφισμα εἴρηται, δεύτερον δὲ ὡς ἀσύμφορόν ἐστι τοῦτο τῇ πόλει, τρίτον δὲ ὡς ἀνάξιός ἐστι τού‐ των τυχεῖν Χαρίδημος, ἁπάντων τούτων ὑμῖν αἵρεσιν
10δοῦναι, τί πρῶτον ἢ τί δεύτερον ἢ τί τελευταῖον βου‐ λομένοις ὑμῖν ἐστιν ἀκοῦσαι»· ταῦτα γάρτοι προειπὼν πᾶσαν ἡμῖν ἐπὶ κεφαλαίου τὴν τομὴν ἐσήμανε τοῦ λό‐ γου, εἶτα καθ’ ἕκαστον αὐτῶν λαβὼν διεπεράνατο ταῖς κατασκευαῖς τὰς ἁρμοττούσας ἑκάστῳ τῶν ἐπιχειρήσεων
15προσαγαγὼν δυνάμεις. καὶ μὴν καὶ ἐν τῷ τῆς Παρα‐ πρεσβείας λόγῳ προκατασκευῆς ἔχει χώραν καὶ δύνα‐ μιν τὸ λέγειν αὐτὸν «σκέψασθε παρ’ ὑμῖν αὐτοῖς, τί‐ νων προσήκει λόγον παρὰ πρεσβευτοῦ λαβεῖν· πρῶτον μὲν τοίνυν ὧν ἀπήγγειλε, δεύτερον δὲ ὧν ἔπεισε, τρί‐
20τον δὲ ὧν προσετάξατε αὐτῷ, μετὰ ταῦτα τῶν χρόνων· ἐφ’ ἅπασι δὲ τούτοις, εἰ ἀδωροδοκήτως ἢ μὴ ταῦτα πάντα πέπρακται»· καὶ γὰρ ἐνταῦθα ἐπὶ κεφαλαίων τὰ ἐγκλήματα προὔθηκεν, ὧν καθ’ ἕκαστον ἐξελέγξει καὶ ἀποδείξει. εἰ δὲ ζητοίης, εἰ τούτοις τέτμηκε τοῖς κεφα‐
25λαίοις τὸν λόγον ἢ εἰ τούτοις μόνοις ἢ εἰ τῇ τάξει ἐχρήσατο τῆς ἐπαγγελίας ἐν τῇ κατασκευῇ, λόγον ἴδιον ζητεῖς θεωρίας καὶ τέχνην τοῦ τῆς Παραπρεσβείας καὶ
οἰκονομίαν, οὐκ ἀναιρεῖς τὸ μὴ οὐ προεκτίθεσθαι τὰ κεφάλαια τὸν ῥήτορα, ὃ τῆς προκατασκευῆς ἐστιν ἴδιον·127
30πολὺ δὲ δήπουθεν διενήνοχε τεχνολογῆσαι διδασκαλι‐ κὴν θεωρίαν ἢ θεωρῆσαι δικανικὴν ἀνάγκην λόγου· πρὸς τὸ χρήσιμον τῶν ζητουμένων διοικονομουμένου· ἐπεὶ κἀκεῖνό σοι ἀστεῖον καὶ χάριεν προειρῆσθαι, ὡς τετηρήκαμεν τὴν προκατασκευὴν ταύτην οὐ μιᾷ χώρᾳ
35συνεζευγμένην ἀλλὰ διπλῇ· ποτὲ μὲν γὰρ μετὰ τὰ προ‐ οίμια τάττει τὴν προκατασκευήν, ὡς ἐν τῷ τῆς Παρα‐ πρεσβείας λόγῳ, ποτὲ δὲ μετὰ τὴν διήγησιν, ὡς ἐν τῷ Κατὰ Ἀριστοκράτους λόγῳ. Καὶ τοῦτο μὲν ἐξήρκεσεν ἂν εἰπεῖν ἄλλῳ, ὅτι διττὴν
40ἔχει χώραν, σοὶ δὲ οὐκ ἀποκρύψομαι παραστῆσαι, τί ποτε τῷ ῥήτορι ἐνενόησα. καὶ γὰρ οὖν καὶ αὐτῷ δια‐ πορῆσαί μοι παρέστη γενομένῳ τοῦ πράγματος ἐν ἐπι‐ στάσει καὶ εὗρον τὸν ῥήτορα, εἰ μὲν ἀπατήσειν μὴ μέλλοι τοὺς δικαστάς, ἀλλὰ πληρώσειν τὴν ἐπαγγελίαν
45καθαρῶς, μετὰ τὴν διήγησιν τιθέντα τὴν προκατασκευὴν καὶ ἅμα συνάπτοντα καὶ ἐπάγοντα τὴν κατασκευήν, ὥστε ἔτι τῆς μνήμης οὔσης ἐναύλου τῆς κατὰ τὴν ἐπαγγελίαν μηδὲν ψεύδεσθαι δοκεῖν, ἀλλ’ ὡς ἐπηγγεί‐ λατο τιθέντα τὴν κατασκευὴν οὕτως· ὅταν δὲ μέλλῃ

3

.

2

(50)

δικαίως μὲν δοκεῖν ἐπαγγέλλεσθαι, τὴν ἐπαγγελίαν δὲ παρ’ οὐδὲν τίθεσθαι, τηνικαῦτα μετὰ τὰ προοίμια προ‐ κατασκευάζοντα καὶ μεταξὺ τὴν διήγησιν τάττοντα, εἶθ’ οὕτω τῆς μνήμης διὰ τῆς διηγήσεως ἐξελόντα τὴν
ἐπαγγελίαν κατασκευάζοντα ὕστερον, ὡς βούλεται· καθά‐128
55περ οὖν ἐν τῷ τῆς Παραπρεσβείας ἑάλωκε λόγῳ· καὶ γὰρ ἐνταῦθα φήσας δεῖν πρῶτον εὐθύνας ἀπαιτεῖν ὧν ἀπήγγειλε, τὸ ‘ἀνεύθυνος ἐπὶ λόγοισ‘ μετὰ πολλὰ τέθεικε κεφάλαια, καὶ ὅλως τὴν τάξιν τῆς ἐπαγγελίας συγχέας οὐχ ὡς ἐπηγγείλατο κατεσκεύασεν. εἰ δὲ εἰς
60τὸν λόγον αὐτὸν δέοι λέγειν, καθ’ ἕκαστον τῶν μερῶν ἰδίας ἔχει τέχνας καὶ ἀπορρήτους, οὐ μέντοι τὰ τῆς οἰκονομίας ἐκείνης ἴδια κοινὰ διδασκαλίας τεχνῶν τοι‐ ούτων δύναται γενέσθαι. Εὗρον καὶ ἄλλο προκατασκευῆς εἶδος παρευρεθὲν
65τοῖς ἀρχαίοις, ὃ κεφαλαίων μὲν ἐπαγγελίαν οὐκ ἔχει, ἀπόδειξιν δὲ παρίστησι τοῦ κατὰ τοὺς νόμους δοκεῖν εἰσέρχεσθαι τὴν κρίσιν. προκατασκευὴ δ’ ἂν καλοῖτο καὶ τοῦτο εἰκότως, ὅτι λόγος ἐστὶ πρὸ τῶν κεφαλαίων λεγόμενος εἰκόσι λογισμοῖς πᾶσαν τὴν κατασκευὴν προ‐
70καλούμενος. καὶ τούτῳ κέχρηνται πολλοὶ τῶν ἀρχαίων, ἀλλὰ καὶ Δημοσθένης ἐν τῷ Κατὰ Μειδίου. τῆς γὰρ στάσεως οὔσης ὁρικῆς, καὶ τεμνομένων τῶν ὅρων οἷς ἴσμεν τόποις, κέχρηται νοήμασι τοῖς διδοῦσι κατὰ τῶν οὕτως ἀδικησάντων περὶ τὴν ἑορτὴν ἐξουσίαν εἶναι
75προβολῆς τοῖς κατηγορεῖν ἐσπουδακόσιν, εἰ παρὰ τὰ διωρισμένα τις ἐκ τῶν νόμων ἐν τοῖς Διονυσίοις ποιεῖ, καὶ τοῦτο ἀποδείξας καὶ ἀναγνοὺς ἐκ νόμων οὕτως ἐχώρησεν εἰς τὴν μελέτην τοῦ ὅρου· καίτοι τό γε τὴν
κατηγορίαν ἐκ νόμων εἰσιέναι ταύτην οὐδὲν ἔμελλε129
80διοίσειν οὔτε τῇ κατασκευῇ τοῦ ὅρου οὔτε τῇ νίκῃ τοῦ τὸ πραχθὲν ἀσέβειαν εἶναι δοκεῖν, οὐχ ὕβριν. — Καὶ μέντοι καὶ Αἰσχίνης ἐν τῷ Κατὰ Τιμάρχου λόγῳ τῷ αὐτῷ τρόπῳ τῆς προκατασκευῆς ἐχρήσατο. καὶ γὰρ ἐκεῖνος πορνείας γραφὴν ἐνστησάμενος καὶ τοῦ τὰ
85πατρῷα κατεδηδοκέναι τὸν Τίμαρχον προκατασκευῇ κέχρηται τῇ διδούσῃ κατὰ τῶν ἀσελγῶς ζησάντων ἐξ‐ ουσίαν εἶναι κατηγορίας καὶ γραφῆς· καίτοι τοῦτο οὔτε τοῦ στοχασμοῦ τῶν κεφαλαίων ἅπτεται οὔτε πρὸς τὴν νίκην αὐτῷ τοῦ τὸν κρινόμενον αἱρήσειν συναγω‐
90νίζεται· καὶ γὰρ εἰ τὰ μάλιστα διδόασιν οἱ νόμοι τὴν ἐξουσίαν τοῖς βουλομένοις κατηγορεῖν κατὰ τῶν οὕτω ζησάντων, οὐδέν τι παρὰ τοῦτο μᾶλλον ὁ Τίμαρχος ἐλήλεγκται τοιοῦτος ὢν ἐκ τούτων τῶν νοημάτων, οἷον αὐτὸν ἐν τοῖς κεφαλαίοις ἀποδείξει, ἀλλ’ ἔστιν ἀπηλ‐
95λοτριωμένη τῶν ζητημάτων ἡ τοιάδε προκατασκευή. — Εἰ δέ μοι λέγοι τις, ὡς ὁ Δημοσθένης ἐν τῷ Κατὰ Τιμοκράτους λόγῳ μεταξὺ τῶν δύο νομίμων, τοῦ τε παρανόμως εἰσενηνοχέναι τὸν νόμον 〈Τιμοκράτην δει‐ κνύντος καὶ τοῦ τὸν εἰσενηνεγμένον εἶναι παράνομον〉

3

.

2

(100)

τὸν ὑπὸ Τιμοκράτους γραφέντα, μέσῳ κέχρηται τούτῳ τῷ νοήματι ἐν τοῖς κεφαλαίοις, ὅτι κατὰ τῶν μὴ ποιη‐
σάντων, ἃ προστάττουσιν οἱ νόμοι, νομοθετοῦντες καὶ τὸ πῶς, διδόασιν ἐξουσίαν κατηγορίας τοῖς βουλομένοις, ἐρῶ τὰς αἰτίας, καθ’ ἃς ἐκεῖ μὲν κεφαλαίων μέρος ἐγέ‐130
105νετο, προκατασκευῆς δὲ ἐνταῦθα. ὅταν μὲν γὰρ ἄλλης στάσεως ὁ λόγος ᾖ κεφαλαίοις ἄλλοις διαιρουμένης, τῷ νομίμῳ δὲ οὐ κατασκευασθησομένης, τότε προκατα‐ σκευὴ τὸ νόμιμον γίνεται, ὡς ἐν τῷ Κατὰ Τιμάρχου στοχασμοῦ τῆς στάσεως οὔσης προκατασκευὴ τὸ νόμι‐
110μον ἐγένετο καὶ ἐν τῷ Κατὰ Μειδίου ὅρου οὔσης τῆς στάσεως ἀπὸ τῆς προκατασκευῆς τὸ νόμιμον ἐγένετο· οὔτε γὰρ ὅρος οὔτε στοχασμὸς τούτῳ τῷ κεφαλαίῳ τέμνονται. ὁ δὲ Κατὰ Τιμοκράτους λόγος πραγματικῆς ὢν τῆς κατὰ νόμου εἰσφορᾶς ὀφείλων τῷ νομίμῳ κατα‐
115σκευασθῆναι τὸ ἐκ τοῦ νόμου βοηθοῦν μέρος αὐτῷ τετήρηκε τῷ νομίμῳ. ἄξιον δὲ κἀκεῖνο τηρῆσαι τῶν ῥητόρων ἐν τούτοις, ὅτι καινοὺς ἀγῶνας εἰσιόντες ὃ μὲν πορνείας, ὃ δὲ τῆς περὶ τὰ Διονύσια προβολῆς, οἷς οὐκ ἦσαν Ἀθηναῖοι συνειθισμένοι τῷ μηδένα τοι‐
120οῦτον πρότερον εἰσελθεῖν, ἀναγκαίως ἐχρήσαντο ταύτῃ τῇ προκατασκευῇ, ὡς ἂν μὴ προσκρούοιεν τοῖς δικα‐ σταῖς ἐκ τοῦ τὰ πρὸς μηδενὸς ἄλλου γενόμενα τολμᾶν εἰσάγειν, ἀλλὰ προσεκτικὸς καὶ διδασκαλικὸς τῆς κατ‐ ηγορίας ὁ λόγος γένοιτο τοῖς δικασταῖς μαθοῦσιν, ὅτι,
125περὶ ὧν πρῶτον δικάζουσιν, ἐκ νόμων ὥρμηνται καὶ
ἀπὸ τῆς τῶν νόμων βουλήσεως.131

3

.

4

(t)

Περὶ κεφαλαίων.
1 Περὶ μὲν τῆς τῶν κεφαλαίων εὑρέσεως κατὰ τὴν διαιρετικὴν ἐξεθέμεθα τέχνην, καὶ ὅσα ἑκάστης τῶν στάσεων ἴδια καὶ ὅσα κοινὰ καὶ τὰ τούτων διάφορα· νυνὶ δὲ πρόκειται δεῖξαι, πῶς τῆς διαιρετικῆς τέχνης
5ὑποβαλλομένης τῶν κεφαλαίων ἕκαστον ἡμεῖς ἐκλαβόν‐ τες αὐτὸ κατασκευάσομεν· τὸ γὰρ πᾶν τῆς ῥητορικῆς ἰσχυρὸν ἐν τούτοις ἵσταται καὶ τὸ τῆς νίκης κράτος ἐν τῇ κατασκευῇ τῶν κεφαλαίων διαφαίνεται. Κεφάλαιον τοίνυν ἤτοι παρ’ ἡμῶν αὐτῶν εἰσάγομεν,
10ὃ δεῖται κατασκευῆς, ἢ παρὰ τῶν ἐχθρῶν τίθεται, ὃ δεῖται λύσεως. οἷον ἐὰν μὲν ἀπολογώμεθα ἐν τοῖς στο‐ χασμοῖς, τὴν τῶν ἐλέγχων ἀπαίτησιν ἡμεῖς εἰσάγομεν λέγοντες ‘ἐλέγχους πάρασχε‘, εἶτα κατασκευάζομεν ἐκ τῶν ἐπιχειρημάτων συνιστάντες ὅτι ‘δεῖ παντὸς πράγ‐
15ματος ἐλέγχους παρέχεσθαι καὶ παντὸς ἐγκλήματοσ‘. ἐὰν δὲ κατηγορῶμεν, ἀνάγκη τοῦ ἐχθροῦ τὸ κεφάλαιον
τιθέντος καὶ λέγοντος ‘ἐλέγχους πάρασχε‘ ἡμᾶς λύειν λέγοντας ‘οὐ δεῖ ἐλέγχους παρέχεσθαι παντὸς πράγμα‐ τοσ‘ καὶ εἰς τοῦτο κατασκευῆς εὐπορῆσαι τῆς ἀπὸ τῶν132
20ἐπιχειρημάτων, ἵνα δείξωμεν, ὅτι μὴ δεῖ τοὺς ἐλέγχους ἀπαιτεῖν. καὶ ἐν ταῖς πραγματικαῖς, εἰ τύχοι, ἢ τιθέ‐ μεθα κεφάλαιον λέγοντες ‘οὐ δεῖ καινοτομεῖν‘ ἢ ‘οὐ δεῖ παρὰ τὰ δόξαντα λέγειν‘ ἢ ‘οὐ δεῖ ἔθος καταλύ‐ ειν‘, καὶ ὅ τι ἂν τούτων εἰσάγωμεν, ἐκ τῶν ἐπιχειρη‐
25μάτων εἰς τὰς κατασκευὰς βοηθούμεθα δεικνύντες, ὅτι μηδὲν τούτων δεῖ ποιεῖν, ἢ καινοτομεῖν ἢ τὰ δόξαντα λύειν ἢ ἔθος παραβαίνειν· ἢ τεθὲν παρὰ τῶν ἀντιδί‐ κων λεγόντων, ὅτι οὐ δεῖ ταῦτα ποιεῖν, ἡμεῖς αὖθις δεόμεθα λύσεως, ἵνα δείξωμεν, ὅτι δεῖ καινοτομεῖν
30καὶ τὰ δόξαντα λύειν καὶ ἔθος παραβαίνειν, καὶ εἰς τὴν τούτων κατασκευὴν βοηθούμεθα τοῖς ἐπιχειρήμασι. Πολλῶν δὲ πολλὰ ἐκθεμένων περὶ ἐπιχειρήματος καὶ πολὺν ἀναλωσάντων λόγον καὶ μηδενὸς δυνηθέντος σαφῶς παραστῆσαι, πειράσομαι ὅτι μάλιστα σαφέστατα
35διακρῖναι, τίς εὕρεσις ἐπιχειρήματος, ὃ κατασκευάζει τὸ κεφάλαιον ἢ τὴν λύσιν, καὶ τίς εὕρεσις ἐργασίας, ἣ κατασκευάζει τὸ ἐπιχείρημα, καὶ τίς εὕρεσις ἐνθυμή‐ ματος, ὃ κατασκευάζει τὴν ἐργασίαν. ἐὰν μὲν οὖν ἡμεῖς εἰσάγωμεν κεφάλαιον, ἁπλῆς δεήσει τῆς θέσεως καὶ
40τῆς εἰς τοῦτο κατασκευῆς εὐπορήσομεν ἀπὸ τῶν ἐπι‐ χειρημάτων μετὰ προτάσεως. τὸ δὲ ἐντελέστερον, ἐὰν τιθῆται ἀπὸ τῶν ἐχθρῶν καὶ εἰσάγηται· τότε γὰρ δεῖ
κοσμῆσαι τὸ κεφάλαιον προτάσει, ὑποφορᾷ, ἀντιπρο‐ τάσει, λύσει τῇ καὶ ἀνθυποφορᾷ καλουμένῃ. ὃ δὲ τού‐133
45των ἕκαστόν ἐστι, σαφῶς παραστήσω· πρότασις μὲν γάρ ἐστιν ἡ ἐπαγγελία τῆς ὑποφορᾶς, ὑποφορὰ δὲ ὁ τοῦ ἐχθροῦ λόγος, ἀντιπρότασις δὲ ἡ τῆς λύσεως ἐπαγ‐ γελία, εἶτα ἡ λύσις, ἣν ποιούμεθα ἐκ τῆς τῶν ἐπιχει‐ ρημάτων κατασκευῆς. οἷον εἰ τύχοι κατατρέχει Χερρό‐

3

.

4

(50)

νησον Φίλιππος, γράφει Δημοσθένης διορύξαι τὸν Ἰσθμόν· ‘τάχα τοίνυν καὶ τοιοῦτος ἥξει λόγος παρὰ τῶν ἀντιδίκων‘ τοῦτο ἡ πρότασις, ‘ὡς χαλεπὸν διορύ‐ ξαι Χερρόνησον‘ τοῦτο ἡ ὑποφορά, ‘ἔστι δὲ τοῦτον αὐτῶν οὐ χαλεπὸν διαλῦσαι τὸν λόγον‘ τοῦτο ἡ ἀντι‐
55πρότασις, ‘τὸ γὰρ διορύσσειν πρᾶγμα ῥᾴδιον‘ τοῦτο ἡ λύσις, ἥτις δεῖται ἐπιχειρημάτων. Τὸ μὲν οὖν πλῆρες κεφάλαιον οὕτω. —Λείπει δὲ πολλάκις ἡ πρότασις οὐδὲν βλάπτουσα τὴν ὑποφοράν—κόσμος γάρ ἐστι τοῦ λόγου καὶ πλέον οὐδὲν πολλάκις· ἔσθ’ ὅτε γὰρ
60καὶ θεωρίας ἐνδείγματα καλλίστης ἐμφανίζουσιν ἥ τε πρότασις καὶ ἡ ἀντιπρότασις, εἰ τῆς ἑρμηνείας τοῖς ὀνό‐ μασι προσέχοιμεν, ἐξ ὧν τὸ εἶδος τῆς ὑποφορᾶς ὅπως διασύρεται καὶ διαδείκνυται θεωροῦμεν—, οἷον «ἀγαν‐ ακτήσει τοίνυν αὐτίκα δὴ μάλα, ὡς ἐγὼ πυνθάνομαι,
65εἰ μόνος τῶν ἐνταυθοῖ πολιτευομένων λόγων εὐθύνας ὑφέξει». εἰ μὲν γὰρ ἔλεγε ‘πυνθάνομαι τοίνυν αὐτὸν περιάγοντα κατὰ τὴν ἀγορὰν λέγειν, ἃ καὶ νῦν ἴσως πρὸς ὑμᾶς ἐρεῖ ἀγανακτῶν, εἰ μόνος τῶν ἐνταυθοῖ
πολιτευομένων λόγων εὐθύνας ὑφέξει‘, μετὰ προτάσεως134
70ἔκειτο· ἐν οἷς γὰρ λόγοις ἐλπίζεται ἡ ὑποφορά, τοῦτό ἐστιν ἡ πρότασις· τὸ δὲ λέγειν «ἀγανακτήσει τοίνυν, εἰ μόνος τῶν ἐνταυθοῖ πολιτευομένων λόγων εὐθύνας ὑφέξει» τοῦτό ἐστιν ἡ ὑποφορά. —Ποτὲ δὲ ἡ ἀντι‐ πρότασις λείπει, τουτέστιν ἡ τῆς λύσεως ἐπαγγελία,
75οἷον «ἔστι δὲ οὐκ ἄδηλον, ὦ Ἀθηναῖοι, τοῦθ’, ὅτι Λεπτίνης, κἄν τις ἄλλος ὑπὲρ τοῦ νόμου λέγῃ, δίκαιον μὲν οὐδὲν ἐρεῖ περὶ αὐτοῦ» μέχρι τούτου ἡ πρότασις· «φήσει δὲ ἀναξίους τινὰς ἀνθρώπους εὑρομένους ἀτέ‐ λειαν ἐκδεδυκέναι τὰς λειτουργίας» τοῦτο ἡ ὑποφορά·
80«ἐγὼ δὲ ὅτι μὲν τινῶν κατηγοροῦντα πάντας ἀφαι‐ ρεῖσθαι τὴν δωρεὰν τῶν ἀδίκων ἐστίν, ἐάσω» τοῦτο εὐθέως ἡ λύσις. λείπει δὲ ἡ ἀντιπρότασις· ἦν δὲ ἂν πλῆρες, εἰ ἔλεγε ‘χρὴ δὲ ὑμᾶς, ὦ Ἀθηναῖοι, μηδαμῶς ἀποδέχεσθαι τοῦτον τὸν λόγον· τὸ γὰρ τινῶν κατηγο‐
85ροῦντα πάντας ἀφαιρεῖσθαι τὴν δωρεὰν ἄδικον‘. — Καὶ ἡ ἀντιπρότασις μέντοι λείπουσα οὐδὲν τῷ νοήματι λυμαίνεται, ἀλλὰ τὴν αὐτὴν ἔχει δύναμιν τῇ προτάσει, ἥτις μόνον κόσμος ἐστὶ τῷ λόγῳ· ἐπεὶ πολλάκις καὶ χωρὶς προτάσεως καὶ ἀντιπροτάσεως εὑρίσκομεν παρὰ
90τοῖς ἀρχαίοις, οἷον «ἀλλ’ ἀδίκως, φησίν, ἦρξας» ἡ ὑποφορὰ χωρὶς προτάσεως· «εἶτα παρών, ὅτε με εἰσῆ‐
γον οἱ λογισταί, οὐ κατηγόρεις;» ἡ λύσις χωρὶς ἀντι‐ προτάσεως. —Τὸ δὲ πλῆρες ἀπὸ τῶν ἀρχαίων οὕτω «Φίλιππος γὰρ ἄρχεται μὲν περὶ Ἁλοννήσου λέγων,135
95ὡς ὑμῖν δίδωσιν ἑαυτοῦ οὖσαν, ὑμᾶς δὲ οὔ φησι δι‐ καίως αὐτὸν ἀπαιτεῖν· οὐ γὰρ ὑμετέραν οὖσαν οὔτε λαβεῖν οὔτε νῦν ἔχειν. ἔλεγε δὲ καὶ πρὸς ἡμᾶς τοιού‐ τους λόγους, ὅτε πρὸς αὐτὸν ἐπρεσβεύομεν» τοῦτο ὅλον πρότασις· εἶτα ἡ ὑποφορὰ «ὡς λῃστὰς ἀφελόμενος ταύ‐

3

.

4

(100)

την τὴν νῆσον κτήσαιτο, καὶ προσήκει αὐτὴν ἑαυτοῦ εἶναι», τοῦτο ἡ ὑποφορά· «τοῦτον δὲ τὸν λόγον, ὡς οὐκ ἔστι δίκαιος, οὐ χαλεπόν ἐστιν αὐτοῦ ἀφελέσθαι» τοῦτο ἡ ἀντιπρότασις· «ἅπαντες γὰρ οἱ λῃσταὶ τοὺς ἀλλοτρίους τόπους καταλαμβάνοντες καὶ τούτους ἐχυ‐
105ροὺς ποιούμενοι ἐντεῦθεν τοὺς ἄλλους κακῶς ποιοῦσιν. ὃ δὴ τοὺς λῃστὰς τιμωρησάμενος καὶ κρατήσας οὐκ ἂν δήπου εἰκότα λέγοι, εἰ φαίη, ἃ ἐκεῖνοι ἀδίκως καὶ ἀλλότρια εἶχον, ταῦτα ἐᾶν ἑαυτοῦ γίνεσθαι» τοῦτο ἡ λύσις· καὶ ἡ τοῦ κεφαλαίου εἰσαγωγὴ ἐκ τῶν τεττά‐
110ρων πεπλήρωται, προτάσεως, ὑποφορᾶς, ἀντιπροτάσεως, λύσεως.
111

3

.

