TLG 0585 003 :: Publius Aelius PHLEGON :: Fragmenta Publius Aelius PHLEGON Paradox. Fragmenta Source: FGrH #257. : 2B:1160–1194; 3B:744–745 addenda. Dup. partim 0585 001 Cf. et 0585 X02 Citation: Volume-Jacoby#-F — fragment — (line) | ||
2b,257,F1 | COD. PALAT. GR. 398 p. 234 r: Φλέγοντος ἀπε‐ λευθέρου Ἀδριανοῦ Καίσαρος Περὶ τῶν Ὀλυμπίων. δοκεῖ μοι χρῆναι εἰπεῖν τὴν αἰτίαν, δι’ ἣν τὰ Ὀλύμπια τεθῆναι συμβέβηκεν. ἔστιν δὲ ἥδε. μετὰ Πεῖσον καὶ Πέλοπα, ἔτι δὲ Ἡρακλέα, τοὺς πρώτους τὴν πανήγυριν | |
5 | καὶ τὸν ἀγῶνα τὸν Ὀλυμπίασιν ἐνστησαμένους, ἐκλειπόντων τῶν Πελοπον‐ νησίων τὴν θρηισκείαν χρόνωι τινί, εἰς ὃν ἀπὸ Ἰφίτου ὀλυμπιάδες ὀκτὼ πρὸς ταῖς εἴκοσι καταριθμοῦνται εἰς Κόροιβον τὸν Ἠλεῖον, καὶ ἀμελησάντων τοῦ ἀγῶνος, στάσις ἐνέστη κατὰ τὴν Πελοπόννησον. (2) Λυκοῦργος δὲ ὁ Λακεδαιμόνιος, υἱὸς ὢν τοῦ Πρυτάνεως τοῦ Εὐρυπῶντος τοῦ Σόου τοῦ | |
---|---|---|
10 | Προκλέους τοῦ Ἀριστοδήμου τοῦ Ἀριστομάχου τοῦ Κλεοδαίου τοῦ Ὕλλου τοῦ Ἡρακλέους καὶ Δηιανείρας, καὶ Ἴφιτος ὁ Αἵμονος, ὡς δὲ ἔνιοι Πραξω‐ νίδου, ἑνὸς τῶν ἀπὸ Ἡρακλέους, Ἠλεῖος, καὶ Κλεοσθένης ὁ Κλεονίκου Πεισάτης, βουλόμενοι εἰς ὁμόνοιαν καὶ εἰρήνην τὸ πλῆθος αὖθις ἀπο‐ καταστῆσαι, τήν τε πανήγυριν τὴν Ὀλυμπικὴν ἔγνωσαν ἀνάγειν εἰς τὰ | |
15 | ἀρχαῖα νόμιμα καὶ ἀγῶνα γυμνικὸν ἐπιτελέσαι. (3) στέλλονται δὴ εἰς Δελφοὺς χρησόμενοι τῶι θεῶι, εἴ σφισιν συνεπαινεῖ ταῦτα ποιῆσαι. ὁ δὲ θεὸς ἄμεινον ἔφη ἔσεσθαι ποιοῦσιν. καὶ προσέταξεν ἐκεχειρίαν ἀγγεῖλαι ταῖς πόλεσιν ταῖς βουλομέναις μετέχειν τοῦ ἀγῶνος. (4) ὧν περιαγγελ‐ θέντων κατὰ τὴν Ἑλλάδα καὶ ὁ δίσκος ἐγράφη τοῖς Ἑλλανοδίκαις, καθ’ | |
20 | ὃν ἔδει τὰ Ὀλύμπια ἄγειν. (5) οὐκ ἄγαν δὲ προσιεμένων τὸν ἀγῶνα ἀλλὰ δυσχεραινόντων τῶν Πελοποννησίων, λοιμὸς ἐπιγενόμενος καὶ φθορὰ καρπῶν ἐλυμαίνετο αὐτούς. οἱ δὲ ἀποστ〈εί〉λαντες πάλιν τοὺς περὶ τὸν Λυκοῦργον | |
ἠιτοῦντο τοῦ λοιμοῦ παῦλαν καὶ ἴασίν τινα. (6) ἡ δὲ Πυθία χρᾶι τάδε· ὦ γῆς ἀκρόπολιν πάσης Πελοπηίδα κλεινὴν | 1160 in vol. 2B | |
25 | ναίοντες πρέσβεις τε βροτῶν πάντων καὶ ἄριστοι, φράζεσθ’ ἐξ ἐμέθεν χρησμὸν θεοῦ, ὅττι κεν εἴπω. Ζεὺς ὑμῖν μῆνιν τελετῆς ἔχει ἣν διέχρησεν, οὕνεκ’ ἀτιμάζοντες Ὀλύμπια πασιάνακτος Ζηνός—τοῦ πρῶτος μὲν ἱδρύσατο καὶ θέτο τιμὴν | |
30 | Πεῖσος, καὶ μετὰ τόνδε Πέλοψ, ὅτε δὴ μόλεν αἶαν Ἑλλάδα, θῆκε δ’ ἔπειτα ἔροτιν καὶ ἔπαθλα θανόντι Οἰνομάωι, τρίτατος δ’ ἐπὶ τοῖς πάις Ἀμφιτρύωνος Ἡρακλέης ἐτέλεσς’ ἔροτιν καὶ ἀγῶνα ἐπὶ μήτρωι Τανταλίδηι Πέλοπι φθιμένωι, τὸν δήποθεν ὑμεῖς | |
35 | λείπετε καὶ τελετήν. ἧς χωσάμενος κατὰ θυμὸν ὦρσε κακὴν λιμὸν παρὰ τοῖς καὶ λοιμόν, ὃν ἔστι παῦσαι ἀνορθώσαντας ἑορτὴν τῶι πάλιν αὖθις. (7) ταῦτα ἀκούσαντες ἀπήγγειλαν τοῖς Πελοποννησίοις. οἱ δὲ ἀπιστήσαντες τῶι χρησμῶι ἀπέστειλαν πάλιν καὶ αὐτοὶ ἀπὸ κοινοῦ δόγματος ἐπιστρε‐ | |
40 | φέστερον ἐπερωτήσοντας τὸν θεὸν περὶ τῶν χρησθέντων. ἡ δὲ Πυθία λέγει τάδε· ὦ Πελοποννήσου ναέται, περὶ βωμὸν ἰόντες θύετε καὶ πείθεσθε τά κεν μάντεις ἐνέπωσιν. (8) τούτων χρησθέντων οἱ Πελοποννήσιοι ἐπέτρεψαν τοῖς Ἠλείοις ἀγῶνα | |
45 | τιθέναι τῶν Ὀλυμπίων καὶ ἐκεχειρίαν ἀγγέλλειν ταῖς πόλεσιν. (9) καὶ Ἠλεῖοι δὲ μετὰ ταῦτα βουλόμενοι βοηθεῖν Λακεδαιμονίοις, ὅτε Ἕλος ἐπολιόρκουν, πέμψαντες εἰς Δελφοὺς ἐμαντεύοντο. καὶ χρᾶι ἡ Πυθία τάδε· Ἠλείων πρόπολοι, πατέρων νόμον ἰθύνοντες τὴν αὑτῶν ῥύεσθε πάτραν, πολέμου δ’ ἀπέχεσθε, | |
2b,257,F1(50) | κοινοδίκου φιλίης ἡγούμενοι Ἑλλήνεσσιν, εὖτ’ ἂν πενταετὴς ἔλθηι φιλόφρων ἐνιαυτός. χρησθέντων δὲ τούτων τοῦ μὲν πολεμεῖν ἀπέσχοντο, τῶν δὲ Ὀλυμπίων τὴν ἐπιμέλειαν ἐποιοῦντο. (10) καὶ ἐστέφετο μὲν οὐδεὶς ἐπὶ πέντε ὀλυμπιάδας, | |
τῆι δὲ ἕκτηι ἔδοξεν αὐτοῖς μαντεύσασθαι, εἰ στέμματα περιθῶσι | 1161 in vol. 2B | |
55 | τοῖς νικῶσι, καὶ πέμπουσι τὸν βασιλέα Ἴφιτον εἰς θεοῦ. ὁ δὲ θεὸς ἔφη τάδε· Ἴφιτε, μήλειον καρπὸν μὴ θῆις ἐπὶ νίκηι, ἀλλὰ τὸν ἄγριον ἀμφιτίθει καρπώδη ἔλαιον, ὃς νῦν ἀμφέχεται λεπτοῖσιν † ὑφάσμασιν ἀράχνης. | |
60 | (11) παραγενόμενος οὖν εἰς τὴν Ὀλυμπίαν, πολλῶν ἐν τῶι τεμένει κοτίνων ὄντων, εὑρὼν ἕνα περιεχόμενον ἀραχνίοις περιωικοδόμησεν αὐτόν, καὶ τοῖς νικῶσιν ἐκ τούτου ἐδόθη ὁ στέφανος. πρῶτος δ’ ἐστεφανώθη Δαικλῆς Μεσσήνιος, 〈ὃσ〉 τῆι ἑβδόμηι ὀλυμπιάδι στάδιον ἐνίκα. | |
2b,257,F2 | STEPH. BYZ. s. Γέργις· πόλις Τροίας ..... Γεργιθία ἡ χρησμολόγος Σίβυλλα, ἥ τις καὶ ἐτετύπωτο ἐν τῶι νομίσματι τῶν Γεργιθίων αὐτή τε καὶ σφίγξ, ὡς Φλέγων ἐν Ὀλυμπιάδων α. ἐν δὲ τῶι ἱερῶι τοῦ Γεργι‐ θίου Ἀπόλλωνος Σιβύλλης φασὶν εἶναι τάφον. | |
2b,257,F3 | —s. Διὸς ἱερόν· πολίχνιον Ἰωνίας .... τὸ ἐθνικὸν Διο‐ σιερίτης, ὡς Φλέγων ἐν α Ὀλυμπιάδων. | |
2b,257,F4 | STEPH. BYZ. s. Δυσπόντιον· πόλις Πισαίας ..... Φλέγων ἐν ὀλυμπιάδι δευτέραι· «Ἀντίμαχος Ἠλεῖος ἐκ Δυσποντίου στάδιον.» | |
2b,257,F5 | —s. Ὑπερασία· πόλις, ἧς τὸ ἐθνικὸν Ὑπερασιεύς. Φλέγων κγ Ὀλυμπιάδι. | |
2b,257,F6 | —s. Δυσπόντιον· ..... (F 4) καὶ ἐν κζ· «Δάιππος Κροτωνιάτης πύξ, Ἠλείων ἐκ Δυσποντίου τέθριππον.» | |
2b,257,F7 | —s. Λῆνος· χώρα τῆς Πισατῶν. ὁ πολίτης Ληναῖος. Φλέγων μη ὀλυμπιάδι. | |
2b,257,F8 | AFRICAN.—EUSEB. PE X 10 p. 488 C: ... Κῦρος Περσῶν ἐβασίλευσεν, ὧι ἔτει ὀλυμπιὰς ἤχθη νε, ὡς ἐκ τῶν Βιβλιοθηκῶν Διοδώρου | |
(IX 21) καὶ τῶν Θάλλου (256 F 7) καὶ Κάστορος Ἱστοριῶν (250 F 6), ἔτι δὲ Πολυβίου (254 F 3) καὶ Φλέγοντος ἔστιν εὑρεῖν, ἀλλὰ καὶ ἑτέρων | 1162 in vol. 2B | |
5 | οἷς ἐμέλησεν ὀλυμπιάδων· ἅπασι γὰρ συνεφώνησεν ὁ χρόνος. | |
2b,257,F9 | PHILOPON. De opif. mundi V 1 p. 208, 22 Reichardt: ἱστορεῖ δὲ καὶ Φλέγων ἐν τῆι ἑκατοστῆι εἰκοστῆι τετάρτηι ὀλυμπιάδι Λυσιμάχου τοῦ Μακεδόνος ἄταφον ἐπὶ πολλὰς ἡμέρας τὸ σῶμα κείμενον ὑπὸ κυνὸς φυλάττεσθαι, εἴργοντος τοῦ νεκροῦ τὰ θηρία, μέχρις | |
5 | οὗ Θῶραξ ὁ Λαρισαῖος περιτυχὼν αὐτὸν ἔθαψε. | |
2b,257,F10 | STEPH. BYZ. s. Νίβις· πόλις Αἰγύπτου. Φλέγων ρμ ὀλυμπιάδι. | |
2b,257,F11 | —s. Βέλιτρα· πόλις Ἰταλίας, οὐ Ῥώμης ἀποτέρω, ὥς φησι Φλέγων ὀλυμπιάδι ροδ. | |
2b,257,F12 | PHOT. Bibl. 97: (T 3) μέχρι τῆς ροζ ὀλυμπιάδος, ἐν ἧι ἐνίκα Ἑκατόμνως Μιλήσιος στάδιον καὶ δίαυλον καὶ ὁπλίτην, τρίς· (2) Ὑψικλῆς Σικυώνιος δόλιχον· Γάιος Ῥωμαῖος δόλιχον· Ἀριστωνυμίδας Κῶιος πένταθλον· Ἰσί‐ | |
5 | δωρος Ἀλεξανδρεὺς πάλην, ἄπτωτος περίοδον· Ἀτυάνας Ἱπποκράτους † Ἀδραμυτίου παῖς πύξ· Σφοδρίας Σικυ‐ ώνιος παγκράτιον· Σωσιγένης Ἀσιανὸς παίδων στάδιον· Ἀπολλοφάνης Κυπαρισσιεὺς παίδων πάλην· Σωτήριχος Ἠλεῖος παίδων πύξ· Κάλας Ἠλεῖος παίδων παγκράτιον· | |
10 | Ἑκατόμνως Μιλήσιος ὁπλίτην (οὗτος ἐν τῆι αὐτῆι τὰ τρία ἐστεφανώθη, στάδιον δίαυλον ὁπλίτην)· Ἁριστο‐ λόχου [ὁ] Ἠλείου τέθριππον· Ἡγήμονος Ἠλείου κέλης· Ἑλλανίκου Ἠλείου συνωρίς· τοῦ αὐτοῦ πωλικὸν τέθριππον· Κλητία Ἠλείου πωλικὴ συνωρίς· Καλ‐ | |
