TLG 0591 002 :: ANTISTHENES :: Fragmenta varia

ANTISTHENES Phil. Rhet.
(Atheniensis: 5–4 B.C.)

Cf. et SOCRATICORUM EPISTULAE (0637)

Fragmenta varia

Source: Caizzi, F. (ed.), Antisthenis fragmenta. Milan: Istituto Editoriale Cisalpino, 1966: 29–59.

  • frr. 16–24b, 25–26, 28–39a, 40a–86, 88–101, 103–110, 111c–121
  • Φυσιογνωμονικός (fr. 16): p. 29
  • Προτρεπτικός (frr. 17–18d): p. 29
  • Κῦρος (frr. 19–21b): p. 30
  • Ἡρακλῆς (frr. 22–24b, 25–26, 28): pp. 30–32
  • Κῦρος ἢ περὶ βασιλείας vel Ἀλκιβιάδης (frr. 29a–33): pp. 32–34
  • Ἀσπασία (frr. 34–35): p. 34
  • Σάθων ἢ περὶ τοῦ ἀντιλέγειν (frr. 36–37b): pp. 34–35
  • Περὶ παιδείας ἢ περὶ ὀνομάτων (fr. 38): p. 35
  • Φυσικός (frr. 39a, 40a–40d): pp. 35–36
  • Περὶ οἴνου χρήσεως (fr. 41): p. 37
  • Ἀρχέλαος (fr. 42): p. 37
  • Πολιτικός (fr. 43): p. 37
  • Fragmenta incertae sedis (frr. 44a–86, 88–101, 103–110, 111c–121): pp. 38–59

Citation: Fragment — (line)

16

ATHEN. XIV, 656F. Ἀντισθένης δ’ ἐν Φυσιογνω‐ μονικῷ· “καὶ γὰρ ἐκεῖναι (αἱ καπηλίδες) τὰ δελφάκια πρὸς βίαν χορτάζουσιν”.

17

ATHEN. XIV, 656F. καὶ ἐν Προτρεπτικῷ δέ· “ἀντὶ δελφακίων τρέφεσθαι”.

18a

POLLUX onom. X, 68. τὸ δὲ καλούμενον κυρίλλιον πρὸς τῶν Ἀσιανῶν βομβύλιον μὲν Ἀντισθένης εἴρηκεν ἐν τῷ Προτρεπτικῷ.

18b

POLLUX onom. VI, 98. βομβυλιὸς δέ, τὸ στενὸν ἔκπωμα καὶ βομβοῦν ἐν τῇ πόσει ὡς Ἀντισθένης ἐν Προτρεπτικῷ.

18c

Schol. in APOLL. RH. II, 569—570 a (p. 175 Wen‐ del). ἐβόμβεον· ἤχουν. ὅθεν καὶ βομβυλιὸς εἶδος μελίσσης. καὶ ποτηρίου δὲ εἶδος, ὡς Ἀντισθένης παραδίδωσιν· ἔστι δὲ στενοτράχηλον.

18d

ATHEN. XI, 784D. Βομβυλιός, θηρίκλειον Ῥο‐ διακόν, οὗ περὶ τῆς ἰδέας Σωκράτης φησίν· «οἱ μὲν ἐκ φιάλης πίνοντες ὅσον θέλουσι τάχιστ’ ἀπαλλαγήσονται,
οἱ δ’ ἐκ βομβυλιοῦ κατὰ μικρὸν στάζοντος».29

19

DIOG. L. VI, 2. καὶ ὅτι ὁ πόνος ἀγαθὸν συνέστησε διὰ τοῦ μεγάλου Ἡρακλέους καὶ τοῦ Κύρου, τὸ μὲν ἀπὸ τῶν Ἑλλήνων, τὸ δὲ ἀπὸ τῶν βαρβάρων ἑλκύσας.

20a

ARRIAN. Epict. diss. IV, 6, 20. τί οὖν λέγει Ἀν‐ τισθένης; οὐδέποτ’ ἤκουσας; «βασιλικόν, ὦ Κῦρε, πράτ‐ τειν μὲν εὖ, κακῶς δ’ ἀκούειν».

20b

MARC. AUR. VII, 36. Ἀντισθενικόν. Βασιλικὸν εὖ μὲν πράττειν, κακῶς δὲ ἀκούειν.

21a

ARSENIUS viol. p. 502. Κῦρος ὁ βασιλεὺς ἐρωτη‐ θεὶς τί ἀναγκαιότατον εἴη μάθημα, τὸ ἀπομαθεῖν, ἔφη, τὰ κακά.

21b

STOB. anthol. II, 31, 34. ὁ αὐτὸς (Ἀντισθένης) ἐρωτηθείς, τί ἀναγκαιότατον εἴη μάθημα, «τὸ ἀπομα‐ θεῖν, εἶπε, τὰ κακά».

22

DIOG. L. VI, 104. ἀρέσκει δ’ αὐτοῖς καὶ τέλος εἶναι τὸ κατ’ ἀρετὴν ζῆν ὡς Ἀντισθένης φησὶν ἐν τῷ Ἡρακλεῖ, ὁμοίως τοῖς Στωικοῖς.

23

DIOG. L. VI, 105. ἀρέσκει δ’ αὐτοῖς καὶ τὴν ἀρετὴν διδακτὴν εἶναι, καθά φησιν Ἀντισθένης ἐν τῷ Ἡρακλεῖ καὶ ἀναπόβλητον ὑπάρχειν· ἀξιέραστόν τε τὸν σοφὸν καὶ
φίλον τῷ ὁμοίῳ, τύχῃ τε μηδὲν ἐπιτρέπειν.30

24a

[ERATOSTH.] cataster. c. 40. οὗτος δοκεῖ Χείρων εἶναι ὁ ἐν τῷ Πηλίῳ οἰκήσας δικαιοσύνῃ τε ὑπερενέγκας πάντας ἀνθρώπους καὶ παιδεύσας Ἀσκλήπιόν τε καὶ Ἀχιλλέα· ἐφ’ ὃν Ἡρακλῆς δοκεῖ ἐλθεῖν δι’ ἔρωτα, ᾧ
5καὶ συνεῖναι ἐν τῷ ἄντρῳ τιμῶν τὸν Πᾶνα. μόνον δὲ τῶν Κενταύρων οὐκ ἀνεῖλεν, ἀλλ’ ἤκουεν αὐτοῦ, καθάπερ Ἀντισθένης φησὶν ὁ Σωκρατικὸς ἐν τῷ Ἡρακλεῖ.

24b

EUDOCIA violarium c. 998 p. 432. καὶ αὐτὸς δὲ ὁ Ἡρακλῆς δοκεῖ πρὸς αὐτὸν (τὸν Χείρωνα) ἐλθεῖν δι’ ἔρωτα, ᾧ καὶ συνεῖναι ἐν τῷ ἄντρῳ, τιμῶν τὸν Πᾶνα. μόνον δὲ τῶν Κενταύρων οὐκ ἀνεῖλεν, ἀλλ’ ἤκουεν αὐτοῦ
5καθάπερ Ἀντισθένης φησὶν ὁ Σωκρατικὸς ἐν τῷ Ἡρα‐ κλεῖ.

25

PROCLUS in PLAT. Alcib. 98, 14 (p. 44 Westerink). λέγει γοῦν καὶ ὁ Ἀντισθένους Ἡρακλῆς περί τινος νεα‐ νίσκου παρὰ τῷ Χείρωνι τρεφομένου· «μέγας γάρ, φησι, καὶ καλὸς καὶ ὡραῖος, οὐκ ἂν αὐτοῦ ἠράσθη δειλὸς
5ἐραστής».

26

PLUTARCH. de vit. pud. 536B. οὕτως ἄτρεπτος ἦν καὶ ἀνάλωτος ὑπὸ τῶν τοιούτων, καὶ κρατῶν ἐκείνης τῆς παραινέσεως, ἣν ὁ Ἀντισθένειος Ἡρακλῆς παρῄνει, τοῖς παισὶ διακελευόμενος μηδενὶ χάριν ἔχειν ἐπαινοῦντι
5αὐτούς· τοῦτο δ’ ἦν οὐδὲν ἄλλο ἢ μὴ δυσωπεῖσθαι μηδ’
ἀντικολακεύειν τοὺς ἐπαινοῦντας.31

28

Gnom. vat. II. ὁ αὐτὸς (Ἀντισθένης) θεασάμενος ἐν πίνακι γεγραμμένον τὸν Ἀχιλλέα Χείρωνι τῷ Κεν‐ ταύρῳ διακονούμενον, «εὖ γε, ὦ παιδίον, εἶπεν, ὅτι παιδείας ἕνεκεν καὶ θηρίῳ διακονεῖν ὑπέμεινας».

29a

HERODICUS ap. ATHEN. V, 220C. Ἀντισθένης δ’ ἐν θατέρῳ τῶν Κύρων κακολογῶν Ἀλκιβιάδην καὶ παράνομον εἶναι λέγει καὶ εἰς γυναῖκας καὶ εἰς τὴν ἄλλην δίαιταν. συνεῖναι γάρ φησιν αὐτὸν καὶ μητρὶ καὶ θυγατρὶ
5καὶ ἀδελφῇ ὡς Πέρσας.

29b

EUSTATH. in Odyss. X, 7, p. 1645. Ἀλκιβιάδην μέντοι παρεξηυλημένον ἐν τῷ ἄλλως βιοῦν ἐξωλέστερον,
ἔσκωψέ φησιν Ἀντισθένης παράνομον εἶναι καὶ εἰς γυ‐ ναῖκας καὶ εἰς τὴν ἄλλην δίαιταν, συνεῖναι γὰρ καὶ μητρὶ32
5καὶ θυγατρὶ καὶ ἀδελφῇ ὡς τοὺς Πέρσας.

30

SATYRUS ap. ATHEN. XII, 534C. διὸ καὶ Ἀντι‐ σθένης ὁ Σωκρατικός, ὡς δὴ αὐτὸς αὐτόπτης γεγονὼς τοῦ Ἀλκιβιάδου, ἰσχυρὸν αὐτὸν καὶ ἀνδρώδη καὶ ἀπαί‐ δευτον καὶ τολμηρὸν καὶ ὡραῖον ἐφ’ ἡλικίας 〈πάσησ〉
5γενέσθαι φησίν.

31

PLUTARCH. vita Alcib. I. Ἀλκιβιάδου δὲ καὶ τίτ‐ θην, γένος Λάκαιναν, Ἀμύκλαν ὄνομα, καὶ Ζώπυρον παιδαγωγὸν ἴσμεν, ὧν τὸ μὲν Ἀντισθένης, τὸ δὲ Πλάτων ἱστόρηκε.

32a

PROCLUS in PLAT. Alcib., 114, 14 (p. 51 Westerink). ὅτι δὲ αὖ μέγας ὁ Ἀλκιβιάδης ἐγένετο καὶ καλός, δηλοῖ μὲν καὶ τὸ κοινὸν αὐτὸν ἐρώμενον καλεῖσθαι τῆς Ἑλ‐ λάδος ἁπάσης, δηλοῖ δὲ ὁ Ἀντισθένης εἰπὼν ὡς εἰ μὴ
5τοιοῦτος ἦν ὁ Ἀχιλλεύς, οὐκ ἄρα ἦν ὄντως καλός.

32b

OLYMPIOD. in PLAT. Alcib. 28, 18 (p. 20 Westerink). ὅτι γὰρ καλὸς ἦν τῷ σώματι δῆλον ἐκ τοῦ κοινὸν ἐρώ‐ μενον αὐτὸν λέγεσθαι τῆς Ἑλλάδος, ἐκ τοῦ τοὺς Ἑρ‐ μᾶς Ἀθήνησι κατ’ εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ γράφε‐
5σθαι, ἐκ τοῦ τὸν Κυνικὸν Ἀντισθένην λέγειν περὶ αὐτοῦ, «εἰ μὴ τοιοῦτος ἦν ὁ Ἀχιλλεύς, οὐκ ἦν ὡραῖος»· περὶ οὗ φησὶν ὁ ποιητὴς βουλόμενος τὸν Νιρέα εἰς κάλλος ἐπαινέσαι «Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθεν / τῶν
10ἄλλων Δαναῶν μετ’ ἀμύμονα Πηλείωνα». (Il. II, 673—74).

