TLG 0587 001 :: SOTION :: Fragmenta

SOTION 〈Paradox.〉
(A.D. 1)

Fragmenta

Source: Westermann, A. (ed.), Scriptores rerum mirabilium Graeci. Braunschweig: Westermann, 1839 (repr. Amsterdam: Hakkert, 1963): 183–191.

Citation: Section — (line)

t

SOTIONIS ΤΩΝ ΣΠΟΡΑΔΗΝ ΠΕΡΙ ΠΟΤΑΜΩΝ ΚΑΙ ΚΡΗΝΩΝ ΚΑΙ ΛΙΜΝΩΝ ΠΑΡΑΔΟΞΟΛΟΓΟΥΜΕΝΩΝ.

1

Κρήνη ἐν Ποτνίαις περὶ Θήβας, ἐξ ἧς οἱ ἵπποι πίνοντες μαίνονται, ὡς ἱστορεῖ Ἰσίγονος ἐν δευτέρῳ ἀπίστων.

2

Κρήνη ἐν Κλαζομεναῖς, ἀφ’ ἧς τὰ θρέμματα πίνοντα τὴν ἐρέαν χρωματίνην ποιεῖ, ὡς ἱστορεῖ ὁ προει‐ ρημένος Ἰσίγονος.

3

Κρήνη ἐν Ἰνδοῖς, ἣ τοὺς κολυμβῶντας ἐπὶ τὴν γῆν ἐκβάλλει ὡς ἀπ’ ὀργάνου, ὡς ἱστορεῖ Κτησίας.

4

Ἐν Κρήτῃ ὀχετὸς ὕδατός ἐστιν, ὃν οἱ διαβαί‐ νοντες ὕοντος τοῦ Διὸς ἄβροχοι διαβαίνουσιν ἐφ’ ὅσον ἐν τῷ ὀχετῷ εἰσιν.

5

Ἐν Πέρσαις φασὶν Ἀλεξάνδρῳ φανῆναι κρήνην ἐλαίου πληρουμένην αὐτομάτως.

6

Παρὰ Κιλικίᾳ φασὶν ὕδατος εἶναί τι σύστημα, ἐν ᾧ τὰ πεπνιγμένα τῶν ὀρνέων καὶ τῶν ἀλόγων ζῴων ἐμβραχέντα ἀναζῆν.

7

Ἐν τῇ ἐπὶ Συρακουσῶν ὁδῷ κρήνη οὐ μεγάλη
ἐστὶν οὐδὲ ὕδωρ πολὺ ἔχουσα, ὄχλου δὲ ἐπελθόντος εἰς τὸν τόπον καὶ ψόφου γινομένου παρέχει ὕδωρ ἄφθονον, ὥς φησιν Ἀριστοτέλης.183

8

Κρήνη ἐν Παλικοῖς, ἥτις εἰς ὕψος ἀναρρίπτει τὸ ὕδωρ πηχέων ἕξ, ἔμφασιν ποιοῦσα μέλλειν κατακλύ‐ ζειν τοὺς ὑποκειμένους τόπους, καθόλου δὲ οὐχ ὑπερεκ‐ χεῖται οὐδέν. ἐπὶ ταύτης οἱ ἐπιχώριοι τοὺς ὑπὲρ τῶν με‐
5γίστων ὅρκους ποιοῦνται, ὡς ἱστορεῖ Ἰσίγονος ἐν δευ‐ τέρῳ ἀπίστων.

9

Περὶ Σκότουσαν τῆς Θεσσαλίας κρηνίδιόν ἐστι μικρόν, ὃ τὰ ἕλκη πάντα θεραπεύει καὶ τῶν ἀλόγων ζώων· εἰς ὃ ἐάν τις ξύλον μὴ λίαν συντρίψας, ἀλλὰ σχίσας ἐμβάλῃ, ἀποκαθίσταται· οὕτως κολλῶδες ἔχει τὸ
5ὕδωρ, ὥς φησιν Ἰσίγονος.