15 | λίππου Ἠλείου πωλικὸς κέλης. (3) Λεύκολλος δὲ Ἀμισὸν ἐπολιόρκει, καὶ Μουρήναν ἐπὶ τῆς πολιορκίας καταλιπὼν μετὰ δυοῖν ταγμάτοιν αὐτὸς μετὰ τριῶν ἄλλων προῆγεν ἐπὶ Καβείρων, ὅπου διεχείμαζε. καὶ Ἀδριανὸν ἐπέταξε πολεμῆσαι Μιθρι‐ | |
20 | δάτηι· καὶ πολεμήσας ἐνίκησε. (4) καὶ σεισμοῦ ἐν Ῥώμηι γενομένου πολλὰ ταύτης συνέπεσε. (5) καὶ ἄλλα δὲ πλεῖστα ἐν ταύτηι ξυνηνέχθη τῆι ὀλυμπιάδι. (6) καὶ Ῥωμαίων τῶι τρίτωι αὐτῆς ἔτει ἀπετιμή‐ θησαν μυριάδες ἐνενήκοντα καὶ μία. (7) καὶ Σινατρού‐ | 1163 in vol. 2B |
25 | κην τὸν Πάρθων βασιλέα τελευτήσαντα διεδέξατο Φρα‐ άτης ὁ ἐπικληθεὶς Θεός. (8) καὶ Φαῖδρον τὸν Ἐπικού‐ ρειον διεδέξατο Πάτρων. (9) καὶ Οὐεργίλιος Μάρων ὁ ποιητὴς ἐγεννήθη τούτου τοῦ ἔτους εἰδοῖς Ὀκτωβρίαις. (10) τῶι δὲ τετάρτωι ἔτει Τιγράνης καὶ Μιθριδάτης | |
30 | ἀθροίσαντες πεζοὺς μὲν τέσσαρας μυριάδας ἱππέας δὲ τρεῖς καὶ τὸν Ἰταλικὸν αὐτοὺς τάξαντες τρόπον ἐπολέ‐ μησαν Λευκόλλωι· καὶ νικᾶι Λεύκολλος. καὶ πεντα‐ κισχίλιοι μὲν τῶν μετὰ Τιγράνους ἔπεσον, πλείους δὲ τούτων ἠιχμαλωτίσθησαν χωρὶς τοῦ ἄλλου σύγκλυδος | |
35 | ὄχλου. (11) καὶ τὸ Καπιτώλιον ἐν Ῥώμηι Κάτλος καθιέ‐ ρωσε. (12) καὶ Μέτελλος ἐπὶ τὸν Κρητικὸν πόλεμον ὁρμήσας, τρία τάγματα ἔχων, ἦλθεν εἰς τὴν νῆσον, καὶ μάχηι νικήσας τὸν Λασθένη αὐτοκράτωρ ἀνηγορεύθη· καὶ τειχήρεις κατέστησε τοὺς Κρῆτας. (13) καὶ Ἀθηνό‐ | |
40 | δωρος πειρατὴς ἐξανδραποδισάμενος Δηλίους τὰ τῶν λεγομένων θεῶν ξόανα διελυμήνατο· Γάιος δὲ Τριάριος τὰ λελωβημένα τῆς πόλεως ἐπισκευάσας ἐτείχισε τὴν Δῆλον. (14) μέχρι μὲν οὖν ταύτης μοι τῆς ὀλυμπιάδος ἐν λόγοις πέντε ἡ | |
45 | ἀνάγνωσις γέγονεν. | |
2b,257,F13 | STEPH. BYZ. s. Ταρραχίνη· πόλις Ἰταλίας. Φλέγων ὀλυμπιάδι ρπα· ὅτι παιδίον ἐκ δούλης γενόμενον τῆι θ καὶ μ τῆς γενέσεως τὸν προσαγορεύσαντα ἀντιπροσαγορεῦσαι, ἐφ’ οἷς τοὺς μάντεις προαγορεῦσαι ὄλεθρον. | |
2b,257,F14 | STEPH. BYZ. s. Αὔγουσται· πόλεις ἐν Κιλικίαι καὶ Ἰταλίαι. οἱ πολῖται Αὐγυστανοί. Φλέγων ἐν Ὀλυμπιάδων η. | |
2b,257,F15 | —s. Κρέμη· πόλις Πόντου. Φλέγων η Χρονικῶν. | 1164 in vol. 2B |
2b,257,F16a | EUSEB. HIER. ol. 202; (sYNKELL. 614, 12; MALAL. 240, 17; CHRON. PASCH. 412, 7; 417, 9): Iesus Christus secun‐ dum prophetias quae de eo fuerant praelocutae ad passionem venit anno Tiberii XVIII, quo tempore etiam in aliis ethnicorum commentariis 〈256 F 1〉 haec | |
5 | ad verbum scripta repperimus ‘solis facta defectio, Bithynia terrae motu con‐ cussa, et in urbe Nicaea aedes plurimae corruerunt‘, quae omnia his congruunt quae in passione Salvatoris acciderant. scribit vero super his et Flego, qui olympiadarum egregius supputator est, in XIII libro ita dicens: «quarto autem anno CCII olympiadis magna et excellens inter omnes | |
10 | quae ante eam acciderant defectio solis facta; dies hora sexta ita in tene‐ brosam noctem versus ut stellae in caelo visae sint terraeque motus in Bithynia Nicae[n]ae urbis multas aedes subverterit.» haec supra dictus vir. | |
2b,257,F16b | AFRIKAN.—SYNKELL. 610, 12: (Thallos 256 F 1) Φλέγων ἱστορεῖ ἐπὶ Τιβερίου Καίσαρος ἐν πανσελήνωι ἔκλειψιν ἡλίου γεγόνεναι τελείαν ἀπὸ ὥρας ἕκτης μέχρις ἐνάτης, δῆλον ὡς ταύτην. | |
2b,257,F16c | PHILOPON. De opif. mund. II 21 p. 99, 6 Reichardt: τούτου δὲ τοῦ σκότους ..... καὶ Φλέγων ἐν ταῖς Ὀλυμπιάσιν ἐμνήσθη. λέγει γὰρ ὅτι τῶι δ[ευτέρωι] ἔτει τῆς δια‐ κοσιοστῆς δευτέρας ὀλυμπιάδος ἐγένετο ἡλίου ἔκλειψις μεγίστη τῶν οὐκ ἐγνω‐ | |
5 | σμένων πρότερον, καὶ νὺξ ὥραι ἕκτηι τῆς ἡμέρας ἐγένετο, ὥστε καὶ ἀστέρας ἐν οὐρανῶι φανῆναι. ὅτι δὲ τῆς ἐν τῶι σταυρῶι τοῦ δεσπότου Χριστοῦ γενομένης τοῦ ἡλίου ἐκλείψεως καὶ οὐχ ἑτέρας ἐμνήσθη καὶ Φλέγων, πρῶτον μὲν ἐκ τοῦ λέγειν μὴ ἐγνῶσθαι τὴν τοιαύτην ἔκλειψιν τοῖς πρότερον χρόνοις ἐστὶ δῆλον ........ καὶ ἀπ’ αὐτῆς δὲ τῆς περὶ Τιβερίου Καίσαρος ἱστορίας δείκνυται. βασιλεύειν μὲν γὰρ | |
10 | αὐτόν φησιν ὁ Φλέγων τῶι δευτέρωι ἔτει τῆς ἑκατοστῆς ἐνενηκοστῆς 〈ὀγδόησ〉 ὀλυμπιάδος, τὴν δὲ ἔκλειψιν γεγονέναι ἐν τῶι τετάρτωι ἔτει τῆς διακοσιοστῆς δευτέρας ὀλυμπιάδος ....... | |
2b,257,F16d | ORIGEN. c. Cels. II 33 (II 59): περὶ δὲ τῆς ἐπὶ Τιβερίου Καίσαρος ἐκλείψεως, οὗ βασιλεύοντος καὶ ὁ Ἰησοῦς ἔοικεν ἐσταυρῶσθαι, καὶ περὶ τῶν μεγάλων τότε γενομένων σεισμῶν τῆς γῆς ἀνέ‐ γραψε καὶ Φλέγων ἐν τῶι τρισκαιδεκάτωι ἢ τῶι τεσσαρεσκαιδεκάτωι οἶμαι | |
5 | τῶν Χρονικῶν. | |
2b,257,F16e | ——II 14: Φλέγων μέντοι ἐν τρισκαιδεκάτωι ἢ τεσσαρεσκαιδεκάτωι οἶμαι τῶν Χρονικῶν καὶ τὴν περί τινων μελλόντων πρόγνωσιν ἔδωκε τῶι Χριστῶι, συγχυθεὶς ἐν τοῖς περὶ Πέτρου ὡς περὶ τοῦ Ἰησοῦ, καὶ ἐμαρτύρησεν ὅτι κατὰ τὰ εἰρημένα ὑπ’ αὐτοῦ τὰ λεγόμενα | |
5 | ἀπήντησε. | 1165 in vol. 2B |
2b,257,F17 | CONSTANT. PORPH. De them. II 12: μαρτυρεῖ δὲ καὶ Φλέγων ἐν Ὀλυμπιάδων πεντεκαιδεκάτηι, ὅτι ἐβασιλεύετο ὁ Βόσπορος Κότυι τῶι Βοσποριανῶι βασιλεῖ, ὧι καὶ διάδημα ἐκέλευσε φορεῖν ὁ Καῖσαρ, καὶ τὰς πόλεις αὐτῶι καθυπέταξεν, ἐν αἷς συναριθμεῖ καὶ αὐτὴν Χερσῶνα. | |
2b,257,F18 | STEPH. BYZ. s. Νεοκαισάρεια· Ποντικὴ πόλις. τὸ ἐθνικὸν Νεοκαισαρεύς, ὡς Φλέγων ιε Ὀλυμπιάδων. οἱ αὐτοὶ καὶ Ἀδριανοπολῖται. | |
2b,257,F19 | —s. Ὀλυμπιεῖον· τόπος ἐν † Δήλωι, ὃν κτίσαντες Ἀθη‐ ναῖοι χρήμασιν Ἀδριανοῦ Νέας Ἀθήνας Ἀδριανὰς ἐκάλεσαν, ὡς Φλέγων ἐν Ὀλυμπιάδων ιε. | |
2b,257,F20 | —s. Σκορδίσκοι καὶ Σκίρτιοι· ἔθνη Παιονίας, ὡς Φλέγων ἐν Ὀλυμπιάδων ιε. | |
2b,257,F21 | —s. Τερβητία· πόλις Σικελίας. οἱ πολῖται Τερβητῖνοι .... Φλέγων ἐν Ὀλυμπιάδων ιε. | |
2b,257,F22 | —s. Φουρνίτα· πόλις Λιβύης. οἱ οἰκήτορες Φουρνιτανοί. Φλέγων ιε τῶν Ὀλυμπιάδων. | |
2b,257,F23 | ET. M. p. 18, 54: Ἀδρίας· τὸ πέλαγος. Διονύσιος Σικελίας τύ‐ ραννος, † ὃς πρότερον ἐπὶ τῆι * ὀλυμπιάδι πόλιν ἔκτισεν Ἀδρίαν ἐν τῶι Ἰονι‐ κῶι κόλπωι, ἀφ’ ἧς καὶ τὸ πέλαγος Ἀδρίας καλεῖται. Εὔδοξος δὲ ἐν τῶι θ τῶν Ἱστοριῶν (79 F 1) τὸ πέλαγος καὶ τὴν πόλιν ὀνομασθῆναι Ἀδρίαν φησὶν ἀπὸ | |
5 | Ἀδρίου τοῦ Μεσσαπίου τοῦ Παύσωνος. Φλέγων ἐν Ὀλυμπιάσιν. οὕτως Ὠρίων. | |
2b,257,F24a | EUAGR. HE I 20: εἰ δέ τωι περισπούδαστον ταύτας εἰδέναι, ἱστόρηται περιέργως Στράβωνι τῶι γεωγράφωι (XVI 2, 5) Φλέγοντι τε καὶ Διοδώρωι τῶι ἐκ Σικελίας (XXI 1, 6), Ἀρριανῶι τε αὖ καὶ Πεισάνδρωι | |
5 | τῶι ποιητῆι, καὶ πρός γε Οὐλπιανῶι Λιβανίωι τε καὶ Ἰουλιανῶι τοῖς παναρίστοις σοφισταῖς. | |
2b,257,F24b | HIERON. Quaest. Hebr. i. Gen. 10, 2 p. 15, 10 Lagarde: legamus Varronis De antiquitatibus libros et Sinnii Capitonis et Graecum Phlegonta ceterosque eruditissimos viros: et videbimus omnes paene insulas et totius orbis litora terrasque mari vicinas Graecis | |
5 | accolis occupatas, qui, ut supra (p. 14, 6) diximus, ab Amano et Tauro | |
montibus omnia maritima loca usque ad oceanum possedere Britannicum. | 1166 in vol. 2B | |
