TLG 0592 002 :: HERMOGENES :: Περὶ στάσεων HERMOGENES Rhet. Περὶ στάσεων Citation: Section — (line) | ||
1(t) | ΠΕΡΙ ΤΩΝ ΣΤΑΣΕΩΝ | |
1 | Πολλῶν ὄντων καὶ μεγάλων, ἃ τὴν ῥητορικὴν συν‐ ίστησι καὶ τέχνην ποιεῖ, καταληφθέντα τε ἐξ ἀρχῆς δη‐ λαδὴ καὶ συγγυμνασθέντα τῷ χρόνῳ σαφῆ τε τὴν ὠφέ‐ λειαν παρεχόμενα τῷ βίῳ κἀν ταῖς βουλαῖς κἀν τοῖς | |
---|---|---|
5 | δικαστηρίοις καὶ πανταχοῦ, μέγιστον εἶναί μοι δοκεῖ τὸ περὶ διαιρέσεως αὐτῶν καὶ ἀποδείξεως, λέγω δὲ οὐ τῆς ἀπὸ τῶν γενῶν εἰς εἴδη καὶ ἀπὸ τῶν ὅλων εἰς μέρη· μικρὸν μὲν γὰρ οὐδὲ τοῦτο μέρος ῥητορικῆς· ἀλλ’ οὐ περὶ τούτων νυνί, περὶ δὲ τῆς τῶν πολιτικῶν ζητημά‐ | |
10 | των διαιρέσεως εἰς τὰ λεγόμενα κεφάλαια ὁ λόγος γι‐ νέσθω· ἔστι δὲ σχεδὸν ὁ αὐτὸς τῷ περὶ εὑρέσεως, πλὴν ὅσον οὐ πάντα ἔχει τὰ περὶ εὑρέσεως. | |
Καὶ πρῶτόν γε, ὅ τι ἔστι πολιτικὸν ζήτημα, ῥητέον· ἔστι τοίνυν ἀμφισβήτησις λογικὴ ἐπὶ μέρους ἐκ τῶν | 28 | |
15 | παρ’ ἑκάστοις κειμένων νόμων ἢ ἐθῶν περὶ τοῦ νο‐ μισθέντος δικαίου ἢ τοῦ καλοῦ ἢ τοῦ συμφέροντος ἢ καὶ πάντων ἅμα ἢ τινῶν· τὸ γὰρ ὡς ἀληθῶς τε καὶ καθόλου καλὸν ἢ συμφέρον ἢ τὰ τοιαῦτα ζητεῖν οὐ ῥητορικῆς. | |
20 | Τὴν δὲ ἀμφισβήτησιν ταύτην ἀνάγκη περί τε πρόσ‐ ωπα γίνεσθαι καὶ πράγματα· ὧν πλείστη δήπου δια‐ φορά, ἣν τοῖς ἐπιγνοῦσι ῥᾴδιον ἤδη τὰς διαιρέσεις συνιδεῖν τὰς εἰς τὰ κεφάλαια τῶν ζητημάτων καὶ ὅσα ὅλως διαιρεῖσθαι δύναται. | |
25 | Τῶν οὖν προσώπων τὰ μέν ἐστιν οἷα καὶ δύνασθαι ἐξετάζεσθαι, τὰ δὲ οὔ, τόπον δὲ ἄλλως ἐπέχει προσώπου. τῶν δ’ αὖ ἐξεταζομένων ἰσχυροτάτην μὲν ἔχει δύναμιν τὰ ὡρισμένα καὶ κύρια, οἷον ὁ Περικλῆς, ὁ Δημοσθένης καὶ τὰ τοιαῦτα· δευτέραν δὲ τὰ πρός τι, οἷον πατήρ, | |
30 | υἱός, δοῦλος, δεσπότης· τρίτην τὰ διαβεβλημένα, οἷον ἄσωτοι, μοιχοί, κόλακες· τετάρτην τὰ ἠθικά, οἷον γεωρ‐ γοί, λίχνοι καὶ τὰ ὅμοια· πέμπτην τὰ κατὰ συμπλοκὴν δύο προσηγοριῶν, οἷον νέος πλούσιος, τούτων γὰρ ἑκά‐ τερον ἰδίᾳ μὲν σμικρὸν ἢ οὐδὲν ἰσχύει, συμπλακέντα | |
35 | δὲ εἰς ἓν ἄμφω δύναται κρίσιν ἀναδέξασθαι· ἕκτην τὰ κατὰ συμπλοκὴν προσώπου καὶ πράγματος, οἷον μει‐ ράκιον καλλωπιζόμενον φεύγει πορνείας· ἑβδόμην τὰ ἁπλᾶ προσηγορικά, οἷον στρατηγός, ῥήτωρ. ταυτὶ δὲ δῆλον μὲν ὡς καὶ καθ’ ἓν ἐμπίπτει τοῖς ζητήμασι καὶ | 29 |
40 | κατὰ πλείονα. αὐτίκα ὁ Δημοσθένης καὶ πατὴρ ἦν δή‐ που καὶ ῥήτωρ καὶ πρεσβευτής, ἤδη δὲ καὶ στρατιώ‐ της· ὅθεν καὶ μείζονα ἔχει δύναμιν τὰ ὡρισμένα καὶ κύρια· ἀλλὰ δεῖ περὶ ἑκάστου τῆς δυνάμεως ἰδίᾳ γνόντα χρῆσθαι, ὡς ἂν ὁ καιρὸς διδῷ. | |
45 | Τὰ μὲν οὖν ἐξεταζόμενα τῶν προσώπων ταῦτα, καὶ δεῖ τοῖς ἐγκωμιαστικοῖς ἀκολουθοῦντα τόποις χρῆσθαι τοῖς ἐμπίπτουσιν. οὐκ ἐπιδέχεται δὲ ἐξέτασιν τά τε ἀόριστα, οἷον τὸ τίς, καὶ τὰ ἰσάζοντα διόλου, οἷον δύο νέοι πλούσιοι εἰ ἐπί τῳ κρίνοιεν ἀλλήλους· ὃ γὰρ ἄν | |
1(50) | τις εἴπῃ κατὰ τοῦ ἑτέρου, ἔσται τοῦτο καὶ κατὰ τοῦ ἑτέρου. Ὥσπερ δὲ τῶν προσώπων, οὕτω καὶ τῶν πραγμάτων ἔστι διαφορά. καὶ ἰσχυροτάτην μὲν ἐξέτασιν ἐπιδέχεται ταῦτα, ἐφ’ οἷς τις αὐτὸς ὡς ποιήσας κρίνεται, ὡς ὁ θά‐ | |
55 | πτων τὸ νεοσφαγὲς σῶμα ἐπ’ ἐρημίας καὶ φωραθεὶς καὶ φόνου φεύγων· δευτέραν δέ, ὅταν ἑτέρου πράξαντος ἄντικρυς εἰς αὐτὸν ἀναφέρηται τὸ κρινόμενον, οἷον | |
τρισαριστέως εἰκόνα ἔστησαν οἱ πολέμιοι καὶ κρίνεται προδοσίας· τρίτην, ἃ μεταξὺ τούτων ἐστίν, οἷον ἔγραψεν | 30 | |
60 | ὁ Περικλῆς εἰς δέον ἀνηλωκέναι πεντήκοντα τάλαντα, καὶ Ἀρχίδαμος δώρων φεύγει· τὸ γὰρ τῶν πεντήκοντα ταλάντων ἀναφέρεται μὲν ἄντικρυς εἰς αὐτὸν οὐδαμῶς, διὰ δὲ τὰ ἄλλα καὶ τοῦτο ἐνδέχεται ἐξετασθῆναι ὡς ἀνα‐ φερόμενον. ἀπέοικε δὲ οὐδὲν τοῦ ζητήματος τούτου καὶ | |
65 | ὁ ἄσωτος ὁ ἐπὶ τῷ πατρὶ ἀφανεῖ γενομένῳ φόνου φεύ‐ γων· καὶ οὐκ ἀγνοῶ γε, ὡς ᾠήθησαν τινὲς μὴ εἶναι τὸ πρᾶγμα ἐνταῦθα κρινόμενον, θαυμάζω δέ, εἰ μὴ κρι‐ νομένου πράγματος αἰτίαν τις ἀποδώσει καὶ τὸ λεγό‐ μενον χρῶμα, ἀπολογήσεται δὲ οἶμαι ὁ ἄσωτος καὶ ἐρεῖ τι. | |
70 | Πρᾶγμα δὲ οὐ κρίνεται κατά γε ἐμὲ τὸ ἐξισάζον μό‐ νον, οἷον πένης καὶ πλούσιος ἑκάτεροι ὡραίας ἔχοντες γυναῖκας κατὰ ταὐτὸν ἄμφω πεφωράκασιν ἀλλήλους ἐξιόντας ἐκ τῶν ἀλλήλων οἰκιῶν καὶ μοιχείας ἀλλήλοις ἀντεγκαλοῦσιν· ἐνταῦθα γὰρ αὖ πάλιν τὰ μὲν πρόσωπα | |
75 | διαλλάττοντα ἐπιδέχεται ἐξέτασιν, τὰ πράγματα δὲ οὐ διὰ τὸ ἰσάζειν. | |
Μετὰ ταῦτα τοίνυν ἔστιν ἐξ αὐτῶν ἐπιγνῶναι τά τε συνεστῶτα καὶ διαιρεῖσθαι δυνάμενα τῶν ζητημάτων καὶ ὅσα μὴ συνέστηκε. τὰ μὲν γὰρ ἤτοι ἄμφω καὶ πρόσ‐ | 31 | |
80 | ωπον ἔχοντα καὶ πρᾶγμα κρινόμενον ἢ τὸ ἕτερόν γε πάντως καὶ τοὺς ἐξ ἑκατέρου μέρους λόγους σὺν τῷ πιθανῷ διαφόρους τε καὶ ταῖς πίστεσιν ἰσχυρούς, ἔτι τε—ὅπερ ἐστὶ παρὰ τοῖς δικασταῖς—τὸ τῆς κρίσεως ἀφανὲς καὶ μὴ προειλημμένον δυνάμενόν τε πέρας λα‐ | |
85 | βεῖν συνέστηκε· τὰ δ’ οὑτινοσοῦν τούτων ἐνδεᾶ ταῦτα ἀσύστατά ἐστιν. εἰρήσεται δὲ καὶ κατ’ εἶδος. Καὶ πρῶτόν γε ἀσυστάτων εἶδος τὸ μονομερές, ᾧ τὰ τῶν λόγων μὴ ἑκατέρωθεν ἰσχυρά, οἷον πορνοβοσκὸς δέκα νέους κωμάζοντας ἐπὶ τὴν οἰκίαν αὐτοῦ ὄρυγμα | |
90 | ποιήσας ὑποδεξάμενος ἀπέκτεινε καὶ φεύγει φόνου. — Δεύτερον τὸ ἰσάζον διόλου, οἷον δύο νέοι πλούσιοι ὡραίας ἔχοντες γυναῖκας κατὰ ταὐτὸν ἄμφω πεφωρά‐ κασιν ἀλλήλους ἐξιόντας ἀπὸ τῶν ἀλλήλων οἰκιῶν καὶ μοιχείας ἀλλήλοις ἀντεγκαλοῦσι. —Τρίτον κατὰ τὸ | |
95 | ἀντιστρέφον, οἷον ἀπῄτει τις δάνειον καὶ τόκους, ὃ δὲ παρακαταθήκην φάσκων ἔχειν οὐκ ὀφείλειν ἔλεγε τό‐ κους· μεταξὺ πεποίηται χρεῶν ἀποκοπὰς ὁ δῆμος, καὶ | |
ὃ μὲν ὡς παρακαταθήκην ἀπαιτεῖ, ὃ δὲ ὡς χρέος οὐκ ὀφείλειν ἔτι φησίν. ἐνταῦθα γὰρ οὔτε διάφορα οὔτε | 32 | |
1(100) | ἰσχυρὰ τὰ τῶν πίστεων αὐτοῖς· περιπετεῖς γὰρ τοῖς ἑαυτῶν ἄμφω γίνονται λόγοις. —Τέταρτον κατὰ τὸ ἄπορον, οὗ μὴ ἔστι λύσιν λαβεῖν μηδὲ πέρας, οἷον Ἀλέξ‐ ανδρος ὄναρ εἶδεν ὀνείροις μὴ πιστεύειν καὶ βουλεύε‐ ται· ὅ τι γὰρ ἂν συμβουλεύῃ τις ἐνταῦθα, τὸ ἐναντίον | |
105 | αὐτοῦ περανεῖ. —Πέμπτον κατὰ τὸ ἀπίθανον, οἷον εἰ Σωκράτην τις πλάττει πορνοβοσκοῦντα ἢ Ἀριστεί‐ δην ἀδικοῦντα. —Ἕκτον κατὰ τὸ ἀδύνατον, οἷον εἰ Σιφνίους ἢ Μαρωνείτας λέγει τις περὶ ἀρχῆς τῶν Ἑλλή‐ νων βουλεύεσθαι ἢ τὸν Πύθιον ψεύδεσθαι. —Ἕβδο‐ | |
110 | μον κατὰ τὸ ἄδοξον, οἷον ἐκμισθώσας τις τὴν ἑαυτοῦ γυναῖκα τὸν μισθὸν οὐκ ἀπολαμβάνων δικάζεται τῷ μισθωσαμένῳ. —Ὄγδοον κατὰ τὸ ἀπερίστατον, οἷον ἀποκηρύσσει τις τὸν υἱὸν ἐπ’ οὐδεμιᾷ αἰτίᾳ. Ταῦτα γὰρ οὐκ ἂν εἴη ζητήματα. | |
115 | Παρὰ δὲ ταῦτα εἴδη ἔστιν ἕτερα ἐγγὺς μὲν ἀσυστά‐ των, μελετώμενα δὲ ὅμως. πρῶτον μὲν τὸ ἑτερορρε‐ πές, οἷον καταφυγόντος Κριτίου ἐπὶ τὰς Ἁρμοδίου καὶ | |
Ἀριστογείτονος εἰκόνας βουλεύονται Ἀθηναῖοι, εἰ δεῖ ἀποσπᾶν· τουτὶ γὰρ μονομερὲς μὲν οὐκ ἔστιν, ἑτερορ‐ | 33 | |
120 | ρεπὲς δέ. —Εἶτα τὸ κακόπλαστον, οἷον μετὰ τὴν Νι‐ κίου ἐπιστολὴν γράφει τις Κλέωνα στρατηγεῖν, ἢ πάλιν πρόκειται Μαρδονίῳ ἀναχωρήσαντι μετὰ τὴν ἧτταν ἀπολογία παρὰ βασιλεῖ· ἡ πλάσις γὰρ ἡμάρτηται παρα‐ πλησίως ἐπ’ ἀμφοῖν, ἐπεὶ τεθνᾶσί γε δήπου Κλέων | |
125 | τε πρὸ τῶν Σικελικῶν καὶ Μαρδόνιος πρὶν ἢ ἐπανελ‐ θεῖν τοὺς διαφυγόντας τῶν Περσῶν. —Ἔστιν ἐν τούτοις καὶ τὸ προειλημμένον τῇ κρίσει, οἷον μηδενὸς ἐπιγνῶ‐ ναι δυναμένου τὴν ἄνοδον τὴν ἐπὶ τὸν τύραννον ἔδειξε γυνή τις τῷ ἑαυτῆς ἀνδρί, ὃ δὲ ἀνελθὼν ἀπέκτεινεν | |
130 | ἐκεῖνον καὶ μοιχείας αὐτῇ ἐγκαλεῖ· θαυμάζω γάρ, εἴ τις αὐτῆς καταψηφιεῖται, κἂν ἐλεγχθῇ μεμοιχευμένη, δι’ ἣν ὁ τύραννος ἀνῄρηται. —Τάχα δ’ ἂν καὶ παρὰ ταῦτα εἴδη τινὰ εὑρεθείη ἄλλα τοιαῦτα. Ἀλλὰ περί γε τῆς τῶν συνεστώτων διαιρέσεως ἤδη | |
135 | λεκτέον. εἴδους γὰρ ἕνεκα προβλημάτων καὶ τρόπου περίεργον ἂν εἴη λέγειν ἐν τῷ παρόντι· τὰ μὲν γὰρ εἴδη καὶ τοὺς τρόπους διὰ τοῦτο μανθάνομεν δήπου, ἵνα ταῖς οἰκείαις ἰδέαις τῶν λόγων χρώμενοι τὰ προ‐ βλήματα μελετῶμεν, οἷον δικανικῶς τὸ δικανικὸν καὶ | |
140 | συμβουλευτικῶς τὸ συμβουλευτικὸν καὶ ἐπιδεικτικῶς τὸ ἐπιδεικτικὸν καὶ ἕκαστον ὡς προσήκει προσφόρως τοῖς ὑποκειμένοις· τοὺς δὲ μήπω περὶ ψιλῆς διαιρέσεως τῆς εἰς τὰ λεγόμενα κεφάλαια τῶν ζητημάτων ἐπε‐ σκεμμένους μηδ’ αὐτὸ τοῦτο δὴ τὰς λεγομένας στάσεις | 34 |
145 | τῶν προβλημάτων εἰδότας ἀμήχανον δήπου τῶν προ‐ ειρημένων τι καλῶς γινώσκειν. διδάσκειν οὖν πρό γε ἐκείνων τὸν περὶ ἰδεῶν λόγον καὶ πάντῃ ἀνόητον, ἄλλως τε κἂν ἐπιχειρήσωμέν τι λέγειν περὶ αὐτῶν νυνί, πλείων ἂν ἡμῖν ὁ τοῦ παρέργου λόγος ἢ ὁ τοῦ ἔργου γένοιτο· | |
1(150) | πραγματείας γὰρ ἰδίας καὶ οὐ σμικρᾶς, εἰ μὴ καὶ τῆς μεγίστης καὶ τελεωτάτης, ἐστὶν ὁ περί τε τῶν ἰδεῶν τοῦ λόγου καὶ τῆς χρήσεως αὐτῶν ἑκάστης λόγος. νῦν οὖν περὶ ἐκείνης τῆς διαιρέσεως λεκτέον τῆς εἰς τὰ κεφάλαια. | |
155 | Διαιρήσει τοίνυν ὀρθῶς ὁ τήν τε διαφορὰν καὶ τὴν δύναμιν τῶν τε προσώπων καὶ τῶν πραγμάτων καὶ ἔτι τὴν λεγομένην στάσιν ἐπιγνοὺς τοῦ ζητήματος. ὅθεν μὲν γὰρ εἴρηται στάσις, εἴτε ἀπὸ τοῦ στασιάζειν τοὺς ἀγωνιζομένους εἴτε ὁθενοῦν, ἑτέροις ἐξετάζειν παρίημι· | |
160 | ὄνομα δὲ ἀφεὶς εἶναι τοῦτο κοινὸν ἢ καὶ συμβεβηκὸς τῶν ζητημάτων ἁπάντων, ὅπως τοῦτο ἐπιγνωσόμεθα τὴν μέθοδον ἐνταυθοῖ προθεὶς ποιήσομαι τὴν ἀρχὴν τῆς διαιρέσεως τῶν κεφαλαίων ἀπὸ στοχασμοῦ, ἀναγ‐ καίως, ὡς αὐτὸ δηλώσει· ἐφεξῆς δὲ καὶ περὶ τῶν ἄλλων | 35 |
165 | λελέξεται. Ἡ δ’ οὖν μέθοδός ἐστιν ἥδε. | |
165 | ||
2(t) | ΜΕΘΟΔΟΣ ΤΩΝ ΣΤΑΣΕΩΝ | |