33

HERODICUS ap. ATHEN. V, 216B. καὶ Ἀντισθένης δ’ ὁ Σωκρατικὸς περὶ τῶν ἀριστείων (τοῦ Σωκράτους) τὰ αὐτὰ τῷ Πλάτωνι ἱστορεῖ. «οὔκ ἐστιν δ’ ἔτυμος ὁ λόγος οὗτος» (STESICH. fr. 32). χαρίζεται γὰρ καὶ ὁ
5Κύων οὗτος πολλὰ τῷ Σωκράτει· ὅθεν οὐδετέρῳ αὐ‐
τῶν δεῖ πιστεύειν σκοπὸν ἔχοντας Θουκυδίδην. ὁ γὰρ Ἀντισθένης καὶ προσεπάγει τῇ ψευδογραφίᾳ λέγων οὕτως· «ἡμεῖς δὲ ἀκούομεν κἀν τῇ πρὸς Βοιωτοὺς μά‐ χῃ τὰ ἀριστεῖά σε λαβεῖν. —εὐφήμει ὦ ξένε· Ἀλκιβιά‐33
10δου τὸ γέρας, οὐκ ἐμόν. —σοῦ γε δόντος, ὡς ἡμεῖς ἀκούομεν».

34

HERODICUS ap. ATHEN. V, 220D. ἡ δ’ Ἀσπασία τῶν Περικλέους υἱῶν Ξανθίππου καὶ Παράλου διαβο‐ λὴν (περιέχει). τούτων γὰρ τὸν μὲν Ἀρχεστράτου φησὶν εἶναι συμβιωτὴν τοῦ παραπλήσια ταῖς ἐπὶ τῶν μιαρῶν
5οἰκημάτων ἐργαζομένου, τὸν δ’ Εὐφήμου συνήθη, καὶ γνώριμον τοῦ φορτικὰ σκώπτοντος καὶ ψυχρὰ τοὺς συναντῶντας.

35

ATHEN. XIII, 589E. Ἀντισθένης δ’ ὁ Σωκρατικὸς ἐρασθέντα φησὶν αὐτὸν (τὸν Περικλέα) Ἀσπασίας δὶς τῆς ἡμέρας εἰσιόντα καὶ ἐξιόντα ἀπ’ αὐτῆς ἀσπάζεσθαι τὴν ἄνθρωπον, καὶ φευγούσης ποτὲ αὐτῆς γραφὴν ἀσε‐
5βείας λέγων ὑπὲρ αὐτῆς πλείονα ἐδάκρυσεν ἢ ὅτε ὑπὲρ τοῦ βίου καὶ τῆς οὐσίας ἐκινδύνευε. καὶ Κίμωνος δ’ Ἐλπινίκῃ τῇ ἀδελφῇ παρανόμως συνόντος, εἶθ’ ὕστερον ἐκδοθείσης Καλλίᾳ καὶ φυγαδευθέντος μισθὸν ἔλαβε τῆς καθόδου αὐτοῦ ὁ Περικλῆς τὸ τῇ Ἐλπινίκῃ μιχ‐
10θῆναι.

36

DIOG. L. III, 35. λέγεται δ’ ὅτι καὶ Ἀντισθένης μέλ‐ λων ἀναγινώσκειν τι τῶν γεγραμμένων αὐτῷ παρ‐ εκάλεσεν αὐτὸν (τὸν Πλάτωνα) παρατυχεῖν. καὶ πυθο‐ μένῳ, τί μέλλει ἀναγινώσκειν, εἶπεν ὅτι περὶ τοῦ
5μὴ εἶναι ἀντιλέγειν· τοῦ δ’ εἰπόντος· «πῶς οὖν σὺ περὶ αὐτοῦ τούτου γράφεις;» καὶ διδάσκοντος ὅτι πε‐ ριτρέπεται, ἔγραψε διάλογον κατὰ Πλάτωνος Σάθωνα ἐπιγράψας· ἐξ οὗ διετέλουν ἀλλοτρίως ἔχοντες πρὸς
ἀλλήλους.34

37a

HERODICUS ap. ATHEN. V, 220DE. καὶ Πλάτωνα δὲ μετονομάσας Σάθωνα ἀσυρῶς καὶ φορτικῶς, τὸν ταύτην ἔχοντα τὴν ἐπιγραφὴν διάλογον ἐξέδωκε κατ’ αὐτοῦ.

37b

HERODICUS ap. ATHEN. XI, 507A. ἀλλὰ μὴν οὐδ’ Ἀντισθένη ἐπαινῶ· καὶ γὰρ καὶ οὗτος πολλοὺς εἰπὼν κακῶς οὐδ’ αὐτοῦ τοῦ Πλάτωνος ἀπέσχετο, ἀλλὰ κα‐ λέσας αὐτὸν φορτικῶς Σάθωνα τὸν ταύτην ἔχοντα τὴν
5ἐπιγραφὴν διάλογον ἐξέδωκεν.

38

ARRIAN. Epict. diss. I, 17, 10. «καὶ τὰ λογικὰ ἄκαρ‐ πά ἐστι». καὶ περὶ τοῦτο μὲν ὀψόμεθα. εἰ δ’ οὖν καὶ τοῦτο δοίη τις, ἐκεῖνο ἀπαρκεῖ ὅτι τῶν ἄλλων ἐστὶ διακριτικὰ καὶ
5ἐπισκεπτικὰ καὶ ὡς ἄν τις εἴποι μετρητικὰ καὶ στατι‐ κά. τίς λέγει ταῦτα; μόνος Χρύσιππος καὶ Ζήνων καὶ Κλεάνθης; Ἀντισθένης δ’ οὐ λέγει; καὶ τίς ἐστιν ὁ γεγραφὼς ὅτι «ἀρχὴ παιδεύσεως ἡ τῶν ὀνομάτων ἐπί‐ σκεψις»; Σωκράτης δ’ οὐ λέγει; καὶ περὶ τίνος γράφει
10Ξενοφῶν ὅτι ἤρχετο ἀπὸ τῆς τῶν ὀνομάτων ἐπισκέ‐ ψεως, τί σημαίνει ἕκαστον;

39a

PHILODEMUS de pietate 7. [π]αρ’ Ἀντισθένει δ’ ἐν μὲν 〈τ〉ῷ Φυσικῷ λέγεται τὸ κατὰ νόμον εἶναι πολ‐
λοὺς θεούς, κατὰ δὲ φύσιν ἕν〈α〉.35

40a

CLEMENS ALEX. strom. V, 14, 108, 4. ὅ τε Σωκρατι‐ κὸς Ἀντισθένης, παραφράζων τὴν προφητικὴν ἐκείνην φωνὴν «τίνι με ὡμοιώσατε; λέγει κύριος» «〈θεὸν〉 οὐδενὶ ἐοικέναι, φησί· διόπερ αὐτὸν οὐδεὶς ἐκμαθεῖν ἐξ
5εἰκόνος δύναται».

40b

CLEMENS ALEX. protr. VI, 71, 1. Ἀντισθένης μὲν γὰρ οὐ Κυνικὸν δὴ τοῦτο ἐνενόησεν, Σωκράτους δὲ ἅτε γνώριμος «θεὸν οὐδενὶ ἐοικέναι, φησίν· διόπερ αὐτὸν οὐδεὶς ἐκμαθεῖν ἐξ εἰκόνος δύναται».

40c

EUSEB. praep. evang. XIII, 13, 35. ὅ τε Σωκρα‐ τικὸς Ἀντισθένης παραφράζων τὴν προφητικὴν ἐκείνην γραφὴν «τίνι με ὁμοιώσατε» λέγει κύριος «θεὸν οὐ‐ δενὶ ἐοικέναι φησί, διόπερ αὐτὸν οὐδεὶς ἐκμαθεῖν ἐξ
5εἰκόνος δύναται».

40d

THEODORET. graec. aff. cur. I, 75. καὶ Ἀντισθέ‐ νης δέ, ὁ Σωκράτους μὲν φοιτητής, τῆς δὲ Κυνικῆς αἱρέσεως ἡγησάμενος, περὶ τοῦ θεοῦ τῶν ὅλων βοᾷ «ἀπὸ εἰκόνος οὐ γνωρίζεται, ὀφθαλμῷ οὐδενὶ ἔοικε, διόπερ
5αὐτὸν οὐδεὶς ἐκμαθεῖν ἐξ εἰκόνος δύναται».36

41

AEL. ARISTID. Ἱερῶν λόγων Γ = XLIX, 30 ss. (Keil) βιβλίον τι τῶν σπουδαίων ἔδοξα ἀναγιγνώσκειν, οὗ τὰ μὲν καθ’ ἕκαστον ... οὐκ ἂν ἔχοιμι εἰπεῖν ... ἀλλὰ πρὸς τῷ τέλει τοῦ βιβλίου τοιάδε μάλιστα ἐνῆν. —ἦν δὲ ὡς
5ἐπί τινος τῶν ἀγωνιστῶν λεγόμενα— «ταῦτα δὴ πάντα ὁ θεὸς συλλογισάμενος καὶ ὁρῶν τὸ ῥεῦμα ἄρδην φερό‐ μενον προσέταξεν ὕδωρ πίνειν, οἴνου δὲ ἀπέχεσθαι, εἴ τι δεῖται νικῆσαι· ἃ δὴ καὶ σοί, ἔφη, ἔξεστι μιμησαμένῳ στεφανοῦσθαι ἢ συστεφανοῦσθαι». ἐνταῦθα ἔλεγεν ...
10(33) καὶ τὸ βιβλίον αὐτὸ τοῦτο ἐδόκει εἶναι Ἀντισθέ‐ νους περὶ χρήσεως· ἔφερεν δὲ εἰς οἶνον, καὶ Διονύσου προσῆν τινα σύμβολα.

42

HERODICUS ap. ATHEN. V, 220D. ὁ δ’ Ἀρχέλαος Γοργίου τοῦ ῥήτορος (διαβολὴν περιέχει).

43

HERODICUS ap. ATHEN. V, 220D. ὁ δὲ Πολιτικὸς αὐτοῦ διάλογος ἁπάντων καταδρομὴν περιέχει τῶν Ἀ‐
θήνῃσιν δημαγωγῶν.37

44a

ARIST. met. 1043 b 4. οὐ φαίνεται δὲ ζητοῦσιν ἡ συλλαβὴ ἐκ τῶν στοιχείων οὖσα καὶ συνθέσεως, οὐδ’ ἡ οἰκία πλίνθοι τε καὶ σύνθεσις. καὶ τοῦτο ὀρθῶς· οὐ γάρ ἐστιν ἡ σύνθεσις οὐδ’ ἡ μῖξις ἐκ τούτων ὧν ἐστὶ σύνθεσις
5ἢ μῖξις. ὁμοίως δὲ οὐδὲ τῶν ἄλλων οὐθέν, οἷον εἰ ὁ οὐδὸς θέσει, οὐκ ἐκ τοῦ οὐδοῦ ἡ θέσις ἀλλὰ μᾶλλον οὗτος ἐξ ἐκείνης. οὐδὲ δὴ ὁ ἄνθρωπός ἐστι τὸ ζῷον καὶ 〈τὸ〉 δίπουν, ἀλλά τι δεῖ εἶναι ὃ παρὰ ταῦτά ἐστιν, εἰ ταῦθ’ ὕλη, οὔτε δὲ στοιχεῖον οὔτ’ ἐκ στοιχείου, ἀλλ’
10[ἡ οὐσία] ὃ ἐξαιροῦντες τὴν ὕλην λέγουσιν. εἰ οὖν τοῦτ’ αἴ‐ τιον τοῦ εἶναι καὶ οὐσίας, τοῦτο αὐτὴν ἂν τὴν οὐσίαν λέ‐ γοιεν ... b 23. ὥστε ἡ ἀπορία ἣν οἱ Ἀντισθένειοι καὶ οἱ οὕτως ἀπαίδευτοι ἠπόρουν ἔχει τινὰ καιρόν, ὅτι οὐκ ἔστι τὸ τί ἐστιν ὁρίσασθαι (τὸν γὰρ ὅρον λόγον εἶναι
15μακρόν), ἀλλὰ ποῖον μὲν τί ἐστιν ἐνδέχεται [καὶ] δι‐ δάξαι, 〈ὁρίσασθαι δ’ οὔ,〉 ὥσπερ ἄργυρον, τί μέν ἐστιν οὔ, ὅτι δ’ οἷον καττίτερος· ὥστ’ οὐσίας ἔστι μὲν ἧς ἐν‐ δέχεται εἶναι ὅρον καὶ λόγον, οἷον τῆς συνθέτου, ἐάν τε αἰσθητὴ ἐάν τε νοητὴ ᾖ· ἐξ ὧν δ’ αὕτη πρώτων, οὐκέτι,
20εἴπερ τὶ κατὰ τινὸς σημαίνει ὁ λόγος ὁ ὁριστικὸς καὶ δεῖ τὸ μὲν ὥσπερ ὕλην εἶναι τὸ δὲ ὡς μορφήν.

