TLG 0586 001 :: POLEMON :: Fragmenta

POLEMON Perieg.
(Iliensis: 3–2 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 3. Paris: Didot, 1853: 108–148.

Citation: Fragment — (line)

t1-5

ΑΤΤΙΚΑ. ΠΕΡΙ ΤΗΣ ΑΘΗΝΗΣΙΝ ΑΚΡΟΠΟΛΕΩΣ.

1

(t)

E LIBRO PRIMO.
1 Athenaeus XI: Πολέμων δ’ ἐν πρώτῃ Περὶ τῆς Ἀθήνησιν ἀκροπόλεως οὐδετέρως ὠνόμασεν (τὰ θηρίκλεια) εἰπών· «Τὰ χρυσᾶ θηρίκλεια ὑπόξυλα Νεοπτόλεμος ἀνέθηκεν.»

2

Idem XI: Λυκιουργεῖς· φιάλαι τινὲς οὕτω καλοῦνται ὑπὸ Λυκίου τινὸς τοῦ κατασκευασαμέ‐ νου ... Μνημονεύει Δημοσθένης ... λέγων οὕτως· «φιάλας Λυκιουργεῖς δύο» ... Ὅπερ
5ἐξηγούμενος Δίδυμος ὁ γραμματικὸς, τὰς ὑπὸ Λυκίου φησὶ κατεσκευασμένας. Ἦν δὲ οὗτος τὸ γένος Βοιώτιος ἐξ Ἐλευθερῶν, υἱὸς Μύρωνος τοῦ ἀνδριαντοποιοῦ, ὡς Πολέμων φησὶν ἐν πρώτῳ Περὶ ἀκροπόλεως.

3a

Harpocratio v. Νεμέας Χαράδρα· Νεμέας αὐλη‐ τρίδος μνημονεύει Ὑπερίδης ἐν τῷ Κατὰ Πατροκλέους, εἰ γνήσιος. Ὁ δὲ Πολέμων ἐν τοῖς Περὶ ἀκροπόλεως παρατίθεται ψήφισμα καθ’ ὃ ἀπείρητο Ἀθήνησιν ὄνομα
5πεντετηρίδος τίθεσθαι δούλῃ ἢ ἀπελευθέρᾳ ἢ πόρνῃ ἢ αὐλητρίδι. Ἄξιον οὖν ἀπορῆσαι πῶς οὕτως ὠνομά‐ ζετο ἡ αὐλητρίς.

3b

Athenaeus XIII: Καὶ Νεμεάδος δὲ τῆς αὐλητρίδος Ὑπερίδης μνημονεύει ἐν τῷ Κατὰ Πατρο‐ κλέους. Περὶ ἧς ἄξιον θαυμάζειν, πῶς περιεῖδον Ἀθη‐ ναῖοι οὕτω προσαγορευομένην τὴν πόρνην, πανηγύ‐
5ρεως ἐνδοξοτάτης ὀνόματι κεχρημένην· κεκώλυτο γὰρ τὰ τοιαῦτα τίθεσθαι ὀνόματα οὐ μόνον ταῖς ἑταιρούσαις, ἀλλὰ καὶ ταῖς ἄλλαις δούλαις, ὥς φησι Πολέμων ἐν τοῖς Περὶ ἀκροπόλεως.

4

Marcellin. Vit. Thuc. § 16: Ὅτι γὰρ Ὄλορός ἐστιν (sc. ὁ πατὴρ τοῦ Θουκυδίδου) ἡ στήλη δηλοῖ ἡ ἐπὶ τοῦ τάφου αὐτοῦ κειμένη, ἔνθα κεχάρακται· «Θουκυδί‐
5δης Ὀλόρου Ἁλιμούσιος». Πρὸς γὰρ ταῖς Μελι‐ τίσι πύλαις καλουμέναις ἐστὶν ἐν Κοίλῃ τὰ καλούμενα
Κιμώνια μνήματα, ἔνθα δείκνυται Ἡροδότου καὶ Θου‐ κυδίδου τάφος. Εὑρίσκονται δῆλον ὅτι τοῦ Μιλτιάδου γένους ὄντες· ξένος γὰρ οὐδεὶς ἐκεῖ θάπτεται. Καὶ Πο‐
10λέμων δ’ ἐν τῷ Περὶ ἀκροπόλεως τούτοις μαρτυρεῖ, ἔνθα καὶ [Τιμό]θεο[ν] υἱὸν αὐτῷ γεγενῆσθαι προσ‐ ιστορεῖ.

5

Idem § 28: Ἐγένοντο Θουκυδί‐ δαι πολλοί ... τρίτος δὲ γένει Φαρσάλιος, οὗ μέμνηται Πολέμων ἐν τοῖς Περὶ ἀκροπόλεως, φάσκων αὐτὸν εἶναι πατρὸς Μένωνος.

t6

ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΟΙΣ ΠΡΟΠΥΛΑΙΟΙΣ ΠΙΝΑΚΩΝ.

6

Harpocrat. v. Λαμπάς: Τρεῖς ἄγουσιν Ἀθηναῖοι ἑορτὰς λαμπάδας, Παναθηναίοις καὶ Ἡφαιστείοις καὶ Προμηθείοις, ὡς Πολέμων φησὶν ἐν τῷ Περὶ τῶν ἐν τοῖς Προπυλαίοις πινάκων.

t7-10

ἈΝΑΓΡΑΦΗ ΤΩΝ ΕΠΩΝΥΜΩΝ ΤΩΝ ΔΗΜΩΝ ΚΑΙ ΦΥΛΩΝ.

7

Schol. Aristophan. Av. 645: Κριὸς δῆμος τῆς Ἀντιοχίδος φυλῆς, ἀπὸ Κριοῦ τινος ὠνομασμένος. Ἀναγράφει δὲ τοὺς ἐπωνύμους τῶν δήμων καὶ φυλῶν Πολέμων.

8

Harpocrat. v. Ἔνη καὶ νέα: Τὴν ὑφ’ ἡμῶν τριακάδα καλουμένην ἔνην καὶ νέαν καλοῦσιν Ἀθηναῖοι ἀπὸ τοῦ τὴν τελευτὴν ἔχειν τοῦ προτέρου μηνὸς καὶ τὴν ἀρχὴν τοῦ ὑστέρου. Πολέμων δέ φησιν ὅτι ἐκάλεσάν ποτε
5αὐτὴν Δημητριάδα ἐπὶ τιμῇ Δημητρίου τοῦ Μακε‐ δόνος.

9

Diogen. L. III, 46: Ἔνιοι δὲ καὶ Θεόφραστον ἀκοῦσαί φασιν αὐτοῦ (τοῦ Πλάτωνος) .... ὁμοίως Πο‐
λέμων ἱστορεῖ καὶ Δημοσθένην.

10

Schol. Venet. et Didymi ad Hom. Il, III, 242: Ἑλένη ἁρπασθεῖσα ὑπὸ Ἀλεξάνδρου, ἀγνοοῦσα τὸ συμβεβηκὸς μεταξὺ τοῖς ἀδελφοῖς Διοσκούροις κακὸν, ὑπολαμβάνει δι’ αἰσχύνης αὐτῆς μὴ πεπορεῦσθαι τού‐
5τους εἰς Ἴλιον, ἐπειδὴ προτέρως ὑπὸ Θησέως ἡρπάσθη, καθὼς προείρηται· διὰ γὰρ τὴν τότε γενομένην ἁρπα‐ γὴν Ἄφιδνα πόλις Ἀττικῆς πορθεῖται, καὶ τιτρώσκε‐ ται Κάστωρ ὑπὸ Ἀφίδνου τοῦ τότε βασιλέως κατὰ τὸν δεξιὸν μηρόν. Οἱ δὲ Διόσκουροι Θησέως μὴ τυχόντες λα‐
10φυραγωγοῦσι τὰς Ἀθήνας. Ἡ ἱστο‐ ρία παρὰ Πολέμωνι ἢ τοῖς κυκλικοῖς καὶ ἀπὸ μέρους
παρὰ Ἀλκμᾶνι τῷ λυρικῷ.

t11-13

[ΑΡΓΟΛΙΚΑ.]

11

Schol. Aristid. Panath.: Λέγει δὲ ὁ Πολέμων ἐν τῇ Ἑλλη‐ νικῇ ἱστορίᾳ ὅτι ἤρισαν καὶ περὶ τοῦ Ἄργους Ποσειδῶν καὶ Ἥρα, καὶ ἡττήθη κἀκεῖ (sc. Ποσειδῶν). Σύμβολα
5μέντοι οὐκ ἔδειξαν οἱ *** ἐν Ἀθήναις.

12

Idem ad verba: [οἷον Ἀργεῖοι παλαιό‐ τατοι τῶν Ἑλλήνων ἀξιοῦσιν εἶναι]: Τοῦτο ἐπὶ τῶν Ἀργείων εἰσήγαγεν, ἐπειδὴ καὶ Ἀργείους οἶδε φρονοῦντας, ὡς ἐν τῇ Ἀργείᾳ σπαρέντος
5τῶν πυρῶν σπέρματος, ἐκ Λιβύης Ἄργου μεταπεμψα‐ μένου· διὸ καὶ Δήμητρος Λιβύσσης ἱερὸν ἵδρυσεν ἐν τῷ Ἄργει, ἐν Χαράδρᾳ οὕτω καλουμένῳ τόπῳ, ὥς φησι Πολέμων.

13

Jul. Africanus ap. Euseb. P. E. X, 10: Καὶ Ἑλλήνων δέ τινες ἱστοροῦσι κατὰ τοὺς αὐτοὺς (sc. τοῦ Ὠγύγου) χρόνους γενέσθαι Μωυσέα· Πολέμων γὰρ ἐν τῇ πρώτῃ τῶν Ἑλληνικῶν ἱστοριῶν λέγει· «Ἐπὶ
5Ἄπιδος τοῦ Φορωνέως μοῖρα τοῦ Αἰγυπτίων στρατοῦ ἐξέπεσεν Αἰγύπτου, οἳ ἐν τῇ Παλαιστίνῃ καλουμένῃ Συρίᾳ οὐ πόρρω Ἀραβίας ᾤκησαν,» οὗτοι δηλονότι
οἱ μετὰ Μωυσέως.

t14-15

ΠΕΡΙ ΤΗΣ ΠΟΙΚΙΛΗΣ ΣΤΟΑΣ ΤΗΣ ΕΝ ΣΙΚΥΩΝΙ.

14

Athenaeus XIII: Δημήτριος δ’ ὁ Πολιορ‐ κητὴς οὐ δαιμονίως ἤρα Λαμίας τῆς αὐλητρίδος, ἐξ ἧς ἔσχε καὶ θυγατέρα Φίλαν; Τὴν δὲ Λάμιαν Πολέ‐ μων φησὶν ἐν τῷ Περὶ τῆς ἐν Σικυῶνι ποικίλης στοᾶς
5θυγατέρα μὲν εἶναι Κλεάνορος Ἀθηναίου, κατασκευά‐ σαι δὲ Σικυωνίοις τὴν προκειμένην στοάν.

15

Athenaeus VI: Καὶ Θηβαῖοι δὲ κολα‐ κεύοντες τὸν Δημήτριον, ὥς φησι Πολέμων ἐν τῷ Περὶ τῆς Ποικίλης ἐν Σικυῶνι, ἱδρύσαντο ναὸν Ἀφροδίτης Λαμίας. Ἐρωμένη δ’ ἦν αὕτη τοῦ Δημητρίου, καθάπερ
5καὶ ἡ Λέαινα.

t16-17

ΠΕΡΙ ΤΩΝ ΕΝ ΣΙΚΥΩΝΙ ΠΙΝΑΚΩΝ.

16

Athenaeus XIII: Οὐκ ἂν ἁμάρτοι δέ τις σὲ καὶ πορνογράφον καλῶν, ὡς Ἀριστείδην καὶ Παυ‐ σανίαν, ἔτι δὲ Νικοφάνη, τοὺς ζωγράφους. Μνημονεύει δὲ αὐτῶν ὡς ταῦτα καλῶς γραφόντων Πολέμων ἐν τῷ
5Περὶ τῶν ἐν Σικυῶνι πινάκων.

