TLG 0592 001 :: HERMOGENES :: Progymnasmata [Dub.] HERMOGENES Rhet. Progymnasmata [Dub.] Citation: Section — (line) | ||
1(t) | Περὶ μύθου. | |
1 | Τὸν μῦθον πρῶτον ἀξιοῦσι προσάγειν τοῖς νέοις, διότι τὰς ψυχὰς αὐτῶν πρὸς τὸ βέλτιον ῥυθμίζειν δύναται· ἔτι οὖν αὐτοὺς ἁπαλοὺς ὄντας ἀξιοῦσι πλάττειν. Φαίνονται δὲ τούτῳ χρησάμενοι καὶ οἱ ἀρχαῖοι, Ἡσίο‐ | |
---|---|---|
5 | δος μὲν τὸν τῆς ἀηδόνος εἰπών, Ἀρχίλοχος δὲ τὸν τῆς ἀλώπεκος. Ὀνομάζονται δὲ ἀπὸ τῶν εὑρόντων οἳ μὲν Κύπριοι, | |
οἳ δὲ Λιβυκοί, οἳ δὲ Συβαριτικοί· πάντες δὲ κοινῶς Αἰσώπειοι λέγονται, διότι τοῖς μύθοις Αἴσωπος ἐχρῆτο | 1 | |
10 | πρὸς τὰς συνουσίας. Ὑπογραφὴν δέ τινα τοιαύτην ἀποδιδόασιν αὐτοῦ· ψευδῆ μὲν αὐτὸν ἀξιοῦσιν εἶναι, πάντως δὲ χρήσιμον πρός τι τῶν ἐν τῷ βίῳ· ἔτι δὲ καὶ πιθανὸν εἶναι βού‐ λονται. πῶς δ’ ἂν γένοιτο πιθανός; ἂν τὰ προσήκοντα | |
15 | πράγματα τοῖς προσώποις ἀποδιδῶμεν. οἷον περὶ κάλ‐ λους τις ἀγωνίζεται· ταὼς οὗτος ὑποκείσθω. δεῖ τινι σοφόν τι περιτεθῆναι· ἀλώπηξ ἐνταῦθα. μιμούμενοι τὰ τῶν ἀνθρώπων πράγματα· ἐνταῦθα οἱ πίθηκοι. Χρὴ δὲ αὐτοὺς ποτὲ μὲν ἐκτείνειν, ποτὲ δὲ συστέλ‐ | |
20 | λειν. πῶς δ’ ἂν τοῦτο γένοιτο; εἰ νῦν μὲν αὐτὸν ψιλὸν λέγοιμεν κατὰ ἀφήγησιν, νῦν δὲ λόγους πλάττοιμεν τῶν δεδομένων προσώπων· οἷον, ἵνα σοι καὶ ἐπὶ παρα‐ | |
δείγματος γένηται φανερόν, ‘οἱ πίθηκοι συνελθόντες ἐβουλεύοντο περὶ τοῦ χρῆναι πόλιν οἰκίζειν· καὶ ἐπειδὴ | 2 | |
25 | ἔδοξεν αὐτοῖς, ἤμελλον ἅπτεσθαι τοῦ ἔργου. γέρων οὖν πίθηκος ἐπέσχεν αὐτοὺς εἰπών, ὅτι ῥᾷον ἁλώσον‐ ται περιβόλων ἐντὸς ἀποληφθέντεσ‘. οὕτως ἂν συντέ‐ μοις. εἰ δὲ ἐκτείνειν βούλοιο, ταύτῃ πρόαγε· ‘οἱ πίθη‐ κοι συνελθόντες ἐβουλεύοντο περὶ πόλεως οἰκισμοῦ. καὶ | |
30 | δή τις παρελθὼν ἐδημηγόρησεν, ὅτι χρὴ καὶ αὐτοὺς πόλιν ἔχειν· ὁρᾶτε γάρ, φησίν, ὡς εὐδαίμονες διὰ τοῦτο οἱ ἄνθρωποι· καὶ οἶκον ἔχει ἕκαστος αὐτῶν καὶ εἰς ἐκκλησίαν οἱ σύμπαντες καὶ εἰς θέατρον ἀναβαίνοντες τέρπουσι τὰς ψυχὰς αὐτῶν θεάμασί τε καὶ ἀκούσμασι | |
35 | παντοδαποῖσ‘, καὶ οὕτω πρόαγε διατρίβων καὶ λέγων, ὅτι καὶ τὸ ψήφισμα ἐγέγραπτο, καὶ λόγον πλάττε καὶ παρὰ τοῦ γέροντος πιθήκου. Καὶ ταῦτα μὲν ταύτῃ. Τὴν δὲ ἀπαγγελίαν βούλονται περιόδων ἀλλοτρίαν | |
εἶναι γλυκύτητος ἐγγύς. | 3 | |
40 | Ὁ δὲ λόγος ὁ τὴν ὠφέλειαν δεικνὺς τὴν ἀπὸ τοῦ μύθου ποτὲ μὲν προταχθήσεται, ποτὲ δὲ ὑποταχθήσεται. Φαίνονται δὲ καὶ οἱ ῥήτορες αὐτῷ χρησάμενοι ἀντὶ παραδείγματος. | |
43 | ||
2(t) | Περὶ διηγήματος. | |
1 | Τὸ διήγημα βούλονται εἶναι ἔκθεσιν πράγματος γε‐ γονότος ἢ ὡς γεγονότος. ἔνιοι μέντοι τὴν χρείαν ἔταξαν πρὸ τούτου. Διαφέρει δὲ διήγημα διηγήσεως, ὡς ποίημα ποιή‐ | |
5 | σεως· ποίημα μὲν γὰρ καὶ διήγημα περὶ πρᾶγμα ἕν, ποίησις δὲ καὶ διήγησις περὶ πλείονα, οἷον ποίησις ἡ Ἰλιὰς καὶ ποίησις ἡ Ὀδύσσεια, ποιήματα δὲ ἀσπιδο‐ ποιία, νεκυομαντεία, μνηστηροφονία. καὶ πάλιν δι‐ ήγησις μὲν ἡ ἱστορία Ἡροδότου, ἡ συγγραφὴ Θουκυ‐ | |
10 | δίδου, διήγημα δὲ τὸ κατὰ Ἀρίονα, τὸ κατὰ Ἀλκμαίωνα. Εἴδη δὲ διηγήματος βούλονται εἶναι τέτταρα· τὸ μὲν γὰρ εἶναι μυθικόν, τὸ δὲ πλασματικόν, ὃ καὶ δραμα‐ τικὸν καλοῦσιν, οἷα τὰ τῶν τραγικῶν, τὸ δὲ ἱστορικόν, τὸ δὲ πολιτικὸν ἢ ἰδιωτικόν. ἀλλὰ νῦν ἡμῖν περὶ τοῦ | |
15 | τελευταίου ὁ λόγος. | |
Σχήματα δὲ διηγημάτων ἔστιν εʹ· ὀρθὸν ἀποφαντι‐ κόν, ἀποφαντικὸν ἐγκεκλιμένον, ἐλεγκτικόν, ἀσύνδε‐ τον, συγκριτικόν. ὀρθὸν μὲν οὖν ἀποφαντικόν, οἷον ‘Μήδεια ἦν Αἰήτου θυγάτηρ· αὕτη προὔδωκε τὸ χρυ‐ | 4 | |