6

(t)

Περὶ ἐνστάσεως καὶ ἀντιπαραστάσεως.
1 Ἰστέον, ὅτι τὴν ἔνστασιν καὶ ἀντιπαράστασιν ἐναν‐ τία κεφάλαια τῆς ἀντιλήψεως ἡ διαιρετικὴ παρέδωκε
τέχνη· οἷον ‘ἐξῆν μοι κτεῖναι τὸν υἱόν‘ τὸ κεφάλαιον, εἶτα ἡ ἔνστασις ‘οὐκ ἐξῆν‘, εἶτα ἡ ἀντιπαράστασις ‘εἰ136
5δὲ καὶ ἐξῆν, ἀλλ’ οὐκ ἐνώπιον τῆς μητρόσ‘. καὶ πάλιν ‘ἀνεύθυνος ἐπὶ λόγοισ‘ τὸ κεφάλαιον, ‘ἀλλ’ οὐκ ἀν‐ εύθυνοσ‘ ἡ ἔνστασις, ‘εἰ δὲ καὶ ἀνεύθυνος, οὐχ ἵνα ὑβρίζῃς τὴν πόλιν‘ ἡ ἀντιπαράστασις. Χρὴ δὲ ἡμᾶς καθ’ ἕκαστον τῶν κεφαλαίων ἐν πάσῃ
10στάσει πειρᾶσθαι τὰς μάχας καὶ τὰς κατασκευὰς κατ’ εἰκόνα τῆς ἐνστάσεως καὶ ἀντιπαραστάσεως εἰσάγειν· πάντως γὰρ δυοῖν θάτερον, ἢ τὸ τῆς ἐνστάσεως ἢ τὸ τῆς ἀντιπαραστάσεως, βιαιότατον τὸν ῥήτορα ἀποδείξει, οἷον ἐὰν λέγωμεν ὅτι ‘δεῖ καινοτομεῖν‘, κεφάλαιον,
15εἶτα λέγωμεν ὅτι ‘καινοτομεῖν προσήκει ἐπὶ τῷ συμ‐ φέροντι‘· τοῦτο γὰρ ἀντιπαραστατικῶς εἰσάξομεν· εἶτα ὅτι ‘μηδὲ καινόν‘, τοῦτο ἐνστατικῶς. καὶ πάλιν ὅτι ‘δύσκολον τόδε ποιῆσαι‘, κεφάλαιον· ‘ἀλλ’ οὐ δύσκο‐ λον‘, ἐνστατικῶς· ‘εἰ δὲ καὶ δύσκολον, ποιητέον‘, ἀντι‐
20παραστατικῶς. Ἅμα γάρτοι καὶ ἡ εὐπορία τῶν νοημά‐ των καὶ τῶν ἐπιχειρημάτων ἀμύθητος καὶ πολλὴ γί‐ νεται ζητούντων ἡμῶν, εἴτε τὴν ἔνστασιν πρώτην θεί‐ ημεν εἴτε τὴν ἀντιπαράστασιν, καὶ εἰς ἐκείνην πρῶτον τὴν προκειμένην ἀπὸ τῆς περιστάσεως ζητούντων τὰ
25ἐπιχειρήματα, εἶτα εἰσαγόντων τὴν ἑτέραν καὶ πάλιν εἰς ἐκείνην ἀπὸ τῆς αὐτῆς περιστάσεως ζητούντων τὰ
ἐπιχειρήματα, καὶ εἰς ἄπειρον οὗτος ὁ λογισμὸς τὰ νοήματα ἐξάγει· εἰ γὰρ ἡ ἔνστασις εὕροι δύο ἐπιχει‐ ρημάτων πίστεις καὶ ἡ ἀντιπαράστασις δύο καὶ εἰς137
30ἕκαστον ἐπιχείρημα ἐργασίαν δῶμεν καὶ καθ’ ἑκάστην ἐργασίαν αὖθις ἐνθύμημα, τῷ ὄντι εἰς ἄπειρον ὁ τοι‐ οῦτος λογισμὸς τὰ νοήματα ἐξάγει. τοῦτο δὲ ἀπορήσασα ὀλιγάκις ἡ τέχνη πάσχει. ἤδη δὲ ἠρκέσθησαν οἱ παλαιοὶ πολλάκις καὶ δίχα τῶν ἐπιχειρημάτων ἐν ταῖς λύσεσιν
35αὐτῷ τῷ ἐνστατικῷ καὶ ἀντιπαραστατικῷ χρήσασθαι μόνοις, ὡς μυριάκις ἐν τοῖς ἀρχαίοις ἐπιδείξομεν. τάξιν δὲ οὐκ ἀεὶ τὴν αὐτὴν ἔχει, τί πρῶτον θετέον, ἔνστα‐ σιν ἢ ἀντιπαράστασιν, ἀλλὰ τὸ παραδοξότερον αὐτῶν καὶ βιαιότερον δεύτερον τάττεται, πάσχει δὲ τοῦτο
40ποτὲ μὲν ἡ ἔνστασις, ποτὲ δὲ ἡ ἀντιπαράστασις.
40

3

.

3

(t)

Περὶ βιαίου.
1 Ἔστι καὶ τρίτον εἶδος λύσεως, τὸ παραδοξότατον καὶ ἰσχυρότατον καὶ νικητικώτατον, ὃ καὶ βίαιον κέκλη‐ ται· γίνεται δέ, ὅταν εἰς τὸ ἐναντίον περιιστάναι δυ‐ νώμεθα τὸν λόγον ἐξ αὐτῶν αἱροῦντες τὸν ἀντίδικον,
5οἷς θαρρῶν εἰσέρχεται, ὡς ὁ Δημοσθένης «ἀλλὰ ἀγαν‐ ακτήσει Φίλιππος, ἐὰν τῶν πρεσβευσάντων τὴν εἰρή‐ νην καταψηφίσησθε». δι’ ἃ γὰρ ἐκεῖνος οἴεται σωθή‐ σεσθαι, διὰ ταῦτα δείκνυσιν αὐτὸν ἀπολωλέναι δίκαιον·
ὃ μὲν γὰρ φήσει δεῖν φυλάττεσθαι τοὺς Ἀθηναίους,138
10μὴ εἰς ὀργὴν προκαλέσωνται Φίλιππον, ὃ δὲ δείκνυσιν αὐτὸν τιμωρίας ἄξιον ἐξ αὐτοῦ τούτου μάλιστα, διότι τοῖς Ἀθηναίοις τοιαῦτα ψηφίσασθαι παρακελεύεται, δι’ ἃ μὴ χαλεπαίνει Φίλιππος· ἐπιφέρει γὰρ οὕτως «ἐγὼ δέ, εἰ τοῦτό ἐστιν ἀληθές, οὐκ ἔχω σκοπούμενος εὑ‐
15ρεῖν, ὅ τι μεῖζον τούτου κατηγορήσω. εἰ γὰρ ὁ τῆς εἰρήνης χρήματα ἀναλώσας ὥστε τυχεῖν αὐτῆς, οὗτος οὕτω νῦν γέγονε φοβερὸς καὶ μέγας, ὥστε τῶν ὅρκων καὶ τῶν δικαίων ἀμελήσαντας ὑμᾶς ἤδη τί Φιλίππῳ χαριεῖσθε σκοπεῖν, τί παθόντες ἂν οἱ τούτων αἴτιοι
20τὴν προσήκουσαν δίκην δεδωκότες εἶεν;» ἢ ὅταν ἐναν‐ τία δείξῃ ποιοῦντα τὸν ἀντίδικον, ὧν φησὶν εἰργάσθαι, ὡς ἐπ’ ἐκείνης τῆς ὑποφορᾶς «ἂν τοίνυν ἀντὶ Πυλῶν καὶ Φωκέων ὡς Χερρόνησος περίεστι τῇ πόλει λέγῃ, μὴ ἀποδέξησθε, ὦ Ἀθηναῖοι, μηδὲ πρὸς οἷς ἐκ τῆς
25πρεσβείας ἠδίκησθε, καὶ ἐκ τῆς ἀπολογίας ὄνειδος προσκατασκευασθῆναι τῇ πόλει»· καὶ γὰρ ἐκεῖ κεχρη‐ μένος τῇ ἐνστάσει φανερῶς, ὅτι μὴ διὰ Φωκέας Χερ‐ ρόνησος σῴζεται ἡ πρὸ τεττάρων μηνῶν σῳζομένη, μέτ‐ εισιν ἐπὶ τὸ βίαιον δεικνὺς τὸ ἐναντίον, οὗ φησιν ὁ
30ἀντίδικος, ὅτι μὴ μόνον αὐτὴν οὐκ ἔσῳζε διὰ Φωκέας, ἀλλ’ ὅτι καὶ κινδυνεύειν αὐτὴν ἐποίησε διὰ Φωκέας ἀπολωλότας «εἶτα καὶ νῦν ἐν μείζονι κινδύνῳ τὴν
Χερρόνησον εὑρήσετε ἢ τότε· πότερον γὰρ εὐπορώτερον ἂν δίκην ἔδωκε Φίλιππος ἐξαμαρτὼν εἰς αὐτήν» καὶ139
35τὰ ἑξῆς· πλὴν ὅτι τῆς ἐνστάσεως πολὺ διαφέρει τὸ βίαιον· ἡ μὲν γὰρ ἔνστασις ἀναιρεῖ τὸ λεγόμενον ὡς οὐκ ὄν, τὸ βίαιον δὲ παρίστησι τοῦ λεγομένου τὸ ἐναντίον. ἐναργῶς δὲ ἐμήνυσεν ἐνταῦθα ἑκάτερα, τῷ μὲν εἰπεῖν, 〈ὅτι〉 οὐ διὰ Φωκέας Χερρόνησος σῴζεται
40τὴν ἔνστασιν πληρώσας, τῷ δὲ εἰπεῖν, ὅτι καὶ κινδυ‐ νεύει διὰ Φωκέας Χερρόνησος, τὸ βίαιον παραστήσας.
41

3

.

5

(t)

Περὶ ἐπιχειρημάτων.
1 Εἴτε οὖν εἰσάγοιμεν ἡμεῖς κεφάλαιον εἴτε τεθὲν λύοιμεν, δεῖ ζητεῖν τὰ ἐπιχειρήματα ὅθεν εὑρεθήσεται καὶ ἀπὸ τρόπων ὁπόσων. εἴτε γὰρ κατασκευάζοιμεν εἴτε λύοιμεν, ἀπὸ τῶν αὐτῶν αἱ γενέσεις τῶν νοημάτων
5τοῖς ἐπιχειρήμασι καὶ παρὰ ταῦτα οὐδεὶς ἂν εὑρεῖν ἕτερον δύναιτο. εὑρίσκεται τοίνυν πᾶν ἐπιχείρημα γι‐ νόμενον ἀπὸ τῆς περιστάσεως· περίστασις δέ ἐστι τὸ πᾶν ἐν ἡμῖν καὶ λόγοις καὶ πράγμασι καὶ δίκαις καὶ ὑποθέσεσι καὶ βίῳ, τόπος, χρόνος, τρόπος, πρόσωπον,
10αἰτία, πρᾶγμα· προστιθέασι δὲ οἱ φιλόσοφοι καὶ ἕβδο‐ μόν τι, τὴν ὕλην, ἣν ὁ ῥήτωρ οὐκ ἰδίᾳ χωρίσας ἔχει, πιθανῶς δὲ ἐπιμερίζει τῶν ἄλλων ἑκάστῳ, ὅτῳ ἂν καὶ δύνηται. εἴτε οὖν ἀξιοῖμεν γενέσθαι τι, φήσομεν ἐπι‐ χειροῦντες δεῖν αὐτὸ γενέσθαι, καλὸν γὰρ εἶναι ἢ διὰ140
15τὸν τόπον ἢ διὰ τὸν χρόνον ἢ διὰ τὸν τρόπον ἢ διὰ τὸ πρόσωπον ἢ διὰ τὴν αἰτίαν ἢ διὰ τὸ πρᾶγμα· εἴτε ἀντιλέγοιμεν ἀξιοῦντες μὴ δεῖν γενέσθαι, φήσομεν μὴ δεῖν αὐτὸ πραχθῆναι, φαῦλον γὰρ εἶναι ἢ διὰ τὸν τό‐ πον ἢ διὰ τὸν χρόνον ἢ διὰ τὸν τρόπον ἢ διὰ τὸ
20πρόσωπον ἢ διὰ τὴν αἰτίαν ἢ διὰ τὸ πρᾶγμα· εἴτε ἐπὶ τοῦ παρελθόντος εἴτε ἐπὶ τοῦ μέλλοντος· ‘πραχθήσε‐ ται τόδε διὰ τὸν τόπον ἢ χρόνον‘ καὶ τὰ ἑξῆς ἢ ‘οὐ πραχθήσεται διὰ τὸν τόπον ἢ χρόνον‘ καὶ τὰ ἑξῆς. — Καταμάθωμεν δὲ καὶ ἐπὶ παραδειγμάτων, ἀφ’ ὧν πάν‐
25τα σαφῆ γίνεται. οἷον ἐπὶ τοῦ στοχασμοῦ πρῶτον ἐμ‐ πίπτει κεφάλαιον παραγραφικόν, εἶτα ἡ τῶν ἐλέγχων ἀπαίτησις, εἰ μή τι πρὸ αὐτοῦ παραδόξως ἕτερον εὑ‐ ρεθείη, καθὰ συμβαίνει πολλάκις· ἔστω δὲ πρόβλημα ὁ Περικλῆς ὁ κρινόμενος προδοσίας, ὅτι μὴ ἐδῄωσεν
30αὐτοῦ τοὺς καρποὺς Ἀρχίδαμος. εἴτε γὰρ ἀπαιτοίη τοὺς μάρτυρας ὁ Περικλῆς, ἐπιχειρήσει λέγων τῇ τῶν ἐλέγχων ἀπαιτήσει πρῶτον μὲν ἀπὸ τοῦ πράγματος ὅτι
‘δεῖ ἐλέγχους παρέχεσθαι προδοσίασ‘ τὸ κεφάλαιον ὁρί‐ σας, εἶτα ἐπιφέρων ἐπιχείρημα ‘παντὸς γὰρ πράγματος141
35κρινομένου δεῖ τοὺς ἐλέγχους παρέχεσθαι· δίκαιον γὰρ τοῦτό γε‘· εἶτα ἀπὸ τοῦ προσώπου ὅτι ‘καὶ δεῖ Περι‐ κλέα μὴ ἄνευ μαρτύρων κρίνεσθαι προδοσίασ‘· εἶτα ἀπὸ τοῦ τόπου ὅτι ‘καὶ μὴ δεῖ ἐν δημοκρατίᾳ ἄνευ μαρτύρων τὰς κρίσεις γίνεσθαι‘· εἶτα ἀπὸ τῆς αἰτίας
40ὅτι ‘καὶ διὰ τοῦτο δεῖ μάρτυρας παρέχεσθαι τοῦ Περι‐ κλέους τῆς προδοσίας καὶ ἀπαιτεῖν, ἵνα τοῦτο προ‐ εγνωκότες οἱ κατήγοροι μὴ συκοφαντῶσι προπετῶς, γινώσκοντες ὅτι συκοφαντίας ἁλώσονται προπετῶς κατ‐ ηγοροῦντες, ἐὰν μὴ παρέχωσι μάρτυρασ‘. εἰ δὲ ἀντι‐
45λέγοιμεν μὴ δεῖν μάρτυρας παρέχεσθαι, καὶ τότε ὁμοίως ἐπὶ τὴν περίστασιν βαδιούμεθα λέγοντες καὶ πρῶτον μὲν τὸ κεφάλαιον ὁρίζοντες ‘οὐ δεῖ μάρτυρας παρ‐ έχεσθαι τῆς προδοσίας τῆς Περικλέουσ‘, εἶτα 〈ἐπιφέ‐ ροντεσ〉 ἐπιχείρημα ἀπὸ τοῦ πράγματος ‘πᾶν γὰρ πρᾶγμα,

3

.

5

(50)

ᾧ πρόσεστιν ἀδίκημα, κρύφα πράττεται πρὸς τῶν πο‐ νηρῶν, ἵνα μὴ κατάφωροι γινόμενοι διδῶσι τιμωρίασ‘· εἶτα ἀπὸ τοῦ προσώπου ὅτι ‘καὶ μαρτυρεῖν οὐδεὶς ἐθε‐ λήσει κατὰ Περικλέους φοβούμενος τὸ ἀξίωμα τοῦ ἀνδρόσ‘· εἶτα ἀπὸ τῆς αἰτίας ὅτι ‘καὶ μὴ δεῖ μάρτυρας
55ζητεῖν πάντων τῶν ἀδικημάτων, ἀλλὰ καὶ ἀπὸ τῶν εἰ‐
κότων κρίνειν· εἰ δὲ μή, πειράσονται πάντες ἄνευ μαρτύρων ἐπιτίθεσθαι τοῖς ἀδικήμασιν ὡς ἐξ οὐδενὸς ἄλλου ἁλωσόμενοι πλὴν τούτου‘· εἶτα ἀπὸ τοῦ τόπου ὅτι ‘καὶ ἐν Ἀθήναις, ὅπου καὶ ἡ ἀλήθεια τῶν πραγμά‐142
60των πλέον ἰσχύει τῶν μαρτύρων‘. [ὡς ἐν τῷ Κατὰ Τιμάρχου φησὶν Αἰσχίνης, ὅτι καὶ τοὺς ξένους οὐκ ἀπὸ τῶν μαρτύρων ἐν τοῖς δήμοις, ἀλλ’ ἀπὸ τῆς ἀληθείας εὑρίσκετε.] καὶ ἐπὶ τῆς βουλήσεως ὁμοίως τὸ κεφάλαιον ὁρίσαντες ὅτι ‘οὐκ εἰκὸς ἐθελῆσαι προδοῦ‐
65ναι Περικλέα‘ τρεψόμεθα πάλιν ἐπὶ τὰ ἐπιχειρήματα ἀπὸ τοῦ πράγματος ‘οὐκ εἰκὸς ἐθελῆσαι προδοῦναι Περικλέα· φαῦλον γὰρ πρᾶγμα ἡ προδοσία καὶ ὃ μη‐ δεὶς ἂν ἡδέως ὑποσταίη νοῦν ἔχων‘, καὶ ὅτι ‘ἀντὶ πολλῶν καὶ μεγάλων ἀγαθῶν οὐκ ἂν πονηρὸν πρᾶγμα
70εἱλόμην‘· εἶτα ἀπὸ τοῦ προσώπου ‘οὐκ ἂν ἠθέλησα προδοῦναι, Περικλῆς ὤν, φιλόπολις ἀεὶ καὶ φιλαθή‐ ναιος καὶ κρείττων χρημάτων‘· εἶτα ἀπὸ τῆς αἰτίας ‘οὐκ ἂν ὑμᾶς προὔδωκα· οὐ γὰρ ἐδεόμην χρημάτων πλούσιος ὤν, οὐδὲ ἐμισούμην παρ’ ὑμῶν ἀλλ’ ἐθαυ‐
75μαζόμην‘· εἶτα ἀπὸ τοῦ χρόνου ὅτι ‘μηδὲ προδοῦναι ἂν ἠθέλησα νῦν, ἔχων τηλικαύτην δόξαν καὶ τοσαύτην‘. καὶ ἡ δύναμις ὅτι ‘οὐκ ἂν ἠδυνήθην προδοῦναι‘, καὶ πρῶτον μὲν ἀπὸ τοῦ πράγματος ὅτι ‘προδοσία πρᾶγμα δύσκολον καὶ οὐ ῥᾳδίως πραχθῆναι δυνάμενον‘· εἶτα
80ἀπὸ τοῦ προσώπου ὅτι ‘καὶ Περικλεῖ δύσκολον, ὃς ἐν προσχήματι τιμῆς ἀεὶ πρὸς Ἀθηναίων φυλάττεται, κρύ‐ φα μηδὲν πρᾶξαι δυνάμενοσ‘· εἶτα ἀπὸ τοῦ χρόνου ὅτι ‘καὶ τότε δύσκολον, ὅτε ἡ πόλις ἐφυλάττετο, μήτε εἰσιόντος τινὸς μήτε ἐξιόντοσ‘. —Καὶ ὁ Δημοσθένης143
85ἐν τῷ Περὶ παραπρεσβείας ‘ἀνεύθυνος, φησίν, ἐπὶ λό‐ γοισ‘, εἶτα ‘οὐκ ἀνεύθυνοσ‘, καὶ πρῶτον ἔλαβεν ἀπὸ τοῦ πράγματος ‘οὐδὲν γὰρ πρᾶγμα ἀνεύθυνον, ᾧ πρόσ‐ εστιν ἀδίκημα‘· εἶτα ἀπὸ τοῦ προσώπου ὅτι ‘καὶ ῥή‐ τωρ ἀνεύθυνος ἐν λόγοις οὐκ ἂν εἴη· ἕκαστος γὰρ ὧν
90ἐστι κύριος, τούτων τὰς εὐθύνας δίδωσιν‘· εἶτα ἀπὸ τοῦ τόπου ὅτι ‘καὶ ἐν δημοκρατίᾳ οὐδεὶς ἀνεύθυνος ἐν λόγοισ‘, «οἷς γάρ ἐστιν ἐν λόγοις ἡ πολιτεία, πῶς, ἂν οὗτοι μὴ ὦσιν ἀληθεῖς, ἀσφαλῶς ἔστι πολιτεύεσθαι;» καὶ καθάπαξ, ὡς ἔφαμεν, πάντα τὰ κεφάλαια οὕτω καὶ
95ἀνασκευασθήσεται καὶ κατασκευασθήσεται. οἷον συν‐ εχῶς κατατρέχει Χερρόνησον Φίλιππος, καὶ γράφει Δη‐ μοσθένης διορύξαι τὸν Ἰσθμόν. κεφάλαιον ‘καινὰ γρά‐ φεις, καινοτομεῖν δὲ οὐ δεῖ‘· πρῶτον ἀπὸ τοῦ πράγ‐ ματος ‘πονηρὸν γὰρ ἡ καινοτομία‘· εἶτα ἀπὸ τοῦ προσ‐

3

.

5

(100)

ώπου ὅτι ‘καὶ μὴ δεῖ καινοτομεῖν Ἀθηναίους, τοὺς συνετοὺς καὶ τοῖς ἀρχαίοις ἀεὶ καὶ νόμοις καὶ ἔθεσι χρωμένουσ‘· εἶτα ἀπὸ τοῦ καιροῦ ὅτι ‘καὶ μὴ δεῖ ἐν πολέμῳ καινοτομεῖν· ἀγαπητὸν γάρ, εἰ καὶ τὰ συνήθη
φυλάττων τις ἐν ἐκείνῳ σωθήσεται‘. καὶ πάλιν ‘δεῖ144
105καινοτομεῖν‘, ἡ λύσις ἀπὸ τοῦ πράγματος ‘καλὸν γὰρ τὸ καινοτομεῖν καὶ ὁ βίος ἀεὶ καινοτομεῖται τοῖς πράγ‐ μασι καὶ διὰ τοῦτο βελτίων γίνεται‘· εἶτα καὶ ἀπὸ τοῦ προσώπου ‘δεῖ καινοτομεῖν Ἀθηναίους· ὡς νεω‐ τεροποιοὶ γὰρ καὶ παρὰ τοῖς ἐχθροῖς ἐπαινούμεθα‘·
110εἶτα ἀπὸ τοῦ καιροῦ ὅτι ‘καὶ δεῖ ἐν πολέμῳ καινοτο‐ μεῖν· καινοτόμον γὰρ πρᾶγμα ὁ πόλεμος καὶ ἀφ’ ἑαυ‐ τοῦ τεχνᾶται τὰ πολλά‘. κεφάλαιον ἕτερον ἐμπίπτει πάλιν ὅτι ‘δύσκολον διορύξαι Χερρόνησον‘· ἀπὸ τοῦ πράγματος ‘αὐτὸ γὰρ τὸ διορύσσειν δύσκολον‘· εἶτα
115ἀπὸ τοῦ προσώπου ὅτι ‘καὶ Ἀθηναίοις δύσκολον τοῖς ἀήθεσιν‘· εἶτα ἀπὸ τοῦ τόπου ὅτι ‘καὶ μακρὰν τῆς πα‐ τρίδος δύσκολον‘· εἶτα ἀπὸ τοῦ καιροῦ ὅτι ‘καὶ ἐν πο‐ λέμῳ δύσκολον ταῦτα ποιεῖν‘. ἡ λύσις ‘οὐ δύσκολον· τό τε γὰρ πρᾶγμα ῥᾴδιον καὶ ἐν τῇ ἡμετέρᾳ χώρᾳ‘,
120εἶτα ὅτι ‘καὶ Ἀθηναίοις πάντα ῥᾴδια‘. Αἱ μὲν οὖν γε‐ νέσεις τῶν ἐπιχειρημάτων αὗται. Πολλάκις δὲ ἀπὸ μιᾶς γενέσεως καὶ δύο καὶ τρία εὑρίσκεται ἐπιχειρήματα, οἷον ἀπὸ τοῦ προσώπου, ὅτι μὴ ὁ δεῖνα τόδε ἐποίησεν· ἔστι γὰρ τοῦτο τοῦ ποι‐
125οῦντος. εἶτα, ὅτι μηδὲ κατὰ τῶνδε ἐποίησεν· ἔστι γὰρ ἀπὸ προσώπου, καθ’ ὧν δοκεῖ πεποιηκέναι. εἶτα, ὅτι
μηδὲ ὑπὲρ τῶνδε ἐποίησεν· ἔστι γὰρ ἀπὸ προσώπου τῶν, δι’ οὓς κρίνεταί τις. οἷον ἐπὶ παραδειγμάτων ὅτι ‘οὐκ εἰκὸς ἐθελῆσαι προδοῦναι Περικλέα, τὸν συνετόν,145
130τὸν οὕτω λαμπρὸν καὶ μέγαν καὶ στρατηγὸν ἔνδοξον‘, ἀπὸ τοῦ Περικλέους τοῦτο· ὅτι ‘μηδὲ εἰκὸς ἐθελῆσαι προδοῦναι Ἀθηναίους, τοὺς τιμῶντας αὐτόν‘ ἄλλο πρόσ‐ ωπον· ὅτι ‘μηδὲ εἰκὸς ἐθελῆσαι προδοῦναι Λακεδαι‐ μονίοις, τοῖς ἐχθροῖς, τοῖς ἐπιβουλεύσασιν αὐτῷ‘ καὶ
135τοῦτο ἄλλο πρόσωπον. καὶ πάλιν ‘δεῖ καινοτομεῖν Ἀθη‐ ναίουσ‘ ἀπὸ τοῦ προσώπου, ‘ἀεὶ γὰρ Ἀθηναῖοι καινο‐ τόμοι‘, καὶ ‘δεῖ καινοτομεῖν κατὰ Φιλίππου τι ποιοῦν‐ τας· καινοτόμος γὰρ καὶ Φίλιππος, δεῖ δὲ μιμεῖσθαι τὰς τῶν πολεμίων ἐπιτηδεύσεις ἐν τῷ πολέμῳ‘ καὶ
140ταῦτα ἄλλα πρόσωπα. καὶ πάλιν ὅτι ‘χαλεπὸν διορύσ‐ σειν Χερρόνησον‘, καὶ λήψῃ ἀπὸ τοῦ τόπου ἐπιχείρημα ‘μακρὰν γὰρ Ἀθηναίων Χερρόνησοσ‘ καὶ πάλιν ‘χαλε‐ πὸν διορύξαι Χερρόνησον· μέγας γὰρ ὁ τόπος, ὃν ἀξι‐ οῦσι διορύξαι, πέντε καὶ τετταράκοντα σταδίων‘. εὑ‐
145ρίσκεται δὲ πολλάκις οὕτω καὶ ἐπὶ τῆς αἰτίας, οἷον συμβουλεύει ὁ Θεμιστοκλῆς ἐν τῇ θαλάττῃ μυεῖν, ‘ἀλλὰ δέος, μὴ ἐπιστήσηται βασιλεὺς μυοῦσιν ἡμῖν‘. ‘ἀλλ’ οὐκ ἐπιστήσεται‘, ἀπὸ τῆς αἰτίας, ‘ἵνα μὴ δόξῃ περὶ τοὺς θεοὺς ἀσεβὴς εἶναι, κωλύων γενέσθαι μυστήρια‘·

3

.