17

Plutarch. Arat. c. 12. extr.: Ἐκ δὲ Καρίας (Ἄρατος) χρόνῳ πολλῷ περαιωθεὶς εἰς Αἴγυπτον, αὐτό‐ θεν τε τῷ βασιλεῖ διακειμένῳ πρὸς αὐτὸν οἰκείως ἐνέ‐ τυχε καὶ τεθεραπευμένῳ γραφαῖς καὶ πίναξιν ἀπὸ τῆς
5Ἑλλάδος, ἐν οἷς κρίσιν ἔχων οὐκ ἄμουσον ὁ Ἄρατος ἀεί τι τῶν τεχνικῶν καὶ περιττῶν, μάλιστα δὲ Παμφί‐ λου καὶ Μελάνθου, συνάγων καὶ κτώμενος ἀπέστελλεν. Ἤνθει γὰρ ἔτι δόξα τῆς Σικυωνίας μούσης καὶ χρηστο‐ γραφίας, ὡς μόνης ἀδιάφθορον ἐχούσης τὸ καλὸν, ὥστε
10καὶ Ἀπελλῆν ἐκεῖνον ἤδη θαυμαζόμενον ἀφικέσθαι καὶ συγγενέσθαι τοῖς ἀνδράσιν ἐπὶ ταλάντῳ, τῆς δόξης μᾶλ‐ λον ἢ τῆς τέχνης δεόμενον μεταλαβεῖν. Διὸ τὰς μὲν ἄλλας εἰκόνας τῶν τυράννων ἀνεῖλεν εὐθὺς ὁ Ἄρατος, ὅτε τὴν πόλιν ἠλευθέρωσε, περὶ δὲ τῆς Ἀριστράτου
15τοῦ κατὰ Φίλιππον ἀκμάσαντος ἐβουλεύσατο πολὺν χρόνον. Ἐγράφη μὲν γὰρ ὑπὸ πάντων τῶν περὶ τὸν Μέλανθον ἅρματι νικηφόρῳ παρεστὼς ὁ Ἀρίστρατος, Ἀπελλοῦ συνεφαψαμένου τῆς γραφῆς, ὡς Πολέμων ὁ περιηγητὴς ἱστόρηκεν. Ἦν δὲ τὸ ἔργον ἀξιοθέατον,
20ὥστε γνάμπτεσθαι τὸν Ἄρατον ὑπὸ τῆς τέχνης, αὖθίς τε μίσει τῷ πρὸς τοὺς τυράννους ἐξαγόμενον κελεύειν καθαιρεῖν. Τὸν οὖν ζωγράφον Νεάλκη φίλον ὄντα τοῦ Ἀράτου παραιτεῖσθαί φασι καὶ δακρύειν, ὡς δ’ οὐκ ἔπειθεν, εἰπεῖν, ὅτι τοῖς τυράννοις πολεμητέον, οὐ τοῖς
25τῶν τυράννων. «Ἐάσωμεν οὖν τὸ ἅρμα καὶ τὴν Νί‐ κην, αὐτὸν δέ σοι παρέξω τὸν Ἀρίστρατον ἐγὼ παρα‐ χωροῦντα τοῦ πίνακος.» Ἐπιτρέψαντος οὖν τοῦ Ἀρά‐ του διήλειψεν ὁ Νεάλκης τὸν Ἀρίστρατον, εἰς δὲ τὴν χώραν φοίνικα μόνον ἐνέγραψεν, ἄλλο δὲ οὐδὲν ἐτόλμησε
30παραβαλεῖν. Τοὺς δὲ πόδας ἐξαλειφομένου τοῦ Ἀρι‐ στράτου διαλαθεῖν ὑπὸ τὸ ἅρμα λέγουσιν.

t18

[ΛΑΚΩΝΙΚΑ.] ΠΕΡΙ ΤΩΝ ΕΝ ΛΑΚΕΔΑΙΜΟΝΙ ΑΝΑΘΗ‐ ΜΑΤΩΝ.

18

Athenaeus XIII: Ἐν δὲ Λακεδαίμονι, ὥς φησι Πολέμων ὁ περιηγητὴς ἐν τῷ Περὶ τῶν ἐν Λα‐ κεδαίμονι ἀναθημάτων, εἰκών ἐστι τῆς διαβοήτου ἑταί‐ ρας Κοττίνας, ἥν φησι καὶ βοῦν ἀναθεῖναι χαλκῆν,
5γράφων οὔτως· «Καὶ τὸ Κοττίνας δὲ τῆς ἑταίρας εἰκό‐ νιον, ἧς διὰ τὴν ἐπιφάνειαν οἴκημά τι λέγεται καὶ νῦν, ἐγγυτάτω τῆς Κολώνης, ἵνα τὸ Διονύσιόν ἐστιν, ἐπιφανὲς καὶ πολλοῖς ἐγνωσμένον τῶν ἐν τῇ πόλει. Ἀνάθημα δ’ αὐτῆς ἐστιν ὑπὲρ τὸ τῆς Χαλκιοίκου, βοΐ‐
10διόν τι χαλκοῦν, καὶ τὸ προειρημένον εἰκόνιον.»

t19-23

ΠΕΡΙ ΤΩΝ ΕΝ ΛΑΚΕΔΑΙΜΟΝΙ ΠΟΛΕΩΝ. [ΗΛΙΑΚΑ.]

19

Schol. vet. ad Pind. Ol. I, 28: Περὶ δὲ τῆς Πίσης, ὅτι ὁ τόπος ἐν Ἤλιδι ὑπὸ ὑψηλῶν ὄχθων περιε‐ χόμενος, Πολέμων φησίν.

20

Athenaeus XI: Κρατάνιον. Μήποτε τὸ νῦν καλούμενον κράνειον ἔκπωμα οὕτως ὠνόμαζον οἱ ἀρχαῖοι. Πολέμων γοῦν, ἢ ὅστις ἐστὶν ὁ ποιήσας τὸν ἐπιγραφόμενον Ἑλλαδικὸν, περὶ τοῦ ἐν Ὀλυμπίᾳ λέγων
5Μεταποντίνων ναοῦ, γράφει καὶ ταῦτα· «Ναὸς Μετα‐ ποντίνων, ἐν ᾧ φιάλαι ἀργυραῖ ἑκατὸν τριάκοντα δύο, οἰνοχόαι ἀργυραῖ δύο, ἀποθυστάνιον ἀργυροῦν, φιάλαι τρεῖς ἐπίχρυσοι. Ναὸς Βυζαντίων, ἐν ᾧ Τρίτων κυπα‐ ρίσσινος, ἔχων κρατάνιον ἀργυροῦν, Σειρὴν ἀργυρᾶ,
10καρχήσια δύο ἀργυρᾶ, κύλιξ ἀργυρᾶ, οἰνοχόη χρυσῆ, κέρατα δύο. Ἐν δὲ τῷ ναῷ τῆς Ἥρας τῷ παλαιῷ φιά‐ λαι τριάκοντα, κρατάνια ἀργυρᾶ δύο, χύτρος ἀργυροῦς, ἀποθυστάνιον χρυσοῦν, κρατὴρ χρυσοῦς, Κυρηναίων
ἀνάθημα, βατιάκιον ἀργυροῦν.»

21

Schol. vet. Pind. Ol. V argum.: Περὶ δὲ τῆς ἀπήνης Πολέμων φησίν· «Ἤγετο δὲ ἐν Ὀλυμπίᾳ ἀπήνης ἀγὼν, καί εἰσιν οἱ ἀγωνισάμενοι ἡμίονοι.» Καταλυθῆναι δὲ τοῦτο τὸ ἀγώνισμα κατὰ τὴν ὀγδοηκο‐
5στὴν τετάρτην Ὀλυμπιάδα, καὶ εἶναι τρισκαίδεκα νίκας. Τὴν δὲ ἀπήνην λέγεσθαι ὑπὸ Τεγεατῶν φησιν ὁ Πολέμων, οἱ δὲ Θετταλῶν εἶναι τὴν λέξιν.

22

Schol. Eurip. Hippolyt. v. 230: [πώλους Ἐνέτας] Ταῦτα ἀνακεχρόνισται· οὐδέπω γὰρ Ἕλληνες Ἐνέταις ἐχρῶντο ἵπποις· οἱ γὰρ Ἐνέται Παφλαγονίαν πρότερον οἰκοῦντες ὕστερον ἐπὶ τὸν Ἀδρίαν διέβησαν, Λέων δὲ
5πρῶτος Λακεδαιμόνιος πθʹ ὀλυμπιάδι ἐνίκησεν Ἐνέταις ἵπποις, ὡς Πολέμων ἱστορεῖ, καὶ ἐπέγραψε τῇ εἰκόνι· «Λέων Λακεδαιμόνιος ἵπποισι νι‐ κῶν Ἐνέταις, Ἀντικλείδα πατήρ.»

23

Schol. Vet. Pind. Nem. X. 12: Καὶ ἔστι περὶ τὸν Ἀδρίαν Διομήδεια νῆσος ἱερὰ, ἐν ᾗ τιμᾶται ὡς θεός (sc. Διομήδης) ... Καὶ Πολέμων ἱστορεῖ· «Ἐν μὲν γὰρ Ἀργυρίπποις ἅγιόν ἐστιν αὐτοῦ ἱερόν,» καὶ ἐν
5Μεταποντίῳ δὲ διὰ πολλῆς αὐτὸν αἴρεσθαι τιμῆς ὡς θεὸν, καὶ ἐν Θουρίοις εἰκόνας αὐτοῦ καθιδρύσθαι ὡς θεοῦ.

t24

[ΑΡΚΑΔΙΚΑ.]

24

Clem. Alex. Protrept.: Πολέμων δὲ καὶ τὴν Ἀθηνᾶν ὑπὸ Ὀρνύτου τρωθῆναι λέγει.

t25

[ΒΟΙΩΤΙΚΑ.]

25

Athenaeus I: Ἐν δὲ Θήβαις Πινδάρου μὲν οὐκ ἔστιν εἰκὼν, Κλέωνος δὲ τοῦ ᾠδοῦ, ἐφ’ ἧ· ἐπιγέ‐ γραπται· Πυθέα υἱὸς ὅδ’ ἐστὶ, Κλέων, Θηβαῖος ἀοιδὸς,
5
ὃς πλείστους θνητῶν ἀμφέθετο στεφάνους κρατὸς ἐπὶ σφετέρου, καί οἱ κλέος οὐρανόμηκες.
Χαῖρε, Κλέων Θήβας πατρίδ’ ἐπευκλεΐσας.
Ὑπὸ τούτου τὸν ἀνδριάντα, ὅτε Ἀλέξανδρος τὰς Θήβας κατέσκαπτε, φησὶ Πολέμων φεύγοντά τινα χρυσίον εἰ
10τὸ ἱμάτιον κοῖλον ὂν ἐνθέσθαι, καὶ συνοικιζομένης τῆς πόλεως ἐπανελθόντα εὑρεῖν τὸ χρυσίον μετὰ ἔτη τριά‐ κοντα.

t26

ΠΕΡΙ ΤΩΝ ΘΗΒΗΣΙΝ ΗΡΑΚΛΕΙΩΝ.

26

Schol. vet. Pind. Ol. VIII, 153: Πολέμων ἐν τῷ Περὶ τῶν Θήβησιν Ἡρακλείων φησὶ χαλκὸν τὸ ἆθλον εἶναι τοῖς ἐν Ἀρκαδίᾳ Λυκαίοις, ὥστε ἀπὸ κοινοῦ τὰ ἔργα καὶ τὸ χαλκὸν ληπτέον, ὅτε φησὶν ὁ Πίνδαρος·
5«Ὅτ’ ἐν Ἄργει χαλκὸς ἔγνω μιν τά τ’ ἐν Ἀρκαδίᾳ ἔργα καὶ Θήβαις·» δίδοται γὰρ ἐν ταύταις τρίπους χαλκοῦς. Πολλοὶ δ’ ἄγονται ἀγῶνες ἐν Ἀρκαδίᾳ, Λύκαια, Κόρεια, Ἀλεαῖα, Ἕρμαια· ἐν δὲ Θήβαις τὰ Ἡράκλεια· τὰ δὲ αὐτὰ καὶ Ἰολάεια καλεῖται ... Ταῦτα Ἀριστόνικος.

t27-28

ΠΕΡΙ ΤΩΝ ΕΝ ΔΕΛΦΟΙΣ ΘΗΣΑΥΡΩΝ.

