TLG 0591 001 :: ANTISTHENES :: Declamationes (fragmenta)

ANTISTHENES Phil. Rhet.
(Atheniensis: 5–4 B.C.)

Cf. et SOCRATICORUM EPISTULAE (0637)

Declamationes (fragmenta)

Source: Caizzi, F. (ed.), Antisthenis fragmenta. Milan: Istituto Editoriale Cisalpino, 1966: 24–28.

  • frr. 14–15
  • Αἴας ἢ Αἴαντος λόγος (fr. 14): pp. 24–25
  • Ὀδυσσεὺς ἢ Ὀδυσσέως λόγος (fr. 15): pp. 26–28

Citation: Fragment — section — (line)

14

t

ΑΙΑΣ Η ΑΙΑΝΤΟΣ ΛΟΓΟΣ

14

.

1

Ἐβουλόμην ἂν τοὺς αὐτοὺς ἡμῖν δικάζειν οἵπερ καὶ ἐν τοῖς πράγμασι παρῆσαν· οἶδα γὰρ ὅτι ἐμὲ μὲν ἔδει σιωπᾶν, τούτῳ δ’ οὐδὲν ἂν ἦν πλέον λέγοντι· νῦν δὲ οἱ μὲν παραγενόμενοι τοῖς ἔργοις αὐτοῖς ἄπεισιν, ὑμεῖς δὲ οἱ
5οὐδὲν εἰδότες δικάζετε. καίτοι ποία τις ἂν δίκη δικαστῶν μὴ εἰδότων γένοιτο, καὶ ταῦτα διὰ λόγων; τὸ δὲ πρᾶγμα ἐγίγνετο ἔργῳ.

14

.

2

τὸ μὲν οὖν σῶμα τοῦ Ἀχιλλέως ἐκόμισα ἐγὼ φέρων, τὰ δὲ ὅπλα ὅδε, ἐπιστάμενος ὅτι οὐ τῶν ὅπλων μᾶλλον ἐπεθύμουν οἱ Τρῶες ἀλλὰ τοῦ νεκροῦ κρατῆσαι. τοῦ μὲν γὰρ εἰ ἐκράτησαν, ᾐκίσαντό τε ἂν
5τὸ σῶμα καὶ τὰ λύτρα τοῦ Ἕκτορος ἐκομίσαντο· τὰ δὲ ὅπλα τάδε οὐκ ἂν ἀνέθεσαν τοῖς θεοῖς ἀλλ’ ἀπέ‐ κρυψαν,

14

.

3

δεδιότες τόνδε τὸν ἀγαθὸν ἄνδρα, ὃς καὶ πρότερον ἱεροσυλήσας αὐτῶν τὸ ἄγαλμα τῆς θεοῦ νύκτωρ ὥσπερ τι καλὸν ἐργασάμενος ἐπεδείκνυτο τοῖς Ἀχαιοῖς. κἀγὼ μὲν ἀξιῶ λαβεῖν ἵν’ ἀποδῶ τὰ ὅπλα τοῖς
5φίλοις, οὗτος δὲ ἵν’ ἀποδῶται, ἐπεὶ χρῆσθαί γε αὐτοῖς οὐκ ἂν τολμήσειε· δειλὸς γὰρ οὐδεὶς ἂν ἐπισήμοις ὅπλοις χρήσαιτο, εἰδὼς ὅτι τὴν δειλίαν αὐτοῦ ἐκφαίνει τὰ ὅπλα.

14

.

4

σχεδὸν μὲν οὖν ἐστιν ἅπαντα ὅμοια. οἵ τε γὰρ διαθέν‐ τες τὸν ἀγῶνα φάσκοντες εἶναι βασιλεῖς περὶ ἀρετῆς κρίνειν ἐπέτρεψαν ἄλλοις, οἵ τε οὐδὲν εἰδότες δικάσειν ὑπισχνεῖσθε περὶ ὧν οὐκ ἴστε. ἐγὼ δὲ ἐπίσταμαι τοῦτο,
5ὅτι οὐδεὶς ἂν βασιλεὺς ἱκανὸς ὢν περὶ ἀρετῆς κρίνειν ἐπιτρέψειεν ἄλλοις μᾶλλον ἤπερ ἀγαθὸς ἰατρὸς διαγνῶναι νοσήματα ἄλλῳ παρείη.

14

.