1 | Παντὸς οὑτινοσοῦν προτεθέντος ζητήματος, εἰ συν‐ εστήκοι, ἐπισκοπεῖν δεῖ τὸ κρινόμενον, εἰ ἀφανές ἐστιν ἢ φανερόν. κἂν μὲν ἀφανὲς ᾖ, στοχασμὸς ἔσται· ἔστι γὰρ στοχασμὸς ἀδήλου πράγματος ἔλεγχος οὐσιώδης | |
5 | ἀπό τινος φανεροῦ σημείου [ἢ ἀπὸ τῆς περὶ τὸ πρόσ‐ ωπον ὑποψίας], οἷον πεφώραταί τις θάπτων νεοσφαγὲς σῶμα ἐπ’ ἐρημίας καὶ φόνου φεύγει· ἀπὸ γὰρ τοῦ θάπτειν φανεροῦ ὄντος ἀφανές τι πρᾶγμα ζητοῦμεν | |
οὐσιωδῶς τὸ τίς ὁ φονεύσας. | 36 | |
10 | Ἂν δὲ ᾖ φανερὸν τὸ κρινόμενον, πάλιν ἐπισκεπτέον, εἰ τέλειόν ἐστιν ἢ ἀτελές· λέγω δὲ ἀτελές, ᾧ προστε‐ θέντος τινὸς ὡς λείποντος ὄνομά τε εὐθὺς γίνεται καὶ οὐκέτι ἔχει ζήτησιν οὐδεμίαν τὸ πρᾶγμα· ἂν γὰρ ᾖ τοιοῦτον, ὁρικὴν ποιήσει τὴν στάσιν· ἔστι γὰρ στάσις | |
15 | ὁρικὴ ὀνόματος ζήτησις περὶ πράγματος, οὗ τὸ μὲν πέ‐ πρακται, τὸ δὲ λείπει πρὸς αὐτοτέλειαν τοῦ ὀνόματος· οἷον ἐξ ἱεροῦ ἰδιωτικά τις ὑφείλετο χρήματα, νόμου κελεύοντος τὸν μὲν ἱερόσυλον τεθνάναι, τὸν δὲ κλέπτην διπλᾶ διδόναι, ὡς ἱερόσυλος ὑπάγεται, ὃ δὲ κλέπτης | |
20 | εἶναι λέγει· ἐὰν γὰρ προστεθῇ τὸ καὶ ἱερὰ εἶναι τὰ χρήματα, σαφής γε οὗτος ἱερόσυλος καὶ οὐκέτι ἔχει τὸ πρᾶγμα ζήτησιν. Ἂν μέντοι φανερὸν ᾖ καὶ τέλειον τὸ κρινόμενον, ἡ ζήτησις περὶ τὴν ποιότητα τοῦ πράγματος ἵσταται, οἷον | |
25 | εἰ δίκαιον, εἰ νόμιμον, εἰ συμφέρον ἤ τι τῶν τούτοις ἐναντίων. καὶ ὄνομα μὲν γενικὸν τούτῳ ποιότης, ἤτοι δὲ περί τι πρᾶγμα ἔχει τὴν ζήτησιν ἢ περὶ ῥητόν· κἂν μὲν περὶ ῥητόν, νομικὴν ποιεῖ τὴν στάσιν, περὶ ὧν | |
ὕστερον ἐροῦμεν, ἂν δὲ περὶ πρᾶγμα, λογικήν. — | 37 | |
30 | Διαιρήσεις δὲ καὶ τοῦτο δίχα· ἢ γὰρ περὶ μέλλοντος πράγματος ἔχει τὴν ζήτησιν ἢ περί τινος ἤδη γεγονό‐ τος· κἂν μὲν περὶ μέλλοντος, ἔσται πραγματική· πραγματικὴ γάρ ἐστιν ἀμφισβήτησις περὶ πράγματος μέλλοντος, εἰ δεῖ γενέσθαι τόδε τι ἢ μὴ γενέσθαι, | |
35 | δοῦναι ἢ μὴ δοῦναι, οἷον βουλεύονται Ἀθηναῖοι, εἰ χρὴ θάπτειν τοὺς ἐν Μαραθῶνι πεσόντας τῶν βαρβά‐ ρων. —Ἂν μέντοι πεπραγμένον ᾖ περὶ οὗ ἡ κρίσις ἤδη, κοινὸν μὲν ὄνομα τούτῳ δικαιολογία, ὥσπερ ἐκείνῳ ποιότης. πάλιν δ’ αὖ καὶ τοῦτο διαιρήσεις δίχα· | |
40 | ἢ γὰρ ἐρεῖ τι πεποιηκέναι ὡς ἀδίκημα ὁ φεύγων καὶ κατά τι κεκωλυμένον ἢ οὔ· κἂν μὲν μηδαμῶς φάσκῃ κεκωλῦσθαι τὸ πεπραγμένον, ἀντίληψιν ποιεῖ· ἔστι γὰρ ἀντίληψις ἀνευθύνου πράγματος εἶναι δοκοῦντος ὡς ὑπευθύνου κατηγορία, οἷον γεωργὸς φιλοσοφοῦντα | |
45 | τὸν υἱὸν ἀποκηρύσσει. —Ἐὰν δὲ ὁμολογῇ τι πεποιη‐ κέναι ὡς ἀδίκημα, ὄνομα μὲν πάλιν γενικὸν τούτῳ ἀντί‐ θεσις, διαιρήσομεν δὲ οὕτω καὶ τοῦτο· ἤτοι γὰρ εἰς ἑαυτὸν ἀναδέχεται πᾶν ὁ φεύγων τὸ γεγονὸς ἢ εἴς τι τῶν ἔξωθεν αὐτὸ μεθίστησι· κἂν μὲν εἰς ἑαυτὸν ἀνα‐ | |
2(50) | δέχηται, ποιεῖ ἀντίστασιν· γίνεται γὰρ ἀντίστασις, ὅταν ὁμολογῶν ὁ φεύγων πεποιηκέναι τι ὡς ἀδίκημα | |
ἀνθιστᾷ ἕτερόν τι εὐεργέτημα δι’ αὐτοῦ τοῦ ἀδική‐ ματος πεπραγμένον. ἂν δὲ εἴς τι τῶν ἔξωθεν, ἤτοι εἰς αὐτὸν τὸν παθόντα ἢ εἰς ἄλλο τι· κἂν μὲν εἰς τὸν | 38 | |
55 | παθόντα, ποιεῖ ἀντέγκλημα· γίνεται γὰρ ἀντέγκλημα, ὅταν ὁμολογῶν ὁ φεύγων πεποιηκέναι τι ὡς ἀδίκημα ἀντεγκαλῇ τῷ πεπονθότι ὡς ἀξίῳ παθεῖν, ἃ πέπονθεν. ἂν δὲ εἰς ἕτερόν τι μεθιστᾷ, πάλιν διαιρετέον· ἢ γὰρ εἰς ὑπεύθυνόν τι δυνάμενον γενέσθαι πρᾶγμα ἢ πρόσ‐ | |
60 | ωπον μεθίστησι τὸ ἔγκλημα ὁμολογῶν τι πεποιηκέναι ὡς ἀδίκημα καὶ ποιεῖ μετάστασιν, ἢ εἰς οὐ δυνάμενον ὑπεύθυνον γενέσθαι, ἀνεύθυνον δὲ πάντῃ, καὶ πε‐ ποίηκε συγγνώμην. μεταστάσεως μὲν παράδειγμα ὁ πρεσβευτής, ὃν εἴσω τριάκοντα ἡμερῶν δέον ἐξιέναι | |
65 | λαβόντα παρὰ τοῦ ταμίου χιλίας δραχμὰς εἰς ἐφόδιον, μὴ λαβὼν καὶ διὰ τοῦτο μὴ ἐξελθών, εἶτα κρινόμενος· συγγνώμης δὲ παράδειγμα οἱ δέκα στρατηγοὶ οἱ διὰ τὸν χειμῶνα μὴ ἀνελόμενοι τὰ σώματα καὶ κρινόμενοι. εἰ δέ τις ἡμῖν τι περὶ τούτων ἀμφισβητεῖ, συγγνώμης | |
70 | λέγω καὶ μεταστάσεως, ἀκριβέστερον ἐν τῷ περὶ ἀντι‐ θέσεως λελέξεται. Τὰς μὲν οὖν λογικὰς τῶν στάσεων ἐκ τούτων ἐπι‐ γνωσόμεθα· τὰς δ’ αὖ νομικὰς οὕτω. πρῶτον μὲν περὶ ῥητὰ ἀνάγκη τὴν ζήτησιν ἐνταῦθα γίνεσθαι· ῥητὰ δὲ | |
75 | λέγω οἷον νόμους, διαθήκας, ψηφίσματα, ἐπιστολάς, κηρύγματα ὡρισμένα, πάντα ἁπλῶς τὰ ἐν ῥητοῖς. ταύ‐ την δὲ τὴν ζήτησιν ἤτοι περὶ ἓν ἢ καὶ πλείονα γίγνε‐ σθαι συμβαίνει ῥητά· λέγω δὲ πλείονα, κἂν ἕν τι ῥη‐ τὸν εἰς δύο μέρη διαιρῆται καὶ μέρει μὲν ὁ ἕτερος, | 39 |
80 | μέρει δὲ ὁ ἕτερος τῶν δικαζομένων χρώμενοι φαίνων‐ ται. ἂν μὲν οὖν ᾖ περὶ ἓν ῥητὸν ἡ ζήτησις, ἤτοι περὶ τὰς τούτου διανοίας καὶ μόνας ἢ καθ’ αὑτὸ θάτερον τῶν μερῶν, ῥητὸν καὶ διάνοια γίνεται· γίγνεται γὰρ ῥητὸν καὶ διάνοια, ὅταν, τοῦ ἑτέρου τὸ ῥητὸν προ‐ | |
85 | βαλλομένου καὶ ὡς ἐπὶ τὸ πλεῖστόν γε τοῦ διώκοντος, θάτερον μέρος χρῆται ταῖς διανοίαις· οἷον ξένος ἐπὶ τὸ τεῖχος εἰ ἀνέλθοι, τεθνάτω, πολιορκίας οὔσης ἀν‐ ελθών τις ἠρίστευσε καὶ ὑπάγεται τῷ νόμῳ. ἢ τοῦτο μὲν οὐχί, τῷ ῥητῷ δὲ παρατίθησί τι πρᾶγμα εἰς ταὐτὸν | |
90 | ἄγων τὸ ἄγραφον τῷ ἐγγράφῳ καὶ ποιεῖ συλλογισμόν· ἔστι γὰρ συλλογισμὸς ἀγράφου πράγματος πρὸς ἔγγρα‐ φον παράθεσις εἰς ταὐτὸν συνάγοντός τινος τὸ ἄγρα‐ φον τῷ ἐγγράφῳ· οἷον τὸν ἐξ ἑταίρας μὴ λέγειν, ἐκ πόρνου τινὰ γεγονότα λέγειν κωλύει τις. | |
95 | Εἰ μέντοι περὶ δύο ῥητὰ ἢ καὶ πλείονα ἢ καὶ ἓν εἰς δύο διαιρούμενον ἡ ζήτησις εἴη, ἀντινομία γίνεται· ἔστι γὰρ ἀντινομία δύο ἢ καὶ πλειόνων ῥητῶν ἢ καὶ ἑνὸς διαιρουμένου μὴ φύσει ἐναντίων κατὰ περίστασιν δὲ μάχη· καὶ ὅλως διπλῆ τίς ἐστι ζήτησις ῥητοῦ καὶ | 40 |
2(100) | διανοίας· οἷον ὁ ἀποκήρυκτος μὴ μετεχέτω τῶν πα‐ τρῴων καὶ ὁ ἐπιμείνας χειμαζομένῃ νηὶ δεσπότης ἔστω τῆς νεώς, ἀποκήρυκτος ἐπέμεινε χειμαζομένῃ νηὶ καὶ εἴργεται αὐτῆς ὡς πατρῴας. τοῦ δὲ κατὰ διαίρεσιν ῥητοῦ ποιοῦντος ἀντινομίαν παράδειγμα τόδε· ἡ βια‐ | |
105 | σθεῖσα ἢ γάμον ἢ θάνατον αἱρείσθω τοῦ βιασαμένου, δύο τις κατὰ ταὐτὸν ἐβιάσατο κόρας, καὶ ἣ μὲν γάμον αὐτοῦ, ἣ δὲ θάνατον αἱρεῖται. Ἡ μέντοι ἀμφιβολία καὶ ἀπ’ αὐτοῦ τοῦ ὀνόματός ἐστι φανερά· ἔστι γὰρ ἀμφιβολία ἀμφισβήτησις περὶ | |
110 | ῥητὸν ἐκ προσῳδίας ἢ διαστάσεως συλλαβῶν γινομένη· ἐκ μὲν προσῳδίας, οἷον ἑταίρα χρυσία εἰ φοροίη, δη‐ μοσια ἔστω, πεφώραταί τις φοροῦσα, καὶ ἣ μὲν τὰ χρυσία φησὶν εἶναι δημόσια, προπαροξυτόνως ἀναγι‐ νώσκουσα τὸν νόμον, οἳ δὲ οὐ τὰ χρυσία ἀλλ’ αὐτὴν | |
115 | δημοσίαν εἶναι, παροξυτόνως ἀναγινώσκοντες· περὶ δὲ | |
διάστασιν συλλαβῶν, οἷον δύο ἦσάν τῳ παῖδες, Λέων καὶ Πανταλέων· διέθετο οὕτως ‘ἐχέτω τὰ ἐμὰ παντα‐ λεων‘, καὶ ἑκάτερος ἀντιποιεῖται πάντων, ὃ μὲν ὑφ’ ἓν ἀναγινώσκων Πανταλέων, ὃ δὲ διιστὰς πάντα, εἶτα | 41 | |
120 | Λέων. Ταύτας μὲν οὖν οὕτως ἐπιγνωσόμεθα, τὴν δὲ μετά‐ ληψιν οὐκέθ’ ὁμοίως, ἀλλ’ ὅταν ἡ ζήτησις ᾖ περὶ τοῦ εἰ δεῖ τὸν ἀγῶνα εἰσελθεῖν· ἐν γὰρ μεταλήψει οὔτε εἰ ἔστι τι προηγουμένως ζητήσεις, καθάπερ ἐν στοχασμῷ, | |
125 | οὔτε τί ἐστι, καθάπερ ἐν ὅρῳ, οὔτε ὁποῖόν τί ἐστιν, ὡς ἐν τοῖς λοιποῖς, ἀλλ’ αὐτὸ τοῦτο, εἰ δεῖ ζητῆσαί τι τούτων· παραγραφὴ γάρ ἐστι. δύο δὲ αὐτῆς εἴδη· ἣ μὲν γάρ ἐστιν ἔγγραφος ἀπὸ ῥητοῦ τινος λαμβάνουσα τὴν ζήτησιν, ἣ δὲ ἄγραφος. καὶ ἡ μὲν ἔγγραφός ἐστιν | |
130 | ἀπαγωγὴ τῆς εὐθυδικίας κατὰ παραγραφὴν ἀπὸ ῥητοῦ τινος, περὶ οὗ ἡ ζήτησις· οἷον δὶς περὶ τῶν αὐτῶν δί‐ κας μὴ εἶναι, φόνου κρινόμενός τις ἀπέφυγεν, ὕστερον αὐτῷ χρωμένῳ ἀνεῖλεν ὁ θεὸς ‘ἀνδροφόνοις οὐ χρῶ‘ καὶ πάλιν φεύγει· κατὰ ῥητὸν καὶ διάνοιαν ἡ πρώτη | |
135 | ἐξέτασις, εἶθ’ ἕπεται τὸ στοχαστικόν, εἰ ἐφόνευσέ που. ἡ δὲ ἄγραφος ἔστι μὲν ἀπαγωγὴ τῆς εὐθυδικίας καὶ αὐτὴ κατὰ παραγραφὴν ἀπὸ ῥητοῦ, τὴν ζήτησιν δὲ οὐ | |
περὶ τὸ ῥητὸν ἔχει, ἀλλὰ περί τι τῶν περὶ τὸ πρᾶγμα, τόπον ἢ χρόνον ἢ πρόσωπον ἢ αἰτίαν ἢ τρόπον, ὅταν | 42 | |
140 | τὸ μὲν πρᾶγμα συγχωρῶμεν, ἓν δέ τι τούτων αἰτιώ‐ μεθα μεταλαμβάνοντες· οἷον ἐξῆν ἀποκτιννύναι καὶ τὸν μοιχὸν καὶ τὴν μοιχευομένην, τὸν μοιχὸν ἀποκτείνας τις μόνον χρόνῳ ὕστερον ἐπὶ τῷ τάφῳ τοῦ μοιχοῦ δακρύουσαν εὑρὼν ἀπέκτεινε τὴν γυναῖκα καὶ φόνου | |
145 | φεύγει· τὸν γὰρ τόπον ἐνταῦθα καὶ τὸν χρόνον αἰτιώ‐ μεθα δήπουθεν. Τὰς μὲν οὖν λεγομένας στάσεις οὕτως ἐπιγνωσό‐ μεθα· περὶ δὲ τῆς καθ’ ἑκάστην διαιρέσεως ἤδη λε‐ κτέον. εἰδέναι μέντοι χρή, ὡς τὰ περὶ στοχασμοῦ λε‐ | |
2(150) | χθησόμενα, περὶ οὗ δὴ πρῶτον ἀναγκαίως λελέξεται, σχεδὸν εἰς ἅπαντα συντελεῖ τὰ μετὰ ταῦτα· διὸ καὶ εἰκότως μακρότερα ἔσται. | |
152 | ||
3(t1) | ΔΙΑΙΡΕΣΙΣ ΤΩΝ ΣΤΑΣΕΩΝ | |
t2 | Περὶ στοχασμοῦ. | |
1 | Ὁ στοχασμὸς τοίνυν διαιρεῖται, ὅτε καὶ πρόσωπα ἔχοι καὶ πράγματα κρινόμενα, παραγραφικῷ ἔστιν ὅτε, ἐλέγχων ἀπαιτήσει, βουλήσει, δυνάμει, τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἀντιλήψει, μεταλήψει, μεταθέσει αἰτίας, | |
5 | πιθανῇ ἀπολογίᾳ, ποιότητι κοινῇ. Τὸ παραγραφικὸν γίνεται κατὰ τρόπους τέσσαρας· ἤτοι ἀπὸ τοῦ λείποντος, οἷον ἀσώτου πατὴρ ἀφανὴς γέγονε, καὶ φόνου φεύγει· ἀξιώσει γὰρ δεικνύναι πρῶ‐ τον, εἰ ἀνῄρηται. ἢ ἀπὸ τοῦ ὑπερβάλλοντος, οἷον δέκα | 43 |
10 | νέοι συνώμοσαν μὴ γῆμαι καὶ φεύγουσι κακοῦ βίου· ἕκαστος γὰρ αὐτῶν ἀξιώσει κρίνεσθαι ἰδίᾳ. ἢ ὅτι, ἀφ’ ὧν ἕτεροι πεποιήκασιν, οὐ δεῖ κρίνεσθαι, ὡς ὁ τρισαρι‐ στεύς, οὗ εἰκόνα ἔστησαν οἱ πολέμιοι, προδοσίας φεύ‐ γων. ἢ κατὰ χρόνον, οἷον δειλοῦ παῖς ἠρίστευσε, καὶ | |
15 | μοιχείας κρίνει τὴν γυναῖκα· τοσούτοις γάρ φησιν ὕστε‐ ρον χρόνοις μὴ δεῖν κρίνεσθαι. —Τοῦτο δὲ ἀπὸ μὲν ῥητοῦ τινος εἰ γίγνοιτο, ἰσχυρόν ἐστι καὶ τελεία γί‐ νεται παραγραφή· ἄλλως δὲ ἀσθενὲς μέν ἐστι, συλλαμ‐ βάνει δ’ οὖν τι σμικρὸν τῷ χρωμένῳ. τοῦ δὲ ἀπὸ ῥη‐ | |