27

Plutarch. Qu. Conv. V, 2: Καὶ τοῦτο μὲν τὸ ἀνάγνωσμα (Acesandri Περὶ Λιβύης opus) τῶν οὐκ ἐν μέσῳ ἐστί· τοῖς δὲ Πολέμωνος τοῦ Ἀθηναίου Περὶ τῶν ἐν Δελφοῖς θησαυρῶν οἶμαι ὅτι πολλοῖς ὑμῶν
5ἐντυγχάνειν ἐπιμελές ἐστι, καὶ χρὴ, πολυμαθοῦς καὶ οὐ νυστάζοντος ἐν τοῖς Ἑλληνικοῖς πράγμασιν ἀνδρός· ἐκεῖ τοίνυν εὑρήσετε γεγραμμένον, ὡς ἐν τῷ Σικυωνίῳ θησαυρῷ χρυσοῦν ἀνέκειτο βι‐ βλίον Ἀριστομάχης ἀνάθημα τῆς Ἐρυ[θραίας] ποιη‐
10τρίας, Ἴσθμια νενικηκυίας.

28

Athen. XIII: Πολέμων δὲ, ἢ ὁ ποιή‐ σας τὸν ἐπιγραφόμενον Ἑλλαδικόν· «Ἐν Δελφοῖς, φη‐ σὶν, ἐν τῷ πινάκων θησαυρῷ παῖδές εἰσι λίθινοι δύο, ὧν
τοῦ ἑτέρου Δελφοί φασι τῶν θεωρῶν ἐπιθυμήσαντά τινα
5συγκατακλεισθῆναι, καὶ τῆς ὁμιλίας καταλιπεῖν στέ‐ φανον. Φωραθέντος δ’ αὐτοῦ, τὸν θεὸν χρωμένοις τοῖς Δελφοῖς συντάξαι, ἀφεῖναι τὸν ἄνθρωπον· δεδωκέναι γὰρ αὑτῷ μισθόν.»

t30

[ΗΠΕΙΡΩΤΙΚΑ.]

30

Steph. Byz. v. Δωδώνη· Ἔστι δὲ καὶ Δωδωναῖον χαλκεῖον παροιμία ἐπὶ τῶν πολλὰ λαλούντων. ... Προσθετέον οὖν τῷ περιηγητῇ Πολέμωνι ἀκριβῶς τὴν Δωδώνην ἐπιστα‐
5μένῳ καὶ Ἀριστείδῃ τὰ τούτου μεταγεγραφότι, λέγοντι κατὰ τὴν δευτέραν· «Ἐν τῇ Δωδώνῃ στῦλοι δύο πα‐ ράλληλοι καὶ παρεγγὺς ἀλλήλων, καὶ ἐπὶ μὲν θατέρου χαλκεῖόν ἐστιν οὐ μέγα, τοῖς δὲ νῦν παραπλήσιον λέβησι· ἐπὶ δὲ θἀτέρου παιδάριον ἐν τῇ δεξιᾷ χειρὶ
10μαστίγιον ἔχον, οὗ κατὰ τὸ δεξιὸν μέρος ὁ τὸ λεβήτιον ἔχων κίων ἕστηκεν. Ὅταν οὖν ἄνεμον συμβῇ πνεῖν, τοὺς τῆς μάστιγος ἱμάντας χαλκοῦς ὄντας ὁμοίως τοῖς ἀληθινοῖς ἱμᾶσιν αἰωρουμένους ὑπὸ τοῦ πνεύματος συν‐ έβαινε ψαύειν τοῦ χαλκείου καὶ τοῦτο ἀδιαλείπτως
15ποιεῖν ἕως ἂν ὁ ἄνεμος διαμένῃ.»

t31-33

ΠΕΡΙΗΓΗΣΙΣ ΙΛΙΟΥ. Ἐν βιβλίοις γʹ.

31

Scholl. Venet. et Did. in Il. I, 39: [Σμινθεῦ] ἐπί‐ θετον Ἀπόλλωνος. Σμίνθος γὰρ τόπος τῆς Τρῳάδος, ἐν ᾧ ἱερὸν Ἀπόλλωνος Σμινθίου ἀπὸ αἰτίας τῆσδε. Ἐν Χρύσῃ, πόλει τῆς Μυσίας, Κρῖνίς τις ἱερεὺς ἦν τοῦ
5κεῖθι Ἀπόλλωνος· τούτῳ ὀργισθεὶς ὁ θεὸς ἔπεμψεν αὐτοῦ τοῖς ἀγροῖς μύας, οἵτινες τοὺς καρποὺς ἐλυμαίνοντο. Βουληθεὶς δέ ποτε ὁ θεὸς αὐτῷ καταλλαγῆναι πρὸς Ὄρδην τὸν ἀρχιβουκόλον αὐτοῦ παρεγένετο, παρ’ ᾧ ξενισθεὶς ὁ θεὸς ὑπέσχετο τῶν κακῶν ἀπαλλάξειν, καὶ
10δὴ παραχρῆμα τοξεύσας τοὺς μῦς διέφθειρεν. Ἀπαλ‐
λασσόμενος οὖν ἐνετείλατο τὴν ἐπιφάνειαν αὐτοῦ δη‐ λῶσαι τῷ Κρίνιδι. Οὗ γενομένου ὁ Κρῖνις ἱερὸν ἱδρύσατο τῷ θεῷ, Σμινθέα αὐτὸν προσαγορεύσας, ἐπειδὴ κατὰ τὴν ἐγχώριον αὐτῶν διάλεκτον οἱ μύες σμίνθοι καλοῦν‐
15ται. Ἡ ἱστορία παρὰ Πολέμωνι.

32

Eustathius ad Il. II: Καινὸν δὲ οὐδὲν καὶ τοιοῦτον ἀνατεθεῖσθαι λίθον ἐν τοῖς ἐκεῖ· ἐπεί τοι καὶ Παλαμήδους ἐπινοησαμένου κυβείαν καὶ πεττείαν ἐν Ἰλίῳ εἰς παραμύθιον λιμοῦ κατασχόντος τὴν στρατιὰν
5λίθος ἐκεῖ ἐδείκνυτο, καθὰ Πολέμων ἱστορεῖ, ἐφ’ οὗ ἐπέσσευον.

33

Steph. Byz.: Μυρμισσός· πόλις περὶ Λάμψακον, ὡς Πολέμων.

t34-35

[ΚΑΡΙΚΑ.]

34

Steph. Byz.: Εὐθηναί· πόλις Καρίας. Τὸ ἐθνικὸν καθ’ ἡμᾶς Εὐθηναῖος, κατ’ ἐκείνους δὲ Εὐθηνεύς. Πο‐ λέμων δὲ καὶ Εὐθηνίτας φησίν.

35

Etym. M.: Τελμισσεῖς· οἰκοῦσιν ἐν Καρίᾳ, ἀπέχοντες ἑξήκοντα στάδια Ἁλικαρνασσοῦ, ὡς Πολέμων. Τελμισσὸς δὲ πόλις ἐν Λυκίᾳ κ. τ. λ.

t36-37

ΠΕΡΙ ΣΑΜΟΘΡᾼΚΗΣ.

36

Athenaeus IX: Πολέμων δ’ ὁ περιηγητὴς ἐν τῷ Περὶ Σαμοθρᾴκης καὶ κιττῆσαί φησι τῆς γηθυλ‐ λίδος τὴν Λητὼ, γράφων οὕτως· «Διατέτακται παρὰ Δελφοῖς τῇ θυσίᾳ τῶν θεοξενίων, ὃς ἂν κομίσῃ γηθυλ‐
5λίδα μεγίστην τῇ Λητοῖ, λαμβάνειν μοῖραν ἀπὸ τῆς τραπέζης. Ἑώρακά τε καὶ αὐτὸς οὐκ ἐλάττω γηθυλ‐ λίδα γογγυλίδος καὶ τῆς στρογγύλης ῥαφανῖδος. Ἱστο‐ ροῦσι δὲ τὴν Λητὼ κύουσαν τὸν Ἀπόλλωνα κιττῆσαι
γηθυλλίδος· διὸ δὴ τῆς τιμῆς τετυχηκέναι ταύτης.»

37

Festus Epit.: Salios a saliendo et saltando dictos esse quamvis dubitari non debeat, tamen Polemo ait Arcada quendam fuisse nomine Salium, quem Aeneas a Mantinea in Italiam de‐
5duxerit, qui juvenes Italicos ἐνόπλιον saltationem docuerit.

t38

ΚΤΙΣΕΙΣ ΙΤΑΛΙΚΩΝ ΚΑΙ ΣΙΚΕΛΙΚΩΝ ΠΟΛΕΩΝ.

38

Schol. Apoll. Rh. V, 324: Ὁ δὲ Καυλιακὸς σκό‐ πελος τῆς Σκυθίας, πλησίον τοῦ Ἴστρου· οὗ μνημονεύει Πολέμων ἐν Κτίσεσιν Ἰταλικῶν καὶ Σικελικῶν.

t39-46

ΑΝΤΙΓΡΑΦΑΙ. ΤΑ ΠΡΟΣ ΤΙΜΑΙΟΝ.

39

(t)

E LIBRO PRIMO.
1 Athenaeus X: Πολέμων δ’ ἐν πρώτῳ τῶν πρὸς Τίμαιον, παρὰ Σικελιώταις φησὶν Ἀδηφαγίας ἱερὸν εἶναι, καὶ Σιτοῦς Δήμητρος ἄγαλμα, οὗ πλησίον ἱδρῦσθαι καὶ Ἱμαλίδος,
5καθάπερ ἐν Δελφοῖς Ἑρμούχου, ἐν δὲ Σκώλῳ τῷ Βοιω‐ τιακῷ Μεγαλάρτου καὶ Μεγαλομάζου. Idem III: Οὐ τούτου οὖν τοῦ Ἄρτον ὁ νῦν καιρὸς ἦν, ἀλλὰ τῶν εὑρημένων ὑπὸ τῆς Σιτοῦς καλουμένης Δήμητρος καὶ Ἱμαλίδος· οὕτως γὰρ ἡ θεὸς
10παρὰ Συρακοσίοις τιμᾶται, ὡς ὁ αὐτὸς Πολέμων ἱστο‐ ρεῖ ἐν τῷ Περὶ Μορύχου· ἐν δὲ τῷ πρώτῳ τῶν πρὸς Τίμαιον ἐν Σκώλῳ φησὶ τῷ Βοιωτιακῷ Μεγα‐ λάρτου καὶ Μεγαλομάζου ἀγάλματα ἱδρῦσθαι.

40

Athenaeus II: Πολέμων φησὶν ἐν Μουνυχίᾳ ἥρωα Ἀκρατοπότην τιμᾶσθαι, παρὰ δὲ Σπαρτιάταις
Μάττωνα καὶ Κεράωνα ἥρωας ὑπό τινων μαγείρων ἱδρῦσθαι ἐν τοῖς φειδιτίοις. Τιμᾶται δὲ καὶ ἐν Ἀχαΐᾳ
5Δειπνεὺς, ἀπὸ τῶν δείπνων σχὼν τὴν προσηγορίαν.

41a

(t)

E LIBRO QUARTO.
1 Clem. Alex. Protrept.: τῶν Σεμνῶν Ἀθήνησιν καλουμένων θεῶν τὰς μὲν δύο Σκοπᾶς ἐποίη‐ σεν ἐκ τοῦ καλουμένου Λυχνέως λίθου, Κάλαμις δὲ ἣν μέσην αὐταῖν ἱστοροῦντα λέγουσι Πολέμωνα δεικνύναι
5ἐν τῇ τετάρτῃ Πρὸς Τίμαιον.

41b

Schol. Soph. Oed. C. 39: Φύλαρχός φησι δύο αὐτὰς εἶναι, τὰ δὲ Ἀθήνησιν ἀγάλματα δύο. Πολέμων δὲ τρεῖς αὐτάς φησιν.