5

(150)

καὶ πάλιν ‘οὐκ ἐπιστήσεται, ἵνα μὴ ἀσεβήσας ἡττηθῇ‘· ἔστι γὰρ ἴδιον μὲν τὸ ‘ἵνα μὴ δόξῃ ἀσεβὴς εἶναι‘,
ἴδιον δὲ ‘ἵνα μὴ ἀσεβήσας ἡττηθῇ‘, ἐπεὶ καὶ ἐν εἰρήνῃ φυλάξεταί τις ἀσεβὴς εἶναι δοκεῖν, κἂν μηδὲν διὰ τοῦ‐ το φανερὸν ἤδη φοβῆται κακόν. καὶ ὅλως εὑρίσκεται146
155ἐπὶ πάντων, πλὴν οὐκ ἀεί, σπανιάκις δέ γε. Ὥσπερ τοίνυν τοῦτο ἴσμεν, ὅτι πολλάκις ἡ μία γέ‐ νεσις τοῦ ἐπιχειρήματος δύο καὶ τρία παρατυχὸν εὑρί‐ σκει ἐπιχειρήματα, οὕτως ἰστέον, ὅτι καὶ πολλάκις ἓν ἐπιχείρημα εὑρίσκεται κοινὸν καὶ δύο καὶ τριῶν γενέ‐
160σεων, ὡς δύνασθαι τὸ αὐτὸ δοκεῖν εἶναι καὶ καιροῦ καὶ τόπου ἢ αἰτίας καὶ πράγματος ἢ προσώπου καὶ τόπου, οἷον ὅτι ‘μὴ δεῖ τῶν κρίσεων ἐλέγχους παρ‐ έχεσθαι παρ’ ὑμῖν τοῖς δημοκρατουμένοισ‘· τοῦτο γάρ ἐστι κοινὸν καὶ τοῦ προσώπου τῶν δημοκρατουμένων
165καὶ τοῦ τόπου, ἔνθα ἐστὶν ἡ δημοκρατία· καὶ πάλιν ‘δεῖ λόγων εὐθύνας εἶναι παρ’ ὑμῖν τοῖς δημοκρατου‐ μένοισ‘· κοινὸν γάρ ἐστιν, ὡς ἔφην, ἀμφοῖν. Ταῦτα δὲ πάντα ἐξεθέμην, ὅπως εἰδείημεν καὶ τὰς εὐπορίας μὴ περιττὰς εἶναι δοκεῖν, ἃς ὑποβάλλει τὰ
170ἐπιχειρήματα, ὅταν ἐξῇ πολλὰ λαβεῖν, καὶ τὰς ἀπορίας, καὶ ὅτι μὴ παρ’ ἡμᾶς ἀπαντᾶν τὰ νοήματα προσήκει νομίζειν, καὶ μάλιστα ὅταν ἓν νόημα καὶ ἓν ἐπιχείρη‐ μα ἐπικρατῇ πολλῶν γενέσεων. τὸ πρᾶγμα γάρ ἐστι τὸ πάσχον τὴν ἀπορίαν ἢ δεχόμενον τὴν εὐπορίαν, ὁ
175μέντοι τεχνίτης εἰς τὴν θεωρίαν ἀποβλέπων εἴσεται,
περὶ τί συμβαίνει ἡ ἀνάγκη· ὥστε εἰδέναι τοῦτο καὶ μὴ λυπεῖσθαι αὐτὸν καθάπερ ἀνόητον, εἰ μὴ δυναμέ‐ νης τῆς τέχνης ὑποβαλεῖν τῷ πράγματι ἐπιχειρήματα αὐτός ἐστιν ἐν στενῷ κομιδῇ τῆς εὐπορίας τῶν νοη‐147
180μάτων. ἔστι δὲ τῷ τρόπῳ τῆς μεταποιήσεως καὶ τὰ πλήθη συστεῖλαι τῶν νοημάτων καὶ τὰ ἄπορα ἐκτεῖναι καὶ πολλὰ ποιῆσαι ταῖς κατὰ τὴν ἑρμηνείαν θεωρίαις· ἐπεὶ μηδὲ Δημοσθένης ᾐδέσθη πολλάκις ἑνὶ χρησάμε‐ νος ἐπιχειρήματι καὶ ποτὲ μὲν αὐτὸ τρέψας καὶ μετα‐
185ποιήσας, ὡς ἐν τῷ τῆς Παραπρεσβείας πρώτῳ μετα‐ στατικῷ, ποτὲ δὲ μηδὲ ἐργασάμενος, ὡς ἐν τῷ Περὶ τοῦ στεφάνου «ἀλλ’ ἀδίκως, φησίν, ἦρξας. εἶτα παρών, ὅτε με εἰσῆγον οἱ λογισταί, διὰ τί οὐ κατηγόρεις;» ἠρκέσθη γὰρ τῷ ἀπὸ τοῦ χρόνου ἐπιχειρήματι νικῆσαι
190τὴν ὑποφορὰν ‘νῦν οὖν κατηγορεῖς, δέον ὅτε ἐκρινό‐ μην καὶ τὰς εὐθύνας ἐδίδουν;‘
191

3

.

7

(t)

Περὶ ἐργασίας ἐπιχειρημάτων.
1 Ὥσπερ τοίνυν τῆς λύσεως εὑρεθείσης καθ’ ἕκαστον κεφάλαιον ἤτοι ἐκ τῆς ἐνστάσεως ἢ ἀντιπαραστάσεως δεόμεθα τῶν ἐπιχειρημάτων εἰς κατασκευὴν τῆς λύ‐ σεως, οὕτω δεησόμεθα πάλιν ἐργασίας εἰς τὴν κατα‐
5σκευὴν τοῦ ἐπιχειρήματος. ἐργάζεται δὲ πᾶν ἐπιχείρη‐ μα ἀπὸ τούτων, ἃ δοκοῦσιν εἶναι τινὲς ἐπιχειρήματα,
οἷον ἀπὸ παραβολῆς, ἀπὸ παραδείγματος, ἀπὸ μικρο‐ τέρου, ἀπὸ μείζονος, ἀπὸ ἴσου, ἀπὸ ἐναντίου. καὶ ἡ μὲν γένεσις τῶν ἐπιχειρημάτων ἀπὸ περιστάσεως, ταῦ‐148
10τα δὲ οὐ καθ’ ἕκαστον κεφάλαιον ζητηθήσεται, ἀλλὰ καθ’ ἕκαστον ἐπιχείρημα. ὥσπερ δὲ κεφαλαίου τεθέν‐ τος εἰς τὴν λύσιν ἢ κατασκευὴν πολλάκις μὲν πολλῶν εὐποροῦμεν ἐπιχειρημάτων, πολλάκις δὲ ὀλίγων, οὕτω καὶ ἐπὶ τοῦ ἐπιχειρήματος πολλάκις μὲν ἀπὸ τῆς ἐρ‐
15γασίας εἰς κατασκευὴν εὑρέθη τοῦ ἐπιχειρήματος πλεί‐ ονα, πολλάκις δὲ ἐλάττονα. οἷον τὸ ἐπιχείρημα ἔστω εἰ τύχοι ἀπὸ προσώπου· πολλάκις μὲν εἰς κατασκευὴν τοῦ ἐπιχειρήματος τοῦ ἀπὸ τοῦ προσώπου εὕρηται ἐρ‐ γασία ἐκ παραδείγματος μόνον, πολλάκις δὲ καὶ ἐκ
20παραδείγματος καὶ ἐκ παραβολῆς, πολλάκις δὲ καὶ ἐκ τούτων καὶ ἐκ τοῦ ἐναντίου, πολλάκις δὲ καὶ ἐκ πλειό‐ νων. —Θῶμεν δὲ καὶ ἐπὶ παραδείγματος. ‘οὐ δεῖ καινοτομεῖν‘, κεφάλαιον. ἡ λύσις ὅτι ‘δεῖ καινοτομεῖν, εἰ συμφέρει‘· ἐπιχείρημα ἀπὸ τοῦ προσώπου ὅτι ‘καὶ δεῖ
25καινοτομεῖν Ἀθηναίους ὄντας· καινοτόμοι γάρ ἐσμεν‘· εἶτα ἐργασία ληφθεῖσα ἐκ παραδείγματος εἰς κατα‐ σκευὴν τοῦ ἐπιχειρήματος τούτου ὅτι Ἀθηναῖοι και‐ νοτόμοι ‘καὶ οἱ πατέρες ἡμῶν ἐκαινοτόμησαν τόδε καὶ τόδε‘· καὶ πολλάκις οὐχ ἓν εὑρίσκεται παράδειγμα ἀλλὰ
30πλείονα, καὶ τοῖς μὲν ἀπείροις ἔδοξε πολλὰ εἶναι ἐπι‐
χειρήματα, ἡμῖν δὲ οὐκ ἐπιχειρήματα ἀλλ’ ἐργασία, καὶ ἐργασία ἀπὸ παραδείγματος μία, κἂν ᾖ τὰ παραδείγ‐ ματα πολλά. καὶ ὁ Δημοσθένης εἶπέ που λέγων «οὐ δὴ θαυμαστόν, εἰ στρατευόμενος ἐκεῖνος καὶ παρὼν149
35ἐφ’ ἅπασιν ἡμῶν μελλόντων καὶ ῥᾳθυμούντων περι‐ γίνεται», τοῦτό ἐστιν ἐπιχείρημα ἀπὸ τοῦ πράγματος· εἶτα ἐργασίᾳ κέχρηται ἀπὸ τοῦ ἐναντίου «τοὐναντίον γὰρ ἦν θαυμαστόν, εἰ μηδὲν ὧν δεῖ ποιοῦντες ἡμεῖς τοῦ πάντα ἃ προσήκει ποιοῦντος περιῆμεν». ἂν δὲ λέ‐
40γῃς ‘καλὸν τὸ τιμᾶν γονέασ‘, ἐπιχείρημα ἀπὸ τοῦ πράγματος, ἐπιφέρῃς δὲ ‘καὶ γὰρ τὰ θηρία τοῦτο ποιεῖ‘, ἐκ παραβολῆς ἐργασίαν τῷ ἐπιχειρήματι δίδως. κἂν λέγῃς ἐπιχείρημα πάλιν ‘ἔξεστι τῇ πόλει παρ’ ἑαυτῇ ποιεῖν, ἃ βούλεται‘, εἶτα ἐπιφέρῃς ‘καὶ γὰρ ἐν ταῖς
45οἰκίαις ἔξεστιν ἑκάστῳ δεσπότῃ ποιεῖν, ἃ βούλεται‘, ἐργασίαν ἀπὸ τοῦ μικροτέρου λέγεις.
46

3

.

8

(t)

Περὶ ἐνθυμήματος.
1 Τὸ δὲ ἐνθύμημα δόξαν δριμύτητος ἀποφέρεται μεί‐ ζονα γνωσθέν, ὅ τί τέ ἐστι καὶ ὅπως εὑρίσκεται καὶ ὅπου. καὶ γὰρ ἡ τάξις αὐτὴ τὴν τῆς δριμύτητος δόξαν ἐξ ἀνάγκης αὐτῷ προστίθησι· δεῖ γὰρ τεθέντος κεφα‐
5λαίου λῦσαι πρῶτον ἀπὸ τῆς ἐνστάσεως ἢ ἀντιπαρα‐ στάσεως, εἶτα προσλαβεῖν τὸ ἐπιχείρημα εἰς κατασκευὴν
ἀπὸ τῆς περιστάσεως, εἶτα ἐργάσασθαι ἀφ’ ὧν τὴν ἐργασίαν ἔφαμεν γίνεσθαι τοῦ ἐπιχειρήματος, εἶτα τὸ ἐνθύμημα ἐπενεγκεῖν τῇ ἐργασίᾳ. οἷον κεφάλαιον ὑπο‐150
10κείσθω ‘χαλεπὸν διορύξαι Χερρόνησον‘, εἶτα ἡ λύσις ἀπὸ τῆς ἐνστάσεως ὅτι ‘οὐ χαλεπὸν τὸ διορύξαι‘, εἶτα ἐπιχείρημα ἀπὸ τοῦ πράγματος ‘γῆν γὰρ ὀρύξομεν, παιδιὰ δὲ τὸ ὀρύσσειν‘, εἶτα ἐργασία ἐκ παραδείγμα‐ τος ὅτι ‘καὶ βασιλεὺς Περσῶν δεηθείς ποτε διώρυξε
15τὸν Ἄθω‘, εἶτα ἐνθύμημα εἰς τοῦτο ‘καίτοι ἐκεῖνος μὲν διώρυσσεν ὄρος, ἡμεῖς δὲ γῆν ὀρύξομεν‘· ὥσπερ γὰρ ἡ ἐργασία κατασκευάζει τὸ ἐπιχείρημα, οὕτω καὶ τὸ ἐνθύμημα κατασκευάζει τὴν ἐργασίαν, καὶ πάλιν ὥσπερ καθ’ ἕκαστον ἐπιχείρημα ζητοῦμεν ἐργασίαν, οὕτω καθ’
20ἑκάστην ἐργασίαν ζητοῦμεν ἐνθύμημα. ὥστε εἰς ἄπει‐ ρον προχωρεῖν δύνασθαι τὴν δριμύτητα, εἰ ἡ λύσις μὲν εὐπορήσειεν ἐνστάσεώς τε καὶ ἀντιπαραστάσεως, τούτων δὲ ἑκάστη πάλιν ἐπιχειρημάτων δύο ἢ τριῶν, τῶν δὲ ἐπιχειρημάτων ἕκαστον ἐργασιῶν ὁμοίως δύο
25ἢ τριῶν, τῆς δὲ ἐργασίας ἑκάστης ἴδιον ἐνθύμημα εὑ‐ ρούσης πάλιν. Ἰστέον δέ, ὅτι καὶ πολλάκις ἐργασία μία πολλὰ εὑ‐ ρίσκει ἐνθυμήματα, καὶ εἰ ζητοίη τις οὕτω καθ’ ἑκά‐
στην ἐργασίαν τὸ ἐνθύμημα, ἀπὸ τῶν αὐτῶν περιστά‐151
30σεων ζητήσει, ἀφ’ ὧν ἐζήτησεν ἂν τὰ ἐπιχειρήματα τοῦ τεθέντος κεφαλαίου. ἔτι ὃ λέγω σαφέστερον ἐκθή‐ σομαι, ὅτι καθ’ ἑκάστην ἐργασίαν τὰ ἐνθυμήματα εὑ‐ ρίσκεται σχῆμα μὲν ἔχοντα συγκριτικόν, εὕρεσιν δὲ ἐν τῇ συγκρίσει ἀπὸ τοῦ τόπου ἢ χρόνου ἢ τρόπου ἢ
35προσώπου ἢ αἰτίας ἢ πράγματος· συμβήσεται γὰρ οὕ‐ τως ἐν ἐργασίᾳ μιᾷ καὶ δύο καὶ πλείονα εὑρεθῆναι τὰ ἐνθυμήματα, ἅπερ εὑρεθέντα δόξαν ἐπενθυμημάτων παρέχει.
38

3

.

9

Ἐπενθύμημα γάρ ἐστι κυρίως ἐπὶ φθάνοντι ἐνθυ‐ μήματι ἕτερον ἐπεννοούμενον ἐνθύμημα· οἷον τὸ παρά‐ δειγμα ‘καὶ γὰρ βασιλεὺς διώρυξε τὸν Ἄθω‘, εἶτα τὸ ἐνθύμημα, ὃ ῥητέον ὅτι συγκριτικῶς πᾶν εὑρίσκεται
5συγκρινόμενον ἀπὸ τῆς ἐργασίας καὶ πρὸς αὐτὸ τεῖνον, οἷον ‘καίτοι ἐκεῖνος μὲν ὄρος διῄρει, δυσκολώτερον πρᾶγμα, ἡμεῖς δὲ γῆν διασκάψομεν, πρᾶγμα οὐ δυσ‐ χερέσ‘, εἶτα ἀπὸ τῆς αἰτίας ‘καίτοι ἐκεῖνος μὲν ἵνα πλεονεκτήσῃ, ἡμεῖς δὲ ἵνα μὴ πάσχωμεν κακῶς πλεον‐
10εκτούμενοι‘· τοῦτο ἐνθύμημα μέν ἐστιν ἀπὸ τῆς αἰτίας εὑρεθέν, ἐπιφερόμενον δὲ τῷ πρώτῳ ἐνθυμήματι τῷ ὅτι ‘ἐκείνῳ μὲν δυσχερέστερον, ἡμῖν δὲ ῥᾴδιον‘ ἐπενθυ‐ μήματος δόξαν ἤνεγκε.
Καὶ μὴν ἔστι καὶ ἄλλο ἐνθύμημα εὑρεῖν εἰς τὴν αὐ‐152
15τὴν ἐργασίαν ἀπὸ τοῦ καιροῦ ‘καὶ ὃ μὲν ταῦτα ἐποίει ἐπείγοντος αὐτὸν τοῦ πολέμου παρέργῳ χρώμενος τῷ πράγματι, ἡμεῖς δὲ ἐν ἔργῳ τοῦτο θέσθαι δυνάμεθα‘. οὐκ ἀγνοητέον δέ, ὡς ἡ τοῦ λόγου μεταχείρισις τὸ ἐν‐ θύμημα τὸ δεύτερον εὑρεθὲν ποιεῖ δοκεῖν ἐπενθύμημα
20εἶναι, εἴ τις τὸ πρῶτον εἰπὼν ἐνθύμημα καὶ παυσά‐ μενος, εἶτα αὐτὸ ἐπαναλαβὼν πάλιν συνάψειε, καὶ τὸ δεύτερον προστιθεὶς τῷ πρώτῳ καθάπερ αὐτῷ λεῖπόν τι προσεξευρών, οὐκ ἄλλο εὑρών· οἷον ‘καὶ ὁ μὲν Περσῶν βασιλεὺς ἵνα πλεονεκτήσῃ διώρυξεν, ἡμεῖς δὲ
25ἵνα μὴ πλεονεκτώμεθα‘, εἶτα ἐπαναλαβόντες πάλιν φα‐ μὲν ὥσπερ ἐπενθυμούμενοι ‘καὶ ὃ μὲν ἐπειγόντων αὐ‐ τὸν μειζόνων ὅμως τοῦ πλεονεκτεῖν ἕνεκεν ἐποίει τὰ χαλεπώτερα, ἡμεῖς δὲ οὐδενὸς ἄλλου καλοῦντος ἡμᾶς, ἢ ἵνα μὴ ζημιωθῶμεν, τὸ πρᾶγμα οὐχ ὑποστησόμεθα;‘
30 Πολλάκις δὲ καὶ ἡ φύσις τῶν πραγμάτων ἐπενθυ‐ μήματος ἰδίαν εὕρεσιν κατασκευάζει, τοῦ ἐνθυμήματος καθ’ ἑαυτὸ μὲν οὐκ ἀπαρτίσαντος, προσθήκης δέ τινος ἄλλης περιττοτέραν δριμύτητα χαριζομένης αὐτῷ τῷ ἐνθυμήματι· οἷον εἰ λέγοι τις ‘δεινὸν τὸ ἀδικεῖν πα‐
35τρίδα‘, εἶτα ἐργάσαιτο ἐκ τοῦ ἐναντίου ‘χρὴ γὰρ ἀδι‐ κεῖν πολεμίουσ‘, εἶτα ἐνθύμημα θείη ὅτι ‘χαλεπώτερόν ἐστιν ὁ πολίτης ἀδικῶν τοῦ πολεμίου, ὅτι ὃ μὲν διὰ τὸ γένος συγγνώμην ἔχει, ὃ δὲ ἐπιτείνει διὰ τὸ πολί‐
της εἶναι τὸ μισεῖσθαι‘, τούτῳ εἰ προσγένοιτο τῷ ἐν‐153
40θυμήματι τὸ ‘καὶ μάλιστα ἐὰν ὁ πολίτης φαίνηται τού‐ τους ἀδικῶν, οὓς ἐδόκει πρότερον εὖ πεποιηκέναι‘, λοιπὸν τοῦτό ἐστι τὸ ἐκ τῆς φύσεως τοῦ αὐτοῦ πράγ‐ ματος ἀληθινὸν ἐπενθύμημα μετὰ προσθήκης τινὸς περιττοτέραν δριμύτητα χαριζόμενον αὐτῷ τῷ ἐνθυμή‐
45ματι· καὶ λοιπὸν οὕτω γίνεται καὶ καλεῖται ἐν ἑνὶ καὶ τῷ αὐτῷ προβλήματι διπλῆ συγκριτικὴ ἐπίτασις περιτ‐ τοτέραν δριμύτητα χαριζομένη αὐτῷ τῷ ἐνθυμήματι.
47

3

.

10

(t)

Περὶ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους.
1 Τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἔστι μὲν τὸ συνεκτικώ‐ τατον πάντων τῶν κεφαλαίων—ἔνθεν γὰρ καὶ τὰ ἄλλα γίνεται κεφάλαια—, ἔχει δὲ οὐ τὴν αὐτὴν κατα‐ σκευὴν τῶν ἐπιχειρημάτων, οἵαν καὶ τὰ λοιπά· οὐ γὰρ
5ἡ περίστασις κατασκευάζει τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἀλλ’ ὥσπερ ἴδιος ἐπιχειρημάτων τόπος ἔστι τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἡ ὑποδιαίρεσις καλουμένη. ἔστι δὲ ἡ ὑποδιαίρεσις ἡ τοῦ ἀθρόου πράγματος εἰς λεπτὸν τομὴ εὑρισκομένη πολλή, καὶ γίνεται οὕτως, εἴ τις τὰ
10ἀπ’ ἀρχῆς ἄχρι τέλους ὁρίσας ἑαυτῷ ὁλοσχερῶς καὶ ἀπαραλείπτως καθ’ ἕκαστον ὄνομα τῶν λεγομένων ἐν αὐτοῖς δύναιτο ὑποδιαιρεῖν οὕτω πλάττων ‘εἰ γὰρ μὴ
τόδε ἐποίησας ἀλλὰ μετριώτερον‘, ‘εἰ γὰρ μὴ τοσαῦτα ἐποίησας ἀλλὰ ἐλάττονα‘. οἷον τρεῖς τις ἀπέκτεινε κατὰ154
15τὸν τῶν ἀκρίτων νόμον υἱεῖς καὶ ἀξιοῖ δημοσίᾳ τρέ‐ φεσθαι νόμου κελεύοντος τὸν ἄπαιδα δημοσίᾳ τρέ‐ φεσθαι. γενόμενος ἐν τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους οὕτω διασκοπήσεις· ὅπου τρεῖς ἀπέκτεινεν υἱεῖς, τὸ τρεῖς ὑποδιαιρήσεις ‘εἰ γὰρ ἕνα ἀπέκτεινε‘, τὸ υἱεῖς ὑπο‐
20διαιρήσεις ‘εἰ γὰρ μὴ αὑτοῦ παῖδα‘, τὸ ἀπέκτεινεν ὑπο‐ διαιρήσεις ‘εἰ γὰρ ἀπεκήρυξεν‘. αὐτὰ δὲ ταῦτα νοεῖται μὲν οὕτως, ἰσχὺν δὲ λαμβάνει ἀπὸ τοῦ λόγου· ἐπεὶ δύναται καὶ ὡς πνεῦμα ἀποταθῆναι κατὰ τὸ τοῦ ἀν‐ τιθέτου σχῆμα, δύναται δὲ καὶ μετὰ τὸ πληρωθῆναι
25τὸ πνεῦμα ἕκαστον αὐτῶν, εἰ θέλοις, καὶ κατὰ περίοδον ἀπολαμβάνειν. καὶ δύναται ὡς πνεῦμα ἀποταθῆναι κατὰ τὸ τοῦ ἀντιθέτου σχῆμα οὕτως οἷον ‘εἰ γὰρ μηδὲν προσήκοντας ἀπέκτεινας, εἰ γὰρ ἀλλοτρίους, εἰ γὰρ ὀθνείους, εἰ γὰρ ξένους, οὐκ ἂν ἠγανάκτησα καὶ τότε;
30οὐκ ἂν ἐδυσχέρανα; οὐκ ἂν ἀπῄτησα τιμωρίαν; νυνὶ δὲ φιλτάτους, οὓς ἐγέννησας, οὓς ἔθρεψας, ὑπὲρ ὧν ἔδει μάχεσθαι, ὑπὲρ ὧν ἔδει δεδιέναι μή τις αὐτοὺς ἄλλος ἀποκτείνῃ, φθάσας τοῦτο ἐποίησας· ἆρα τὸ τοι‐ οῦτον ἄγος καταδεξαίμην; οὐκ ἔστιν εἰπεῖν‘. εἰ δὲ
35βούλει, καὶ συνάγεται ὧδε ‘ἄλλος μὲν οὖν τις δικαίως ἂν ὑπόσχοι τιμωρίαν, εἰ καί τινα τῶν μὴ προσηκόντων ἀπέκτεινεν· οὗτος δὲ ἰδίους υἱεῖς τρεῖς ἀποκτείνας ἀφεθήσεται;‘ δύναται δὲ καὶ ἑκάστη ὑποδιαίρεσις ὁρι‐
σθεῖσα χώραν προσωποποιίας ἀναδέξασθαι. ποίκιλλε δὲ155
40τοῖς σχήμασιν οἷον ‘εἰ γὰρ ἕνα ἀπέκτεινας, οὐκ ἂν εἶ‐ πον καὶ τότε, ὅτι φόνος ἀσεβής σοι τετόλμηται;‘ Γίνεται δὲ ὑποδιαίρεσις ποτὲ μὲν αὐτοῦ τοῦ πράγ‐ ματος εἰς λεπτὸν τεμνομένου, ποτὲ δὲ ἐκ τῶν ὁμοίων λαμβανομένη. καὶ ἀπ’ αὐτοῦ μὲν τοῦ πράγματος οὕτως,
45οἷον προσῆλθε μάγος πατρὶ αἰτῶν θυγατέρα πρὸς γά‐ μον, οὐκ ἔδωκεν, ἐρᾷ εἰδώλου ἡ κόρη, καὶ κρίνεται ὁ μάγος φαρμάκων. ἐνταῦθα ὑποδιαιροῦντες τὸν τοῦ εἰ‐ δώλου ἔρωτα λέγομεν ‘ἐρᾷ εἰδώλου· εἰ γὰρ ἀνδρὸς ἤρα τινός, οὐκ ἂν ἐπὶ σὲ ἤγαγον τὴν αἰτίαν; εἰ γὰρ

3

.