44b

[ALEX. APHROD.] in met. 1043 b 23, p. 553, 29. (ὥστε ἡ ἀπορία, ἣν οἱ Ἀντισθένειοι καὶ οἱ οὕτως ἀπαί‐ δευτοι ἠπόρουν, ἔχει τινὰ καιρόν). δεῖ προσυπακούειν τοῦ ἐξ ὧν εἴπομεν λυθῆναι, ἵνα ᾖ τὸ λεγόμενον τοιοῦτον·
5ὥστε ἡ ἀπορία καιρὸν ἔχει, ἣν οἱ Ἀντισθένειοι ἠπόρουν, λυθῆναι ἐξ ὧν εἴπομεν. ἐπειδὴ γὰρ δέδεικται ὅτι ἄλλα ἐστὶ τὰ ὡς εἴδους μέρη καὶ ἄλλα τὰ ὡς ὕλης, ἐκ τούτων λυθήσεται ἡ τῶν Ἀντισθενείων ἀπορία. ἔστι δ’ αὐτῶν ἡ ἀπορία ὅτι οὐκ ἔστιν ὁρίσασθαι, οὐδ’ ἔστιν ὁρισμός38
10τινος. τοῦτο δὲ κατεσκεύαζον ὡδί. ἐπειδὴ γὰρ ὁ ὁρισμὸς οὐκ ἔστιν ὄνομα, ἀλλ’ ἐκ πλειόνων (τοῦτο γὰρ εἶπε λόγον μακρόν· τὸ γὰρ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπι‐ στήμης δεκτικὸν λόγος μακρός ἐστιν, ἀλλ’ οὐχ ὡς τὸ ἄνθρωπος ὄνομα), ἐπειδὴ οὖν ὁ ὁρισμὸς οὐκ ἔστιν ὄνομα,
15οὐκ ἔστιν ὁρίσασθαι. λέγουσι δὲ ὅτι, ὅταν εἴπωμεν ζῷον λογικόν, σύνθετόν τι λέγομεν ἐξ ὕλης καὶ εἴδους, ὕλης μὲν τοῦ ζῴου, εἴδους δὲ τοῦ λογικοῦ, καὶ ἔτι προστεθὲν τὸ θνητὸν σύνθετον. εἰ δὲ τοῦτο, τὰ μὲν σύνθετα ἐπε‐ ξερχόμεθα καὶ οἱονεὶ ἀριθμοῦμεν πόσα τινὰ τυγχάνει,
20ζῷον λογικὸν λέγοντες, καὶ πάλιν ζῷον λογικὸν θνη‐ τόν, ὁρισμὸν δὲ οὔ φαμεν. λέγει δὴ ὁ Ἀριστοτέλης ὅτι ἡ ἀπορία αὕτη λύεται ἐξ ὧν εἴπομεν· ἐπειδὴ γὰρ δέδεικ‐ ται ὅτι τὸ ζῷον πεζὸν δίπουν τοῦ εἴδους ἐστὶ μέρη, οὐ τῆς ὕλης, πῶς ἐστὶ δυνατὸν λέγειν ὅτι τὸ ζῷόν ἐστιν
25ὕλη τὸ δὲ λογικὸν εἶδος, ἢ πάλιν τὸ ζῷον λογικὸν ὕλη, τὸ δὲ θνητὸν εἶδος; εἰ μὲν γὰρ ἦσαν τῆς ὕλης μέρη τὸ ζῷον, τὸ θνητόν, τὸ λογικόν, ἐχρῆν ταῦτα λέγειν, ὅτι τὸ ζῷον καὶ τὸ λογικὸν ὕλη ἐστί, τὸ δὲ θνητὸν εἶδος, καὶ λέγοντες ζῷον θνητὸν λέγουσι τὸ σύνθετον τὸ ἐξ ὕλης
30καὶ εἴδους· ἐπεὶ δὲ οὔκ εἰσιν ὑλικά, οὐ τὸ σύνθετον λέ‐ γουσιν, ἀλλὰ τὰ μέρη τοῦ εἴδους· ὥστε ἔστιν ὁρισμός. οὐκ ἔστιν οὖν, φασίν, ὁρίσασθαι, ἀλλὰ ὁποῖον μέν ἐστιν ἄνθρωπος ἢ βοῦς ἐνδέχεται διδάξαι, ὁρίσασθαι δὲ οὔ· οἷον ὁρίσασθαι μὲν καὶ εἰπεῖν τί ἐστιν ἄργυρος οὐχ οἷόν τε,
35ὁποῖον δέ, δυνατόν, οἷον ἐρωτηθέντα ὁποῖόν ἐστιν ἄργυρος, εἰπεῖν ὅτι οἷον καττίτερος. ὥστε, φασί, λόγον μὲν ἔστιν εἰπεῖν οὐσίας συνθέτου τῆς ἐξ ὕλης καὶ εἴδους, εἴδους δὲ ὅρον ἢ ὕλης ἐξ ὧν ἡ σύνθετός ἐστιν οὐσία οὐκ ἔστιν ἀποδοῦναι. εἰπὼν δὲ ὅτι συνθέτου ἔστιν οὐσίας ἀποδοῦναι
40ὁρισμόν, προσέθηκε τὸ «ἐάν τε αἰσθητῆς ἐάν τε νοητῆς».
ἀλλ’ ὅτι μὲν αἱ αἰσθηταὶ οὐσίαι σύνθετοί εἰσι, φανερόν· ὅτι δέ εἰσι καὶ νοηταὶ σύνθετοι, δῆλον· τὰ γὰρ μαθηματικὰ ἐξ ὕλης καὶ εἴδους εἰσίν· ὁ γὰρ νοητὸς κύκλος ἐξ ὕλης μὲν τοῦ διαστήματος, εἴδους δὲ τοῦ τοιουδὶ σχήματος. οὐχ39
45ὡς ἀρεσκόμενος δὲ καὶ τὰ μαθηματικὰ οὐσίας εἶπεν, ἀλλ’ ἴσως καὶ τοῦτο τῶν Ἀντισθενείων λεγόντων εἴρηκεν αὐτὰ οὐσίας. τῆς μὲν οὖν συνθέτου φασὶν οὐσίας, εἴτε αἰσθητή ἐστιν εἴτε νοητή, ἔστιν ὁρισμὸν ἀποδοῦναι, ἐξ ὧν δ’ αὕτη, οὐκ ἔστιν, εἴπερ τὸ ζῷον λογικὸν καὶ ὅλως ὁ

44b

(50)

ὅρος τὶ κατά τινος σημαίνει, καὶ τὸ μέν ἐστιν εἶδος, τὸ δὲ ὕλη.

45

DIOG. L. VI, 3. πρῶτός τε ὡρίσατο λόγον εἰπών, «λόγος ἐστὶν ὁ τὸ τί ἦν ἢ ἔστι δηλῶν».

46

ALEX. APHROD. in top. 101 b 39 p. 42, 13. (ἔστι δὲ ὅρος μὲν λόγος ὁ τὸ τί ἦν εἶναι σημαίνων). εἰ γὰρ τὸ ἦν τὸ «ἔστι» σημαίνει, εἴη ἂν ὁ λόγος ὁ τὸ τί ἦν σημαίνων ὁ αὐτὸς τῷ «λόγος ὁ τὸ τί ἐστι σημαίνων»,
5δῆλον ὅτι τὸ προκείμενον πρᾶγμα οὗ ἀποδίδοται. ἀλλ’ εἰ τοῦτο, πᾶς ὁ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων τοῦ προκειμένου ἔχων τι λόγος ὁρισμὸς αὐτοῦ ἔσται· ἐν τῷ τί ἐστι δὲ κατηγορεῖται τῶν εἰδῶν τὰ γένη, συνωνύμως γάρ· ὁ ἐν τῷ γένει ἄρα τὸ εἶδος τιθεὶς λόγος εἴη ἂν ὁρισμὸς
10τοῦ εἴδους, δηλῶν τὸ τί ἐστιν, ὅπερ οὐκ ἀληθές. οὐκ ἄρα αὔταρκες τὸ ἦν, ὥς τινες ἡγοῦνται, ὧν δοκεῖ πρῶτος μὲν Ἀντισθένης εἶναι, εἶτα δὲ καὶ τῶν ἀπὸ τῆς Στοᾶς τινες, ἀλλ’ εὐλόγως τὸ εἶναι πρόσκειται.

47a

ARISTOT. met. 1024 b 26. λόγος δὲ ψευδὴς ὁ τῶν μὴ ὄντων, ᾗ ψευδής, διὸ πᾶς λόγος ψευδὴς ἑτέρου ἢ οὗ ἐσ‐ τὶν ἀληθής, οἷον ὁ τοῦ κύκλου ψευδὴς τριγώνου. ἑκάστου δὲ λόγος ἔστι μὲν ὡς εἷς, ὁ τοῦ τί ἦν εἶναι, ἔστι δ’ ὡς
5πολλοί, ἐπεὶ ταὐτό πως καὶ αὐτὸ πεπονθός, οἷον Σωκρά‐ της καὶ Σωκράτης μουσικός (ὁ δὲ ψευδὴς λόγος οὐθενός ἐστιν ἁπλῶς λόγος)· διὸ Ἀντισθένης ᾤετο εὐήθως μηθὲν ἀξιῶν λέγεσθαι πλὴν τῷ οἰκείῳ λόγῳ, ἓν ἐφ’ ἑνός· ἐξ ὧν συνέβαινε μὴ εἶναι ἀντιλέγειν, σχεδὸν δὲ μηδὲ ψεύ‐
10δεσθαι.40