42a

Schol. Soph. Oed. Col. 100: Οὐ γὰρ σπένδεται οἶνος αὐταῖς (Furiis), ἀλλ’ ὕδωρ, καὶ νηφάλιαι κα‐ λοῦνται αἱ σπονδαὶ αὐτῶν. Πολέμων δὲ ἐν τῷ Πρὸς Τί‐ μαιον καὶ ἄλλοις τισὶ θεοῖς νηφαλίους φησὶ θυσίας
5γενέσθαι, γράφων οὕτως· «Ἀθηναῖοί τε γὰρ ἐν τοῖς τοιούτοις ἐπιμελεῖς ὄντες καὶ τὰ πρὸς τοὺς θεοὺς ὅσιοι νηφάλια μὲν ἱερὰ θύουσι Μνημοσύνῃ Μούσῃ, Ἠοῖ, Ἡλίῳ, Σελήνῃ, Νύμφαις, Ἀφροδίτῃ Οὐρανίᾳ.»

42b

Suidas: Νηφάλιος θυσία παρὰ Ἀθηναίοις ἐτελεῖτο Μνημοσύνῃ, Ἠοῖ, Ἡλίῳ, Σελήνῃ, Νύμφαις, Ἀφρο‐ δίτῃ Οὐρανίᾳ, ὥς φησι Πολέμων.

43

(t)

E LIBRO QUINTO.
1 Athen. III: Ἕρμων δ’ ἐν Κρητικαῖς γλώσ‐ σαις κοδύμαλα καλεῖσθαί φησι τὰ κυδώνια μῆλα. Πο‐ λέμων δ’ ἐν πέμπτῳ τῶν Πρὸς Τίμαιον ἄνθους γένος τὸ κοδύμαλον εἶναί τινας ἱστορεῖν.

44a

(t)

E LIBRO SEXTO.
1 Athenaeus XIII: Ἐξ Ὑκκάρων ... αἰ‐ χμάλωτος γενομένη (sc. ἡ Λαῒς) ἧκεν εἰς Κόρινθον, ὡς ἱστορεῖ Πολέμων ἐν τῷ ἕκτῳ τῶν Πρὸς Τίμαιον.

44b

Idem: Τίμαιος δ’ ἐν τῇ τρισ‐ καιδεκάτῃ τῶν Ἱστοριῶν, ἐξ Ὑκκάρων (sc. εἶναί φησι τὴν Λαΐδα), καθὰ καὶ Πολέμων εἴρηκεν, ἀναιρεθῆναι
φάσκων αὐτὴν ὑπό τινων γυναικῶν ἐν Θετταλίᾳ, ἐρα‐
5σθεῖσάν τινος Παυσανίου Θετταλοῦ, κατὰ φθόνον καὶ δυσζηλίαν ταῖς ξυλίναις χελώναις τυπτομένην ἐν Ἀφρο‐ δίτης ἱερῷ. Διὸ καὶ τὸ τέμενος κληθῆναι ἀνοσίας Ἀφρο‐ δίτης. Δείκνυσθαι δ’ αὐτῆς τάφον παρὰ τῷ Πηνειῷ, ση‐ μεῖον ἔχοντα ὑδρίαν λιθίνην, καὶ ἐπίγραμμα τόδε·
10 Τῆσδέ ποθ’ ἡ μεγάλαυχος ἀνίκητός τε πρὸς ἀλκὴν
Ἑλλὰς ἐδουλώθη κάλλεος ἰσοθέου, Λαΐδος· ἣν ἐτέκνωσεν Ἔρως, θρέψεν δὲ Κόρινθος·
κεῖται δ’ ἐν κλεινοῖς Θετταλικοῖς πεδίοις.
Αὐτοσχεδιάζουσιν οὖν οἱ λέγοντες αὐτὴν ἐν Κορίνθῳ
15τεθάφθαι πρὸς τῷ Κρανείῳ.

45

(t)

E LIBRO DUODECIMO.
1 Athenaeus XV: Πολλοί τινες παρῳδιῶν ποιηταὶ γεγόνασιν ... ἐνδοξότατος δ’ ἦν Εὔβοιος ὁ Πά‐ ριος, γενόμενος τοῖς χρόνοις κατὰ Φίλιππον. Οὗτός ἐστιν ὁ καὶ Ἀθηναίοις λοιδορησάμενος, καὶ σώζεται
5αὐτοῦ τῶν παρῳδιῶν βιβλία τέσσαρα. Μνημονεύει δ’ αὐτοῦ Τίμων ἐν τῷ πρώτῳ τῶν Σίλλων. Πολέμων δ’ ἐν τῷ δωδεκάτῳ τῶν Πρὸς Τίμαιον περὶ τῶν τὰς παρῳδίας γεγραφότων ἱστορῶν τάδε γράφει· «Καὶ τὸν Βοιωτὸν δὲ καὶ τὸν Εὔβοιον τοὺς τὰς παρῳδίας γρά‐
10ψαντας λογίους ἂν φήσαιμι διὰ τὸ παίζειν ἀμφιδεξίως καὶ τῶν προγενεστέρων ποιητῶν ὑπερέχειν ἐπιγεγονό‐ τας. Εὑρετὴν μὲν οὖν γένους Ἱππώνακτα φατέον τὸν ἰαμβοποιόν. Λέγει γὰρ οὗτος ἐν ταῖς ἑξαμέτροις· Μοῦσά μοι Εὐρυμεδοντιάδεα τὴν ποντοχάρυβδιν
15 τὴν ἐγγαστριμάχαιραν, ὃς ἐσθίει οὐ κατὰ κόσμον, ἔννεφ’ ὅπως ψηφῖδι κακῇ κακὸν οἶτον ὄληται, βουλῇ δημοσίῃ παρὰ θῖν’ ἁλὸς ἀτρυγέτοιο. Κέχρηται δὲ καὶ ὁ Ἐπίχαρμος ὁ Συρακόσιος ἔν τινι τῶν δραμάτων ἐπ’ ὀλίγον καὶ Κρατῖνος ὁ τῆς ἀρχαίας
20κωμῳδίας ποιητὴς ἐν Εὐνείδαις, καὶ τῶν κατ’ αὐτὸν Ἡγήμων ὁ Θάσιος, ὃν ἐκάλουν Φακῆν. Λέγει γὰρ οὕτως· Ἐς δὲ Θάσον μ’ ἐλθόντα μετεωρίζοντες ἔβαλλον πολλοῖσι σπελέθοισι, καὶ ὧδέ τις εἶπε παραστάς·
25Ὦ πάντων ἀνδρῶν βδελυρώτατε, τίς ς’ ἀνέπεισεν ἐς καλὴν κρηπῖδα ποσὶν τοιοῖσδ’ ἀναβῆναι; Τοῖσι δ’ ἐγὼ πᾶσι σμικρὸν μετὰ τοῦτ’ ἔπος εἶπον· Λῆμμ’ ἀνέπεισε γέροντα καὶ οὐκ ἐθέλοντ’ ἀναβῆναι καὶ σπάνις, ἣ πολλοὺς Θασίων εἰς ὁλκάδα βάλει
30εὐκούρων βδελυρῶν, ὀλλύντων τ’ ὀλλυμένων τε ἀνδρῶν, οἳ νῦν κεῖθι κακῶς κακὰ ῥαψῳδοῦσιν· οἷς καὶ ἐγὼ μετὰ τοῖς σίτου χρῄζων ἐπίθησα. Αὖθις δ’ οὐκ ἐπὶ κέρδος ἀποίσομαι, εἰς Θασίους δὲ μηδὲν πημαίνων κλυτὸν ἄργυρον ἐγγυαλίξω.
35 *** Μή τις μοι κατὰ οἶκον Ἀχαϊάδων νεμεσήσῃ πεσσομένης ἀλόχου τὸν ἀχύρμιον ἄρτον ἐν οἴκοις, καί ποτέ τις εἴπῃ σμικρὸν τυροῦντ’ ἐσιδοῦσα· ὡς Φιλίων Ὁρμὴν παρ’ Ἀθηναίοισιν ἀείσας
40πεντήκοντ’ ἔλαβε δραχμὰς, σὺ δὲ μικρὸν ἐπέμψω. Ταῦτά μοι ὁρμαίνοντι παρίστατο Παλλὰς Ἀθήνη χρυσῆν ῥάβδον ἔχουσα καὶ ἤλασεν εἶπέ τε φωνῇ· Δεινὰ παθοῦσα Φακῆ βδελυρὴ χώρ’ εἰς τὸν ἀγῶνα. Καὶ τότε δὴ θάρσησα καὶ ἤειδον πολὺ μᾶλλον.
45Πεποίηκε δὲ παρῳδίας καὶ Ἕρμιππος ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητής. Τούτων δὲ πρῶτος εἰσῆλθεν εἰς τοὺς ἀγῶνας τοὺς θυμελικοὺς Ἡγήμων καὶ παρ’ Ἀθηναίοις ἐνίκησεν ἄλλαις τε παρῳδίαις καὶ τῇ Γιγαντομαχίᾳ. Γέγραφε δὲ καὶ κωμῳδίαν εἰς τὸν ἀρχαῖον τρόπον, ἣν

45

(50)

ἐπιγράφουσι Φιλίννην. Ὁ δὲ Εὔβοιος πολλὰ μὲν εἴρηκεν ἐν τοῖς ποιήμασι χαρίεντα· περὶ μὲν τῆς τῶν βαλανέων μάχης· βάλλον δ’ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν Περὶ δὲ τοῦ λοιδορουμένου κουρέως τῷ κεραμεῖ τῆς γυ‐
55ναικὸς χάριν· μήτε σὺ τόνδ’ ἀγαθός περ ἐὼν ἀποαίρεο κουρεῦ, μήτε σὺ Πηλείδη. Ὅτι δὲ ἦν τις περὶ αὐτοὺς δόξα παρὰ τοῖς Σικελιώ‐ ταις, Ἀλέξανδρος ὁ Αἰτωλὸς ὁ τραγῳδιοδιδάσκαλος
60ποιήσας ἐλεγεῖον τρόπον τοῦτον δηλοῖ· Ὡς Ἀγαθοκλῆος λάσιαι φρένες ἤλασαν ἔξω
πατρίδος. Ἀρχαίων ἦν ὅδ’ ἀνὴρ προγόνων, εἰδὼς ἐκ νεότητος ἀεὶ ξείνοισιν ὁμιλεῖν
ξεῖνος· Μιμνέρμου δ’ εἰς ἔπος ἄκρον ἰὼν
65παιδομανεῖ σὺν ἔρωτι πότ’ ἦν ἴσον· ἔγραφε δ’ ὡνὴρ εὖ, παρ’ Ὁμηρείην ἀγλαΐην ἐπέων, πισσύγγους ἢ φῶρας ἀναιδέας ἤ τινα χλούνην, φλύων ἀνθηρῇ σὺν κακοδαιμονίῃ, τοῖα Συρηκοσίοις καὶ ἔχων χάριν· ὃς δὲ Βοιωτοῦ
70ἔκλυεν, Εὐβοίῳ τέρψεται οὐδ’ ὀλίγον.»

46

(t)

E LIBRO INCERTO.
1 Athenaeus XIV: Τὸν δὲ Μαίσωνα Πολέ‐ μων ἐν τοῖς Πρὸς Τίμαιον ἐκ τῶν ἐν Σικελίᾳ φησὶν εἶναι Μεγαρέων, καὶ οὐκ ἐκ τῶν Νισαίων.

t47-52

ΠΕΡΙ ΤΗΣ ΑΘΗΝΗΣΙΝ ΕΡΑΤΟΣΘΕΝΟΥΣ
ΕΠΙΔΗΜΙΑΣ.

t47

E LIBRO SECUNDO.

47

Schol. Aristoph. Av. 11: Ἐξηκεστίδης ... Μέμνη‐ ται δὲ αὐτοῦ καὶ Πολέμων ἐν τῷ δευτέρῳ Περὶ τῆς Ἀθήνησιν Ἐρατοσθένους ἐπιδημίας, λέγων· «Ὁ δὲ Ἐξηκεστίδης, κιθαρῳδὸς Πυ‐
5θιονίκης, νικᾷ δὲ καὶ τὸν τῶν Καρνείων ἀγῶνα τὸν ἐν Λακεδαίμονι, καὶ Παναθήναια δίς.»

t48-52

E LIBRIS INCERTIS.