10

(50)

σοῦ αὐτοῦ ἤρα, οὐκ ἂν ἐπήγαγον ἐπὶ σὲ τὴν αἰτίαν;‘ ταῦτα ὑποδιαίρεσίς ἐστιν ἐκ τῶν μικροτέρων· τὸν γὰρ τοῦ εἰδώλου ἔρωτα ὑποδιαιροῦμεν ἀπὸ τῶν μικροτέ‐ ρων εἰς ἄλλους. —Ἀπὸ δὲ τῶν ὁμοίων οὕτως ‘εἰ γὰρ μὴ ἤρα, ἀλλ’ ἐνόσει νόσον ἄλλην τῷ σώματι, οὐκ ἂν
55καὶ τότε σε ἔκρινα;‘ —Καθόλου δέ, ὡς ἔφαμεν, καὶ τῶν ὁμοίων καὶ τῶν ἰδίων αἱ λεπταὶ ὑποδιαιρέσεις ἀναδέξονται τὰς προσωποποιίας ἀναγκαίας οὔσας, ἅς, εἰ θέλοις, καὶ περιόδοις καὶ παντὶ τρόπῳ ἔξεστί σοι μηκύνειν.
60 Ἔστι δὲ ὑποδιαίρεσις καὶ ἐκ τοῦ μείζονος ἐνίοτε λαμβανομένη, ἵνα μὴ ἀεὶ τοῖς λεπτοῖς προσέχωμεν· συμβαίνει δὲ τοῦτο, ὅταν ἀξιώμεθά τι παρασχεῖν ἐπὶ
μισθῷ φαινομένῳ ἢ χάριτι λέγοντες ὅτι ‘οὐδ’ εἰ μεί‐ ζονα ἐδίδου‘. οἷον πέπομφεν ἑκατὸν τάλαντα Φίλιππος156
65πρίασθαι βουλόμενος τὸν Δημοσθένην· εἰς λεπτὸν ὑπο‐ τεμὼν ἐρεῖς ‘οὐδὲ ἄλλον τινὰ τῶν τυχόντων ἔδωκα ἄν, μή τί γε Δημοσθένην‘· τὰ δὲ ἑκατὸν τάλαντα ἐκ τοῦ μείζονος ‘οὐδὲ εἰ μύρια διδοίη τάλαντα οὐδ’ ἂν πόλεις οὐδ’ ἂν ἔθνη, ἀντὶ Δημοσθένους λήψομαι‘.
70 Ἀλλ’ ἵνα μὴ προσκορὲς ᾖ τὸ ἐξ ὑποδιαιρέσεως ἀεὶ τῷ αὐτῷ σχήματι εἰσαγόμενον, ἀλλαττέσθω τὰ σχήματα ποτὲ μὲν οὕτω λεγόντων ‘εἰ γὰρ τόδε ἐποίησας, οὐκ ἔδει σε δοῦναι τιμωρίαν;‘ ποτὲ δὲ οὕτως ‘ἐγὼ μὲν γὰρ καὶ ἐπ’ ἐκείνῳ σε τιμωρίαν ἀπῄτησα ἄν, καίτοι μικρὸν
75ἦν καὶ μετριώτερον ἦν‘, ποτὲ δὲ οὕτως ‘ἄλλος μὲν οὖν τις ἐμίσησεν ἂν καὶ διὰ τόδε‘. ἔστι δὲ τούτων καλλίων ἡ μεταχείρισις, εἰ ἀναστρέφοι τις καὶ ὅλον τὸ πρᾶγμα, οὐκ ἀπὸ τοῦ πράγματος εἰς τιμωρίαν ἕλκων, ἀλλ’ ἀναστρέφων τὴν τιμωρίαν, οἷον ‘εἰ καί τι τού‐
80του μετριώτερον ἐποίησασ‘, ἵνα ποτὲ μὲν ἀπὸ τοῦ πράγματος ἀρχόμενοι εἰς ἀξίωσιν καταβαίνωμεν, ποτὲ δὲ ἀπὸ τῆς ἀξιώσεως ἀρχόμενοι εἰς τὸ πρᾶγμα ἀνερ‐ χώμεθα. Ὅταν δὲ αἱ ὑποδιαιρέσεις ἄλογοι γίγνωνται φασκόν‐
85των ἡμῶν ‘εἰ γὰρ τόδε ἐποίησας, οὐκ ἂν ἔκρινόν σε;‘, διὰ τὸ ἀλόγως ἂν κρῖναι δόξαι οὕτω σχηματίσεις ‘εἰ τόδε ἐποίεις, οὐκ ἂν ἔκρινον;‘ ὡς ὁ συνθάψας τὴν χλαμύδα τῷ ἐρωμένῳ καὶ μὴ κομίσας ἐκ τῆς ἀλλοδα‐ πῆς ἐντειλαμένου ἐκείνου· ἐνταῦθα γάρ, ἐπεὶ μωρόν157
90ἐστι τὸ λέγειν ‘ἔκρινα ἄν σε, εἰ καὶ ἐδάκρυες συνεχῶσ‘, ἐρεῖς ὅτι ‘εἰ ἐδάκρυες, οὐκ ἂν ἐφρόντισα; εἰ παρε‐ καθέζου τῷ τάφῳ, οὐκ ἂν ἐμήνιον;‘ καίτοι καὶ τότε, εἰ δύνασαι, βίασαι ἀναιρεῖν, ὃ ἔδωκας. καὶ καθόλου πᾶσαν ὑποδιαίρεσιν ἂν πειραθείης συγχωρήσας ἀνελεῖν,
95εἶτα ἀνελὼν ἐπενέγκοις, πολλαπλασιάσεις τὸν λόγον δριμέως λέγων οὕτως ‘εἰ μὲν τόδε ἐποίησας, συγγνώ‐ μης ἄξιος· ἐπεὶ δὲ τόδε, οὐκέτι· καίτοι οὐδὲ τότε‘· οὕτω γὰρ καὶ αἱ προσωποποιίαι χώραν ἕξουσι μυρίαν. ἵνα δὲ μὴ προσκορὴς εἶναι δόξῃς διὰ τῆς προσωπο‐

3

.

10

(100)

ποιίας πληρῶν λόγους, θαυμαστὸς φανήσῃ ῥήτωρ τὸ γνώρισμα αὐτῆς ἀφαιρῶν καὶ χρώμενος αὐτῇ· εἰ γὰρ μὴ λέγοις ‘εἶπον ἄν‘, ἄλλο τι φαίνεται πρότερον ἢ προσωποποιία.
103

3

.

11

Πρόσκειται τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους ὥσπερ ἴδιόν τι ἐπὶ τῷ τέλει καὶ τὸ πλαστὸν ἐπιχείρημα καλούμενον. τινὲς δὲ οὕτως αὐτὸ ἐκάλεσαν πλαστὸν οὐκ εἰδότες,
ὅτι καὶ πᾶσα ὑποδιαίρεσις πλαστή ἐστι. τὸ γὰρ μὴ γε‐158
5νόμενον πλαττόμενον δὲ ὡς καὶ γενέσθαι δυνάμενον τῆς αὐτῆς ἂν εἴη δήπουθεν εὑρέσεως. καὶ τὸ μὲν κυ‐ ρίως πλαττόμενον ἐπιφερόμενον δὲ πᾶσι τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους οὕτως εὑρίσκεται καθολικῶς· εἰ μὲν ἐπ’ ἀγαθῷ τινι πραχθέντι δωρεὰν αἰτεῖς καὶ πλάττεις, οὕ‐
10τως ‘εἶτα δὲ εἰ πρὶν ἢ ποιῆσαι τὸ ἀγαθὸν ᾔτουν δω‐ ρεάν, οὐκ ἄν μοι ἔδοτε; οὐκ ἂν ἐψηφίσασθε ἐπαγγελ‐ λομένῳ ποιήσειν;‘ καὶ ἐπὶ τούτῳ ἐρεῖς ‘δεινὸν δὲ ἐπαγ‐ γελλομένῳ μὲν ποιήσειν ψηφίσασθαι, μὴ δοῦναι δὲ πεποιηκότι‘· εἰ δὲ ἐπὶ κακῷ τινι πραχθέντι πάλιν τι‐
15μωρίαν ἀπαιτεῖς καὶ πλάττεις, ὁμοίως ‘εἰ δὲ πρὶν ἢ γενέσθαι τὸ κακὸν ἔγνωμεν, ὅτι ἔσται, οὐκ ἂν ἐφιλο‐ τιμησάμεθα κωλῦσαι; δεινὸν δὲ μέλλον μὲν γίνεσθαι κωλύειν, γενόμενον δὲ μὴ τιμωρεῖσθαι‘. καὶ ἐφεξῆς τούτῳ τῷ σχήματι τῆς ζητήσεως χρώμενος πολυτρόπως
20εὑρήσεις τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους καταστῆσαι. Τὰ δὲ πλαστὰ χώραν ἔχει μετὰ τὴν ἀθρόαν εἰσβο‐ λὴν τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, χώραν δὲ ἔχει καὶ ἐν ταῖς ἐργασίαις ταῖς ἀπὸ παραδείγματος, εἰ λέγοιμεν ἐπὶ τῷ πράγματι τῷ καλῶς πραχθέντι ἢ κακῶς τὸ
25πλαστὸν ἐπιφέροντες· οἷον ‘οὐ δεῖ ἐχθρῷ ἐπιτάττοντι
πείθεσθαι‘, τοῦτο τὸ ἐπιχείρημά ἐστιν· ἡ ἐργασία ἐκ παραδείγματος ‘οὐδὲ γὰρ οἱ πατέρες ἡμῶν ἐπείσθησαν τῷ Ξέρξῃ γῆν αἰτοῦντι καὶ ὕδωρ, ἀλλ’ ἐξελθόντες πολλὰ καὶ καλὰ ἔπραξαν‘· εἶτα πλαστὸν φέρε ‘εἰ δὲ159
30τότε συνεβούλευέ τις δοῦναι γῆν καὶ ὕδωρ, οὐκ ἂν κατελεύσθη; ἐγὼ μὲν οἶμαι‘. ἐπὶ δὲ τῷ κακῶς οἷον ‘οὐ δεῖ πιστεύειν Φιλίππῳ χαριζομένῳ· ἀπατεὼν γάρ ἐστιν‘· εἶτα ἐργασία ἐκ παραδείγματος ‘οὐδὲ γὰρ τοῖς Ὀλυν‐ θίοις συνήνεγκε πεισθεῖσιν αὐτῷ, ἀλλὰ Ποτίδαιαν λα‐
35βόντες ἅπαντα προσαπώλεσαν‘· εἶτα πλαστὸν φέρε ‘εἰ δὲ τότε, ὅτε τὴν Ποτίδαιαν ἐλάμβανον, εἶπέ τις αὐ‐ τοῖς θεόθεν, ὅτι προσαπολοῦσι καὶ τὴν Ὄλυνθον, ἆρα ἂν ἐδέξαντο; οὐκ ἔστιν εἰπεῖν‘. Ἔτι παραπειρᾶσθαι δεῖ τὰ πλαστὰ καὶ ἀπὸ τῶν
40ἐναντίων ζητεῖν πλάττειν, καὶ τοῦτο μυριάκις εὑρίσκε‐ ται· οἷον εἰ μὲν ἐπ’ ἀγαθῷ αἰτοίης γέρας, λέγε ‘εἰ δὲ κακόν τι ἐπεποιήκειν, οὐκ ἂν τιμωρίαν ἔδωκα;‘ ὡς ὁ Δημοσθένης ἐν τῷ Πρὸς Λεπτίνην· διεξελθὼν γὰρ τὰς πράξεις τοῦ Χαβρίου λέγει ἐκ τοῦ ἐναντίου πλάτ‐
45των ‘ἀλλ’ εἰ μὲν μίαν ἀπώλεσε ναῦν, περὶ θανάτου ἂν ἐκινδύνευσε‘· τοῦτο μέντοι καὶ διπλῆν ἔχει τὴν τῆς πλάσεως θεωρίαν, ἀπὸ γὰρ τοῦ ἐναντίου γενόμενον τῷ μικροτέρῳ συμπλέκεται. ἢ ἐάν τινα κελεύῃς δοῦναι τιμωρίαν ἐπ’ ἀδικήματι· ἔνεστι γὰρ λέγειν ‘εἰ ἃ ἔβλα‐

3

.

11

(50)

ψεν εὐηργέτησε, δωρεὰς ἂν ἔλαβε· δράσας δὲ κακῶς οὐ κολασθήσεται;‘ παντὸς δὲ τοῦ λεγομένου ζήτει τὸ ἐναντίον καὶ πολλάκις εὑρήσεις τοῦτο παρ’ ὅλον τοῦ πλαστοῦ τὸν λόγον, μεμνημένος ὅτι ὡς ἐπὶ τὸ πολὺ ἢ ἀθρόον τὸ πραχθὲν ὡς οὐ γενόμενον πλάττεται ἢ160
55τὸ ἐναντίον αὐτοῦ· οἷον ἐπὶ τυραννοκτόνου ‘εἰ δὲ πρὶν ἢ ἀποκτεῖναι ἐπηγγελλόμην‘, τοῦτο τοῦ ἀθρόου πλάσμα ὡς μὴ γενομένου, καὶ ἄλλο ἐκ τοῦ ἐναντίου ‘εἰ δὲ μὴ κατώρθωσα ἀλλὰ ἐλήφθην, τί ἂν ἔπαθον;‘ καὶ εἰ Δη‐ μοσθένην αἰτοίη Φίλιππος ἤ τι τοιοῦτον, διάπλασον
60ἐκ τοῦ ἐναντίου ‘εἰ δὲ ὑμεῖς ἐβούλεσθε λαβεῖν τι τῶν Φιλίππου, πότε ἂν συνεχώρησεν ὑμῖν; Εἰ δὲ καὶ εὐτελέστερόν τι συνεχώρει ἡ φύσις, οὐκ ἂν ὤκνησα διὰ τὸ σαφέστερον. σὺ δὲ παράπεμπε τῷ νῷ τὰς θεωρίας τῷ ῥητορικῷ σου κοσμῶν λόγῳ τὴν
65τέχνην. ἴσθι μέντοι, ὡς τοῖς ἀρχαίοις ἐντυγχάνοντες καὶ μάλιστα τῷ καθηγεμόνι μυρία καλὰ εὑρίσκομεν· ὅσα δὲ πρὸς τὸ κατεπεῖγον τῆς ὑπαγορεύσεως ἐπιτρέχει τῇ ψυχῇ, δίδωμι.
68

3

.

12

Δυσχερῆ λύσιν ἔχει τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους τῆς πραγματικῆς. εὕρηται οὖν καὶ μέθοδος πρὸς ταῦτα, ὥστε τῷ λύοντι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους εὐπορίαν
εἶναι, καὶ τοῦτο τὸ μάθημα σαφέστατα ἐκθήσομαι. ἐὰν161
5μὲν τὸ πρᾶγμα παρ’ ἡμῶν ᾖ γεγονὸς καὶ ὑπὸ τῶν ἐχθρῶν εἰς τὴν ἡμετέραν βλάβην εἰσαγόμενον, οὕτως αὐτὸ λύσομεν· ζητοῦντες τῶν ἀντιθετικῶν στάσεων τὰ λυσιτελοῦντα ἡμῖν θήσομεν, ὥσπερ ποιοῦμεν καὶ ἐν τῇ ἀντιλήψει, πολλάκις δὲ θήσομεν καὶ τῶν ἄλλων
10στάσεων τὰ συντελοῦντα εἰς τὴν ἡμετέραν ὠφέλειαν. καὶ μεταληπτικὰ δὲ ἐὰν ἔχῃ τὸ κεφάλαιον τοῦ πλαττο‐ μένου, θήσομεν ἔσθ’ ὅτε καὶ οὕτω λύσομεν ὅτι ‘οὐδὲν πρὸς ἡμᾶς τὸ γενόμενον‘. καὶ μάλιστα ἐὰν ἐκ φύσεως ᾖ τι γενόμενον καὶ διὰ τοῦτο ἀξιῶμέν τι γενέσθαι, ὁ
15ἐνιστάμενος ἐρεῖ ὅτι ‘οὐ δι’ ἡμᾶς γίγνεται ἀλλὰ διὰ τὴν αὑτοῦ φύσιν‘. οἷον ῥεῖ ἀπὸ τῆς Αἴτνης ἐπὶ τὴν Κατάνην συνεχῶς τὸ πῦρ, καὶ συμβουλεύει τις αὐτοῖς μετοικίζεσθαι· τοῦτο τοίνυν λέξει ὁ φεύγειν συμβου‐ λεύων ὅτι ‘κινδυνεύομεν ἐπιόντος ἡμῖν τοῦ πυρὸς καὶ
20ἀπαίρωμεν ἐνθένδε‘· ἀπαντήσομεν οὖν οὕτως ‘οὐ δι’ ἡμᾶς ῥεῖ τὸ πῦρ ἀλλὰ διὰ τὴν αὑτοῦ φύσιν‘.
21

3

.

13

(t)

Περὶ τάξεως ἐπιχειρημάτων.
1 Ἡ δὲ τάξις τῶν ἐπιχειρημάτων διπλῆ. εἰ γὰρ τύχοι τὰ μὲν αὐτῶν ἀποδεικτικὰ εἶναι πολιτικῆς ἑρμηνείας μόνης δεόμενα, τὰ δὲ πανηγυρικά, τηρήσεις τὰ πανη‐
γυρικὰ τελευταῖα πρὸς τὸ δοκεῖν αὔξειν προχωροῦντα162
5τὸν λόγον ἐπὶ τὸ ἀκμαιότερον, ἵνα τὰ τῆς τέχνης κατ’ οἰκείαν τάξιν προχωροῦντα δόξαν ἀκμῆς τῷ λέγοντι παράσχῃ ὡς ὑπὸ τῆς ἐν τῷ λέγειν θερμότητος ἐπὶ τὸ ἀκμαιότερον προαγομένῳ· ἄλλως τε δὲ καὶ ἡδίων τοῖς ἀκούουσιν ὁ ἀπὸ τῶν ἀποδεικτικῶν ἐπὶ τὰ πανηγυρι‐
10κώτερα χωρῶν, οὐχ ὁ ἀπὸ τῶν πανηγυρικῶν ἐπὶ τὰ ἀποδεικτικά. Αὕτη μὲν ἰδέα πρώτη. δευτέρα δὲ ἐκείνης σοφωτέρα ἰδόντα τὰ ἐπιχειρήματα, ὁπόσα ἐστὶ καὶ οἷα, τὸ προ‐ κλητικώτερον τοῦ ἑξῆς κεφαλαίου τελευταῖον τιθέναι,
15ἵνα, ἐκ τῆς ἀνάγκης τοῦ ἐπιχειρήματος ἀνισταμένου τοῦ κεφαλαίου τοῦ ἐφεξῆς, ὕφος ἓν ὁ λόγος γένηται καὶ σῶμα, μὴ διασπώμενος ἐν ταῖς ὑποφοραῖς, ἀλλὰ αὐτὸς αὑτοῦ δοκῶν ἔχεσθαι καὶ ἀνίστασθαι δι’ αὑτοῦ· ὥσπερ οὖν ἴσμεν καὶ ἐν ταῖς ἀντιλήψεσι τὸ ἀντιπαρα‐
20στατικὸν μετὰ τὴν ἔνστασιν τελευταῖον τιθέμενον, ἐπειδὴ ἐγερτικόν ἐστι τοῦ ὅρου, οἷον ‘ἐξῆν ἀποκτεῖναι τὸν υἱόν‘, ἡ ἔνστασις ‘οὐκ ἐξῆν· εἰ δὲ καὶ ἐξῆν, οὐκ ἐπὶ τῷ αἴτιον γενέσθαι σε τῇ μητρὶ θανάτου‘, ἵνα εὐθέως ὁ ὅρος ἀπαντήσῃ, τί τὸ αἴτιόν ἐστι θανάτου
25γενέσθαι. εἰ γὰρ καὶ ἀντιπαράστασίς ἐστιν ἡ ἀπαντή‐
σασα οὐκ ἐπιχείρημα, ὅμως εἰς παραδείγματος λόγον ἐθήκαμεν, ὅτι χρὴ καὶ ἐπὶ τῶν ἐπιχειρημάτων οὕτω τιθέναι τελευταῖον τὸ τοῦ μέλλοντος κεφαλαίου προ‐ κλητικόν· ἐπεὶ καὶ ἡ ἔνστασις καὶ ἡ ἀντιπαράστασις163
30τὸν αὐτὸν ἔχουσι λόγον, οὐκ ἀεὶ τῆς ἐνστάσεως ἢ τῆς ἀντιπαραστάσεως πρώτης τιθεμένης, ἀλλ’ ἐναλλὰξ τοῦ‐ το πασχούσης ἑκάστης, ὃν τρόπον φαμὲν δεῖν ἀνασκο‐ πεῖν καὶ ἐπὶ τῶν ἐπιχειρημάτων· καὶ γὰρ τούτων ἑκάστη ἢ διὰ τὸ ἀκμαιότερον δευτέρα τεθήσεται ἢ διὰ τὴν
35τοῦ μέλλοντος κεφαλαίου προσδοκίαν.
35

3

.

14

(t)

Περὶ ὅρου.
1 Ὅρος καὶ ἀνθορισμὸς καὶ συλλογισμὸς καὶ λύσις τοῦ συλλογισμοῦ τέσσαρα μέν ἐστιν ὀνόματα, τῇ δὲ δυνά‐ μει δύο· ὅ τε γὰρ τὸν ὅρον ἔχων καὶ τὸν συλλογισμὸν τοῖς αὐτοῖς ἐπιχειρήμασι κατασκευάζειν ἑκάτερα δύνα‐
5ται, ὅ τε τὸν ἀνθορισμὸν καὶ τὴν λύσιν τοῦ συλλο‐
γισμοῦ τοῖς αὐτοῖς ἐπιχειρήμασι κατασκευάζειν ἑκάτερα δύναται. τέχνη δὲ θαυμασία παρ’ ἡμῖν εὕρηται πρὸς τὸ μήτε πεφύρθαι τὸν λόγον μήτε ἄπορον εἶναι διῃρη‐ μένης τῆς διανοίας, ὥσπερ καὶ ἐπὶ τῶν ἐπιχειρημάτων,164
10ἵνα ὅ τε τὸν ὅρον μελετῶν καὶ ὁ τὸν ἀνθορισμὸν ἀντι‐ τιθεὶς τούτῳ τὰ πρὸ τοῦ πράγματος εἰωθότα συμβαί‐ νειν λέγωσι, καὶ ὁ μὲν τὸν ὅρον κατασκευάζων οὕτω ζητῇ ‘τόδε πρὸ τοῦ πράγματος ἔδει γενέσθαι, οὐ γέ‐ γονεν‘, ὁ δὲ τὸν ἀνθορισμὸν κατασκευάζων ἵνα οὕτω
15λέγῃ ‘ἔδει τόδε γενέσθαι πρὸ τοῦ πράγματος, γέγονε‘. ταῦτα μὲν ἀπὸ τῶν πρὸ τοῦ πράγματος· οἷον μαινό‐ μενος ἀπέκτεινε τύραννον, σωφρονήσας αἰτεῖ τὸ γέρας, ἐνίσταταί τις αὐτῷ ‘οὐ τοῦτό ἐστι τυραννοκτονία‘. ὃ δέ φησι ‘τοῦτό ἐστι τυραννοκτονία· ἔδει ἀνελθεῖν εἰς
20τὴν ἀκρόπολιν, ἀνῆλθον· ἔδει ἀποκτεῖναι, πεφόνευκα‘, ταῦτα πρὸ τοῦ πράγματος. ὁ δὲ τὸν ἀνθορισμὸν κατα‐ σκευάζων ἐρεῖ οὕτως ‘ἔδει βουλεύσασθαι πρῶτον τὸν μέλλοντα τυραννοκτονεῖν, σὺ μαινόμενος οὐκ ἐβουλεύ‐ σω· σωφρονούντων γὰρ ἔργον ἐστίν‘, ὥστε τῶν ὀφει‐
25λόντων τι πρὸ τοῦ πράγματος γενέσθαι παρὰ τοῦ τυ‐ ραννοκτόνου λείπει· ‘ἔδει εἰδέναι τὸν τυραννοκτόνον, τί ποιεῖ, σὺ δὲ οὐκ ᾔδεισ‘. ὁ δὲ συλλογισμὸς ἀπὸ τῶν ἐπισυμβαινόντων τῷ πράγματι ἐπικατασκευασθήσεται,
οἷον ‘οὐδὲν διαφέρει, εἴτε ἐμαινόμην εἴτε ἐσωφρόνουν·165
30ἃ γὰρ ὡς σωφρονοῦντος ἀποκτείναντος ἐμοῦ ἐπισυνέβη ἂν ἀγαθά, ταῦτα καὶ νῦν γέγονεν· ἔδει τὸν τύραννον ἀνῃρῆσθαι, ἀνῄρηται· ἔδει ἐλευθερίαν γενέσθαι, γέ‐ γονεν· ἔδει μηδένα εἶναι ἐπὶ τῆς ἀκροπόλεως, οὐδεὶς ἔστιν‘. ὁμοίως καὶ ὁ τὴν λύσιν τοῦ συλλογισμοῦ ἔχων
35ἐκ τῶν μετὰ ταῦτα συμβαινόντων, εἴ τι μὴ ἐπιγέγονε, λαμβάνων ὡς ἐπιχείρημα φήσει ὅτι ‘πολὺ διαφέρει· ἃ γὰρ ἂν ἐπισυνέβη σωφρονοῦντός σου κτείναντος, ταῦ‐ τα οὐ γέγονε νῦν μαινομένου ἀποκτείναντος· οἷον ὁ σωφρονῶν ἀποκτείνας εὐθέως τιμᾶται, σὺ δὲ μετὰ τὸν
40φόνον ἐθεραπεύου ἰατροῖς ὑποκείμενος καὶ μάγοισ‘, ὥστε τῇ μὲν δυνάμει τὰ αὐτὰ εἶναι κἀκεῖνα, οἷα τὰ ἐνθάδε, μόνῃ δὲ τῇ διαστάσει τῶν χρόνων 〈διαφέρειν. ἐξ οὗ συμβαίνει〉 μὴ διαμαρτεῖν τὰς δριμύτητας πρός τε εὐπορίαν τοῦ ἐπιχειροῦντος καὶ πρὸς διάκρισιν τῶν
45τε ἄνω κεφαλαίων καὶ τῶν ἐφεξῆς, ὡς ἂν μὴ τοῖς αὐτοῖς περιπίπτωμεν τῷ τὰς αὐτὰς δυνάμεις ἔχειν ἑκάτερα.
47

3

.