10

Ἐν Λουσοῖς τῆς Ἀρκαδίας φησὶν Ἀριστοτέλης κρήνην τινὰ εἶναι, ἐν ᾗ μῦς χερσαίους γίνεσθαι, καὶ τού‐ τους κολυμβᾶν ἐν ἐκείνῃ τὴν δίαιταν ποιουμένους.

11

Φησὶν Ἰσίγονος ἐν Ἀθαμᾶσι κρήνην εἶναι, ἧς τὸ μὲν ὕδωρ ψυχρὸν ὑπάρχειν, τὸ δ’ ὑπὲρ αὐτὸ οὕτω θερμὸν ὑπάρχειν ὥστε, ἄν τις ὑπερθῇ φρύγανα, παρα‐ χρῆμα ἐξάπτεσθαι.

12

Παρὰ Κλειτορίοις ὁ αὐτός φησιν εἶναι κρή‐ νην, ἧς ὅταν τις τοῦ ὕδατος πίῃ, τοῦ οἴνου τὴν ὀσμὴν οὐ φέρει.

13

Ὁ αὐτός φησιν ἐν Ἰταλίᾳ ἐν τῷ Ῥεατινῷ ἀγρῷ κρήνην εἶναι Μέντην ὀνομαζομένην, ὁμοίαν τῇ προειρημένῃ.184

14

Ὁμοίως ἐγγὺς Κόσης ἐστὶ κρήνη, εἰς ἣν ἐὰν θῇς κεράμιον οἴνου γέμον ὥστε ὑπερέχειν τὸ στόμα, παντὸς ὄξους εἶναι δριμύτερον παραχρῆμα, ὡς ἱστορεῖ ὁ αὐτός.

15

Θεόπομπος ἱστορεῖ κρήνην ἐν Χρωψὶ τῆς Θρᾴκης, ἐξ ἧς τοὺς λουσαμένους παραχρῆμα μεταλλάσσειν.

16

Ἑλλάνικός φησι περὶ Μαγνησίαν τὴν ἐπὶ Σιπύλου πηγὴν εἶναι, ἀφ’ ἧς τοὺς πίνοντας κοιλίαν ἀπο‐ λιθοῦσθαι.

17

Κτησίας δὲ ἐν Αἰθιοπίᾳ κρήνην ἱστορεῖ τῷ χρώματι κιννάβαρι παραπλησίαν, τοὺς δὲ πίνοντας ἀπ’ αὐτῆς παραλλάττειν τὴν διάνοιαν, ὥστε καὶ τὰ κρυφίως πεπραγμένα ὁμολογεῖν.

18

Ἐν Ἀραβίᾳ ἐστὶν Ἴσιδος κρήνη, ἥτις κο‐ τύλης οἴνου ἐμβληθείσης κιρνᾶται καὶ πρὸς τὴν πόσιν εὔκρατος γίνεται, ὥς φησιν Ἀμώμητος.

19

Ἀριστοτέλης Ἄμμωνος κρήνην εἶναί φησιν, ἧς τὸ ὕδωρ μεσημβρίας καὶ μεσονύκτου γίνεσθαι θερμὸν, ὂν φύσει ψυχρότατον.

20

Θεόπομπος ἐν Λυγκησταῖς φησι πηγὴν εἶναι τῇ μὲν γεύσει ὀξίζουσαν, τοὺς δὲ πίνοντας μεθύσκεσθαι ὡς ἀπὸ οἴνου.

21

Ἐν Συκαμίναις πόλει λίμνη ἐστίν, ἧς τῷ ὕδατι οἱ λουσάμενοι ἢ πιόντες ἀπ’ αὐτοῦ μαδῶσι τὰς τρίχας, τῶν δὲ ἀλόγων ζώων αἱ ὁπλαὶ ἀποπίπτουσιν, ὡς ἱστορεῖ Ἰσίγονος.185

22

Ἡρακλείδης ὁ Ποντικὸς λίμνην ἐν Σαυρο‐ μάταις φησὶν εἶναι, περὶ ἣν τὰ πετασθέντα τῶν ὀρνέων εἰς αὐτὴν πίπτειν.

23

Ἡρόδοτος ἐν Μακροβίοις Αἰθίοψι κρήνην ἱστορεῖ, ἀφ’ ἧς τοὺς λουσαμένους λιπαίνεσθαι.