48

Harpocratio v. Ἄξονι: Οἱ Σόλωνος νόμοι ἐν ξυλίναις ἦσαν ἄξοσι γεγραμμένοι ... ἦσαν δὲ, ὥς φησι Πολέ‐ μων ἐν τοῖς Πρὸς Ἐρατοσθένην, τετράγωνοι τὸ σχῆμα διασώζονται δὲ ἐν τῷ πρυτανείῳ, γεγραμμένοι κατὰ
5πάντα τὰ μέρη· ποιοῦσι δ’ ἐνίοτε φαντασίαν τρίγωνον, ὅταν ἐπὶ τὸ στενὸν κλιθῶσι τῆς γωνίας.

49

Schol. Soph. Oed. Col. v. 489 ἄπυστα φωνῶν: Τοῦτο ἀπὸ τῆς δρωμένης θυσίας ταῖς Εὐμενίσι φησί· μετὰ γὰρ ἡσυχίας τὰ ἱερὰ δρῶσι, καὶ διὰ τοῦτο οἱ ἀπὸ Ἡσύχου θύουσιν αὐταῖς, καθάπερ Πολέμων ἐν τοῖς
5Πρὸς Ἐρατοσθένην φησὶν, οὕτω· «Τὸ δὲ τῶν Εὐπα‐ τριδῶν γένος, ὃ μετέχει τῆς θυσίας ταύτης.» Εἶτα ἑξῆς· «Τῆς δὲ πομπῆς ταύτης Ἡσυχίδαι, ὃ δὴ γένος ἐστὶ περὶ τὰς Σεμνὰς θεὰς, καὶ τὴν ἡγεμονίαν ἔχει. Καὶ προθύονται πρὸ τῆς θυσίας κριὸν Ἡσύχῳ ἱερὸν
10ἥρῳ, τοῦτον οὕτω καλοῦντες διὰ τὴν εὐφημίαν· οὗ τὸ ἱερόν ἐστι παρὰ τὸ Κολώνειον, ἐκτὸς τῶν Ἐννέα πυ‐ λῶν.»

50

Hesych. v. Δευτερόποτμος, ὁ ὑπό τινων ὑστερό‐ ποτμος· οὕτω δὲ ἔλεγον ὁπόταν τινὶ ὡς τεθνεῶτι τὰ νομιζόμενα ἐγένετο καὶ ὕστερον ἀνεφάνη ζῶν. Ὁ δὲ Πολέμων καὶ ἀπειρῆσθαι τοῖς τοιούτοις εἰσιέναι εἰς τὸ
5ἱερὸν τῶν Σεμνῶν φησι θεῶν.

51

Hesych.: Βίῃφι, δύναμις, βία, ὡς Πολέμων ἐν Ἐρατοσθένους ἐπιδημίᾳ.

52

Hesych.: Ἐφωδίων. Ἐρατοσθένης διὰ τοῦ τ Ἐφω‐ τίων ἀναγράφει, Μαινάλιον, περιοδονίκην, παγκρα‐ τιαστήν· ὁ δὲ Πολέμων διὰ τοῦ δ.

t53

ΠΡΟΣ ΝΕΑΝΘΗΝ ΑΝΤΙΓΡΑΦΑΙ.

53

Athenaeus XIII: Διαβόητα δ’ ἐστὶ καὶ τὰ ἐπὶ Κρατίνῳ τῷ Ἀθηναίῳ γενόμενα, κ. τ. λ. (Vide Neanthis fr. 24.) Οὐκ ἀγνοῶ δὲ, ὅτι τὰ περὶ Κρα‐ τίνου καὶ Ἀριστοδήμου πεπλάσθαι φησὶ Πολέμων
5ὁ περιηγητὴς ἐν ταῖς Πρὸς τὸν Νεάνθην ἀντιγραφαῖς.

t54-55

[ΠΡΟΣ ΙΣΤΡΟΝ?]

54

Athenaeus IX: Σὺ δὲ κατὰ τὰς συνθή‐ κας ἂν μὴ αὔριον ἀποδῷς τὰ ὡμολογημένα, οὐκ ἐξα‐ πατήσεως δημοσίᾳ σε γράψομαι, ἀλλὰ τὸν Φᾶσιν οἰ‐ κήσοντα ἀποπέμψω, ὡς Πολέμων ὁ περιηγητὴς Ἴστρον,
5τὸν Καλλιμάχειον συγγραφέα, εἰς τὸν ὁμώνυμον κα‐
τεπόντου ποταμόν.

55

Schol. Pind. Nem. V, 89: Ἐν Ἀθήναις φασὶν εὑρῆσθαι τὴν παλαιστρικὴν ὑπὸ Φόρβαντος τοῦ παι‐ δοτρίβου Θησέως. Φερεκύδης δὲ ἡνίοχον τὸν Φόρβαντά φησι Θησέως, σὺν ᾧ καὶ τὴν Ἀμαζόνα
5ἁρπάζει. Καὶ Πολέμων δὲ ἱστορεῖ πάλην εὑρηκέναι Φόρβαντα Ἀθηναῖον, ὅτι δὲ Θησεὺς παρ’ Ἀθηνᾶς ἔμαθε πάλην Ἴστρος ἱστορεῖ.

t56-69

ΠΡΟΣ ΑΔΑΙΟΝ ΚΑΙ ΑΝΤΙΓΟΝΟΝ.

t56-57

E LIBRO PRIMO.

56

Athenaeus XI: Πολέμων δὲ ἐν τῷ πρώτῳ τῶν Πρὸς Ἀδαῖον καὶ Ἀντίγονόν φησιν οὕτως· «Τῆς δ’ Ἡρακλείας τῆς ὑπὸ τὴν Οἴτην καὶ Τραχῖνα τῶν οἰκητόρων μεθ’ Ἡρακλέους τινὲς ἀφικόμενοι ἐκ Λυδίας
5Κυλικρᾶνες, οἱ δ’ Ἀθαμᾶνες, ἀφ’ ὧν οἱ τόποι διαμέ‐ νουσιν· οἷς οὐδὲ τῆς πολιτείας μετέδοσαν οἱ Ἡρακλεῶ‐ ται, συνοίκους ἀλλοφύλους ὑπολαβόντες. Κυλικρᾶνες δὲ λέγονται, ὅτι τοὺς ὤμους κεχαραγμένοι κύλικας ἦσαν.» Hesych. v. Κυλικράνων: Πολέμων φησὶν ὅτι τοὺς
10ὤμους κεχαραγμένοι ἦσαν κύλικας· οἱ δὲ τοὺς ὑπὸ τῇ Οἴτῃ Ἡρακλεώτας ἀπό τινος οὕτως ὠνομάσθαι.

57

Athenaeus XI: Σελευκίς. Ὅτι ἀπὸ Σελεύκου τοῦ βασιλέως τὴν προσηγορίαν ἔσχε τὸ ἔκ‐ πωμα, προείρηται, ἱστοροῦντος τοῦτο καὶ Ἀπολλοδώρου τοῦ Ἀθηναίου. Πολέμων δ’ ἐν πρώτῳ τῶν Πρὸς Ἀδαῖον.
5«Ποτήρια (φησὶ) παραπλήσια Σελευκὶς, Ῥοδιὰς, Ἀντιγονίς.»

t58

E LIBRO TERTIO.

58

Athenaeus V: Ἐν τούτοις ὁ Λυσίας εἰπὼν ὅτι καὶ χαλκῆ ἦν ἡ ἐγγυθήκη, σαφῶς παρίστησιν ὡς καὶ ὁ Καλλίξενος εἴρηκε λεβήτων αὐτὰς ὑποθήματα εἶναι· οὕτως γὰρ καὶ Πολέμων ὁ περιηγητὴς εἶπεν ἐν
5τρίτῳ τῶν Πρὸς Ἀδαῖον καὶ Ἀντίγονον, ἐξηγούμενος διάθεσιν ἐν Φλιοῦντι κατὰ τὴν Πολεμάρχειον στοὰν γεγραμμένην ὑπὸ Σίλλακος τοῦ Ῥηγίνου, οὗ μνημο‐ νεύουσιν Ἐπίχαρμος καὶ Σιμωνίδης, λέγων οὕτως· «Ἐγγυθήκη καὶ ἐπ’ αὐτῆς κύπελλον.»

t59-61

E LIBRO QUINTO.

59

Athenaeus IX: Πολέμων δ’ ἐν πέμπτῳ τῶν Πρὸς Ἀντίγονον καὶ Ἀδαῖον πορφυρίωνά φησι τὸν ὄρνιν, διαιτώμενον κατὰ τὰς οἰκίας τὰς ὑπάνδρους τῶν γυ‐ ναικῶν τηρεῖν πικρῶς, καὶ τοιαύτην ἔχειν αἴσθησιν
5ἐπὶ τῆς μοιχευομένης, ὥσθ’, ὅταν τοῦθ’ ὑπονοήσῃ, προσημαίνει τῷ δεσπότῃ, ἀγχόνῃ τὸ ζῆν περιγράψας. «Οὐ πρότερόν τε,» φησὶ, «τροφῆς μεταλαμβάνει, εἰ μὴ περιπατήσῃ τόπον τινὰ ἐξευρὼν ἑαυτῷ ἐπιτήδειον· μεθ’ ὃ κονισάμενος λούεται, εἶτα τρέφεται.»

60

Athenaeus XI: Πολέμων δ’ ἐν πέμπτῳ τῶν Πρὸς Ἀδαῖον καὶ Ἀντίγονόν φησι· «Διόνυσος τέλειος, καθήμενος ἐπὶ πέτρας· ἐξ εὐωνύμων δ’ αὐτοῦ σάτυρος φαλακρὸς, ἐν τῇ δεξιᾷ κώθωνα μόνωτον ῥαβδωτὸν
5κρατῶν.»

61

Athenaeus XI: Καὶ Πολέμων δ’ ἐν τῇ * τῶν Πρὸς Ἀδαῖον καὶ Ἀντίγονον, ὅτι κεραμέοις ἀγγείοις ἐχρῶντο οἱ Λακεδαιμόνιοι, γράφει οὕτως· «Ἀλλὰ μὴν ὅτι ἀρχαϊκὸν ἦν τὸ τοιοῦτον τῆς ἀγωγῆς γένος ***
5ὃ καὶ νῦν δρᾶται παρά τισι τῶν Ἑλλήνων, ἐν Ἄργει μὲν ἐν ταῖς δημοσίαις θοίναις, ἐν Λακεδαίμονι δὲ κατὰ τὰς ἑορτάς· ἔν τε τοῖς ἐπινικίοις καὶ τοῖς γάμοις τῶν παρθένων, πίνουσιν ἐκ κεραμέων ποτηρίων· ἐν δὲ τοῖς ἄλλοις συμποσίοις καὶ φειδιτίοις ἐκ πιθακνῶν.»

t62

E LIBRO SEXTO.

62

Athenaeus IX: Πολέμων δ’ ἐν ἕκτῳ τῶν Πρὸς Ἀντίγονον καὶ Ἀδαῖον περὶ τῆς διαφορᾶς λέγει τοῦ κατὰ χειρὸς πρὸς τὸ νίψασθαι.

t63-69

E LIBRIS INCERTIS.

63

Athenaeus XI: Πολέμων δ’ ἐν τοῖς Πρὸς Ἀντίγονον περὶ ζωγράφων φησίν· «Ἀθήνησιν ἐν τῷ τοῦ Πειρίθου γάμῳ πεποίηκεν Ἱππεὺς τὴν μὲν οἰνοχόην καὶ τὸ κύπελλον λίθινα, χρυσῷ τὰ χείλη περιτεραμνί‐
5σας, τὰς δὲ κλισίας ἐλατίνας, χαμᾶζε ποικίλοις στρώμασι κεκοσμημένας, ἐκπώματα δὲ κεραμέους κανθάρους, καὶ τὸν λύχνον ὁμοίως ἐκ τῆς ὀροφῆς ἐξηρτημένον, ἀνακεχυμένας ἔχοντα τὰς φλόγας.»

64

Athenaeus XV: Πολέμων δ’ ἐν τοῖς Πρὸς Ἀδαῖον παρὰ Ἠλείοις φησὶ, μύρον τι πλαγγόνιον κα‐ λεῖσθαι, εὑρεθὲν ὑπό τινος Πλαγγόνος. Ὁμοίως ἱστορεῖ καὶ Σωσίβιος ἐν Ὁμοιότησιν. Cf. Hellad. ap. Phot.
5p. 532, 6 Bekk.: Πλαγγόνιον, ὅπερ εὗρε γυνὴ Ἠλεία, καλουμένη Πλαγγών.