47b

ALEX. APHROD. in met. 1024 b 26, p. 434, 25. εἰπὼν δὲ ταῦτα αἰτιᾶται Ἀντισθένην εὐήθως λέγοντα περὶ μηδενὸς ἄλλου λέγεσθαί τινα λόγον ἢ περὶ ἐκείνου οὗ οἰκεῖός ἐστι, παρακρουσθέντα ὑπὸ τοῦ τὸν ψευδῆ
5λόγον μηδενὸς ἁπλῶς εἶναι λόγον· οὐ γὰρ εἰ μὴ ἁπλῶς ἐστι μηδὲ κυρίως, ἤδη καὶ οὐκ ἔστιν. ᾤετο δὲ ὁ Ἀντι‐ σθένης ἕκαστον τῶν ὄντων λέγεσθαι τῷ οἰκείῳ λόγῳ μόνῳ καὶ ἕνα ἑκάστου λόγον εἶναι· τὸν γὰρ οἰκεῖον· τὸν δέ τι σημαίνοντα καὶ μὴ ὄντα τούτου περὶ οὗ λέγεται εἶναι,
10ἀλλότριόν γε ὄντα αὐτοῦ. ἐξ ὧν καὶ συνάγειν ἐπει‐ ρᾶτο ὅτι μὴ ἔστιν ἀντιλέγειν· τοὺς μὲν γὰρ ἀντιλέγον‐ τας περί τινος διάφορα λέγειν ὀφείλειν, μὴ δύνασθαι δὲ περὶ αὐτοῦ διαφόρους τοὺς λόγους φέρεσθαι τῷ ἕνα τὸν οἰκεῖον ἑκάστου εἶναι· ἕνα γὰρ ἑνὸς εἶναι καὶ τὸν λέγοντα
15περὶ αὐτοῦ λέγειν μόνον, ὥστε εἰ μὲν περὶ τοῦ πράγματος τοῦ αὐτοῦ λέγοιεν τὰ αὐτὰ ἂν λέγοιεν ἀλλήλοις (εἷς γὰρ ὁ περὶ ἑνὸς λόγος), λέγοντες δὲ ταὐτὰ οὐκ ἂν ἀντιλέγοιεν ἀλλήλοις. εἰ δὲ διαφέροντα λέγοιεν, οὐκέτι λέξειν αὐτοὺς περὶ ταὐτοῦ τῷ εἶναι ἕνα τὸν λόγον τὸν περὶ αὐτοῦ τοῦ
20πράγματος, τοὺς δὲ ἀντιλέγοντας ὀφείλειν περὶ τοῦ αὐ‐ τοῦ λέγειν. καὶ οὕτως συνῆγε τὸ μὴ εἶναι ἀντιλέγειν. σχεδὸν δὲ μηδὲ ψεύδεσθαι διὰ τὸ μὴ οἷόν τε εἶναι περί τι‐ νος ἄλλον πλὴν τὸν ἴδιόν τε καὶ οἰκεῖον εἰπεῖν λόγον. ὅτι δὲ εὐήθης ὁ λόγος οὗτος, δείκνυσιν ἐκ τοῦ λέγειν ἕκαστον
25οὐ μόνον τῷ αὐτοῦ καὶ οἰκείῳ λόγῳ ἀλλὰ καὶ τῷ ἑτέρου, ψευδῶς μὲν καὶ ῥᾷστα καὶ πολλαχῶς καὶ ἐκ τοῦ προχείρου, οἷον ἂν τῷ κύκλου τις λόγῳ κατὰ τοῦ τριγώνου χρήσηται ἢ τῷ τοῦ ἵππου κατὰ τοῦ ἀνθρώπου.

47c

ARISTOT. top. 104 b 20. θέσις δέ ἐστιν ὑπό‐ ληψις παράδοξος τῶν γνωρίμων τινὸς κατὰ φιλοσοφίαν,
οἷον ὅτι οὐκ ἔστιν ἀντιλέγειν, καθάπερ ἔφη Ἀντισθένης.41

48

DIOG. L. IX, 53. καὶ τὸν Ἀντισθένους λόγον τὸν πει‐ ρώμενον ἀποδεικνύειν ὡς οὐκ ἔστιν ἀντιλέγειν, οὗτος (ὁ Πρωταγόρας) πρῶτος διείλεκται, καθά φησι Πλάτων ἐν Εὐθυδήμῳ.

49

PROCLUS in PLAT. Crat. c. 37. ὅτι Ἀντισθένης ἔλεγεν μὴ δεῖν ἀντιλέγειν· πᾶς γάρ, φησί, λόγος ἀληθεύει· ὁ γὰρ λέγων τι λέγει· ὁ δέ τι λέγων τὸ ὂν λέγει· ὁ δὲ τὸ ὂν λέ‐ γων ἀληθεύει. ῥητέον οὖν πρὸς αὐτὸν ὅτι ἔστιν καὶ τὸ
5ψεῦδος καὶ οὐδὲν κωλύει τὸν τὸ ὂν λέγοντα ψεῦδος λέ‐ γειν· καὶ ἔτι ὁ λέγων περί τινος λέγει, καὶ οὐχὶ τὶ λέγει.

50a

SIMPLIC. in cat. 8 b 25, p. 208, 28. τῶν δὲ παλαιῶν οἱ μὲν ἀνῄρουν τὰς ποιότητας τελέως, τὸ ποιὸν συγχωροῦντες εἶναι, ὥσπερ Ἀντισθένης, ὅς ποτε Πλάτωνι διαμφισβητῶν, «ὦ Πλάτων, ἔφη, ἵππον μὲν ὁρῶ, ἱπ‐
5πότητα δὲ οὐχ ὁρῶ». καὶ ὃς εἶπεν· «ὅτι ἔχεις μὲν ᾧ ἵππος ὁρᾶται τόδε τὸ ὄμμα, ᾧ δὲ ἱππότης θεωρεῖται, οὐδέπω κέκτησαι».

50b

SIMPLIC. in cat. 8 b 25, p. 211, 15. γνωριμώτερον δὲ καὶ προσεχέστερον ἡμῖν τῆς ποιότητος τὸ ποιόν, εἴπερ τὴν μὲν ποιότητα καὶ ἀναιροῦσί τινες, ὡς μηδὲ ὑφεστῶσαν ὅλως, τὸ δὲ ποιὸν οὐδεὶς ἀναιρεῖ, καὶ τὸν μὲν ἵππον ὁρᾶν
5ὁμολογεῖ ὁ Ἀντισθένης, τὴν δὲ ἱππότητα μὴ ὁρᾶν, καὶ τὸ μὲν ἐν ὀφθαλμοῖς ὁρᾶται, ἡ δὲ τῷ λογισμῷ καταλαμβά‐ νεται, καὶ τὸ μὲν ἐν αἰτίου τάξει προηγεῖται, τὸ δὲ ὡς ἀποτέλεσμα ἕπεται, καὶ τὸ μέν ἐστι σῶμα καὶ σύνθετον, τὸ δὲ ἁπλοῦν καὶ ἀσώματον.

50c

AMMON. in PORPHYR. isagog. p. 40, 6. ὁ τοί‐ νυν Ἀντισθένης ἔλεγε τὰ γένη καὶ τὰ εἴδη ἐν ψιλαῖς
ἐπινοίαις εἶναι λέγων ὅτι «ἵππον μὲν ὁρῶ, ἱππότητα δὲ οὐχ ὁρῶ» καὶ πάλιν «ἄνθρωπον μὲν ὁρῶ, ἀνθρωπό‐42
5τητα δὲ οὐχ ὁρῶ».

51

PORPHYR. schol. ad Od. I, 1. οὐκ ἐπαινεῖν φησιν Ἀντισθένης Ὅμηρον τὸν Ὀδυσσέα μᾶλλον ἢ ψέγειν λέγοντα αὐτὸν πολύτροπον. οὐκ οὖν τὸν Ἀγαμέμνονα καὶ τὸν Αἴαντα πολυτρόπους πεποιηκέναι, ἀλλ’ ἁπλοῦς καὶ
5γεννάδας, οὐδὲ τὸν Νέστορα, τὸν σοφόν, οὐ μὰ Δία δόλιον καὶ παλίμβολον τὸ ἦθος, ἀλλ’ ἁπλῶς τῷ Ἀγαμέ‐ μνονι συνόντα καὶ τοῖς ἄλλοις ἅπασι καὶ εἰς τὸ στρατόπε‐ δον, εἴ τι ἀγαθὸν εἶχε, συμβουλεύοντα καὶ οὐκ ἀπο‐ κρυπτόμενον. καὶ τοσοῦτον ἀπεῖχε τοῦ τὸν τοιοῦτον τρό‐
10πον ἀποδέχεσθαι ὁ Ἀχιλλεύς, ὡς ἐχθρὸν ἡγεῖσθαι ὁ‐ μοίως τῷ θανάτῳ ἐκεῖνον, «ὅς χ’ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ» (Il. IX, 313). λύων οὖν ὁ Ἀντισθένης φησί· τί οὖν; ἆρα γε πονηρὸς
15ὁ Ὀδυσσεύς, ὅτι πολύτροπος ἐρρέθη, καὶ μή, διότι σοφός, οὕτως αὐτὸν προσείρηκε; μήποτε οὖν τρόπος τὸ μέν τι σημαίνει τὸ ἦθος, τὸ δέ τι σημαίνει τὴν τοῦ λόγου χρῆσιν; εὔτροπος γὰρ ἀνὴρ ὁ τὸ ἦθος ἔχων εἰς τὸ εὖ τετραμμένον, τρόποι δὲ λόγου αἱ ποιαὶ πλάσεις· καὶ χρῆται τῷ τρόπῳ
20καὶ ἐπὶ φωνῆς καὶ ἐπὶ μελῶν ἐξαλλαγῆς, ὡς ἐπὶ τῆς ἀηδόνος· «ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν» (Od. XIX, 521). εἰ δὲ οἱ σοφοὶ δεινοί εἰσι διαλέγεσθαι, καὶ ἐπίστανται τὸ
25αὐτὸ νόημα κατὰ πολλοὺς τρόπους λέγειν· ἐπιστάμενοι δὲ πολλοὺς τρόπους λόγων περὶ τοῦ αὐτοῦ πολύτροποι ἂν εἶεν. εἰ δὲ οἱ σοφοὶ καὶ 〈ἀνθρώποις συνεῖναι〉 ἀγαθοί εἰσι, διὰ τοῦτό φησι τὸν Ὀδυσσέα Ὅμηρος σοφὸν ὄντα
πολύτροπον εἶναι, ὅτι δὴ τοῖς ἀνθρώποις ἠπίστατο πολ‐43
30λοῖς τρόποις συνεῖναι. οὕτω καὶ Πυθαγόρας λέγεται πρὸς παῖδας ἀξιωθεὶς ποιήσασθαι λόγους διαθεῖναι πρὸς αὐτοὺς λόγους παιδικούς, καὶ πρὸς γυναῖκας γυναιξὶν ἁρμοδίους, καὶ πρὸς ἄρχοντας ἀρχοντικούς, καὶ πρὸς ἐφήβους ἐφηβικούς· τὸν γὰρ ἑκάστοις πρόσφορον τρόπον τῆς σοφίας
35ἐξευρίσκειν σοφίας ἐστίν· ἀμαθίας δὲ εἶναι τὸ πρὸς τοὺς ἀνομοίως ἔχοντας τῷ τοῦ λόγου χρῆσθαι μονοτρόπῳ. ἔχειν δὲ τοῦτο καὶ τὴν ἰατρικὴν ἐν τῇ τῆς τέχνης κατορθώσει, ἠσκηκυίας τῆς θεραπείας τὸ πολύτροπον διὰ τὴν τῶν θεραπευομένων ποικίλην σύστασιν. τρόπος μὲν οὖν τὸ
40παλίμβολον τὸ τοῦ ἤθους, τὸ πολυμετάβολον καὶ ἄστατον. λόγου δὲ πολυτροπία καὶ χρῆσις ποικίλη λόγου εἰς ποικίλας ἀκοὰς μονοτροπία γίνεται. ἓν γὰρ τὸ ἑκάστῳ οἰκεῖον. διὸ καὶ τὸ ἁρμόδιον ἑκάστῳ τὴν ποικιλίαν τοῦ λόγου εἰς ἓν συναγείρει τὸ ἑκάστῳ πρόσφορον. τὸ δ’ αὖ μονοειδὲς
45ἀνάρμοστον ὂν πρὸς ἀκοὰς διαφόρους πολύτροπον ποιεῖ τὸν ὑπὸ πολλῶν ἀπόβλητον ὡς αὐτοῖς ἀπόβλητον λόγον.

52a

PORPHYR. schol. ad Od. V, 211. (οὐ μέν θην κείνης γε χερείων εὔχομαι εἶναι). Ἀντισθένης φησὶν εἰδέναι σοφὸν ὄντα τὸν Ὀδυσσέα, ὅτι οἱ ἐρῶντες πολλὰ ψεύδονται καὶ τὰ ἀδύνατα ἐπαγγέλλονται.