2b,257,F25 | PROKOP. GAZ. Comm. i. Gen. (Class. Auct. VI 297 Mai): καὶ ἀσφάλτωι χρήσασθαι ὡς μᾶλλον ἀντέ‐ χειν δυναμένηι πρὸς ὕδωρ—ἐγίνετο δὲ περί τι μέρος τοῦ Εὐφράτου, ὡς ἱστοροῦσι Φλέγων τε καὶ Ἡρόδοτος (I 179). | |
3b,257,F25bis | SCHOL. LIV. 8, 15, 7 a. 336 a. Chr. (L. Voit Philol. 91, 1936, p. 310): Minutia virgo Ves 〈talis〉 †minutioris primo suspecta cultus moxq(ue) flagitii servo accusante convicta ad porta(m) Collina(m) viva defoditur, locusque sceleratus ex eo ca〈m〉pus dictus〉 miror aut(em), | |
5 | cu(m) defossa(m) indicat, omisisse illum ex libris Sibillinis hoc esse p(rae)ceptu(m), ut legisse me in ipsis apud Flegonte(m) temporis istius | 1167 in vol. 2B |
versib(us) recolo. | 1168 in vol. 2B | |
2b,257,F26 | STEPH. BYZ. s. Ἔλβονθις· πόλις μεταξὺ Αἰγύπτου καὶ Κυρήνης. τὸ ἐθνικὸν Ἐλβονθίτης, ὡς Φλέγων. | |
2b,257,F27 | —s. Μαιανδρούπολις· Μαγνησίας πόλις, ὡς Φλέγων ἐν Ὀλυμπιάσι. τὸ ἐθνικὸν Μαιανδρουπολίτης. | |
2b,257,F28 | —s. Μοτιηνή· χωρίον Ἰβηρίας. 〈Μοτίνη· πόλις Ἰταλίασ〉, ἄποικος Ῥωμαίων· Πολύβιος γ (40, 8). Φλέγων δὲ Μουτίνην αὐτήν φησι. | |
2b,257,F29 | —s. Πικεντία· πόλις Τυρρηνίας. Φλέγων δὲ Πίκεντον αὐτὴν καλεῖ. | |
2b,257,F30 | —s. Σινώπη· πόλις διαφανεστάτη τοῦ Πόντου, κτίσμα Κρητί〈ν〉ου 〈καὶ〉 Κώιου (?), ὥς φησι Φλέγων. | |
2b,257,F31 | —s. Τέρινα· πόλις Ἰταλίας καὶ ποταμὸς ὁμώνυμος, κτίσμα Κροτωνιατῶν, ὡς Φλέγων. | |
2b,257,F32 | —s. Ὠστία· ........ Φλέγων δὲ Ὠστίους αὐτοὺς καλεῖ λέγων «παρέλαβε δὲ τὴν Ὠστίων πόλιν». | |
2b,257,F33 | SUID. s. Θαλῆς· .... γεγονὼς πρὸ Κροίσου, ἐπὶ τῆς λθ ὀλυμπιάδος, κατὰ δὲ Φλέγοντα γνωριζόμενος ἤδη ἐπὶ τῆς ζ. | |
2b,257,F34 | —s. Φλέγων· ..... τούτου τοῦ Φλέγοντος, † ὥς φησι Φιλοστόργιος (HE I 1 p. 5, 23 Bidez), † ὅσον τὰ κατὰ τοὺς Ἰουδαίους συμπεσόντα διὰ πλείονος ἐπεξελθεῖν τοῦ πλάτους, Φλέγοντος καὶ Δίωνος βραχέως ἐπιμνησθέντων καὶ παρενθήκην αὐτὰ τοῦ οἰκείου λόγου ποιησα‐ | |
5 | μένων. ἐπεὶ τῶν γε εἰς εὐσέβειαν καὶ τὴν ἄλλην ἀρετὴν ἑλκόντων οὐδ’ ὁτιοῦν οὐδ’ οὗτος δείκνυται πεφροντικώς, ὅνπερ οὐδ’ ἐκεῖνοι τρόπον. τοὐναντίον μὲν οὖν ὁ Ἰώσηπος καὶ δεδοικότι ἔοικε καὶ εὐλαβουμένωι, ὡς | |
μὴ προσκρούσειεν Ἕλλησι. | 1169 in vol. 2B | |
2b,257,F35 | SCRIPT. HIST. AUG. XXIX 7, 4: sunt enim Aegyptii, ut satis nosti, † venti ventosi furibundi iactantes iniuriosi atque adeo vani liberi novarum rerum usque ad cantilenas publicas cupientes, versificatores epigrammatarii mathematici haruspices medici. (5) nam 〈in〉 eis Cristiani Samaritae et quibus | |
5 | praesentia semper tempora cum enormi libertate displiceant. (6) ac ne quis mihi Aegyptiorum irascatur et meum esse credat, quod in litteras rettuli, Hadriaini epistolam promam ex libris Flegontis liberti eius proditam, ex qua penitus Aegyp‐ tiorum vita detegatur. (8) ‘Hadrianus Augustus Serviano consuli salutem. Aegyptum | |
10 | quam mihi laudabas, Serviane carissime, totam didici levem pendulam et ad omnia famae momenta volitantem. (2) illic qui Serapem colunt, Cristiani sunt; et devoti sunt Serapi, qui se Cristi episcopos dicunt. (3) nemo illic archisynagogus Iudaeorum, nemo Samarites, nemo Cristianorum presbyter non mathematicus, non haruspex, non aliptes. (4) ipse ille patriarcha cum Aegyptum venerit, ab | |
15 | aliis Serapidem adorare, ab aliis cogitur Christum. (5) genus hominum seditio‐ sissimum vanissimum iniuriosissimum, civitas opulenta dives fecunda, in qua nemo vivat otiosus. (6) alii vitrum conflant, aliis carta conficitur, omnes certe linifiones 〈aut〉 cuiuscumque artis et 〈professionis〉 videntur; et habent poda‐ grosi quod agant, habent 〈prae〉cisi quod agant, habent caeci quod faciant, ne | |
20 | chiragrici quidem apud eos otiosi vivunt. (7) unus illis deus nummus est: hunc Christiani, hunc Iudaei, hunc omnes venerantur et gentes. et utinam melius esset morata civitas, digna profecta quae pro sui fecunditate, quae pro sui magnitudine totius Aegypti teneat principatum. (8) huic ego cuncta concessi, vetera privilegia reddidi, nova sic addidi ut praesenti gratias agerent, denique ut primum inde | |
25 | discessi, et in filium meum Verum multa dixerunt, et de Antinoo quae dixerint comperisse te credo. (9) nihil illis opto, nisi ut suis pullis alantur, quos quem | |
ad modum fecundant pudet dicere. (10) calices tibi allasontes [versicoloris] trans‐ misi, quos mihi sacerdos templi obtulit, tibi et sorori meae specialiter dedicatos, quos tu velim festis diebus conviviis adhibeas. caveas tamen, ne his Africanus | 1170 in vol. 2B | |
30 | noster indulgenter utatur.‘ | |
2b,257,F36 | COD. PALAT. GR. 398 p. 216 r lin. 1: (I) ** εἰς τὸν ξενῶνα προσπορεύεται ταῖς θύραις, καὶ καιομένου τοῦ λύχνου καθημένην 〈ε〉ἶδεν τὴν ἄνθρωπον παρὰ τῶι Μαχάτηι. οὐκ ἔτι δὲ καρτερήσασα πλείονα χρόνον διὰ τὸ θαυμαστὸν τῆς φαντασίας τρέχει πρὸς τὴν μητέρα, καὶ | |
5 | βοήσασα μεγάληι τῆι φωνῆι ‘Χαριτοῖ‘ καὶ ‘Δημόστρατε‘, ὤιετο δεῖν ἀνα‐ στάντας ἐπὶ τὴν θυγατέρα αὐτοὺς μετ’ αὐτῆς πορεύεσθαι· πεφηνέναι γὰρ ζῶσαν εἶναί τε μετὰ τοῦ ξένου διά τινα θείαν βούλησιν ἐν τῶι ξενῶνι. (2) τῆς δὲ Χαριτοῦς παράδοξον λόγον ἀκουούσης συνέβη τὴν ψυχὴν τὸ μὲν πρῶτον ἐκπλαγῆ γενομένην ἐκλυθῆναι διὰ τὸ μέγεθος τῆς ἀγγελίας | |
10 | καὶ διὰ τὴν ταραχὴν τῆς τροφοῦ, μετὰ μικρὸν δὲ μνησθεῖσαν τῆς θυγατρὸς κλαίειν, τὰ δὲ ἔσχατα καταγνῶναι τῆς πρεσβύτιδος μανίαν κελεύειν τε ἀπαλλάττεσθαι ἀπ’ αὐτῆς ταχέως. (3) ὀνειδιζούσης δὲ τῆς τροφοῦ καὶ λεγούσης μετὰ παρρησίας, ὡς 〈αὐτὴ〉 μὲν φρονεῖ τε καὶ ὑγιής ἐστιν, ἡ δὲ δι’ ὄκνον οὐ βούλοιτο τὴν ἰδίαν θυγατέρα ἰδεῖν, μόλις ἡ Χαριτὼ τὰ μὲν | |
15 | βιασθεῖσα ὑπὸ τῆς τροφοῦ, τὰ δὲ εἰδῆσαι βουλομένη τὸ συμβεβηκὸς παρα‐ γίνεται πρὸς τὰς θύρας τῆς ξενῶνος· διὰ 〈δὲ〉 τὸ γεγονέναι πλείονα χρόνον, ὡς ἂν δευτέρας † ἀγγελίας συντε〈τε〉λεσμένης, ὀψέ ποτε ἧκεν ἡ Χαριτώ. διὸ συνέβαινεν ἐκείνους μὲν ἤδη ἀναπαύεσθαι. παρακύψασα δ’ οὖν ἡ μήτηρ τὰ μὲν ἱμάτια καὶ τὸν τύπον τῆς ὄψεως ἐνόμιζεν ἐπιγινώσκειν, | |
20 | τὴν δὲ ἀλήθειαν ἐξετάσαι κατ’ οὐδένα τρόπον δυναμένη, τὴν ἡσυχίαν ὤιετο δεῖν ἔχειν· πρωὶ γὰρ ἤλπιζεν ἀναστᾶσα καταλήψεσθαι τὴν ἄνθρωπον. ἐὰν δὲ ὑστερήσηι, διερωτήσειν τὸν Μαχάτην περὶ πάντων· οὐ γὰρ ἄν ποτε ψεύσασθαι τηλικαύτην πρᾶξιν ἐρωτώμενον αὐτόν. διόπερ σιωπήσασα ἀπῆλθεν. (4) ὄρθρου δὲ γενομένου τὴν μὲν εἴτε διὰ θείαν βούλησιν εἴτε | |
25 | κατ’ αὐτοματισμὸν λαθοῦσαν ἀπελθεῖν συνέβη, τὴν δὲ παραγενομένην διὰ τὴν ἀπόλυσιν δυσφορεῖν [τῶι νεανίσκωι], καὶ τῶι ξένωι πάντα ἐξ ἀρχῆς ἐξηγησαμένην ἀξιοῦν περὶ τὰ γόνατα περιπλεκομένην τοῦ Μαχάτου τὴν | |
ἀλήθειαν εἰπεῖν μηδὲν ἀποκρυψάμενον. ὁ δὲ νεανίσκος ἀγωνιάσας τὴν ἀρχὴν μὲν διεταράχθη, μόλις δέ ποτε τὸ ὄνομα διεσάφησεν, ὅτι Φιλίννιον | 1171 in vol. 2B | |