65

Suidas v. Ἀζηνιεύς: Ἀζηνία δῆμός ἐστι φυλῆς τῆς Ἱπποκοωντίδος, ἀφ’ ἧς ὁ φυλέτης Ἀζηνιεύς. Καὶ Ἀζη‐ νιεῖς καὶ Ἐρχιεῖς καὶ Ἀλιεῖς καὶ πάντα τὰ ὅμοια δασέως φασὶ φθέγγεσθαι τοὺς Ἀττικοὺς τοὺς πα‐
5λαιούς. Πολέμων ἐν τοῖς Πρὸς Ἀδαῖον καὶ Ἀντίγονον.

66

Athenaeus VIII: Καὶ Ἀνδροκύδης δ’ ὁ Κυζικηνὸς ζωγράφος, φίλιχθυς ὢν, ὡς ἱστορεῖ Πολέμων, ἐπὶ τοσοῦτον ἦλθεν ἡδυπαθείας, ὡς καὶ τοὺς περὶ τὴν
Σκύλλαν ἰχθῦς κατὰ σπουδὴν γράψαι.

67

Diog. L. II, 104: Θεόδωροι δὲ γεγόνασι εἴκοσι· ... δωδέκατος ζωγράφος, οὗ μέμνηται Πολέμων.

68

Idem IV, 58: Γεγόνασι δὲ Βίωνες δέκα ... ὄγδοος Μιλήσιος ἀνδριαντοποιὸς, οὗ μέμνηται καὶ Πολέμων.

69

Idem V, 85: Γεγόνασι δὲ Δημήτριοι ἀξιόλογοι εἴ‐ κοσι ... πέμπτος ἀνδριαντοποιὸς, οὗ μέμνηται Πολέ‐ μων.

t70-72b

ΕΠΙΣΤΟΛΑΙ. ΠΡΟΣ ΑΤΤΑΛΟΝ ΕΠΙΣΤΟΛΗ.

70

Athenaeus VIII: Πρὸς τούτοις τοῖς ὀψο‐ φάγοις οἶδα καὶ τὸν παρ’ Ἠλείοις τιμώμενον ὀψοφάγον Ἀπόλλωνα. Μνημονεύει δὲ αὐτοῦ Πολέμων ἐν τῇ Πρὸς Ἄτταλον ἐπιστολῇ.

71

Clem. Al. Protrept.: Πολέμων δὲ κε‐ χηνότος Ἀπόλλωνος οἶδεν ἄγαλμα, καὶ ὀψοφάγου πάλιν Ἀπόλλωνος ἄλλο ἐν Ἤλιδι τιμώμενον.

72a

Idem: Διόνυσον ἤδη σιωπῶ τὸν χοιροψάλαν· Σικυώνιοι τοῦτον προσκυνοῦσιν, ἐπὶ τῶν γυναικείων τάξαντες τὸν Διόνυσον μορίων.

72b

Schol. ad h. l.: Χοιροψάλας Διόνυσος ἐν Σικυῶνι [τῆς Βοιωτίας] τιμᾶται, ὡς Πολέμων ἐν τῇ Πρὸς Ἄτταλον ἐπιστολῇ. Ἔστι δὲ μεταλαμβανόμενον ὁ τὸν χοῖρον
ψάλλων τοῦτ’ ἔστι τίλλων. Χοῖρος δὲ γυναικεῖον αἰδοῖον.

t73a-75

ΠΕΡΙ ΤΟΥ ΜΟΡΥΧΟΥ ΠΡΟΣ ΔΙΟΦΙΛΟΝ.

73a

Zenob. V, 13: Μωρότερος εἶ Μορύχου· αὕτη ἡ παροιμία λέγεται παρὰ τοῖς Σικελιώταις ἐπὶ τῶν εὔηθές τι διαπρασσομένων, ὥς φησι Πολέμων ἐν τῇ Πρὸς Διόφιλον ἐπιστολῇ. Λέγεται δὲ οὕτως· μωρότερος εἶ
5Μορύχου, ὃς τἄνδον ἀφεὶς ἔξω τῆς οἰκίας κάθηται. Μόρυχος δὲ Διονύσου ἐπίθετον, ἀπὸ τοῦ τὸ πρόσωπον μολύνεσθαι ἐπειδὰν τρυγῶσι τῷ ἀπὸ τῶν βοτρύων γλεύ‐ κει καὶ τοῖς χλωροῖς σύκοις· μορύξαι γὰρ τὸ μολῦναι· καταγνωσθῆναι δὲ αὐτοῦ εὐήθειαν, παρόσον ἔξω τοῦ
10νεὼ τὸ ἄγαλμα αὐτοῦ ἐστι, παρὰ τῇ εἰσόδῳ, ἐν ὑπαί‐ θρῳ. Κατεσκεύασται δὲ ἀπὸ Φελλάτα καλουμένου λίθου ὑπὸ Σιμμίου τοῦ Εὐπαλάμου.

73b

Suidas (et Photius): Μωρότερος Μορύχου (Μωρ. Phot.) παροιμία. Πολέμων φησὶ λέγεσθαι ταύ‐ την παρὰ Σικελιώταις οὕτως· Μωρότερος εἶ (εἰμὶ Phot.) Μορύχου, ὃς τἄνδον ἀφεὶς ἔξω τῆς οἰκίας κά‐
5θηται. Μόρυχος δὲ παρ’ αὐτοῖς ὁ Διόνυσος κατ’ ἐπίθετον (κατεπείθετο Phot.), διὰ τὸ μολύνεσθαι αὐτοῦ τὸ πρόσ‐ ωπον ἐν τῇ τρύγῃ γλεύκει τε καὶ σύκοις. Μορύξαι δὲ τὸ μολῦναι. Ὅμηρος γοῦν τὸ μεμο‐ λυσμένος μεμορυγμένος (με‐
10μορυχμένος Phot., μεμορυχημένος Suid.) φησίν. Εὐή‐ θειαν δὲ τούτου καταγνωσθῆναι, παρόσον ἔξω τοῦ νεὼ ἐν ὑπαίθρῳ αὐτοῦ τὸ ἄγαλμα καθίδρυται παρὰ τῇ εἰσ‐ όδῳ. Τάττεται δὲ ἐπὶ τῶν εὔηθές τι διαπραττομένων.

73c

Clem. Alex. Protrept.: Παραθήσομαι τοῦ Μορύχου Διονύσου τὸ ἄγαλμα Ἀθήνησι γεγονέναι μὲν ἐκ τοῦ Φελλάτα καλου‐ μένου λίθου, ἔργον δὲ εἶναι Σίκωνος
5τοῦ Εὐπαλάμου, ὥς φησι Πολέμων ἔν τινι ἐπι‐ στολῇ.

75

Athenaeus XI: Καὶ Πολέμων δὲ ἐν τῷ Περὶ τοῦ Μορύχου ἐν Συρακούσαις φησὶν ἐπ’ ἄκρᾳ τῇ Νήσῳ πρὸς τῷ τῆς Ὀλυμπίας ἱερῷ, ἐκτὸς τοῦ τείχους, ἐσχάραν τινὰ εἶναι, «ἀφ’ ἧς, φησὶ, τὴν κύλικα ναυστο‐
5λοῦσιν ἀναπλέοντες μέχρι τοῦ γενέσθαι τὴν ἐπὶ τοῦ νεὼ τῆς Ἀθηνᾶς ἀόρατον ἀσπίδα· καὶ οὕτως ἀφιᾶσιν εἰς τὴν θάλασσαν κεραμέαν κύλικα, καθέντες εἰς αὐτὴν ἄνθεα καὶ κηρία καὶ λιβανωτὸν ἄτμητον, καὶ ἄλλ’ ἄττα
μετὰ τούτων ἀρώματα.»

t76

ΠΡΟΣ ΑΡΑΝΘΙΟΝ ΕΠΙΣΤΟΛΗ.

76

Athenaeus XV: Καὶ ὁ εἰς Ἀγήμονα δὲ τὸν Κορίνθιον, Ἀλκυόνης πατέρα, ὃν ᾄδουσι Κορίνθιοι, ἔχει τὸ παιανικὸν ἐπίφθεγμα. Παρέθετο δὲ αὐτὸν Πο‐ λέμων ὁ περιηγητὴς ἐν τῇ Πρὸς Ἀράνθιον ἐπιστολῇ.

t76a

ΠΡΟΣ ΑΛΕΞΑΝΔΡΙΔΗΝ [ΕΠΙΣΤΟΛΗ].

76a

Schol. Eur. Or. 1632: ὅτι ἡ Ἑλένη [τὸ τῆς Ἑλένης ἄστρον, ἣν ἰδιωτικῶς φασι Τραμουντάναν vs. 1626] τοῖς χειμαζομένοις κατὰ θάλατταν ἐπήκοός ἐστι, κατὰ Εὐριπίδην σεσημείωται· ὁ μέντοι Σωσίβιος· ἔμπαλιν
5οἴεται οὐκ εὐμενῶς αὐτὴν ἐπιφαίνεσθαι. His addit cod. Flor. 33: Πολέμων δὲ καὶ ἐν [τῷδε] τῷ πρὸς Ἀλεξανδρίδην τὴν μὲν τοῖν δυοῖν ἀστέροιν ἐπιφάνειαν τῶν Διοσκούρων ἀνωμολογῆσθαι, τὴν δὲ τῶν λεγομένων Ζοβείρων (l. Καβείρων) **

t77-78

ΠΕΡΙ ΑΔΟΞΩΝ ΟΝΟΜΑΤΩΝ ΕΠΙΣΤΟΛΗ.

77

Athenaeus IX: Ἔτι δὲ καὶ εὐώδεσι τὰς χεῖρας κατεχρίοντο, τὰς ἀπομαγδαλιὰς ἀτιμάσαντες, ἃς Λακεδαιμόνιοι ἐκάλουν κυνάδας, ὥς φησι Πολέμων ἐν τῇ Περὶ ὀνομάτων ἀδόξων ἐπιστολῇ.

78

Idem VI: Τὸ δὲ τοῦ παρασίτου ὄνομα πάλαι μὲν ἦν σεμνὸν καὶ ἱερόν. Πολέμων γοῦν—ὁ εἴτε Σάμιος ἢ Σικυώνιος εἴτ’ Ἀθηναῖος ὀνομαζόμενος χαίρει, ὡς ὁ Μοψεάτης Ἡρακλείδης λέγει καταριθμούμενος
5αὐτὸν καὶ ἀπ’ ἄλλων πόλεων· ἐπεκαλεῖτο δὲ καὶ Στη‐ λοκόπας, ὡς Ἡρόδικος ὁ Κρατήτειος εἴρηκε—γράψας περὶ παρασίτων φησὶν οὕτως· «Τὸ τοῦ παρασίτου ὄνομα νῦν μὲν ἄδοξόν ἐστι, παρὰ δὲ τοῖς ἀρχαίοις εὑ‐ ρίσκομεν τὸν παράσιτον ἱερόν τι χρῆμα καὶ τῷ συνθοίνῳ
10παρόμοιον. Ἐν Κυνοσάργει μὲν οὖν ἐν τῷ Ἡρακλείῳ στήλη τίς ἐστιν, ἐν ᾗ ψήφισμα μὲν Ἀλκιβιάδου, γραμ‐ ματεὺς δὲ Στέφανος Θουκυδίδου· λέγεται δ’ ἐν αὐτῷ περὶ τῆς προσηγορίας οὕτως· «Τὰ δὲ ἐπιμήνια θυέτω ὁ ἱερεὺς μετὰ τῶν παρασίτων. Οἱ δὲ παράσιτοι ἔστων
15ἐκ τῶν νόθων καὶ τῶν τούτων παίδων κατὰ τὰ πάτρια. Ὃς δ’ ἂν μὴ θέλῃ παρασιτεῖν, εἰσαγέτω καὶ περὶ τού‐ των εἰς τὸ δικαστήριον.» Ἐν δὲ τοῖς κύρβεσι τοῖς περὶ τῶν Δηλιαστῶν οὕτως γέγραπται· «Καὶ τὼ κήρυκε ἐκ τοῦ γένους τῶν κηρύκων τοῦ τῆς μυστηριώτιδος. Τού‐
20τους δὲ παρασιτεῖν ἐν τῷ Δηλίῳ ἐνιαυτόν.» Ἐν δὲ Παλληνίδι τοῖς ἀναθήμασιν ἐπιγέγραπται τάδε· «Ἄρ‐ χοντες καὶ παράσιτοι ἀνέθεσαν οἱ ἐπὶ Πυθοδώρου ἄρ‐ χοντος στεφανωθέντες χρυσῷ στεφάνῳ ἐπὶ Διφίλης ἱε‐ ρείας. ** Παράσιτοι Ἐπίλυκος Στραττίου Γαργήττιος,
25Περικλῆς Περικλείτου Πιτθεύς, Χαρῖνος Δημοχάρους Γαργήττιος.» Κἀν τοῖς τοῦ βασιλέως δὲ νόμοις γέ‐ γραπται· «θύειν τῷ Ἀπόλλωνι τοὺς Ἀχαρνέων παρα‐ σίτους.»

t79-80

ΠΕΡΙ ΤΩΝ ΚΑΤΑ ΠΟΛΕΙΣ ΕΠΙΓΡΑΜ‐
ΜΑΤΩΝ.