5

καὶ εἰ μὲν ἦν μοι πρὸς ἄνδρα ὁμοιότροπον, οὐδ’ ἂν
ἡττᾶσθαί μοι διέφερε· νῦν δ’ οὐκ ἔστιν ὃ διαφέρει πλέον ἐμοῦ καὶ τοῦδε. ὃ μὲν γὰρ οὐκ ἔστιν ὅ τι ἂν δράσειε φανερῶς, ἐγὼ δὲ οὐδὲν ἂν λάθρᾳ τολμήσαιμι πρᾶξαι.24
5κἀγὼ μὲν οὐκ ἂν ἀνασχοίμην κακῶς ἀκούων, οὐδὲ γὰρ κακῶς πάσχων, ὃ δὲ κἂν κρεμάμενος, εἰ κερδαίνειν τι μέλλοι·

14

.

6

ὅστις γε μαστιγοῦν παρεῖχε τοῖς δούλοις καὶ τύπτειν ξύλοις τὰ νῶτα καὶ πυγμαῖς τὸ πρόσωπον, κἄπειτα περιβαλόμενος ῥάκη, τῆς νυκτὸς εἰς τὸ τεῖχος εἰσδὺς τῶν πολεμίων, ἱεροσυλήσας ἀπῆλθε. καὶ ταῦτα ὁμολογήσει
5ποιεῖν, ἴσως δὲ καὶ πείσει, λέγων ὡς καλῶς πέπρακται. ἔπειτα τῶν Ἀχιλλέως ὅπλων ὅδε ὁ μαστιγίας καὶ ἱερό‐ συλος ἀξιοῖ κρατῆσαι;

14

.

7

ἐγὼ μὲν οὖν ὑμῖν λέγω τοῖς οὐδὲν εἰδόσι κριταῖς καὶ δικασταῖς, μὴ εἰς τοὺς λόγους σκοπεῖν περὶ ἀρετῆς κρίνοντας, ἀλλ’ εἰς τὰ ἔργα μᾶλλον. καὶ γὰρ ὁ πόλεμος οὐ λόγῳ κρίνεται ἀλλ’ ἔργῳ· οὐδ’ ἀντιλέγειν ἔξεστι πρὸς τοὺς
5πολεμίους, ἀλλ’ ἢ μαχομένους κρατεῖν ἢ δουλεύειν σιωπῇ. πρὸς ταῦτα ἀθρεῖτε καὶ σκοπεῖτε· ὡς, εἰ μὴ δικάσετε καλῶς, γνώσεσθε ὅτι οὐδεμίαν ἔχει λόγος πρὸς ἔργον ἰσχύν,

14

.

8

οὐδ’ ἔστιν ὑμᾶς ὅ τι λέγων ἀνὴρ ὠφελήσει, εἴσεσθε δὲ ἀκριβῶς ὅτι δι’ ἀπορίαν ἔργων πολλοὶ καὶ μακροὶ λόγοι λέγονται. ἀλλ’ ἢ λέγετε ὅτι οὐ ξυνίετε τὰ λεγόμενα, καὶ ἀνίστασθε, ἢ δικάζετε ὀρθῶς. καὶ ταῦ‐
5τα μὴ κρύβδην [φέρετε], ἀλλὰ φανερῶς, ἵνα γνῶτε ὅτι καὶ αὐτοῖς τοῖς δικάζουσι δοτέα δίκη ἐστίν, ἂν μὴ δικάσω‐ σιν ὀρθῶς. κἄπειτ’ ἴσως γνώσεσθε ὅτι οὐ κριταὶ τῶν λεγομένων ἀλλὰ δοξασταὶ κάθησθε.

14

.

9

ἐγὼ δὲ διαγιγνώ‐ σκειν μὲν ὑμῖν περὶ ἐμοῦ καὶ τῶν ἐμῶν ἐπιτρέπω, διαδο‐ ξάζειν δὲ ἅπασιν ἀπαγορεύω, καὶ ταῦτα περὶ ἀνδρός, ὃς οὐχ ἑκὼν ἀλλ’ ἄκων ἀφῖκται εἰς Τροίαν, καὶ περὶ
5ἐμοῦ ὃς πρῶτος ἀεὶ καὶ μόνος καὶ ἄνευ τείχους τέταγμαι.25

15

t

ΟΔΥΣΣΕΥΣ Η ΟΔΥΣΣΕΩΣ ΛΟΓΟΣ

15

.