52b

PORPHYR. schol. ad Od. VII, 257. (ἡ δέ 〈μ’〉 ἔφασκε/ θήσειν ἀθάνατον καὶ ἀγήραον ἥματα πάντα). Ἀντισθένης δέ φησι ὅτι τοὺς ἐρῶντας ᾔδει ψευδομένους τὰς ὑποσχέσεις· τοῦτο γὰρ ποιεῖν οὐκ ἐδύνατο δίχα Διός.

53

PORPHYR. schol. ad Od. IX, 106. (Κυκλώπων δ’ ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων). Ἀντισθένης δέ φησιν ὅτι μόνον τὸν Πολύφημον εἶναι ἄδικον· καὶ γὰρ ὄντως τοῦ Διὸς ὑπερόπτης ἐστίν· οὐκοῦν οἱ λοιποὶ δίκαιοι· διὰ
5τοῦτο γὰρ καὶ τὴν γῆν αὐτοῖς τὰ πάντα ἀναδιδόναι αὐτο‐ μάτως· καὶ τὸ μὴ ἐργάζεσθαι αὐτὴν δίκαιον ἔργον ἐστίν.

54

PORPHYR. schol. ad Od. IX, 525. (ὡς οὐκ ὀφθαλ‐
μόν 〈σ’〉 ἰήσεται οὐδ’ Ἐνοσίχθων). διὰ τί ὁ Ὀδυσσεὺς οὕτως ἀνοήτως εἰς τὸν Ποσειδῶνα ὠλιγώρησεν εἰπών· “ὡς οὐκ ...”; Ἀντισθένης μέν φησι διὰ τὸ εἰδέναι ὅτι44
5οὐκ ἦν ἰατρὸς ὁ Ποσειδῶν ἀλλ’ ὁ Ἀπόλλων.

55

PORPHYR. sch. ad Il. XI, 636. (Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν). διὰ τί πεποίηκε μόνον τὸν Νέστορα αἴροντα τὸ ἔκπομα; ... Ἀντισθένης δέ· οὐ περὶ τῆς κατὰ χείρα βαρύτητος λέγει, ἀλλ’ ὅτι οὐκ ἐμεθύσκετο σημαίνει·
5ἀλλ’ ἔφερε ῥᾳδίως τὸν οἶνον.

56

ANON. sch. lips. ad Il. XV, 123. (εἰ μὴ Ἀθήνη πᾶσι περιδδείσασα θεοῖσι) εἰκότως δὲ ὡς δεδοικυῖα τὸν πατέρα καὶ ἤδη πεπαιδευμένη μὴ ἐναντιοῦσθαι, περὶ τῶν μελλόντων ἡ Γλαυκῶπις φροντίζει. ἐκ τούτου καὶ Ἀντισθένης φησίν,
5ὡς εἴ τι πράττει ὁ σοφός, κατὰ πᾶσαν ἀρετὴν ἐνεργεῖ, ὡς καὶ ἡ Ἀθηνᾶ τριχῶς νουθετεῖ τὸν Ἄρην.

57

ANON. sch. ad Il. XXIII, 65. (ἦλθε δ’ ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο). ἐντεῦθεν Ἀντισθένης ὁμοσχήμονας φησὶ τὰς ψυχὰς τοῖς περιέχουσι σώμασιν εἶναι.

58

DIO PRUS. or. LIII, 5. ὁ δὲ Ζήνων οὐδὲν τῶν τοῦ Ὁμήρου ψέγει, ἅμα διηγούμενος καὶ διδάσκων ὅτι τὰ μὲν κατὰ δόξαν τὰ δὲ κατὰ ἀλήθειαν γέγραφεν, ὅπως μὴ φαίνηται αὐτὸς αὑτῷ μαχόμενος ἔν τισι δοκοῦσιν ἐναν‐
5τίως εἰρήσθαι. ὁ δὲ λόγος οὗτος, Ἀντισθένους ἐστὶ πρό‐ τερον, ὅτι τὰ μὲν δόξῃ, τὰ δὲ ἀληθείᾳ εἴρηται τῷ ποιητῇ· ἀλλ’ ὁ μὲν οὐκ ἐξειργάσατο αὐτόν, ὁ δὲ καθ’ ἕκαστον τῶν ἐπὶ μέρους ἐδήλωσεν.

59

Sch. in ARISTOPH. thesmoph. 21. (σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ). ἔστι δὲ Σοφοκλέους ἐξ Αἴαντος Λοκροῦ ... καὶ Ἀντισθένης καὶ Πλάτων Εὐριπίδου αὐτὸ εἶναι ἡγοῦνται. οὐκ ἔχω εἰπεῖν ὅ τι παθόντες.

60

PLUTARCH. quom. adul. poet. aud. deb. 33C. ὅθεν οὐδ’ αἱ παραδιορθώσεις φαύλως ἔχουσιν αἷς καὶ Κλεάνθης ἐχρήσατο καὶ Ἀντισθένης, ὁ μὲν εὖ μάλα τοὺς
Ἀθηναίους ἰδὼν θορυβήσαντας ἐν τῷ θεάτρῳ “τί δ’ αἰ‐45
5σχρόν, εἰ μὴ τοῖς χρωμένοις δοκεῖ;” παραβάλλων εὐ‐ θύς, “αἰσχρὸν τὸ γ’ αἰσχρόν, κἂν δοκῇ κἂν μὴ δοκῇ”.

61

XENOPHON symp. III, 5 s. ἀλλὰ σὺ αὖ, ἔφη (ὁ Ἀν‐ τισθένης), λέγε, ὦ Νικήρατε, ἐπὶ ποίᾳ ἐπιστήμῃ μέγα φρονεῖς. καὶ ὃς εἶπεν· Ὁ πατὴρ ὁ ἐπιμελούμενος ὅπως ἀνὴρ ἀγαθὸς γενοίμην ἠνάγκασέ με πάντα τὰ Ὁμήρου
5ἔπη μαθεῖν· καὶ νῦν δυναίμην ἂν Ἰλιάδα ὅλην καὶ Ὀδύσ‐ σειαν ἀπὸ στόματος εἰπεῖν. Ἐκεῖνο δ’ ἔφη ὁ Ἀντισθένης, λέληθέ σε, ὅτι καὶ οἱ ῥαψῳδοὶ πάντες ἐπίστανται ταῦτα τὰ ἔπη; Καὶ πῶς ἄν, ἔφη, λελήθοι ἀκροώμενόν γε αὐτῶν ὀλίγου ἀν’ ἑκάστην ἡμέραν; Οἶσθά τι οὖν ἔθνος, ἔφη,
10ἠλιθιώτερον ῥαψῳδῶν; Οὐ μὰ τὸν Δία, ἔφη ὁ Νικήρατος, οὔκουν ἔμοιγε δοκῶ. Δῆλον γάρ, ἔφη ὁ Σωκράτης, ὅτι τὰς ὑπονοίας οὐκ ἐπίστανται. σὺ δὲ Στησιμβρότῳ τε καὶ Ἀναξιμάνδρῳ καὶ ἄλλοις πολλοῖς πολὺ δέδωκας ἀργύ‐ ριον, ὥστε οὐδέν σε τῶν πολλοῦ ἀξίων λέληθε.

62

XENOPHON symp. IV, 6. ἐκ τούτου δὲ ὁ Νικήρατος, Ἀκούοιτ’ ἄν, ἔφη, καὶ ἐμοῦ ἂ ἔσεσθε βελτίονες, ἂν ἐμοῖ συνῆτε. ἴστε γὰρ δήπου ὅτι Ὅμηρος ὁ σοφώτατος πεποί‐ ηκε σχεδὸν περὶ πάντων τῶν ἀνθρωπίνων. ὅστις ἂν οὖν
5ὑμῶν βούληται ἢ οἰκονομικὸς ἢ δημηγορικὸς ἢ στρατηγι‐ κὸς γενέσθαι ἢ ὅμοιος Ἀχιλλεῖ ἢ Αἴαντι ἢ Νέστορι ἢ Ὀδυσεῖ, ἐμὲ θεραπευέτω. ἐγὼ γὰρ ταῦτα πάντα ἐπ‐ ίσταμαι. Ἦ καὶ βασιλεύειν, ἔφη ὁ Ἀντισθένης, ἐπίστασαι, ὅτι οἶσθα ἐπαινέσαντα αὐτὸν τὸν Ἀγαμέμνονα ὡς βασι‐
10λεύς τε εἴη ἀγαθὸς κρατερός τ’ αἰχμητής; Καὶ ναὶ μὰ Δί’, ἔφη, ἔγωγε ...

63

DIOCL. ap. DIOG. L. VI, 13. τείχη κατασκευαστέον ἐν τοῖς αὑτῶν ἀναλώτοις λογισμοῖς.

64

STOB. anthol. II, 31, 68. δεῖ τοὺς μέλλοντας ἀγαθοὺς ἄνδρας γενήσεσθαι τὸ μὲν σῶμα γυμνασίοις ἀσκεῖν, τὴν
δὲ ψυχὴν 〈λόγοισ〉.46

65

STOB. anthol. II, 2, 15. οὐκ ἀντιλέγοντα δεῖ τὸν ἀντι‐ λέγοντα παύειν, ἀλλὰ διδάσκειν· οὐδὲ γὰρ τὸν μαινόμενον ἀντιμαινόμενός τις ἰᾶται.

66

DIOG. L. VI, 103. γράμματα γοῦν μὴ μανθάνειν ἔφασκεν ὁ Ἀντισθένης τοὺς σώφρονας γενομένους, ἵνα μὴ διαστρέφοιντο τοῖς ἀλλοτρίοις.

67

CHRYSIPPUS ap. PLUT. de Stoic. repugn. 1039E. καὶ μὴν οὐχ ἕτερα δεῖ βιβλία διειλῆσαι τοῦ Χρυσίππου τὴν πρὸς αὐτὸν ἐνδεικνυμένους μάχην, ἀλλ’ ἐν αὐτοῖς τού‐ τοις ποτὲ μὲν τοῦ Ἀντισθένους ἐπαινῶν προσφέρεται τὸ
5δεῖν κτᾶσθαι νοῦν ἢ βρόχον.

68

Gnom. vat. 3. ὁ αὐτὸς ἔφη τοὺς ἀπαιδεύτους ἐνύπνια ἐγρηγορότα.

69

DIOG. L. VI, 10. Ἤρεσκεν αὐτῷ καὶ τάδε. διδα‐ κτὴν ἀπεδείκνυε τὴν ἀρετήν. τοὺς αὐτοὺς εὐγενεῖς τοὺς καὶ ἐναρέτους.

70

DIOG. L. VI, II. αὐτάρκη δὲ τὴν ἀρετὴν πρὸς εὐ‐ δαιμονίαν, μηδενὸς προσδεομένην ὄτι μὴ Σωκρατικῆς ἰσχύος. τήν τ’ ἀρετὴν τῶν ἔργων εἶναι, μήτε λόγων πλεί‐ στων δεομένην μήτε μαθημάτων.

71

DIOCL. ap. DIOG. L. VI, 12. ἀναφαίρετον ὅπλον ἡ ἀρετή· κρεῖττόν ἐστι μετ’ ὀλίγων ἀγαθῶν πρὸς ἅπαντας τοὺς κακοὺς ἢ μετὰ πολλῶν κακῶν πρὸς ὀλίγους ἀγαθοὺς μάχεσθαι.

72

DIOCL. ap. DIOG. L. VI, 12. ἀνδρὸς καὶ γυναικὸς
ἡ αὐτὴ ἀρετή.47

73

DIOCL. ap. DIOG. L. VI, 12. τἀγαθὰ καλά, τὰ κακὰ αἰσχρά· τὰ πονηρὰ νόμιζε πάντα ξενικά.

74

DIOCL. ap. DIOG. L. VI, 12. τὸν δίκαιον περὶ πλείο‐ νος ποιεῖσθαι τοῦ συγγενοῦς.

75

DIOG. L. VI, 5. τοὺς βουλομένους ἀθανάτους εἶναι, ἔφη, δεῖν ζῆν εὐσεβῶς καὶ δικαίως.