24

Ἐν Κλειτορίοις δὲ τῆς Ἀρκαδίας κρήνην φασὶν εἶναι, ἀφ’ ἧς τοὺς πίνοντας μισεῖν τὸν οἶνον, ἐπι‐ κεχαράχθαι δὲ ἐπ’ αὐτῆς ἐπίγραμμα τοιόνδε;
ἀγρότα σὺν ποίμναις τὸ μεσαμβρινὸν ἤν σε βαρύνῃ
5 δίψος ἀν’ ἐσχατιὰς Κλείτορος ἐρχόμενον, τῆς μὲν ἀπὸ κρήνης ἄρυσαι πόμα καὶ παρὰ νύμφαις ὑδριάσι στῆσον πᾶν τὸ σὸν αἰπόλιον· ἀλλὰ σὺ μήτ’ ἐπὶ λουτρὰ βαλῇς χροΐ, μή σε καὶ αὔρη πημήνῃ τερπνῆς ἐντὸς ἐόντα μέθης.
10φεῦγε δ’ ἐμὴν πηγὴν μισάμπελον, ἔνθα Μελάμπους
ῥυσάμενος λύσσης Προίτιδας ἀργαλέης πάντα καθαρμὸν ἔβαψεν ἀπόκρυφον, εὖτ’ ἄρ’ ἀπ’ Ἄργους, οὔρεα τρηχείης ἤλυθεν Ἀρκαδίης.186

25

Ἀρίστων δὲ ὁ περιπατητικὸς φιλόσοφος ἐν τῇ Κίῳ πηγήν φησιν ὕδατος εἶναι, ἀφ’ ἧς τοὺς πίνοντας ἀναισθήτους γίνεσθαι ταῖς ψυχαῖς· εἶναι δὲ καὶ ἐπὶ ταύ‐ της ἐπίγραμμα τοιόνδε·
5ἡδεῖα ψυχροῖο ποτοῦ λιβὰς, ἣν ἀναβάλλει πηγή, ἀλλὰ νόῳ πέτρος ὁ τῆσδε πιών.

26

Ἐν δὲ Σούσοις τῆς Περσίδος ὕδωρ εἶναι λέγουσιν, ὃ τῶν πιόντων ἐκπίπτειν ποιεῖ παραχρῆμα τοὺς ἐμπροσθίους ὀδόντας. κεχάρακται δὲ καὶ ἐπὶ ταύτης τὸ ἐπίγραμμα τόδε·
5ὕδατα ταῦτα βλέπεις φοβερά, ξένε, τῶν ἄπο χερσὶ λουτρὰ μὲν ἀνθρώποις ἀβλαβῆ ἔστιν ἔχειν· ἢν δὲ βάλῃς κοίλης ποτὶ νηδύος ἀγλαὸν ὕδωρ, ἄκρα μόνον δολιχοῦ χείλεος ἁψάμενος, αὐτῆμαρ πριστῆρες ἐπὶ χθονὶ δαιτὸς ὀδόντες
10πίπτουσιν, γενύων ὀρφανὰ θέντες ἕδη.

27

Ἐν δὲ Ἀλιφάνῳ τῆς Ἰταλίας φρεάτιόν ἐστι βαθύ, οὗ τὸ μὲν ὕδωρ βλέπεται, ἡλίκον δὲ ἄν τις χαλάσῃ σχοινίον, οὐκ ἐφάπτεται τοῦ ὕδατος, ἀλλ’ ὑπό τινος θείου κωλύεται, ὥς φησιν Ἰσίγονος.187

28

Ἀουερνός ἐστι λίμνη ἐν Ἰταλίᾳ παρὰ Κούμας, εἰς ἣν τὰ ἐκ τῆς περικειμένης ὕλης ἐμπίπτοντα φύλλα ἢ κάρφη ἀφανῆ γίνεται βυθιζόμενα παραχρῆμα.

29

Ἀριστοτέλης ἱστορεῖ, κατὰ Καρχηδόνα κρή‐ νην εἶναι ἐλαίου προσηνεστέραν· ἂν δὲ μή τις ἁγνὸς προσίῃ, ἐκλείπειν αὐτήν.