79

Athenaeus X: Ἔπινε δὲ πλεῖστον καὶ Ἀρκαδίων (ἄδηλον δ’ εἰ ὁ Φιλίππῳ διεχθρεύσας), ὡς τὸ ἐπίγραμμα δηλοῖ, ὅπερ ἀνέγραψε Πολέμων ἐν τῷ Περὶ τῶν κατὰ πόλεις ἐπιγραμμάτων·
5 Τοῦ πολυκώθωνος τοῦτ’ ἠρίον Ἀρκαδίωνος
ἄστεος ὤρθωσαν τᾷδε παρ’ ἀτραπιτῷ υἱῆες Δόρκων καὶ Χαρμύλος. Ἔφθιτο δ’ ὡνήρ,
ἄνθρωπ’, ἐκ χανδῆς ζωροποτῶν κύλικος.
Ἐρασίξενον δέ τινα πεπωκέναι πλεῖστόν φησι τὸ ἐπ’
10αὐτῷ ἐπίγραμμα· Τὸν βαθὺν οἰνοπότην Ἐρασίξενον ἡ δὶς ἐφεξῆς
ἀκρήτου προποθεῖς’ ᾤχετ’ ἔχουσα κύλιξ.
Ἔπινε δὲ πλεῖστον καὶ Ἀλκέτας ὁ Μακεδὼν, ὥς φησιν Ἄριστος ὁ Σαλαμίνιος, καὶ Διότιμος ὁ Ἀθηναῖος. Οὗτος
15δὲ καὶ Χώνη ἐπεκαλεῖτο· ἐντιθέμενος γὰρ τῷ στόματι χώνην ἀπαύστως ἔπινεν ἐπιχεομένου οἴνου, ὅθεν καὶ Χώνη ἐπεκλήθη, ὥς φησι Πολέμων.

80

Idem X: Πολέμων δὲ ἐν τῷ Περὶ τῶν κατὰ πόλεις ἐπιγραμμάτων περὶ Ἠλείων λέγων παρα‐ τίθεται τόδε τὸ ἐπίγραμμα· Ἦλις καὶ μεθύει καὶ ψεύδεται· οἷος ἑκάστου
5οἶκος, τοίη δὴ καὶ συνάπασα πόλις.

t81-84

ΠΕΡΙ ΠΟΤΑΜΩΝ.

81

Schol. Eurip. Med. 827: Νῦν τοῦ ἐν Ἀττικῇ (sc. Κηφισσοῦ) μνημονεύει. Ἔστι γὰρ καὶ ἕτερος ὁμώνυ‐ μος ἐν Βοιωτίᾳ. Εἰσὶ δὲ καὶ ἕτεροι, καθά φησι Πολέμων ἐν τῷ Περὶ ποταμῶν, γράφων οὕτως· «Ἐν Ἀθήνησί
5τε Κηφισσὸς καὶ ἐν Σικυῶνι καὶ ἐν Ἄργει **

82

Athenaeus VII: Καλοῦνται δὲ οἱ κε‐ στρεῖς ὑπό τινων πλῶτες, ὥς φησι Πολέμων ἐν τῷ Περὶ τῶν ἐν Σικελίᾳ ποταμῶν. Καὶ Ἐπίχαρμος δ’ ἐν Μού‐ σαις οὕτως αὐτοὺς ὀνομάζει·
5Αἰολίαι πλῶτές τε κυνόγλωσσοί τ’, ἐνῆν δὲ σκιαθίδες.

83

Macrobius Saturn. V, 19: Polemon vero in li‐ bro qui inscribitur Περὶ τῶν ἐν Σικελίᾳ θαυμαζο‐ μένων ποταμῶν, sic ait: Οἱ δὲ Παλικοὶ προσαγορευό‐ μενοι παρὰ τοῖς ἐγχωρίοις αὐτόχθονες θεοὶ νομίζονται.
5Ὑπάρχουσι δὲ τούτων * ἀδελφοὶ κρατῆρες χαμαίζηλοι. Προσιέναι δὲ ἁγιστεύοντας χρὴ πρὸς αὐτοὺς ἀπό τε παντὸς ἄγους καὶ συνουσίας, ἔτι δὲ καί τινων ἐδεσμά‐ των. Φέρεται δὲ ἀπ’ αὐτῶν ὀσμὴ βαρεῖα θείου καὶ τοῖς πλησίον ἱσταμένοις καρηβάρησιν ἐμποιοῦσα δεινήν. Τὸ
10δὲ ὕδωρ ἐστὶ θολερὸν αὐτῶν καὶ τὴν χρόαν ὁμοιότατον χαμαὶ ῥύπῳ λευκῷ· φέρεται δὲ κολπούμενόν τε καὶ παφλάζον, οἷαί εἰσιν αἱ δῖναι τῶν ζεόντων ἀναβολάδην ὑδάτων. Φασὶ δ’ εἶναι καὶ τὸ βάθος ἀπέραντον τῶν κρατήρων τούτων, ὥστε καὶ βοῦς εἰσπεσόντας ἠφανίσθαι
15καὶ ζεῦγος ὀρικὸν εἰσελαυνόμενον, ἔτι δὲ φορβάδας ἐναλλο‐ μένας. Ὅρκος δέ ἐστι τοῖς Σικελιώταις μέγιστος καθη‐ ραμένων τῶν προκληθέντων· οἱ δὲ ὁρκωταὶ γραμμάτιον ἔχοντες ἀγορεύουσι τοῖς ὁρκουμένοις περὶ ὧν ἂν χρῄ‐ ζωσι τοὺς ὅρκους· ὁ δὲ ὁρκούμενος θαλλὸν κραδαίνων,
20ἐστεμμένος, ἄζωστος καὶ μονοχίτων, ἐφαπτόμενος τοῦ κρατῆρος, ἐξ ὑποβολῆς δίεισι τὸν ὅρκον. Καὶ ἂν μὲν ἐμ‐ πεδώσῃ τοὺς ῥηθέντας ὅρκους, ἀσινὴς ἄπεισιν οἴκαδε· παραβάτης δὲ γενόμενος τῶν θεῶν ἐμποδὼν τελευτᾷ. Τούτων δὲ γινομένων, ἐγγυητὰς ὑπισχνοῦνται καταστή‐
25σειν τοῖς ἱερεῦσιν, [οἷς] ἐάν τι νεαρὸν γένηται κάθαρσιν ὀφλισκάνουσι τοῦ τεμένους. Περὶ δὲ τὸν τόπον τοῦτον ᾤκησαν Παλικηνοὶ πόλιν ἐπώνυμον τούτων τῶν δαι‐
μόνων Παλικήν.

84

Athenaeus XII: Πολέμων δ’ ὁ πε‐ ριηγητὴς ἐν τῷ Περὶ θαυμασίων Ἀρχέστρατόν φησι τὸν μάντιν ἁλόντα ὑπὸ τῶν πολεμίων καὶ ἐπὶ ζυγὸν ἀναβληθέντα ὀβολοῦ ὁλκὴν εὑρεθῆναι ἔχοντα· οὕτως ἦν
5ἰσχνός. Ὁ δ’ αὐτὸς ἱστορεῖ ὡς καὶ Πανάρετος ἰατρῷ μὲν οὐδὲν ὡμίλησεν, Ἀρκεσιλάου δὲ ἠκροᾶτο τοῦ φιλοσό‐ φου, καὶ ὅτι συνεγένετο Πτολεμαίῳ τῷ Εὐεργέτῃ, τά‐ λαντα δώδεκα τὸν ἐνιαυτὸν λαμβάνων. Ἦν δὲ ἰσχνότα‐ τος, ἄνοσος διατελέσας.

t85

ΠΕΡΙ ΤΩΝ ΕΝ ΚΑΡΧΗΔΟΝΙ ΠΕΠΛΩΝ.

85

Athenaeus XII: Ἀλκισθένη δὲ τὸν Συ‐ βαρίτην φησὶν Ἀριστοτέλης ἐν τοῖς Θαυμασίοις (c. 96) ὑπὸ τρυφῆς ἱμάτιον τοιοῦτον κατασκευάσασθαι τῇ πο‐ λυτελείᾳ, ὡς προτίθεσθαι αὐτὸ ἐπὶ Λακινίου ἐν τῇ πα‐
5νηγύρει τῆς Ἥρας, εἰς ἣν συμπορεύονται πάντες Ἰτα‐ λιῶται, καὶ τῶν δεικνυμένων μάλιστα πάντων ἐκεῖνο θαυμάζεσθαι· οὗ φασι κυριεύσαντα Διονύσιον τὸν πρε‐ σβύτερον ἀποδόσθαι Καρχηδονίοις ἑκατὸν καὶ εἴκοσι ταλάντων. Ἱστορεῖ δὲ καὶ Πολέμων περὶ αὐτοῦ ἐν τῷ
10ἐπιγραφομένῳ Περὶ τῶν ἐν Καρχηδόνι πέπλων.

t86

ΠΕΡΙ ΤΟΥ ΠΑΡΑ ΞΕΝΟΦΩΝΤΙ ΚΑΝΝΑ‐
ΘΡΟΥ.