20 | τοῦ παράδειγμα, ὃ δή φαμεν τελείαν εἶναι μετάληψιν καὶ παραγραφήν· κριθείς τις φόνου ἀπέφυγεν, ὕστερον χρωμένῳ αὐτῷ ὁ θεὸς ἀνεῖλεν ‘ἀνδροφόνοις οὐ χρῶ‘, καὶ πάλιν φεύγει· ‘δὶς γὰρ περὶ τῶν αὐτῶν κωλύουσιν οἱ νόμοι κρίνεσθαι‘, παραγράφεται οὖν καὶ γίνεται τὸ | |
25 | πρῶτον ζήτημα νομικὸν ἐκ παραγραφῆς. Ἡ τῶν ἐλέγχων ἀπαίτησις διπλῆ ἐστιν· ἢ γὰρ εἰσὶν οἱ μάρτυρες ἢ οὔ· οἷον μνωμένῳ τινὶ κόρην ἡ μήτηρ ἔφη τῆς κόρης θᾶττον τεθνήξεσθαι αὐτὴν ἢ ἐκείνῳ δοθήσεσθαι, ἀπέθανεν ἐπὶ σημείοις φαρμάκων ἡ παῖς, | 44 |
30 | εἶτα βασανίζων ὁ πατὴρ τὰς θεραπαινίδας περὶ μὲν τῆς φαρμακείας ἀκήκοε πλέον οὐδέν, μοιχείαν δὲ τῆς γυναικὸς πρὸς τὸν μνηστῆρα, καὶ φαρμακείας κρίνει τὴν γυναῖκα. ἐνταῦθα γὰρ εἰσὶν οἱ μάρτυρες, αἱ θεραπαι‐ νίδες δηλονότι· οὔκουν ἀπαιτήσει τοὺς μάρτυρας, ἀλλὰ | |
35 | διαβαλεῖ, ὅτι μὴ δεῖ πιστεύειν ‘φύσει γὰρ ἐχθρὸν τὸ δοῦλον τοῖς δεσπόταισ‘, καὶ ὅτι ‘οὐδὲ τοὺς ἐλευθέρους πάντας ἀξιοπίστους ὑπολαμβάνοντες σχολῇ γ’ ἂν τοῖς δούλοις πιστεύσαιμεν‘, καὶ πλείονα δ’ ἂν εὕροις. δεῖ δὲ καὶ ἀντιτιθέναι τοῖς μάρτυσι τοὺς μάρτυρας, πότεροι | |
40 | μᾶλλον ἀξιοπιστότεροι, καὶ ἀντεξετάζειν, ὡς ἐν τῷ Κατὰ Κόνωνος ὁ Δημοσθένης. τουτὶ γάρ σοι καθόλου περὶ μαρτύρων ἔστω τεχνικὸν θεώρημα, ἢ διαβάλλειν αὐτούς, ὅτι πρὸς χάριν ἢ δι’ ἔχθραν ἢ διά τινα οἰκειότητα αὐ‐ τοῦ μαρτυροῦσιν ἢ διὰ κέρδος τι οἰκεῖον, ἢ διὰ τὸ μὴ | |
45 | εἶναι δι’ ἡλικίαν ἀξιοπίστους. —Εἰ δὲ μὴ εἶεν μάρ‐ τυρες, ὁ μὲν φεύγων χρήσεται ἀπαιτῶν αὐτοὺς τοῖσδε· | |
προσώπῳ οἷον ‘τίς ὁ δούσ‘, πράγματι οἷον ‘τί δούσ‘, τόπῳ οἷον ‘ποῦ‘, τρόπῳ οἷον ‘πῶσ‘, χρόνῳ οἷον ‘πότε‘, αἰτίᾳ οἷον ‘διὰ τί‘, καὶ τούτοις χρήσεται πᾶσιν ἢ τοῖς | 45 | |
3(50) | ἐμπίπτουσιν· ὁ δὲ κατηγορῶν ἀποφανεῖ τὸν διὰ τῶν πραγμάτων ἔλεγχον ἀξιοπιστότερον τοῦ διὰ τῶν μαρ‐ τύρων ‘οὔτε γὰρ πεπεισμένα τὰ πράγματα οὔτε χαρι‐ ζόμενά τῳ λέξει, ὥσπερ οἱ μάρτυρες πολλάκις, ἀλλ’ οἷα ἔστι φύσει, τοιαῦτα καὶ ἐξεταζόμενα φαίνεται‘. | |
55 | Ἡ βούλησις καὶ ἡ δύναμις ἀπὸ τῶν παρακολουθούν‐ των τῷ προσώπῳ γίνεται, δηλονότι τῶν ἐγκωμιαστι‐ κῶν· καὶ ὅτε μὲν εἴη τὸ πρόσωπον ὡρισμένον, πάντα σχεδὸν ἐμπεσεῖται, εἰ δέ τι τῶν ἄλλων, κατὰ τὰ εὑρι‐ σκόμενα χρησόμεθα, οἷον νέος πλούσιος· ἔχεις γὰρ | |
60 | ἐνταῦθα ἡλικίαν καὶ τύχην ἐξετάσαι καὶ τὰ παρακολου‐ θοῦντα τούτοις. τὰ δὲ ἐγκωμιαστικὰ δηλονότι ἐστὶ τάδε· γένος, ἀγωγή, παίδευσις, ἡλικία, φύσις ψυχῆς καὶ σώματος, ἐπιτηδεύματα, πράξεις, ὃ καὶ ἰσχυρότατον κεφάλαιον, τύχη οἷον πλούσιος ἢ πένης καὶ τὰ τοι‐ | |
65 | αῦτα. ταῦτα δὲ ἐπ’ ἀμφοῖν μὲν ἰσχύει ἀφ’ ἑκατέρου μέρους ἐξεταζόμενα, καὶ ἐπὶ τῆς βουλήσεως καὶ ἐπὶ τῆς δυνάμεως, μᾶλλον δὲ τινὰ ἐν τῷ ἑτέρῳ· ὥσπερ γὰρ τὰ τῆς τύχης οἰκειότερά ἐστι τῆς δυνάμεως, οὕτω καὶ τὰ τῆς ἡλικίας τῆς βουλήσεως. ὁρῶντα οὖν ταῦτα | |
70 | δεῖ πλεονάζειν, ἔνθα ἂν μᾶλλον οἰκειούμενόν τι αὐτῶν | |
φαίνηται. —Βούλησιν δὲ καὶ δύναμιν ἐξετάζειν οὐχὶ τῶν κρινομένων μόνον προσώπων δεῖ, ἀλλ’ ὅσαπερ ἂν ἔχῃ τὸ πρόβλημα· αὐτίκα τὸν τοὺς ἀποκηρύκτους τρέ‐ φοντα νέον πλούσιον καὶ φεύγοντα τυραννίδος ἐπι‐ | 46 | |
75 | θέσεως ὁ κρίνων μάλιστα ἰσχύει τῆς ποιότητος τῶν ἀποκηρύκτων ἐξεταζομένης. διὸ δεῖ σκοπεῖν ἐν ἅπασι τοῖς στοχασμοῖς περὶ πάντων τῶν προσώπων, ἃ ἐπι‐ δέχεται κρίσιν. Τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἔστι μὲν ὡς ἐπὶ τὸ πλεῖστον | |
80 | τοῦ κατηγόρου, γίνεται δὲ καὶ αὔξεται, ἀφ’ ὧνπερ καὶ ἡ τῶν ἐλέγχων ἀπαίτησις· ἔστι δὲ τάδε· τίς, τί, ποῦ, πῶς, πότε, διὰ τί. —Κἂν μὲν ᾖ τοῦ κατηγόρου μόνου ταῦτα, τὰ ἑξῆς ἔσται κεφάλαια πάντα πλὴν τῆς μετα‐ λήψεως τοῦ φεύγοντος, εἰ ἐγχωροίη πᾶσι χρῆσθαι. — | |
85 | Ἐὰν δὲ κοινὰ ᾖ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους—εὑρί‐ σκεται γάρ ποτε καὶ οὕτως ἔχων στοχασμός—, ἔσται καὶ τὰ λοιπὰ κεφάλαια κοινὰ ἀμφοῖν. παράδειγμα τοῦ κοινὰ ἔχοντος τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἀπέκειτο κατά τινος γραφὴ τυραννίδος ἐπιθέσεως, ὁ ἀδελφὸς αὐτοῦ | |
90 | ἀριστεύσας ᾔτησεν εἰς τὸ γέρας ἀναίρεσιν τῆς γραφῆς καὶ ἔλαβεν, ἐτυράννησεν ἐκεῖνος, καὶ καθελὼν αὐτὸν οὗτος συνειδότος φεύγει· τῇ μὲν γὰρ ἀναιρέσει τῆς γραφῆς καὶ τοῖς περὶ ταῦτα ὁ κατήγορος χρήσεται, | |
τῷ δὲ ἀπεκτονέναι καὶ τοῖς περὶ τοῦτο ὁ φεύγων, καὶ | 47 | |
95 | δεῖ ἀμφοτέρους λῦσαι τὰ ἀλλήλων. —Μόνου δὲ τοῦ φεύγοντος γενέσθαι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἀδύνατον. Ἡ ἀντίληψις οὐκ ἀεὶ ἐμπίπτει, ἀλλ’ ἐὰν μὲν ἀφ’ ὧν αὐτὸς πεποίηκε κρίνηταί τις, πάντως ἐμπεσεῖται καὶ ἡ ἀντίληψις, ἐὰν δὲ ἀφ’ ὧν ἄλλοι, οὐκέτι. ἔστι δὲ τοι‐ | |
3(100) | οῦτον, οἷον ὅτι ‘ἔξεστι καὶ οὐ κεκώλυται‘. παράδειγμα αὐτοῦ· νέος πλούσιος πάντας τοὺς ἀποκηρύκτους τρέ‐ φει καὶ τυραννίδος ἐπιθέσεως φεύγει· ἐρεῖ γὰρ ὅτι ‘ἔξεστι τρέφειν, οὓς βούλεταί τισ‘. Ἡ μετάληψις ἀεὶ ἐναντία ἐστὶ τῇ ἀντιλήψει, οὐκ ἐν | |
105 | στοχασμῷ μόνον, ἀλλ’ ὅλως ἔνθα ἂν εὑρίσκηται· καὶ ἐὰν τὸ ἕτερον μέρος τῶν ἀντιδίκων ὁποτερῳοῦν τού‐ των χρήσηται, τῇ ἀντιλήψει λέγω ἢ τῇ μεταλήψει, τῷ ἑτέρῳ πάντως τὸ ἕτερον χρήσεται. —Γίγνεται δὲ ἡ μετάληψις κατά τε ἔνστασιν καὶ ἀντιπαράστασιν. καὶ ἡ | |
110 | μὲν ἔνστασις βίαιόν τί ἐστι—φήσει γὰρ μηδὲ ἐξεῖ‐ ναι—· ἡ δὲ ἀντιπαράστασις κατασκευάζει, ὅτι, εἰ καὶ ἔξεστιν, ἀλλ’ οὐχ οὕτως οὐδὲ ἐπὶ τούτοις, οἷον μειρά‐ κιον καλλωπιζόμενον φεύγει πορνείας· βιάσεται ὁ διώ‐ κων μὴ ἐξεῖναι καλλωπίζεσθαι ἀνδράσιν, εἶτα ὅτι, εἰ | |
115 | καὶ ἔξεστιν, οὐχ οὕτως οὐδὲ ἐπὶ τούτοις. ποτέρῳ δὲ πρότερον χρηστέον, τῇ ἐνστάσει ἢ τῇ ἀντιπαραστάσει, οὐ ῥᾴδιον εἰπεῖν· ἄλλοτε γὰρ ἄλλην διὰ τὰς φύσεις τῶν πραγμάτων λαμβάνει τάξιν. δεῖ δὲ ὁρᾶν, μὴ σφό‐ δρα ἀναιδὲς ἔν τισιν ᾖ τὸ ἐξ ἀρχῆς φάσκειν μὴ ἐξεῖ‐ | 48 |
120 | ναι, δεύτερον δὲ τιθέμενον μᾶλλον ἰσχύειν δύναται, καὶ ὡς ἂν ἡ χρεία μᾶλλον ἀπαιτῇ μεθοδεύειν. Ἡ μετάθεσις τῆς αἰτίας πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέ‐ λους γίγνεται· ἐκεῖνα δὲ ἤτοι ἐν λόγοις ἐστὶν ἢ ἐν ἔργοις ἢ ἐν πάθεσι. κἂν μὲν ἐν λόγοις ᾖ, κατὰ ῥητὸν | |
125 | καὶ διάνοιαν ἡ μετάθεσις τῆς αἰτίας εἰσάγεται, οἷον νέος πλούσιος νύκτωρ κωμάσας ἐπὶ τὸ δεσμωτήριον ἐβόησε ‘θαρρεῖτε, ὦ δεσμῶται· οὐκ εἰς μακρὰν λυθή‐ σεσθε‘ καὶ φεύγει τυραννίδος ἐπιθέσεως· ἐνταῦθα γάρ, ὁμολογῶν εἰρηκέναι, τίνι διανοίᾳ εἶπε, σκοπεῖν ἀξιοῖ. | |
130 | —Ἐὰν δὲ ἐν ἔργοις ᾖ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἡ μετάθεσις τῆς αἰτίας θετικῶς ἐξετάζεται, οἷον πεφώ‐ ραταί τις ἐπ’ ἐρημίας θάπτων νεοσφαγὲς σῶμα καὶ φεύγει φόνου· θέσιν γὰρ περανεῖ, ἐρεῖ γὰρ ὅτι ‘καλὸν τὸ τοὺς ἀτάφους θάπτειν‘. —Ἐὰν δὲ ἐν πάθεσι, | |
135 | συγγνωμονικῶς ἡ μετάθεσις τῆς αἰτίας γίνεται, οἷον συνεχῶς εἰς τὴν ἀκρόπολιν νέος πλούσιος ἀφορῶν δα‐ κρύει καὶ φεύγει τυραννίδος ἐπιθέσεως· ‘ἐλεήσασ‘ γάρ | |
φησι ‘τοὺς τυραννουμένους οὕτω διετέθην‘. Εἰδέναι δὲ δεῖ, ὅτι ταῦτα μὲν πάντα ἐν πᾶσι στοχασμοῖς εὑ‐ | 49 | |
140 | ρίσκεται, πλεονάζει δὲ ἕκαστον ἐν τῷ οἰκείῳ. —Ἔτι ἡ μετάθεσις τῆς αἰτίας, ἂν μὲν ἀφ’ ὧν ἕτεροι πεποιή‐ κασιν ἡ κρίσις γίνηται, ἔσται καὶ πεπλανημένη καὶ ἐναντία πως ἑαυτῇ, οἷον τρισαριστέως εἰκόνα ἔστησαν οἱ πολέμιοι, καὶ φεύγει προδοσίας· ἐρεῖ γὰρ θαυμά‐ | |
145 | ζοντας αὐτὸν ἐκείνους στῆσαι ἢ προτρέποντας τοὺς παρ’ αὐτοῖς ἢ ἐξιλεουμένους αὐτὸν ἢ ἄλλως φθόνον κινῆσαι βουλομένους· ταῦτα γὰρ πάντα εἶναι ἀληθῆ οὐ δύναται· διό φαμεν καὶ πεπλανημένα δεῖν χρώματα ἐν τῷ τοιούτῳ στοχασμῷ εὑρίσκεσθαι. ἐὰν δὲ ἀφ’ ὧν | |
3(150) | αὐτὸς πεποίηκε κρίνηταί τις, ἢ ἕν τι ἐρεῖ ἢ καὶ πλεί‐ ονα, ἀλλ’ ἀκόλουθά γε ἀλλήλοις, οἷον νύκτωρ τις μετ‐ αιτῶν λῃστείας φεύγει· ἐρεῖ γὰρ διὰ τοῦτο νύκτωρ, ὅτι αἰσχύνεται, καὶ ὅτι οὐ βούλεται δυσοιώνιστος εἶναι μεθ’ ἡμέραν προσαιτῶν τοῖς ἐντυγχάνουσι, καὶ ὅτι | |
155 | μᾶλλον τηνικαῦτα διδόασιν οἱ ἄνθρωποι ἀνειμένοι ἤδη τῇ γνώμῃ, καὶ εἴ τι τοιοῦτον· ταῦτα γὰρ πολλὰ ὄντα οὐκ ἐναντιοῦνται ἀλλήλοις. Ἡ πιθανὴ ἀπολογία ἀναστρέφουσά ἐστι πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· οἷς γὰρ ὁ ἕτερος χρήσεται ὡς ση‐ | |
160 | μείοις τοῦ εἶναί τι, τούτοις ὁ ἕτερος ὡς σημείοις χρή‐ σεται τοῦ μὴ εἶναί τι, οἷον ‘ὅπου ἀφορᾷς καὶ δακρύ‐ εις, τυραννήσεισ‘· ‘καὶ μὴν εἰ ἔμελλον τυραννεῖν, οὐκ ἂν ἀφεώρων, ὥστε εἶναι καταφανήσ‘. —Τὸ δὲ κεφά‐ λαιον τοῦτο ἔστιν ὅτε ἐκλείπει· καὶ ἐκλείπει γε, ὅταν | 50 |
165 | τὰ σημεῖα, ἀφ’ ὧν ἡ κρίσις, ἀναγκαίως ἑπόμενα ᾖ τῷ πράγματι, ἐφ’ ᾧ ἡ κρίσις, οἷον τῷ ἐπιτιθεμένῳ τυ‐ ραννίδι ἀναγκαῖον ὅπλα παρασκευάσασθαι. σκέψαι τοί‐ νυν· σκηπτοῦ κατενεχθέντος εἰς τὴν Περικλέους οἰκίαν εὕρηνται χίλιαι πανοπλίαι, καὶ φεύγει τυραννίδος ἐπι‐ | |
170 | θέσεως· οὐ δύναται εἰπεῖν ἐνταῦθα τὸ ‘εἰ ἔμελλον τυραννεῖν, οὐκ ἂν ὅπλα παρεσκευασάμην‘. ἐν τοῖς τοι‐ ούτοις τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ὁ κατήγορος καὶ ὁριστικῶς ἐξετάσει ἔστιν ὅτε, ὡς ἐπὶ τοῦ καλλωπιζο‐ μένου μειρακίου καὶ πορνείας φεύγοντος· αὐτὸ γὰρ τὸ | |
175 | καλλωπίζεσθαι καθ’ ἑαυτὸ πορνείαν ἐρεῖ ὁ κατήγορος βιαίως. ἡ μέντοι πιθανὴ ἀπολογία κἀνταῦθα ἐκλέλοι‐ πεν, ἀντεισενεκτέον δὲ εἰς τὸ κατ’ αὐτὴν κεφάλαιον τὸ ‘μὴ ἀντιστρέφειν τὸ πρᾶγμα‘· τούτῳ γὰρ ἔστι καὶ μόνῳ ἰσχυρίζεσθαι ἐνταῦθα οἷον ‘οἱ μὲν μέλλοντες | |
180 | τυραννεῖν ὅπλα παρασκευάζονται, οὐ μὴν οἵ γε παρα‐ | |