1

οὐ πρὸς σέ μοι μόνον ὁ λόγος, δι’ ὃν ἀνέστην, ἀλλὰ καὶ πρὸς τοὺς ἄλλους ἅπαντας· πλείω γὰρ ἀγαθὰ πεποίηκα τὸ στρατόπεδον ἐγὼ ἢ ὑμεῖς ἅπαντες. καὶ ταῦτα καὶ ζῶντος ἂν ἔλεγον Ἀχιλλέως, καὶ νῦν τεθνεῶτος λέγω πρὸς ὑμᾶς.
5ὑμεῖς μὲν γὰρ οὐδεμίαν ἄλλην μάχην μεμάχησθε, ἣν οὐχὶ καὶ ἐγὼ μεθ’ ὑμῶν· ἐμοὶ δὲ τῶν ἰδίων κινδύνων οὐδεὶς ὑμῶν οὐδὲν ξύνοιδε.

15

.

2

καίτοι ἐν μὲν ταῖς κοιναῖς μάχαις, οὐδὲ εἰ καλῶς ἀγωνίζοισθε, πλέον ἐγίγνετο οὐδέν· ἐν δὲ τοῖς ἐμοῖς κινδύνοις, οὓς ἐγὼ μόνος ἐκινδύνευον, εἰ μὲν κατορθώσαιμι, ἅπαντα ὑμῖν ἐπετελεῖτο, ὧν ἕνεκα
5δεῦρο ἀφίγμεθα, εἰ δ’ ἐσφάλην, ἐμοῦ ἂν ἑνὸς ἀνδρὸς ἐστέρησθε. οὐ γὰρ ἵνα μαχοίμεθα τοῖς Τρωσὶ δεῦρ’ ἀφίγμεθα, ἀλλ’ ἵνα τήν τε Ἑλένην ἀπολάβοιμεν καὶ τὴν Τροίαν ἕλοιμεν.

15

.

3

ταῦτα δ’ ἐν τοῖς ἐμοῖς κινδύνοις ἐνῆν ἅπαντα. ὅπου γὰρ ἦν κεχρημένον ἀνάλωτον εἶναι τὴν Τροίαν, εἰ μὴ πρότερον τὸ ἄγαλμα τῆς θεοῦ λάβοιμεν τὸ κλαπὲν παρ’ ἡμῶν, τίς ἐστιν ὁ κομίσας δεῦρο τὸ ἄγαλ‐
5μα ἄλλος ἢ ἐγώ; ὃν σύ γε ἱεροσυλίας κρίνεις. σὺ γὰρ οὐδὲν οἶσθα, ὅστις τὸν ἄνδρα τὸν ἀνασώσαντα τὸ ἄγαλμα τῆς θεοῦ, ἀλλ’ οὐ τὸν ὑφελόμενον παρ’ ἡμῶν Ἀλέξανδρον, ἀποκαλεῖς ἱερόσυλον.

15

.

4

καὶ τὴν Τροίαν μὲν ἁλῶναι ἅπαντες εὔχεσθε, ἐμὲ δὲ τὸν ἐξευρόντα ὅπως ἔσται τοῦτο, ἀποκαλεῖς ἱερόσυλον; καίτοι εἴπερ καλόν γε ἦν ἑλεῖν τὸ Ἴλιον, καλὸν καὶ τὸ εὑρεῖν τὸ τούτου αἴτιον.
5καὶ οἱ μὲν ἄλλοι χάριν ἔχουσι, σὺ δὲ καὶ ὀνειδίζεις ἐμοί. ὑπὸ γὰρ ἀμαθίας ὧν εὖ πέπονθας οὐδὲν οἶσθα.

15

.

5

κἀγὼ μὲν οὐκ ὀνειδίζω σοι τὴν ἀμαθίαν—ἄκων γὰρ αὐτὸ καὶ σὺ καὶ ἄλλοι πεπόνθασιν ἅπαντες—ἀλλ’ ὅτι διὰ τὰ ὀνεί‐ δη τὰ ἐμὰ σῳζόμενος οὐχ οἷός τε εἶ πείθεσθαι, ἀλλὰ
5καὶ προσαπειλεῖς ὡς κακὸν δράσων τι τούσδε, ἐὰν ἐμοὶ τὰ ὅπλα ψηφίσωνται. καὶ πολλάκις γε ἀπειλήσεις καὶ πολλά, πρὶν καὶ σμικρόν τι ἐργάσασθαι· ἀλλ’ εἴπερ ἐκ τῶν εἰκότων τι χρὴ τεκμαίρεσθαι, ὑπὸ τῆς κακῆς ὀργῆς
οἴομαί σε κακόν τι σαυτὸν ἐργάσεσθαι.26

15

.