20 | σόμαλλον δέρασ‘· ὀρθὸν δὲ καλεῖται, διότι παρ’ ὅλον τὸν λόγον ἢ τὸν πλείω τηρεῖ τὴν πτῶσιν τὴν ὀνο‐ μαστικήν. ἀποφαντικὸν δὲ ἐγκεκλιμένον, οἷον ‘Μήδειαν τὴν Αἰήτου θυγατέρα λόγος ἐρασθεῖσαν Ἰάσονοσ‘ καὶ τὰ ἑξῆς· ἐγκεκλιμένον δὲ λέγεται, διότι καὶ τὰς ἄλλας | |
25 | πτώσεις προσίεται. ἐλεγκτικὸν δέ ἐστι σχῆμα τόδε, οἷον ‘τί γὰρ οὐκ ἔδρασε Μήδεια δεινόν; οὐκ ἠράσθη μὲν Ἰάσονος, προὔδωκε δὲ τὸ χρυσόμαλλον δέρας, ἀπέκτεινε δὲ τὸν ἀδελφὸν Ἄψυρτον;‘ καὶ τὰ ἑξῆς. ἀσύνδετον δὲ γίνεται ὧδε, οἷον ‘Μήδεια ἡ Αἰήτου θυγάτηρ Ἰάσονος | |
30 | ἠράσθη, προὔδωκε τὸ χρυσόμαλλον δέρας, τὸν ἀδελ‐ φὸν Ἄψυρτον ἐφόνευσε‘ καὶ τὰ ἑξῆς. συγκριτικὸν δέ ἐστι τὸ τοιοῦτο ‘Μήδεια ἡ Αἰήτου θυγάτηρ ἀντὶ μὲν τοῦ σωφρονεῖν ἠράσθη, ἀντὶ δὲ τοῦ φυλάττειν τὸ χρυ‐ σόμαλλον δέρας προὔδωκεν, ἀντὶ δὲ τοῦ σῴζειν τὸν | |
35 | ἀδελφὸν Ἄψυρτον ἐφόνευσεν‘. —Τὸ μὲν οὖν ὀρθὸν | |
ἱστορίαις πρέπει, σαφέστερον γάρ· τὸ δὲ ἐγκεκλιμένον μᾶλλον ἀγῶσι. τὸ δὲ ἐλεγκτικὸν ἁρμόττει τοῖς ἐλέγχοις, τὸ δὲ ἀσύνδετον τοῖς ἐπιλόγοις· παθητικὸν γάρ. | 5 | |
38 | ||
3(t) | Περὶ χρείας. | |
1 | Χρεία ἐστὶν ἀπομνημόνευμα λόγου τινὸς ἢ πράξεως ἢ συναμφοτέρου σύντομον ἔχον δήλωσιν, ὡς ἐπὶ τὸ πλεῖστον χρησίμου τινὸς ἕνεκα. Τῶν δὲ χρειῶν αἳ μέν εἰσι λογικαί, αἳ δὲ πρακτικαί, | |
5 | αἳ δὲ μικταί· λογικαὶ μέν, αἷς λόγος ἔνεστι μόνον, οἷον ‘Πλάτων ἔφησε τὰς Μούσας ἐν ταῖς ψυχαῖς τῶν εὐ‐ φυῶν οἰκεῖν‘· πρακτικαὶ δέ, ἐν αἷς πρᾶξις μόνον, οἷον ‘Διογένης ἰδὼν μειράκιον ἀτακτοῦν τὸν παιδαγωγὸν ἐτύπτησε‘. μικταὶ δὲ αἱ μῖξιν ἔχουσαι λόγου καὶ πρά‐ | |
10 | ξεως, οἷον ‘Διογένης ἰδὼν μειράκιον ἀτακτοῦν τὸν παιδ‐ αγωγὸν ἐτύπτησε λέγων· τί γὰρ τοιαῦτα ἐπαίδευες;‘ Διαφέρει δὲ χρεία ἀπομνημονεύματος μάλιστα τῷ μέτρῳ· τὰ μὲν γὰρ ἀπομνημονεύματα καὶ διὰ μακρο‐ τέρων ἂν γένοιτο, τὴν δὲ χρείαν σύντομον εἶναι δεῖ. | |
15 | γνώμης δὲ διαφέρει τῷ τὴν μὲν ἐν ἀποφάνσει ψιλῇ λέγεσθαι, τὴν δὲ χρείαν πολλάκις 〈καὶ〉 κατὰ ἐρώτησιν καὶ κατὰ ἀπόκρισιν· καὶ πάλιν τῷ τὴν μὲν χρείαν καὶ ἐν πράξεσιν εἶναι, τὴν δὲ γνώμην ἐν λόγοις μόνον· καὶ πάλιν τῷ τὴν μὲν χρείαν τὸ πεποιηκὸς πρόσωπον | 6 |
20 | ἔχειν ἢ εἰρηκός, τὴν δὲ γνώμην ἄνευ προσώπου λέ‐ γεσθαι. Λέγεται δὲ περὶ διαφορᾶς χρειῶν πλεῖστα παρὰ τοῖς παλαιοῖς, ὅτι αἳ μὲν αὐτῶν εἰσιν ἀποφαντικαί, αἳ δὲ ἐρωτηματικαί, αἳ δὲ πυσματικαί. | |
25 | Ἀλλὰ νῦν ἐπὶ τὸ συνέχον χωρῶμεν, τοῦτο δέ ἐστιν ἡ ἐργασία. ἐργασία τοίνυν οὕτως ἔστω. πρῶτον ἐγκώ‐ μιον διὰ βραχέων τοῦ εἰπόντος ἢ πράξαντος, εἶτα αὐ‐ τῆς τῆς χρείας παράφρασις, εἶτα ἡ αἰτία, οἷον ‘Ἰσο‐ κράτης ἔφησε τῆς παιδείας τὴν μὲν ῥίζαν εἶναι πικρὰν | |
30 | τὸν δὲ καρπὸν γλυκύν‘. ἔπαινος ‘Ἰσοκράτης σοφὸς ἦν‘, καὶ πλατυνεῖς ἠρέμα τὸ χωρίον. εἶθ’ ἡ χρεία ‘εἶπε τόδε‘, καὶ οὐ θήσεις αὐτὴν ψιλὴν ἀλλὰ πλατύνων τὴν ἑρμηνείαν. εἶτα ἡ αἰτία ‘τὰ γὰρ μέγιστα τῶν πραγμά‐ των ἐκ πόνων φιλεῖ κατορθοῦσθαι, κατορθωθέντα δὲ | |
35 | τὴν ἡδονὴν φέρει‘. εἶτα κατὰ τὸ ἐναντίον ‘τὰ μὲν γὰρ | |
τυχόντα τῶν πραγμάτων οὐ δεῖται πόνων καὶ τὸ τέλος ἀηδέστατον ἔχει, τὰ σπουδαῖα δὲ τοὐναντίον‘. εἶτα ἐκ παραβολῆς ‘ὥσπερ γὰρ τοὺς γεωργοὺς δεῖ πονήσαντας περὶ τὴν γῆν κομίζεσθαι τοὺς καρπούς, οὕτω καὶ περὶ | 7 | |
40 | τοὺς λόγουσ‘. εἶτα ἐκ παραδείγματος ‘Δημοσθένης καθείρξας ἑαυτὸν ἐν οἰκήματι καὶ πολλὰ μοχθήσας ὕστερον ἐκομίζετο τοὺς καρπούς, στεφάνους καὶ ἀναρ‐ ρήσεισ‘. ἔστι δὲ καὶ ἐκ κρίσεως ἐπιχειρῆσαι, οἷον ‘Ἡσίοδος μὲν γὰρ ἔφη | |
45 | τῆς δ’ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν, ἄλλος δὲ ποιητής φησι τῶν πόνων πωλοῦσιν ἡμῖν πάντα τἀγάθ’ οἱ θεοί.‘ ἐν δὲ τῷ τέλει παράκλησιν προσθήσεις, ὅτι χρὴ πεί‐ θεσθαι τῷ εἰρηκότι ἢ πεποιηκότι. —Τοσαῦτα πρὸς τὸ | |