σκευαζόμενοι καὶ τυραννίδι ἐπιτίθενται· ἔστι γὰρ καὶ ἄλλου τινὸς ἕνεκα παρασκευάσασθαι ὅπλα‘, καὶ πάλιν ‘οἱ μὲν πορνεύοντες καλλωπίζονται, οὐ μὴν οἵ γε καλ‐ λωπιζόμενοι πάντως καὶ πορνεύουσιν· ἔστι γὰρ καὶ δι’ | 51 | |
185 | ἄλλο τι καλλωπίζεσθαι‘, καὶ ἐρεῖ δηλαδή, ὅσα κἀν τῇ μεταθέσει τῆς αἰτίας. Ἡ κοινὴ ποιότης οἱ ἐπίλογοί εἰσι καὶ αἱ δευτερο‐ λογίαι. γίνονται δὲ ἐν παντὶ ζητήματι, οὐκ ἐν στο‐ χασμῷ μόνον, ὑπὸ μὲν τῶν κατηγόρων τοπικῶς μετὰ | |
190 | τὰς ἀποδείξεις κατατρεχόντων τοῦ ἐγκλήματος, οἷον κατὰ τυράννου ἢ πόρνου ἢ ὅ τι ἂν ᾖ τὸ ἔγκλημα, καὶ ἐπανακεφαλαιουμένων γε ἕκαστα τῶν ἐπικαίρων, ὡς ὁ Δημοσθένης, οἷον «συλλογίσασθαι δὴ βούλομαι τὰ κατηγορημένα· ἀπέδειξα μηδὲν ἀληθὲς ἀπηγγελκότα» | |
195 | καὶ τὰ ἑξῆς· ὑπὸ δὲ τῶν φευγόντων ἀνακεφαλαιουμέ‐ νων μὲν καὶ αὐτῶν ὁμοίως τοῖς ἄλλοις, οὐχ ὁμοίως δὲ χρωμένων, ἀλλ’ ἐλεεινολογουμένων τε καὶ πάθη κινούντων. ἐνταῦθα καὶ παραγωγαὶ χρήσιμοι τῶν παί‐ δων καὶ γυναικῶν καὶ φίλων καὶ ὅσα τοιαῦτα· ἃ ὁ | |
3(200) | κατήγορος ἀναιρήσει δηλαδὴ τῷ συμφέροντι. κοινὰ δὲ ἀμφοῖν τὰ τελικὰ λεγόμενα κεφάλαια ἐνταῦθα, τὸ νό‐ | |
μιμον, τὸ δίκαιον, τὸ συμφέρον, τὸ δυνατὸν καὶ ἔν‐ δοξον. —Ὅλως τε οἱ ἐπίλογοι λαμβάνονται μέν, ἀφ’ ὧνπερ καὶ τὰ προοίμια, καὶ ἰσχύουσί γε τὰ αὐτά· | 52 | |
205 | πάθους γὰρ ψυχῆς ἕνεκα εἰσάγεται ἄμφω, οἷον φόβου ἢ ὀργῆς ἢ ἐλέου ἢ φθόνου ἤ τινος τοιούτου. διαφέρει δὲ ἀλλήλων τῷ τὰ μὲν προοίμια παρασκευάζειν πρὸς τὸ δέξασθαι ἢ ἀποθέσθαι τόδε τι πάθος τῆς ψυχῆς, τοὺς δὲ ἐπιλόγους ἢ αὔξειν ἢ μειοῦν διὰ τῶν κεφα‐ | |
210 | λαίων τό τε ἤδη τέλεον ἐξαίρειν. καὶ ἔτι ἐν τούτῳ δια‐ φέρουσιν οἱ ἐπίλογοι καὶ τὰ προοίμια τῷ τοὺς ἐπιλό‐ γους λελύσθαι τε ἤδη κατὰ τὸν ῥυθμὸν καὶ ἐπὶ πλεῖον ἕκαστον προάγεσθαι τῶν εὑρισκομένων, ἀλλὰ μὴ διὰ βραχέων ὥσπερ ἐν τοῖς προοιμίοις· ἀκριβέστερον δὲ | |
215 | ἐν τῷ περὶ προοιμίου λελέξεται ταῦτα. Ἡ μὲν δὴ τοῦ τελείου τε καὶ ἁπλοῦ στοχασμοῦ διαί‐ | |
ρεσις αὕτη. εἰσὶ δὲ καὶ ἀτελεῖς τινὲς τῶν στοχασμῶν, καὶ αὖ διπλοῖ τέλειοί τε καὶ ἀτελεῖς, ἐν οἷς διπλῇ καὶ τῇ διαιρέσει χρώμεθα· περὶ ὧν λεκτέον. | 53 | |
220 | Ἀτελὴς ἐκ μόνων πραγμάτων συνεστώς ἐστιν, ὅταν τὸ πρόσωπον μὴ ᾖ κρινόμενον ἑνὸς ὄντος τοῦ πράγμα‐ τος, οἷον θάπτων τις νεοσφαγὲς σῶμα ἐπ’ ἐρημίας πεφώραται καὶ φόνου φεύγει. οὗτος βούλησιν μὲν καὶ δύναμιν οὐκ ἔχει, τοῖς δὲ ἄλλοις διαιρεῖται πᾶσιν | |
225 | ὁμοίως τῷ τελείῳ. Ἀτελὴς δὲ ἐκ μόνων προσώπων ἁπλοῦς οὐ γίνεται κατά γε ἐμὲ στοχασμός, καὶ τοῖς γε ἐπεσκεμμένοις τὰ εἰρημένα ὀλίγῳ πρότερον περὶ τῶν κρινομένων πραγμά‐ των σαφέστατον εἶναι τοῦτο νομίζω. τεθείκασι δ’ οὖν | |
230 | τινὲς ὡς ἀτελοῦς ἁπλοῦ παράδειγμα, λέγοντες μόνον τὸ πρόσωπον κρίνεσθαι ἐνταῦθα· ἀσώτου πατὴρ ἀφα‐ νὴς γέγονε, καὶ φεύγει φόνου. πρῶτον οὖν ἐρήσομαι αὐτούς, εἰ οὐκ ἔστιν ἐνταῦθα τὰ ἀπ’ ἀρχῆς ἄχρι τέ‐ λους. καὶ μὴν ἔστι, τὸ ἐκποδὼν εἶναι τὸν πατέρα· τοῦ‐ | |
235 | το δὲ οὐ τοῦ προσώπου ἀλλὰ τοῦ πράγματός ἐστιν. ἀλλὰ μετάθεσιν αὐτὸν τῆς αἰτίας οὐκ ἀπαιτήσομεν; ἀλλὰ καὶ τοῦτο· εἰ δὲ μή, τίς ἔσται ἀπολογία; πῶς οὖν ἀγωνιεῖται μὴ ἔχων πρᾶγμα; τί δαί; τῇ πιθανῇ | |
ἀπολογίᾳ οὐ χρήσεται; οἶμαι καὶ τοῦτο. πῶς οὖν ἀτε‐ | 54 | |
240 | λὴς ὁ τοιοῦτος; ἀλλ’ ἧττον ἰσχύει τὰ πράγματα ἐν‐ ταῦθα ἢ ἐν τῷ θάπτοντι τὸ νεοσφαγὲς σῶμα· καὶ γὰρ ἐν πᾶσι στοχασμοῖς ἧττον ἰσχύει τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὅταν ἀφ’ ὧν ἄλλοι πεποιήκασι κρίνηταί τις, ἄλλως τε καὶ ὅταν μὴ εἰς αὐτὸν ἄντικρυς ἀναφέρηται, | |
245 | ὡς ἐπὶ τοῦ Ἀρχιδάμου τοῦ κρινομένου δώρων, ἐπειδὴ ἔγραψεν ὁ Περικλῆς ἐν τοῖς λογισμοῖς εἰς δέον ἀν‐ ηλωκέναι πεντήκοντα τάλαντα. Ἁπλοῦς μὲν οὖν στοχασμὸς ἐκ μόνων προσώπων οὐκ ἔστι κατά γε ἐμέ, διπλοῦς δὲ ἔστι. πρῶτον δὲ περὶ | |
3(250) | τοῦ τελείου διπλοῦ λεκτέον. Διπλοῦς τέλειος γίνεται, ὅταν δύο πρόσωπα καὶ δύο πράγματα κρινόμενα ἔχῃ, οἷον Αἰσχίνης καὶ Δημοσθέ‐ νης ἀπὸ τῆς παρὰ Φίλιππον ἥκοντες πρεσβείας ἀντεγ‐ καλοῦσι δώρων ἀλλήλοις, ἐπειδὴ ὃ μὲν χρυσίον εὕρη‐ | |
255 | ται κατορύττων, ὁ Δημοσθένης, ὃ δὲ ἀπολογίαν παρα‐ πρεσβείας γεγραφώς, ὁ Αἰσχίνης. ἐνταῦθα ἡ μὲν τῶν ἐλέγχων ἀπαίτησις, ἐπειδὴ ἰσάζει, ἐκλέλοιπε, τοῖς δὲ λοιποῖς κεφαλαίοις ἐπ’ ἀμφοτέρων χρηστέον διττῶς, οἷον ‘ἐγὼ μὲν οὐκ ἂν ἠβουλήθην παραπρεσβεῦσαι διὰ | |
260 | τόδε, σὺ μέντοι ἐβουλήθης ἂν διὰ τόδε‘, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως ἓν πρὸς ἓν ἀντιτιθέντες ἐξετάσομεν· τὸ | |
γὰρ διελεῖν καὶ χωρὶς μὲν ἀπολογήσασθαι δι’ ὅλων τῶν κεφαλαίων, χωρὶς δὲ κατηγορῆσαι πάλιν τοῖς αὐ‐ τοῖς κεφαλαίοις οὐκ ἀγωνιστικὸν ἀλλὰ σφόδρα ὕπτιον· | 55 | |
265 | συμπλέκειν οὖν δεῖ. Διπλοῦς δὲ ἀτελὴς ἐκ μὲν τῶν πραγμάτων, ὅταν μόνα τὰ πράγματα κρίνηται, οἷον δύο ῥήτορες πρεσβεύ‐ σαντες παρὰ τύραννον καὶ ἐπανήκοντες ἀλλήλοις ἀντ‐ εγκαλοῦσι δώρων, ἐπειδὴ ὃ μὲν χρυσίον εὕρηται κατ‐ | |
270 | ορύττων, ὃ δὲ ἀπολογίαν παραπρεσβείας γεγραφώς· ἐνταῦθα γὰρ τὰ μὲν πρόσωπα ἰσάζοντα οὐκ ἐπιδέχεται ἐξέτασιν, τὰ δὲ πράγματα διαφέροντα ἐξετασθήσεται. πάλιν οὖν ἡ μὲν βούλησις καὶ ἡ δύναμις ἐκλέλοιπε, τοῖς δὲ ἄλλοις ὁμοίως διαιρεθήσεται κεφαλαίοις, οἷσπερ | |
275 | καὶ ὁ τέλειος διπλοῦς, κατὰ ἀντεξέτασιν. Ἐκ δ’ αὖ μόνων προσώπων διπλοῦς γίνεται στο‐ χασμός, ὅταν μόνα τὰ πρόσωπα κρίνηται, οἷον ἐπὶ ση‐ μείοις φαρμάκων ἀριστεὺς ἐτελεύτα μητρυιὰν ἔχων καὶ αἰχμάλωτον παλλακίδα, καὶ ἀντεγκαλοῦσιν ἀλλήλαις· | |
280 | ἐνταῦθα μόνη ἡ βούλησις καὶ ἡ δύναμις ἐξετάζεται, ἃ δὴ καὶ φύσει τοῦ προσώπου ἐστὶν ἴδια, τὰ δὲ ἄλλα πάντα ἰσάζει. Ἔστι παρὰ ταῦτα ἕτερα εἴδη στοχασμῶν διπλῶν τρία, οὓς καλοῦμεν συνεζευγμένους, ὅ τε ἐμπίπτων | |
285 | καὶ ὁ προκατασκευαζόμενος καὶ ὁ συγκατασκευαζόμενος. καὶ ὁ μὲν ἐμπίπτων γίνεται, ὅταν ἐν τῇ μεταθέσει τῆς αἰτίας ὁλόκληρόν τι ζήτημα ἐμπέσῃ καὶ ἀναγκαῖον γέ‐ | |
νηται καὶ αὐτὸ διελεῖν τελείως, οἷον ἔδει τὸν ἁλόντα προδοσίας δεδέσθαι παρὰ τῷ στρατηγῷ, μέχρις ἂν εἴ‐ | 56 | |
290 | πῃ τοὺς συνειδότας· ἁλούς τις προδοσίας στρατηγὸς ἐδέδετο παρὰ τῷ συστρατήγῳ, ὃ δὲ ἀπέκτεινεν αὐτὸν ὡς ἐπὶ τῇ γυναικὶ εὑρὼν καὶ συνειδότος φεύγει· ἐν‐ ταῦθα γὰρ μετὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους χρωμένου τῇ μεταθέσει τῆς αἰτίας τῇ ὅτι ‘μοιχὸν ἀπέκτεινα‘ τοῦ | |
295 | φεύγοντος, εὕρηται ζήτημα ἕτερον τὸ εἰ ἐκεῖνον εἰκὸς δεσμώτην ὄντα μοιχεῦσαι καὶ εἰ τὴν γυναῖκα εἰκὸς τῷ τοιούτῳ ἑαυτὴν ἐπιδοῦναι, καὶ μετὰ τὴν τούτου διαί‐ ρεσιν πάλιν ἐπὶ τὴν τοῦ προτέρου στοχασμοῦ πιθανὴν ἀπολογίαν ὁ φεύγων ἥξει. —Προκατασκευαζόμενος δὲ | |
3(300) | γίνεται, ὅταν πρὸ τοῦ ζητήματος ἕτερον ἀναγκαῖον ᾖ προκατασκευασθῆναί τι πρᾶγμα στοχαστικῶς ὡς ὂν ἢ οὐκ ὄν, οἷον πλούσιος στρατηγὸς πένητος ἐχθροῦ παῖ‐ δας 〈τρεῖσ〉 ὡς προδιδόντας συνέλαβε καὶ τοὺς μὲν δύο μηδὲν ὁμολογήσαντας ἐν ταῖς βασάνοις ἀπέκτεινε, | |
305 | τὸν δὲ τρίτον πρὸ τῶν βασάνων ὁμολογήσαντα προδι‐ δόναι, καὶ μὴ ἐπεξιόντα τὸν πατέρα κρίνει συνειδότος· ὑφ’ ἑκατέρου γὰρ δεῖ πρότερον συσταθῆναι τοῦ μὲν πλουσίου τὸ εἶναι ἐκείνους προδότας, τοῦ δὲ πένητος | |
τὸ μὴ εἶναι, μεθ’ ὃ κατὰ συγχώρησιν δοὺς τὸ καὶ | 57 | |
310 | προδεδωκέναι ἐκείνους ὁ πένης τὸ καθ’ ἑαυτὸν ἀπο‐ λογήσεται. —Συγκατασκευαζόμενος δὲ γίνεται, ὅταν τὰ σημεῖα τοῦ πράγματος δι’ ἀλλήλων κατασκευάζηται, οἷον ἔδει τοὺς δεσμώτας λελύσθαι τοῖς Θεσμοφορίοις· μοιχείαν ὑπονοήσας τις πρὸς τὸν οἰκέτην τῆς γυναικὸς | |
315 | δήσας ἐκεῖνον ἀπεδήμησε, λυθεὶς τοῖς Θεσμοφορίοις ὑπὸ τῆς γυναικὸς ἀπέδρα ὁ οἰκέτης, μετὰ ταῦτα εὕρη‐ ται ὁ ἀνὴρ πεφονευμένος, καὶ συνειδότος ἡ γυνὴ φεύ‐ γει· τό τε γὰρ ὑπὸ τοῦ οἰκέτου αὐτὸν πεφονεῦσθαι διὰ τῆς μοιχείας κατασκευάζεται τό τε εἶναι τὴν μοι‐ | |
320 | χείαν διὰ τοῦ ὑπ’ ἐκείνου αὐτὸν ἀνῃρῆσθαι καὶ ὅλως δι’ ἀλλήλων, δῆλον δὲ ὅτι καὶ μετὰ τῶν ἄλλων, τῆς τε ὑπονοίας τοῦ ἀνδρὸς καὶ τοῦ λῦσαι αὐτὸν τὴν γυ‐ ναῖκα καὶ εἴ τι εἴη ἕτερον. διαφέρει δὲ τοῦ προκατα‐ σκευαζομένου, ὅτι ἐκεῖ μὲν κεχώρισται ἀλλήλων τὰ ζη‐ | |
325 | τήματα, ἐνταῦθα δὲ δι’ ἀλλήλων κατασκευάζεται πάντα. Ὁ ἀπὸ γνώμης παρὰ τούτους ἐστὶ στοχασμός, ὃς ψιλῇ τῇ γνώμῃ ἐξετάζεται, φανεροῦ ὄντος καὶ τοῦ πράγματος καὶ τοῦ πράξαντος, οἷον ἐν δόξῃ μανίας μητρυιὰ τὸν μὲν υἱὸν ἔτρωσε, τὸν δὲ πρόγονον ἀπ‐ | |
330 | έκτεινε, καὶ ἀνενεγκοῦσα φεύγει φόνου. διαφέρει δὲ συγγνώμης ὁ τοιοῦτος στοχασμός, ὅτι ἐκεῖ μὲν ἐφ’ ὃ μεθίστησιν ὡμολόγηται, οἷον ἔλεος ἢ βάσανοι καὶ τὰ τοιαῦτα, ἐνταῦθα δὲ εἰ μέμηνε ζητεῖται δήπου ἢ οὔ. Τάχα δ’ ἂν παρὰ ταῦτα καὶ ἄλλα εἴδη στοχασμῶν | 58 |
335 | εὑρεθείη, περιττὸν δὲ εἰς ἄπειρον περιεργάζεσθαι· νο‐ μίζω γάρ, ὁποῖον ἂν γένηται ἄλλο, διὰ τούτων πως συμπλεκόμενον εὑρίσκεσθαι, καὶ δῆλον, ὡς τοῖς τὰ τοιαῦτα ἐπεσκεμμένοις οὐ χαλεπὴ γενήσεται καὶ ἡ ἐν ἐκείνοις διαίρεσις. | |
339 | ||
4(t) | Περὶ ὅρου. | |
1 | Ὁ ὅρος διαιρεῖται προβολῇ, ὅρῳ, ἀνθορισμῷ, συλλο‐ γισμῷ, γνώμῃ νομοθέτου, πηλικότητι, πρός τι, μιᾷ τῶν ἀντιθετικῶν ἔστιν ὅτε, ἥτις εἰ ἐμπέσοι, εὑρεθήσε‐ ται καὶ μετάληψις καὶ ἀντίληψις εὐθὺς ἑπόμεναι, εἶτα | |
5 | ποιότητι καὶ γνώμῃ. Ἡ προβολή ἐστιν αὐτὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· ὁ ὅρος χωρίζει τὸ πρᾶγμα καὶ γίνεται ἐκ τῶν παρει‐ μένων τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους· οἷον τύραννον | |
ἔπεισε φιλόσοφος ἀποθέσθαι τὴν τυραννίδα καὶ αἰτεῖ | 59 | |