30 | εἴη· καὶ τὴν ἀρχὴν διηγήσατο τῆς εἰσόδου καὶ τὴν ἐπιθυμίαν αὐτῆς ἐδή‐ λωσεν ὅση, καὶ ὅτι λάθραι τῶν γεννησάντων ἔφη παραγίνεσθαι πρὸς αὐτόν, τά τε ὑπολελειμμένα ὑπὸ τῆς ἀνθρώπου, βουλόμενος ποιῆσαι τὸ πρᾶγμα πιστόν, ἀνοίξας τὸν ῥίσκον ἐξαιρεῖ τόν τε δακτύλιον τὸν χρυσοῦν, ὃν ἔλαβεν παρ’ αὐτῆς, καὶ τὴν στηθοδεσμίδα, ἣν ἀπολελοίπει τῆι πρότερον | |
35 | νυκτί. (5) ὡς δὲ εἶδεν ἡ Χαριτὼ τηλικαῦτα σημεῖα ἀναβοᾶι, καὶ διαρρή‐ ξασα ἑαυτῆς τά τε ἐνδύματα καὶ τὸ ἱμάτιον ἀπό τε τῆς κεφαλῆς ῥίψασα τὸν κεκρύφαλον πεσοῦσά τε εἰς τὴν γῆν καὶ περιχυθεῖσα τοῖς γνωρίσμασιν, ἐξ ἀρχῆς ἐποίει τὸ πένθος. θεωρῶν δὲ ὁ ξένος τὸ γινόμενον καὶ πάντας ὄντας ὑπερπαθεῖς καὶ θρηνοῦντας ὡσανεὶ νῦν μέλλοντας κατορύττειν τὴν | |
40 | ἄνθρωπον, συνεχεῖτο καὶ παρεκάλει δεόμενος παύσασθαι, ἐπαγγελλόμενος ἐὰν παραγένηται δείξειν αὐτήν. ἡ δὲ πεισθεῖσα καὶ ἐντειλαμένη αὐτῶι φροντίσαι μὴ παρέργως τῶν ἐπηγγελμένων ἀπελύθη πρὸς αὑτήν. (6) νυκτὸς δὲ ἐπιγενομένης καὶ τῆς ὥρας οὔσης καθ’ ἣν ἡ Φιλίννιον εἰώθει παρα‐ γίνεσθαι πρὸς αὐτόν, οἱ μὲν προσετήρουν εἰδῆσαι θέλοντες τὴν ἄφιξιν, ἡ | |
45 | δὲ ἧκεν. εἰσελθούσης δὲ κατὰ τὸν εἰθισμένον καιρὸν καὶ καθεζομένης ἐπὶ τὴν κλίνην, οὐδὲν προσποιηθεὶς ὁ Μαχάτης, ἐξετάσαι δὲ τὸ πρᾶγμα βουλόμενος, τὸ πλέον οὐ πιστεύων, εἰ νεκρᾶι πλησιάζοι, οὕτως ἐπιμελῶς παραγιγνομένης κατὰ τὸν αὐτὸν καιρόν, ἔτι δὲ δειπνούσης μετ’ αὐτοῦ καὶ συμπινούσης, ἀπίστως εἶχεν οἷς ἐκεῖνοι προήγγειλαν, ὤιετο δὲ νεκρορύκτας | |
2b,257,F36(50) | τινὰς διωρυχέναι τὸν τάφον καὶ πεπρακέναι τὰ ἱμάτια καὶ τὰ χρυσία τῶι πατρὶ τῆς ἀνθρώπου. βουλόμενος οὖν τὴν ἀκρίβειαν εἰδῆσαι πέμπει τοὺς παῖδας λάθραι καλοῦντας αὐτούς. (7) ταχέως δὲ παραγενομένων τοῦ τε Δημοστράτου καὶ τῆς Χαριτοῦς ἰδόντων τε αὐτὴν καὶ γενομένων τὸ μὲν πρῶτον ἀφώνων τε καὶ ἐκπλαγῶν διὰ τὸ παράδοξον τῆς ὄψεως, | |
55 | ὕστερον δὲ ἀναβοησάντων μέγα καὶ περιπεσόντων τῆι θυγατρί, τότε ἡ Φιλίννιον τοσαῦτ’ εἶπεν αὐτοῖς· ‘ὦ μῆτερ καὶ πάτερ, ὡς ἀδίκως ἐφθονή‐ σατέ μοι μετὰ τοῦ ξένου ἐπὶ τρεῖς ἡμέρας γενέσθαι ἐν τῆι πατρώιαι οἰκίαι λυποῦσαν οὐδέν〈α〉. τοιγαροῦν ὑμεῖς μὲν πενθήσετε ἐξ ἀρχῆς διὰ τὴν πολυπραγμοσύνην, ἐγὼ δὲ ἄπειμι πάλιν εἰς τὸν διατεταγμένον τόπον· | |
60 | οὐ γὰρ ἄνευ θείας βουλήσεως ἦλθον εἰς ταῦτα‘. (8) τοσαῦτα εἰποῦσα παρὰ χρῆμα ἐγένετο νεκρά, ἐξετέτατό τε ἐπὶ τῆς κλίνης ἐμφανὲς τὸ σῶμα. τῆς δὲ μητρὸς περιχυθείσης καὶ τοῦ πατρὸς περὶ αὐτὴν καὶ θορύβου πολλοῦ καὶ θρήνου κατὰ τὴν οἰκίαν γενομένου διὰ τὸ πάθος, | |
ὡς ἀνηκέστου γεγονότος συμπτώματος ἅμα τε ἀπίστου θεάματος, ταχέως | 1172 in vol. 2B | |
65 | ἐγένετο διὰ πόλεως τὸ πρᾶγμα περιβόητον καί μοι προσηγγέλθη. (9) τὴν μὲν οὖν νύκτα ἐκείνην διακατέσχον ἐγὼ τοὺς ὄχλους ἀθροιζομένους ἐπὶ τὴν οἰκίαν, εὐλαβηθεὶς μήτις εἴη νεωτερισμὸς διαδεδομένης τοιαύτης φήμης. ὄρθρου δὲ βαθέος πλῆρες ἦν τὸ θέατρον. ῥηθέντων δὲ πάντων τῶν κατὰ μέρος ἔδοξεν πρῶτον εἰσελθεῖν ἐπὶ τὸν τάφον ἡμᾶς καὶ ἀνοίξαντας | |
70 | εἰδῆσαι, πότερον εἴη τὸ σῶμα ἐπὶ τῆς κλίνης ἢ κενὸν 〈τὸν〉 τόπον εὑρή‐ σομεν· οὐδὲ γὰρ ἑξάμηνος 〈ἐπ〉εγεγόνει τῶι θανάτωι τῆς ἀνθρώπου. ἀνοιχθείσης δὲ ὑφ’ ἡμῶν τῆς καμάρας, εἰς ἣν πάντες οἱ οἰκεῖοι μεταλ‐ λάσσοντες ἐτίθεντο, ἐπὶ μὲν τῶν ἄλλων κλινῶν ἐφάνη τὰ σώματα κείμενα, τῶν δὲ παλαίτερον τετελευτηκότων τὰ ὁστᾶ, ἐπὶ μόνης δὲ ἧς ἡ Φιλίννιον | |
75 | ἐτέθη καὶ συνέβη ταφῆναι εὕρομεν ἐπικείμενον τὸν δακτύλιον τὸν σιδηροῦν, ὃς ἦν τοῦ ξένου, καὶ τὸ χρυσόκλυστον ποτήριον, ὅπερ ἔλαβε παρὰ τοῦ Μαχάτου τῆι πρώτηι τῶν ἡμερῶν. (10) θαυμάσαντες δὲ καὶ ἐκπλαγέντες εὐθέως παρεγενόμεθα πρὸς τὸν Δημόστρατον εἰς τὸν ξενῶνα ὀψόμενοι τὴν νεκράν, εἰ κατ’ ἀλήθειαν ἐμφανής ἐστιν. ἰδόντες δὲ χαμαὶ κειμένην εἰς τὴν ἐκκλη‐ | |
80 | σίαν ἠθροιζόμεθα· τὰ γὰρ γεγονότα μεγάλα τε ἦν καὶ ἄπιστα. (11) θορύ‐ βου δὲ ὄντος νεανικοῦ κατὰ τὴν ἐκκλησίαν καὶ σχεδὸν οὐδενὸς δυναμένου κρῖναι τὰ πράγματα, πρῶτος Ὕλλος, ὁ νομιζόμενος παρ’ ἡμῖν οὐ μόνον μάντις ἄριστος ἀλλὰ καὶ οἰωνοσκόπος κομψὸς εἶναι, τά τε ἄλλα συνεωρακὼς ἐν τῆι τέχνηι περιττῶς, ἀναστὰς ἐκέλευεν τὴν μὲν ἄνθρωπον κατακλείειν | |
85 | ἐκτὸς ὁρίων· οὐ γὰρ συμφέρειν ἔτι ταύτην ἐντὸς ὁρίων τεθῆναι εἰς γῆν, ἀποτροπιάσασθαι δὲ Ἑρμῆν Χθόνιον καὶ Εὐμενίδας, εἶτα οὕτω περικαθαί‐ ρεσθαι πάντας, ἁγνίσαι δὲ καὶ τὰ ἱερὰ καὶ ὅσα θεοῖς χθονίοις νομίζεται ποιῆσαι συνέτασσεν. ἐμοί τε ἰδίαι εἶπεν περὶ τοῦ βασιλέως καὶ τῶν πραγμάτων θύειν τε Ἑρμῆι Διί τε Ξενίωι καὶ Ἄρει καὶ συντελεῖν ταῦτα | |
90 | μὴ παρέργως. (12) ταῦτα δὲ ἀποφηναμένου τούτου τὸ μὲν συνταχθὲν ἡμεῖς ἐπράττομεν, ὁ δὲ ξένος ὁ Μαχάτης, πρὸς ὃν παρεγένετο τὸ φάσμα, ὑπ’ ἀθυμίας ἑαυτὸν ἐξήγαγεν τοῦ ζῆν. ἐὰν οὖν σοι φαίνηται περὶ τούτων γράφειν τῶι βασιλεῖ, ἐπίστειλον κἀμοί, ἵνα καὶ τῶν σωμάτων τινὰ τῶν ἱστορούντων τὰ κατὰ μέρος ἐξαποστείλω σοι. ἔρρωσο. | |
95 | (II) Ἱστορεῖ δὲ καὶ Ἱέρων ὁ Ἀλεξανδρεὺς ἢ Ἐφέσιος (IV) καὶ ἐν Αἰτωλίαι φάσμα γενέσθαι. Πολύκριτος γάρ τις τῶν πολιτῶν ἐχειροτονήθη ὑπὸ τοῦ δήμου Αἰτωλάρχης, ἐπὶ τρία ἔτη τῶν πολιτῶν αὐτὸν ἀξιωσάντων διὰ τὴν ὑπάρχουσαν ἐκ προγόνων καλοκαγαθίαν. ὢν δὲ ἐν τῆι ἀρχῆι | |
ταύτηι ἄγεται γυναῖκα Λοκρίδα, καὶ συγκοιμηθεὶς τρισὶν νυξὶ τῆι τετάρτηι | 1173 in vol. 2B | |
2b,257,F36(100) | τὸν βίον ἐξέλιπεν. ἡ δὲ ἄνθρωπος ἔμενεν ἐν τῆι οἰκίαι χηρεύουσα. ἡνίκα δὲ ὁ τοκετὸς ἤπειγεν, τίκτει [παιδίον αἰδοῖα ἔχον δύο, ἀνδρεῖόν τε καὶ γυναικεῖον, καὶ τὴν φύσιν θαυμαστῶς διηλλαγμένον· τὰ μὲν 〈γὰρ〉 ἄνω τοῦ αἰδοίου σκληρά τε καὶ ἀνδρώδη ἦν, τὰ δὲ περὶ τοὺς μηροὺς γυναικεῖα καὶ ἁπαλώτερα. (2) ἐφ’ ὧι καταπλαγέντες οἱ συγγενεῖς ἀπήνεγκαν εἰς τὴν | |
105 | ἀγορὰν τὸ παιδίον καὶ συναγαγόντες ἐκκλησίαν ἐβουλεύοντο περὶ αὐτοῦ, θύτας τε καὶ τερατοσκόπους συγκαλέσαντες. τῶν δὲ οἱ μὲν ἀπεφήναντο διάστασίν τινα τῶν Αἰτωλῶν καὶ Λοκρῶν ἔσεσθαι (κεχωρίσθαι γὰρ ἀπὸ μητρὸς οὔσης Λοκρίδος καὶ πατρὸς Αἰτωλοῦ), οἱ δὲ δεῖν ὤιοντο τὸ παιδίον καὶ τὴν μητέρα ἀπενεγκόντας εἰς τὴν ὑπερορίαν κατακαῦσαι. (3) ταῦτα | |
110 | δὲ αὐτῶν βουλ〈ευ〉ομένων ἐξαίφνης φαίνεται ὁ Πολύκριτος ὁ προτεθνηκὼς ἐν τῆι ἐκκλησίαι πλησίον τοῦ τέκνου ἔχων ἐσθῆτα μέλαιναν. τῶν δὲ πολιτῶν καταπλαγέντων ἐπὶ τῆι φαντασίαι καὶ πολλῶν εἰς φυγὴν τραπο‐ μένων παρεκάλεσε τοὺς πολίτας θαρρεῖν καὶ μὴ ταράττεσθαι ἐπὶ τῶι γεγονότι φάσματι. ἐπεὶ δὲ ἔληξε τὸ πλέον τοῦ θορύβου καὶ τῆς ταραχῆς, | |
115 | ἐφθέγξατο λεπτῆι τῆι φωνῆι τάδε· (4) ‘ἐγώ, ἄνδρες πολῖται, τῶι μὲν σώματι τέθνηκα, τῆι δὲ εὐνοίαι καὶ τῆι χάριτι 〈τῆι〉 πρὸς ὑμᾶς ζῶ. καὶ νῦν πάρειμι πρὸς ὑμᾶς 〈παραιτησάμενοσ〉 τοὺς κυριεύοντας τῶν κατὰ γῆν ἐπὶ τῶι συμφέροντι τῶι ὑμετέρωι. παρακαλῶ τοίνυν ὑμᾶς, πολίτας ὄντας ἐμοῦ, τοῦ μὴ ταράττεσθαι μηδὲ δυσχεραίνειν ἐπὶ τῶι παραδόξωι γεγονότι | |