6

καὶ ἐμοὶ μέν, ὅτι τοὺς πολεμίους κακῶς ἐποίησα, δειλίαν ὀνειδίζεις· σὺ δὲ ὅτι φανερῶς ἐμόχθεις καὶ μάτην, ἠλίθιος ἦσθα. 〈ἢ〉 ὅτι μετὰ πάντων τοῦτο ἔδρασας, οἴει βελτίων εἶναι; ἔπειτα περὶ ἀρετῆς πρὸς ἐμὲ λέγεις; ὃς
5πρῶτον μὲν οὐκ οἶσθα οὐδ’ ὅπως ἔδει μάχεσθαι, ἀλλ’ ὥσπερ ὗς ἄγριος ὀργῇ φερόμενος τάχ’ ἄν ποτε ἀποκτενεῖς σεαυτὸν κακῷ περιπεσών τῳ. οὐκ οἶσθα ὅτι τὸν ἄνδρα τὸν ἀγαθὸν οὔθ’ ὑφ’ αὑτοῦ χρὴ οὔθ’ ὑφ’ ἑταίρου οὔθ’ ὑπὸ τῶν πολεμίων κακὸν οὐδ’ ὁτιοῦν πάσχειν;

15

.

7

σὺ δὲ ὥσπερ οἱ παῖδες χαί‐ ρεις, ὅτι σέ φασιν οἵδε ἀνδρεῖον εἶναι; ἐγὼ δὲ δειλότατόν γε ἁπάντων τε καὶ δεδιότα τὸν θάνατον μάλιστα· ὅστις γε πρῶτον ὅπλα ἔχεις ἄρρηκτα καὶ ἄτρωτα, δι’ ἅπερ σέ
5φασιν ἄτρωτον εἶναι. καίτοι τί ἂν δράσεις, εἴ τις σοὶ τῶν πολεμίων τοιαῦτα ὅπλα ἔχων προσέλθοι; ἦ που κα‐ λόν τι καὶ θαυμαστὸν ἂν εἴη, εἰ μηδέτερος ὑμῶν μηδὲν δρᾶσαι δύναιτο. ἔπειτα οἴει τι διαφέρειν τοιαῦτα ὅπλα ἔχων ἢ ἐντὸς τείχους καθῆσθαι; καὶ σοὶ μόνῳ δὴ τεῖχος
10οὐκ ἔστιν ὡς σὺ φῄς· μόνος μὲν οὖν σύ γε ἑπταβόειον περιέρχῃ τεῖχος προβαλλόμενος ἑαυτοῦ·

15

.

8

ἐγὼ δὲ ἄοπλος οὐ πρὸς τὰ τείχη τῶν πολεμίων ἀλλ’ εἰς αὐτὰ εἰσέρχομαι τὰ τείχη, καὶ τῶν πολεμίων τοὺς προφύλακας ἐγρηγορότας αὐτοῖς ὅπλοισιν αἱρῶ, καὶ εἰμὶ στρατηγὸς
5καὶ φύλαξ καὶ σοῦ καὶ τῶν ἄλλων ἁπάντων, καὶ οἶδα τὰ τ’ ἐνθάδε καὶ τὰ ἐν τοῖς πολεμίοις, οὐχὶ πέμπων κατασκε‐ ψόμενον ἄλλον· ἀλλ’ αὐτός, ὥσπερ οἱ κυβερνῆται τὴν νύκτα καὶ τὴν ἡμέραν σκοποῦσιν ὅπως σώσουσι τοὺς ναύτας, οὕτω δὲ καὶ ἔγωγε καὶ σὲ καὶ τοὺς ἄλλους ἅπαντας σῴζω.

15

.

9

οὐδ’ ἔστιν ὅντινα κίνδυνον ἔφυγον αἰσχρὸν ἡγησά‐ μενος, ἐν ᾧ μέλλοιμι τοὺς πολεμίους κακόν τι δράσειν· οὐδ’ εἰ μὲν ὄψεσθαί μέ τινες ἔμελλον, γλιχόμενος ἂν τοῦ δοκεῖν ἐτόλμων· ἀλλ’ εἴτε δοῦλος εἴτε πτωχὸς καὶ μα‐
5στιγίας ὢν μέλλοιμι τοὺς πολεμίους κακόν τι δράσειν, ἐπε‐ χείρουν ἄν, καὶ εἰ μηδεὶς ὁρῴη. οὐ γὰρ δοκεῖν ὁ πόλεμος ἀλλὰ δρᾶν ἀεὶ καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ φιλεῖ τι. οὐδὲ ὅπλα ἐστί μοι τεταγμένα, ἐν οἷς προκαλοῦμαι τοὺς
πολεμίους μάχεσθαι, ἀλλ’ ὅντινα ἐθέλει τις τρόπον, καὶ27
10πρὸς ἕνα καὶ πρὸς πολλοὺς ἕτοιμός εἰμ’ ἀεί.