10 | τὸ γέρας. ἡ προβολὴ ‘ἔπαυσα τὴν τυραννίδα καὶ δεῖ λαμβάνειν με τὴν δωρεάν‘· τοῦτο δὲ δηλονότι αὔξων ἀπὸ τῶν παρακολουθούντων τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέ‐ λους θήσει. —Ὁ ὅρος ἐκ τῶν παρειμένων ‘οὐκ ἔστι τοῦτο τυραννοκτονῆσαι‘, ἀλλὰ ὁριεῖται τοῦτο εἶναι, ὃ | |
15 | παρεῖται, τὸ ἀποκτεῖναι αὐτόν. —Ὁ ἀνθορισμὸς πάλιν ἐκ τῶν πεπραγμένων, οἷον ‘οὐχί, ἀλλὰ τὸ παῦσαι τὴν τυραννίδα‘. —Ὁ συλλογισμὸς συνάγει ἄμφω· μηδὲν γὰρ ἀλλήλων διαφέρειν ταῦτα ἀγωνιεῖται ὁ τὴν δω‐ ρεὰν δηλαδὴ αἰτῶν. καὶ καθόλου, ὃν τρόπον ἔφαμεν | |
20 | τὴν ἀντίληψιν τῇ μεταλήψει μάχεσθαι, τὸν αὐτὸν καὶ ὁ συλλογισμὸς τῷ ὅρῳ πανταχοῦ, καὶ ἔνθα ἂν ὁποτέρῳ γοῦν αὐτῶν ὁπότερον μέρος χρήσηται, τῷ λοιπῷ τὸ ἕτερον χρήσεται πάντως. —Ἡ γνώμη τοῦ νομοθέτου ὑπ’ ἀμφοῖν πρὸς τὸ οἰκεῖον συμφέρον ἐξετασθήσεται. —Ἡ | |
25 | πηλικότης ὅτι μέγα τὸ γεγονὸς ἀποδείξει. —Τὸ δ’ αὖ πρός τι, ὅτι καὶ μεῖζον τὸ ἄνευ σφαγῶν καὶ θορύβου καὶ ταραχῆς παῦσαι τὴν τυραννίδα τοῦ μετὰ τούτων. —Ἡ δὲ ἀντίθεσις ἐνταῦθα μὲν οὐκ ἐμπέπτωκεν, ἐπὶ δὲ ἄλλων εὑρίσκεται ζητημάτων πολλάκις, οἷον εὐνοῦχόν | |
30 | τις εὑρὼν ἐπὶ τῇ γυναικὶ ὡς μοιχὸν ἀπέκτεινε καὶ φό‐ νου φεύγει· μετὰ γὰρ τὸ τίς ὁ μοιχὸς ζήτημα διὰ τῶν προειρημένων περανθὲν ἀντεγκαλέσει ὡς ἀξίῳ παθεῖν, ἃ πέπονθε. —Τούτῳ δὲ ἕπεται ἀναγκαίως ἡ μετά‐ ληψις, ἥτις ἐστίν, ὅτι κρίνειν ἔδει καὶ κατηγορεῖν. — | 60 |
35 | Μεταλήψεως δὲ εὑρεθείσης πάντως τις ἔσται καὶ ἀντί‐ ληψις, ὅτι ἐξῆν. —Ἡ ποιότης δὲ ἀπὸ τῶν παρακολου‐ θούντων τῷ προσώπῳ λαμβάνεται· κἂν μὲν ᾖ ὡρισμέ‐ νον τὸ πρόσωπον, ἀπὸ πάντων δηλαδὴ τῶν ἐγκωμιαστι‐ κῶν, εἰ δὲ ἄλλως ἀόριστον, εἰ μὲν τῶν κρινομένων | |
40 | εἴη οἷον πατὴρ ἤ τι τῶν προειρημένων ἐν τοῖς περὶ προσώπων, τὰ παρακολουθοῦντα σκεψάμενοι λέξομεν, εἰ δὲ ἀόριστον πάντῃ, ἀπὸ τοῦ νῦν πεπραγμένου στο‐ χαστικῶς ἐξετάσομεν, τίς ἦν τὸν παρελθόντα χρόνον καὶ τίς ἔσται μετὰ ταῦτα, εἰ ἀφεθείη εἴθ’ ἁλοίη· ἐπ’ | |
45 | ἀμφοῖν γὰρ τὴν ποιότητα ἐξετάζομεν. —Ἡ γνώμη ὡσαύ‐ τως ὑπ’ ἀμφοῖν ἐξετασθήσεται, ποίᾳ γνώμῃ τόδε τι ἔπραξε, καὶ ποίᾳ γνώμῃ κατηγορεῖ ἢ ἀντιλέγει καὶ τὰ ὅμοια. ἡ μέντοι κοινὴ ποιότης συμπεπλεγμένως ἐν‐ ταῦθα τῇ ποιότητι τοῦ προσώπου καὶ τῇ γνώμῃ ἐξε‐ | |
4(50) | τασθήσεται. Ὥσπερ δὲ στοχασμῶν εἴδη πλείονα ἔστιν, οὕτω καὶ | |
ὅρων· καὶ ἁπλοῦς μὲν ὁ προειρημένος, οἱ δὲ ἄλλοι διπλοῖ εἰσι. καὶ πρῶτός γέ ἐστιν ὁ ἀντονομάζων κα‐ λούμενος, ὅταν ὄνομα ὀνόματι ὁ φεύγων ἀντιτιθῇ, | 61 | |
55 | οἷον ὑφείλετό τις ἐξ ἱεροῦ ἰδιωτικὰ χρήματα καὶ ὡς ἱερόσυλος ὑπάγεται, ὃ δὲ κλέπτης εἶναι φάσκων διπλᾶ καταθέσθαι ἀξιοῖ. τοῦτον ὁμοίως τοῖς διπλοῖς στοχα‐ σμοῖς διαιρήσεις διπλοῖς τοῖς κεφαλαίοις, ἀντιτιθεὶς κε‐ φάλαιον κεφαλαίῳ, οἷον ‘ἱερόσυλος εἶ, ἀλλ’ οὐ κλέπτης· | |
60 | κλέπτης μὲν γὰρ τόδε τί ἐστιν, ἱερόσυλος δὲ τόδε‘, καὶ τοῖς ἑξῆς ὁμοίως. καὶ ὁ φεύγων δὲ παραπλησίως ἀναστρέψας χρήσεται τῷ λόγῳ. Δεύτερος ὁ κατὰ σύλληψιν ὀνομαζόμενος, ὅταν τοῦ φεύγοντος ἀντονομάζοντος ὁ διώκων καὶ τούτῳ κἀκεί‐ | |
65 | νῳ ὑπεύθυνον αὐτὸν εἶναι λέγῃ τῷ ὀνόματι. πάνυ δὲ οὗτος ἔοικε τῷ ἀντονομάζοντι· ὅπῃ δὲ διαφέρει, θέν‐ τες τὸ παράδειγμα ὡς δεῖ λέξομεν. πρεσβεύων τις παρέθετο τῷ στρατηγῷ τὴν θυγατέρα, ἐβιάσατο αὐτὴν ἐκεῖνος, καὶ δημοσίων μὲν ἀδικημάτων ὁ πατὴρ αὐτὸν | |
70 | ἐπανελθὼν κρίνει, ὃ δὲ τὰς μυρίας κατατίθεσθαι ἀξιοῖ· τοῦτο γὰρ ὥριστο τῷ βιαίῳ. ἐνταῦθα λέγοντος τοῦ φεύγοντος ὅτι ‘βίαιός εἰμι, ἀλλ’ οὐ δημοσίᾳ ἠδικηκώσ‘, | |
ἀμφοτέροις ὑπεύθυνον αὐτὸν εἶναί φησιν ὁ διώκων, καὶ τῇ βίᾳ καὶ τῷ δημοσίῳ ἀδικήματι. ἂν γὰρ μὴ | 62 | |
75 | φάσκῃ αὐτὸν βεβιάσθαι, δηλαδὴ ἀφίησι καὶ τοῦ δη‐ μοσίου ἀδικήματος· εἰ γὰρ μὴ εἴη βία, δηλαδὴ οὐδὲ δημόσιον ἀδίκημα. διὰ τοῦτο οὖν συμπλέκεται ἑκάτε‐ ρον· ἄλλως γὰρ οὐ δύναται δημοσίων ἀδικημάτων κατηγορεῖν, ἢν τῆς βίας αὐτὸν ἀνίῃ. τοῦτο καὶ Δημο‐ | |
80 | σθένης ἐν τῷ Κατὰ Μειδίου πεποίηκε· φάσκοντος γὰρ τοῦ Μειδίου ὕβριν εἶναι καὶ ἰδιωτικόν, ἀλλ’ οὐ δη‐ μόσιον ἀδίκημα περὶ τὴν ἑορτήν, συνάγει ἑκάτερα, καὶ τὸ τῆς ὕβρεως καὶ τὸ περὶ τὴν ἑορτὴν ἀδικεῖν, ἵνα μὴ [τὸ] τῆς ὕβρεως ἀφεὶς ἀπολύσῃ καὶ τοῦ περὶ τὴν ἑορ‐ | |
85 | τὴν ἀδικεῖν· μὴ γὰρ προϋφεστώσης τῆς ὕβρεως οὐδὲ τὸ περὶ τὴν ἑορτὴν ἀδικεῖν συνίσταται. —Ἐν δὲ τῷ ἀντονομάζοντι ἀναιρεῖ τὸ ἕτερον, οἷον ‘οὐκ εἶ κλέπτης, ἀλλ’ ἱερόσυλοσ‘. καὶ ἡ διαφορά, ὅτι ἐκεῖ μὲν ἀκολουθεῖ φύσει τὸ πρᾶγμα τῷ ἐγκλήματι, οἷον τῷ ἱεροσύλῳ | |
90 | κλέπτῃ εἶναι ἀναγκαῖον, ὁ γὰρ ἱερόσυλος κλέπτης ἱερῶν ἐστι δήπου χρημάτων· τῷ μέντοι δημοσίᾳ ἠδικηκότι οὐχ ἕπεται τὸ βίαιον εἶναι, ἔστι γὰρ καὶ ἄλλως ἀδι‐ κῆσαι δημοσίᾳ. διόπερ ἐνταῦθα μὲν ὁ διώκων ἀμφό‐ | |
τερα συλλαμβάνων ἐρεῖ, ἐκεῖ δὲ τὸ ἕτερον χωρίζει. | 63 | |
95 | τοῦτο οὖν πλέον ἔχει κεφάλαιον οὗτος ἐν τῇ διαιρέσει τοῦ ἀντονομάζοντος, καὶ διαφέρουσα δηλαδὴ καὶ ἡ διαίρεσις γίνεται διὰ τοῦτο πρὸς τὸν ἀντονομάζοντα. Τρίτος ὁ κατὰ πρόσωπα διπλοῦς· γίνεται δέ, ὅταν πρᾶγμα ὁλόκληρον ὑπὸ δυοῖν ᾖ πεπραγμένον ἢ ἄλλως | |
4(100) | δύο προσώποις τισὶν ὑπάρχον, οἷον τὰς ἱερωσύνας τοὺς παῖδας διαδέχεσθαι· παῖδα ἔχων ἠρίστευσέ τις καὶ ᾔτησεν ἱερωσύνην τινὸς ἀφελέσθαι καὶ αὐτοῦ παῖδα ἔχοντος, ἔλαβε, τεθνᾶσιν ἀμφότεροι, καὶ ἀμφισβητοῦσιν οἱ παῖδες τῆς ἱερωσύνης· τίς γὰρ ὁ τοῦ ἱερέως παῖς | |
105 | οὔσης τῆς ζητήσεως, τῷ μὲν ἡ ἀρχὴ ὑπάρχει, τὸ γε‐ γενῆσθαι ἐν τῇ ἱερωσύνῃ, τῷ δὲ τὸ τέλος, τὸ ἱερέα ἔτι ὄντα τεθνάναι αὐτῷ τὸν πατέρα. καὶ τοῦτον δὲ παρα‐ πλησίως διαιρήσεις, κεφάλαιον ἀντιτιθεὶς κεφαλαίῳ. Τέταρτος ὁ ἐμπίπτων, ὅταν ὥσπερ ἐν στοχασμῷ με‐ | |
110 | ταξὺ τῶν κεφαλαίων ἄλλο ἐμπέσῃ ζήτημα ὁλόκληρον, οἷον ἀμύητος ὄναρ ἰδὼν τὰ μυστήρια ἤρετό τινα, εἰ‐ πὼν ἃ εἶδεν, εἰ οὕτως ἔχοι· συγκατέθετο ὁ ἐρωτηθεὶς καὶ ὡς ἐξειπὼν ὑπάγεται· τί γὰρ τὸ ἐξειπεῖν οὔσης τῆς ζητήσεως καὶ ταύτης μέχρι τοῦ πρός τι προϊούσης, | |
115 | ἐμπεσεῖται καὶ τίς ὁ ἀμύητος ἄλλο ζήτημα. καὶ διαιρή‐ σεις γε καὶ τοῦτο πᾶσι τοῖς ἑξῆς μέχρι τοῦ πρός τι, | |
εἶτα κοινὰ ποιήσεις τὰ λοιπὰ κεφάλαια. Πέμπτον εἶδος οἱ δύο καλούμενοι ὅροι, ὃ γίνεται, ὅταν περὶ δύο ὀνομάτων ἐφ’ ἑνὸς προσώπου ἡ ζήτη‐ | 64 | |
120 | σις ᾖ οὐκ ἀντονομαζομένων, οἷον τὸν καθαρὸν καὶ ἐκ καθαροῦ ἱερᾶσθαι· πατέρα τις μοιχὸν ἀποκτείνας εἴρ‐ γεται ἱερᾶσθαι· ἡ γὰρ ζήτησις, τίς ὁ καθαρὸς καὶ τίς ὁ ἐκ καθαροῦ, καὶ χρὴ τὸ ἕτερον πρότερον τελείως ἐπ‐ ελθόντα τοῖς κεφαλαίοις αὖθις ἐπὶ τὸ ἕτερον ἐξ ἀρχῆς | |
125 | ἰέναι. Ταῦτα περὶ ὅρου. | |
125 | ||
5(t) | Περὶ ἀντιλήψεως. | |
1 | Ἡ δὲ ἀντίληψις διαιρεῖται προβολῇ, μορίοις δικαί‐ ου, προσώπῳ, ὅρῳ καὶ τοῖς ἑπομένοις τῷ ὅρῳ μέχρι τοῦ πρός τι, αὐτῇ τῇ ἀντιλήψει, μεταλήψει, ἀντιθέσει, ἑτέρᾳ μεταλήψει, θέσει, ποιότητι καὶ γνώμῃ. | |
5 | Ἡ προβολὴ γίνεται, ὡς καὶ ἐν τῷ ὅρῳ. —Τὸ δὲ μόριον τοῦ δικαίου ταὐτὸν μέν ἐστι τῇ ἀντιλήψει, δια‐ φέρει δέ, ὅτι ἐνταῦθα μὲν ἄνευ τε κατασκευῆς ἁπλῶς κατ’ ἀρχὰς τίθεται καὶ ἐν παραγραφικοῦ μοίρᾳ, ἐκεῖ δὲ ὡς ἑτέρως· οἷον ζωγράφος ναυάγια γράψας πρὸ τῶν | |
10 | λιμένων ἀνέθηκε καὶ μηδενὸς καταίροντος δημοσίων ἀδικημάτων φεύγει· ἡ μὲν προβολὴ φανερά, τὸ δὲ μό‐ ριον τοῦ δικαίου, εἰ μὴ δεῖ ἐπὶ τούτοις κρίνεσθαι, ἃ | |
μηδεὶς κεκώλυκε νόμος. —Τὸ πρόσωπον ‘εἰ καὶ δεῖ, ἀλλὰ δημοσίων γε οὐ τοὺς ἰδιώτας, τοὺς δὲ ῥήτορας | 65 | |
15 | ἢ τοὺς πρεσβευτὰς ἢ τοὺς στρατηγοὺς ἢ τὰ ὅμοια· οὗτοι γὰρ καὶ δύναιντ’ ἂν ἀδικεῖν δημοσίᾳ, ὅτι καὶ δημόσια πράττουσιν, οἱ δὲ ἰδιῶται οὐδέν‘. —Ὁ ὅρος ὅτι ‘ἐπ’ ἄλλοις αἱ τῶν δημοσίων ἀδικημάτων γραφαί, οἷον ναῦς προδοῦναι, τείχη, συμμάχους καὶ τὰ ὅμοια‘. | |
20 | —Ἕπεται οὖν ἀναγκαίως ὁ συλλογισμὸς ‘καὶ ταῦτα κἀκεῖνα δημόσιον ἀδίκημα καὶ οὐδὲν διαφέρει· πλειό‐ νων γὰρ ὄντων τρόπων, καθ’ οὓς ἄν τις ἀδικήσειεν, οὐκ, εἰ μὴ κατὰ πάντας τις ἀδικεῖ, διὰ τοῦτο ἀθῷος ἔσται, ἀλλ’ εἰ καὶ καθ’ ἕνα, δώσει δίκην‘, καὶ ἐπιχει‐ | |
25 | ρήσει δηλαδή. —Γνώμῃ νομοθέτου, εἰ ἐμπίπτοι, χρή‐ σεται ἑκάτερος πρὸς τὸ λυσιτελοῦν. —Ἡ πηλικότης, ὅτι μέγα τὸ γεγονός. —Τὸ πρός τι, ὅτι μεῖζον ἢ ἃ προ‐ βάλλεται, οἷον τοῦ τὰς ναῦς ἢ τὰ τείχη προδοῦναι τὸ ἐν σπάνει πάντων καταστῆσαι τῶν ἀναγκαίων μηδενὸς | |
30 | καταίροντος τῶν ἐμπόρων. —Ἐν δὲ τούτοις, λέγω τῇ | |
πηλικότητι καὶ τῷ πρός τι, τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐμπίπτει ἀναγκαίως. —Πρὸς ἃ ἡ ἀντίληψις, ὡς ἐμάθο‐ μεν ἐν στοχασμῷ, ὅτι ‘ἔξεστι καὶ οὐδεὶς κεκώλυκε νό‐ μοσ‘. —Εἶθ’ ἡ μετάληψις, ἐνστάσει μέν, εἰ ἐγχωροίη, | 66 | |
35 | ὅτι ‘οὐδὲ ἔξεστιν‘, ἀντιπαραστάσει δὲ ὅτι ‘εἰ καὶ ἔξ‐ εστιν, ἀλλ’ οὐκ ἐπὶ τούτοις οὐδὲ τοιαῦτα‘. —Ἡ ἀντίθεσις ἐπὶ τούτου ἀντιστατικὴ γίνεται, οἷον ‘ὑπὲρ τῶν πλεόν‐ των πεποίηκα, ἵνα εἰδότες, οἵοις εἰκὸς αὐτοὺς περι‐ πίπτειν κακοῖς, εἰ παρὰ καιρὸν πλέοιεν, φυλάττοιντο‘. | |
40 | —Ἑτέρα μετάληψις ‘ἄλλως ἔδει συμβουλεύειν‘. — Καὶ τοίνυν εἰ ὁ διώκων κέχρηται μεταλήψει, χρήσεται καὶ ὁ φεύγων πάλιν ἀντιλήψει, οἷον ‘ἕκαστος, ὡς δύ‐ ναται, συμβουλεύει καὶ οὐ κεκώλυται, ὁ ῥήτωρ τοῖς λόγοις, τῇ τέχνῃ ὁ ζωγράφοσ‘. —Καὶ γίνεται ἡ θέσις | |
45 | ἀκόλουθος· ἡ γὰρ θέσις ἔστι νῦν ὅτι ‘ἕκαστον δεῖ, ὡς δύναται, χρήσιμον γίνεσθαι τῇ πόλει‘. καὶ ὁ κατήγορος δὲ αὐτῇ χρήσεται ἔστιν ὅτε ἀναστρέψας, οἷον εἰ μὴ δεῖ ταῖς τέχναις ἁπλῶς καταχρῆσθαι ἐπὶ λύμῃ τῶν κοινῶν. —Ἡ ποιότης καὶ ἡ γνώμη ὡς ἐξετάζεται, ἐν ὅρῳ | |