120 | φάσματι. δέομαι δὲ ὑμῶν ἁπάντων, κατευχόμενος πρὸς τῆς ἑκάστου σωτη‐ ρίας, ἀποδοῦναί μοι τὸ παιδίον τὸ ἐξ ἐμοῦ γεγεννημένον, ὅπως μηδὲν βίαιον γένηται ἄλλο τι βουλευσαμένων ὑμῶν μηδ’ ἀρχὴ πραγμάτων δυσχε‐ ρῶν καὶ χαλεπῶν διὰ τὴν πρὸς ἐμὲ φιλονεικίαν ὑμῖν γένηται. οὐ γὰρ ἐνδέχεταί μοι περιιδεῖν κατακαυθὲν τὸ παιδίον ὑφ’ ὑμῶν διὰ τὴν τῶν | |
125 | ἐξαγγελλόντων ὑμῖν μάντεων ἀποπληξίαν. συγγνώμην μὲν οὖν ὑμῖν ἔχω, ὅτι τοιαύτην ὄψιν ἀπροσδόκητον ἑωρακότες ἀπορεῖτε πῶς ποτε τοῖς παροῦσι πράγμασιν ὀρθῶς χρήσεσθε. εἰ μὲν οὖν ἐμοὶ πεισθήσεσθε ἀδεῶς, τῶν παρόντων φόβων καὶ τῶν ἐπερχομένων κακῶν ἔσεσθε ἀπηλλαγμένοι. εἰ δὲ ἄλλως πως τῆι γνώμηι προπεσεῖσθε, φοβοῦμαι περὶ ὑμῶν μήποτε | |
130 | εἰς ἀνηκέστους συμφορὰς ἀπειθοῦντες ἡμῖν ἐμπέσητε. ἐγὼ μὲν οὖν διὰ τὴν ὑπάρχουσαν εὔνοιαν ὅτ’ ἔζων καὶ νῦν ἀπροσδοκήτως παρὼν προεί‐ ρηκα τὸ συμφέρον ὑμῖν. ταῦτ’ οὖν ὑμᾶς ἀξιῶ μὴ πλείω με χρόνον παρέλ‐ κειν, ἀλλὰ βουλευσαμένους ὀρθῶς καὶ πεισθέντας τοῖς εἰρημένοις ὑπ’ ἐμοῦ δοῦναί μοι μετ’ εὐφημίας τὸ παιδίον. οὐ γὰρ ἐνδέχεταί μοι πλείονα | |
135 | μηκύνειν χρόνον διὰ τοὺς κατὰ γῆν ὑπάρχοντας δεσπότασ‘. (5) ταῦτα δὲ | |
εἰπὼν ἡσυχίαν ἔσχεν ἐπ’ ὀλίγον, καραδοκῶν ποίαν ποτὲ ἐξοίσουσιν αὐτῶι γνώμην περὶ τῶν ἀξιουμένων. τινὲς μὲν οὖν ὤιοντο δεῖν ἀποδοῦναι τὸ παιδίον καὶ ἀφοσιώσασθαι τό τε φάσμα καὶ τὸν ἐπιστάντα δαίμονα, οἱ δὲ πλεῖστοι ἀντέλεγον, ἐπὶ σχολῆς δεῖν βουλεύσασθαι φάσκοντες, ὡς ὄντος | 1174 in vol. 2B | |
140 | μεγάλου τοῦ πράγματος καὶ οὐ τῆς τυχούσης αὐτοῖς ἀπορίας. (6) συνιδὼν δὲ αὐτοὺς οὐ προσέχοντας ἀλλ’ ἐμποδίζοντας αὐτοῦ τὴν βούλησιν, ἐφθέ‐ γξατο αὖθις τάδε· ‘ἀλλ’ οὖν γε, ὦ ἄνδρες πολῖται, ἐὰν ὑμῖν συμβαίνηι τι τῶν δυσχερεστέρων διὰ τὴν ἀβουλίαν, μὴ ἐμὲ αἰτιᾶσθε ἀλλὰ τὴν τύχην τὴν οὕτως ἐπὶ τὸ χεῖρον ὑμᾶς ποδηγοῦσαν, ἥτις ἐναντιουμένη κἀμοὶ παρανο‐ | |
145 | μεῖν ἀναγκάζει με εἰς τὸ ἴδιον τέκνον‘. (7) τοῦ δὲ ὄχλου συνδραμόντος καὶ περὶ τὴν ἄρσιν τοῦ τέρατος ἔχοντος, ἐπιλαβόμενος τοῦ παιδίου καὶ τοὺς πλείστους αὐτῶν ἀνείρξας ἰταμώτερον διέσπασέ τε αὐτὸ καὶ ἤσθιε. κραυγῆς δὲ γενομένης καὶ λίθων ἐπ’ αὐτὸν ἐκριπτομένων ὑπελάμβανον τροπὴν αὐτοῦ ποιήσασθαι. ὁ δὲ ἄπληκτος ὢν ὑπὸ τῶν λίθων τὸ σῶμα πᾶν | |
2b,257,F36(150) | τοῦ παιδίου κατανάλωσε πλὴν τῆς κεφαλῆς, καὶ αὐτίκα ἀφανὴς ἐγένετο. (8) δυσφορούντων δ’ αὐτῶν ἐπὶ τοῖς γενομένοις καὶ ἐν ἀπορίαι καθεστη‐ κότων οὐ τῆι τυχούσηι βουλομένων τε ἀποστεῖλαι εἰς Δελφούς, φθέγγεται ἡ κεφαλὴ τοῦ παιδίου ἐπὶ τοῦ ἐδάφους κειμένη καὶ λέγει χρησμῶι τὰ ἀποβησόμενα· | |
155 | ὦ πολυύμνητον ναίων χθόνα λαὸς ἀπείρων, μὴ στεῖχ’ ἐς Φοίβου τέμενος ναόν τε θυώδη· οὐ γάρ σοι καθαραὶ χέρες αἵματος αἰθέρ’ ἔχουσιν, ἀλλὰ μύσος προπάροιθε ποδῶν ἔντοσθε κελεύθου. φράζεο δ’ ἐξ ἐμέθεν, τρίποδος δ’ ἀπόειπε κέλευθον· | |
160 | μαντοσύνης πᾶσαν γὰρ ἐφετμήν σοι καταλέξω. ἤματι γὰρ τούτωι περιτελλομένου ἐνιαυτοῦ ὥρισται πᾶσιν θάνατος, ψυχαὶ δὲ βέονται Λοκρῶν Αἰτωλῶν τ’ ἀναμὶξ βουλῆισιν Ἀθήνης. οὐδ’ ἀναπαύλησις κακοῦ ἔσσεται οὐδ’ ἠβαιόν· | |
165 | ἤδη γὰρ ψακάδες φόνιαι κατὰ κρᾶτα κέχυνται, νὺξ δ’ ἐπὶ πάντα κέκευθε, μέλας δ’ ἐπιδέδρομεν αἴθρη. αὐτίκα νὺξ δ’ ἔρεβος πᾶσαν κατὰ γαῖαν ὄρωρεν, χῆροι δ’ οἶκοι πάντες ἐπ’ οὔδει γυῖα κλινοῦσιν, οὐδὲ γυνὴ πένθος ποτὲ λείψεται οὐδέ νυ παῖδες | |
170 | ἐν μεγάροις γοόωσι φίλους πατέρας περιφύντες· τοῖον γὰρ τόδε κῦμα κατέδραμε πᾶσι κατ’ ἄκρης. | |
αἲ αἲ πατρίδ’ ἐμὴν αἰεὶ στένω αἰνὰ παθοῦσαν μητέρα τ’ αἰνοτάτην, ἣν ὕστερον ἔκλυσεν αἰών. νώνυμνόν τε θεοὶ γένεσιν θήσουσιν ἅπαντες | 1175 in vol. 2B | |
175 | Λοκρῶν τ’ Αἰτωλῶν θ’ ὅ τι που καὶ σπέρμα λίποιτο, οὕνεκ’ ἐμὴν κεφαλὴν λίποι αἰών, οὐδέ νυ πάντα σώματος ἠφάνικεν μέλε’ ἄκριτα, λεῖπε δὲ γαῖαν. ἀλλ’ ἄγ’ ἐμὴν κεφαλὴν θέμεν ἠοῖ φαινομένηφι μηδέ θ’ ὑπὸ ζοφερὴν γαῖαν κατακρυπτέμεν ἔνδον· | |
180 | αὐτοὺς δὲ προλιπόντας ἑὸν χῶρον μετόπισθεν στείχειν εἰς ἄλλον χῶρον καὶ λαὸν Ἀθήνης, εἴ τινά που θανάτοιο λύσιν κατὰ μοῖραν ἕλησθε. (9) ἀκούσαντες δὲ οἱ Αἰτωλοὶ τοῦ χρησμοῦ γυναῖκας μὲν καὶ τὰ νήπια τέκνα τούς τε ὑπέργηρως ὑπεξέθεντο οὗ ἕκαστος ἐδύνατο, αὐτοὶ δὲ ἔμενον | |
185 | καραδοκοῦντες τὸ ἀποβησόμενον. καὶ συνέβη τῶι ἑξῆς ἔτει Αἰτωλοῖς καὶ Ἀκαρνᾶσι συστῆναι πόλεμον καὶ φθορὰν πολλὴν ἑκατέρων γενέσθαι. (III) Ἱστορεῖ δὲ καὶ Ἀντισθένης ὁ Περιπατητικὸς φιλόσοφος Ἀκείλιον Γλαβρίωνα τὸν ὕπατον μετὰ πρεσβευτῶν Πορκίου Κάτωνος καὶ Λουκίου Οὐαλερίου Φλάκκου παραταξάμενον Ἀντιόχωι ἐν Θερμοπύλαις γενναίως | |
190 | τε ἀγωνισάμενον βιάσασθαι ῥῖψαι μὲν τὰ ὅπλα τοὺς μετ’ Ἀντιόχου, αὐτὸν δὲ τὰ μὲν πρῶτα εἰς Ἐλάτειαν μετὰ πεντακοσίων ὑπασπιστῶν φυγεῖν, ἐκεῖθεν δὲ πάλιν εἰς Ἔφεσον ἀναγκάσαι ὑπεξελθεῖν. ὁ δὲ Ἀκείλιος Κάτωνα μὲν εἰς Ῥώμην ἀπέστειλεν ἀπαγγελοῦντα τὴν νίκην, αὐτὸς δὲ ἐπ’ Αἰτωλοὺς καθ’ Ἡράκλειαν ἐστράτευσεν, ἣν ἐξ εὐμαροῦς ἔλαβεν. (2) ἐν δὲ τῆι παρα‐ | |
195 | τάξει τῆι γενομένηι πρὸς Ἀντίοχον ἐν Θερμοπύλαις ἐπιφανέστατα σημεῖα ἐγένετο Ῥωμαίοις. † ἐπιφανέντος γὰρ Ἀντιόχου καὶ φυγόντος, τῆι ἐπιούσηι ἡμέραι ἐγίνοντο οἱ Ῥωμαῖοι περὶ ἀναίρεσιν τῶν ἐκ τῆς σφετέρας δυνάμεως πεπτωκότων καὶ περὶ συλλογὴν λαφύρων τε καὶ σκύλων καὶ αἰχμαλώτων. (3) Βούπλαγος δέ τις τῶν ἀπὸ Συρίας ἱππάρχης, τιμώμενος παρὰ τῶι | |
2b,257,F36(200) | βασιλεῖ Ἀντιόχωι, ἔπεσε καὶ αὐτὸς γενναίως ἀγωνισάμενος. ἀναιρουμένων δὲ τῶν Ῥωμαίων πάντα τὰ σκῦλα καὶ μεσούσης τῆς ἡμέρας ἀνέστη ὁ Βούπλαγος ἐκ τῶν νεκρῶν, ἔχων τραύματα δέκα δύο, καὶ παραγενόμενος εἰς τὸ στρατόπεδον αὐτῶν ἀνεῖπε λεπτῆι τῆι φωνῆι τούσδε τοὺς στίχους· παῦσαι σκυλεύων στρατὸν Ἄιδος εἰς χθόνα βάντα· | |
205 | ἤδη γὰρ Κρονίδης νεμεσᾶι Ζεὺς μέρμερα λεύσσων, μηνίει δὲ φόνωι στρατιᾶς καὶ σοῖσιν ἐπ’ ἔργοις καὶ πέμψει φῦλον θρασυκάρδιον εἰς χθόνα τὴν σήν, | |
οἵ ς’ ἀρχῆς παύσουσιν, ἀμείψηι δ’ οἷά γ’ ἔρεξας. (4) ταραχθέντες δὲ οἱ στρατηγοὶ ἐπὶ τοῖς ῥηθεῖσιν διὰ ταχέων συνήγαγον | 1176 in vol. 2B | |
210 | τὸ πλῆθος εἰς ἐκκλησίαν καὶ ἐβουλεύοντο περὶ τοῦ γεγονότος φάσματος. ἔδοξεν οὖν τὸν μὲν Βούπλαγον παρὰ χρῆμα μετὰ τὰ λεχθέντα ἔπη ἀπο‐ πνεύσαντα κατακαύσαντας θάψαι, καθαρμὸν δὲ ποιήσαντας τοῦ στρατο‐ πέδου θῦσαι Διὶ Ἀποτροπαίωι καὶ πέμψαι εἰς Δελφοὺς ἐρωτήσοντας τὸν θεὸν τί χρὴ ποιεῖν. (5) παραγενομένων δὲ Πυθῶδε τῶν θεωρῶν καὶ | |
215 | πυνθανομένων τί ποιητέον, ἀνεῖπεν ἡ Πυθία τόνδε τὸν χρησμόν· ἴσχεο νῦν, Ῥωμαῖε, δίκη δέ τοι ἔμμονος ἔστω, μή σοι ἐφορμήσηι Παλλὰς πολὺ φέρτερον Ἄρη χηρώσηι τ’ ἀγοράς, σὺ δέ, νήπιε, πολλὰ μογήσας ἵξεαι ἐς χώρην τὴν σὴν πολὺν ὄλβον ὀλέσσας. | |
220 | (6) ἀκούσαντες οὖν τοῦ λόγου τούτου τὸ μὲν ἐπιστρατεῦσαι ἐπί τινα τῶν ἐν τῆι Εὐρώπηι κατοικούντων ἀπέγνωσαν τὸ παράπαν, ἀναζεύξαντες δὲ ἀπὸ τοῦ προειρημένου τόπου παρεγένοντο ἐπὶ Ναύπακτον τῆς Αἰτωλίας, οὗ ἐστιν ἱερὸν κοινὸν τῶν Ἑλλήνων, ηὐτρέπιζόν τε θυσίας δημοτελεῖς ἀπαρχάς τε ἐξ ἔθους. τούτων δὲ ἐπιτελουμένων ὁ στρατηγὸς Πόπλιος | |