3(50) | παρόν· τὴν δὲ τελεωτέραν διδασκαλίαν ὕστερον εἴσῃ. | |
3(50) | ||
4(t) | Περὶ γνώμης. | |
1 | Γνώμη ἐστὶ λόγος κεφαλαιώδης ἐν ἀποφάνσει καθο‐ λικῇ ἀποτρέπων τι ἢ προτρέπων ἐπί τι ἢ ὁποῖον ἕκα‐ στόν ἐστι δηλῶν· ἀποτρέπων μὲν ὡς ἐν ἐκείνῳ «οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα», | |
5 | προτρέπων δὲ ὡς ἐν ἐκείνῳ «χρὴ πενίην φεύγοντα καὶ ἐς μεγακήτεα πόντον ῥιπτεῖν καὶ πετρῶν, Κύρνε, κατ’ ἠλιβάτων»· | |
ἢ τούτων μὲν οὐδέτερον ποιεῖ, ἀποφαίνεται δὲ περὶ τῆς τοῦ πράγματος φύσεως, οἷον «τὸ γὰρ εὖ πράττειν | 8 | |
10 | παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοή‐ τοις γίνεται». Ἔτι δὲ τῶν γνωμῶν αἳ μέν εἰσιν ἀληθεῖς, αἳ δὲ πιθαναί, αἳ δὲ ἁπλαῖ, αἳ δὲ συνεζευγμέναι, αἳ δὲ ὑπερ‐ βολικαί· ἀληθεῖς μὲν οἷον | |
15 | «οὐκ ἔστιν εὑρεῖν βίον ἄλυπον οὐδενί», πιθαναὶ δὲ οἷον «ὅστις δ’ ὁμιλῶν ἥδεται κακοῖς ἀνήρ, οὐπώποτ’ ἠρώτησα, γινώσκων ὅτι τοιοῦτός ἐστιν, οἷσπερ ἥδεται ξυνών», | |
20 | ἁπλαῖ δὲ οἷον «δύναται τὸ πλουτεῖν καὶ φιλανθρώπους ποιεῖν», συνεζευγμέναι δὲ οἷον «οὐκ ἀγαθὸν πολυκοιρανίη, εἷς κοίρανος ἔστω», ὑπερβολικαὶ δὲ οἷον | |
25 | «οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο». Ἡ δὲ ἐργασία παραπλησία τῆς χρείας, πρόεισι γὰρ | |
τοῖσδε· ἐγκωμίῳ τοῦ εἰρηκότος βραχεῖ, καθάπερ ἐν χρείᾳ, κατὰ τὸ ἁπλοῦν, κατὰ τὴν αἰτίαν, κατὰ τὸ ἐναν‐ τίον, κατὰ τὸ ἐνθύμημα, κατὰ παραβολήν, κατὰ παρά‐ | 9 | |
30 | δειγμα, κατὰ κρίσιν. ἔστω δὲ ἡ γνώμη ὡς ἐν παρα‐ δείγματι «οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα». οὐκοῦν ἐπαινέσεις διὰ βραχέων τὸν εἰρηκότα. εἶτα κατὰ τὸ ἁπλοῦν, τοῦτο δ’ ἔστι τὸ παραφράσαι τὴν γνώμην, | |
35 | οἷον ‘δι’ ὅλης νυκτὸς οὐ προσήκει ἄνδρα ἐν βουλαῖς ἐξε‐ ταζόμενον καθεύδειν‘. κατὰ τὴν αἰτίαν ‘δεῖ μὲν γὰρ ἀεὶ διὰ φροντίδος εἶναι τὸν ἡγούμενον, ὕπνος δὲ βου‐ λὴν ἀφαιρεῖται‘. κατὰ τὸ ἐναντίον· ἐναντίον δ’ ἔστι βασιλεῖ μὲν ἰδιώτης, τῷ δὲ ἐγρηγορέναι τὸ καθεύδειν· | |
40 | πῶς ἂν οὖν λαμβάνοιτο; ‘εἰ τὸν ἰδιώτην οὐδὲν δεινὸν δι’ ὅλης νυκτὸς καθεύδειν, εὔδηλον, ὡς τὸν βασιλέα προσῆκον ἀγρυπνοῦντα φροντίζειν.‘ κατὰ παραβολὴν ‘ὥσπερ γὰρ οἱ κυβερνῆται ἐγρηγορότες ὑπὲρ τῆς κοι‐ νῆς διατελοῦσι σωτηρίας, οὕτω προσήκει καὶ τοὺς ἡγε‐ | |
45 | μόνασ‘. κατὰ παράδειγμα ‘καὶ γὰρ Ἕκτωρ νυκτὸς οὐ καθεύδων ἀλλὰ φροντίζων κατάσκοπον ἐπὶ τὰς ναῦς ἔπεμπε Δόλωνα‘. ὕστατος δέ ἐστι τόπος ὁ κατὰ κρίσιν. | |
τὸ δὲ τέλος παράκλησιν ἐχέτω. | 10 | |
5(t) | Περὶ ἀνασκευῆς καὶ κατασκευῆς. | |
1 | Ἀνασκευή ἐστιν ἀνατροπὴ τοῦ προτεθέντος πράγμα‐ τος, κατασκευὴ δὲ τοὐναντίον βεβαίωσις. Τὰ δὲ πάνυ ψευδῆ οὔτε ἀνασκευαστέον οὔτε κατα‐ σκευαστέον, ὥσπερ τοὺς μύθους, ἀλλὰ δεῖ δήπου τὰς | |
5 | ἀνασκευὰς καὶ τὰς κατασκευὰς τῶν ἐφ’ ἑκάτερα τὴν ἐπιχείρησιν δεχομένων ποιεῖσθαι. Ἀνασκευάσεις δὲ ἐκ τοῦ ἀσαφοῦς, ἐκ τοῦ ἀπιθάνου, ἐκ τοῦ ἀδυνάτου, ἐκ τοῦ ἀνακολούθου τοῦ καὶ ἐναντίου καλουμένου, ἐκ τοῦ ἀπρεποῦς, ἐκ τοῦ ἀσυμφόρου. ἐκ | |
10 | τοῦ ἀσαφοῦς οἷον ‘ἀσαφὴς ἦν ὁ περὶ Νάρκισσον χρό‐ νοσ‘. ἐκ τοῦ ἀπιθάνου ‘ἀπίθανον ἦν τὸν Ἀρίονα ἐν κακοῖς ὄντα βουληθῆναι ᾆσαι‘. ἐκ τοῦ ἀδυνάτου ‘ἀδύ‐ νατον ἦν τὸν Ἀρίονα ἐπὶ δελφῖνος σωθῆναι‘. ἐκ τοῦ ἀνακολούθου τοῦ καὶ ἐναντίου καλουμένου ‘ἐναντίον | |
15 | ἦν τῷ σῶσαι τὴν δημοκρατίαν τὸ καταλῦσαι ἂν αὐτὴν ἐθελῆσαι‘. ἐκ τοῦ ἀπρεποῦς ‘ἀπρεπὲς ἦν τὸν Ἀπόλλωνα θεὸν ὄντα θνητῇ μίγνυσθαι‘. ἐκ τοῦ ἀσυμφόρου, ὅταν λέγωμεν, ὅτι οὐδὲ συμφέρει ταῦτα ἀκούειν. —Κατα‐ σκευάσεις δὲ ἐκ τῶν ἐναντίων. | |