5(50) | μεμαθήκαμεν. Ταυτὶ δὲ οὐχ ὡς διαιροῦντες εἴπομεν —πολλὰ γὰρ παρεῖται—, ἀλλ’ ὅσον ἐνδείξασθαι τὴν φύσιν τῶν κεφαλαίων. Ἔστι καὶ ἀντιλήψεων εἴδη πλείονα· καὶ ἁπλαῖ μὲν | |
αὐτῶν δύο, διπλαῖ δ’ αὖ προηγουμένως μὲν δύο, γί‐ | 67 | |
55 | νονται δ’ αὖ καὶ ἐπιπλοκαί τινες, ὡς καὶ πλείους εὑ‐ ρίσκεσθαι. ἀλλὰ τὰ προειρημένα γε εἴδη μόνα μαθοῦ‐ σιν ὑπάρχει μὴ σφάλλεσθαι τῆς ὀρθῆς διαιρέσεως μη‐ δὲ ἐν ἐκείνοις. διὸ καὶ περὶ τούτων λέξομεν. Τῶν οὖν ἁπλῶν ἣ μὲν ἀπ’ αὐτοῦ τοῦ πεπραγμένου | |
60 | τὴν κρίσιν ἔχει, οἷον Ἀλκιβιάδης μετὰ τὰ κατὰ Κύζι‐ κον κατελθών, εἶτα ἔχων ἐν ἐκπώμασι τὰ περὶ Σικε‐ λίαν φεύγει δημοσίων ἀδικημάτων· αὕτη τοῖς προειρη‐ μένοις μόνοις κεφαλαίοις τέμνεται κατὰ τὰ ἐμπίπτοντα. —Ἣ δὲ ἀπ’ αὐτοῦ τε τοῦ πεπραγμένου καί τινος | |
65 | ἐπισυμβεβηκότος ἑτέρου τὴν κρίσιν ἔχει, ὡς ἐπὶ τοῦ ζωγράφου τοῦ τὰ ναυάγια γράψαντος καί, ἐπεὶ μὴ καταίρουσί τινες, κρινομένου· καὶ αὖ ἐπὶ τοῦδε· μετὰ Χαιρώνειαν ἔπεμψε Φίλιππος διδοὺς αἵρεσιν ἢ τοὺς δισχιλίους αἰχμαλώτους λαμβάνειν ἢ τοὺς χιλίους νε‐ | |
70 | κρούς, ἔπεισε Δημοσθένης τοὺς χιλίους ἑλέσθαι νε‐ κροὺς καὶ ἀποκτείναντος Φιλίππου τοὺς αἰχμαλώτους δημοσίων ἀδικημάτων φεύγει. —Ἐν τοίνυν ταῖς τοι‐ αύταις ἀντιλήψεσιν ἴδιον κεφάλαιον παρὰ τὰ προειρη‐ μένα ἐστὶ τὸ παραγραφικόν, δυνάμενον καὶ πρὸ τῶν | |
75 | ἄλλων κεφαλαίων τίθεσθαι καὶ μεταξὺ δὲ αὐτῶν καὶ ὅλως ὃν ἂν τρόπον λυσιτελῇ· ἔστι δὲ τόδε ‘ἐπὶ τίσι | |
με κρίνεις; εἰ μὲν ἐπὶ τοῖς ὕστερον πραχθεῖσιν, οὐ δεῖ, ἐφ’ οἷς ἄλλοι ποιοῦσιν, ἕτερον εὐθύνεσθαι, οὐδ’ εἰ προσήκοντες εἶεν γένει, μήτι γε δὴ πολέμιοι καὶ | 68 | |
80 | μηδὲν προσήκοντες· εἰ δέ, ἐφ’ οἷς ἐξ ἀρχῆς συνεβού‐ λευσα ἢ ἔπραξα, τότε ἔδει ἀντιλέγειν ἢ εἴργειν. καὶ εἰ μὲν ἀντειπὼν ἡττήθης, βιάζῃ νῦν καὶ οὐκ ἐμοῦ μόνον ἀλλὰ καὶ τῶν ψηφισαμένων ἢ καὶ μὴ κωλυσάντων κατηγορεῖς; εἰ δὲ οὐκ ἀντεῖπες ἢ οὐκ ἐκώλυσας, ἤτοι | |
85 | ἔχων τι βέλτιον εἰπεῖν ἢ πρᾶξαι παρῆκας τοῦτο τότε καὶ δύσνους ὢν ἐξελέγχῃ τοῖς κοινοῖς, ἢ οὐδὲν εἶχες ἀντιλέγειν καὶ τῆς αὐτῆς ἀγνοίας ὑπεύθυνος εἶ ὁμοίως ἐμοὶ τῶν ὕστερον ἀποβεβηκότων καὶ ἃ μηδενὸς προσ‐ δοκήσαντος γέγονε, καὶ ἄξιος εἶ δίκην ὑπέχειν, εἰ δὴ | |
90 | κἀμὲ ἀξιοῖσ‘. —Ἔτι ἐν ταῖς τοιαύταις ἀντιλήψεσι πρὸ τοῦ ἀντιθετικοῦ τοῦ ἐμπίπτοντος συγγνωμονικῷ πάν‐ τως χρηστέον κεφαλαίῳ, οἷον ‘οὐδεὶς οἶδε τὸ μέλλον· οὐκοῦν οὐδὲ ἐγὼ ἀγνοήσας ὑπεύθυνός εἰμι‘. μεταχει‐ ριεῖται δὲ αὐτό, ὡς προσήκει, ὁ καὶ τῆς ὅλης τέχνης | |
95 | τῆς ῥητορικῆς ἐπιστήμων· οὐ γὰρ ἱκανὸν τὸ διελεῖν μόνον εἰδέναι, ὅπερ καὶ μόνον τουτὶ τὸ βιβλίον ἐπαγ‐ γέλλεται, ἀλλὰ καὶ τὸ εἰδέναι μεταχειρίζεσθαι. Καὶ | |
περὶ μὲν ἁπλῶν ἀντιλήψεων ταῦτα. Τῶν δ’ αὖ διπλῶν ἣ μέν ἐστι κατὰ συμπλοκήν, ἣ | 69 | |
5(100) | δὲ κατὰ διαίρεσιν. καὶ κατὰ συμπλοκὴν μέν, ὅταν δυοῖν ὄντοιν τοῖν ἐγκλημάτοιν μὴ δύνηται χωρὶς ἑκάτερον αὐτῶν εἶναι ἔγκλημα, μετὰ δὲ τῆς τοῦ ἑτέρου συμπλο‐ κῆς, οἷον ταῖς πάντων γνώμαις ἀντιλέγων τις αὐτὸς οὐδὲν ἀποφαίνεται καὶ δημοσίων φεύγει ἐνταῦθα ὅτι | |
105 | μὲν δύο ἀντιλήψεις, δῆλον—καὶ γὰρ λέγειν καὶ μὴ λέ‐ γειν ἔξεστι—, καὶ αὖ ὅτι δύο ἀντιθέσεις ὁμοίως, οἷον ‘ἀντιλέγω· δεῖ γάρ, ἐφ’ οἷς ἁμαρτάνουσιν οἱ λέγοντες, ἀντιλέγειν‘, πάλιν ‘οὐ λέγω· οὐδὲν γὰρ δεῖ περὶ τῶν μὴ κατεπειγόντων λέγειν‘. ἀλλ’ ἴδιον τοῦ εἴδους τού‐ | |
110 | του τὸ δεῖν ἀπολογουμένους μὲν διαιρεῖν καὶ χωρὶς περὶ ἑκατέρου ποιεῖσθαι τὸν λόγον, κατηγοροῦντας δὲ συμπλέκειν. —Κατὰ διαίρεσιν δὲ διπλῆ ἀντίληψις γίνεται, ὅταν δύο ἐγκλήματα ᾖ δυνάμενα καὶ χωρὶς ἀλλήλων κρίσιν ἐπιδέχεσθαι, οἷον πολλάς τις ἀμείβων | |
115 | γυναῖκας καὶ πολλοὺς τιθέμενος παῖδας κακοῦ βίου φεύγει. ἐνταῦθα ὁμοίως μὲν ὁ κατήγορος συμπλέξει, ὁ δὲ φεύγων διαιρήσει, δῆλον μέντοι, ὡς καὶ καθ’ ἑαυ‐ τὸ ἑκάτερον ἐπιδεχόμενον κρίσιν αὐξήσεως μὲν ἕνεκα συμπλέκεται ὑπὸ τοῦ κατηγόρου, μειώσεως δ’ αὖ χά‐ | |
120 | ριν διαιρεῖται ὑπὸ τοῦ φεύγοντος· ἐν δὲ τῷ προτέρῳ οὐκ αὐτὸ τοῦτο τῆς αὐξήσεως ἢ τῆς μειώσεως ἕνεκα | |
οὕτω γίνεται, ἀλλ’ ὅτι μηδὲ ἄλλως κρίσιν δύναται ἐπιδέξασθαι τὸ πρᾶγμα ἢ τοῦτον εἰσαγόμενον τὸν τρόπον. | 70 | |
125 | Ἔφην δύνασθαι εἶναι καὶ πλείονα εἴδη ἀντιλήψεων. αὐτίκα τόδε τῶν προειρημένων διαφέρει, οἷον γραψά‐ μενοί τινες μοιχείας ἀλλήλους, καθυφέντες τὰς γραφὰς ἤμειψαν τὰς γυναῖκας καὶ φεύγουσι κακοῦ βίου. πρῶ‐ τον μὲν γὰρ δύο πρόσωπά ἐστι τὰ κρινόμενα, ἔπειτα | |
130 | τέσσαρες ἀντιλήψεις καὶ αὗται παρ’ ἀμφοῖν, οἷον γρά‐ φεσθαί τινα ἔξεστι καὶ πάλιν ἀναιρεῖσθαι τὰς γραφάς, ἔξεστι γαμεῖν, ὅθεν βούλεταί τις, καὶ ἀποβάλλεσθαι τὴν οὖσαν γυναῖκα· ταῦτα πάντα οὐ κεκώλυται, καὶ τούτων γε ἑκάστην ἀνάγκη λύειν τῷ κατηγόρῳ. φανερὰ | |
135 | δὲ ἡ μέθοδος ἐπ’ ἀμφοῖν, ἐπί τε τοῦ κατηγόρου καὶ ἐπὶ τοῦ φεύγοντος, ἀπὸ τῶν προειρημένων. Ἔστι δὲ καὶ ἄλλα εἴδη ἀντιλήψεων, ἃ περιττὸν ἂν εἴη λέγειν νῦν· πᾶσαν γὰρ ἀντίληψιν τοῖς προειρημέ‐ | |
νοις ἄν τις ὀρθῶς ἑπόμενος διαιροίη. | 71 | |
6(t1) | Περὶ τῶν ἀντιθετικῶν, | |
t2 | ἀντιστάσεως, ἀντεγκλήματος, μεταστάσεως, συγγνώμης. | |
1 | Αἱ ἀντιθετικαὶ πᾶσαι διαιροῦνται προβολῇ, ὅρῳ ἔστιν ὅτε καὶ τοῖς ἑπομένοις τῷ ὅρῳ μέχρι τοῦ πρός τι, διανοίᾳ, αὐτῇ τῇ ἀντιθέσει, ἥ ἐστιν ὁμώνυμος τῇ στάσει αὐτῇ τοῦ ζητήματος, ἀντιστατικῇ ἢ ἀντεγκλη‐ | |
5 | ματικῇ ἢ μεταστατικῇ ἢ συγγνωμονικῇ, ἑτέρᾳ διανοίᾳ, μεταλήψει, πρός τι, ὅρῳ βιαίῳ, θέσει, ἑτέρᾳ μεταλήψει, ἀντιλήψει, ποιότητι καὶ γνώμῃ. Ἡ προβολὴ φανερὰ ἀπὸ τῶν συμβεβηκότων. τῷ δὲ ὁρικῷ ὅτε ἐμπίπτοι ὁμοίως χρησόμεθα, καθάπερ καὶ | |
10 | ἐν τῇ ἀντιλήψει προείρηται. καὶ μετὰ τὴν αὔξησιν δη‐ λαδὴ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐστί, πρὸς ἃ τῇ δια‐ νοίᾳ ὁ φεύγων χρήσεται. —Παράδειγμα δὲ ἔστω τό‐ δε· ἀριστεὺς πορνεύοντα τὸν υἱὸν ἀπέκτεινε καὶ φεύ‐ γει φόνου. τὸ μὲν οὖν ὁρικὸν οὐκ ἐμπέπτωκε. μετὰ δὲ | |
15 | τὴν προβολὴν θήσει ὁ κατήγορος τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἐπειδὴ μὴ ἐμπέπτωκε τὸ ὁρικόν. —Πρὸς ἃ ὁ φεύγων τῇ διανοίᾳ χρήσεται ἀξιῶν μὴ τὸ γεγονὸς μό‐ | |
νον ἐξετάζειν, ἀλλὰ καὶ μεθ’ ἧς γνώμης, πρῶτον μὲν ὅτι οὐ δύσνους ὢν οὐδὲ ἐπιβουλεύων τῷ παιδί, ἔπει‐ | 72 | |
20 | τα ὅτι ἄκων μὲν ἀναγκαίως δέ. —Εἶτα ἡ ἀντίθεσις, ἐνταῦθα ἀντεγκληματικὴ ἐμπέπτωκεν, ὅτι ἄξιος ἦν, καὶ τόπον ἐρεῖ κατὰ πόρνου· ἐν πάσῃ γὰρ ἀντεγκληματικῇ ἀντίθεσις τοπικὴ γίνεται. ἐρεῖ δέ τι καὶ ἀντιστατικόν, ὡς καὶ ὑπὲρ αὐτοῦ πεποίηκε τοῦτο τοῦ παθόντος. | |
25 | ὅλως τε πᾶσαι αἱ ἀντιθετικαὶ ἀλλήλαις ὡς ἐπὶ τὸ πλεῖστον συμπλέκονται, καὶ οὐ μόνον ἀλλήλαις ἀλλὰ καὶ ταῖς ἄλλαις στάσεσιν. —Ἡ ἑτέρα διάνοια τοῦ διώ‐ κοντός ἐστιν, ὅτι οὐ διὰ τοῦτο ἀλλὰ δι’ ἄλλο τι. χρὴ δὲ γινώσκειν, ὅτι, εἰ καὶ μὴ ἐνταῦθα πάνυ οἰκεῖον τὸ | |
30 | κεφάλαιον, ἀλλ’ ἐν ἑτέροις οἰκειότατόν τε ὁμοῦ καὶ χρησιμώτατον εὑρίσκεται. —Ἡ μετάληψις, ὅτι ἄλλως, οὐχ οὕτως ἐχρῆν. —Τὸ πρός τι ἀμφοῖν ἐστι πότερον μεῖ‐ ζον ἀνταποδεικνύντων τὸ εὐεργέτημα ἢ τὸ ἀδίκημα. —Ὁ βίαιος ὅρος ὁμοίως ἀμφοτέρων ἐστί. γνωριμώτε‐ | |
35 | ρον δὲ ἔσται τὸ κεφάλαιον ἐπὶ τοῦδε τοῦ ζητήματος· ἐν λιμῷ καὶ πολιορκίᾳ συμβουλεύων ὁ στρατηγὸς ἐξιέ‐ ναι καὶ μάχεσθαι οὐκ ἔπεισε, διέκοψε λαθὼν μέρος τι | |
τοῦ τείχους, καὶ νενικήκασι μὲν ἐξελθόντες, δημοσίων δὲ ὕστερον φεύγει. ὁ οὖν βίαιος ὅρος, εἰ μηδὲ νίκη | 73 | |
40 | τοῦτο, ἀλλ’ ἅλωσις πόλεως καὶ κατασκαφή· καὶ πάλιν ὑπὸ τοῦ φεύγοντος ὡς ἑτέρως, εἰ μηδὲ διακόψαι τεῖχος τοῦτό ἐστιν, ἀλλὰ στῆσαι πεπτωκός. —Ἡ θέσις οὖν ἕπε‐ ται ἀκολούθως ὅτι ‘δεῖ τὸν στρατηγόν, καθ’ ὃν ἂν ἐγχωρῇ τρόπον, εὖ ποιεῖν τὴν πόλιν καὶ ἀκόντων ἐνί‐ | |
45 | οτε τῶν πολιτῶν δι’ ἄγνοιαν τοῦ βελτίστου καὶ βλάπ‐ τειν μικρὰ ἀντὶ μεγάλων‘· κοινὸν γὰρ τοῦτο ἐν πάσῃ ἀντιθέσει. —Ἡ ἑτέρα μετάληψις πάλιν τοῦ διώκοντός ἐστιν ‘ἐχρῆν αὐτὸ τοῦτο ἀνακοινοῦν τῷ δήμῳ, τοῖς ταξιάρχοις, τοῖς λοχαγοῖσ‘. —Ἡ ἀντίληψις ‘στρατηγὸς | |
6(50) | ἦν, καὶ ἐξῆν δήπου‘ ἢ ὅτι ‘πατρί γε ὄντι ἐξὸν ἦν μοι βουλεύσασθαι περὶ τοῦ παιδόσ‘. καὶ ὅλως τοῖς ἐμπί‐ πτουσι χρησόμεθα, ὡς ἂν ὁ καιρὸς διδῷ. —Ἡ ποιότης καὶ ἡ γνώμη ὡς γίνεται, ἐν ὅρῳ μεμαθήκαμεν. Ἐπειράθησαν δὲ τινὲς τῶν ἐπιγραψαμένων Τέχνην | |
55 | ῥητορικὴν τὸ περὶ διαιρέσεως μέρος αὐτῆς εἴδη τινὰ εἰπεῖν ἀντιστάσεων καὶ νὴ Δία γε τῶν ἄλλων ἀντιθε‐ τικῶν στάσεων, οὐχ ἵνα διάφορόν τινα οὖσαν τὴν δι‐ | |
αίρεσιν ἐν αὐταῖς διδάξωσιν ἡμᾶς, καθάπερ ἡμεῖς ἔν τε ἀντιλήψει καὶ ἄλλοις πεποιήκαμεν—ἦ γὰρ ἂν ἴσως | 74 | |
60 | τινὸς ἦν ἄξιον—, ἀλλ’ ὅτι, φασίν, ἣ μὲν ἰδιωτική, ἣ δὲ δημοσία, ἣ δὲ μικτή ἐστι, καὶ τοιαῦτά τινα. τὸ δὲ αὐτὸ ἁμάρτημα κἀνταῦθα τῷ ἐν τοῖς περὶ ἰδεῶν καὶ τρόπων· τουτὶ γὰρ πάλιν τοῖς μὲν περὶ ἰδιωτικοῦ καὶ δημοσίου λόγου ἐπεσκεμμένοις χρήσιμον, θαυμάζω δέ, | |
65 | εἰ ἐγχωρεῖ τὸν περὶ διαιρέσεως ἔτι τοιαύτης ἀγνοοῦντα ἐκεῖνα εἰδέναι· μὴ γινώσκοντι δὲ τί ἂν ὄφελος γένοι‐ το τῆς διαφορᾶς τῶν ζητημάτων, ὅ τι ἰδιωτικὸν ἢ ὅ τι δημόσιόν ἐστιν; Ἔτι τὴν συγγνώμην ἀπὸ τῆς μεταστάσεως οὐ τῷ | |
70 | ἀνευθύνῳ καὶ ὑπευθύνῳ ἐχώρισαν τινές, ἀλλὰ ἁπλῶς τὰ μὲν εἴς τι τῶν ἔξωθεν μεθιστάντα τὸ ἀδίκημα πάντα μεταστατικὰ εἰρήκασιν εἶναι, ἐάν τε χειμὼν ἐάν τε βάσανοι ἐάν τε ἄλλο τι τοιουτότροπον ᾖ, τὰ δὲ εἰς ἴδιόν τι πάθος ψυχῆς μόνα συγγνώμης εἶναι ὡρίσαντο, | |
75 | οἷον ἔλεον ἢ ὕπνον ἢ εἴ τι τοιοῦτον. καὶ ἴσως ταῦτα οὐ κακῶς· διαφέρει δὲ οὐδὲν πλὴν τοῦ ὀνόματος τῆς συγγνώμης, ᾧ κἀν ταῖς μεταστάσεσι πολλάκις ἄν τις χρήσαιτο καλῶς, κἀν ταῖς ὁμολογουμέναις συγγνώμαις | |