225 | ἐμμανὴς γενόμενος καὶ παράφρων ἀποφθέγγεται πολλά τινα ἐνθουσιωδῶς, τὰ μὲν ἐν μέτρωι, ἔστιν δ’ ἃ καὶ καταλογάδην. διαγγελθέντος δὲ τῶι πλήθει τοῦ πράγματος συνέθεον πάντες πρὸς τὴν σκηνὴν τοῦ Ποπλίου, ἅμα μὲν ὑπεραγωνιῶντες καὶ ἐκπεπληγμένοι ἐπὶ τῶι τὸν κράτιστον αὐτῶν καὶ δυνάμενον ἀφηγεῖσθαι μετ’ ἐμπειρίας ἠτυχηκέναι, ἅμα δὲ ἀκούειν | |
230 | βουλόμενοι τὰ λεγόμενα, 〈καὶ τοσοῦτος ἐγένετο ὠθισμόσ〉, ὥστε τινὰς αὐτῶν πιεσθέντας βιαιότερον ἀποπνιγῆναι. (7) τὰ μὲν οὖν ἐν μέτρωι ῥηθέντα ὑπ’ αὐτοῦ, ἔτι ὄντος ἐν τῆι σκηνῆι, ἔστιν τάδε· Ὦ πατρίς, οἷόν σοι λυγρὸν φέρει Ἄρη Ἀθήνη, ἡνίκα πορθήσας’ Ἀσίην πολύολβον ἵκηαι | |
235 | Ἰταλίην ἐς γαῖαν ἐυστεφάνους τε πόληας Θρινακίης νήσου πολυηράτου, ἣν κτίσατο Ζεύς· ἥξει γὰρ στρατιὴ πολυφέρτατος, ὀβριμόθυμος τηλόθεν ἐξ Ἀσίης, ὅθεν ἡλίου ἀντολαί εἰσιν, καὶ βασιλεὺς διαβὰς στεινὸν πόρον Ἑλλησπόντου | |
240 | ὅρκια πιστὰ τεμεῖ πρὸς κοίρανον Ἠπειρώτην. ἄξει δ’ εἰς † Ἀσίην στρατιὴν ἀνάριθμον ἀγείρας | |
πάντοθεν ἐκ τ’ Ἀσίης ἠδ’ Εὐρώπης ἐρατεινῆς, καί σε δαμᾶι, χήρους δ’ οἴκους καὶ τείχεα θήσει, δουλοσύνην δ’ ἐπὶ πᾶσιν ἐλεύθερον ἦμαρ ἀπούρας | 1177 in vol. 2B | |
245 | τεύξει μήνιδος οὕνεκ’ Ἀθηναίης μεγαθύμου. (8) ἀνειπὼν δὲ τοὺς στίχους τούτους ὥρμησεν ἐκ τῆς σκηνῆς ἐν χιτῶνι καὶ ἀπεφθέγγετο καταλογάδην τάδε· ‘μηνύομεν, ὦ ἄνδρες στρατιῶται καὶ πολῖται, διαβάντας ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν νικῆσαι ὑμᾶς τὸν βασι‐ λέα Ἀντίοχον ναυμαχήσαντάς τε καὶ πεζῆι παραταξαμένους, κυριεῦσαι δὲ | |
2b,257,F36(250) | τῆς ἐπίταδε τοῦ Ταύρου χώρας πάσης καὶ τῶν πόλεων τῶν ἐκτισμένων ἐν αὐτῆι, ἐκβαλόντας τὸν Ἀντίοχον εἰς Συρίαν, ταύτην δὲ παραδοθῆναι καὶ τὰς πόλεις τοῖς Ἀττάλου υἱοῖς, Γαλάτας τε τοὺς κατοικοῦντας ἐν τῆι Ἀσίαι παραταξαμένους πρὸς ὑμᾶς ἡσσηθῆναι, τῶν τε γυναικῶν καὶ τέκνων καὶ τῆς ἀποσκευῆς πάσης κυριεῦσαι ὑμᾶς καὶ ἀγαγεῖν εἰς τὴν Εὐρώπην, | |
255 | τοὺς δὲ κατοικοῦντας ἐν τῆι Εὐρώπηι τὴν παραλίαν Θρᾶικας τῆς τε Προ‐ ποντίδος καὶ Ἑλλησπόντου ἀναλύουσιν ὑμῖν ἀπὸ τῆς στρατείας ἐπίθεσιν ποιήσασθαι περὶ τὴν τῶν Αἰνίων χώραν καί τινας διαφθείραντας ἀφελέσθαι μέρος τι τῆς προνομῆς, διασωθέντων δὲ τῶν ἄλλων καὶ κομι‐ σθέντων εἰς Ῥώμην ἔσεσθαι συνθήκας πρὸς βασιλέα Ἀντίοχον, ἐφ’ ὧι | |
260 | χρήματα μὲν εἰσοίσει καὶ χώρας τινὸς ἀποστήσεται‘. (9) ἀναγορεύσας δὲ ταῦτα ἀνακεκράγει μεγάληι τῆι φωνῆι λέγων τάδε· ‘ἐκ τῆς Ἀσίας ὁρῶ διαβαινούσας δυνάμεις χαλκοστέρνους καὶ βασιλέας ἐπὶ τὸ αὐτὸ συναγο‐ μένους καὶ ἔθνη παντοδαπὰ ἐπὶ τὴν Εὐρώπην, ἵππων τε κτύπον δοράτων τε ψόφον καὶ φόνον αἱματόφυρτον λεηλασίαν τε δεινὴν πτώσεις τε | |
265 | πύργων καὶ τειχῶν κατασκαφὰς ἐρημίαν τε χθονὸς ἀμύθητον. (10) ταῦτα δὲ εἰπὼν ἔλεξεν αὖθις ἐν ἔπεσι τάδε· ἡνίκα Νησαῖοι χρυσάμπυκες ἀργέται ἵπποι βῶσιν ἐπὶ χθόνα δῖαν, ἑὴν προλιπόντες ἐφέδρην, οὕς ποτ’ ἐν ἄστει τεῦξε Συρηκοσίων πολυόλβων | |
270 | δαίδαλος Ἠετίων, φιλίαν πολυήρατον αὔξων, δαῖτ’ ἐπὶ χαλκείηι, δεσμοῖς δ’ ἐπὶ δεσμὸν ἴαλλεν χρύσεον, ἐν δ’ αὐτὸν πᾶσιν Ὑπερίονος υἱὸν ἥρμοσεν ἀκτίνεσσι καὶ ὄμμασι μαρμαίροντα· καὶ τότε σοί, Ῥώμη, χαλέπ’ ἄλγεα πάντα τελεῖται. | |
275 | ἥξει γὰρ στρατὸς εὐρύς, ὅ σου χθόνα πᾶσαν ὀλέσσει, χηρώσει δ’ ἀγοράς, ἄστη δέ τε πυρπόλα θήσει, αἵματι δὲ πλήσει ποταμούς, πλήσει δὲ καὶ Ἅιδην, δουλοσύνην τ’ οἰκτρὴν στυγερὴν ἀμέγαρτον ἐφήσει. οὐδὲ γυνὴ πόσιν ὅν γ’ ὑποδέξεται ἐκ πολέμοιο | 1178 in vol. 2B |
280 | νοστήσαντ’, Ἀίδης δὲ καταχθόνιος μελανείμων ἕξει ἐνὶ φθιμένοισιν ὁμοῦ τέκνα μητρὸς ἀπούρας, Ἄρης δ’ ἀλλοδαπὸς περιθήσει δούλιον ἦμαρ. (11) ἀποφθεγξάμενος δὲ ταῦτα ἐσιώπησεν καὶ πορευθεὶς ἔξω τοῦ στρατο‐ πέδου ἀνέβη ἐπί τινα δρῦν. ἐπακολουθήσαντος δὲ τοῦ ὄχλου προσε‐ | |
285 | καλέσατο αὐτοὺς καὶ εἶπεν τάδε· ‘ἐμοὶ μέν, ὦ ἄνδρες Ῥωμαῖοι καὶ οἱ λοιποὶ στρατιῶται; καθήκει τελευτήσαντι ὑπὸ λύκου πυρροῦ εὐμεγέθους καταβρωθῆναι ἐν τῆι σήμερον ἡμέραι, ὑμεῖς δὲ τὰ ῥηθέντα ὑπ’ ἐμοῦ γινώσκετε συμβησόμενα ὑμῖν πάντα, τεκμηρίοις χρώμενοι τῆι νῦν ἐσομένηι ἐπιφανείαι τοῦ θηρίου τε καὶ τῆι ἐμῆι ἀναιρέσει, ὅτι ἀληθῆ εἴρηκα ἔκ | |
290 | τινος θείας ὑποδείξεωσ‘. (12) τοσαῦτα δὲ εἰπὼν ἐκέλευσεν αὐτοὺς ἀπο‐ στῆναι καὶ μηδένα κωλῦσαι τὸ θηρίον προσελθεῖν, φάσκων, ἐὰν ἀπο‐ τρέψωσιν, οὐ συνοίσειν αὐτοῖς. ποιήσαντος δὲ τοῦ πλήθους τὸ προσταχθὲν οὐκ εἰς μακρὰν παραγίνεται ὁ λύκος. ἰδὼν δὲ αὐτὸν ὁ Πόπλιος κατέβη ἀπὸ τῆς δρυὸς καὶ ἔπεσεν ὕπτιος, ὁ δὲ λύκος ἀνασχίσας αὐτὸν κατεδαίνυτο | |
295 | πάντων ὁρώντων. ἀναλώσας δὲ τὸ σῶμα αὐτοῦ πλὴν τῆς κεφαλῆς ἐτράπετο εἰς τὸ ὄρος. (13) προσελθόντος δὲ τοῦ ὄχλου καὶ βουλομένου ἀνελέσθαι τὰ ὑπολελειμμένα κτερίσαι τε αὐτὸν νομίμως, ἡ κεφαλὴ κειμένη ἐπὶ τῆς γῆς ἀνεῖπε τοὺς στίχους τούτους· μὴ ψαῦ’ ἡμετέρης κεφαλῆς· οὐ γὰρ θέμις ἐστίν, | |
2b,257,F36(300) | οἷσιν Ἀθηναίη χόλον ἄγριον ἐν φρεσὶ θῆκεν, ἅπτεσθαι θείοιο καρήατος. ἀλλὰ πέπαυσο μαντοσύνην τ’ ἐπάκουσον ἀληθέα τήν περ ἐρῶ σοι. ἥξει γὰρ χθόνα τήνδε πολὺς καὶ καρτερὸς Ἄρης, ὃς λαὸν μὲν ἔνοπλον ὑπὸ σκότον Ἄιδι πέμψει, | |
305 | ῥήξει δ’ αὖ λιθίνους πύργους καὶ τείχεα μακρά, ὄλβον δ’ ἡμέτερον καὶ νήπια τέκν’ ἀλόχους τε μάρψας εἰς Ἀσίην ἄξει διὰ κῦμα περήσας. ταῦτά σοι εἴρηκεν νημερτέα Φοῖβος Ἀπόλλων Πύθιος, ὅς μοι ἑὸν κρατερὸν θεράποντ’ ἐπιπέμψας | |
310 | ἤγαγεν εἰς μακάρων τε δόμους καὶ Περσεφονείης. (14) ἀκούσαντες δὲ τῶν ἐπῶν τούτων οὐ μετρίως ἐταράχθησαν, ἱδρυσά‐ μενοί τε ναὸν Ἀπόλλωνος Λυκίου καὶ βωμόν, οὗπερ ἔκειτο ἡ κεφαλή, ἐνέβησαν εἰς τὰς ναῦς καὶ ἀπέπλεον ἕκαστοι ἐπὶ τὰς ἑαυτῶν πατρίδας. καὶ συνέβη ἅπαντα τὰ ὑπὸ τοῦ Ποπλίου ῥηθέντα γενέσθαι. | 1179 in vol. 2B |
315 | (IV) Ἱστορεῖ δὲ καὶ Ἡσίοδος (F 162 Rz) καὶ Δικαίαρχος (IV) καὶ Κλέαρχος (IV) καὶ Καλλίμαχος (F 415 Schn) καὶ ἄλλοι τινὲς περὶ Τειρεσίου τάδε. Τειρεσίαν τὸν Εὐμάρους ἐν Ἀρκαδίαι [ἄνδρα ὄντα] ἐν τῶι ὄρει τῶι ἐν Κυλλήνηι ὄφεις ἰδόντα ὀχεύοντας τρῶσαι τὸν ἕτερον καὶ παρὰ χρῆμα μεταβαλεῖν τὴν ἰδέαν· γενέσθαι γὰρ ἐξ ἀνδρὸς γυναῖκα καὶ μιχθῆναι ἀνδρί. | |
320 | τοῦ δὲ Ἀπόλλωνος αὐτῶι χρήσαντος, ὡς ἐὰν τηρήσας ὀχεύοντας ὁμοίως τρώσηι τὸν ἕνα ἔσται οἷος ἦν, παραφυλάξαντα τὸν Τειρεσίαν ποιῆσαι τὰ ὑπὸ τοῦ θεοῦ ῥηθέντα καὶ οὕτως κομίσασθαι τὴν ἀρχαίαν φύσιν. Διὸς δὲ ἐρίσαντος Ἥραι καὶ φαμένου ἐν ταῖς συνουσίαις πλεονεκτεῖν τὴν γυναῖκα τοῦ ἀνδρὸς τῆι τῶν ἀφροδισίων ἡδονῆι, καὶ τῆς Ἥρας φασκούσης τὰ | |
325 | ἐναντία, δόξαι αὐτοῖς μεταπεμψαμένοις ἐρέσθαι τὸν Τειρεσίαν διὰ τὸ τῶν τρόπων ἀμφοτέρων πεπειρᾶσθαι. τὸν δὲ ἐρωτώμενον ἀποφήνασθαι, διότι μοιρῶν οὐσῶν δέκα τὸν ἄνδρα τέρπεσθαι τὴν μίαν, τὴν δὲ γυναῖκα τὰς ἐννέα. τὴν δὲ Ἥραν ὀργισθεῖσαν κατανύξαι αὐτοῦ τοὺς ὀφθαλμοὺς καὶ ποιῆσαι τυφλόν, τὸν δὲ Δία δωρήσασθαι αὐτῶι τὴν μαντικὴν καὶ | |