86

Athenaeus IV: Πολέμων δ’ ἐν τῷ Παρὰ Ξενοφῶντι καννάθρῳ τοῦ παρὰ Λάκωσι καλουμένου δείπνου κοπίδος μνημονεύοντα Κρατῖνον (φησὶ) ἐν Πλού‐ τοις λέγειν·
5 Ἆρ’ ἀληθῶς τοῖς ξένοισίν ἐστιν, ὡς λέγους’, ἐκεῖ πᾶσι τοῖς ἐλθοῦσιν ἐν τῇ κοπίδι θοινᾶσθαι καλῶς; ἐν δὲ ταῖς λέσχαισι φύσκαι προσπεπατταλευμέναι κατακρέμανται, τοῖσι πρεσβύταισιν ἀποδάκνειν ὀδάξ; Καὶ Εὔπολις ἐν Εἵλωσι· «καὶ γένηται τοῖσδε σάμερον
10κοπίς.» Δεῖπνον δ’ ἐστὶν ἰδίως ἔχον ἡ κοπίς· καθάπερ καὶ τὸ καλούμενον ἄϊκλον. *** Ἐπὴν δὲ κοπίζωσι, πρῶ‐ τον μὲν δὴ σκηνὰς ποιοῦνται παρὰ τὸν θεὸν, ἐν δὲ ταύ‐ ταις στιβάδας ἐξ ὕλης· ἐπὶ δὲ τούτων δάπιδας ὑπο‐ στρωννύουσιν, ἐφ’ αἷς τοὺς κατακλιθέντας εὐωχοῦσιν,
15οὐ μόνον τοὺς ἐκ τῆς ἡμεδαπῆς ἀφικνουμένους, ἀλλὰ καὶ τοὺς ἐπιδημήσαντας τῶν ξένων. Θύουσι δ’ ἐν ταῖς κοπίσιν αἶγας, ἄλλο δ’ οὐδὲν ἱερεῖον· καὶ τῶν κρεῶν δι‐ δόασι μοίρας πᾶσι καὶ τὸν καλούμενον φυσίκιλλον, ὅς ἐστιν ἀρτίσκος ἐγκρίδι παραπλήσιος, γογγυλώτερος δὲ
20τὴν ἰδέαν· διδόασι τῶν συνιόντων ἑκάστῳ τυρὸν χλωρὸν καὶ γαστρὸς καὶ φύσκης τόμον καὶ τραγήματα σῦκά τε ξηρὰ καὶ κυάμους καὶ φασήλους χλωρούς. Κοπίζει δὲ καὶ τῶν ἄλλων Σπαρτιατῶν ὁ βουλόμενος. Ἐν δὲ τῇ πό‐ λει κοπίδας ἄγουσι καὶ τοῖς Τιθηνιδίοις καλουμένοις ὑπὲρ
25τῶν παίδων· κομίζουσι γὰρ αἱ τιτθαὶ τὰ ἄρρενα παιδία κατὰ τὸν καιρὸν τοῦτον εἰς ἀγρὸν καὶ πρὸς τὴν Κορυ‐ θαλλίαν καλουμένην Ἄρτεμιν, ἧς τὸ ἱερὸν παρὰ τὴν καλουμένην Τίασσάν ἐστιν ἐν ταῖς πρὸς τὴν Κλήταν μέρεσι· τὰς δὲ κοπίδας παραπλησίως ταῖς λελεγμέναις
30ἐπιτελοῦσι. Θύουσι δὲ καὶ τοὺς γαλαθηνοὺς ὀρθαγορί‐ σκους καὶ παρατιθέασιν ἐν τῇ θοίνῃ τοὺς ἰπνίτας ἄρτους. Τὸ δὲ ἄϊκλον ὑπὸ μὲν τῶν ἄλλων Δωριέων καλεῖται δεῖπνον. Ἐπίχαρμος γοῦν ἐν Ἐλπίδι φησίν· «Ἐκάλεσε γάρ τύ τις ἐπ’ ἄϊκλον ἑκὼν, τὺ δὲ ἑκὼν ᾤχεο τρέχων.»
35Τὰ αὐτὰ εἴρηκε καὶ ἐν Περιάλλῳ. Ἐν δὲ τῇ Λακεδαίμονι τοῖς εἰσιοῦσιν εἰς τὸ φειδίτιον μετὰ δεῖπνον τὸ καλούμε‐ νον ἄϊκλον εἰσφέρουσιν ἄρτους ἐν ἀρριχίδι καὶ κρέας ἑκάστῳ· καὶ τῷ νέμοντι τὰς μοίρας ἀκολουθῶν ὁ διά‐
κονος κηρύττει τὸ ἄϊκλον προστιθεὶς τοῦ πέμψαντος τὴν
40ὀνομασίαν.» Ταῦτα μὲν ὁ Πολέμων. Πρὸς ὃν ἀντιλέ‐ γων Δίδυμος ὁ γραμματικὸς κτλ.

t87-88

ΠΕΡΙ ΤΟΥ ΔΙΟΥ ΚῼΔΙΟΥ.

87

Hesychius: Διὸς κῴδιον· οὕτως ἔλεγον οὗ τὸ ἱερεῖον Διὶ τέθυται, ἐφ’ οὗ οἱ καθαιρόμενοι ἑστήκεσαν τῷ ἀριστερῷ ποδί· τινὲς δὲ τὸ μέγα καὶ τέλειον· ὁ δὲ Πολέ‐
μων τὸ ἐκ τοῦ Διὶ τεθυμένου ἱερείου.

88

Athenaeus XI: Πολέμων δ’ ἐν τῷ Περὶ τοῦ δίου κῳδίου φησί· «Μετὰ δὲ ταῦτα τὴν τελετὴν ποιεῖ, καὶ αἱρεῖται ἐκ τῆς θαλάμης καὶ νέμει ** ὅσοι ἄνω τὸ κέρνος περιενηνοχότες. Τοῦτο δ’ ἐστὶν ἀγγεῖον
5κεραμεοῦν, ἔχον ἐν αὑτῷ πολλοὺς κοτυλίσκους κεκολλη‐ μένους· ἔνι δ’ ἐν αὐτοῖς ὅρμινοι, μήκωνες λευκοὶ, πυροὶ, κριθαὶ, λάθυροι, ὦχροι, φακοὶ, κύαμοι, ζειαὶ, βρόμος, παλάθιον, μέλι, ἔλαιον, οἶνος, γάλα, ὄϊον ἔριον ἄπλυτον. Ὁ δὲ τοῦτο βαστάσας, οἷον λικνοφορή‐
10σας, τούτων γεύεται.»

t89a-89b

ΠΕΡΙ ΑΡΤΟΥ.

89a

Athenaeus III: Ἄρτου δεῖ, καὶ οὐ τῶν Μεσσαπίων βασιλέως, λέγω τῶν ἐν Ἰαπυγίᾳ, περὶ οὗ καὶ σύγγραμμά ἐστι Πολέμωνι. Μνημονεύει δ’ αὐτοῦ καὶ Θουκυδίδης ἐν ἑβδόμῃ καὶ Δημήτριος
5ὁ κωμῳδοποιὸς ἐν τῷ ἐπιγραφομένῳ δράματι Σικελίᾳ διὰ τούτων· Κἀκεῖθεν εἰς τὴν Ἰταλίαν ἀνέμῳ νότῳ διεβάλομεν τὸ πέλαγος εἰς Μεσσαπίους· Ἄρτος δ’ ἀναλαβὼν ἐξένισεν ἡμᾶς καλῶς·
10ξένος γε χαρίεις ἦν ἐκεῖνος καὶ μέγας καὶ λαμπρός.

89b

Suid. v. Ἄρτος .... ἔστι δὲ καὶ ὄνομα τυράννου Μεσ‐ σαπίων, ὃν καὶ πρόξενον Ἀθηναίους ποιήσασθαί φησι
Πολέμων.

t90-102

VARIA INCERTAE SEDIS.

90

Schol. Pind. Ol. VII, 95: Πολέμων γάρ φησι παρὰ Χίοις μὲν τὸν Διόνυσον δεδέσθαι καὶ παρ’ Ἐρυ‐ θραίοις δὲ τὸ ἕδος τῆς Ἀρτέμιδος, καὶ ὅλως πολὺν κα‐ τεσπάρθαι λόγον περὶ τῶν ἀγαλμάτων ὡς μὴ μενόν‐
5των, ἀλλὰ πορευομένων ἄλλοσε πολλάκις.

91

Athenaeus II: Πολέμων δέ φησι τοὺς Λακεδαιμονίους τοὺς θέρμους λυσιλαΐδας καλεῖν.

92

Idem II: Καὶ περὶ τὸν Ἰνδὸν δέ φησι ποταμὸν γίνεσθαι τὴν κυνάραν. Καὶ Σκύλαξ δὲ ἢ Πο‐ λέμων γράφει· «εἶναι μὲν τὴν γῆν ὑδρηλὴν κρήνῃσι καὶ ὀχετοῖσιν, ἐν δὲ τοῖς οὔρεσι πέφυκε κυνάρα καὶ
5βοτάνη ἄλλη,» καὶ ἐν τοῖς ἑξῆς· «ἐντεῦθεν δὲ ὄρος παρέτεινε τοῦ ποταμοῦ τοῦ Ἰνδοῦ ἔνθεν καὶ ἔνθεν ὑψηλόν τε καὶ δασὺ ἀγρίῃ ὕλῃ καὶ ἀκάνθῃ κυνάρᾳ.»

93a

Hesych. s. v. Ἠλύσιον· μακάρων νῆσος ... Ἄλλοι, κεκεραυνωμένον χωρίον ἢ πεδίον. Τὰ δὲ τοιαῦτά ἐστιν ἄβατα, καλεῖται δὲ καὶ ἐνηλύσια. Πολέμων δὲ Ἀθη‐ ναίους φησὶ καὶ ἄλλοι τινὲς
5τὸ κατασκηφθὲν χωρίον ἢ ἱερόν.

93b

Suidas: Ἠλύσιον· ... οἱ δὲ τὸ κεκεραυνωμένον χω‐ ρίον ἢ πεδίον· τὰ δὲ τοιαῦτά ἐστιν ἄβατα. Καλεῖται δὲ καὶ ἐνηλύσια. Πολέμων δὲ Ἀθηναίους φησὶ τὸ κα‐ τασκηφθὲν χω‐
5ρίον καλεῖν.

94

Idem v. Προσωποῦττα· Πολέμων, ἀγγεῖον χαλ‐ κοῦν, ἔχον ἐπὶ τοῖς χείλεσι πρόσωπα, ἐν ᾧ τὰ ἱερὰ ἔπεμπον.

95

Idem v. Συσπαστόν· τῶν τραγικῶν τι ἐγχειρί‐ διον ἐκαλεῖτο, ὡς Πολέμων φησὶ, τὸ συντρέχον ἐν
Αἴαντος ὑποκρίσει.

96

Idem v. Σκυδικα· Πολέμων παρὰ Ἑρμοδώρῳ γεγράφθαι φησί· «ὑποδήματα δὲ φορεῖν τὴν ἐλευθέρην Σκυδικὰς λευκὰς καὶ μασθλητίνας.»

97

Idem v. Ἡδύπνουν, νεογνὸν καὶ ἁπαλὸν πρόβατον, γαλαθηνὸν, τὸ μήπω πόας γευσάμενον. Πολέμων φησὶν ὑπὸ τοῦ Πυθίου κληθῆναι.

98

Suidas v. Ἵππος Νισαῖος. Μεταξὺ τῆς Σου‐ σιανῆς καὶ τῆς Βακτριανῆς τόπος ἐστὶ Καταστιγώνα, ὅπερ Ἑλλάδι γλώσσῃ Νῖσος καλεῖται· ἐνταῦθα ἵπποι διάφοροι γίνονται. Οἱ δὲ, ἀπὸ Ἐρυθρᾶς θαλάσσης,
5εἶναι δὲ ξανθὰς πάσας. Ὁ δὲ Ἡρόδοτος τῆς Μηδίας εἶναι τὸν τόπον Νισαῖον. Ὁ δὲ Πολέμων κακῶς φησι λευκὸν ἵππον Νισαῖον.

99

Ammonius De diff. verb. v. Χλαμὺς de differen‐ tia vocum χλαμὺς καὶ χλαῖνα disputans: Προάγεται (Δίδυμος) Ἀριστοτέλην, Φύλαρχον, Πολέμωνα, ὅτι πολὺ διαφέρουσι.

100

Zenobius IV, 21: Ἠλιθιώτερος Πραξίλλης
Ἀδώνιδος. Πράξιλλα Σικυωνία μελοποιὸς ἐγένετο, ὥς φησι Πολέμων. Αὕτη ἡ Πράξιλλα τὸν Ἄδωνιν ἐν τοῖς μέλεσιν εἰσάγει ἐρωτώμενον ὑπὸ τῶν κάτω, τί κάλλι‐
5στον καταλιπὼν ἥκει; ἀποκρίνασθαι· ἥλιον καὶ σελήνην καὶ σικύους καὶ μῆλα. Ὅθεν εἰς παροιμίαν παρήχθη ὁ λόγος· ἠλίθιον γὰρ τὸ τῷ ἡλίῳ παραβάλλειν τοὺς σικύους.

101

Hellad. Chrestomath. apud Phot. Bibl. cod. 279: Ὅτι παροιμίαν εἶναί φησι τὸν δε‐ ξιὸν ὑποδεῖσθαι πόδα, τὸν δ’ ἀριστερὸν νίζειν· φησὶ γὰρ ὁ Πολέμων, ὡς μαρτυρεῖ Δίδυμος· «δεξιὸν εἰς ὑπόδημα,
5ἀριστερὸν εἰς ποδάνιπτρα.»

102

Jo. Lydi frgm. De mensibus: Καὶ βασιλεῦσαι δὲ αὐτὸν (sc. τὸν Κρόνον) ἡ ἱστορία παραδίδωσι ... κατά τε τὴν Λιβύην καὶ Σικελίαν, [οἰκίσαι τε τοὺς τό]πους καὶ [πόλ]ιν κτίσαι,
5ὡς ὁ Χάραξ φησὶ, τ[ὴν τότε μὲν λεγ]ομένην Κρονίαν, νῦν δὲ Ἱερὰν πόλιν, ὡ[ς Ἰ]σίγον[ος περὶ Ἑλλην]ικῶν θεῶν καὶ Πολέμων καὶ Αἰσχύλος ἐν τῇ Αἴτνῃ π[αραδι‐
δόασιν].