πάλιν αὖ τῇ μεταστάσει τοὐναντίον χρήσεται. τουτὶ | 75 | |
80 | δὲ οὐ τοῦ διαιρετικοῦ εἴδους οἶμαι, τοῦ δὲ τοῖς και‐ ροῖς εἰδέναι χρῆσθαι καὶ μεθοδεύειν ὀρθῶς τὰ νοήματα. | |
81 | ||
7(t) | Περὶ πραγματικῆς. | |
1 | Ἡ πραγματικὴ διαιρεῖται νομίμῳ, δικαίῳ, συμφέρον‐ τι, δυνατῷ, ἐνδόξῳ, τῷ ἐκβησομένῳ. Ἔστι δὲ ἣ μὲν ἔγγραφος, ἣ δὲ ἄγραφος· ἔγγραφος μὲν ἡ ἀπὸ ῥητοῦ τὸ ζήτημα ἔχουσα, οἷον ἐν τρισὶν | |
5 | ἡμέραις περὶ πολέμου βουλεύεσθαι νόμος ἐκέλευεν, Ἐλάτειαν ἔχοντος Φιλίππου γράφει Δημοσθένης αὐθη‐ μερὸν ἐξιέναι· ἄγραφος δὲ ἡ μὴ ἀπὸ ῥητοῦ, οἷον ἀξιοῖ μετὰ τὰ κατὰ Πύλον Κλέων Πύθιος καλεῖσθαι. Τὸ τοίνυν νόμιμον ἐν μὲν τῇ ἐγγράφῳ μιᾷ τῶν νο‐ | |
10 | μικῶν ὑποπίπτει στάσεων καὶ κατ’ αὐτήν γε διαιρεθή‐ σεται· αὐτίκα δὲ περὶ τῶν νομικῶν στάσεων λέξομεν. —Ἐν δὲ τῇ ἀγράφῳ τὸ ἔθος ὡς νόμιμον ἐξεταστέον, οἷον ὅτι ‘καινὰ ἀξιοῖς καὶ οἷα καὶ ὅσα οὐδείς πω πρό‐ τερον‘. ταῦτα δὲ πάλιν ἐνστάσει καὶ ἀντιπαραστάσει | |
15 | μεθοδεύσομεν, ἀντιπαραστάσει μέν, οἷον Κλέων ἀξιοῖ μετὰ τὰ ἐν Πύλῳ Πύθιος καλεῖσθαι· ‘καινὰ ἀξιοῖσ‘· ‘καινὰ ἀξιῶ· καινὰ γὰρ καὶ τὰ πεπραγμένα‘. ἐνστάσει δὲ ‘εἶτα μέντοι οὐδὲ καινά· καὶ γὰρ καὶ Περικλῆς | |
Ὀλύμπιος ἐκλήθη‘. ποτέρῳ δὲ πρότερον χρηστέον, τῇ | 76 | |
20 | ἐνστάσει ἢ τῇ ἀντιπαραστάσει, οἱ καιροὶ διδάσκουσιν, ὡς καὶ ἐν στοχασμῷ διωρισάμεθα. Τὸ δίκαιον μιᾷ τῶν δικαιολογικῶν ὑποπίπτει καὶ κατ’ ἐκείνην γε διαιρεθήσεται, ὡς ἂν ἐγχωρῇ, τοῖς κε‐ φαλαίοις. | |
25 | Τὸ συμφέρον διττόν ἐστιν, ὅτι χρήσιμον καὶ ὅτι ἀναγκαῖον, οἷον ‘χρήσιμον προσλαβεῖν Ὀλυνθίους, μᾶλ‐ λον δὲ ἀναγκαῖον, ἵνα μὴ μέγας ὁ Φίλιππος ἑλὼν ἐκείνους γένηται καθ’ ἡμῶν‘. τοῦτο δὲ διχῶς ἐξετάσεις, τί ποιοῦσιν ἡμῖν τόδε τι πρᾶγμα, περὶ οὗ ἡ βουλή, | |
30 | συμβήσεται καὶ τί μὴ ποιοῦσιν, ἑκάτερον δὲ αὐτῶν πάλιν τετραχῶς, οἷον ‘εἰ μὲν ἑλοίμεθα αὐτό, τὰ μὲν ὑπάρχοντα ἡμῖν ἀγαθὰ παραμενεῖ καὶ τὰ οὐκ ὄντα προσέσται, τὰ δ’ αὖ ὑπάρχοντα φαῦλα ἀποτριψόμεθα καὶ τὰ οὐκ ὄντα οὐ προσληψόμεθα· εἰ δὲ μὴ ἑλοίμεθα, | |
35 | τὰ μὲν ὑπάρχοντα ἀγαθὰ ἀπολεῖται, τὰ δ’ οὐκ ὄντα μὲν προσγενησόμενα δ’ ἂν οὐ προσέσται, καὶ πάλιν τὰ μὲν ὑπάρχοντα φαῦλα παραμενεῖ, τὰ δὲ οὐκ ὄντα προσ‐ έσται‘. Τὸ δ’ αὖ δυνατὸν ὑποδιαιρήσεις, πρῶτον μὲν ὅτι | |
40 | οὐ χαλεπὸν δεικνύς, ἐνστάσει χρώμενος· εἶτα ἀντι‐ παραστάσει, ὅτι, εἰ καὶ χαλεπόν, ἀλλ’ ἀναγκαῖον, καὶ ὅτι δεῖ ὑπὲρ τῶν χρηστῶν καὶ πόνους καὶ κινδύνους ὑφίστασθαι, καὶ ὅτι ὑπὲρ τοῦ μὴ χαλεπωτέροις περι‐ πεσεῖν· εἶθ’ ὅτι καὶ ῥᾴδιον. ἐὰν δὲ περὶ πολέμου ἤ | 77 |
45 | τινος τοιούτου ᾖ, τὸ δυνατὸν ἀπὸ τῶν παρακολουθούν‐ των τοῖς προσώποις σκόπει, ὡς ἐν Ὀλυνθιακῶν δευ‐ τέρῳ ὁ Δημοσθένης, πῶς ἔχει Φίλιππος, ὅτι ἀθυμεῖ, πῶς τὰ ἔξωθεν, οἷον Θετταλοί, Ἰλλυριοί, τὰ χρήματα, «οἱ περὶ αὐτὸν ξένοι καὶ πεζέταιροι» καὶ τὰ ἑξῆς. | |
7(50) | τούτῳ δὲ ἀντέκειτο μὲν ἡ περὶ τῆς Ἀθηναίων δυνά‐ μεως ἐξέτασις, διότι δὲ παρῆκεν αὐτὴν ὁ ῥήτωρ, ὁ τὸν λόγον ἐξετάζων κατὰ θεωρίαν δείξει δηλαδή· ἀλλ’ ἥ γε διαίρεσις ἀπαιτεῖ, θαυμαστὸν δὲ οὐδέν, εἰ παρεῖται, ἐπεὶ καὶ τῶν ἄλλων κεφαλαίων τινὰ ἐκεῖ τε παραλέ‐ | |
55 | λειπται κατὰ φύσιν καὶ ἡμεῖς πολλάκις παρελίπομεν οὐκ ἐν πραγματικῇ μόνον ἀλλὰ καὶ πανταχοῦ. τὴν μὲν γὰρ ὁδὸν ἡ τέχνη δείκνυσι τῆς διαιρέσεως, τῇ δὲ φύ‐ σει τοῦ πράγματος τὴν τέχνην προσακτέον κατὰ τὸ ἐγχωροῦν· τὸ μὲν γὰρ τῆς εὑρέσεώς ἐστι, τὸ δὲ τῆς | |
60 | κρίσεως· ἄλλως τε οὐχ ὅσα δἂν εὕρωμεν, ἐροῦμεν, ἀλλ’ ὅσα δἂν κρίνωμεν εἶναι ῥητέα. Τὸ ἔνδοξον ὁμοίως τῷ συμφέροντι, οἷον ‘τίς δόξα ὑπάρχουσα ἡμῖν παραμενεῖ καὶ τίς οὐκ οὖσα περιέσται, | |
εἰ ποιοῖμεν ταῦτα, περὶ ὧν ἡ βουλή; καὶ τίνα ἀπωσό‐ | 78 | |
65 | μεθα ἀδοξίαν οὖσαν καὶ τίνα οὐ προσληψόμεθα μὴ οὖσαν, προσδοκωμένην δέ; καὶ πάλιν εἰ μὴ ποιοῖμεν, τίνα αἰσχύνην οὖσαν οὐκ ἀπωσόμεθα καὶ τίς οὐκ οὖσα καταλήψεται ἡμᾶς; καὶ τίς ὑπάρχουσά τε ἡμῖν δόξα διαφεύξεται καὶ μὴ ὑπάρχουσα προσγενομένη δ’ ἂν οὐ | |
70 | προσέσται;‘ Τὸ δὲ ἐκβησόμενον καθ’ ὑπόθεσιν λαμβάνεται ἐφ’ ἑκάτερα τῶν ἀποβαινόντων, οἷον ὅτι, ἐάν τε κρατήσω‐ μεν ἐάν τε μή, λυσιτελεῖ τὸ βοηθῆσαι, ἤδη δὲ καὶ τὸ ψηφίσασθαι μόνον· ὡς ἐν Φιλιππικοῖς οἷον «οὔτοι | |
75 | παντελῶς, οὐδ’ εἰ μὴ ποιήσετε, νὴ Δία, ὡς ἔγωγε κρί‐ νω, εὐκαταφρόνητον ἔσται, ἵν’ ἢ διὰ τὸν φόβον εἰδὼς εὐτρεπεῖς ὑμᾶς ἀπόσχηται ἢ παριδὼν ταῦτα ἀφύλακτος ληφθῇ», καὶ πάλιν ὅτι ‘χωρὶς ἡμῶν ἐάν τε ἡττηθῶσιν οἱ δεόμενοι ἡμῶν σύμμαχοι ἐάν τε κρατήσωσι, βλαβε‐ | |
80 | ροὶ ἐφ’ ἑκάτερα‘, ὡς ἐν τῷ Ὑπὲρ Μεγαλοπολιτῶν. | |
80 | ||
8(t) | Περὶ μεταλήψεως. | |
1 | Ἡ μετάληψις πάλιν ἣ μὲν ἔγγραφός ἐστιν, ἣ δὲ ἄγραφος. καὶ ἡ μὲν ἔγγραφος τελεία τέ ἐστι παραγρα‐ φὴ καὶ τὸ πρότερον ζήτημα περὶ μίαν εὑρίσκεται στά‐ | |
σιν τῶν νομικῶν, περὶ ὧν αὐτίκα λέξομεν, ὡς εἴρηται· | 79 | |
5 | ἔστι δὲ ὅτε ὁρικῶς τέμνεται τὸ πρότερον ζήτημα· τὸ δὲ μετὰ τὴν παραγραφὴν καθ’ ἑτέραν τινὰ διαιρεθή‐ σεται τῶν λογικῶν στάσεων. οἷον τὸν ἀντιλέγοντα νόμῳ εἴσω τῶν τριάκοντα τοῦ κυρωθῆναι ἡμερῶν ἀντιλέγειν, μετὰ ταῦτα δὲ μὴ ἐξέστω· πρεσβεύοντος | |
10 | τοῦ πένητος ὁ πλούσιος ἐχθρὸς ὢν εἰσήνεγκε νόμον τὸν εἴσω πέντε ταλάντων οὐσίαν κεκτημένον μὴ πολι‐ τεύεσθαι μηδὲ λέγειν, ἐπανῆκε μετὰ τὰς τριάκοντα ὁ πένης καὶ ἀντιλέγειν βούλεται τῷ νόμῳ. ἡ προτέρα ζήτησις κατὰ ῥητὸν καὶ διάνοιαν γίνεται, πότε καὶ τί‐ | |
15 | σιν εἴσω τῶν τριάκοντα ἡμερῶν προστάττει ἀντιλέγειν ὁ νόμος, καὶ ὅτι οὐ τοῖς πρεσβεύουσιν οὐδὲ τοῖς ἀποῦ‐ σι καὶ ὅσα ἄλλα τοιαῦτα· ἡ δευτέρα δὲ κατὰ τὴν πραγματικήν, εἰ νόμιμον τὸ εἰσενεχθὲν γράμμα, εἰ δί‐ καιον καὶ τὰ ἑξῆς. ἐμπέπτωκε δὲ ἐνταῦθα καὶ δεύτερόν | |
20 | τι ὡς παραγραφικόν, οἷον ‘οὐκ ἔχων τὰ πέντε τάλαν‐ τα οὐ δύνασαι λέγειν‘· δῆλον δέ, ὡς καὶ πρὸς τοῦτο ἀπαντήσεται τῇ φύσει τοῦ πράγματος· ἔτι γὰρ τῆς ζητήσεως οὔσης περὶ τοῦ εἰ χρὴ δοκιμασθῆναι αὐτόν, | |
οὐχ οἷόν τε ἤδη ὡς κυρίῳ χρῆσθαι. | 80 | |
25 | Ἡ δὲ ἄγραφος διαιρεῖται προβολῇ, παραγραφικῷ τῷ ἀπὸ τοῦ ῥητοῦ, μεταλήψει, συλλογισμῷ, ὅρῳ, ἀντιθέ‐ σει, ἑτέρᾳ μεταλήψει, ἀντιλήψει, θέσει, ποιότητι καὶ γνώμῃ. οἷον ἀριστεύσας τις ᾔτησε πολίτου φόνον καὶ ἔλαβεν, εὕρηται προαπεκτονὼς αὐτὸν καὶ φεύγει φό‐ | |
30 | νου. ἡ προβολὴ ‘ἀνδροφόνος εἶ‘. —Τὸ παραγραφικὸν ‘οὐ δώσω λόγον ὑπὲρ τοῦ παραδοθέντος μοι πρὸς ἀναί‐ ρεσιν ὑπὸ τοῦ δήμου‘. —Ἡ μετάληψις ‘οὐκ ἦν, ὅτε ἀν‐ ῃρεῖτο, [οὔπω] παραδεδομένοσ‘· τὸ γὰρ κατὰ τὸν χρόνον μεταλαμβάνει δηλαδή, καὶ τὸ μὲν πρᾶγμα συγχωρεῖ, | |
35 | τὸ δὲ περὶ τὸ πρᾶγμα κρίνει· ἐν ᾧ, ὅτι οὐδ’ ἂν ἔδω‐ κεν ὁ δῆμος, εἰ παρῆν καὶ ἀντέλεγεν. —Ὁ συλλο‐ γισμὸς ὅτι ‘οὐδὲν διαφέρει ἢ νῦν ἢ τότε‘· λέγομεν δὲ οὐχ ὡς διαιροῦντες, ἀλλ’ ὡς πρὸς ἔνδειξιν τῆς φύσεως τῶν κεφαλαίων, ἐπεὶ πολλὰ ἔστι τοῖς διαιροῦσιν ἐν‐ | |
40 | ταῦθα εἰπεῖν. —Ὁ ὅρος ὅτι ‘πάμπολυ διαφέρει‘. —Ἡ ἀντίθεσις ‘ὅπου καὶ ὁ δῆμος αὐτοῦ κατεψηφίσατο, ἄξιος ἦν‘. —Ἑτέρα μετάληψις ὅτι ‘ἐχρῆν αὐτὸ τοῦτο εἰ‐ πόντα σε, ὡς ἀπέκτεινας καὶ ὅτι ἄξιος ἦν ἀποσφαγῆ‐ ναι, [καὶ] αἰτεῖν ἄφεσιν‘. —Οἷς ἀκόλουθος ἡ ἀντί‐ | |
45 | ληψις ὅτι ‘ἐξῆν ὅπερ ἐβουλόμην αἰτεῖν, καὶ οὐχ ὑμᾶς | |
ὁριστὰς δεῖ μοι εἶναι τοῦ τρόπου, καθ’ ὃν ἐχρῆν αἰ‐ τεῖν‘. —Ἡ θέσις, εἰ δεῖ ταῦτα ἐπιτρέπειν ἢ οὐ δεῖ τοὺς ἀρίστους ἐπὶ τοῖς συκοφάνταις ποιεῖν‘. —Ἡ ποιότης καὶ ἡ γνώμη, ὡς ἐν τοῖς ἔμπροσθεν. | 81 | |
49 | ||
9(t) | Περὶ ῥητοῦ καὶ διανοίας. | |
1 | Ἡ κατὰ ῥητὸν καὶ διάνοιαν ζήτησις διαιρεῖται προ‐ βολῇ ῥητοῦ, τῇ διανοίᾳ, τῷ μὴ προσδιωρίσθαι, πάλιν διανοίᾳ τοῦ νομοθέτου, συλλογισμῷ, ὅρῳ, ἀντιθέσει, μεταλήψει, πρός τι, ὅρῳ βιαίῳ, θέσει, ἑτέρᾳ μεταλήψει, | |
5 | ἀντιλήψει, ποιότητι καὶ γνώμῃ. Ἡ προβολή ἐστιν αὐτὸ τὸ παρὰ τὸ ἔγγραφον γεγο‐ νός, οἷον ξένος εἰ ἀνέλθοι ἐπὶ τὸ τεῖχος, τεθνάτω, πολέμου ὄντος ἀνελθών τις ἠρίστευσε καὶ ὑπάγεται τῷ νόμῳ. ἡ τοίνυν προβολὴ ὅτι ‘ἀνῆλθεσ‘. —Ἡ διάνοια | |
10 | διττῶς ἐξετάζεται, τοῦ τε νομοθέτου καὶ τοῦ ὑπευθύ‐ νου· τοῦ μὲν νομοθέτου, οἷον πότε λέγει τοὺς ἀνελθόν‐ τας καὶ ἐπὶ τίνι καὶ διὰ τί, τοῦ δὲ ὑποκειμένου προσ‐ ώπου τῷ ῥητῷ, οἷον ‘οὐκ εἰ ἀνῆλθον δεῖ σκοπεῖν μόνον, ἀλλὰ καὶ μεθ’ ἧς γνώμης, καὶ ὅτι μὴ δυσνοίᾳ‘. | |
15 | —Τὸ μὴ προσδιωρίσθαι τοῦ χρωμένου τῷ ῥητῷ ἐστιν, οἷον ‘οὐδὲν τούτων προσδιώρισεν ὁ νομοθέτης, ἀλλ’ ἁπλῶς εἶπε τὸν ξένον μὴ ἀνιέναι‘. —Ἡ δὲ ἑτέρα διά‐ νοια κοινή ἐστιν ἀμφοῖν· ὁ μὲν γὰρ φεύγων πρὸς τὸ μὴ προσδιωρίσθαι ἀπαντῶν χρήσεται αὐτῇ, οἷον ‘οὐδὲν | 82 |
20 | ᾤετο δεῖν περὶ τῶν φανερῶν ὁ νομοθέτης διορίζειν κελεύων τοὺς ἐπ’ εὐνοίᾳ μὴ κεκωλῦσθαι‘· ὁ δ’ αὖ διώκων ἐρεῖ ὅτι ‘ἄτοπον ἡγήσατο ἁπλῶς ἐπιτρέπειν ἀνιέναι τοὺς ξένουσ‘. —Ὁ συλλογισμός, εἰ μηδὲν δια‐ φέρει τὸ προσδιωρίσθαι ἢ μὴ τῷ ἐγγράφῳ, ὃ καὶ ἄνευ | |
25 | ἐκείνου ἐστὶ φανερόν. —Ὁ ὅρος, ὅτι πλεῖστον δια‐ φέρει καὶ πάντῃ. —Ἡ ἀντίθεσις αὐτό ἐστι τὸ γεγο‐ νός, καὶ πλέον ἕξει γε ὁ φεύγων ἐν αὐτῇ. —Ἡ με‐ τάληψις, οἷον ὅτι ‘ἑτέρως ἔδει‘, καὶ ὡς ‘ἐξῆν σοι ποι‐ εῖν εὖ τὴν πόλιν, εἰ προῃροῦ, καὶ μὴ παρανομεῖν‘. — | |
30 | Τὸ πρός τι, ὡς ἐν ταῖς ἀντιθετικαῖς, πότερον μεῖζον τὸ εὐεργέτημα ἢ τὸ ἀδίκημα· καὶ ἔστι κοινὸν ἀμφοῖν. Καὶ τὰ λοιπὰ δὲ κεφάλαια οὕτως ὡς ἐν ταῖς ἀντιθε‐ τικαῖς ἐξετασθήσεται. | |
33 | ||
10(t) | Περὶ ἀντινομίας. | |
1 | Ἡ ἀντινομία ἔστι μὲν οἷον διπλοῦν τι ῥητὸν καὶ | |