330 | βιοῦν ἐπὶ γενεὰς ἑπτά. (V) Οἱ αὐτοὶ ἱστοροῦσιν κατὰ τὴν Λαπιθῶν χώραν γενέσθαι Ἐλάτωι τῶι βασιλεῖ θυγατέρα ὀνομαζομένην Καινίδα. ταύτηι δὲ Ποσειδῶνα μιγέντα ἐπαγγείλασθαι ποιήσειν αὐτῆι ὃ ἂν ἐθέληι, τὴν δὲ ἀξιῶσαι μεταλλάξαι αὐτὴν εἰς ἄνδρα ποιῆσαί τε ἄτρωτον. τοῦ δὲ Ποσειδῶνος κατὰ τὸ ἀξιωθὲν | |
335 | ποιήσαντος μετονομασθῆναι Καινέα. (VI) Καὶ ἐν Ἀντιοχείαι δὲ τῆι πρὸς Μαιάνδρωι ποταμῶι ἐγένετο ἀνδρόγυνος, ἄρχοντος Ἀθήνησιν Ἀντιπάτρου, ὑπατευόντων ἐν Ῥώμηι Μάρκου Βινικίου καὶ Τίτου Στατιλίου Ταύρου τοῦ Κορβίνου ἐπικληθέντος. παρ‐ θένος γὰρ γονέων ἐπισήμων τρισκαιδεκαέτις ὑπάρχουσα ὑπὸ πολλῶν ἐμνη‐ | |
340 | στεύετο, οὖσα εὐπρεπής. ὡς δ’ ἐνεγυήθη ὧι οἱ γονεῖς ἐβούλοντο, ἐνστάσης τῆς ἡμέρας τοῦ γάμου προιέναι τοῦ οἴκου μέλλουσα αἰφνιδίως πόνου ἐμπεσόντος αὐτῆι σφοδροτάτου ἐξεβόησεν· ἀναλαβόντες δ’ αὐτὴν οἱ προσή‐ κοντες ἐθεράπευον ὡς ἀλγήματα ἔχουσαν κοιλίας καὶ στρόφους τῶν ἐντός. | |
τῆς δὲ ἀλγηδόνος ἐπιμενούσης τρισὶν ἡμέραις ἑξῆς ἀπορίαν τε πᾶσι τοῦ | 1180 in vol. 2B | |
345 | πάθους ποιοῦντος, τῶν πόνων οὔτε νυκτὸς οὔτε ἡμέρας ἔνδοσιν λαμβα‐ νόντων, καίτοι πᾶσαν μὲν θεραπείαν αὐτῆι προσφερόντων 〈τῶν〉 ἐν τῆι πόλει ἰατρῶν, μηδεμίαν δὲ τοῦ πάθους δυναμένων αἰτίαν εὑρεῖν, τῆι τετάρτηι τῶν ἡμερῶν περὶ τὸν ὄρθρον μείζονα τῶν πόνων ἐπίδοσιν λαμβανόντων, σὺν μεγάληι οἰμωγῆι ἀνακραγούσης, ἄφνω αὐτῆι ἀρσενικὰ | |
2b,257,F36(350) | μόρια προέπεσεν, καὶ ἡ κόρη ἀνὴρ ἐγένετο. μετὰ δὲ χρόνον εἰς Ῥώμην ἀνηνέχθη πρὸς Κλαύδιον Καίσαρα· ὁ δὲ τούτου ἕνεκα τοῦ σημείου ἐν Καπετωλίωι Διὶ Ἀλεξικάκωι ἱδρύσατο βωμόν. (VII) Ἐγένετο καὶ ἐν Μηου〈α〉νίαι πόλει τῆς Ἰταλίας ἐν Ἀγριππίνης τῆς Σεβαστῆς ἐπαύλει ἀνδρόγυνος, ἄρχοντος Ἀθήνησιν Διονυσοδώρου, ὑπα‐ | |
355 | τευόντων ἐν Ῥώμηι Δεκίου Ἰουνίου Σιλανοῦ Τορκουάτου καὶ Κοίντου Ἁτερίου Ἀντωνίνου. Φιλωτὶς γάρ τις ὀνόματι παρθένος, Σμυρναία τὸ γένος, ὡραία πρὸς γάμον ὑπὸ τῶν γονέων κατεγγεγυημένη ἀνδρί, μορίων αὐτῆι προφανέντων ἀρρενικῶν ἀνὴρ ἐγένετο. (VIII) Καὶ ἄλλος δέ τις ἀνδρόγυνος κατὰ τοὺς αὐτοὺς χρόνους ἐγένετο | |
360 | ἐν Ἐπιδαύρωι, γονέων ἀπόρων παῖς, ὃς ἐκαλεῖτο πρότερον Συμφέρουσα, ἀνὴρ δὲ γενόμενος ὠνομάζετο Συμφέρων. κηπουρῶν δὲ τὸν βίον διῆγεν. (IX) Καὶ ἐς Λαοδίκειαν δὲ τῆς Συρίας γυνὴ ὀνόματι Αἰτητή, συνοικοῦσα τῶι ἀνδρὶ ἔτι μετέβαλε τὴν μορφὴν καὶ μετωνομάσθη Αἰτητὸς ἀνὴρ γενό‐ μενος, ἄρχοντος Ἀθήνησιν Μακρίνου, ὑπατευόντων ἐν Ῥώμηι Λουκίου Λαμία | |
365 | Αἰλιανοῦ καὶ 〈Σέξτου Καρμινίου〉 Οὐέτερος. τοῦτον καὶ αὐτὸς ἐθεασάμην. (X) Ἐγεννήθη καὶ ἐπὶ Ῥώμης ἀνδρόγυνος ἄρχοντος Ἀθήνησιν Ἰάσονος, ὑπατευόντων ἐν Ῥώμηι Μάρκου Πλα〈υ〉τίου [καὶ Σέξτου Καρμινίου] Ὑψαίου καὶ Μάρκου Φουλβίου Φλάκκου. δι’ ἣν αἰτίαν ἡ σύγκλητος ἐκέλευσεν τοὺς ἱερομνήμονας ἀναγνῶναι τοὺς Σιβύλλης χρησμούς. καὶ ἐξηγήσαντο τοὺς | |
370 | χρησμούς. εἰσὶν δὲ οἱ χρησμοὶ οἵδε· A 〈Μ〉οῖραν ὀπισθομα〈θῶν, τίν’ ἔ〉φυ πᾶς εἰς τόπον ἐλθ〈εῖν〉, Ὅσσα τέρα 〈τε〉 καὶ ὅσσα παθήματα δαίμονος Αἴσης Ἱστὸς ἐμὸς λύσει, τάδ’ ἐνὶ φρεσὶν αἴ κε νοήσηις | |
375 | Ῥώμηι ἑῆι πίσυνος. καί τοί ποτέ φημι γυναῖκα | |
Ἀνδρόγυνον τέξεσθαι ἔχοντά περ ἄρσενα πάντα Νηπίαχαί θ’ ὅσα θηλύτεραι φαίνουσι γυναῖκες. Οὐκ ἔτι δὴ κρύψω, θυσίας δέ τοι ἐξαγορεύσω Προφρονέως Δήμητρι καὶ ἁγνῆι Περσεφονείηι. | 1181 in vol. 2B | |
380 | Ἱστῶι δ’ αὐτὴ ἄνασσα θεά, τὰ μὲν αἴ κε πίθηαι, Σεμνοτάτηι Δήμητρι καὶ ἁγνῆι Περσεφονείηι· Θησαυρὸν μὲν πρῶτα νομίσματος εἰς ἓν ἀθροίσας, Ὅττι θέλεις ἀπὸ παμφύλων πόλεων τε καὶ αἰτῶν, Μητρὶ Κόρης Δήμητρι κέλευ θυσίαν προτίθεσθαι. | |
385 | Αὐτὰρ δημοσίαι κέλομαί σε τρὶς ἐννέα ταύρους *** Φανὰς ἠυκέρους θυέμεν λευκότριχας, αἵ κεν Ὑμετέραι γνώμηι κάλλει προφερέσταται ὦσιν. Παῖδας ὅσας πάρος εἶπα κέλευ Ἀχαιστὶ τάδ’ ἔρδειν | |
390 | Ἀθανάτην βασίλισσαν ἐπευχομένας θυέεσσιν Σεμνῶς καὶ καθαρῶς· τότε δὴ μετέπειτα δεχέσθω Ἔμπεδ’ ἀφ’ ὑμετέρων ἀλόχων ἱέρ’, αὐτὰρ ἐπ’ αὐτοῖς Ἱστῶι ἐμῶι πίσυνοι λαμπρὸν φάος αἵδε φερόντων Σεμνοτάτηι Δήμητρι. τὸ δεύτερον αὖτε λαβοῦσαι | |
395 | Τρὶς τόσα, νήφαλα πάντα, πυρὸς μαλεροῖο τιθέντων Ὅσσαι ἐπισταμένως θυσίαν γραῖαι προτίθενται. Προφρονέως δ’ ἄλλαι Πλουτωνίδι τόσσα λαβοῦσαι Ὅσσαι ἐν ἡλικίηι νεοθηλέα θυμὸν ἔχουσιν, Νηπιαχοί, σεμνὴν Πλουτωνίδα παντοδίδακτον | |
2b,257,F36(400) | Ἐν πάτραι εὐχέσθων μίμνειν πολέμου κρατέοντος, Λήθην 〈δ’〉 Ἑλλήνεσσι πεσεῖν πόλεώς τε καὶ αὐτῆς· Θησαυρὸν δὲ κόροι καὶ παρθένοι ἔνθα φερόντων B *** | |
405 | Ἱστῶι θειοπαγεῖ, καὶ ὑφάσματα ποικίλα σεμνή | |
Πλουτωνὶς κοσμείσθω, ὅπως σχέσις ἦισι κακοῖσι. Προφρονέως δ’ ὅτι κάλλιστον καὶ εὐκτὸν ἐπ’ αἶαν Ὡς θνητοῖσιν ἰδέσθαι ἐπέπλετο, καὶ τὸ φέρεσθαι Ἱστῶι σύμμικτον δῶρον βασιληίδι κούρηι. | 1182 in vol. 2B | |
410 | Αὐτὰρ ὅτ’ ἂν Δήμητρι καὶ ἁγνῆι Περσεφονείηι, Γαίας ὑμετέρας ἀπερυκέμεναι ζυγὸν αἰεί, Αἰδωνεῖ Πλούτωνι βοὸς κυανότριχος αἷμα Λαμπροῖς εἵμασι κοσμητοὺς μετὰ ποιμένος ὅστις Λήματι ὧι πίσυνος βοὸς ἄρταμος αὐτὸς ὅδ’ ἔσται, | |
415 | Ὅσσοι τ’ ἄλλοι ὁμοῦ πίσυνοι κατὰ πατρίδ’ ἔασι· Μὴ γὰρ ἀπιστόφιλος θυσίαισιν ἀνὴρ παρεπέσθω, Ἔξω δ’, ἔνθα νομιστὸν ἐπέπλετο φωτὶ τάδ’ ἔρδειν Νηπίστωι καὶ ἄδαιτον ἔχειν θυσίαν. κατὰ δ’ αὐτήν, Ὅστις ἂν ἡμετέρων χρησμῶν ἴδρις ἐς τόδ’ ἵκηται, | |
420 | Σεμνὸν Φοῖβον ἄνακτα μετελθέτω ἐν θυσίαισι Προφρονέως βωμοῖς ἔπι πίονα μηρία καύσας Αἰγῶν πανλευκῶν νεάτην· ἀτὰρ οἴδατε πάντες, Λισσέσθω Φοῖβον Παιήονα κρᾶτα πυκάσσας Ἱκτήρ, ἐσπίπτοντος ὅπως λύσις ἦισι κακοῖο. | |
425 | Νοστήσας δ’ ἀπὸ τοῦ βασιληίδα πότνιαν Ἥρην Ἀργὴν βοῦν θύων πατρίοισι νόμοισι κατ’ αἶσαν· Ὑμνεῖν 〈δ’〉 αἵ κε γένει προφερέστεραι ὦς’ ἐνὶ λαοῖς *** Καὶ νήσων ναέται τὴν ἀντιπάλων ὅτ’ ἂν αἶαν | |
430 | Οὐ δόλωι, ἀλλὰ βίαι Κυμαίδα πρόφρονες αὖτε Νάσσωνται, σεμνῆς βασιληίδος οἵδε τιθέντων Ἐν πατρίοισι νόμοις Ἥρας ξόανόν τε καὶ οἶκον. Ἵξει δ’, ἂν μύθοισιν ἐμοῖς τάδε πάντα πίθηαι Σεμνοτάτην βασίλισσαν ἐπελθὼν ἐν θυσίαισιν | |
435 | Νήφαλα † κεν ῥέξας, ὅσαι ἡμέραι εἴς’ ἐνιαυτοῦ, | |
Ἐν πολλῶι χρόνωι αὖ τόδ’ ἐφ’ ὕστερον, οὐκ ἔτ’ ἐπ’ αὐτοῖς. Ὅς κε τάδε ῥέξηι, κείνου κράτος ἔσσεται αἰεί· Νηφαλίμων ἀρνῶν τε ταμὼν χθονίοις τάδε ῥέξον. Ἦμος ἂν ἤδη ἔχηις μεγάλ’ Ἥρης οἰκί’ ἁπάντηι, | 1183 in vol. 2B | |
440 | Ξεστά θ’ ὅτ’ ἂν ξόαν’ ἦισι καὶ τἆλλ’ ὅς’ ἔλεξα, σάφ’ ἴ〈σθι〉, Ἐν πετάλοισιν ἐμοῖς (ὑπὸ κερκίδος ἀμφὶ καλύπτραν Ἱμέρτ’ ὄσς’ ἔβαλον γλαυκῆς ἐλάας πολυκάρπου Ἀγλαὰ φύλλα λαβοῦσα) λύσιν κακοῦ· ἦμος ἂν ἔλθηι ῎Υμμι χρόνος μάλα κεῖνος, ἐν ὧι ποτε τἆλλα νεόγν’ ἦι, | |
445 | Τρὼς δῆτ’ ἐκλύσει σε κακῶν, ἅμα δ’ Ἑλλάδος ἐκ γῆς. Αὐτὰρ σοῦ μεταβᾶσαν ἐποτρύνεις ἀγορεῦσαι *** (XI) Ἐν δὲ Μεσσήνηι οὐ πρὸ πολλῶν ἐτῶν, ὥς φησιν Ἀπολλώνιος, συνέβη πίθον λίθου πεποιημένον ῥαγῆναι χειμώνων βίαι καὶ ὕδατος πολλοῦ | |