15

(t)

Περὶ διασκευῆς.
1Διασκευὴ δὲ τοῦ προβλήματος ἡ διατύπωσίς ἐστι
τοῦ πράγματος, ὥσπερ ἐν ποιητικῇ ἡ καθ’ ἕκαστον τῶν γενομένων ἀφήγησίς τε καὶ διατύπωσις, διὰ μὲν τῶν πεπραγμένων τοῦ διασκευάζοντος ὀφείλοντος πλα‐166
5τῦναι τὸ πρᾶγμα μόνον, οὐ μέντοι γε οὔτε αἰτίαις οὔτε λογισμοῖς τοσοῦτον οὔτε ἄλλῳ τινὶ ἐπιχειρήματι, ἀλλὰ μόνῳ τῷ τρόπῳ. διασκευάζεται μὲν γὰρ πάντως ἕν τι τῶν τῆς περιστάσεως, καὶ ὅ τι δἂν ἐκείνων ᾖ, τῷ τρόπῳ πάντως πλατύνεται, καὶ μετὰ τοῦ τρόπου
10καὶ προσωποποιίαις καὶ οἷα εἰκὸς ἦν τελεῖσθαι ἐφ’ ἑκάστου τῶν πραττομένων καὶ λεχθῆναι δυναμένων παρὰ τῶν ἐμφαινομένων προσώπων ἐν τῇ διατυπώσει. ἔξεστι δὲ τὸν διασκευάζοντα πιθανῶς τολμᾶν καὶ λέ‐ γειν, ὅσα εἰκὸς ἐπισυμβαίνειν εἴωθε τοῖς πράγμασι
15παράδοξα ἢ θαυμαστά, καὶ ταῦτα λαμβάνοντα ἐκ τοῦ εἰκότος· ὃ γὰρ ἂν δυνηθῇ ποτε ἐπισυμβῆναι τοιούτῳ πράγματι, λέγειν ἔξεστιν, ὡς ἐπισυνέβη καὶ τότε, πᾶν δὲ τὸ παρὰ τὸ εἰκὸς ἢ λεχθῆναι ἢ πραχθῆναι λεγό‐ μενον εἰς κακόζηλον ἐξάγει τὴν διασκευήν.
20 Γίνεται δὲ ἡ διατύπωσις τοῦ πράγματος ἢ ἐκ τῶν παρελθόντων ἢ ἐκ τῶν παρόντων ἢ ἀπὸ τῶν μελλόν‐ των, ἢ οἷα πάλαι ἐγένετο ἢ ὁποῖα νυνὶ γίνεται ἢ ὁποῖα κατὰ τὸ μέλλον γενήσεται, ἡμῶν καὶ ταῦτα διατυπούν‐
των. συνελόντι δὲ εἰπεῖν ἡ διασκευὴ ποιητικῆς ἔχει167
25φιλοτιμίαν· οὐδὲν γὰρ ἕτερον ἡ ποιητικὴ ἔχει πλὴν ἑκάστου τῶν γενομένων ἀφήγησίν τινα καὶ διατύπωσιν. Χρὴ δὲ τὸν μέλλοντα μελετᾶν οἰκονομεῖν εἰδέναι. εἰ μὲν γὰρ εὑρίσκοιτο διήγησις καὶ ἐκ τῶν παρελθόντων καὶ ἐκ τῶν μελλόντων ἢ ἀπὸ τῶν παρόντων μόνων ἢ
30καὶ τῶν δύο καιρῶν ἢ καὶ τῶν τριῶν, ἔξεστι τὸν παρ‐ ελθόντα ἀπολαβόντα ἐν τῇ διηγήσει ἐνδιασκεύως ἀπο‐ πληρῶσαι τὸ ἄνω μέρος, οὐ μέλλοντα ἐνοχλήσειν τοῖς κάτω μέρεσι τοῖς αὐτοῖς διὰ τὴν τῶν μελλόντων δια‐ τύπωσιν. εἰ δὲ εἴη τὸ πρᾶγμα ὀφεῖλον διασκευασθῆναι
35καὶ ἄνω καὶ κάτω ἐν ταῖς διηγήσεσι, μνήμην αὐτοῦ ποιησόμεθα κατασκευάζοντες ταῖς αἰτίας, αἷς ἔφαμεν τὴν διήγησιν κατασκευάζεσθαι, τοὺς δὲ τρόπους αὐτοὺς τῇ διασκευῇ φυλάξομεν. ἐὰν δὲ παντάπασιν ᾖ ἄπορον εἰς διατύπωσιν τὸ πρᾶγμα, τότε μεταχείρισίς ἐστιν
40οἰκονομίας ἀρίστη τὸ μηδὲ ἐν τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέ‐ λους γενομένους ἀποχρήσασθαι ταῖς ὑποδιαιρέσεσιν, ἀλλ’ ἀθρόως εἰπόντες τὸ πρᾶγμα ἐκεῖ καὶ πλάσαντές τινα πλαστὰ καὶ ἐπὶ ἀθρόῳ τῷ πράγματι ἐπειπόντες τὰς καθ’ ἕκαστον ὑποδιαιρέσεις τοῖς ἐπιοῦσι φυλάξο‐
45μεν τῇ κατασκευῇ χρώμενοι ἐνταῦθα ἀντὶ τῆς δια‐ σκευῆς, καὶ τοὺς ὑπομερισμούς, οὓς ἐμέλλομεν ἐν τοῖς
ἀπ’ ἀρχῆς ἄχρι τέλους ποιεῖν ὡς κατασκευάζοντες, τού‐ τους φυλάξομεν τῇ διασκευῇ ὡς διατυποῦντες, μόνῃ τῇ τῶν κώλων ἁρμονίᾳ χρώμενοι διαφερούσῃ—ἄλλα168

3

.

15

(50)

γάρ ἐστι κατασκευαζόντων κῶλα καὶ ἄλλα διασκευαζόν‐ των—, προσέτι δὲ καὶ τὰς περὶ τὴν κατασκευὴν περι‐ όδους ἀφαιροῦντες· ἀλλότριον γὰρ περίοδος διασκευῆς. ὅθεν γίνεται καὶ ἡ τῶν προσωποποιιῶν εὐπορία· εἰ γὰρ καὶ ἀποροίη τὸ πρᾶγμα διασκευῆς ἀθρόως, ὁ ὑπο‐
55μερισμὸς προσωποποιίας οὐκ ἀπορεῖ. —Χρὴ δὲ εἰδέ‐ ναι, ὅτι καὶ πᾶς ὑπομερισμὸς τὰ αὐτὰ λέγει τῇ δια‐ σκευῇ ἀνεμποδίστως· δεῖ γὰρ πάντως ἐκ τῆς ὑποδιαι‐ ρέσεως εἰς τὸ πρᾶγμα αὐτὸ ἐπανελθεῖν, ἀλλὰ καὶ καθ’ ἑκάστην ὑποδιαίρεσιν τοῦτο ποιεῖν ἀνεπαχθές ἐστιν ἀεί.
60 Ταυτολογεῖ δὲ διασκευῇ καὶ ἡ τῶν καλουμένων χω‐ ρίων ἀγωγή, καὶ ἐκείνη ἀνεπιλήπτως. ἀνάγκη γὰρ ἀπὸ τοῦ παραδείγματος ἢ τοῦ μυθικοῦ ἢ τοῦ ἱστορικοῦ μετα‐ βαίνοντα εἰς τὸ ἴδιον πρᾶγμα τὸ αὐτὸ λέγειν πολλά‐ κις· οἷον ὡς ἐπὶ παραδείγματος τοῦτο ἐπιδεῖν τινα
65σαφέστερον, ἐπίπρασκεν Ἀλέξανδρος τοὺς Θηβαίων αἰχμαλώτους, πριάμενοι Λακεδαιμόνιοι τριακοσίους κατ‐ έσφαξαν ἐπὶ τὸ ἐν Λεύκτροις τρόπαιον καὶ κρίνονται τῶν εἰς τοὺς Ἕλληνας ἀδικημάτων. ἐὰν γὰρ διασκευά‐ ζοντες λέγωμεν ‘τριακοσίους ἐθύσατε ὡς ἱερεῖα ὠμῶς
70καὶ ἀνηλεῶς τοῖς βωμοῖς ὡς σφάγια‘, ταῦτα πάλιν
διασκευάσομεν, καὶ ἐν ταῖς διατυπώσεσιν αὐταῖς ὡς ἔφαμεν λέγοντες ὡς προσῆκον δεδακρυμένους, θρηνοῦν‐ τας, ἐστεφανωμένους, καὶ οἷα ἐποίουν περιπτυσσόμενοι ἀλλήλους καὶ οἷα ἔλεγον ἱκετεύοντες καὶ ὀδυρόμενοι·169
75μέχρι τούτων ἡ διατύπωσις ἡ ἀπὸ τοῦ πράγματος. ἐὰν δὲ ἐπεισάγειν ἐθέλῃς χωρίον ἀπὸ ἑνὸς ὀνόματος, λήψῃ πρόφασιν ἱστοριῶν, ὡς ἐνταῦθα ‘τριακοσίους ἐθύσατε, διεφθείρατε τὸν ἀριθμὸν ὑμῶν τὸν ἐπαινούμενον τῶν τριακοσίων τῇ τούτων τελευτῇ‘· μετὰ γὰρ τὸ εἰπεῖν
80ὡς ‘ἀνηλεῶς ἀπεκτείνατε‘ καὶ διασκευάσαι δύνασαι εἰ‐ πεῖν ὅτι ‘ἀπέθανον ὑμῶν καὶ ἐν Θυραίᾳ τριακόσιοι, ἀλλὰ πολέμου νόμῳ· ὑμεῖς δὲ ἱερείων νόμῳ τούτους κατεσφάξατε‘ καὶ πάλιν ἄλλο χωρίον ‘ἀπέκτεινεν ὑμῶν καὶ βασιλεὺς τριακοσίους ἐν Πύλαις, ἀλλ’ οὐκ ἔθυσεν·
85ὑμεῖς δὲ παρεστήσασθε τριακοσίους ἱερεῖα τοῖς βωμοῖσ‘ καὶ πάλιν ἐπὶ τὴν διασκευὴν χωρήσομεν, εἰ τύχοι παρά‐ δειγμα, κἂν Κλέωνος μνημονεύσῃς τὸ περὶ Πύλον καὶ Σφακτηρίαν χωρίον ἐπεισάγων, κἀκεῖθεν ἐπαναδραμεῖν εἰς τὴν διασκευὴν δύνασαι πάλιν ἀνεμποδίστως.
89

4

.

1

(t)

Περὶ λόγου σχημάτων.
1Ἐπειδὴ οὖν καὶ περὶ τῶν ἐπιχειρημάτων καὶ περὶ
τῶν ἐργασιῶν καὶ περὶ τῶν ἐνθυμημάτων τῆς εὑρέ‐ σεως πάντα εἰς τέλος πεπλήρωται, ἀναγκαῖον εἰπεῖν καὶ περὶ τῶν τοῦ λόγου σχημάτων, καθ’ ἃ προσήκει170
5ἕκαστον αὐτῶν ἐκφέρεσθαι. ὅσα μὲν γὰρ τῶν ἐπιχει‐ ρημάτων ἢ τῶν ἐργασιῶν πολιτικά ἐστι τῷ νῷ καὶ ἀποδεικτικά, προσήκει ταῦτα στρογγύλως καὶ κατὰ ἀν‐ τίθετα καὶ κατὰ περιόδους ἐκφέρεσθαι, ὅσα δὲ πανη‐ γυρικὰ τῷ νῷ, ἤτοι παραδειγματικὰ ἢ ἐκ παραβολῆς
10λαμβανόμενα, ταῦτα δεῖ πνευματικῶς ἀποτείνεσθαι καὶ ἀκμαίως· τὰ γὰρ ἐνθυμήματα πάντα στρογγύλως κατὰ τὴν σύγκρισιν ἐκφερόμενα δριμύτητος δόξαν πλείονα ἀποφέρεται, ἢ εἴ τις αὐτὰ ἁπλῶσαι θελήσειε τῷ λόγῳ. καίτοι καὶ τούτῳ τῷ σχήματι ὁ Δημοσθένης ἐκαλλω‐
15πίσατο πολλάκις, ὡς ἐν τοῖς βιβλίοις εὑρίσκομεν· ὡς ἐκεῖνο ἐν τῷ Περὶ τοῦ στεφάνου «ὑμεῖς τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, Λακεδαιμονίων γῆς καὶ θαλάττης ἀρχόντων καὶ τὰ κύκλῳ τῆς Ἀττικῆς κατεχόντων ἁρ‐ μοσταῖς καὶ φρουραῖς, Εὔβοιαν, Τάναγραν, τὴν Βοι‐
20ωτίαν ἅπασαν, Μέγαρα, Αἴγιναν, Κλεωνάς, τὰς ἄλλας νήσους, οὐ ναῦς, οὐ τείχη τῆς πόλεως τότε κεκτημένης, ἐξήλθετε εἰς Ἁλίαρτον καὶ πάλιν οὐ πολλαῖς ἡμέραις ὕστερον εἰς Κόρινθον, τῶν τότε Ἀθηναίων πολλὰ ἂν
ἐχόντων μνησικακῆσαι καὶ Κορινθίοις καὶ Θηβαίοις171
25τῶν περὶ τὸν Δεκελεικὸν πόλεμον πραχθέντων· ἀλλ’ οὐκ ἐποίουν ταῦτα, οὐδ’ ἐγγὺς τούτων. καίτοι τότε ταῦτα ἀμφότερα, Αἰσχίνη, οὔθ’ ὑπὲρ εὐεργετῶν ἐποί‐ ουν οὔτ’ ἀκίνδυνα ἑώρων· ἀλλ’ οὐ διὰ ταῦτα προΐεντο τοὺς καταφεύγοντας ἐπ’ αὐτούς, ἀλλ’ ὑπὲρ εὐδοξίας
30καὶ τιμῆς ἤθελον τοῖς δεινοῖς ἑαυτοὺς διδόναι, ὀρθῶς καὶ καλῶς βουλευόμενοι». καὶ γὰρ ἐνταῦθα τὸ μὲν ἐπι‐ χείρημα ἦν ‘καλὸν τὸ μὴ μνησικακεῖν τοῖς ἀδικήσασιν, ἐὰν κινδυνεύωσιν‘, ἡ ἐργασία δὲ αὐτοῦ ‘οὐδὲ γὰρ Θη‐ βαίοις οὐδὲ Κορινθίοις ἐμνησικακήσατε, ἀλλὰ κἀκείνοις
35ἐβοηθήσατε‘. τὸ δὲ ἐνθύμημα ‘καίτοι Λακεδαιμονίων γῆς καὶ θαλάττης ἀρχόντων καὶ φοβερῶν ὑμῖν ὄντων τῶν πραγμάτων‘, ἔλαθε δὲ ἁπλώσας αὐτὸ ἀπὸ τοῦ καὶ τὴν τάξιν ὑπαλλάξαι· δεινὸς γὰρ ἀεὶ σοφίσασθαι τὰς τέχνας καὶ ἀποκρύπτειν ὁ ῥήτωρ, καὶ ἄλλοτε μὲν ἄλλως
40ἐποίει, τῇ τάξει δὲ ἐνταῦθα· ὅθεν καὶ τολμήσας ἁπλῶ‐ σαι τὸν λόγον τοῦ ἐνθυμήματος, εἶτα προσελθὼν τῇ ἐργασίᾳ καὶ πάλιν ἀναγκασθεὶς ἐκ τῆς τέχνης μνησθῆ‐ ναι τοῦ ἐνθυμήματος τῷ νῷ συνέστρεψεν αὐτὸ τῷ εἰ‐ πεῖν «καίτοι τότε ταῦτα ἀμφότερα οὔθ’ ὑπὲρ εὐεργε‐
45τῶν ἐποίουν οὔτ’ ἀκίνδυνα ἑώρων» καὶ προσήγαγε τὴν ἐπίτασιν τῷ ἐπιχειρήματι· τὸ δὲ «οὐδὲ ἀκίνδυνα ἑώρων»
τὸ ἐνθύμημά ἐστιν, ὃ φθάσας ἥπλωσεν ἤδη.172

4

.

2

(t)

Περὶ ἀντιθέτου.
1 Ἀντίθετόν ἐστι σχῆμα λόγου διπλασιάζον πάντα τὸν ὑποκείμενον νοῦν τοῦτον τὸν τρόπον, εἴ τις τοῦ κατὰ φύσιν ζητουμένου τὸ ἐναντίον λαμβάνων καταβαίνοι εἰς τὸ ὑποκείμενον· οἷον ‘ἐπειδὴ ἡμέρα ἐστί, δεῖ ποιῆ‐
5σαι τόδε‘, τοῦτο τὸ ζητούμενον, τὸ δὲ ἀντίθετον αὐ‐ τοῦ ‘εἰ μὲν γὰρ μὴ ἦν ἡμέρα ἀλλὰ νύξ, ἴσως ἐχρῆν μὴ ποιεῖν‘, εἶτα καταβαίνει εἰς τὸ ἴδιον ‘ἐπειδὴ δὲ ἡμέρα ἐστί, ποιῆσαι προσήκει‘. οἷον καὶ ἐν τοῖς προ‐ βλήμασι ‘δεῖ καινοτομεῖν· πόλεμος γάρ ἐστι‘, τοῦτο τὸ
10κατὰ φύσιν· τὸ δὲ ἀντικείμενον αὐτοῦ ‘εἰ μὲν γὰρ μὴ ἦν πόλεμος ἀλλ’ εἰρήνη καὶ ἡσυχία, ἔδει μὴ καινοτομεῖν‘. Ἀρετὴ δὲ τοῦ ἀντιθέτου, ὅτι καὶ ἁπλούμενον τῷ πλήθει τῶν κώλων πνεῦμα γίνεται καὶ συστρεφόμενον τῇ ἑρμηνείᾳ περιόδου τάξιν ἐπέχει, οἷον ‘εἰ μὲν γὰρ
15ἦν ἐν ἡσυχίᾳ τὰ καθεστηκότα καὶ ἀπραγμοσύνη κατεῖ‐ χεν ἡμᾶς καὶ μήτε ἄτοπον μήτε φοβερὸν ἐφειστήκει
παρὰ τῶν πολεμίων μηδέν, ἀδείας δὲ ἦμεν ἐπειλημμέ‐ νοι καὶ ἐξουσίας τοῦ πράττειν ὅσα βουλομένοις ἡμῖν ἐτύγχανεν, ἔδει φυλάττειν τὰ καθεστηκότα καὶ παρα‐173
20κινεῖν μηδὲ ἓν μηδὲ καινοτομεῖν, ἀλλὰ τοῖς ἀρχαίοις ἐμμένειν ἔθεσί τε καὶ ψηφίσμασι καὶ νόμοις· ἐπεὶ δὲ πόλεμος κεκίνηται καὶ πλησίον οἱ πολέμιοι καὶ ἐφέστη‐ κε τὰ δεινὰ καὶ ταραχὴ τοσαύτη τῶν πραγμάτων, τί‐ νος ἕνεκεν οὐ καινοτομήσομεν, αὐτοῦ τοῦ πολέμου
25ταύτην ἔχοντος τὴν φύσιν, ἀφ’ ἑαυτοῦ τεχνᾶσθαι τὰ πολλὰ καὶ τὸν τῶν ἀνθρώπων μεταποιεῖν ἐπὶ τὸ και‐ νότερον βίον;‘ τοῦτο ἐκταθὲν τοῖς κώλοις ἐγένετο πνεῦ‐ μα, δύναται δὲ συστραφὲν εὐρύθμως γενέσθαι περί‐ οδος, οἷον ‘ἃ γὰρ ἐφυλαξάμεθα ἂν ποιεῖν εἰκότως εἰ‐
30ρήνης ὑπαρχούσης, ταῦτα βέλτιον ἐργάσασθαι πολέμου καθεστηκότοσ‘. —Καὶ οὔτε ἰσχυρότερον οὔτε ἀναγκαιό‐ τερον εὑρίσκεται σχῆμα τοῦ ἀντιθέτου παρὰ τοῖς ἀρ‐ χαίοις ῥᾳδίως οὐδέν. καίτοι γε παντὸς ἀντιθέτου τῆς μιᾶς προτάσεως περιττῆς οὔσης τῇ ἀληθείᾳ τοῖς ἀκού‐
35ουσιν ὅμως τὸ λεγόμενον οὐκ ἔξω τοῦ εἰκότος δοκεῖ λέγεσθαι, ποιεῖ δὲ αὐτὸ δοκεῖν ἀναγκαῖον εἶναι ἡ τοῦ κατὰ φύσιν προσδοκία· ἐν ᾧ γὰρ τὴν πρότασιν ὁ ῥή‐ τωρ λέγει τοῦ ἀντιθέτου, ἐν τούτῳ τὸ κατὰ φύσιν ἤδη τοῖς ἀκούουσι νοεῖται τῷ τῆς ἀποδόσεως νοήματι.
40—Τὸ δὲ σχῆμα οὕτως ἐστὶν ἀξιέραστον, ὡς μὴ πε‐ ρίοδον ποιεῖν μόνον καὶ πνεῦμα, ἀλλὰ καὶ καθάπαξ πάντα νοῦν κοσμεῖν. κοσμεῖ δὲ καὶ προοίμιον πολλά‐ κις, εἴ τις τούτῳ τῷ σχήματι τὸ προοίμιον ἐξενέγκοι, ὡς ὁ Δημοσθένης «εἰ μὲν περὶ καινοῦ τινος πράγμα‐174
45τος προὐτίθετο, ὦ Ἀθηναῖοι, λέγειν»· καὶ γὰρ ἐνταῦθα τὸ κατὰ φύσιν ἐστὶν «ἐπειδὴ δὲ περὶ ὧν πολλάκις ἤδη πρότερον εἰρήκασιν οὗτοι, συμβαίνει καὶ νυνὶ σκοπεῖν, ἡγοῦμαι καὶ πρῶτος ἀναστὰς εἰκότως ἂν συγγνώμης τυγχάνειν», τὸ δὲ ἀντίθετον ‘εἰ μὲν περὶ καινοῦ τι‐

4

.

2

(50)

νος πράγματος προὐτίθετο λέγειν, ἐπισχεῖν ἔδει τοῖς πρεσβυτέροις παραχωροῦντα πρῶτον εἰπεῖν‘. Ἰστέον δέ, ὅτι περὶ ῥητορικοῦ ἀντιθέτου διελέχθη‐ μεν· ἐπεὶ οἱ φιλόσοφοι ἐναντίον καὶ ἀντίθετον οὐ δι‐ αιροῦσι, παρ’ ἡμῖν δὲ τὸ ἀντίθετον σχῆμά ἐστι τοῦ
55λόγου, τὸ δὲ ἐναντίον δριμύτης νοήματος ἀπὸ τῆς ἐρ‐ γασίας λαμβανομένη οἷον «οὐ δὴ θαυμαστόν ἐστιν, εἰ στρατευόμενος ἐκεῖνος καὶ παρὼν ἐφ’ ἅπασι καὶ μη‐ δένα καιρὸν μηδ’ ὥραν παραλείπων ἡμῶν μελλόντων καὶ ψηφιζομένων περιγίνεται»· τοῦτο γάρ, εἰ μὲν ἀν‐
60τίθετον ἐβούλετο ποιῆσαι, οὕτως ἂν μετεχειρίσατο ‘εἰ
μὲν γὰρ μήτε πονῶν μήτε παρὼν τοῖς πράγμασι περι‐ εγένετο ἡμῶν, θαυμαστὸν ἦν‘. τὸ γὰρ ἀντίθετον ταύ‐ την ἔχει τὴν δύναμιν τοῦ λέγειν ‘εἰ μὲν γὰρ μὴ ἐγίγνετο, ὃ ἐγίγνετο‘· τὸ δὲ ἐναντίον ἀναστρέφει τὸ175
65πρᾶγμα ἀπὸ τῶν δρώντων εἰς τοὺς πάσχοντας καὶ ἀπὸ τῶν πασχόντων εἰς τοὺς δρῶντας, ὃ πεποίηκεν ἐν‐ ταῦθα ὁ ῥήτωρ «τοὐναντίον γὰρ ἦν θαυμαστόν, εἰ μηδὲν ποιοῦντες ἡμεῖς, ὧν τοῖς πολεμοῦσι προσήκει, τοῦ πάντα ἃ δεῖ ποιοῦντος περιῆμεν»· πολὺ γὰρ διενή‐
70νοχε λέγειν ὅτι ‘θαυμαστὸν ἦν, εἰ Φίλιππος μὴ πονῶν ἡμῶν περιῆν‘, ὃ τοῦ ἀντιθέτου ἐστὶν ἰσχύς, ἢ λέγειν πάλιν ‘εἰ μηδὲν ποιοῦντες ἡμεῖς Φιλίππου περιῆμεν‘, ὅ ἐστιν ἐνάργεια τοῦ ἐναντίου. Καὶ περὶ μὲν ἀντιθέ‐ του τοσαῦτα εἰρήσθω.
74

4

.

3

(t)

Περὶ περιόδου.
1 Ἡ δὲ περίοδος οὐχ ἑνὶ ὑποπίπτει σχήματι, ὥστε αὐτὸ παραδοῦναι, ἀλλὰ πολλοῖς καὶ ποικίλοις, ἃ παρὰ τῶν ἀρχαίων λαμβάνοντες ἐν τηρήσει πεποιήκαμεν. ἔστι μὲν οὖν περίοδος κυρίως ἡ τοῦ ὅλου ἐπιχειρήματος
5ἀναγκαστικὴ σύνοδος καὶ κλεὶς τρόπον τινά, καὶ ἀληθι‐ νὴ περίοδος τοῦτό ἐστιν ἡ ἀπαρτίζουσα τὸ ἐπιχείρημα καὶ συνάγουσα, ὡς τό γε ἑτέρωθι λέγειν περιοδικῶς ἐστι λέγειν, οὐ περίοδον ποιεῖν, ἀλλὰ ἑρμηνεύειν περι‐ οδικῶς καὶ σχῆμα περιόδου λαμβάνειν. ἡ δὲ ἀληθινὴ
10περίοδος οὐ τῷ σχήματι μόνον ἀλλὰ καὶ τῷ νῷ συν‐ άγει τὸ ἐπιχείρημα, ὃ τινὲς καὶ ἐνθύμημα καλοῦσιν· οὐ πᾶσα δὲ δύναιτ’ ἂν ἐνθυμηματικὴ περίοδος εἶναι, εἰ μὴ καὶ γνωμικὴ ἡ τὸ καθόλου εἰς τὸ ἴδιον κατάγουσα καὶ τὸ ἴδιον εἰς τὸ καθόλου ἀνάγουσα.176
15 Τηρήσαντες οὖν εὕρομεν παρὰ τοῖς ἀρχαίοις τὰς μετα‐ βολὰς τῶν πτώσεων ὀνομαστικῆς καὶ γενικῆς καὶ δοτικῆς καὶ αἰτιατικῆς ποιούσας περιόδους οἷον «ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην ταῦτα πράττων καὶ κατασκευαζόμενος, οὗ‐ τος ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ μηδὲ τοξεύῃ», τοῦτο
20κατὰ τὴν ὀνομαστικήν· κατὰ δὲ τὴν γενικὴν «ὧν οὖν ἐκεῖνος μὲν ὀφείλει τοῖς ὑπὲρ αὐτοῦ πεπολιτευμένοις χάριν, ὑμῖν δὲ δίκην προσήκει λαβεῖν, τούτων οὐχὶ νῦν ὁρῶ τὸν καιρὸν τοῦ λέγειν»· καὶ κατὰ τὴν δοτικὴν «οἷς γὰρ οὖσιν ἡμετέροις ἔχει χρῆσθαι, τούτοις πάντα
25τὰ ἄλλα ἀσφαλῶς κέκτηται»· κατὰ δὲ τὴν αἰτιατικὴν «εἶθ’ ὃν ἡ τύχη καὶ τὸ δαιμόνιον φίλον μὲν ἀλυσιτελῆ, συμφέροντα δ’ ἐχθρὸν ἐμφανίζει, τοῦτον ἡμεῖς φοβού‐ μεθα;» τὸ γὰρ κλητικὸν σχῆμα πνεύματός ἐστι μέρος ἀποστροφὴν ἐργαζόμενον καὶ καταδρομὴν «εἶτα, ὦ—
30τί ἂν εἰπών σέ τις ὀρθῶς προσείποι;» καὶ πάλιν «ἀπό‐ κριναι γὰρ δεῦρο ἀναστάς μοι. οὐ γὰρ δὴ δι’ ἀπειρίαν οὐ φήσεις ἔχειν, ὅ τι εἴπῃς.»
Εἰσὶ δὲ καὶ ἀποδεικτικαὶ τοῖς σχήμασιν οἷον «ἐν μὲν γὰρ τῷ γράψαι μηδένα εἶναι ἀτελῆ τοὺς ἔχοντας177
35ἀφείλετο τὴν ἀτέλειαν, ἐν δὲ τῷ προσγράψαι μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι.» ταύτης τὸ σχῆμα καλὸν μὲν ζηλοῦν καὶ ἀπὸ τῆς ἑρμη‐ νείας, κρεῖττον δέ, εἰ τὸ ἐλλεῖπον ἀπὸ κοινοῦ ποιεῖ τις ἐν ταῖς μεταποιήσεσιν, ἵνα τὸ ἐν τῇ προτάσει εἰρημένον
40ἐν τῇ ἀποδόσει λείπῃ μὲν μὴ λεγόμενον, φαίνηται δὲ ὡς λεγόμενον, ὡς καὶ ἐνταῦθα τὸ ‘ἀφείλετο‘ ἐν τῇ προτάσει λέλεκται, ἐν δὲ τῇ ἀποδόσει συνυπακούεται. Ἔστι καὶ ἐπιτιμητικὴ περίοδος τῷ σχήματι, ὅταν λέγωμεν «εἶθ’, ἃ Φίλιππος ἂν εὔξαιτο τοῖς θεοῖς, ταῦθ’
45ὑμῶν τινες ἐνθάδε ποιοῦσιν;» κἀκεῖ πάλιν «εἶτα οὐκ αἰσχύνεσθε, εἰ μηδ’ ἃ πάθοιτ’ ἄν, εἰ δύναιτ’ ἐκεῖνος, ταῦτα ποιῆσαι καιρὸν ἔχοντες οὐ τολμήσετε;» γίνεται δὲ καὶ ἐκ συμπλοκῆς δύο ἀδικημάτων οἷον «νῦν δέ, ἃ μὲν πλεύσασιν ἦν σῶσαι, βαδίζειν κελεύων ἀπο‐

4

.