19 | ||
6(t) | Περὶ κοινοῦ τόπου. | |
1 | Ὁ τόπος ὁ κοινὸς προσαγορευόμενος αὔξησιν ἔχει | |
τοῦ ὁμολογουμένου πράγματος ὡς τῶν ἀποδείξεων ἤδη γεγενημένων· οὐ γὰρ ἔτι ζητοῦμεν, εἰ οὗτος ἱερόσυλος, εἰ οὗτος ἀριστεύς, ἀλλ’ ὡς ἀποδεδειγμένου τὴν αὔξησιν | 11 | |
5 | ποιούμεθα. Λέγεται δὲ κοινὸς τόπος, διότι ἁρμόττει κατὰ παν‐ τὸς μὲν ἱεροσύλου, ὑπὲρ παντὸς δὲ ἀριστέως. Χρὴ δὲ οὕτως προάγειν· πρῶτα κατὰ τὴν ἐξέτασιν τοῦ ἐναντίου, εἶτα αὐτὸ τὸ πρᾶγμα, εἶτα ἡ σύγκρισις, | |
10 | εἶτα ἡ γνώμη, εἶτα στοχαστικῶς τὸν παρελθόντα βίον ἀπὸ τοῦ παρόντος διαβαλεῖς, εἶτα ἐκβαλεῖς τὸν ἔλεον τοῖς τελικοῖς κεφαλαίοις καλουμένοις καὶ ὑποτυπώσει τοῦ πράγματος· προοίμια γὰρ οὐκ ἔσται καθαρῶς ἐν τόπῳ, ἀλλὰ μέχρι τούτου σωθήσεται, οἷον, ἵν’ ἐπὶ πα‐ | |
15 | ραδείγματος γένηταί σοι φανερόν, ἔστω τόπος κατὰ ἱε‐ ροσύλου· οὐκοῦν τὰ προοίμια οὐ τῇ ἐννοίᾳ ἀλλὰ τῷ τύπῳ τοιάδε· ‘πάντας μὲν προσήκει μισεῖν, ὦ ἄνδρες δικασταί, τοὺς κακούργους, μάλιστα δὲ ὅσοι περὶ τοὺς θεοὺς τολμῶσι‘, δεύτερον ‘εἰ μὲν οὖν βούλεσθε τοὺς | |
20 | ἄλλους πονηροὺς ποιεῖν, ἐατέον καὶ τοῦτον· εἰ δὲ μή, κολαστέον‘, τρίτον ‘τῷ μὲν οὖν δοκεῖν ὁ κρινόμενος κινδυνεύει μόνος, τῇ δὲ ἀληθείᾳ καὶ ὑμεῖς οἱ δικάζον‐ | |
τες· τὸ γὰρ περὶ τοὺς ὅρκους πλημμελῆσαι οὐκ οἶδα εἰ φαυλοτέραν δίκην ἔχει τῆς παρανομίασ‘. εἶτα πρὶν | 12 | |
25 | ἐλθεῖν ἐπ’ αὐτὸ τὸ πρᾶγμα, περὶ τοῦ ἐναντίου διαλε‐ κτέον, ὅτι ‘οἱ νόμοι τῆς τῶν θεῶν θεραπείας προὐνοή‐ σαντο, βωμοὺς ἔστησαν, ἀναθήμασιν ἐκόσμησαν, θυ‐ σίαις ἐτίμησαν, πανηγύρεσι, προσόδοισ‘. εἶτα ἡ ἐπί‐ κρισις κατὰ τὴν ἐξέτασιν τῆς αἰτίας ‘εἰκότως· τὸ μὲν | |
30 | γὰρ τούτων εὐμενὲς διασῴζει τὰς πόλεις, εἰ δ’ ἑτέρως ἔχοιεν, ἀνάγκη ταύτας διαφθείρεσθαι‘. καὶ πρόβαινε ἐπὶ τὸ προκείμενον ‘τούτων οὕτως ἐχόντων οὗτος τί ἐτόλμησε;‘ καὶ λέγε τὸ πεπραγμένον οὐχ ὡς διδάσκων ἀλλ’ ὡς δεινοποιῶν, καὶ ὅτι ‘ὅλῃ τῇ πόλει ἐλυμήνατο, | |
35 | καὶ τοῖς κοινοῖς καὶ τοῖς ἰδίοις· καὶ δέος μέν, μὴ ἐπι‐ λίπωσιν οἱ καρποί, δέος δέ, μὴ τῶν πολεμίων ἡττη‐ θῶμεν‘ καὶ ὅσα τοιαῦτα. ἑξῆς ἐπὶ τὰς συγκρίσεις πρό‐ ιθι ὅτι ‘τῶν ἀνδροφόνων χαλεπώτερος, τὸ δὲ διάφορον ἐκ τῶν πεπονθότων· οἳ μὲν εἰς ἀνθρώπους ἐτόλμησαν, | |
40 | ὃ δὲ εἰς θεοὺς παρῴνησε. τοῖς τυράννοις οὗτος παρα‐ πλήσιος, κἀκείνοις οὐ πᾶσιν, ἀλλὰ τοῖς χαλεπωτάτοις· ἐκείνων γὰρ τοῦτ’ εἶναι δοκεῖ τὸ δεινότατον, ὅτι τῶν ἀναθημάτων ἅπτονται‘. τὰς δὲ πρὸς τὸ ἔλαττον συγ‐ κρίσεις κατ’ ἐπιτίμησιν εἰσάξεις, ἐπειδήπερ εἰσὶ καθαι‐ | |
45 | ρετικαί· ‘οὐ δεινὸν τὸν μὲν κλέπτην διδόναι δίκην, τὸν δὲ ἱερόσυλον μή;‘ ἔξεστι δέ σοι καὶ τὸν ἄλλον βίον ἐκ τοῦ παρόντος διαβαλεῖν, ὡς ‘ἀπὸ μικρῶν ἀρξά‐ | |
μενος ἐπὶ τοῦτο προὔβη τελευταῖον· ὥσθ’ ὁμοῦ καὶ κλέπτην ἔχετε καὶ τοιχωρύχον καὶ μοιχόν‘. ἐξετάσεις | 13 | |
6(50) | δὲ καὶ τὴν γνώμην, ἀφ’ ἧς ἦλθεν ἐπὶ τοῦτο, ὅτι ‘μὴ βουλόμενος γεωργεῖν ἀπὸ τοιούτων πλουτεῖν ἐθέλει‘. εἰ δὲ λέγοις κατὰ ἀνδροφόνου, καὶ τὰ παρακολουθοῦντα ‘γυνὴ ἐν χηρείᾳ, παῖδες ὀρφανοί‘. χρῶ δὲ καὶ τῇ ἐκ‐ βολῇ τοῦ ἐλέου· ἐκβαλεῖς δὲ τὸν ἔλεον τοῖς τελικοῖς | |
55 | καλουμένοις κεφαλαίοις, τῷ νομίμῳ, τῷ δικαίῳ, τῷ συμφέροντι, τῷ δυνατῷ, τῷ πρέποντι, καὶ ὑπογραφῇ τοῦ ἀδικήματος ‘μή μοι τὸν νῦν δακρύοντα θεωρεῖτε, ἀλλ’ ἐκεῖνον τὸν καταφρονοῦντα τῶν θεῶν, τὸν προσ‐ ιόντα τοῖς ἀνακτόροις, τὸν ἀνασπῶντα τὰς θύρας, τὸν | |
60 | τῶν ἀναθημάτων ἁπτόμενον‘. καὶ τελεύτα εἰς παρά‐ κλησιν ‘τί μέλλετε; τί βουλεύεσθε περὶ οὗ πάλαι κέ‐ κριται;‘ —Ταῦτα ὡς ἐν τῷ παρόντι· τὴν δὲ τελεω‐ τέραν μέθοδον ὕστερον εἴσῃ. | |