15

.

10

οὐδ’ ἡνίκα κάμνω μαχόμενος, ὥσπερ σύ, τὰ ὅπλα ἑτέροις παραδί‐ δωμι, ἀλλ’ ὁπόταν ἀναπαύωνται οἱ πολέμιοι, τότε αὐτοῖς τῆς νυκτὸς ἐπιτίθεμαι, ἔχων τοιαῦτα ὅπλα ἃ ἐκείνους
5βλάψει μάλιστα. καὶ οὐδὲ νὺξ πώποτέ με ἀφείλετο, ὥσπερ σὲ πολλάκις μαχόμενον ἄσμενον πέπαυκεν· ἀλλ’ ἡνίκα ἂν ῥέγχῃς σύ, τηνικαῦτα ἐγὼ σῴζω σέ, καὶ τοὺς πολεμίους ἀεὶ κακόν τι ποιῶ, ἔχων τὰ δουλοπρεπῆ ταῦτα ὅπλα καὶ τὰ ῥάκη καὶ τὰς μάστιγας, δι’ ἃς σὺ ἀσφαλῶς καθεύδεις.

15

.

11

σὺ δ’ ὅτι φέρων ἐκόμισας τὸν νεκρόν, ἀνδρεῖος οἴει εἶναι; ὃν εἰ μὴ ἠδύνω φέρειν, δύο ἄνδρες ἂν ἐφερέτην, κἄπειτα κἀκεῖνοι περὶ ἀρετῆς ἴσως ἂν ἡμῖν ἠμφισβήτουν. κἀμοὶ μὲν ὁ αὐτὸς ἂν πρὸς αὐτοὺς ἦν λόγος· σὺ δὲ τί ἂν
5ἔλεγες ἀμφισβητῶν πρὸς αὐτούς; ἢ δυοῖν μὲν οὐκ ἂν φροντίσαις, ἑνὸς δ’ ἂν αἰσχύνοιο ὁμολογῶν δειλότερος εἶναι;

15

.

12

οὐκ οἶσθ’ ὅτι οὐ τοῦ νεκροῦ τοῖς Τρωσὶν ἀλλὰ τῶν ὅπλων ἔμελεν ὅπως λάβοιεν; τὸν μὲν γὰρ ἀποδώσειν ἔμελλον, τὰ δὲ ὅπλα ἀναθήσειν εἰς τὰ ἱερὰ τοῖς θεοῖς. τοὺς γὰρ νεκροὺς οὐ τοῖς οὐκ ἀναιρουμένοις αἰσχρόν, ἀλλὰ τοῖς
5μὴ ἀποδιδοῦσι θάπτειν. σὺ μὲν οὖν τὰ ἕτοιμα ἐκόμισας· ἐγὼ δὲ τὰ ὀνειδιζόμενα ἀφειλόμην ἐκείνους.

15

.

13

φθόνον δὲ καὶ ἀμαθίαν νοσεῖς, κακῶν ἐναντι‐ ώτατα αὑτοῖς· καὶ ὃ μέν σε ἐπιθυμεῖν ποιεῖ τῶν καλῶν, ἣ δὲ ἀποτρέπει. ἀνθρώπινον μὲν οὖν τι πέπονθας· διότι γὰρ ἰσχυρός, οἴει καὶ ἀνδρεῖος εἶναι. οὐκ οἶσθα ὅτι σοφίᾳ
5περὶ πόλεμον καὶ ἀνδρείᾳ οὐ ταὐτόν ἐστιν ἰσχῦσαι; ἀμαθία δὲ κακὸν μέγιστον τοῖς ἔχουσιν.

15

.

14

οἶμαι δ’, ἐάν ποτέ τις ἄρα σοφὸς ποιητὴς περὶ ἀρετῆς γένηται, ἐμὲ μὲν ποιήσει πολύτλαντα καὶ πολύμητιν καὶ πολυμήχανον καὶ πτολίπορθον καὶ μόνον τὴν Τροίαν ἑλόντα, σὲ δέ,
5ὡς ἐγᾦμαι, τὴν φύσιν ἀπεικάζων τοῖς τε νωθέσιν ὄνοις καὶ βουσὶ τοῖς φορβάσιν, ἄλλοις παρέχουσι δεσμεύειν καὶ
ζευγνύναι αὑτούς.28