3

(50)

λώλεκεν οὗτος, ἃ δ’ εἰποῦσι τἀληθῆ, ψευδόμενος». Καθόλου δὲ περὶ σχήματος περιόδου λεκτέον. περί‐ οδός ἐστι σχῆμα αὐτοτελὲς ὅλου τοῦ ἐπιχειρήματος ἐν ἑρμηνείας ῥυθμῷ συντόμως ἀπηρτισμένον, τὰ δὲ ἐν αὐτῇ συντόμως ὑπερβατὰ καλῶς σχηματίζει τὰς περι‐
55όδους· «ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην», ἔστι γὰρ τὸ ἑξῆς ‘ὁ γὰρ ταῦτα πράττων, οἷς ἂν ληφθείην ἐγώ‘. Ἰστέον δέ, ὡς τὴν περίοδον ἤτοι ἰσοσκελῆ καὶ ἰσό‐
πλευρον ἀπὸ τῶν κώλων εἶναι δεῖ κατὰ τὴν ἑρμηνείαν ἢ συντομωτέραν ἐν τῇ ἀποδόσει· ἀτονία δὲ ῥήτορος τὴν178
60ἀπόδοσιν τῆς περιόδου μακροτέραν ποιῆσαι τῆς προ‐ τάσεως. καὶ καθάπαξ εἴ τις ἐκλεξάμενος τὰ παρὰ τῶν ἀρχαίων σχήματα τῶν περιόδων μιμοῖτο, ἐν ταῖς μετα‐ ποιήσεσι πλῆθος ἂν εὕροι περιόδων. καὶ γὰρ τὸ ἐκ παραβολῆς σχῆμα ἄριστον «ὥσπερ γὰρ εἴ τις ἐκείνων
65προήλω, σὺ τάδε οὐκ ἔγραψας ἄν, οὕτως ἂν σὺ νῦν δίκην δῷς, ἄλλος οὐ γράψει». καὶ διαπορητικῶς ἔστι περιοδεῦσαι, ἂν ἄρξηταί τις, ὡς ὁ Δημοσθένης ἐν τῷ Κατὰ Τιμοκράτους· ‘διὰ τί ἄρα, νὴ Δία, διὰ τί τοῦτο οὐχὶ καλῶς ἔχειν δόξαι τισὶ τὸ ψήφισμα; πότερον, ὅτι
70παρὰ τοὺς νόμους; καὶ μὴν μόνον ἐστὶ κατὰ τοὺς νόμους. ἀλλ’ ὅτι τάξεως λύσις; καὶ μὴν τοῦτο, ὡς οὐκ ἄλλο, θεμέλιος εὐταξίας. ἀλλ’ ὅτι τόδε‘ καὶ ἀπο‐ δώσεις αὐτό. γίνεται δέ, ὅταν καὶ δύο καὶ τρία νοή‐ ματα ἔχῃς, οἷον εἴ τις ἐκείνην θελήσειε μεταποιῆσαι
75τὴν περίοδον, περιοδικὴν μᾶλλον οὖσαν ἢ περίοδον, «νῦν δέ, ἃ μὲν πλεύσασιν ἦν σῶσαι, βαδίζειν κελεύων ἀπολώλεκεν οὗτος, ἃ δ’ εἰποῦσι τἀληθῆ, ψευδόμενος», καὶ πάλιν ‘διὰ τί γὰρ ἄν, νὴ Δία, διὰ τί φείσαιτό τις Αἰσχίνου; πότερον ὅτι τὴν ἔξοδον ἐπετάχυνε; καὶ μὴν
80πλεῖν ἔδει καὶ μὴ βαδίζειν. ἀλλ’ ὅτι τἀληθῆ πρὸς ὑμᾶς ἔφησε; καὶ μὴν ψευσάμενος πάντα ἀπολώλεκεν‘.
—Ἡ δὲ τῆς μεταποιήσεως ἀρετὴ τοῦ ὑποτεθέντος νοήματος πᾶν σχῆμα οὕτως ἐφαρμόσαι δύναται· ὃ μᾶλλον ἐκπλήττει γινόμενον ἐξ αὐτοσχεδίου ἢ γραφῇ179
85παραδιδόμενον. Γίνεται δὲ καὶ μονόκωλος περίοδος, γίνεται δὲ καὶ δίκωλος καὶ τρίκωλος ἡ ἐκ τριῶν κώλων συνεστηκυῖα καὶ τετράκωλος ἡ ἐκ τεττάρων. κῶλον δέ ἐστιν ἡ ἀπηρ‐ τισμένη διάνοια. ἡ μὲν γὰρ μονόκωλος ἐκείνη, ἐπειδὴ
90κρέμαται ἡ διάνοια αὐτῆς μέχρι τοῦ τέλους τῷ ὑπερ‐ βατῷ οὕτω σχηματισθεῖσα σχοινοτενῶς διείληπται «εἶτα οὐκ αἰσχύνεσθε, εἰ μηδ’ ἃ πάθοιτ’ ἄν, εἰ δύναιτ’ ἐκεῖνος, ταῦτα ποιῆσαι καιρὸν ἔχοντες οὐ τολμήσετε;» δίκωλος δὲ ἐκείνη ἡ προτάσεως μονοκώλου κειμένης ἀπό‐
95δοσιν ἀπαιτοῦσα μονόκωλον· μάλιστα δὲ αἱ γνωμικαὶ πά‐ σχουσιν αὐτό· ἔστι δὲ γνωμικὴ περίοδος αὕτη «τὸ γὰρ εὖ πράττειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς φρο‐ νεῖν τοῖς ἀνοήτοις γίνεται». τρίκωλος δὲ ἐκείνη, ὅταν δύο κώλων διαφόρων προταθέντων ἀρκῇ μονόκωλος

4

.

3

(100)

ἑκατέροις ἀπόδοσις, οἷον «ὧν οὖν ἐκεῖνος μὲν ὀφείλει τοῖς ὑπὲρ αὑτοῦ πεπολιτευμένοις χάριν, ὑμῖν δὲ δίκην προσήκει λαβεῖν», μέχρι τούτου ἡ πρότασις, εἶτα ἐπήρκεσεν ἑκατέροις τοῖς κώλοις ἡ ἀπόδοσις μονόκω‐
λος «τούτων οὐχὶ νῦν ὁρῶ τὸν καιρὸν τοῦ λέγειν».180
105τετράκωλος δὲ ἐκείνη ἡ ἐν τῇ πρώτῃ προτάσει ἀπό‐ δοσιν ἰδίαν ἔχουσα καὶ ἐν τῇ δευτέρᾳ προτάσει ἀπό‐ δοσιν ἰδίαν ἔχουσα, οἷον «ἐν μὲν γὰρ τῷ γράψαι μηδένα εἶναι ἀτελῆ τοὺς ἔχοντας ἀφείλετο τὴν ἀτέ‐ λειαν, ἐν δὲ τῷ προσγράψαι μηδὲ τὸ λοιπὸν ἐξεῖναι
110δοῦναι ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι». τῆς τετρακώλου δὲ ταύτης καὶ ἡ χρεία καλλίστη ἐν ταῖς μεταποιήσεσιν, ὅτι καὶ δύναται στρέφεσθαι· τετράκις γὰρ μετα‐ σχηματιζομένη ἐκ τῶν προτάσεων καὶ τῶν ἀποδόσεων ἀλύπως δύναται λεχθῆναι τετράκις· εἰ δὲ δεῖ καὶ
115χιασθῆναι αὐτήν, τότε δὴ τότε δύναιτο ἄν τις αὐτὴν ἐκ τῆς τῶν νοημάτων ἀνάγκης καὶ πλεονάκις στρέφειν· οὐ πᾶσα δὲ χιασθῆναι δύναται τετράγωνος περίοδος. ἔστω δὲ πρῶτον αὕτη ἡ πολλάκις μὲν ἀναστρεφομένη, μηδὲ ἅπαξ δὲ χιαζομένη, οἷον «ἐν μὲν γὰρ τῷ γράψαι
120μηδένα εἶναι ἀτελῆ τοὺς ἔχοντας ἀφείλετο τὴν ἀτέλειαν, ἐν δὲ τῷ προσγράψαι μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι». δύναται δὲ αὕτη ἀθρόως ἀναστραφεῖσα καὶ ἄλλως γενέσθαι· ἡ γὰρ δευτέρα πρό‐ τασις καὶ ἀπόδοσις γίνονται πρῶται οἷον ‘ἐν μὲν γὰρ
125τῷ προσγράψαι μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι ὑμᾶς
τὸ δοῦναι ὑμῖν ἐξεῖναι ἀφείλετο, ἐν δὲ τῷ γράψαι μηδένα εἶναι ἀτελῆ τὴν ἀτέλειαν τοὺς ἔχοντασ‘· ἢ τὰς δύο προτάσεις ἐκλαβὼν συντίθημι ‘ἐν μὲν γὰρ τῷ γράψαι μηδένα εἶναι ἀτελῆ καὶ ἐν τῷ προσγράψαι μηδὲ τὸ λοι‐181
130πὸν ἐξεῖναι δοῦναι καὶ τοὺς ἔχοντας ἀφείλετο τὴν ἀτέλειαν καὶ ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι‘· ἢ τὰς ἀπο‐ δόσεις ποιῶ προτάσεις ‘καὶ τοὺς ἔχοντας ἀφείλετο τὴν ἀτέλειαν καὶ ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι ἐν τῷ γράψαι μηδένα εἶναι ἀτελῆ καὶ ἐν τῷ προσγράψαι μηδὲ τὸ λοι‐
135πὸν ἐξεῖναι δοῦναι ὑμῖν‘. —Καὶ αὕτη ἐστὶ καὶ οὕτως γίνεται ἡ πολλάκις μὲν ἀναστρεφομένη, μηδὲ ἅπαξ δὲ χιαζομένη. ἐκείνη δὲ ἡ παρὰ τῷ Δημοσθένει καὶ χιασθῆναι δύναται «ὁ μὲν γὰρ Φίλιππος ὅσῳ πλείονα ὑπὲρ τὴν ἀξίαν πεποίηκε τὴν ἑαυτοῦ, τοσούτῳ θαυμαστότερος
140παρὰ πᾶσι νομίζεται· ὑμεῖς δέ, ὦ Ἀθηναῖοι, ὅσῳ χεῖρον ἢ προσῆκε κέχρησθε τοῖς πράγμασι, τοσούτῳ πλείονα αἰσχύνην ὠφλήκατε», καὶ μυριάκις ἔστι μεταποιεῖν τὴν ἀναδεχομένην τοῦτο τὸ σχῆμα. πῶς δὲ ἀναδέχεται τὸν χιασμόν; ὅταν ἐν ἀμφοτέραις ταῖς προτάσεσιν
145ἀμφότεραι ἁρμόζωσιν αἱ ἀποδόσεις καὶ ἐναλλάξ, οἷον «ὁ μὲν γὰρ Φίλιππος ὅσῳ πλείονα ὑπὲρ τὴν ἀξίαν πεποίηκε τὴν ἑαυτοῦ», τοῦτο ἡ πρότασις, ἁρμόζει δὲ αὐτῇ
ἑκατέρα ἀπόδοσις, εἴτε βούλοιτό τις λέγειν «τοσούτῳ θαυμαστότερος ἐκεῖνος παρὰ πᾶσι νομίζεται» εἴτε βού‐182

4

.

3

(150)

λοιτο λέγειν «τοσούτῳ πλείονα ὑμεῖς αἰσχύνην ὠφλή‐ κατε»· καὶ πάλιν «ὑμεῖς δέ, ὦ Ἀθηναῖοι, ὅσῳ χεῖρον ἢ προσῆκε κέχρησθε τοῖς πράγμασιν» ἡ πρότασις ἡ δευτέρα πρὸς ἀμφότερα ἁρμόσει, εἴτε βούλοιτό τις λέγειν «τοσούτῳ πλείονα αἰσχύνην ὠφλήκατε» εἴτε βού‐
155λοιτο λέγειν «τοσούτῳ θαυμαστότερος ἐκεῖνος παρὰ πᾶσι νομίζεται». καὶ ὅλως ἄπειρος ὁ περὶ τούτου λόγος.
156

4

.

4

(t)

Περὶ πνεύματος.
1 Δεῖ τοίνυν τὸν μέλλοντα λέγειν, τὰ ποῖα τῶν νοημά‐ των κατὰ πνεῦμα ἐξενεχθήσεται, πρῶτον εἰπεῖν, τί ἐστι πνεῦμα καὶ πόσα εἴδη αὐτοῦ καὶ πόθεν γίνεται καὶ πῶς συντίθεται. πνεῦμα μὲν οὖν ἐστι σύνθεσις λόγου διά‐
5νοιαν ἀπαρτίζον ἐν κώλοις καὶ κόμμασι, μετρούμενον πρὸς τὴν διάρκειαν τοῦ πνεύματος κατὰ τὴν φωνὴν τοῦ λέγοντος. Ἐπεὶ δὲ καὶ περὶ κώλου καὶ κόμματος ἔφαμεν, ἰστέον ἐν συντόμῳ, ὅτι δεῖ καὶ κόμμα καὶ κῶλον
10ἀπαρτίζειν τὴν διάνοιαν· διαφέρουσι δὲ τοῖς μέτροις, ὅτι τὸ μὲν ἀπὸ τεττάρων καὶ πέντε συλλαβῶν μέχρι
τῶν ἓξ κόμμα ἐστὶν [ἐπῳδῷ μετρούμενον], τὸ δὲ ὑπὲρ τὰς ἑπτὰ καὶ ὀκτὼ καὶ δέκα καὶ ἐγγίζον ἤδη τῷ τριμέτρῳ καὶ μέχρι τοῦ ἡρωικοῦ προχωροῦν κῶλον γί‐183
15νεται ὀρθὸν καὶ τεταμένον. ὁ δὲ τῶν συλλαβῶν ἀριθμὸς περινενόηται ἤδη. τὸ δὲ ὑπὲρ τὸ ἡρωικὸν σχοινοτενὲς κέ‐ κληται, χρήσιμον προοιμίοις μάλιστα καὶ ταῖς τῶν προοι‐ μίων περιβολαῖς. οἳ δέ φασι καὶ τὸν ἐπῳδὸν κῶλον εἶ‐ ναι, τὸ δὲ ὑποκάτω κόμμα. ταῦτα μὲν οὖν κῶλά ἐστιν
20«ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατα‐ σκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν», εἶτα ἐπιφέρει κόμματα «καὶ καταλαμβάνων Ὠρεὸν καὶ κατασκάπτων Πορθμόν», εἶτα διαδέχεται καὶ κῶλον πάλιν «καὶ καθιστὰς ἐν μὲν Ὠρεῷ Φιλιστίδην τύραννον», εἶτα
25κόμμα πάλιν «ἐν δ’ Ἐρετρίᾳ Κλείταρχον» ἢ κῶλον ἐπῳδῷ ἴσον. καὶ διόλου τὸ πνεῦμα τούτοις συνέχεται— οὔτε γὰρ ἀριθμῷ οὔτε ἕξει ὑποπίπτει, ἀλλὰ τὸ παρα‐ τυχὸν λέγεται—, δι’ ἄλλων μέντοι οὐ γίνεται. — Ἰστέον δέ, ὅτι καὶ ἀπὸ τῶν πέντε συλλαβῶν, ὡς ἔφαμεν,
30καὶ τεττάρων δέ γε καὶ ἡττόνων συνίσταται τὸ κόμμα· εἰ γὰρ ἀπαρτίζοιτο διάνοια, καὶ ἐν δύο συλλαβαῖς κόμμα ἔστι—κόμμα δέ ἐστι σύνθεσις διανοίας μικρο‐
τέρα κώλου—· ἐπεὶ τὸ πνεῦμα αὐτὸ μετ’ ὀλίγον καὶ εἰς τοιαῦτα καταλήξει κόμματα, ὅταν λέγῃ «πότερον184
35ταῦτα ποιῶν ἠδίκει καὶ παρεσπόνδει καὶ τὴν εἰρήνην ἔλυεν ἢ οὔ;» καὶ γὰρ αἱ ἐπὶ τέλει δύο συλλαβαὶ «ἢ οὔ» κόμμα ἐστίν, ἐρωτῶντος ὁλοκλήρως ἀνθρώπου τὴν διάνοιαν. Εἴδη δὲ πνευμάτων δύο· ἤτοι γὰρ ἓν νόημα λαβόν‐
40τες καὶ τοῦτο ἐργαζόμενοι τῇ ἑρμηνείᾳ πλείοσι κώλοις, ὡς ἔφην, διαρκοῦμεν τὸ ἓν ἐπεκτείνοντες, οἷον «ὅτε γὰρ περιὼν ὁ Φίλιππος Ἰλλυριοὺς καὶ Τριβαλλούς, τινὰς δὲ καὶ τῶν Ἑλλήνων κατεστρέφετο καὶ δυνάμεις πολλὰς καὶ μεγάλας ἐποιεῖτο ὑφ’ ἑαυτόν, καί τινες τῶν
45ἐκ τῶν πόλεων ἐπὶ τῇ τῆς εἰρήνης ἐξουσίᾳ βαδίζοντες ἐκεῖσε διεφθείροντο, ὧν εἷς οὗτος ἦν, τότε δὴ τότε πάντες, ἐφ’ οὓς ταῦτα παρεσκεύαζεν ἐκεῖνος, ἐπο‐ λεμοῦντο. εἰ δὲ μὴ ᾐσθάνοντο, ἕτερος οὗτος λόγος, οὐ πρὸς ἐμέ», τοῦτο γὰρ σύμπαν ἑνός ἐστι νοήματος

4

.

4

(50)

ἑρμηνεία τοῦ ὅτι πάλαι Φίλιππος τοῖς Ἕλλησιν ἐπ‐ εβούλευεν· ἢ ὅταν πολλὰ πράγματα ἀθρόως ἔχοντες εἰπεῖν καθ’ ἕκαστον κῶλον πρᾶγμα ἀπαρτίζωμεν, ὡς ἐν ἐκείνῳ «ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικὴν καὶ
55καταλαμβάνων Ὠρεὸν καὶ κατασκάπτων Πορθμόν», καὶ
διόλου τοῦτο τὸ πνεῦμα συναπαρτίζει τῷ πράγματι καὶ κῶλον. καὶ παρὰ ταῦτα οὐκ ἔστιν ἄλλο εἶδος πνεύματος. Ἐλέγχεται δὲ τὸ πνεῦμα καὶ γίνεται τῇ ἐπιμονῇ τοῦ185
60σχήματος· δεῖ γὰρ ἐπιμείναντα τῷ σχήματι τῇ ὁμοιότητι τοῦ σχήματος δεῖξαι τὴν τέχνην. συνδεῖται δὲ τὸ πνεῦ‐ μα καὶ συντίθεται μάλιστα καὶ εὔτονον γίνεται τοῖς συνεχέσι συνδέσμοις τοῖς συμπλεκτικοῖς, καὶ πάσχει δέ γε κοσμούμενον ἀπ’ ἀρχῆς ἄχρι τέλους. καὶ παρά‐
65δειγμα οὐκ ἔθηκα· οὐδὲν γὰρ ἔστιν, ὅ τι μὴ οὕτως ἔχει. Σχήματα δὲ πνευμάτων, ὅσα καὶ λόγων· ἔξεστι γὰρ ὅθεν βούλει σοι τὸ πνεῦμα λαβόντι καὶ λέγοντι μόνον ἐπιμεῖναι, ὅτῳ δ’ ἂν ἐπιμείνῃς, πνεῦμα ποιεῖς. με‐ τρίως δὲ ἀπὸ τῶν παραδειγμάτων τὰς τηρήσεις ἀναγκαῖον
70ἐκθεῖναι. ἔστι γὰρ αὐτῶν τὸ μὲν ἀποφαντικὸν κατὰ τὴν ὀρθὴν πτῶσιν οἷον «ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖ‐ νος σφετεριζόμενος»· ἀπὸ γὰρ τοῦ ‘σφετεριζόμενοσ‘ ἡ ἐπιμονὴ γενομένη τὸ σχῆμα προήγαγεν. —Ἔστι καὶ κατ’ ἐρώτησιν, ἐάν τις λέγῃ ‘τίς γὰρ ὁ τὴν Εὔβοιαν
75ἐκεῖνος σφετεριζόμενος; τίς ὁ καταλαμβάνων Ὠρεόν; τίς ὁ κατασκάπτων Πορθμόν; τίς ὁ κατασκευάζων ἐπι‐ τείχισμα ἐπὶ τὴν Ἀττικήν;‘ καὶ διόλου ἀλλάξας τὸ σχῆμα σῷον ἐποίησας τὸ πνεῦμα, κἂν αὐτὰ λέγῃς τὰ ῥήματα, μόνον ἀντὶ τοῦ ἄρθρου τοῦ ὁ τὸ τίς παραλαβὼν διὰ
80τὸ σχῆμα μόριον. —Ἔστι καὶ ἐλεγκτικόν, ἐάν τις λέγῃ ‘οὐχ οὗτός ἐστιν ὁ τὴν Εὔβοιαν σφετεριζόμενος; οὐχ οὗτός ἐστιν ὁ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν;‘ καὶ τὰ ἑξῆς ὁμοίως. —Καὶ δεικτικὸν γίνεται πάλιν τοῦ οὐχὶ ἀφαιρεθέντος οἷον ‘οὗτος ὁ τὴν Εὔβοιαν σφετε‐186
85ριζόμενος, οὗτος ὁ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν.‘ —Καὶ ἡ ἔνστασις μέντοι τοῦ πνεύματος ποιεῖ σχῆμα κάλλιστον, ἐὰν λέγωμεν ‘οὐ τὴν Εὔβοιαν ἐσφε‐ τερίζου; οὐ κατεσκεύαζες ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν;‘ — Καὶ καθόλου ἀποστροφὴ πᾶσα εἰς πρόσωπον ἐπιμείνασα
90πνεῦμα ἐγένετο, κἂν εἰς ἐμαυτὸν ἐπιστρέψας λέγω ‘ἐγὼ μὲν ἤμην ὁ τὴν Εὔβοιαν σφετεριζόμενος, ἐγὼ δὲ ὁ κατασκευ‐ άζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν, ἐγὼ δὲ ὁ καταλαμβά‐ νων Ὠρεόν, ἐγὼ δὲ ὁ κατασκάπτων Πορθμόν‘· δύναται γάρ που ἐν προβλήματι καὶ Φίλιππος λέγειν ταῦτα. —
95Ἢ ἀρνητικὸν πάλιν πνεῦμα, ἐάν τις λέγῃ ‘οὐκ ἐγὼ τὴν Εὔβοιαν ἐσφετεριζόμην, οὐκ ἐγὼ κατεσκεύασα ἐπιτεί‐ χισμα ἐπὶ τὴν Ἀττικήν‘. —Ἔστι καὶ ἀποτρεπτικὸν σχῆμα, ὃ ἐπιμεῖναν πνεῦμα γίνεται, ὅταν λέγῃ «μή μοι μυρίους μηδὲ δισμυρίους λόγους μηδὲ τὰς ἐπιστο‐

4

.

4

(100)

λιμαίους ταύτας δυνάμεις πρόφερε». Ἰστέον δέ, ὅτι ἐπὶ πάντων τούτων αἵ τε τῶν ἀριθμῶν ἀλλαγαὶ ἑνικῶν καὶ πληθυντικῶν ἀλλάσσουσι καὶ μετα‐
σχηματίζουσιν αἵ τε τῶν γενῶν καὶ τῶν πτώσεων καὶ αἱ τῶν ἐγκλίσεων. ἀριθμῶν μέν, ὁπόταν τις λέγῃ ‘οὗ‐187
105τός ἐστιν ὁ τόδε ποιῶν‘, ποτὲ δὲ λέγῃ ‘οὗτοί εἰσιν οἱ καταλαμβάνοντες Ὠρεόν, οὗτοί εἰσιν οἱ κατασκάψαντες Πορθμόν‘. γενῶν δέ, ἂν ποτὲ μὲν ἀρσενικὸν ὄνομα προ‐ θῇς, ποτὲ δὲ θηλυκόν, ποτὲ δὲ οὐδέτερον, εἶτα ἐπιμείνης· γένους γὰρ ἀλλαγὴ σχήματός ἐστιν ἐναλλαγή. πτώσεων
110δέ, ἐὰν ποτὲ μὲν ὀνομαστικῶς, ποτὲ δὲ γενικῶς, ποτὲ δὲ κατὰ τὴν δοτικήν, ποτὲ δὲ κατὰ τὴν αἰτιατικὴν ἐξενέγκῃς τὸ σχῆμα· καὶ τὰς πτώσεις ἑνικῶς μὲν ἐκφέρων ἄλλο πνεῦμα ποιεῖς, πληθυντικῶς δὲ ἄλλο. καὶ κατὰ τὰς ἐγκλίσεις ὁμοίως. —Ταῦτα μὲν οὖν φύσιν ἔχει
115τοιαύτην καὶ πάντα, ἵνα μὴ καθ’ ἕκαστον λέγωμεν· πᾶσα γὰρ πτῶσις, πᾶσα ἔγκλισις, πᾶς ἀριθμός, πᾶν γένος, πᾶσα μετοχή, πᾶσα ἀντωνυμία μεταποιούμεναι καὶ μεταλλαττόμεναι τὰ σχήματα ἀλλάττουσιν. Ἐκεῖνο δὲ ἄξιον εἰδέναι, ὅτι προχωροῦν τὸ πνεῦμα
120ἐν τῷ σχήματι εἰς συχνὰ κῶλα ὀφείλει καὶ μεταπεσεῖν εἰς ἄλλο σχῆμα λόγου προχωροῦν καὶ τῷ δευτέρῳ πάλιν ἐπιπίπτειν εἰ τύχοι τὸ τρίτον· ἡ γὰρ κοινωνία ἡ τοιαύτη καὶ ἡ διαδοχὴ ὡραῖον ποιεῖ τὸν λόγον ἐν
τῷ πνεύματι, οἷον ἐὰν ἀπὸ τῆς ἀποφάνσεως εἰς τὴν188
125πεῦσιν καταστῇς, ὡς ὁ Δημοσθένης τὰ πρῶτα κῶλα ἀπεφήνατο «ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζό‐ μενος», εἶτα κατέβη εἰς τὴν πεῦσιν «πότερον ταῦτα ποιῶν ἠδίκει καὶ παρεσπόνδει;» ἢ τὸ ἔμπαλιν, ἂν ἐρωτήσας εἰς τὸ δεικτικὸν μεταβάλῃς ἢ εἰς ἄλλο τι.
130πλὴν ἰστέον, ὅτι καλὸν ἐπιμείναντα τῷ πνεύματι ἐν τῷ ἑνὶ σχήματι καὶ εἰς διαδοχὴν ἄλλου προχωρῆσαι· πολλάκις γὰρ τοῦτο οὕτω περικαλλῆ τὸν λόγον ἐποίη‐ σεν, ὥστε καὶ εἰς τρίτον σχῆμα μεταβαίνοντας ἀνα‐ στῆσαι τοὺς ἀκούοντας, ὥσπερ ἀκμαζούσης τῆς τοῦ
135λέγοντος φορᾶς, ἣν παρίστησι τοῖς ἀκούουσιν ἡ τοῦ σχήματος μεταβολή. τοὺς πολλοὺς δὲ καὶ ἠπάτησεν ἡ θεωρία ὡς ἀκμὴ οὖσα. ὁ δὲ ἀκμαῖος λόγος οὐχ ὁ αὐτός ἐστιν ἐν λόγῳ καὶ νοήματι, ἀκμὴ δὲ ἄλλο τι διανοίας ἐστὶ καὶ ἄλλο λόγου· ἀκμὴ γάρ ἐστι λόγου τῶν κατὰ πνεῦμα
140σχημάτων μεταβολή, νοημάτων δέ, ὅταν πληρώσας τις ἓν νόημα ἐν πνεύματι εἰς ἄλλο νόημα λαθὼν μεταβῇ κἀκεῖνο ποιῇ πνεῦμα, εἶτα ἀπ’ ἐκείνου εἰς ἄλλο πνεῦμα· καὶ οὕτως ἐκ τῶν ἀδήλως ἄλληλα διαδεχομένων ἡ ἀκμὴ γίνεται. ὡς δ’ ἐπὶ παραδείγματος τὸ Δημοσθενι‐
145κὸν ῥητέον, ὅπως εἰδείημεν, ὅτι ἡ τῶν πνευμάτων συν‐ θήκη ἀκμή ἐστιν· «ὅτε γὰρ περιὼν ὁ Φίλιππος Ἰλλυ‐ ριοὺς καὶ Τριβαλλούς, τινὰς δὲ καὶ τῶν Ἑλλήνων κατεστρέφετο καὶ δυνάμεις πολλὰς καὶ μεγάλας ἐποιεῖτο
ὑφ’ ἑαυτόν, καί τινες τῶν ἐκ τῶν πόλεων ἐπὶ τῇ τῆς189

4

.