63 | ||
7(t) | Περὶ ἐγκωμίου. | |
1 | Ἐγκώμιόν ἐστιν ἔκθεσις τῶν προσόντων ἀγαθῶν τινι κοινῶς ἢ ἰδίως· κοινῶς μὲν οἷον ἐγκώμιον ἀνθρώ‐ που, ἰδίως δὲ οἷον ἐγκώμιον Σωκράτους. | |
Ἐγκωμιάζομεν δὲ καὶ πράγματα οἷον δικαιοσύνην | 14 | |
5 | καὶ ἄλογα ζῷα οἷον ἵππον, ἤδη δὲ καὶ φυτὰ καὶ ὄρη καὶ ποταμούς. Κέκληται δὲ ἐγκώμιον, ὥς φασιν, ἐκ τοῦ τοὺς ποιη‐ τὰς τοὺς ὕμνους τῶν θεῶν ἐν ταῖς κώμαις τὸ παλαιὸν ᾄδειν· ἐκάλουν δὲ κώμας τοὺς στενωπούς. | |
10 | Ἐπαίνου δὲ διαφέρει τὸ ἐγκώμιον, ὅτι ὁ μὲν ἔπαινος καὶ ἐν βραχεῖ γένοιτ’ ἄν, οἷον ‘Σωκράτης σοφόσ‘, τὸ δὲ ἐγκώμιον ἐν μακροτέρᾳ διεξόδῳ. μὴ ἀγνόει δέ, ὅτι καὶ τοὺς ψόγους τοῖς ἐγκωμίοις προσνέμουσιν, ἤτοι κατ’ εὐφημισμὸν ὀνομάζοντες ἢ ὅτι τοῖς αὐτοῖς τόποις | |
15 | ἀμφότερα προάγεται. τίνι οὖν διαφέρει τὸ ἐγκώμιον τοῦ κοινοῦ τόπου; δοκεῖ γὰρ ἐν ἐνίοις καὶ σφόδρα ταῦτα ἀμφότερα συμβαίνειν, οἷον ἀριστέως ἐγκώμιον καὶ ὑπὲρ ἀριστέως. φασὶ τοίνυν τὴν διαφορὰν ἐν τῷ τέλει φαίνεσθαι, ἐν τῇ ἐκβάσει· ἐν μὲν γὰρ τῷ κοινῷ | |
20 | τόπῳ σκοπός ἐστι δωρεὰν λαβεῖν, τὸ δὲ ἐγκώμιον ψι‐ λὴν ἀρετῆς ἔχει μαρτυρίαν. Τόποι δέ εἰσιν ἐγκωμιαστικοὶ ἔθνος οἷον Ἕλλην, πόλις οἷον Ἀθηναῖος, γένος οἷον Ἀλκμαιωνίδης. ἐρεῖς δέ τινα καὶ ἃ περὶ τὴν γένεσιν συνέπεσεν ἄξια θαύ‐ | |
25 | ματος, οἷον ἐξ ὀνειράτων ἢ συμβόλων ἤ τινων τοιού‐ των. ἐπὶ τούτοις ἡ τροφή, οἷον ὥσπερ ἐπὶ τοῦ Ἀχιλ‐ λέως, ὅτι μυελοῖς λεόντων ἐτράφη καὶ παρὰ τῷ Χεί‐ ρωνι. εἶτα ἡ ἀγωγή, πῶς ἤχθη ἢ πῶς ἐπαιδεύθη. καὶ μὴν καὶ φύσις ψυχῆς καὶ σώματος ἐξετασθήσεται καὶ | 15 |
30 | τούτων ἑκάτερον κατὰ διαίρεσιν· ἐρεῖς γὰρ περὶ μὲν σώματος, ὅτι καλός, ὅτι μέγας, ὅτι ταχύς, ὅτι ἰσχυρός, περὶ δὲ ψυχῆς, ὅτι δίκαιος, ὅτι σώφρων, ὅτι σοφός, ὅτι ἀνδρεῖος. ἐπὶ τούτοις ἐκ τῶν ἐπιτηδευμάτων, οἷον ποῖον ἐπετήδευσε βίον, φιλόσοφον ἢ ῥητορικὸν ἢ στρα‐ | |
35 | τιωτικόν. τὸ δὲ κυριώτατον αἱ πράξεις· ἐν γὰρ τοῖς ἐπιτηδεύμασιν αἱ πράξεις· οἷον στρατιωτικὸν βίον ἑλό‐ μενος τί ἐν τούτῳ κατέπραξε. τὰ δὲ ἐκτός, οἷον συγ‐ γενεῖς, φίλοι, κτήματα, οἰκέται, τύχη καὶ τὰ τοιαῦτα. ἔτι δὲ καὶ ἀπὸ τοῦ χρόνου ὅσον ἐβίωσε, πολὺν ἢ μέ‐ | |
40 | τριον· ἑκάτερον δὲ ἀφορμὴν ἐγκωμίων δίδωσι· τόν τε γὰρ μακροβιώτατον ἐξ αὐτοῦ τούτου ἐπαινέσεις, τόν τε μὴ μακρόβιον ἐν τῷ ‘μὴ μετασχεῖν τῶν νοσημάτων τῶν διὰ τὸ γῆρας γινομένων‘. ἔτι δὲ καὶ ἀπὸ τοῦ τρό‐ που τῆς τελευτῆς, ὅπως ἀπέθανεν ὑπὲρ τῆς πατρίδος | |
45 | μαχόμενος· καὶ εἴ τι παράδοξον ἐνταῦθα, ὡς ἐπὶ τοῦ Καλλιμάχου, ὅτι καὶ νεκρὸς εἱστήκει· καὶ ἀπὸ τοῦ ἀποκτείναντος αὐτὸν ἐπαινέσεις, οἷον ὅτι Ἀχιλλεὺς ὑπὸ θεοῦ ἀπέθανε τοῦ Ἀπόλλωνος. ἐξετάσεις δὲ καὶ τὰ μετὰ | |
τὴν τελευτήν, εἰ ἀγῶνες ἐτέθησαν ἐπ’ αὐτῷ, ὡς ἐπὶ | 16 | |
7(50) | Πατρόκλῳ, εἰ χρησμός τις περὶ τῶν ὀστέων, ὡς ἐπὶ Ὀρέστου, εἰ οἱ παῖδες ἔνδοξοι, ὡς ὁ Νεοπτόλεμος. με‐ γίστη δὲ ἐν τοῖς ἐγκωμίοις ἀφορμὴ ἡ ἀπὸ τῶν συγκρί‐ σεων, ἃς τάξεις, ὡς ἂν ὁ καιρὸς ὑφηγῆται. Παραπλησίως δὲ καὶ τὰ ἄλογα ζῷα κατὰ τὸ ἐγχω‐ | |
55 | ροῦν. καὶ γὰρ ἀπὸ τοῦ τόπου, ἐν ᾧ γίνεται, ἐγκω‐ μιάσεις. εἰς δὲ τὴν τοῦ γένους χώραν ἐρεῖς, τίνι θεῶν ἀνάκειται, οἷον ἡ γλαῦξ τῇ Ἀθηνᾷ, ὁ ἵππος τῷ Πο‐ σειδῶνι. ὁμοίως δὲ ἐρεῖς, πῶς τρέφεται, ποταπὸν τὴν ψυχήν, ποταπὸν τὸ σῶμα, τίνα ἔργα ἔχει, ποῦ χρή‐ | |
60 | σιμα, πόσος ὁ χρόνος τοῦ βίου. καὶ συγκρινεῖς δὲ καὶ ὅλως τοῖς ἐμπίπτουσι τῶν τόπων χρήσῃ. Τὰ δὲ πράγματα ἐγκωμιάσεις ἀπὸ τῶν εὑρόντων, οἷον τὴν θηρατικὴν Ἄρτεμις εὗρε καὶ Ἀπόλλων· ἀπὸ τῶν χρησαμένων, ὅτι ἥρωες αὐτῇ ἐχρῶντο· μέθοδος δὲ | |