76

DIOCL. ap. DIOG. L. VI, 12. προσέχειν τοῖς ἐχ‐ θροῖς· πρῶτοι γὰρ τῶν ἁμαρτημάτων αἰσθάνονται.

77

PLUT. de cap. ex inim. util. 89B. ὅθεν ὀρθῶς ὁ Ἀντισθένης εἶπεν, ὅτι τοῖς μέλλουσι σῴζεσθαι ἢ φίλων δεῖ γνησίων ἢ διαπύρων ἐχθρῶν· οἱ μὲν γὰρ νουθετοῦντες τοὺς ἁμαρτάνοντας, οἱ δὲ λοιδοροῦντες ἀποτρέπουσι.

78

ANTONIUS serm. XXXIII, 172. μὴ νουθέτει γέρον‐ τα ἁμαρτάνοντα· δένδρον γὰρ παλαιὸν μεταφυτεῦσαι δύσκολόν ἐστιν.

79

DIOCL. ap. DIOG. L. VI, 12. ἀξιέραστος ὁ ἀγαθός· οἱ σπουδαῖοι φίλοι· συμμάχους ποιεῖσθαι τοὺς εὐψύχους ἅμα καὶ δικαίους.

80

DIOG. L. VI, 11. αὐτάρκη τ’ εἶναι τὸν σοφόν· πάντα γὰρ αὐτοῦ εἶναι τὰ τῶν ἄλλων.

81

DIOCL. ap. DIOG. L. VI, 12. ἀναγράφει δ’ αὐτοῦ καὶ
Διοκλῆς ταυτί· τῷ σοφῷ ξένον οὐδὲν οὐδ’ ἄπορον.48

82

DIOG. L. VI, 5. ὥσπερ ὑπὸ τοῦ ἰοῦ τὸν σίδηρον, οὕτως ἔλεγε τοὺς φθονεροὺς ὑπὸ τοῦ ἰδίου ἤθους κατεσθίεσθαι.

83

ANTONIUS serm. XXXIII, 172. κακοὶ κολακευόμε‐ νοι κακώτεροι γίνονται.

84a

HECATON ap. DIOG. L. VI, 4. κρεῖττον ἔλεγε, καθά φησιν Ἑκάτων ἐν ταῖς Χρείαις, εἰς κόρακας ἢ εἰς κόλακας ἐμπεσεῖν· οἱ μὲν γὰρ νεκρούς, οἱ δὲ ζῶντας ἐσθίουσιν.

84b

STOB. anthol. III, 14, 17. Ἀντισθένης αἱρετώτε‐ ρόν φησιν εἰς κόρακας ἐμπεσεῖν ἢ εἰς κόλακας· οἱ μὲν γὰρ ἀποθανόντος τὸ σῶμα, οἱ δὲ ζῶντος τὴν ψυχὴν λυ‐ μαίνονται.

85

DIOG. L. VI, 7. παρεκελεύετο τε κακῶς ἀκούοντας καρτερεῖν μᾶλλον ἢ εἰ λίθοις τις βάλλοιτο.

86

Gnom. vat. 12. ὁ αὐτὸς ἔφη τὴν ἀρετὴν βραχύλογον εἶναι, τὴν δὲ κακίαν ἀπεραντο〈λόγον〉.

88

DIOCL. ap. DIOG. L. VI, 13. τεῖχος ἀσφαλέστατον φρόνησις· μήτε γὰρ καταρρεῖν μήτε προδίδοσθαι.

89

STOB. anthol. III, 14, 19. Ἀντισθένης ἔλεγεν, ὥσπερ τὰς ἑταίρας τἀγαθὰ πάντα εὔχεσθαι τοῖς ἐρασταῖς πα‐ ρεῖναι, πλὴν νοῦ καὶ φρονήσεως, οὕτω καὶ τοὺς κόλακας οἷς σύνεισιν.

90

EPIPH. adv. haeres. III, 26 (Diels, Dox. p. 591).
Ἀντισθένης ... (fr. 122D) ἔφησε μὴ χρῆναι τὰ κακὰ ζηλοτυπεῖν ἑτέρων [ἢ τὰ παρ’ ἀλλήλοις αἰσχρά]· τὰ δὲ τείχη τῶν πόλεων εἶναι σφαλερὰ πρὸς τὸν ἔσω προδότην,49
5ἀσάλευτα δὲ τὰ τῆς ψυχῆς τείχη καὶ ἀρραγῆ.

91

PHILO quod omn. prob. lib. p. 869. εἰς ταῦτα δ’ ἀπιδὼν Ἀντισθένης δυσβάστακτον εἶπεν εἶναι τὸν ἀστεῖον· ὡς γὰρ ἡ ἀφροσύνη κοῦφον καὶ φερόμενον, 〈οὕτωσ〉 ἡ φρόνησις ἐρηρεισμένον καὶ ἀκλινὲς καὶ βάρος
5ἔχον ἀσάλευτον.

92

DIOG. L. VI, 6. ὁμονοούντων ἀδελφῶν συμβίωσιν παντὸς ἔφη τείχους ἰσχυροτέραν εἶναι.

93

STOB. anthol. III, 1, 28. οὔτε συμπόσιον χωρὶς ὁμο‐ νοίας οὔτε πλοῦτος χωρὶς ἀρετῆς ἡδονὴν ἔχει.

94

STOB. anthol. III, 10, 41. φιλάργυρος οὐδεὶς ἀγαθὸς οὔτε βασιλεὺς οὔτε 〈ἰδιώτησ〉.

95

DIOG. L. VI, 11. τὴν τ’ ἀδοξίαν ἀγαθὸν καὶ ἴσον τῷ πόνῳ.

96

Gnom. vat. 1. Ἀντισθένης τοὺς πόνους ἔφησεν ὁμοίους εἶναι κυσί· καὶ γὰρ ἐκεῖνοι τοῦς ἀσυνήθεις δάκνου‐ σιν.

97a

CLEMENS ALEX. strom. II, 21, 130, 7. πάλιν Ἀντι‐ σθένης μὲν τὴν ἀτυφίαν (τοῦ μὲν ὅλου βίου τέλος εἶναι ἔταξε).

97b

THEODORET. graec. aff. cur. XI, 8. ὁ δὲ Ἀντι‐ σθένης τὴν ἀτυφίαν (ἔσχατον ἀγαθὸν ὑπέλαβεν).

98

DIOG. L. VI, 6. τοιαῦτ’ ἔφη δεῖν ἐφόδια ποιεῖσθαι
ἃ καὶ ναυαγήσαντι συγκολυμβήσει.50

99

PLUT. de Alex. magni fort. 336A. ὀρθῶς γὰρ Ἀν‐ τισθένης ἔλεγεν, ὅτι πάντα δεῖ τοῖς πολεμίοις εὔχεσθαι τὰ ἀγαθά, πλὴν ἀνδρείας· γίνεται γὰρ οὕτως οὐ τῶν ἐχόντων, ἀλλὰ τῶν κρατούντων.

100

ARISTOT. polit. III, 1284 a 15. ὅθεν δῆλον ὅτι καὶ τὴν νομοθεσίαν ἀναγκαῖον εἶναι περὶ τοὺς ἴσους καὶ τῷ γένει καὶ τῇ δυνάμει, κατὰ δὲ τῶν τοιούτων οὐκ ἔστι νόμος. αὐτοὶ γάρ εἰσι νόμος. καὶ γὰρ γελοῖος ἂν εἴη νομο‐
5θετεῖν τις πειρώμενος κατ’ αὐτῶν. λέγοιεν γὰρ ἂν ἴσως ἅπερ Ἀντισθένης ἔφη, τοὺς λέοντας δημηγορούντων τῶν δασυπόδων καὶ τὸ ἴσον ἀξιούντων πάντας ἔχειν.

101

DIOG. L. VI, 11. καὶ τὸν σοφὸν οὐ κατὰ τοὺς κειμένους νόμους πολιτεύσεσθαι ἀλλὰ κατὰ τὸν τῆς ἀρετῆς.

103

DIOG. L. VI, 5. τότ’ ἔφη τὰς πόλεις ἀπόλλυσθαι, ὅταν μὴ δύνωνται τοὺς φαύλους ἀπὸ τῶν σπουδαίων δια‐ κρίνειν.

104

DIOG. L. VI, 6. ἄτοπον ἔφη τοῦ μὲν σίτου τὰς αἴρας ἐκλέγειν καὶ ἐν τῷ πολέμῳ τοὺς ἀχρείους, ἐν δὲ πολιτείᾳ τοὺς πονηροὺς μὴ παραιτεῖσθαι.

105

MAXIMUS serm. 9, 561. ἐπισφαλὲς μαινομένῳ δοῦ‐
ναι μάχαιραν καὶ μοχθηρῷ δύναμιν.51

106

PHILOD. rhetor. p. 223, 12ss. (Sudhaus). τί δήποτε οὔ‐ [τε Σωκ]ράτ[ης] δ’ ὁ γινώ[σκων] [ἕνα πρ]ὸς ἕνα συλλ[ύειν ἔοι‐]
5[κεν ἱκα]νὸς ἕ[να πρὸς πλήθη] [οὔτ’ Ἀντ]ισθέ[νης οὔτε Ζή‐] [νων οὔ]τε Κ[λεάνθης οὔτε] [Χρύσι]ππος οὔτ[ε ἄλλος τις] [τοιαύ]τας προκο[πὰς πεπαη]
10[μένοι];