4

(150)

εἰρήνης ἐξουσίᾳ βαδίζοντες ἐκεῖσε διεφθείροντο, ὧν εἷς οὗτος ἦν, τότε δὴ τότε πάντες, ἐφ’ οὓς ταῦτα παρεσκευάζετο ἐκεῖνος, ἐπολεμοῦντο. εἰ δὲ μὴ ᾐσθάνοντο, ἕτερος λόγος οὗτος, οὐ πρὸς ἐμέ», μέχρι τούτου τὸ πνεῦμα· εἶτα τὸ «οὐ πρὸς ἐμέ» θελήσας ἐργάσασθαι
155ἄλλο πνεῦμα ἐποίησεν «ἐγὼ μὲν γὰρ καὶ προὔλεγον καὶ διεμαρτυρόμην καὶ παρ’ ὑμῖν ἀεὶ καὶ ὅποι πεμ‐ φθείην· αἱ δὲ πόλεις ἐνόσουν», καὶ τοῦτο μέχρι τῶν προδοτῶν προχωροῦν ἓν πνεῦμά ἐστιν· εἶτα λέγει «καὶ τὰ ἄλλα πλὴν ἐκείνους ὅμως ἄλλους οἰομένους πωλεῖν
160πρώτους ἑαυτοὺς πεπρακότας ᾐσθῆσθαι», ἀπὸ γὰρ τούτου καταλιπὼν πάλιν τὸ ‘ἐγὼ οὐκ αἴτιοσ‘ ἐργάζεται πνεῦμά τι ἄλλο, ὅτι οἱ προδόται πρὸ τῶν ἄλλων ἑαυτοὺς πιπράσκουσιν «ἀντὶ γὰρ φίλων καὶ ξένων, ἃ τότε ὠνομάζοντο, νῦν κόλακες καὶ θεοῖς ἐχθροὶ καὶ
165πάντα ἃ προσῆκεν ἀκούουσι», καὶ τὰ παραδείγματα ληφθέντα εἰς κατασκευήν ἐστι τούτου, καὶ ἔστη ἐνταῦθα «ἐπεὶ διά γε ὑμᾶς καὶ πάλαι ἂν ἀπωλώλειτε»· ὥστε ἡ τῶν τριῶν πνευμάτων σύνθεσις ἀκμὴ γέγονεν ἐντελὴς ἐκ νοημάτων οὖσα. —Ἐπὶ τούτῳ προσθετέον ἐκεῖνο,
170ὅπερ ἐστὶ λαμπρὸν πάνυ καὶ ποιεῖν καὶ εἰδέναι, ὅτι ἀκμῆς γινομένης ἀπὸ τῶν νοημάτων δεῖ τελευταῖον τηρεῖν τὸ ποριμώτερον—δεῖ γὰρ ἀεὶ τὸν λόγον αὔξειν—, ποριμώτερον δέ ἐστι τὸ ἐκ παραδειγμάτων τὴν σύστασιν λαβεῖν δυνάμενον ἢ παραβολῶν. οὕτω190
175γὰρ τῆς τέχνης τὴν τάξιν σε διδασκούσης καὶ ἐπὶ τὸ κρεῖττον κατ’ ὀλίγον προαγομένης καὶ ἀναγούσης εὐδοκιμεῖν ἡ ψυχὴ δοκεῖ, τῆς τέχνης δι’ ὧν προσῆκεν ὁδευούσης· καὶ γὰρ ὁ Δημοσθένης τὰ περὶ τοὺς προδότας παραδείγματα τελευταῖα ἐφύλαξε, καὶ Ὅμηρος
180τὸ κατὰ κῶλον πνεῦμα ἐν πράγμασι πληρώσας ἐπὶ τὴν παραβολὴν ἦλθεν «ἀσπὶς ἄρ’ ἀσπίδ’ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ’
ἀνήρ· ψαῦον δ’ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι
185 νευόντων· ὣς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν», εἶθ’ ἡ παραβολὴ «ὡς δ’ ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι δώματος ὑψηλοῖο, βίας ἀνέμων ἀλεείνων, ὣς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι.»
189

4

.

5

(t)

Περὶ τάσεως.
1 Τάσις δέ ἐστι λόγου, ὅταν ὑπεραίρῃ τῷ μέτρῳ τὸ πνεῦμα μακρότερον γινόμενον ὑπὲρ τὸ δύνασθαι ἐν ἰδίῳ
ληφθῆναι τοῦ λέγοντος πνεύματι. τοῦτο γάρ ἐστιν ἡ τάσις τὸ ἀποτετάσθαι ἐπὶ μήκιστον ἢ χρὴ τὸ πνεῦ‐191
5μα. καταφορὰ δέ ἐστιν ἡ ἐν τῇ κατηγορίᾳ τάσις. τίνι δὲ διαλλάττει; ὅτι ἡ τάσις καὶ ἐν ἀπολογίαις εἶναι δύναται, ἡ καταφορὰ δὲ οὐκ ἂν γένοιτο ἐν ἀπολογίᾳ.
7

4

.

6

(t)

Περὶ διλημμάτου.
1 Τὸ δὲ διλήμματόν ἐστι σχῆμα μὲν λόγου, δριμύτητος δὲ δόξαν ἔχον καὶ ἀληθείας. ἔστι δὲ τοιοῦτον, ὅταν δύο ἐρωτήσεις ἐρωτῶντες τὸν ἀντίδικον πρὸς ἑκατέραν ὦμεν εἰς λύσιν παρεσκευασμένοι. δεῖ δὲ τὰς ἐρωτήσεις
5ἐναντίας ἀλλήλαις εἶναι ὡς πάντως ἢ ταύτην ἢ ἐκείνην ἀποκριθησομένου τοῦ ἐχθροῦ· εἰ μὲν οὖν ἔχοιμεν ἀμφο‐ τέρας λῦσαι, δεῖ ἐρωτᾶν κατὰ διλήμματον, εἰ δὲ μή, μὴ προτείνειν τὸ σχῆμα. ἐὰν γὰρ τῶν ἐρωτήσεων ἡ ἑτέρα ῥᾳδία ᾖ τῷ ἐχθρῷ πρὸς ἀπόκρισιν, σοὶ δὲ δύσ‐
10λυτος, πάντως ἡττήσῃ· ἐρωτᾷς γὰρ ἢ ὡς οὐκ ἀπο‐ κριθησομένου ἢ ὡς, εἰ καὶ ἀποκρίναιτο, λῦσαι· εἰ δὲ ἀπο‐ κρινόμενός σε νικήσειεν, ἑαυτῷ αἴτιος ἐγένου τῆς ἥττης.
οὐδὲ γὰρ ἐν ταῖς ἁπλαῖς ἐρωτήσεσι, μή τί γε κατὰ διλήμ‐ ματα ἐρωτᾶν δεῖ, εἰ μὴ τότε, ὅταν ἢ μὴ ἔχῃ, τί ἀπο‐192
15κρίνηται, ἢ ὅταν μέλλῃ τοῦτο ἀποκρίνεσθαι, ὃ σοὶ συμφέρει· καθόλου γὰρ ὁ ἐρωτῶν ὡς εἰς νίκην τῇ ἐρωτήσει θαρρῶν ἐρωτᾷ. Τὸ δὲ διλήμματόν ἐστι τοιοῦτον οἷον ‘πότερον παρῆς τούτοις γινομένοις καὶ συνευφραίνου ἢ οὐ
20παρῆς;‘ ἐάν τε γὰρ εἴπῃ ‘παρήμην καὶ συνευφραι‐ νόμην‘, παρεσκεύασται ὁ ῥήτωρ εἰπεῖν ‘πῶς οὖν κατηγο‐ ρεῖς τούτων, οἷς συνευφραίνου;‘ ἐὰν δὲ λέγῃ ‘οὐ παρή‐ μην‘, ἀπαντήσεται αὐτῷ ὅτι ‘δίκης ἄξιος τοῖς ἀγαθοῖς τοῖς τῆς πόλεως μὴ συμπαρών‘. καὶ πάλιν ‘ᾔδεις τὰ
25μέλλοντα ἢ οὐκ ᾔδεις;‘ ἐάν τε γὰρ εἴπῃ ‘ᾔδειν‘, ἀπαντᾷ ‘τί οὖν οὐ προέλεγες;‘ ἐάν τε εἴπῃ ‘οὐκ ᾔδειν‘, ‘τί οὖν ἡμῶν ὡς μὴ εἰδότων κατηγορεῖς; εἰ μὲν γὰρ ᾔδεις, προειπεῖν ὤφειλες· εἰ δὲ οὐκ ᾔδεις, τί τῶν ἄλλων ὡς μὴ εἰδότων κατηγορεῖς, τῆς ἀγνοίας τῶν μελλόντων
30κοινῆς οὔσης πρὸς πάντας ἀνθρώπους;‘ Γίνεται δὲ τὰ διλήμματα ἤτοι τῶν δύο ἐρωτήσεων δι’ ἓν πέρας ἐρωτωμένων οἷον ‘εἴτε καλὴν ἔγημας εἴτε αἰσχράν, οὐκ ἔδει γῆμαι‘· ἓν γὰρ πέρας συνάγεται ἐξ ἀμφοτέρων, τὸ μὴ δεῖν γῆμαι, διὰ μὲν τὸ καλὴν
35κοινήν, διὰ δὲ τὸ αἰσχρὰν ποινήν· καὶ τὰ μὲν κοινὰ
διλήμματα ταῦτά ἐστιν· ἢ ὅταν τῶν ἐρωτήσεων ἑκάστη ἰδίας ἀποδόσεως δέηται, τοῦτο δὲ τὸ διλήμματον σεσό‐ φισται καὶ Δημοσθενικόν ἐστι σχῆμα.193
38

4

.

7

(t)

Περὶ παρηχήσεως.
1 Παρήχησις δέ ἐστι κάλλος ὁμοίων ὀνομάτων ἐν διαφόρῳ γνώσει ταὐτὸν ἠχούντων. γίνεται δέ, ὅταν δύο ἢ τρεῖς ἢ τέσσαρας λέξεις ἢ ὀνόματα εἴπῃ τις ὅμοια μὲν ἠχοῦντα, διάφορον δὲ τὴν δήλωσιν ἔχοντα,
5ὡς παρὰ τῷ Ξενοφῶντι «πείθει τὸν Πειθίαν» καὶ παρὰ τῷ Ὁμήρῳ «ἀλλ’ Εὐπείθει πείθοντο», κἀκεῖ μάλιστα ἐναργῶς «ἤτοι ὅ γ’ ἐς πεδίον τὸ Ἀλήιον οἶος ἀλᾶτο ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων».
10ἐνταῦθα γὰρ ὅμοια μὲν ἀλλήλοις ἠχεῖ τὸ ‘Ἀλήιον‘ καὶ τὸ ‘ἀλᾶτο‘ καὶ τὸ ‘ἀλεείνων‘, ἀλλὰ τὸ μέν ἐστι τόπου ὄνομα, τὸ ‘Ἀλήιον‘, τὸ δὲ ‘ἀλᾶτο‘ πρᾶγμα, τὸ δὲ ‘ἀλεείνων‘ πρᾶγμα μὲν καὶ αὐτό, ἄλλο δὲ παρὰ τὸ σεσημασμένον. καὶ ὁ Θουκυδίδης «καὶ μὴν τότε
15Αἴγυπτος ὑπὸ βασιλεῖ ἐγένετο πλὴν Ἀμυρταίου τοῦ ἐν τοῖς ἕλεσι βασιλέως· τοῦτον δὲ διὰ μέγεθος τοῦ ἕλους οὐκ ἠδύναντο ἑλεῖν καὶ ἅμα μαχιμώτατοί εἰσι τῶν Αἰγυπτίων οἱ Ἕλειοι»· ἕλος μὲν γὰρ ὁ τόπος, ἑλεῖν δὲ τὸ πρᾶγμα, Ἕλειοι δὲ οἱ ἐνοικοῦντες.194
19

4

.

8

(t)

Περὶ κύκλου.
1 Κύκλος ἐστὶ σχῆμα λόγου καὶ αὐτὸ ἑρμηνείας ἴδιον κάλλος ἐμπεριέχον. γίνεται δέ, ὅταν, ἀφ’ οὗ ἄρξηταί τις ὀνόματος ἢ ῥήματος, εἰς τὸ αὐτὸ καταλήξῃ πάλιν μήτε πτῶσιν ἀλλάξας μήτε σχῆμα μήτε χρόνον μήτε ἀριθ‐
5μὸν μήτε ἄλλο τι· οἷον «σοὶ μὲν γὰρ ἦν κλέπτης ὁ πατήρ, εἴπερ ἦν ὅμοιος σοί»· ἀπὸ γὰρ οὗ ἤρξατο μο‐ ρίου, τῆς ἀντωνυμίας, εἰς 〈τὸ〉 αὐτὸ κατέληξεν. ἐγχωρεῖ δὲ καὶ περιοδικῶς αὐτὸ λεχθῆναι δύνασθαι, καὶ μὴν καὶ διηγηματικῶς, ὡς ὁ Δημοσθένης ἐν τῷ Πρὸς Λεπτί‐
10νην «λέγεται τοίνυν τειχίζειν ἐκεῖνος εἰπὼν οἴχεσθαι πρεσβεύων εἰς Λακεδαίμονα», καὶ διελθὼν τὰ κατὰ τὸν Θεμιστοκλέα πάλιν ὁμοίως ἐπαύσατο «καὶ πάντες ἴστε, ὃν τρόπον ἐξαπατῆσαι λέγεται»· τὸν γάρτοι κύκλον οὐχ ὁ ῥυθμὸς ἐλέγχει ἀλλὰ ἡ ἀρχὴ καὶ ἡ
15τελευτή. Εἴρηται δὲ κύκλος ἀπὸ τῶν ἐν τῇ γῇ γραφομένων
κύκλων· ὥσπερ γὰρ ἐκείνων διὰ τὸ ἐξ ἴσου πανταχόθεν περιφερὲς ἡ ἀρχὴ ἄδηλος, ὅθεν ἂν ἐθελήσωμεν τεκ‐ μήρασθαι οὐ δυναμένων τὴν ἀρχήν, οὕτω δὴ καὶ τού‐195
20των, ἐκ τῆς ὁμοιότητος τῶν ὀνομάτων ἀμφιβόλου τῆς ἀρχῆς καθισταμένης, ὅθεν εἶναι δύναται. διόπερ εἰ θέλοιμεν, αὐτὸ τοῦτο ἀφοριζόμενοι τὸ τί ἐστι κύκλος, ποιῆσαι τὸ σχῆμα τοῦ λόγου ἐν τῷ περὶ αὐτοῦ λέγειν τοῦ κύκλου, ἔσται δὴ οὕτω· κύκλος ἐστὶ τὸ ἀφ’ ὧν ἂν
25ἄρξηταί τις ὀνομάτων ἢ ῥημάτων εἰς τὰ αὐτὰ κατα‐ λήγειν δύνασθαι πάλιν· τοῦτο γὰρ ἔστιν ὁ κύκλος.
26

4

.

9

(t)

Περὶ ἐπιφωνήματος.
1 Τὸ ἐπιφώνημα λόγος ἐστὶν ἔξωθεν ἐπὶ τῷ πράγματι παρ’ ἡμῶν λεγόμενος. δεῖ δὲ αὐτὸν καὶ προσέχεσθαι τῷ ὑποκειμένῳ ὡς ἐκείνου μέρος ὄντα, ἵνα μὴ ἀπᾴδῃ, δεῖ δὲ αὐτὸν καὶ ἔξωθέν τι προσειληφέναι, ἵνα ᾖ καὶ ἡ
5τοῦ ἐπιφωνήματος φύσις φανερά. τὸ δὲ προσλαμβανό‐ μενον ἔξωθεν τετολμῆσθαι δεῖ ἀσφαλῶς· διὰ τοῦτο γάρτοι καὶ ἐπιφώνημα λέγεται, οὐχ ὅτι αὐτὸ τὸ πε‐ πραγμένον λέγεται, ἀλλ’ ὅτι τῷ γιγνομένῳ ἐπιφωνεῖται· μέχρι γὰρ ἄν τις κατὰ κῶλον μεμετρημένως διατυποῦν
10ἐθέλῃ τὸ γινόμενον, τὸ πρᾶγμα λέγει, ἐὰν δὲ παυσά‐ μενος ἐπενέγκῃ τι τῷ παντὶ ὡς παρ’ αὑτοῦ ἔξωθεν, τοῦτο ἐπιφώνημα λοιπόν ἐστιν, οἷον «σὺν δ’ Εὖρός τε Νότος τ’ ἔπεσε Ζέφυρός τε δυσαὴς καὶ Βορέης αἰθρηγενέτης μέγα κῦμα κυλίνδων»196
15καὶ «σὺν δὲ νεφέεσσι κάλυψε γαῖαν ὁμοῦ καὶ πόντον», μέχρι τούτων ἡ διατύπωσις, τὸ δὲ «ὀρώρει δ’ οὐρα‐ νόθεν νύξ» ἐπιφώνημα λοιπόν ἐστιν· ᾗ μὲν γὰρ ἐκ τῶν νεφῶν σκότος γίνεται, προσέχεται τῇ ἀληθείᾳ καὶ ἴδιον τοῦ πράγματος ἐγένετο, ᾗ δὲ ἐξ οὐρανοῦ λέγει
20τὴν νύκτα γεγονέναι, δὶς ἐτόλμησε, καὶ νύκτα εἰπὼν τὸ ἄλλο σκότος καὶ ἐξ οὐρανοῦ γεγονέναι, ὅθεν οὐδέποτε γίνεται σκότος οὐδὲ νύξ. Καὶ τὸ μὲν ἀληθινὸν ἐπιφώ‐
νημα τοῦτό ἐστιν. Ἔστι δὲ καὶ ἄλλο ἐπιφωνήματος εἶδος τρόπον τινὰ197
25γινόμενον, ὃ καὶ ἀκμὴν ἐκάλεσαν τινές, οὐκ ὀρθῶς ὁρί‐ ζοντες ἐν ἑνὶ κώλῳ ἀκμήν, ἐπεὶ μηδέ, ὅθεν γίνεται, δύ‐ ναταί τις εἰδέναι. ἔστι δὲ τοῦτο τοιοῦτον, ὅταν πνεύ‐ ματος κατὰ μέρος ἀποταθέντος ἐν πολλοῖς κώλοις ἐπὶ τέλει πάλιν ἓν κῶλον τεθῇ, συλλήβδην ὡς εἰπεῖν πᾶν
30τὸ πνεῦμα δυνάμενον ἀφορίσασθαι καὶ ἔχειν ἐν ἑαυτῷ· οἷον «Αἴας δ’ οὐκέτ’ ἔμιμνε, βιάζετο γὰρ βελέεσσι» καὶ ὅλον τὸ παρ’ Ὁμήρῳ πνεῦμα· κατὰ μέρος γὰρ εἰπὼν τὰ συμβάντα τῷ Αἴαντι καὶ ἐπισυμβαίνοντα ἐπὶ τέλει
35πάλιν ὥσπερ ἐν ἑνὶ κώλῳ πάντα ἐπαλιλλόγησεν εἰπὼν «πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο». Ἔστιν ἐπιφωνηματικὰ καὶ τὰ ἀπὸ τῶν τροπῶν ὀνόματα ἑλκόμενα λοιπὸν εἰς τὸ πρᾶγμα, τολμηρῶς ἡμῶν βιαζο‐ μένων τὰ ἐκ τοῦ ἀλλοτρίου πράγματος εἰς τὸ ἡμέτερον
40μεταφέρειν ὡς τὸ ἀσφαλὲς ἐχόντων διὰ τὸ καὶ εἰς τὴν παραβολὴν αὐτὰ προειρηκέναι· οἷον ἐάν τις ναυάγιον ἐκ παραβολῆς εἰπὼν ἐν λόγῳ, εἶτα μεταβαίνων εἰς τὰ πράγματα ἐθελήσῃ λέγειν κατ’ ὄνομα ἕκαστον τῶν ἐκ τῆς ναυαγίας σημαίνων τὸ ὑποκείμενον, οἷον ‘ἐν χειμῶνι
45καὶ νῦν ἐστι τὰ τῆς πόλεως πράγματα καὶ κλύδωνι, καὶ
σαλεύεται τὰ καθεστηκότα καὶ δεῖται τοῦ κυβερνήσον‐ τος αὐτά‘. καὶ πάλιν αὐτοῦ μεμνησόμεθα τούτου ἑξῆς ἐν τῷ περὶ τροπῆς λόγῳ.198
48

4

.

10

(t)

Περὶ τροπῆς.
1 Τροπὴ δέ ἐστι τὸ μὴ ἐξ ὑποκειμένου πράγματος ἀλλο‐ τρίου δὲ σημαντικὸν ὄνομα θεῖναι κοινὸν εἶναι δυνά‐ μενον καὶ τοῦ ὑποκειμένου καὶ τοῦ ἔξωθεν ἐμφαινομέ‐ νου, ὃ καλεῖται καὶ μεταφορὰ παρὰ τοῖς γραμματικοῖς,
5οὐχ ὡς ἐκεῖνοι λέγουσι τὸ ἀπὸ τῶν ἀψύχων ἐπὶ τὰ ἔμψυχα καὶ τὸ ἀνάπαλιν· ἀλλὰ καθόλου ἡ ῥητορικὴ πολυπραγμονοῦσα μηδὲν μήτε ἐμψύχων μήτε ἀψύχων, οὕτω χρῆται τοῖς ἀλλοτρίοις ὀνόμασιν, οἷον «προπέπο‐ ται τὰ τῆς πόλεως πράγματα», ἀντὶ τοῦ προδέδοται,
10καὶ ‘τιθασεύουσιν‘· ἐμφαίνεται γὰρ ἐκείνῳ τε τῷ ὀνό‐ ματι τὸ συμπόσιον μὴ ὑποκείμενον καὶ τούτῳ τὰ θηρία τιθασευόμενα τῷ λόγῳ μὴ ὑποκείμενα. τούτου δὲ τοῦ εἴδους εἴ τις ἐφαψάμενος πληρώσειε καὶ τὸ ἐφεξῆς τῆς τροπῆς ὄνομα, ὡς πᾶσαν ἐνθεῖναι τὴν παραβο‐
15λήν, ἀρετὴν ἐποίησεν, εἰ δὲ ἐλλείψειε, κακοζηλότερόν ἐστιν· οἷον «ἐχθρὸν ἐφ’ ἡμᾶς αὐτοὺς τηλικοῦτον ἠσκήσαμεν», εἰπὼν ὄνομα καὶ λαβὼν ἀπὸ τοῦ ἀγῶνος εὐθέως ἀπέδωκεν «ἢ φρασάτω τις ἐμοί, πόθεν ἄλλοθεν ἰσχυρὸς ἢ παρ’ ἡμῶν αὐτῶν γέγονε Φίλιππος» καὶ τὰ
20ἑξῆς ὁμοίως. —Δεῖ μέντοι εἰδέναι, ὅτι, ὅσα μέν ἐστι
συντελικὰ τῆς τροπῆς, εὐθὺς ἀποδοθήσεται, ὅσα δὲ γελοιότερα, διὰ πολλοῦ, τῷ χρόνῳ λανθάνοντα καὶ τῷ μὲν τεχνίτῃ κατάδηλα ὄντα, τοῖς ἀτέχνοις δὲ μὴ φαινόμενα. τοῦτο μὲν οὖν σεμνὸν ὂν εὐθέως ἀπεδόθη·199
25τὸ δὲ «προπέποται τὰ τῆς πόλεως πράγματα» εἰ μὲν εἶχεν ἐγγὺς παρακειμένην τὴν ἀπόδοσιν, γελοιότερον ἂν ἦν, διὰ πολλοῦ δὲ λανθάνον οὐ φαίνεται· ὑπο‐ βαίνων γὰρ ἐρεῖ ὧδέ που «μεθύει τῷ μεγέθει τῶν πεπραγμένων Φίλιππος», ὥρμητο δὲ τὸ τοῦ μεθύειν
30ὄνομα ἀπ’ ἀρχῆς τοῦ ‘προπέποται‘, ἐδόκει δὲ εἶναι γελοιότερον εὐθὺς παρακείμενον τῷ ‘προπέποται‘ τὸ ‘μεθύει‘. τῷ μέντοι ‘μεθύει‘ παρακείμενον τὸ ‘ὀνει‐ ροπολεῖ‘ σεμνὸν ὂν ἐκόσμησε τὸν λόγον· κοινὸν γάρ ἐστι τῶν μεθυόντων τὸ ὀνειροπολεῖν.
34

4

.