65 | ἀρίστη ἐπὶ τῶν τοιούτων ἐγκωμίων, ὅσα περὶ πραγ‐ μάτων, τὸ τοὺς μετιόντας αὐτὰ σκοπεῖν, ὁποῖοί τινές εἰσι καὶ τὰς ψυχὰς καὶ τὰ σώματα, οἷον οἱ θηρῶντες ἀνδρεῖοι, εὔτολμοι, ὀξύτεροι τὰς φρένας, ἐρρωμένοι τὰ σώματα. —Ἐντεῦθεν οὐκ ἀγνοήσεις, ὅπως θεοὺς | |
70 | ἐγκωμιαστέον. ἰστέον δέ, ὅτι τὰ εἰς θεοὺς ὕμνους κλητέον. | |
Καὶ μὴν καὶ τὰ φυτὰ παραπλησίως ἀπὸ τοῦ τόπου, ἐν ᾧ φύεται· ἀπὸ τοῦ θεοῦ, ᾧ ἀνάκειται, ὡς ἡ ἐλαία τῇ Ἀθηνᾷ· ἀπὸ τῆς τροφῆς, οἷον πῶς τρέφεται. καὶ | 17 | |
75 | εἰ μὲν πολλῆς ἐπιμελείας δέοιτο, τοῦτο θαυμάσεις, ἂν δὲ ὀλίγης, καὶ τοῦτο. ἐρεῖς δὲ ὡς ἐπὶ σώματος τὴν ἀναδρομήν, τὸ κάλλος, εἰ ἀειθαλές, ὡς ἡ ἐλαία· εἶτα τὸ χρήσιμον, ᾧ μάλιστα ἐνδιατρίψεις. τὰς δὲ συγκρίσεις πανταχοῦ παραληπτέον. | |
80 | Καὶ μὴν καὶ πόλεως ἐγκώμιον ἐκ τούτων οὐκ ἂν χαλεπῶς μεταχειρίσαιο· ἐρεῖς γὰρ καὶ περὶ γένους, ὅτι αὐτόχθονες, καὶ περὶ τροφῆς, ὡς ὑπὸ θεῶν ἐτράφησαν, καὶ περὶ παιδείας, ὡς ὑπὸ θεῶν ἐπαιδεύθησαν. ἐξετά‐ σεις δὲ ὡς ἐπὶ ἀνθρώπου, ποδαπὴ τοὺς τρόπους ἡ | |
85 | πόλις, ποδαπὴ τὴν κατασκευήν, τίσιν ἐπιτηδεύμασιν ἐχρήσατο, τίνα κατέπραξε. | |
86 | ||
8(t) | Περὶ συγκρίσεως. | |
1 | Ἡ σύγκρισις παρείληπται μὲν καὶ ἐν τόπῳ κοινῷ κατὰ σύγκρισιν ἡμῶν αὐξόντων τὰ ἀδικήματα, παρεί‐ ληπται δὲ καὶ ἐν ἐγκωμίῳ κατὰ σύγκρισιν ἡμῶν αὐξόν‐ των τὰ χρηστά, παρείληπται δὲ καὶ ἐν ψόγῳ τὴν αὐτὴν | |
5 | παρεχομένη δύναμιν. ἐπεὶ δὲ οὐ τῶν φαύλων τινὲς καὶ αὐτὴν καθ’ αὑτὴν ἐποίησαν γύμνασμα, μικρὸν περὶ αὐτῆς λεκτέον. Πρόεισι τοίνυν κατὰ τοὺς ἐγκωμιαστικοὺς τόπους· συγκρίνομεν γὰρ καὶ πόλιν πόλει, ἀφ’ ὧν οἱ ἄνδρες, | 18 |
10 | καὶ γένος γένει καὶ τροφὴν τροφῇ καὶ ἐπιτηδεύματα καὶ πράξεις καὶ τὰ ἐκτὸς καὶ τρόπους θανάτων καὶ τὰ μετ’ ἐκεῖνα. —Ὁμοίως δὲ εἰ καὶ φυτὰ συγκρίνοις, ἀντεξε‐ τάσεις τοὺς δόντας θεούς, τοὺς τόπους, ἐν οἷς φύεται, τὸ ἥμερον, τὴν χρείαν τῶν καρπῶν καὶ τὰ ἑξῆς. — | |
15 | Ὁμοίως δὲ εἰ καὶ πράγματα συγκρίνοις, ἐρεῖς τοὺς πρώτους ἁψαμένους τῶν πραγμάτων καὶ τοὺς μετιόν‐ τας παραθήσεις ἀλλήλοις, ποιότητα ψυχῆς, ποιότητα σώ‐ ματος. ταὐτὸν δέ σοι καὶ περὶ πάντων κείσθω θεώρημα. Ἐνίοτε μὲν οὖν κατὰ τὸ ἴσον προάγομεν τὰς συγ‐ | |
20 | κρίσεις, ἴσα δεικνύντες, ἃ παραβάλλομεν, ἢ διὰ πάν‐ των ἢ διὰ πλειόνων· ἐνίοτε δὲ θάτερον προτίθεμεν, ἐγκωμιάζοντες κἀκεῖνο, οὗ τοῦτο προτίθεμεν· ἐνίοτε δὲ τὸ μὲν ψέγομεν ὅλως, τὸ δὲ ἐπαινοῦμεν, οἷον εἰ λέγοις σύγκρισιν δικαιοσύνης καὶ πλούτου. γίνεται δὲ καὶ | |
25 | πρὸς τὸ βέλτιον σύγκρισις, ἔνθα ἀγὼν τὸν ἐλάττονα ἴσον τῷ κρείττονι δεῖξαι, οἷον εἰ σύγκρισιν λέγοις Ἡρακλέους καὶ Ὀδυσσέως. ἀπαιτεῖ δὲ τὸ τοιοῦτο βί‐ αιον ῥήτορα καὶ δεινότητα, δεῖται δὲ καὶ γοργότητος ἡ ἐργασία πανταχοῦ διὰ τὸ δεῖν ταχείας ποιεῖσθαι τὰς | 19 |
30 | μεταβάσεις. | |
30 | ||
9(t) | Περὶ ἠθοποιίας. | |
1 | Ἠθοποιία ἐστὶ μίμησις ἤθους ὑποκειμένου προσώ‐ που, οἷον τίνας ἂν εἴποι λόγους Ἀνδρομάχη ἐπὶ Ἕκ‐ τορι. προσωποποιία δέ, ὅταν πράγματι περιτιθῶμεν πρόσωπον, ὥσπερ ὁ Ἔλεγχος παρὰ Μενάνδρῳ, καὶ | |
5 | ὥσπερ παρὰ τῷ Ἀριστείδῃ ἡ θάλασσα ποιεῖται τοὺς λόγους πρὸς τοὺς Ἀθηναίους. ἡ δὲ διαφορὰ δήλη· ἐκεῖ μὲν γὰρ ὄντος προσώπου λόγους πλάττομεν, ἐν‐ ταῦθα δὲ οὐκ ὂν πρόσωπον πλάττομεν. εἰδωλοποιίαν δέ φασιν ἐκεῖνο, ὅταν τοῖς τεθνεῶσι λόγους περι‐ | |
10 | άπτωμεν, ὥσπερ Ἀριστείδης ἐν τῷ Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεσσάρων· τοῖς γὰρ ἀμφὶ τὸν Θεμιστοκλέα πε‐ ριῆψε λόγους. Γίνονται δὲ ἠθοποιίαι καὶ ὡρισμένων καὶ ἀορίστων προσώπων· ἀορίστων μέν, οἷον ποίους ἂν εἴποι λόγους | |