διάνοια, ὡς κἀν τῇ μεθόδῳ, καθ’ ἣν ἐπέγνωμεν τὰς στάσεις, ὡρισάμην· καὶ τοῖς γε πλείστοις κεφαλαίοις κοινωνεῖ τῇ στάσει ταύτῃ διπλοῖς δηλαδὴ γινομένοις, | 83 | |
5 | ἔχει δέ τι καὶ ἴδιον, ὡς φανεῖται. Οὑτωσὶ δὲ διαιρήσεις· προβολῇ ῥητοῦ, διανοίᾳ, ἑτέ‐ ρᾳ προβολῇ ῥητοῦ καὶ πάλιν ἑτέρᾳ διανοίᾳ. —Τῶν δὲ ἐφεξῆς κεφαλαίων τινὰ ὡς ἐπὶ τὸ πλεῖστον ἐκλεί‐ πει διὰ τὸ ἰσάζειν, οἷον ἕπεται μὲν τούτοις ὥσπερ ἐν | |
10 | τῷ ῥητῷ καὶ τῇ διανοίᾳ τὸ μὴ προσδιωρίσθαι καὶ ἡ ἑτέρα διάνοια τοῦ νομοθέτου καὶ ὁ συλλογισμὸς καὶ ὁ πρὸς αὐτὸν ὅρος· ἰσάζειν δέ πως δοκεῖ ταῦτα ἐπ’ ἀμφοῖν τοῖν μεροῖν παραπλησίως λέγεσθαι δυνάμενα, καὶ χαλεπὸν αὐτοῖς χρῆσθαι δυνηθῆναι. —Τὰ μέν‐ | |
15 | τοι μετὰ ταῦτα κεφάλαια δῆλά ἐστιν, οἷον ἀντίθεσις, μετάληψις, πρός τι, ὁ βίαιος ὅρος, ἡ θέσις, ἑτέρα μετά‐ ληψις, ἀντίληψις, εἶτα ποιότης καὶ γνώμη. —Ἴδιον δὲ ἀντινομίας κεφάλαιον παρὰ τὴν ἐν τῷ ῥητῷ καὶ τῇ διανοίᾳ διαίρεσιν ἡ περὶ τοῦ πότερον περιέχει καὶ | |
20 | πότερον περιέχεται τῶν ῥητῶν ζήτησις, οἷον ποτέρου γενομένου μηδέτερον ἀναιρεθήσεται τῶν ῥητῶν· ὅπερ κεφάλαιον μετὰ τὸ πρός τι τεθήσεται. | |
Ἀπὸ δὲ τοῦ παραδείγματος ἔσται φανερὰ πάντα, οἷον ὁ ἀποκήρυκτος μὴ μετεχέτω τῶν πατρῴων καὶ ὁ | 84 | |
25 | ἐπιμείνας χειμαζομένῃ νηὶ δεσπότης ἔστω τῆς νεώς, ἀποκήρυκτος ἐπιμείνας πατρῴᾳ νηὶ χειμαζομένῃ κω‐ λύεται δεσπόζειν αὐτῆς. ἡ προβολὴ τοῦ ῥητοῦ ‘ἀποκη‐ ρύκτῳ ὄντι σοι οὐ μέτεστι τῶν πατρῴων‘. —Ἡ διά‐ νοια ‘τότε λέγει δήπουθεν, ὅταν ὡς κληρονομήσων, | |
30 | ὅταν ὡς διαδεξόμενός τι τῶν τοῦ πατρὸς κατὰ τοὺς περὶ τῶν παίδων νόμους ἀντιποιῆταί τις, οὐχ ὅταν ὡς ἀλλότριος καὶ μηδὲν προσήκων‘. —Εἶτα ἕπεται ἡ ἑτέρα προβολὴ τοῦ νόμου, οἷον ‘ἄλλως τε καὶ ὅταν νόμος τοῦτο σαφῶς διδῷ τὸ κύριον εἶναι τὸν ἐπιμεί‐ | |
35 | ναντα τῆς νεώσ‘. —Πρὸς ἣν ἡ ἑτέρα διάνοια ‘ἀλλὰ τηνικαῦτα δίδωσιν, ὅταν μὴ πατρῷον ᾖ τὸ κτῆμα, ὅταν ἀλλότριον, ὅταν μὴ ἀποκήρυκτός τις ᾖ, ὅταν μὴ νόμῳ εἰργόμενοσ‘. Εἶτά ἐστι τὸ μὴ προσδιωρίσθαι· ᾧ ὁπότερος ἂν χρή‐ | |
40 | σηται, καὶ τῷ ἑτέρῳ ἔστι χρήσασθαι, καὶ ἰσάζει. τάχα | |
δ’ ἄν τις αὐτὸ καὶ μεθοδεύσειε διαιρῶν· νῦν δὲ ἡμεῖς οὐ διαιροῦμεν, ἀλλὰ τὰ κεφάλαια δείκνυμεν, καὶ ἔστι φανερά. ἀκολούθως δὲ τούτῳ τῷ κεφαλαίῳ καὶ ὁ ὅρος καὶ ὁ συλλογισμὸς ἰσάζει. —Ἡ μέντοι ἑτέρα διάνοια, | 85 | |
45 | ἥ ἐστι γνώμη τοῦ νομοθέτου, διαφόρως ὑφ’ ἑκατέρου μέρους ἐξετάζεται ἐπ’ ἀμφοῖν τοῖν νόμοιν, οἷον ‘διὰ τί τὸν ἀποκήρυκτον εἴργει ὁ νομοθέτης τῶν πατρῴων;‘ ὁ μὲν διώκων ἐρεῖ ὅτι ‘νομίσας οὐκ ἄξιον εἶναι τὸν ἀπηχθημένον τῷ πατρὶ τῶν ἐκείνου τινὸς μετέχειν‘, ὁ | |
10(50) | δὲ φεύγων ‘οὐχί, ἀλλ’ ἵνα καὶ καθ’ ἑαυτοὺς πονοῦν‐ τες καὶ παραβαλλόμενοι τοῖς κινδύνοις κτᾶσθαι ἀναγκά‐ ζωνται καὶ τὴν βλακείαν, δι’ ἣν ἀπεκηρύχθησαν, καὶ τὴν τρυφὴν ἀποθῶνται· ὃ νῦν ἐγὼ πεποίηκα ἐπιμεί‐ νας τῇ νηί‘. πάλιν ‘διὰ τί δίδωσι τῷ ἐπιμείναντι τὴν | |
55 | ναῦν;‘ ‘ἵνα δὴ καρτεροῖεν τοῖς κινδύνοις οἱ ἐμπλέοντεσ‘ ἢ ὅ τι ἂν εὑρίσκωσιν ἀμφότεροι. Πολλάκις δὲ διεμαρ‐ τυράμην, ὡς οὐ διαιρῶν λέγω νῦν, ὅσον δὲ πρὸς ἔν‐ δειξιν τῶν κεφαλαίων ταῦτα ἐκτίθεμαι. Ἡ δὲ ἀντίθεσις διπλῆ παρ’ ἀμφοῖν, οἷον ‘ἀλλὰ ἀπο‐ | |
60 | κήρυκτος εἶ‘, καὶ καταδρομὴ ἐνταῦθα τοπική· ὃ δὲ ‘ἀλλ’ ἐπέμεινα τῇ νηί‘, καὶ ἔστιν οἷον ἀντιστατικόν τι ἐνταῦθα καὶ ἔκφρασις τῶν περὶ τὸν χειμῶνα. —Ἡ μετάληψις πάλιν διπλῆ· ὁ μὲν γὰρ ἀποκήρυκτος ἐρεῖ | |
ὅτι ‘οὐ δικαίως ἂν εἰργοίμην τῆς νεώς, εἰ καὶ τοιοῦτος | 86 | |
65 | εἴην· οὐ γὰρ νῦν καιρὸς ταῦτα κατηγορεῖν‘, ὃ δὲ ‘ἐφ’ ἑτέροις ἔδει ἀνδρίζεσθαι καὶ μὴ ἐπὶ τούτοισ‘. —Τὸ πρός τι, πότερον φυλάξαι βέλτιον τῶν νόμων, εἰ ἐγχω‐ ροίη λέγειν, ὅτι ὃ μὲν παλαιός, ὃ δὲ νέος, καὶ ὃ μὲν ὑπὸ Σόλωνος τεθείς, ἂν οὕτω τύχῃ, ὃ δὲ ὑπὸ τοῦδε, | |
70 | καὶ ὃ μὲν κοινός, ὃ δὲ ἴδιος, καὶ ὃ μὲν περὶ τὰ μέ‐ γιστα ἔχων, ὃ δὲ περὶ τὰ μικρά, καὶ ὅτι τούτου μὲν λυθέντος μεγάλα ἡ πόλις βλαβήσεται, θάτερος δ’ εἰ λυθείη, βραχέα ἢ οὐδέν. —Ἐπὶ τούτοις ἐστὶ καὶ τὸ ἴδιον μᾶλλον ἀντινομίας κεφάλαιον, πότερον τὸ περι‐ | |
75 | έχον καὶ πότερον τὸ περιεχόμενον, οἷον ποτέρου γενο‐ μένου οὐδέτερος ἀναιρεθήσεται τῶν νόμων. κἀνταῦθα μὲν χαλεπῶς φανεῖται ἡ φύσις τοῦ κεφαλαίου, ἐπὶ δὲ τοῦ ζητήματος τοῦδε σαφέστερον ἔσται· δύο τις κατὰ ταὐτὸν ἐβιάσατο κόρας, καὶ ἣ μὲν γάμον, ἣ δὲ θάνα‐ | |
80 | τον αἱρεῖται τοῦ βιασαμένου· ἡ γὰρ ἀξιοῦσα αὐτὸν τεθνάναι ἐρεῖ, ὅτι ἀμφοτέραις δώσει δίκην, εἰ τεθναίη, εἰ δὲ δὴ γήμῃ τὴν ἑτέραν, θάτερον μέρος ἄκυρον ἔσται τοῦ νόμου. —Ὁ βίαιος ὅρος ‘εἰ μηδὲ τοῦ πατρός | |
ἐστιν ἡ ναῦς, τοῦ δὲ κλύδωνοσ‘ ἢ ‘εἰ μηδὲ τοῦ πατρός, | 87 | |
85 | ἀλλ’ οὐδ’ ἑτέρου τινόσ‘. —Ἡ θέσις δὲ καὶ τὰ ἑξῆς, εἰ ἐμπίπτοι, ἐξετασθήσεται ὡς ἐν ταῖς ἀντιθετικαῖς. | |
86 | ||
11(t) | Περὶ συλλογισμοῦ. | |
1 | Ὁ συλλογισμὸς διαιρεῖται προβολῇ πράγματος, τῷ ῥητῷ, τῷ συλλογισμῷ, ὅρῳ, γνώμῃ νομοθέτου, πηλικό‐ τητι, εἶτα ὅρῳ βιαίῳ, τῷ πρός τι, ἀντιθέσει ἔστιν ὅτε, ἥτις εἰ ἐμπέσοι, εὑρεθήσεται καὶ μετάληψις, ᾗ ἕπεται | |
5 | πάντως ἡ ἀντίληψις, εἶτα ποιότητι καὶ γνώμῃ· καὶ ὅλως πλὴν τῆς ἐναλλαγῆς τῶν πρώτων κεφαλαίων ὁ συλλογισμὸς κατὰ τὸν ὅρον διαιρεῖται. Ἐπὶ δὲ τοῦ παραδείγματος ἔσται φανερώτερον, οἷον ὀνομαστὶ κωμῳδεῖν ὁ νόμος ἐκώλυσεν, αὐτοπροσώπους | |
10 | εἰσάγων τις τοὺς κωμῳδουμένους ὑπάγεται τῷ νόμῳ ὡς ὀνομαστὶ κωμῳδῶν. —Ἡ προβολὴ τοῦ πράγματος ‘παρὰ τὸν νόμον κωμῳδεῖς τοὺς πολίτασ‘. —Τὸ ῥητὸν ‘καὶ μὴν οὐκ ὠνόμασα οὐδένα· τοῦτο γάρ ἐστι τὸ κω‐ λυόμενον‘. —Ὁ συλλογισμός, εἰ μηδὲν διαφέρει τοῦ‐ | |
15 | το ἐκείνου. —Ὁ ὅρος, ὅτι πλεῖστον διαφέρει. —Ἡ γνώμη τοῦ νομοθέτου κοινή, τί βουλόμενος ἐκώλυσε τοῦτο ὁ νομοθέτης· ὁ μὲν διώκων ἐρεῖ ὅτι ‘ἀνελεῖν | |
βουλόμενος τὸ ἁπλῶς καὶ ἀνευθύνως διαβάλλειν ὁντινα‐ οῦν τῶν πολιτῶν, ἐφ’ ὅτῳ ἂν οὗτοι ἐθέλωσιν ἐγκλή‐ | 88 | |
20 | ματι‘, ὁ δ’ αὖ φεύγων ‘οὐ διὰ τοῦτο‘ ἐρεῖ, ‘ἀλλ’ ἐπι‐ στρέφεσθαι μὲν αὐτοὺς διὰ τῆς κωμῳδίας ἐβούλετο, οὔκουν ἀνεῖλε παντάπασι τὴν κωμῳδίαν· ὑπομνήματα δὲ τοῖς μετὰ ταῦτα γενησομένοις ἢ τοῖς τότε οὖσιν ἀνθρώποις λοιδορίαν περιέχοντα τῶν πολιτῶν τινος οὐκ | |
25 | ἐβούλετο εἶναι. μὴ ὄντων δὲ τῶν ὀνομάτων ἡ μὲν ἐπι‐ στροφὴ γίνεται διὰ τῶν προσώπων, ἡ δὲ εἰς τὸν μετὰ ταῦτα χρόνον μνήμη περιῄρηται καὶ ἡ πρὸς τοὺς ἄλλους ἀνθρώπους διαβολή‘. —Ἡ πηλικότης ὡς ἐν τῷ ὅρῳ, ὅτι μέγα τὸ γινόμενον. —Ὁ δὲ βίαιος ὅρος, εἰ καὶ | |
30 | ὀνομαστὶ κωμῳδεῖν τοῦτό ἐστι. —Τὸ πρός τι καὶ τὰ ἑξῆς πάντα καθάπερ καὶ ἐν τῷ ὅρῳ ἐξετασθήσεται. Πλείονα δὲ εἴδη ἔστι συλλογισμῶν, ἃ δὴ πάντα ὁμοί‐ ως διαιρήσεις· ὅμως μέντοι ἐκκείσθω αὐτῶν παρα‐ δείγματα. γίνονται γὰρ ἤτοι ἀπὸ τοῦ ἴσου ὡς ὁ προ‐ | |
35 | ειρημένος, ἢ ἀπὸ τοῦ μείζονος, οἷον ἐξῆν ἀποκτιννύ‐ ναι τοὺς κατιόντας φυγάδας, μαστίξας τινὰ κατιόντα τις φεύγει παρανόμου τιμωρίας· ‘ὁ γὰρ τὸ μεῖζον‘, φησί, ‘δοὺς καὶ τὸ ἔλαττον ἔδωκεν‘. ἢ ἀπὸ τοῦ ἐναν‐ τίου, οἷον τῷ ἀριστεῖ γέρας εἶναι, λιπόντα τινὰ τὴν | |
40 | τάξιν ἀπέκτεινεν ὁ στρατηγὸς καὶ φεύγει φόνου· οὐ | |
γὰρ ἁπλῶς τῷ ἀντεγκλήματι ἀλλὰ μετὰ τῶν προειρη‐ μένων χρήσεται. ἢ ἀπὸ τοῦ ἐλάττονος κατὰ τὸ ἐξ αὐ‐ τοῦ ἀποβαῖνον, οἷον ἔξεστι στίζειν τοὺς μοιχούς, στί‐ ζων τις ἀπέκτεινε καὶ φόνου φεύγει· ‘ὁ γὰρ τὸ πρό‐ | 89 | |
45 | τερον‘, φησί, ‘δοὺς καὶ τὸ ἐξ αὐτοῦ ἀποβαῖνον ἔδωκεν‘. | |
45 | ||
12(t) | Περὶ ἀμφιβολίας. | |
1 | Ἡ ἀμφιβολία διαιρεῖται προβολῇ ῥητοῦ, ἑτέρᾳ τοῦ αὐτοῦ ῥητοῦ προβολῇ κατὰ τὸ ἀμφίβολον, διανοίᾳ τοῦ νομοθέτου, τῷ περιέχοντι καὶ περιεχομένῳ, ἀντιθέσει, μεταλήψει, θέσει, ποιότητι καὶ γνώμῃ. —Εἰδέναι δὲ | |
5 | χρή, ὅτι, εἰ μὲν αὐτοτελὲς ζήτημα ἡ ἀμφιβολία εἴη, γλίσχρον αὐτὸ ἀνάγκη εἶναι καὶ κατὰ τὴν διαίρεσιν ὡσαύτως ὑπόψυχρον· μέρος δὲ εἰ γένοιτο ζητήματος, χρήσιμον τὸ περὶ τὴν διαίρεσιν αὐτῆς γίγνεται. ἐν δὲ τοῖς ἀπὸ χρησμῶν καὶ λογίων πλαττομένοις ζητήμασι | |
10 | πᾶσι τοῦθ’ ὅπερ ἐστὶν εὑρίσκεται. Πρὸς οὖν ἐπίσκεψιν τῶν κεφαλαίων ἔστω ζήτημα τόδε· ἑταίρα χρυσία εἰ φοροίη, δημοσια ἔστω, πεφώρα‐ ται φοροῦσά τις ἑταίρα χρυσία καὶ δημοσίαν τίς φησιν αὐτὴν εἶναι, ἣ δὲ οὐκ αὐτὴν εἶναι δημοσίαν φησί, τὰ | 90 |
15 | χρυσία δέ. ἡ προβολὴ τοῦ ῥητοῦ ‘δημοσίαν σε εἶναι κελεύει ὁ νόμοσ‘. —Ἡ ἑτέρα προβολὴ κατὰ τὸ ἀμφίβολον ‘οὐκ ἐμὲ ἀλλὰ τὰ χρυσία‘. —Ἡ γνώμη τοῦ νομοθέ‐ του ὑπ’ ἀμφοῖν πρὸς τὸ λυσιτελοῦν ἐξετάζεται, οἷον ‘τιμωρίας ἄξιον τοῦτο ὑπέλαβεν ὁ νομοθέτησ‘, καὶ ὃ | |
20 | μὲν ἐρεῖ ὅτι ‘τῆς μεγίστησ‘, ἣ δὲ ὅτι ‘τιμωρίας μὲν ἀλλὰ μετρίας, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ἀδικημάτων κατὰ λόγον τὰς τιμωρίας ἔταξε‘. —Τὸ περιέχον καὶ περιεχόμενον, ὅτι τῆς μὲν ἑταίρας δημοσίας γενομένης καὶ τὰ χρυσία ἔσται δημόσια, τῶν δὲ χρυσίων μόνων | |
25 | γενομένων δημοσίων ἡ ἑταίρα ἀφεῖται. —Ἡ ἀντίθεσις εὐθὺς ἕπεται· ἔστι γὰρ οἷον ἀντεγκληματική, κατὰ ἑταί‐ ρας λόγον περαίνοντος τοπικῶς τοῦ κατηγόρου. —Ἧι πάλιν ἕπεται ἡ μετάληψις, οἷον ‘εἰ καὶ ἑταίρα, ἀλλ’ ἰδίαν ἔχουσά γε τῆς προαιρέσεως ταύτης ἐπιτιμίαν τὸ | 91 |
30 | μὴ ὁμοίαν εἶναι ταῖς ἐλευθέραις μηδὲ τῶν αὐτῶν ἀξι‐ οῦσθαι‘, καὶ ἅμα ἐλεεινολογήσεται δηλαδὴ πενίαν προ‐ βαλλόμενος ἤ τι τοιοῦτον ὁ λέγων ὑπὲρ αὐτῆς. —Ἡ ποιότης καὶ ἡ γνώμη ὡς ἐν τοῖς ἔμπροσθεν. συμβέβηκε δὲ ἐν τούτῳ τῷ ζητήματι καὶ πλείονά γε τὴν ἐξέτασιν | |
35 | τῆς γνώμης εἶναι, εἰ καταφρονήσασα ἢ ἄλλως ἀγνοή‐ | |
σασα τὸν νόμον ἐφόρεσε τὰ χρυσία. | 92 |