11

(t)

Περὶ σεμνοῦ λόγου.
1 Σεμνὸν δέ, εἴ τί πού ἐστιν ἐν τοῖς οὖσι, τί ἄλλο μᾶλλόν ἐστιν ἢ λόγος; καὶ τὸ μὲν σεμνὸν τοῦ νοῦ σε‐ μνῶς οὐχ ἑρμηνεύεται ὑπὸ τῆς τοῦ ῥήτορος δυνάμεως ἀλλ’ ὑπὸ τῆς ἀνάγκης αὐτοῦ τοῦ πράγματος, οἷον «ὁ
5μὲν δὴ μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων»
καὶ ὅσα ἄλλα τοιαῦτα· ὅπου δ’ ἂν ὁ νοῦς αἰσχρὸς ᾖ, ἐκεῖ χρεία τῆς σεμνότητος τοῦ λόγου, ἵνα τὸ νοού‐ μενον αἰσχρῶς οὕτως ἐξενέγκῃ τις τῷ λόγῳ εὐφυῶς, ὄνομα ἀντ’ ὀνόματος ἀμείβων, ὡς μὴ δόξαι τισὶν αἰ‐200
10σχρὸν εἶναι τὸ πρᾶγμα διὰ τὴν τοῦ λόγου σεμνότητα, ὡς παρὰ τῷ Μενάνδρῳ· πυθομένου γάρ τινος κόρης, πῶς εἴη διεφθαρμένη, σεμνῶς ἀφηγήσατο πρᾶγμα αἰσχρὸν ὀνόμασι βελτίστοις ‘Διονυσίων ἦν πομπή, ὃ δέ μοι ἠκολούθησε μέχρι [τὰ] πρὸς τὴν θύραν, ἔπειτα φοιτῶν
15καὶ κολακεύων τὴν μητέρα ἔγνω με‘· τὸ γὰρ ἐφθάρθαι καὶ ὑβρίσθαι σεμνῶς ‘ἔγνω με‘ εἰπὼν ἐκόσμησε πρᾶγμα αἰσχρὸν σεμνοτέρᾳ λόγου συνθέσει. γίνεται μὲν οὖν ἢ ὀνόματι ἡμῶν ἀντ’ ὀνόματος χρωμένων, ἢ πολλάκις οὐδὲ λέγεται τὸ πρᾶγμα, ἐὰν αἰσχρὸν ᾖ πάνυ, ἀλλὰ τὰ
20πρὸ τοῦ πράγματος εἰωθότα γίνεσθαι λέγονται καὶ τὰ ἐπισυμβαίνοντα τῷ αἰσχρῷ πράγματι, ἅπερ ἐξ ἀνάγκης ἐναργῶς καὶ σεμνῶς δηλοῖ καὶ αὐτὰ τὰ σιγώμενα, σε‐ μνῶς μὲν ὅτι μὴ λέγεται, ἐναργῶς δὲ ὅτι τοῖς ἑκατέρω‐ θεν νοεῖται· ὡς παὶ παρ’ Ὁμήρῳ
25 «λῦσε δὲ παρθενικὴν ζώνην, ἐπὶ δ’ ὕπνον ἔχευεν. ἣ δ’ ὑποκυσσαμένη» τέκετο, ὃν ἔφη τεκεῖν· ἐνταῦθα γὰρ τὴν συνουσίαν
ἐδήλωσε τῷ καὶ τὰ γενόμενα πρὸ τῆς συνουσίας εἰπεῖν «λῦσε δὲ παρθενικὴν ζώνην» καὶ ἐπενεγκεῖν, ἃ μετὰ201
30τὴν συνουσίαν γίνεται, «ἣ δ’ ὑποκυσσαμένη».
30

4

.

12

(t)

Περὶ κακοζήλου.
1 Τὸ δὲ κακόζηλον γίνεται ἢ κατὰ τὸ ἀδύνατον ἢ κατὰ τὸ ἀνακόλουθον, ὃ καὶ ἐναντίωμά ἐστιν, ἢ κατὰ τὸ αἰσχρὸν ἢ κατὰ τὸ ἀσεβὲς ἢ κατὰ τὸ ἄδικον ἢ κατὰ τὸ τῇ φύσει πολέμιον, καθ’ οὓς τρόπους καὶ ἀνασκευάζο‐
5μεν μάλιστα τὰ διηγήματα ἐκβάλλοντες ὡς ἄπιστα. διά τοι τοῦτό φαμεν καὶ τὰς διασκευὰς μέχρι τοῦ εἰκότος προχωρεῖν, ὡς, εἰ παρὰ τὸ εἰκὸς εὑρεθείη τι, πάντως καὶ κακόζηλον ἐσόμενον καὶ ἐμπεσούμενον τῇ ἀνασκευῇ· καὶ γὰρ ἐκεῖ λέγομεν ‘οὐκ εἰκὸς τόδε πραχθῆναι‘, ἢ ὅτι
10ἀδύνατον ἢ ὅτι αἰσχρὸν καὶ τὰ ἑξῆς. γίνεται δὲ τὸ κακό‐ ζηλον ὅμως καὶ τροπικῇ λέξει μιᾷ χρησαμένων, εἶτα τὸ πλῆρες τῆς τροπῆς ἀποδοῦναι μὴ δυναμένων. Ἰστέον μέντοι, ὅτι τὰ κακόζηλα ἔστι πολλάκις ἰᾶσθαι τῇ προκατασκευῇ καὶ προθεραπείᾳ· τὰ γὰρ προμα‐
15λαχθέντα τῇ ἑρμηνείᾳ νοῦν εἰσάγει, ὅθεν καὶ τὸ τόλμημα προσδοκᾶται τοῖς ἀκούουσιν, ὃ καὶ πρὶν λεχθῆναι ἀσφαλὲς εἶναι δοκεῖ, γυμνὸν δ’ ἂν τεθῇ πρὸ
τῆς κατασκευῆς τοῦ λόγου, κακόζηλον ἔδοξεν ἢ τῷ νῷ ἢ τῷ λόγῳ. καὶ σκόπει, πῶς καὶ Ὅμηρος ἐποίησεν· ὡς202
20γὰρ λέξειν ἔμελλεν
«ἧκε δ’ ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο», φοβούμενος τούτου τὸ ἀδύνατον προκατασκευάζει τοι‐ οῦτον ἄνδρα τῷ λοιπῷ διηγήματι, ὡς μηδὲ τὸν περὶ τού‐ του λόγον ἄπιστον καταστῆναι λεχθέντα, τῷ τε τροφὰς
25αὐτῷ παραθεῖναι μείζονας ἢ κατὰ ἄνθρωπον τῷ τε ἀποδοῦναι αὐτῷ ῥόπαλον βαστάζειν, οἷον οὐκ ἄνθρωπος, καὶ λίθον καὶ τῷ τὴν ἰδέαν αὐτοῦ διελθεῖν ὡς μεγά‐ λην καὶ φοβερὰν καὶ τῷ εἰπεῖν
«οὐδὲ ἐῴκει
30
ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι»· πάντες γὰρ οἱ περὶ τούτου προγυμνασθέντες λόγοι πιστὸν ἐποίησαν εἶναι δοκεῖν τὸ παράδοξον τὸ περὶ τοῦ Κύκλωπος ῥηθὲν τὸ
«ἧκε δ’ ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο»·
35εἰ γὰρ καὶ τοιοῦτος ἦν, οἷον αὐτὸν προκατεσκεύαζεν, οὐδὲν ἦν τὸ καὶ τοιοῦτον αὐτὸν ποιῆσαι δυνηθῆναι. Γίνεται δὲ τὸ κακόζηλον καὶ κατὰ τὸ εὐτελὲς πολλάκις, ὡς ἐκεῖνο
«οἴμοι, δράκων μου γίνεται τὸ ἥμισυ».
40θεραπεύεται δὲ τὰ κακόζηλα οὐ τῇ προδιορθώσει μόνῃ
ἢ τῇ προκατασκευῇ, ὡς ἐδείξαμεν, ἀλλὰ καὶ τῇ ἐπιδιορ‐ θώσει καλουμένῃ. δεῖ δὲ εἰδέναι, ὅτι τὰ εὐτελῶς εἰρημένα ἡ σεμνότης διορθοῦται, ὡς παρὰ τῷ Εὐριπίδῃ
«οἴμοι, δράκων μου γίνεται τὸ ἥμισυ»,
203
45τοῦτο γὰρ κοινῶς καὶ εὐτελῶς εἰπὼν ἐθεράπευσε τῇ ἐπιφορᾷ
«τέκνον, περιπλάκηθι τῷ λοιπῷ πατρί»· τοῦτο δὲ οὐ μόνον σεμνῶς εἴρηται, ἀλλὰ καὶ ἐπιφω‐ νηματικῶς διὰ τὸ τετολμῆσθαι. οὗ τὸ ἐναντίον, ἐὰν συμβῇ

4

.

12

(50)

τινι μετὰ σεμνότητα εἰς αἰσχρὸν κατενεχθῆναι, κακό‐ ζηλον ἐγένετο, ὡς ἑτέρωθι ὁ αὐτὸς
«ἣ δὲ καὶ θνῄσκους’ ὅμως
πολλὴν πρόνοιαν εἶχεν εὐσχήμως πεσεῖν», τοῦτο σεμνῶς εἰπὼν ἐπήνεγκεν εὐτελὲς καὶ κοινὸν καὶ
55κακόζηλον «κρύπτους’, ἃ κρύπτειν ὄμματ’ ἀρσένων χρεών».
56

4

.

13

(t)

Περὶ ἐσχηματισμένων προβλημάτων.
1Τῶν ἐσχηματισμένων προβλημάτων τὰ μέν ἐστι κατὰ
τὸ ἐναντίον, τὰ δὲ πλάγια, τὰ δὲ κατὰ ἔμφασιν. Ἐναντία μὲν οὖν ἐστιν, ὅταν τὸ ἐναντίον κατα‐ σκευάζωμεν, οὗ λέγομεν· οἷον ᾔτησαν Ἀθηναῖοι παρὰ204
5Λακεδαιμονίων εἰρήνην, οἳ δὲ ἀντῄτησαν Περικλέα, βουλευομένων τῶν Ἀθηναίων αὐτὸς ὁ Περικλῆς ὑβριο‐ παθῶν ἐπὶ τῇ βουλῇ ἀξιοῖ ἀπέρχεσθαι· ὁμολογουμένως γὰρ ὁ Περικλῆς, εἰ καὶ λέγει ‘πέμψατέ με‘, σχήματι μόνον λόγου λέγει, ἐπεὶ καὶ μεταχειρίσεσι χρῆται ταῖς
10κατασκευαζούσαις, ὅτι οὐ χρὴ πεμφθῆναι αὐτόν. Πλάγιον δέ ἐστιν, ὅταν μετὰ τοῦ κατασκευάζειν τὸ ἐναντίον καὶ ἄλλο τι περαίνῃ ὁ λόγος· οἷον πλούσιος ἐν λιμῷ ὑπέσχετο θρέψειν τὴν πόλιν, εἰ λάβοι τὸν πένητα πρὸς σφαγήν, οὐκ ἔδωκεν ὁ δῆμος, ὁ πένης ἑαυτὸν
15προσαγγέλλει. ἐνταῦθα γὰρ τὸ ἐναντίον βούλεται ὁ πένης, οὗπερ λέγει· ἀποθανεῖν γὰρ οὐ βούλεται, κατα‐ σκευάζει δὲ ἐκ πλαγίου καὶ τὸ μὴ εἶναι τὸν σῖτον καὶ
τὸ εἰ ἔστιν ἁπλῶς λαβεῖν. Κατὰ ἔμφασιν δέ ἐστιν, ὅταν λέγειν μὴ δυνάμενοι205
20διὰ τὸ κεκωλῦσθαι καὶ παρρησίαν μὴ ἔχειν ἐπὶ σχή‐ ματι ἄλλης ἀξιώσεως ἐμφαίνωμεν κατὰ τὴν σύνθεσιν τοῦ λόγου καὶ τὸ οὐκ ἐξὸν εἰρῆσθαι, ὡς εἶναί τε νοῆσαι τοῖς ἀκούουσι καὶ μὴ ἐπιλήψιμον εἶναι τῷ λέγοντι· οἷον τὸν μαινόμενον φεύγειν ὁ νόμος ἐκέλευε,
25φήμης οὔσης, ὅτι σύνεστιν ὁ πατὴρ τῇ τοῦ υἱοῦ γυναικί, ἀξιοῖ ὁ παῖς ὡς μαινόμενος φεύγειν· ἐν‐ ταῦθα γὰρ τῷ μὲν δοκεῖν περὶ τῆς φυγῆς διαλέγεται καὶ τούτῳ τῷ λόγῳ ἐπερείδεται, διόλου δὲ ἐμφαίνει τὴν μοιχείαν τοῦ πατρὸς κατὰ τῆς γυναικός.
30 Τὰ μὲν οὖν πλάγια καὶ τὰ ἐναντία ἐν τούτῳ διαλ‐ λάττει μόνον, ὅτι τὰ μὲν ἐναντία ἓν μελετᾶ, τὰ δὲ πλά‐ για καὶ διπλοῦν ἐκφέρει τὸν νοῦν, πολλάκις δὲ καὶ πλείονα. ἡ μέντοι μεταχείρισις ἡ αὐτή, ἀφ’ ἧς τὸ με‐ λετᾶν εἰδέναι γίγνεται. μελετῶνται γὰρ τῶν τοιούτων
35προβλημάτων αἱ ὑποφοραὶ ἀπὸ τῆς κατασκευῆς ἐκφε‐ ρόμεναι κἀκεῖθεν πάλιν ἐκ τῶν ἐπιχειρημάτων, ὅσα ἂν εὑρίσκηται. ὁ γὰρ παρὰ τῶν ἐχθρῶν λόγος ἰσχυροποιού‐
μενος, ἀσθενεστέρας ἀναγκάζων εἶναι τὰς λύσεις, ἐκεῖ δείκνυσι βούλεσθαι πλέον τὸν σοφιστὴν ἢ κατὰ τὸ δοκοῦν206
40εἰσάγεσθαι, οἷον ὁ Περικλῆς ἐν τῷ αὐτὸς ἀξιοῦν ἀπελθεῖν εἰς Λακεδαίμονα. ὁ γὰρ ὑπὲρ αὐτοῦ λέγων ταῦτα ἐκ τῆς ὑποφορᾶς κατασκευασθῆναι ποιήσει, ἃ Περικλῆς εἶπεν ἂν αὐτὸς ὑπὲρ αὑτοῦ πάντως ἢ εἴ τις αὐτὸν ἄλλος μὴ διδόναι Λακεδαιμονίοις ἠξίου· ‘φήσει τοίνυν ἴσως παρελ‐
45θών, ὡς οὐ δεῖ τοῖς ἐχθροῖς ἐπιτάττουσι πείθεσθαι· δει‐ νόν τε γὰρ εἶναι τὸ πρᾶγμα καὶ ἠλίθιον, εἴ τις χαριεῖται κελεύουσιν ἐχθροῖς· φίλοις γὰρ ἐπιτάττουσι δεῖ πείθε‐ σθαι καὶ οὐ πολεμίοισ‘, καὶ ὅτι ‘οὐδὲ οἱ πατέρες ὑμῶν ὑπήκουσαν μηδενί, μήτε Ξέρξῃ μήτε Μαρδονίῳ μήτε Δα‐

4

.

13

(50)

ρείῳ μήτε ἄλλῳ τινί‘, καὶ ὅτι ‘μηδὲ ὑμεῖς μήτε Λακεδαιμο‐ νίοις πολλὰ ἐπιτάττουσι περὶ Ποτιδαίας καὶ περὶ Αἰ‐ γινητῶν καὶ περὶ Μεγαρέων‘. καὶ καθάπαξ μία μετα‐ χείρισις ἐν τοῖς ἐσχηματισμένοις ἡ τῶν ὑποφορῶν κατασκευή.
55 Ἔστι καὶ ἄλλη μεταχείρισις, τὸ περιτιθέντα ἑτέρῳ τὸν λόγον εἰσάγειν τὰ νοήματα, οἷον ‘ἄλλος μὲν οὖν ἂν εἶπέ τις μὴ πέμπεσθαι κελεύων αὐτὸν Λακεδαιμονίοις, ὡς οὐ χρὴ πολεμίοις ἐπιτάττουσι πείθεσθαι· δεινόν τε γὰρ
εἶναι τὸ πρᾶγμα καὶ ἠλίθιον καὶ μήτε τοὺς πατέρας μήτε207
60ὑμᾶς ποτε τοιοῦτόν τι πεπραχέναι‘, καὶ τὰ αὐτὰ νοήματα, ‘ἐγὼ δὲ οὔ φημι ταῦτα‘. ἔστι δὲ καὶ ἐν ἄλλῳ μεταβαλεῖν σχήματι, ἐάν τις λέγῃ ‘ἐγὼ δέ, εἰ μὲν ἄκοντά μέ τις ἠξίου βιαζόμενος ἀπελθεῖν πρὸς Λακεδαιμονίους, εἶπον ἂν τάδε καὶ τάδε‘, καὶ τὰ αὐτὰ νοήματα, ἅπερ, εἰ καὶ
65μὴ ἐσχηματισμένως ἐμελετῶμεν, ἐλέγομεν ἄν· διὰ τοῦτο γὰρ καὶ ἐσχηματισμένα καλεῖται τὰ τοιαῦτα προβλήματα, ἐπειδὴ τὰ αὐτὰ δεῖ λέγεσθαι νοήματα, ἅπερ, εἰ καὶ μὴ ἐσχηματισμένως ἐμελετῶμεν, εἴπομεν ἄν. δεῖ δὲ μετα‐ χειρίσεως καὶ τοιούτου σχήματος ἀσφαλοῦς εὐπορῆσαι,
70ἵνα μὴ λύοντες τὰς ἐμφάσεις γυμνοὺς εἰσάγωμεν τοὺς λόγους ὡς ἄντικρυς μὴ θέλοντες. Καὶ ταυτὶ μὲν περὶ πλαγίων καὶ ἐναντίων. Τὸ δὲ κατὰ ἔμφασιν σχῆμα τοιοῦτόν ἐστιν, οἷον καὶ προειρήκαμεν. μελετᾶται δὲ ἐνίοτε μὲν σχήματος εὑρέσει
75κἀκεῖνο τοιούτου, ἵνα τις ἄντικρυς λέγων τὸ πρᾶγμα μὴ δοκῇ λέγειν, ὃ δὴ καὶ εὕρημά ἐστιν ἐμὸν ἐν μελέτῃ γενόμενον ἐμῇ καὶ ἐκδέδοται· οἷον φήμη ἦν, ὅτι σύν‐ εστιν ὁ πατὴρ τοῦ υἱοῦ τῇ γυναικί, ἔγκυος ἐγένετο ἡ
γυνή, ἔχρησεν ὁ θεὸς τὸ γεννηθησόμενον φονέα ἔσεσθαι208
80τοῦ πατρός, οὐ βούλεται ἐκτιθέναι τὸ γεννηθὲν ὁ παῖς καὶ ὑπὸ τοῦ πατρὸς ἀποκηρύσσεται. ἐνταῦθα γὰρ ὁ παῖς πρὸς τὴν ἀποκήρυξιν ἀπολογούμενος ὀφείλει τὴν ἐντρέ‐ χουσαν φήμην τῆς μοιχείας κατὰ ἔμφασιν δηλοῦν, ὡς ἀνεπιλήπτως ἐλέγχειν τὸν πατέρα καὶ εὐσχημόνως, φα‐
85νερῶς δὲ μὴ λέγειν ὅτι ‘μοιχεύει τὴν γυναῖκα τὴν ἐμήν‘ καὶ δηλοῦν, ὅτι τοῦτο γίνεται. οὕτως οὖν εὐπορήσαμεν σχήματος τοιούτου καὶ ἄντικρυς εἰπόντες αὐτὸ λέγειν οὐκ ἐδόξαμεν· ἔστι δὲ τόδε ‘σὸν εἶναι λόγισαι, πάτερ, τὸ παιδίον, οὐκ ἐμόν· ἐκτίθης, ὃ ἐγέννησας, ῥίπτεις παι‐
90δίον, οὗ γέγονας πατήρ‘. —Δεῖ δὲ ἐν τοῖς τοιούτοις, τοῖς κατ’ ἔμφασιν λέγω, καὶ ὀνομάτων εὐπορῆσαι διττὰ δη‐ λῶσαι δυναμένων, καὶ τὸ ἀνεύθυνον καὶ τὸ σεσημασμέ‐ νον· οἷον φήμη ἦν, ὅτι σύνεστι τῇ ἰδίᾳ θυγατρὶ ὁ πα‐ τήρ, ἀπόρρητόν τι ἡ μήτηρ εἰποῦσα τῷ υἱῷ ἀπήγξατο,
95πυνθάνεται ὁ πατὴρ τὸ ἀπόρρητον καὶ οὐ λέγοντα τὸν υἱὸν ἀποκηρύσσει, οἷον ἡμῖν ἐξενήνεκται καὶ περὶ τοῦδε προοίμιον δεύτερον τόδε ‘τῆς μὲν οὖν ἀποκηρύξεως ταύτης ἔλαττον ἐμοὶ μέλει· λυποῦμαι δὲ ὑπὲρ τοῦ
πατρός, εἰ μετὰ τοσαύτην εὐθηνίαν γένους μόνῃ209

4

.

13

(100)

συνέσται τῇ θυγατρὶ καὶ συζήσεται‘· κοινὰ μὲν γάρ ἐστι καὶ τοῦ ἄλλου βίου τὰ τοιαῦτα ὀνόματα τοῖς ἀνθρώποις, δοκεῖ δὲ μάλιστα ἴδια εἶναι τῇ ὑποκει‐ μένῃ ἐμφάσει ὡς δηλῶσαι δυνάμενα καὶ τὸ ἀνεύθυνον καὶ τὸ σεσημασμένον, τό τε ‘συνέσται‘ φημὶ καὶ τὸ ‘συζή‐
105σεται‘. —Ἀλλὰ καὶ ἡ τῆς συνθέσεως πάλιν ἀκολουθία συγκειμένη μὲν ἄλλο δηλοῖ, διαιρουμένη δὲ ἄλλο ἐμφαίνει· οἷον φήμη ἦν, ὅτι σύνεστιν ὁ πατὴρ τῇ τοῦ υἱοῦ γυναικί, μοιχὸν καταλαβὼν ἐγκεκαλυμμένον ὁ υἱὸς ἀφῆκε καὶ ἀποκηρύσσεται ὑπὸ τοῦ πατρός· ἐρεῖ
110γὰρ ‘ὅπου καὶ τοῦ μοιχοῦ λαβόμενος ἐβόων ‘πάτερ‘‘· τὸ γὰρ ὄνομα τοῦ πατρὸς εὐθέως τῷ μοιχῷ παρα‐ κείμενον ἐν τῇ συνθέσει ἐποίησε τὴν ἔμφασιν. καὶ τὸ ἐπενηνεγμένον δὲ ὁμοίως ἔχει ‘καὶ τοῦ μοιχοῦ λαβόμενος ἐβόων ‘πάτερ‘· σὺ δὲ ἦς οὐδαμοῦ‘· τῷ γὰρ μοιχῷ καὶ
115τῷ πατρὶ προστεθὲν εὐθέως τὸ ‘σὺ δὲ ἦσ‘ τῇ συνθέσει τὴν ἔμφασιν ἐδήλωσε, τὴν ἀσφάλειαν δὲ ἔχει ἑκάτερον ἀπὸ τοῦ ‘οὐδαμοῦ‘.
117

4

.

14

(t)

Περὶ τῶν συγκριτικῶν προβλημάτων.
1Τὰ συγκριτικὰ προβλήματα εἰ μὲν στοχασμῷ περι‐
πέσοι ἢ ὅρῳ, ῥᾳδίαν ἔχει τὴν διαίρεσιν· διπλοῖς γὰρ τοῖς κεφαλαίοις καθ’ ἕκαστον χρώμεθα, ἐν μὲν τοῖς στο‐ χασμοῖς ταῖς βουλήσεσι καὶ ταῖς δυνάμεσι, λέγοντες ‘ἐμὲ210
5μὲν οὐκ εἰκὸς βουληθῆναι τόδε ποιῆσαι διὰ τόδε, σὲ δὲ εἰκὸς βουληθῆναι τόδε ποιῆσαι διὰ τόδε‘, καὶ πάντα ἐκ‐ φέρειν εἰς δέον τὰ ἐπιχειρήματα· ‘εἶτα πάλιν ‘ἐμὲ μὲν οὐκ εἰκὸς δυνηθῆναι τόδε ποιῆσαι διὰ τόδε, σὲ δὲ εἰκὸς τόδε ποιῆσαι διὰ τόδε‘, καὶ τοῦτο κατασκευάζοντες καὶ
10τὸ χρῶμα τὸ μὲν ἡμέτερον τιθέντες καὶ κατασκευάζοντες, τὸ δὲ παρὰ τοῦ ἐχθροῦ τεθὲν λύοντες τοῖς ἐπιχειρήμασι, καὶ τὴν πιθανὴν ἀπολογίαν τὴν ἐκείνου μὲν λύοντες, κρατύνοντες δὲ τὴν ἡμετέραν. Καὶ μὴν καὶ τὰ ἐν τοῖς ὅροις ὁμοίως διπλῶς μελε‐
15τῶντες λέγομεν, οἷον ‘τοῦτό ἐστι τὸ ἐργάσασθαί τι, ὃ πεποίηκα ἐγώ‘, εἶτα ἐνεγκεῖν, ἅπερ εἰργάσω, εἶτα ἐπενεγκεῖν ‘σὺ δὲ τούτων ἐποίησας οὐδέν‘, εἶτα ἀνθυπ‐ ενεγκεῖν ἐκεῖθεν τὰ ἐκείνῳ πεπραγμένα καὶ λέγειν, ὡς ταῦτα οὐδέν ἐστι.
20 Χρησόμεθα δὲ τοῖς ἐπιχειρήμασι καὶ ταῖς ἐφόδοις ταῖς μελετητικαῖς καὶ ἐν τοῖς διπλοῖς ὅροις, αἷς ἐδιδάξαμεν
δεῖν χρῆσθαι, καὶ ἐν τοῖς ἁπλοῖς ἀπό τε τῶν πρὸ τοῦ πράγματος καὶ ἀπὸ τῶν μετὰ τὸ πρᾶγμα συμβαινόντων· ἐκεῖθεν γὰρ ἡ ἁπλῆ εὐπορία ἐνταῦθα διπλῆ γίνεται.211
25 Εἰ δὲ πραγματικὴ ἀμφισβήτησις παρεμπέσοι, τότε δεῖ ζητεῖν, τίνα ἐστὶ τὰ συγκρινόμενα, δύο ἢ καὶ πλείονα, καὶ οὕτως ἐκ τῶν παρακολουθούντων ἑκάστῳ τὰς συγκρίσεις ποιήσεις. μάλιστα δέ, εἰ πρόσωπον συγκρί‐ νοιτο, τότε ἔχειν δεῖ τὴν ἀπὸ τῶν ἐγκωμίων καὶ ψόγων
30σύγκρισιν, καὶ γένη καὶ ἐπιτηδεύματα καὶ πράξεις καὶ τύχας καὶ ἅπαντα τὰ συγκρινόμενα. ὁμοίως δὲ ἔχει καὶ τὰ ἐκ τῆς ἄλλης περιστάσεως· ὅ τι ἂν εἰς σύγκρισιν ἐμπέσῃ, τὰ παρακολουθοῦντα ἑκάστοις συγκρίνομεν· παρακολουθεῖ δὲ ἄλλα μὲν τόποις, ἄλλα δὲ χρόνοις,
35ἄλλα δὲ ἑκάσταις τῶν ἄλλων περιστάσεων.212