15 | τις πρὸς τοὺς οἰκείους μέλλων ἀποδημεῖν, ὡρισμένων δέ, οἷον ποίους ἂν εἴποι λόγους Ἀχιλλεὺς πρὸς Δηι‐ δάμειαν μέλλων ἐπὶ τὸν πόλεμον ἐξιέναι. | |
Τῶν δὲ ἠθοποιιῶν αἳ μέν εἰσιν ἁπλαῖ, ὅταν τις αὐτὸς καθ’ ἑαυτὸν ὑποκέηται λόγους διατιθέμενος, αἳ | 20 | |
20 | δὲ διπλαῖ, ὅταν πρὸς ἄλλον· καθ’ ἑαυτὸν μέν, οἷον τίνας ἂν εἴποι λόγους στρατηγὸς ἀπὸ τῆς νίκης ἀνα‐ στρέφων, πρὸς ἄλλον δέ, οἷον τίνας ἂν εἴποι λόγους στρατηγὸς πρὸς τὸ στρατόπεδον μετὰ τὴν νίκην. Πανταχοῦ δὲ σώσεις τὸ οἰκεῖον πρέπον τοῖς ὑπο‐ | |
25 | κειμένοις προσώποις τε καὶ καιροῖς· ἄλλος μὲν γὰρ νέου λόγος, ἄλλος δὲ πρεσβύτου, ἄλλος δὲ γεγηθότος, ἄλ‐ λος ἀνιωμένου. Εἰσὶ δὲ αἳ μὲν ἠθικαί, αἳ δὲ παθητικαί, αἳ δὲ μικταί· ἠθικαὶ μέν, ἐν αἷς ἐπικρατεῖ διόλου τὸ ἦθος, | |
30 | οἷον τίνας ἂν εἴποι λόγους γεωργὸς πρῶτον ἰδὼν ναῦν· παθητικαὶ δέ, ἐν αἷς διόλου τὸ πάθος, οἷον ποίους ἂν εἴποι λόγους Ἀνδρομάχη ἐπὶ Ἕκτορι· μικταὶ δὲ αἱ σύνοδον ἔχουσαι ἤθους καὶ πάθους, οἷον τίνας ἂν εἴποι λόγους Ἀχιλλεὺς ἐπὶ Πατρόκλῳ· καὶ γὰρ τὸ | |
35 | πάθος διὰ τὴν τοῦ Πατρόκλου σφαγὴν καὶ τὸ ἦθος, ἐν ᾧ περὶ τοῦ πολέμου βουλεύεται. Ἡ δὲ ἐργασία κατὰ τοὺς τρεῖς χρόνους πρόεισι· καὶ | |
ἄρξῃ γε ἀπὸ τῶν παρόντων, ὅτι χαλεπά· εἶτα ἀναδραμῇ πρὸς τὰ πρότερα, ὅτι πολλῆς εὐδαιμονίας μετέχοντα· | 21 | |
40 | εἶτα ἐπὶ τὰ μέλλοντα μετάβηθι, ὅτι πολλῷ δεινότερα τὰ καταληψόμενα. Ἔστω δὲ καὶ σχήματα καὶ λέξεις πρόσφοροι τοῖς ὑπο‐ κειμένοις προσώποις. | |
43 | ||
10(t) | Περὶ ἐκφράσεως. | |
1 | Ἔκφρασίς ἐστι λόγος περιηγηματικός, ὥς φασιν, ἐναρ‐ γὴς καὶ ὑπ’ ὄψιν ἄγων τὸ δηλούμενον. Γίνονται δὲ ἐκφράσεις προσώπων τε καὶ πραγμάτων καὶ καιρῶν καὶ τόπων καὶ χρόνων καὶ πολλῶν ἑτέρων· | |
5 | προσώπων μέν, ὡς παρ’ Ὁμήρῳ «φολκὸς ἔην, χωλὸς δ’ ἕτερον πόδα»· πραγμάτων δὲ οἷον ἔκφρασις πεζο‐ μαχίας καὶ ναυμαχίας· καιρῶν δὲ οἷον εἰρήνης, πολέ‐ μου· τόπων δὲ οἷον λιμένων, αἰγιαλῶν, πόλεων· χρό‐ νων δὲ οἷον ἔαρος, θέρους, ἑορτῆς. —Γένοιτο δ’ ἄν | |
10 | τις καὶ μικτὴ ἔκφρασις, ὡς παρὰ τῷ Θουκυδίδῃ ἡ νυκτομαχία· ἡ μὲν γὰρ νὺξ καιρός τις, ἡ δὲ μάχη πρᾶξις. Ἐπιχειρήσομεν δὲ τὰ μὲν πράγματα ἐκφράζοντες ἀπὸ | |
τῶν προγεγονότων καὶ ἐν αὐτοῖς γινομένων καὶ ἐπι‐ | 22 | |
15 | συμβαινόντων· οἷον εἰ πολέμου λέγοιμεν ἔκφρασιν, πρῶτον μὲν τὰ πρὸ τοῦ πολέμου ἐροῦμεν, τὰς στρατο‐ λογίας, τὰ ἀναλώματα, τοὺς φόβους, εἶτα τὰς συμ‐ βολάς, τὰς σφαγάς, τοὺς θανάτους, εἶτα τὸ τρόπαιον, εἶτα τοὺς παιᾶνας τῶν νενικηκότων, τῶν δὲ τὰ δάκρυα, | |
20 | τὴν δουλείαν. —Ἐὰν δὲ τόπους ἐκφράζωμεν ἢ χρόνους ἢ πρόσωπα, ἕξομέν τινα καὶ ἐκ τῆς διηγήσεως καὶ ἐκ τοῦ καλοῦ ἢ χρησίμου ἢ παραδόξου λόγον. Ἀρεταὶ δὲ ἐκφράσεως μάλιστα μὲν σαφήνεια καὶ ἐνάργεια· δεῖ γὰρ τὴν ἑρμηνείαν διὰ τῆς ἀκοῆς σχεδὸν | |
25 | τὴν ὄψιν μηχανᾶσθαι. ἔτι μέντοι συνεξομοιοῦσθαι τὰ τῆς φράσεως ὀφείλει τοῖς πράγμασιν· ἂν ἀνθηρὸν τὸ πρᾶγμα, ἔστω καὶ ἡ λέξις τοιαύτη, ἂν αὐχμηρὸν τὸ πρᾶγμα, ἔστω καὶ ἡ λέξις παραπλησία. Ἰστέον δέ, ὡς τῶν ἀκριβεστέρων τινὲς οὐκ ἔθηκαν | |
30 | τὴν ἔκφρασιν εἰς γύμνασμα ὡς προειλημμένην καὶ ἐν μύθῳ καὶ ἐν διηγήματι καὶ ἐν τόπῳ κοινῷ καὶ ἐν ἐγ‐ κωμίῳ· καὶ γὰρ ἐκεῖ, φασίν, ἐκφράζομεν καὶ τόπους καὶ ποταμοὺς καὶ πράγματα καὶ πρόσωπα. ἀλλ’ ὅμως, ἐπειδή τινες οὐ φαῦλοι καὶ ταύτην ἐγκατηρίθμησαν | |
35 | τοῖς γυμνάσμασιν, οἷς ἠκολουθήσαμεν καὶ ἡμεῖς ῥᾳθυ‐ | |
μίας ἔγκλημα φεύγοντες. | 23 | |
11(t) | Περὶ θέσεως. | |