30

Περὶ Γέλαν τῆς Σικελίας ἐστὶ λίμνη ἡ Σίλλα καλουμένη, ἐλαχίστη τὸ μέγεθος, ἥτις τοὺς ἐν αὐτῇ λουο‐ μένους εἰς τὸ ξηρὸν ἐκρίπτει ὡς ἀπ’ ὀργάνου τινός, ὥς φησιν Ἀριστοτέλης.

31

Περὶ τὸν Ἠριδανὸν ποταμόν ἐστι λίμνη κατὰ τὰς Ἠλεκτρίδας νήσους, ὕδωρ ἔχουσα θερμόν, ὀσ‐ μὴν δὲ βαρεῖαν, ἀφ’ ἧς οὐδὲν ζῶον γεύεται.

32

Τὴν κατὰ Ἄβδηρα λίμνην Κύστειρον κα‐ λουμένην φασὶ τὸ Ξέρξου στράτευμα πίνον ἀναξηράναι.

33

Ἱερώνυμος ἱστόρησεν, ἐν τῇ Ναβαταίων χώρᾳ τῶν Ἀράβων εἶναι λίμνην πικράν, ἐν ᾗ οὔτε ἰχθῦς οὔτε ἄλλο τι τῶν ἐνύδρων ζώων γίνεσθαι, ἀσφάλτου δὲ
πλίνθους ἐξ αὐτῆς αἴρεσθαι ὑπὸ τῶν ἐπιχωρίων.188

34

Πύθερμός φησιν· ἐάν τις σκύφον εἰς τὰς τοῦ Στρύμονος ποταμοῦ δίνας ἐμβάλῃ, τοῦτον εὑρήσει ἐν τῇ περὶ Ἀπολλωνίαν λίμνῃ.

35

Φαέθων φησί, τὸν ἐν Βοσπόρῳ ποταμὸν οὕτως εἶναι ψυχρόν, ὥστε μηδὲν τῶν ζώων ὑπομένειν αὐτοῦ τὴν ψυχρότητα.

36

Περὶ δὲ Ταρρακίναν τῆς Ἰταλίας φησὶν Ἰσίγονος λίμνην εἶναι Μυκλαίαν καλουμένην καὶ παρ’ αὐτῇ πόλιν ἔρημον, ἧς τοὺς ἐνοικοῦντας στερηθῆναι τῆς πόλεως διὰ τὸ πλῆθος τῶν ὕδρων.

37

Ἐπὶ τῆς ἐν Ἰταλίᾳ λίμνης καλουμένης Βηνάκου, οὔσης δὲ τὸ περίμετρον σταδίων φʹ, νῆσός ἐστιν οἰκουμένη κατάφυτος δένδρεσιν ἡμέροις, ἐπινηχο‐ μένη καὶ μεταβαίνουσα πρὸς τὰς τῶν πνευμάτων φοράς.
5τὸ δ’ αὐτὸ τοῦτο καὶ ἐν ἑτέρᾳ λίμνῃ τῆς Ἰταλίας Κου‐ τυλίᾳ καλουμένῃ γίνεται.

38

Ἔστι δὲ καὶ λάκκος Οὐαδίμωνος καλου‐ μένη λίμνη οὐ μεγάλη ἐν Ἰταλίᾳ, ὁμοίως ἔχουσα νησία πλείονα πάσῃ πνοῇ μετακινούμενα.

39

Ἡ κατὰ Σάρδεις λίμνη, καλουμένη δὲ Κολόη, πλῆθος μὲν ὄψου πάμπολυ τρέφει, ἔχει δὲ καὶ αὐτὴ νήσους οἰκουμένας πρὸς ἀπάτην· ἐπινήχονται γὰρ καὶ τῇ τῶν ἀνέμων πνοῇ συμμετοικοῦσι· πτηνῶν δὲ τῶν
5ἐνύδρων τοσοῦτο τρέφει πλῆθος ὥστε καὶ ταριχεύε‐
σθαι.189