107

XENOPHON symp. IV, 56—64. Ὁμολογησώμεθα πρῶτον ποῖά ἐστιν ἔργα τοῦ μαστροποῦ· καὶ ὅσα ἂν ἐρωτῶ, μὴ ὀκνεῖτε ἀποκρίνεσθαι, ἵνα εἰδῶμεν ὅσα ἂν συνομο‐ λογῶμεν. καὶ ὑμῖν οὕτω δοκεῖ; ἔφη. Πάνυ μὲν οὖν, ἔφασαν.
5ὡς δ’ ἅπαξ εἶπαν Πάνυ μὲν οὖν, τοῦτο πάντες ἐκ τοῦ λοι‐ ποῦ ἀπεκρίναντο. Οὐκοῦν ἀγαθοῦ μέν, ἔφη, ὑμῖν δοκεῖ μαστροποῦ ἔργον εἶναι ἣν ἂν ἢ ὃν ἂν μαστροπεύῃ ἀρέσκοντα τοῦτον ἀποδεικνύναι οἷς ἂν συνῇ; Πάνυ μὲν οὖν, ἔφασαν. Οὐκοῦν ἓν μέν τί ἐστιν εἰς τὸ ἀρέσκειν ἐκ τοῦ πρέπουσαν
10ἔχειν σχέσιν καὶ τριχῶν καὶ ἐσθῆτος; Πάνυ μὲν οὖν, ἔφασαν. Οὐκοῦν καὶ τόδε ἐπιστάμεθα, ὅτι ἔστιν ἀνθρώπῳ τοῖς αὐτοῖς ὄμμασι καὶ φιλικῶς καὶ ἐχθρῶς πρός τινας βλέπειν; Πάνυ μὲν οὖν. Τί δέ, τῇ αὐτῇ φωνῇ ἔστι καὶ αἰδημόνως καὶ θρασέως φθέγγεσθαι; Πάνυ μὲν οὖν. Τί δέ, λόγοι
15οὐκ εἰσὶ μέν τινες ἀπεχθανόμενοι, εἰσὶ δέ τινες οἳ πρὸς φιλίαν ἄγουσι; Πάνυ μὲν οὖν. Οὐκοῦν τούτων ὁ ἀγαθὸς μαστροπὸς τὰ συμφέροντα εἰς τὸ ἀρέσκειν διδάσκοι ἄν; Πάνυ μὲν οὖν. Ἀμείνων δ’ ἂν εἴη, ἔφη, ὁ ἑνὶ δυνάμενος ἀρεστοὺς ποιεῖν ἢ ὅστις καὶ πολλοῖς; ἐνταῦθα μέντοι
20ἐσχίσθησαν, καὶ οἱ μὲν εἶπον Δῆλον ὅτι ὅστις πλείστοις, οἱ δὲ Πάνυ μὲν οὖν. ὁ δ’ εἰπὼν ὅτι καὶ τοῦτο ὁμολογεῖται, ἔφη· Εἰ δέ τις καὶ ὅλῃ τῇ πόλει ἀρέσκοντας δύναιτο ἀπο‐ δεικνύναι, οὐχ οὗτος παντελῶς ἂν ἤδη ἀγαθὸς μαστροπὸς
εἴη; Σαφῶς γε νὴ Δία, πάντες εἶπον. Οὐκοῦν εἴ τις τοι‐52
25ούτους δύναιτο ἐξεργάζεσθαι ὧν προστατοίη, δικαίως ἂν μέγα φρονοίη ἐπὶ τῇ τέχνῃ καὶ δικαίως ἂν πολὺν μισθὸν λαμβάνοι; ἐπεὶ δὲ καὶ ταῦτα πάντες συνωμολόγουν, Τοιοῦτος μέντοι, ἔφη, μοι δοκεῖ Ἀντισθένης εἶναι οὗτος. καὶ ὁ Ἀντισθένης, Ἐμοῖ, ἔφη, παραδίδως, ὦ
30Σώκρατες, τὴν τέχνην; Ναὶ μὰ Δί’ ἔφη. ὁρῶ γάρ σε καὶ τὴν ἀκόλουθον ταύτης πάνυ ἐξειργασμένον. Τίνα ταύτην; Τὴν προαγωγείαν, ἔφη. καὶ ὃς μάλα ἀχθεσθεὶς ἐπήρετο· Καὶ τί μοι σύνοισθα, ὦ Σώκρατες, τοιοῦτον εἰργασμένῳ; Οἶδα μέν, ἔφη, σε Καλλίαν τουτονὶ προαγω‐
35γεύσαντα τῷ σοφῷ Προδίκῳ, ὅτε ἑώρας τοῦτον μὲν φιλο‐ σοφίας ἐρῶντα, ἐκεῖνον δὲ χρημάτων δεόμενον· οἶδα δέ σε Ἱππίᾳ τῷ Ἠλείῳ, παρ’ οὗ οὗτος καὶ τὸ μνημονικὸν ἔμαθεν· ἀφ’ οὗ δὴ καὶ ἐρωτικώτερος γεγένηται διὰ τὸ ὅ τι ἂν καλὸν ἴδῃ μηδέποτε ἐπιλανθάνεσθαι. ἔναγχος δὲ
40δήπου καὶ πρὸς ἐμὲ ἐπαινῶν τὸν Ἡρακλεώτην ξένον ἐπεί με ἐποίησας ἐπιθυμεῖν αὐτοῦ, συνέστησάς μοι αὐτόν. καὶ χάριν μέντοι σοι ἔχω· πάνυ γὰρ καλὸς κἀγαθὸς δοκεῖ μοι εἶναι. Αἰσχύλον δὲ τὸν Φλειάσιον πρὸς ἐμὲ ἐπ‐ αινῶν καὶ ἐμὲ πρὸς ἐκεῖνον οὐχ οὕτω διέθηκας ὥστε
45διὰ τοὺς σοὺς λόγους ἐρῶντες ἐκυνοδρομοῦμεν ἀλλή‐ λους ζητοῦντες; ταῦτα οὖν ὁρῶν δυνάμενόν σε ποιεῖν ἀγαθὸν νομίζω προαγωγὸν εἶναι. ὁ γὰρ οἷός τε ὢν γιγνώ‐ σκειν τε τοὺς ὠφελίμους αὑτοῖς καὶ τούτους δυνάμενος ποιεῖν ἐπιθυμεῖν ἀλλήλων, οὗτος ἄν μοι δοκεῖ καὶ πόλεις

107

(50)

δύνασθαι φίλας ποιεῖν καὶ γάμους ἐπιτηδείους συνάγειν, καὶ πολλοῦ ἂν ἄξιος εἶναι καὶ † πόλεσι καὶ φίλοις καὶ συμμάχοις † κεκτῆσθαι. σὺ δὲ ὡς κακῶς ἀκούσας ὅτι ἀγαθόν σε ἔφην προαγωγὸν εἶναι, ὠργίσθης. Ἀλλὰ μὰ Δί’, ἔφη, οὐ νῦν. ἐὰν γὰρ ταῦτα δύνωμαι, σεσαγμένος δὴ
55παντάπασι πλούτου τὴν ψυχὴν ἔσομαι.

108a

DIOG. L. VI, 3. ἔλεγε τε συνεχές· μανείην μᾶλλον
ἢ ἡσθείην.53

108b

SEXTUS EMPIR. adv. math. XI, 73. οἷον τὴν ἡδο‐ νὴν ὁ μὲν Ἐπίκουρος ἀγαθὸν εἶναί φησιν· ὁ δὲ εἰπών· μανείην μᾶλλον ἢ ἡσθείην κακόν.

108c

AUL. GELL. noct. att. IX, 5, 3. Antisthenes Socraticus (voluptatem) summum malum dicit; eius namque hoc verbum est: μανείην μᾶλλον ἢ ἡσθείην.

108d

CLEMENS ALEX. strom. II, 20, 121, 1. καὶ Ἀντι‐ σθένης δὲ μανῆναι μᾶλλον ἢ ἡσθῆναι αἱρεῖται.

108e

EUSEB. praep. evang. XV, 13, 7. Σωκράτους τοίνυν ἀκουστὴς ἐγένετο Ἀντισθένης. Ἡρακλεωτικός τις ἀνὴρ τὸ φρόνημα, ὃς ἔφη τοῦ ἥδεσθαι τὸ μαίνεσθαι κρεῖττον εἶναι· διὸ καὶ παρῄνει τοῖς γνωρίμοις μηδέποτε
5χάριν ἡδονῆς δάκτυλον ἐκτείνειν.

108f

THEODORET. graec. aff. cur. XII, 47. καὶ Ἀν‐ τισθένης δὲ ὁ Κυνικὸς (Σωκρατικὸς δὲ καὶ οὗτος) τοῦ ἥδεσθαι τὸ μαίνεσθαι κρεῖττον εἴρηκεν εἶναι· διὸ καὶ παραινεῖ τοῖς γνωρίμοις μηδὲ δάκτυλον ἐκτεῖναί ποτε
5ἕνεκα ἡδονῆς.

109a

CLEMENS ALEX. strom. II, 20, 107, 2. ἐγὼ δὲ ἀ‐ ποδέχομαι τὸν Ἀντισθένη, «τὴν Ἀφροδίτην, λέγοντα, κἂν κατατοξεύσαιμι, εἰ λάβοιμι, ὅτι πολλὰς ἡμῶν καλὰς καὶ ἀγαθὰς γυναῖκας διέφθειρεν». τόν τε ἔρωτα κακίαν
5φησὶ φύσεως· ἧς ἥττους ὄντες οἱ κακοδαίμονες θεὸν τὴν νόσον καλοῦσιν. δείκνυται γὰρ διὰ τούτων ἡττᾶσθαι τοὺς ἀμαθεστέρους δι’ ἄγνοιαν ἡδονῆς, ἣν οὐ χρὴ προσίεσθαι, κἂν θεὸς λέγηται, τουτέστι κἂν θεόθεν ἐπὶ τὴν τῆς παι‐ δοποιίας χρείαν δεδομένη τυγχάνῃ.

109b

THEODORET. graec. aff. cur. III, 53. αὐτίκα τοί‐ νυν Ἀντισθένης ὁ Σωκράτους ἑταῖρος καὶ Διογένους διδάσκαλος, τὴν σωφροσύνην περὶ πλείστου ποιούμενος
καὶ τὴν ἡδονὴν μυσαττόμενος, τοιάδε περὶ τῆς Ἀφροδίτης54
5λέγεται φάναι «ἐγὼ δὲ τὴν Ἀφροδίτην κἂν κατατοξεύ‐ σαιμι, εἰ λάβοιμι, ὅτι πολλὰς ἡμῶν καλὰς κἀγαθὰς γυναῖ‐ κας διέφθειρεν». τὸν δέ γε ἔρωτα κακίαν ἐκάλει τῆς φύσεως, ἧς ἥττους ὄντες οἱ κακοδαίμονες θεὸν τὴν νόσον καλοῦσιν. ταύτῃ τοι μανῆναι μᾶλλον ἢ ἡσθῆναι ᾑρεῖτο.

110

ATHEN. XII, 513A. Ἀντισθένης δὲ τὴν ἡδονὴν ἀγαθὸν εἶναι φάσκων προσέθηκεν τὴν ἀμεταμέλητον.

111c

DIOG. L. IX, 101. ἐπεὶ τὸ αὐτὸ ὑφ’ οὗ μὲν δο‐ ξάζεται ἀγαθόν, ὡς ἡ ἡδονὴ ὑπὸ Ἐπικούρου· ὑφ’ οὗ δὲ κακόν, ὑπ’ Ἀντισθένους.

112a

STOB. anthol. III, 6, 43. Ἀντισθένης ἔλεγεν τὰς μὴ κατὰ θύραν εἰσιούσας ἡδονὰς ἀναγκαῖον μὴ κατὰ θύραν πάλιν ἐξιέναι· δεήσει οὖν τμηθῆναι ἢ ἐλλεβορι‐ σθῆναι.

112b

STOB. anthol. III, 18, 26. τὰς μὴ κατὰ θύραν, φησὶν ὁ Ἀντισθένης, εἰσιούσας ἀπολαύσεις δεήσει ἢ σχασθῆναι ἢ ἐλλεβορισθῆναι ἢ πάντως λιμαγχονηθῆναι, κακὰς ἀμοιβὰς ἐκτίνοντα τῆς προγεγενημένης ἀπληστίας
5ἕνεκα μικρὰς καὶ ὀλιγοχρονίου ἡδονῆς.

113

STOB. anthol. III, 29, 65. ἡδονὰς τὰς μετὰ τοὺς
πόνους διωκτέον, ἀλλ’ οὐχὶ τὰς πρὸ τῶν πόνων.55

114

DIOG. L. VI, 3. καὶ χρὴ τοιαύταις πλησιάζειν γυναιξὶν αἳ χάριν εἴσονται.

115

DIOG. L. VI, 11. (τὸν σοφὸν) γαμήσειν τε τεκ‐ νοποιίας χάριν, ταῖς εὐφυεστάταις συνιόντα γυναιξί. καὶ ἐρασθήσεσθαι δέ· μόνον γὰρ εἰδέναι τὸν σοφὸν τίνων χρὴ ἐρᾶν.

116

CLEM. homil. V, 18, 147. καὶ ὁ Σωκρατικὸς δὲ Ἀντισθένης περὶ τοῦ δεῖν τὴν λεγομένην μοιχείαν μὴ ἀποσείεσθαι γράφει.