1 | Τῆς θέσεως ὅρον ἀποδεδώκασι τὸ τὴν θέσιν εἶναι ἐπίσκεψίν τινος πράγματος θεωρουμένου ἀμοιροῦσαν πάσης ἰδικῆς περιστάσεως. ἔοικε γὰρ ἡ θέσις καθολικῆς συμβουλῆς τόπον ἐπέχειν οὐ πρός τι πρόσωπον ὑπο‐ | |
5 | κείμενον, ἀλλ’ ἁπλῶς κοινῶς πρὸς ὁτιοῦν κατὰ ἀνα‐ θεώρησιν μόνων τῶν προσόντων τῷ πράγματι τὴν διέξ‐ οδον λαμβάνουσα· ὅταν γὰρ ἐξετάσωμεν, εἰ γαμητέον, οὐ τῷ δεῖνι προσθέντες λέγομεν, οἷον Περικλεῖ ἢ Ἀλκιβιάδῃ, ἢ ἐπὶ τοῖσδε τοῖς συμβεβηκόσιν ἢ ταύτην | |
10 | ἔχοντι τὴν ἡλικίαν ἢ τοιαύτῃ κεχρημένῳ τύχῃ, ἀλλ’ ἁπλῶς ταῦτα πάντα ἀφελόντες τὸ πρᾶγμα ἐφ’ ἑαυτοῦ θεωρήσομεν, τῶν προσόντων αὐτῷ τὴν ἐξέτασιν ποιού‐ μενοι, οἷον εἰ ποιητέον τόδε ᾡτινιοῦν διὰ τὸ τοιάδε εἶναι τὰ ἀποβαίνοντα τοῖς μετιοῦσιν· ὡς, ἐὰν ὡρισμέ‐ | |
15 | νον πρόσωπον λάβωμεν καὶ περίστασίν τινα καὶ οὕτω τὴν διέξοδον τῶν λόγων ποιώμεθα, οὐ θέσις ἔσται ἀλλ’ ὑπόθεσις. Τῶν δὲ θέσεων αἳ μὲν πολιτικαί, αἳ δὲ οὔ· καὶ πο‐ λιτικαὶ μὲν αἱ ὑποπεπτωκυῖαι ταῖς κοιναῖς ἐννοίαις, οἷον | 24 |
20 | εἰ ῥητορευτέον καὶ ὅσα τοιαῦτα· οὐ πολιτικαὶ δέ, ὅσαι οἰκεῖαί τινος ἐπιστήμης καὶ προσήκουσαι τοῖς περὶ αὐ‐ τὰς ἀναστρεφομένοις, οἷον εἰ σφαιροειδὴς ὁ οὐρανός, εἰ πολλοὶ κόσμοι, εἰ ὁ ἥλιος πῦρ. αἵδε μὲν οὖν φιλο‐ σόφοις ἁρμόζουσιν, ἐν δὲ ταῖς ἄλλαις τοὺς ῥήτορας | |
25 | γυμναστέον. ὠνόμασαν δὲ τινὲς ταύτας μὲν πρακτικάς, ἐκείνας δὲ θεωρητικάς· ταύτας μὲν γὰρ ἐνδέχεται καὶ πραχθῆναι, ἐκείνων δὲ τὸ τέλος ἡ θεωρία. Διαφέρει δὲ τόπου ἡ θέσις, ὅτι ὁ μὲν τόπος ἐστὶν ὁμολογουμένου πράγματος αὔξησις, ἡ δὲ θέσις ἀμφισ‐ | |
30 | βητουμένου πράγματος ζήτησις. Τῶν δὲ θέσεων αἳ μὲν ἁπλαῖ, αἳ δὲ κατὰ τὸ πρός τι λαμβάνονται, αἳ δὲ διπλαῖ νομίζονται. ἐὰν γὰρ λέ‐ γωμεν ‘εἰ γαμητέον‘, ἁπλῆ· ἐὰν δὲ ‘εἰ βασιλεῖ γαμη‐ τέον‘, πρός τι· ἐὰν δὲ λέγωμεν ‘εἰ ἀθλητέον μᾶλλον ἢ | |
35 | γεωργητέον‘, διπλῆ, δεῖ γὰρ τοῦ μὲν ἀποτρέπειν, ἐπὶ δὲ τὸ προτρέπειν. | |
Διαιροῦνται δὲ αἱ θέσεις τοῖς τελικοῖς καλουμένοις κεφαλαίοις, τῷ δικαίῳ, τῷ συμφέροντι, τῷ δυνατῷ, τῷ πρέποντι· οἷον ὅτι δίκαιον γαμεῖν καὶ τὸν αὐτὸν | 25 | |
40 | ἔρανον εἰσφέρειν τῷ βίῳ· ὅτι συμφέρον, πολλὰ γὰρ ἐξ αὐτοῦ τὰ παραμύθια· ὅτι δυνατόν, ἐκ γὰρ τῶν ὁμοίων γαμεῖν δυνατόν· ὅτι πρέπον, τῷ μὴ θηριωδῶς δοκεῖν διακεῖσθαι. οὕτω κατασκευάσεις· ἀνατρέψεις δὲ ἐκ τῶν ἐναντίων. λύσεις δὲ καὶ τὰς εὑρισκομένας ἀντιθέσεις. | |
45 | ἐπὶ δὲ τελευτῆς αἱ προτροπαὶ καὶ τὰ κοινὰ ἔθη πάν‐ των ἀνθρώπων. | |
46 | ||
12(t) | Περὶ νόμου εἰσφορᾶς. | |
1 | Καὶ τὴν τοῦ νόμου εἰσφορὰν τάττουσι τινὲς ἐν γυμ‐ νάσμασιν. ἐπεὶ δὲ καὶ ἐν πραγματικῇ νόμων θέσεις καὶ κατηγορίαι ἐμπίπτουσαι ποιοῦσι ζήτησιν, διαφορὰν ἐκείνην φασίν· ἐν μὲν γὰρ πραγματικῇ περίστασίς ἐστιν, | |
5 | ἐν γυμνάσματι δὲ οὐκ ἔστιν· οἷον ‘ἐν σπάνει χρημάτων γράφει τις ὠνητὰς εἶναι τὰς ἀρχάσ‘, οὐκοῦν ἔχεις τὸν καιρὸν τὴν σπάνιν· ἐν γυμνάσματι δὲ τοῦτο οὐκ ἔστιν, ἀλλ’ ἁπλῶς γράφει τις ὠνητὰς εἶναι τὰς ἀρχάς, ἄνευ | |
καιροῦ καὶ τῆς ἄλλης περιστάσεως. | 26 | |
10 | Διαιρεῖται δὲ τῷ σαφεῖ, τῷ δικαίῳ, τῷ νομίμῳ, τῷ συμφέροντι, τῷ δυνατῷ, τῷ πρέποντι. τῷ μὲν σαφεῖ, ὡς παρὰ Δημοσθένει «ἀλλὰ πᾶσιν εἶναι ταῦτα γνῶναι καὶ μαθεῖν ἁπλᾶ καὶ σαφῆ τὰ δίκαια»· τῷ νομίμῳ δέ, ὅταν λέγωμεν ὅτι ‘παρὰ τοὺς ἀρχαίους ἐστὶ νόμουσ‘· | |
15 | τῷ δικαίῳ δέ, ὅταν λέγωμεν ὅτι ‘καὶ παρὰ τὴν φύσιν καὶ παρὰ τὸ ἔθοσ‘· τῷ συμφέροντι δέ, ὅταν λέγωμεν ὅτι ‘καὶ νῦν καὶ εἰς τὸν ἐπιόντα χρόνον βλάπτει‘· τῷ δυ‐ νατῷ δέ, ὅταν λέγωμεν ὅτι ‘οὐδὲ δύναται γενέσθαι‘· | |
τῷ πρέποντι δέ, ὅταν λέγωμεν ὡς ‘εἰς δόξαν βλάπτει‘. | 27 |