40

Τὸ δὲ κατὰ τὴν Σουσιανὴν ὕδωρ φασὶν εἶναι Μηδείας καὶ πεφαρμάχθαι καυστικοῖς φαρμάκοις· ὃ ῥεῖ μὲν ἐκ πηγῆς τινος, φυλάσσεται δὲ ὑπὸ τῶν ἐπιχωρίων· ἔχει δὲ δύναμιν τοιαύτην· τὰ γὰρ χρισθέντα ἢ βραχέντα
5ἐξ αὐτοῦ ζῶα ἢ σκεύη δειχθέντος μακρόθεν πυρὸς πρὸς αὑτὰ ἐπισπᾶται καὶ παραχρῆμα καίεται. καλεῖται δὲ νάφθα, ἐξενεχθέντα μέντοι τῆς χώρας ἀπόλλυσι τὴν δύναμιν, ὡς ἱστορεῖ Ἰσίγονος.

41

Ἐν Ἰταλίᾳ λίμνη Σάκατος καλουμένη, ἧς ὅταν τὸ ὕδωρ διαυγὲς γένηται, καταφαίνονται ἐν τῷ βυθῷ θεμέλιοι πολλοὶ καὶ ναοὶ καὶ πλῆθος ἀνδριάντων; φασὶ δὲ οἱ ἐπιχώριοι, πόλιν ποτὲ οὖσαν καταποθῆναι. τὸ δ’
5αὐτὸ λέγεται καὶ περὶ τοῦ Κιμίνου λάκκου ἐν Ἰταλίᾳ ὡς πόλεως πρότερον οὔσης καὶ αἰφνιδίως καταποθείσης.

42

Ἡ ἐν Μακεδονίᾳ λίμνη καλεῖται μὲν Λύχνις, διαπλέουσι δὲ αὐτὴν ἱστορίας ἕνεκεν· ἐγκύπτοντες γὰρ εἰς τὸν βυθὸν ὁρῶσι τρικλίνους πολυτελεῖς καὶ ἀργυρω‐ μάτων ἄφθονον πλῆθος τῷ μεγέθει θαυμασίων καὶ χρυ‐
5σέων πινάκων τε καὶ ἐκπωμάτων καὶ πάντων τῶν ἐν βασιλικῷ πλούτῳ πρὸς τρυφὴν κατασκευασμάτων.

43

Ἐν Λυδίᾳ ἐστὶ λίμνη Τάλα μὲν καλουμένη, ἱερὰ δὲ οὖσα νυμφῶν, ἣ φέρει καλάμων πλῆθος καὶ μέ‐ σον αὐτῶν ἕνα ὃν βασιλέα προσαγορεύουσιν οἱ ἐπιχώ‐
ριοι. θυσίας δὲ καὶ ἑορτὰς ἐπιτελοῦντες ἐνιαυσίους ἐξι‐190
5λάσκονται· τούτων δὲ ἐπιτελουμένων, ἐπειδὰν ἐπὶ τῆς ἠιόνος κτύπος συμφωνίας γένηται, πάντες οἱ κάλαμοι χορεύουσι καὶ ὁ βασιλεὺς σὺν αὐτοῖς χορεύων παραγί‐ νεται ἐπὶ τὴν ἠιόνα, οἱ δὲ ἐπιχώριοι ταινίαις αὐτὸν κα‐ ταστέψαντες ἀποπέμπουσιν, εὐχόμενοι καὶ εἰς τὸ ἐπιὸν
10αὐτόν τε καὶ ἑαυτοὺς παραγενέσθαι ὡς εὐετηρίας ὄντι σημείῳ, ὡς ἱστορεῖ Ἰσίγονος ἐν δευτέρῳ ἀπίστων.

44

Κρᾶθις, ποταμὸς Ἰταλίας, τῶν λουομένων πυρσαίνων τὰς χαίτας, καθάπερ Ἰσίγονος ὁ ἱστορικός φησι, Σωτίων τε καὶ Ἀγαθοσθένης οἱ φιλόσοφοι, καὶ Εὐριπίδης ὁ τραγικὸς οὑτωσὶ λέγων·
5ἃν ὑγραίνει καλλιστεύων ὁ ξανθὰν χαίταν πυρσαίνων
Κρᾶθις.191