117

XENOPHON symp. III, 8. Τί γὰρ σύ, εἶπεν, ἐπὶ τίνι μέγα φρονεῖς, ὦ Ἀντίσθενες; Ἐπὶ πλούτῳ, ἔφη. ὁ μὲν δὴ Ἑρμογένης ἀνήρετο εἰ πολὺ εἴη αὐτῷ ἀργύριον. ὁ δὲ ἀπώμοσε μηδὲ ὀβολόν. Ἀλλὰ γῆν πολλὴν
5κέκτησαι; Ἴσως ἄν, ἔφη, Αὐτολύκῳ τούτῳ ἱκανὴ γένοιτο ἐγκονίσασθαι. Ἀκουστέον ἂν εἴη καὶ σοῦ. IV, 34—44. Ἀλλ’ ἄγε δή, ἔφη ὁ Σωκράτης, σὺ αὖ λέγε ἡμῖν, ὦ Ἀν‐ τίσθενες, πῶς οὕτω βραχέα ἔχων μέγα φρονεῖς ἐπὶ πλούτῳ. Ὅτι νομίζω, ὦ ἄνδρες, τοὺς ἀνθρώπους οὐκ
10ἐν τῷ οἴκῳ τὸν πλοῦτον καὶ τὴν πενίαν ἔχειν ἀλλ’ ἐν ταῖς ψυχαῖς. ὁρῶ γὰρ πολλοὺς μὲν ἰδιώτας, οἳ πάνυ πολλὰ ἔχοντες χρήματα οὕτω πένεσθαι ἡγοῦνται ὥστε πάντα μὲν πόνον, πάντα δὲ κίνδυνον ὑποδύονται, ἐφ’ ᾧ πλείω κτήσονται, οἶδα δὲ καὶ ἀδελφούς, οἳ τὰ ἴσα λαχόντες ὁ
15μὲν αὐτῶν τἀρκοῦντα ἔχει καὶ περιττεύοντα τῆς δαπάνης, ὁ δὲ τοῦ παντὸς ἐνδεῖται· αἰσθάνομαι δὲ καὶ τυράννους τινάς, οἳ οὕτω πεινῶσι χρημάτων ὥστε ποιοῦσι πολὺ δεινότερα τῶν ἀπορωτάτων· δι’ ἔνδειαν μὲν γὰρ δήπου οἱ μὲν κλέπτουσιν, οἱ δὲ τοιχωρυχοῦσιν, οἱ δὲ ἀνδρα‐
20ποδίζονται· τύραννοι δ’ εἰσί τινες οἳ ὅλους μὲν οἴκους
ἀναιροῦσιν, ἁθρόους δ’ ἀποκτείνουσι, πολλάκις δὲ καὶ ὅλας πόλεις χρημάτων ἕνεκα ἐξανδραποδίζονται. τούτους μὲν οὖν ἔγωγε καὶ πάνυ οἰκτίρω τῆς ἄγαν χαλεπῆς νόσου. ὅμοια γάρ μοι δοκοῦσι πάσχειν ὥσπερ εἴ τις πολλὰ56
25ἔχοι καὶ πολλὰ ἐσθίων μηδέποτε ἐμπίμπλαιτο. ἐγὼ δὲ οὕτω μὲν πολλὰ ἔχω ὡς μόλις αὐτὰ καὶ [ἐγὼ ἂν] αὐτὸς εὑρίσκω· ὅμως δὲ περίεστί μοι καὶ ἐσθίοντι ἄχρι τοῦ μὴ πεινῆν ἀφικέσθαι καὶ πίνοντι μέχρι τοῦ μὴ διψῆν καὶ ἀμφιέννυσθαι ὥστε ἔξω μὲν μηδὲν μᾶλλον Καλλίου
30τούτου τοῦ πλουσιωτάτου ῥιγοῦν· ἐπειδάν γε μὴν ἐν τῇ οἰκίᾳ γένωμαι, πάνυ μὲν ἀλεεινοὶ χιτῶνες οἱ τοῖχοί μοι δοκοῦσιν εἶναι, πάνυ δὲ παχεῖαι ἐφεστρίδες οἱ ὄροφοι, στρωμνήν γε μὴν οὕτως ἀρκοῦσαν ἔχω ὥστ’ ἔργον μέγ’ ἐστὶ καὶ ἀνεγεῖραι. ἂν δέ ποτε καὶ ἀφροδισιάσαι τὸ
35σῶμά μου δεηθῇ, οὕτω μοι τὸ παρὸν ἀρκεῖ ὥστε αἷς ἂν προσέλθω ὑπερασπάζονταί με διὰ τὸ μηδένα ἄλλον αὐταῖς ἐθέλειν προσιέναι. καὶ πάντα τοίνυν ταῦτα οὕτως ἡδέα μοι δοκεῖ εἶναι ὡς μᾶλλον μὲν ἥδεσθαι ποιῶν ἕκαστα αὐτῶν οὐκ ἂν εὐξαίμην, ἧττον δέ· οὕτω μοι δοκεῖ ἔνια
40αὐτῶν ἡδίω εἶναι τοῦ συμφέροντος. πλείστου δ’ ἄξιον κτῆμα ἐν τῷ ἐμῷ πλούτῳ λογίζομαι εἶναι ἐκεῖνο, ὅτι εἴ μού τις καὶ τὰ νῦν ὄντα παρέλοιτο, οὐδὲν οὕτως ὁρῶ φαῦλον ἔργον ὁποῖον οὐκ ἀρκοῦσαν ἂν τροφὴν ἐμοῖ παρέχοι. καὶ γὰρ ὅταν ἡδυπαθῆσαι βουληθῶ, οὐκ ἐκ
45τῆς ἀγορᾶς τὰ τίμια ὠνοῦμαι (πολυτελῆ γὰρ γίνεται), ἀλλ’ ἐκ τῆς ψυχῆς ταμιεύομαι. καὶ πολὺ πλέον διαφέρει πρὸς ἡδονήν, ὅταν ἀναμείνας τὸ δεηθῆναι προσφέρωμαι ἢ ὅταν τινὶ τῶν τιμίων χρῶμαι, ὥσπερ καὶ νῦν τῷδε τῷ Θασίῳ οἴνῳ ἐντυχὼν οὐ διψῶν πίνω αὐτόν. ἀλλὰ μὴν

117

(50)

καὶ πολὺ δικαιοτέρους γε εἰκὸς εἶναι τοῦς εὐτέλειαν μᾶλλον ἢ πολυχρηματίαν σκοποῦντας. οἷς γὰρ μάλιστα τὰ παρόντα ἀρκεῖ ἥκιστα τῶν ἀλλοτρίων ὀρέγονται. ὀρέγονται. ἄξιον δ’ ἐννοῆσαι ὡς καὶ ἐλευθερίους ὁ τοιοῦτος πλοῦτος παρέχεται. Σωκράτης τε γὰρ οὗτος παρ’ οὗ
55ἐγὼ τοῦτον ἐκτησάμην οὔτε ἀριθμῷ οὔτε σταθμῷ ἐπήρκει μοι, ἀλλ’ ὁπόσον ἐδυνάμην φέρεσθαι, τοσοῦτόν μοι πα‐
ρεδίδου· ἐγώ τε νῦν οὐδενὶ φθονῶ, ἀλλὰ πᾶσι τοῖς φίλοις καὶ ἐπιδεικνύω τὴν ἀφθονίαν καὶ μεταδίδωμι τῷ βου‐ λομένῳ τοῦ ἐν τῇ ἐμῇ ψυχῇ πλούτου. καὶ μὴν καὶ τὸ57
60ἁβρότατόν γε κτῆμα, τὴν σχολὴν ἀεὶ ὁρᾶτέ μοι παροῦσαν, ὥστε καὶ θεᾶσθαι τὰ ἀξιοθέατα καὶ ἀκούειν τὰ ἀξιά‐ κουστα καὶ ὃ πλείστου ἐγὼ τιμῶμαι, Σωκράτει σχολάζων συνδιημερεύειν. καὶ οὗτος δὲ οὐ τοὺς πλεῖστον ἀριθμοῦν‐ τας χρυσίον θαυμάζει, ἀλλ’ οἳ ἂν αὐτῷ ἀρέσκωσι τού‐
65τους συνὼν διατελεῖ. οὗτος μὲν οὖν οὕτως εἶπεν.

118

ARRIAN. Epict. diss. III, 24, 67. οὕτως ἐλευθερία γίνεται. διὰ τοῦτο ἔλεγεν (ὁ Διογένης) ὅτι “ἐξ οὗ μ’ Ἀντισθένης ἠλευθέρωσεν, οὐκέτι ἐδούλευσα,” πῶς ἠλευ‐ θέρωσεν; ἄκουε τί λέγει· “Ἐδίδαξέν με τὰ ἐμὰ καὶ τὰ
5οὐκ ἐμά. κτῆσις οὐκ ἐμή· συγγενεῖς, οἰκεῖοι, φίλοι, φήμη, συνήθεις, τόποι, διατριβή, πάντα ταῦτα ὅτι ἀλλότρια.” Σὸν οὖν τί; “Χρῆσις φαντασιῶν. ταύτην ἔδειξέν μοι ὅτι ἀκώλυτον ἔχω, ἀνανάγκαστον· οὐδεὶς ἐμποδίσαι δύναται, οὐδεὶς βιάσασθαι ἄλλως χρήσασθαι ἢ ὡς θέλω”.

119

STOB. anthol. III, 8, 14. ὅστις δὲ ἑτέρους δέδοικε, δοῦλος ὢν λέληθεν ἑαυτόν.

120

XENOPHON symp. IV, 1—5. Ἐκ τούτου ἔλεξεν ὁ Σωκράτης· Οὐκοῦν λοιπὸν ἂν εἴη ἡμῖν ἃ ἕκαστος ὑπ‐ έσχετο ἀποδεικνύναι ὡς πολλοῦ ἄξιά ἐστιν. Ἀκούοιτ’ ἄν, ἔφη ὁ Καλλίας, ἐμοῦ πρῶτον. ἐγὼ γὰρ ἐν τῷ χρόνῳ ᾧ
5ὑμῶν ἀκούω ἀπορούντων τί τὸ δίκαιον, ἐν τούτῳ δικαιο‐ τέρους τοὺς ἀνθρώπους ποιῶ. καὶ ὁ Σωκράτης, Πῶς, ὦ λῷστε; ἔφη. Διδοὺς νὴ Δί’ ἀργύριον. καὶ ὁ Ἀντισθένης ἐπαναστὰς μάλα ἐλεγκτικῶς αὐτὸν ἐπήρετο· Οἱ δὲ ἄνθρω‐ ποι, ὦ Καλλία, πότερον ἐν ταῖς ψυχαῖς ἢ ἐν τῷ βαλαντίῳ
10τὸ δίκαιόν σοι δοκοῦσιν ἔχειν; Ἐν ταῖς ψυχαῖς, ἔφη. Κἄπειτα σὺ εἰς τὸ βαλάντιον διδοὺς ἀργύριον τὰς
ψυχὰς δικαιοτέρους ποιεῖς; Μάλιστα, Πῶς; Ὅτι διὰ τὸ εἰδέναι ὡς ἔστιν ὅτου πριάμενοι τὰ ἐπιτήδεια ἕξουσιν οὐκ ἐθέλουσι κακουργοῦντες κινδυνεύειν. Ἦ καί σοι, ἔφη,58
15ἀποδιδόασιν ὅ τι ἂν λάβωσι; Μὰ τὸν Δί’, ἔφη, οὐ μὲν δή. Τί δέ, ἀντὶ τοῦ ἀργυρίου χάριτας; Οὐ μὰ τὸν Δί’, ἔφη, οὐδὲ τοῦτο, ἀλλ’ ἔνιοι καὶ ἐχθιόνως ἔχουσιν ἢ πρὶν λαβεῖν. Θαυμαστά γ’, ἔφη ὁ Ἀντισθένης ἅμα εἰσβλέπων ὡς ἐλέγχων αὐτόν, εἰ πρὸς μὲν τοὺς ἄλλους δύνασαι δικαίους
20[ἂν] ποιεῖν αὐτούς, πρὸς δὲ σαυτὸν οὔ. Καὶ τί τοῦτ’, ἔφη ὁ Καλλίας, θαυμαστόν; οὐ καὶ τέκτονάς τε καὶ οἰκοδόμους πολλοὺς ὁρᾷς οἳ ἄλλοις μὲν πολλοῖς ποιοῦσιν οἰκίας, ἑαυτοῖς δὲ οὐ δύνανται ποιῆσαι, ἀλλ’ ἐν μισθωταῖς οἰκοῦσι; καὶ ἀνάσχου μέντοι, ὦ σοφιστά, ἐλεγχόμενος. Νὴ Δί’, ἔφη
25ὁ Σωκράτης, ἀνεχέσθω μέντοι· ἐπεὶ καὶ οἱ μάντεις λέγον‐ ται δήπου ἄλλοις μὲν προαγορεύειν τὸ μέλλον, ἑαυτοῖς δὲ μὴ προορᾶν τὸ ἐπιόν.

121

PHOT. lexicon s. v. οὐροδόκην. οὐροδόκην τὴν ἀμίδα
Ξενοφῶν· οὔρειον δὲ βίκον Ἀντισθένης.59