2b,257,F36(450) | ἐπενεχθέντος, προχυθῆναι δὲ αὐτοῦ κεφαλὴν τριπλασίαν τῆς ἀνθρωπίνης. τοὺς δὲ ὀδόντας ἔχειν διστοίχους. ἀναζητούντων δὲ τίνος εἴη ἡ κεφαλή, δηλῶσαι τὴν ἐπιγραφήν· ‘Ἴδεω‘ γὰρ ἐγκεχάρακτο. ἕτερον οὖν δημοσίαι κατασκευάσαντες πίθον ἐνέθεσαν καὶ ἀσφαλέστερον ἐκήδευσαν τὸν ἥρωα οἱ Μεσσήνιοι, τοῦτον ἰδόντες ὄντα, περὶ οὗ φησιν Ὅμηρος (Il. Ι 558—60)· | |
455 | Ἴδεω θ’ ὃς κάρτιστος ἐπιχθονίων γένετ’ ἀνδρῶν τῶν τότε· καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον Φοίβου Ἀπόλλωνος καλλισφύρου εἵνεκα νύμφης. (XII) Ἐν Δαλματίαι τε ἐν τῶι τῆς Ἀρτέμιδος καλουμένωι σπηλαίωι ἔστιν ἰδεῖν πολλὰ σώματα, ὧν τὰ τῆς πλευρᾶς ὀστᾶ ὑπερβάλλειν ἑκκαίδεκα πήχεις. | |
460 | (XIII) Ἀπολλώνιος δὲ ὁ γραμματικὸς ἱστορεῖ ἐπὶ Τιβερίου Νέρωνος σεισμὸν γεγενῆσθαι καὶ πολλὰς καὶ ὀνομαστὰς πόλεις τῆς Ἀσίας ἄρδην ἀφανισθῆναι, ἃς ὕστερον ὁ Τιβέριος οἰκείαι δαπάνηι πάλιν ἀνώρθωσεν. ἀνθ’ ὧν κολοσσόν τε αὐτῶι κατασκευάσαντες ἀνέθεσαν παρὰ τῶι τῆς Ἀφροδίτης ἱερῶι, ὅ ἐστιν ἐν τῆι Ῥωμαίων ἀγορᾶι, καὶ τῶν πόλεων ἑκάστης | |
465 | ἐφεξῆς ἀνδριάντας παρέστησαν. (XIV) ἔπαθον δὲ καὶ τῆς Σικελίας ὑπὸ τοῦ σεισμοῦ οὐκ ὀλίγαι πόλεις καὶ τὰ πλησίον Ῥηγίου. ἐσείσθη δὲ οὐκ ὀλίγα καὶ τῶν ἐν Πόντωι ἐθνῶν. κατὰ δὴ τῆς γῆς τὰς διαστάσεις ἐφάνη | |
σώματα εὐμεγέθη, ἃ ἐκπλαγέντες οἱ ἐπιχώριοι κινῆσαι μὲν ὤκνησαν, δείγματος δ’ ἕνεκεν ἔπεμψαν εἰς τὴν Ῥώμην ὀδόντα ἑνός, οὐ ποδιαῖον | 1184 in vol. 2B | |
470 | μόνον ἀλλ’ ὑπερβάλλοντα καὶ τοῦτο τὸ μέτρον. ἐπιδείξαντες δὲ Τιβερίωι οἱ πρέσβεις εἴροντο, εἰ βούλεται κομισθῆναι τὸν ἥρω πρὸς αὐτόν. ὁ δὲ πρὸς ταῦτα ἐμφρόνως ἐβουλεύσατο, μήτε τῆς γνώσεως τοῦ μεγέθους ἑαυτὸν ἀποστερήσας τό τε ἀνόσιον τῆς νεκροσυλίας παραιτησάμενος. γεωμέτρην γάρ τινα τῶν οὐκ ἀφανῶν Ποῦλχρον ὀνόματι, τιμώμενον ὑπ’ αὐτοῦ διὰ | |
475 | τὴν τέχνην, καλέσας πρόσωπον ἐκέλευσε πλάσαι πρὸς τὸ μέγεθος τοῦ ὀδόντος. ὁ δὲ σταθμησάμενος ἡλίκον ἂν γένοιτο τό τε σύμπαν σῶμα καὶ τὸ πρόσωπον αὐτοῦ τῶι τοῦ ὀδόντος ὄγκωι, ἐργασάμενος διὰ ταχέων ἐκόμισε τῶι αὐτοκράτορι. κἀκεῖνος εἰπὼν ἀρκεῖσθαι τῆι θέαι ταύτηι ἀπο‐ πέμπει τὸν ὀδόντα ἐκεῖσε ὅθεν καὶ ἐκομίσθη. (XV) οὐ χρὴ δὲ ἀπιστεῖν | |
480 | τῶι εἰρημένωι, ἐπεὶ καὶ τῆς Αἰγύπτου Νιτρίαι εἰσὶν τόπος, ἐν αἷς δείκνυται σώματα οὐκ ἐλάττω τούτων, οὐ κεκρυμμένα γῆι ἀλλ’ ἐμφανῆ ἀφειμένα· οὔτε συγκέχυται οὔτε συμπεφύρηται ἀλλ’ ἐν τάξει κεῖται, ὡς γνωρίσαι προσελθόντα τοῦτο μὲν μηρῶν ὀστᾶ, τοῦτο δὲ κνημῶν καὶ τῶν ἄλλων μελῶν. διὸ οὐ χρὴ οὐδὲ τούτοις ἀπιστεῖν, ἐννοουμένους ὅτι κατ’ ἀρχὰς | |
485 | μὲν ἡ φύσις ἀκμάζουσα ἅπαντα ἐγγὺς θεῶν ἐκουροτρόφει, μαραινομένου δὲ τοῦ χρόνου συμμεμάρανται καὶ τὰ μεγέθη τῶν φύσεων. (XVI) καὶ τὰ ἐν τῆι Ῥόδωι δὲ παρειλήφαμεν ὀστᾶ τηλικαῦτα τὸ μέγεθος, ὡς παρα‐ βαλλομένους τοὺς νῦν ἀνθρώπους πολὺ καταδεεστέρους εἶναι. (XVII) Ὁ δὲ αὐτός φησιν πλησίον Ἀθηνῶν νῆσόν τινα εἶναι, ταύτην | |
490 | δὲ τοὺς Ἀθηναίους βούλεσθαι τειχίσαι. σκάπτοντας οὖν τοὺς θεμελίους τῶν τειχῶν εὑρεῖν σορὸν ἑκατὸν πηχῶν, ἐν ἧι εἶναι σκελετὸν ἴσον τῆι σορῶι, ἐφ’ ἧς ἐπιγεγράφθαι τάδε· ‘τέθαμμ’ ὁ Μακρόσειρις ἐν νήσωι μικρᾶι, ἔτη βιώσας πεντάκις τὰ χίλια.‘ (XVIII) Εὔμαχος δέ φησιν ἐν Περιηγήσει (178 F 2) Καρχηδονίους | |
495 | περιταφρεύοντας τὴν ἰδίαν ἐπαρχίαν εὑρεῖν ὀρύσσοντας δύο σκελετοὺς ἐν σοροῖς κειμένους, ὧν τοῦ μὲν εἰκοσιτέσσαρας εἶναι πήχεις τὴν σύνθεσιν, τοῦ δὲ ἑτέρου εἰκοσιτρεῖς. (XIX) Θεόπομπος δέ φησιν ὁ Σινωπεὺς ἐν τῶι Περὶ σεισμῶν ἐν τῶι Κιμμερικῶι Βοσπόρωι αἰφνιδίως σεισμοῦ γενομένου τῶν παρ’ αὐτοῖς | |
2b,257,F36(500) | τινα ἀναρραγῆναι λόφον καὶ ἀναβαλεῖν ὀστᾶ ὑπερμεγέθη, ὥστε τὴν σύν‐ θεσιν τοῦ σκελετοῦ πηχῶν εὑρεθῆναι εἰκοσιτεσσάρων. ταῦτα δέ φησιν τὰ | |
ὀστᾶ τοὺς περιοικοῦντας βαρβάρους εἰς τὴν Μαιῶτιν ῥῖψαι λίμνην. (XX) Παιδίον πρὸς Νέρωνα ἐκομίσθη τετρακέφαλον, ἀνάλογα ἔχον καὶ τὰ ἄλλα μέλη, ἄρχοντος Ἀθήνησιν Θρασύλλου, ὑπατευόντων ἐν Ῥώμηι Ποπλίου | 1185 in vol. 2B | |
505 | Πετρωνίου Τουρπιλιανοῦ καὶ 〈Λουκίου〉 Καισεννίου Παίτου. (XXI) καὶ ἕτερον ἐγεννήθη ἐπὶ τοῦ ἀριστεροῦ ὤμου κεφαλὴν ἐκπεφυκυῖαν ἔχον. (XXII) Ἐγένετο σημεῖον παράδοξον ἐπὶ Ῥώμης, ἄρχοντος Ἀθήνησιν Δεινοφίλου, ὑπατευόντων ἐν Ῥώμηι Κοίντου Οὐηρανίου καὶ Γ[ν]αίου Πομ‐ πηίου Γάλλου. Ῥαικίου γὰρ Ταύρου, ἀνδρὸς στρατηγικοῦ, τῆς γυναικὸς | |
510 | θεράπαινα τῶν τετιμημένων ἀπεκύησε πίθηκον. (XXIII) Κορνηλίου Γαλλικανοῦ ἡ γυνὴ παιδίον ἔτεκεν κεφαλὴν ἔχον Ἀνούβιδος ἐπὶ Ῥώμης, ἄρχοντος Ἀθήνησιν Δημοστράτου, ὑπατευόντων ἐν Ῥώμηι Αὔλου Λικιννίου Νερούα Σιλ[αν]ιανοῦ καὶ Μάρκου Οὐεστίνου Ἀττικοῦ. | |
515 | (XXIV) Γυνὴ ἀπὸ πόλεως Τριδέντου τῆς Ἰταλίας ἀπεκύησεν ὄφεις ἐσφαιρωμένους, ὑπατευόντων ἐν Ῥώμηι Δομετιανοῦ Καίσαρος τὸ ἔνατον καὶ Πετιλίου Ῥούφου τὸ δεύτερον, ἐν Ἀθήναις ἀναρχίας οὔσης. (XXV) Ἐν Ῥώμηι δικέφαλόν τις ἀπεκύησεν ἔμβρυον, ὃ ὑποθήκαις τῶν θυοσκόων εἰς τὸν Τίβεριν ποταμὸν ἐνεβλήθη, ἄρχοντος Ἀθήνησιν | |
520 | Ἀδριανοῦ τοῦ αὐτοκράτορος γενομένου, ὑπατευόντων ἐν Ῥώμηι αὐτοκράτορος Τραιανοῦ τὸ ἕκτον καὶ Τίτου Σεξτίου Ἀφρικανοῦ. (XXVI) Δωρόθεος δέ φησιν ὁ ἰατρὸς ἐν Ὑπομνήμασιν ἐν Ἀλεξανδρείαι τῆι κατ’ Αἴγυπτον κίναιδον τεκεῖν, τὸ δὲ βρέφος ταριχευθὲν χάριν τοῦ παραδόξου φυλάττεσθαι. | |
525 | (XXVII) Ἐν Γερμανίαι ἐν τῶι στρατῶι τῶν Ῥωμαίων, ὃς ἦν ὑπὸ Τίτωι Κουρτιλίωι Μαγκίαι, τὸ αὐτὸ τοῦτο ἐγένετο. δοῦλος γὰρ στρατιώτου ἔτεκεν, ἄρχοντος Ἀθήνησιν Κόνωνος, ὑπατευόντων ἐν Ῥώμηι Κοίντου Οὐ〈ο〉λουσίου Σατορνίνου καὶ Ποπλίου Κορνηλίου Σκιπίωνος. (XXVIII) Καὶ Ἀντίγονος (c. 110) δὲ ἱστορεῖ ἐν Ἀλεξανδρείαι μίαν | |
530 | γυναῖκα ἐν τέτρασιν τοκετοῖς εἴκοσι τεκεῖν καὶ τὰ πλεῖστα τούτων ἐκτραφῆναι. (XXIX) Καὶ ἑτέρα τις γυνὴ κατὰ τὴν αὐτὴν πόλιν πέντε ἐν ἑνὶ τοκετῶι ἀπεκύησεν παῖδας, τρεῖς μὲν ἄρρενας, δύο δὲ θηλείας, οὓς αὐτο‐ κράτωρ Τραιανὸς ἐκέλευσεν ἐκ τῶν ἰδίων χρημάτων τρέφεσθαι. πάλιν | |
δὲ μετ’ ἐνιαυτὸν ἄλλα τρία ἡ αὐτὴ γυνὴ ἔτεκεν. | 1186 in vol. 2B | |
535 | (XXX) Ἱππόστρατος (III) δέ φησιν ἐν τῶι Περὶ Μίνω Αἴγυπτον ἐκ μιᾶς γυναικὸς Εὐρυρρόης τῆς Νείλου πεντήκοντα υἱοὺς γεννῆσαι. (XXXI) Δαναός τε ὁμοίως ἐκ μιᾶς γυναικὸς τῆς Νείλου Εὐρώπης πεντή‐ κοντα θυγατέρας ἔσχεν. (XXXII) Κράτερος δέ φησιν, ὁ Ἀντιγόνου τοῦ βασιλέως ἀδελφός (III), | |
540 | γινώσκειν τινὰ ἄνθρωπον, ὃν ἐν ἑπτὰ ἔτεσιν παῖδα γενέσθαι καὶ μει‐ ράκιον καὶ ἄνδρα καὶ γέροντα καὶ γήμαντα καὶ παιδοποιησάμενον ἀπο‐ θανεῖν. (XXXIII) Μεγασθένης (III) δέ φησιν τὰς ἐν Πανδαίαι κατοικούσας γυναῖκας ἑξαετεῖς γενομένας τίκτειν. | |
545 | (XXXIV) Εὑρέθη ἐν Σαύνηι τῆς Ἀραβίας πόλει ἱπποκένταυρος ἐπὶ ὄρους μάλα ὑψηλοῦ, ὅ ἐστιν γέμον φαρμάκου θανασίμου. καλεῖται δὲ τὸ φάρμακον ὁμώνυμον τῆι πόλει, ὀξύτατον δὲ καὶ ἀνυτικώτατον τῶν ὀλεθρίων καθέστηκεν. τὸν δὲ ἱπποκένταυρον συλλαβὼν ὁ βασιλεὺς ζωὸν ἀποπέμπει σὺν ἑτέροις δώροις πρὸς Καίσαρα εἰς τὴν Αἴγυπτον. τροφὴ δὲ ἦν αὐτοῦ | |
2b,257,F36(550) | κρέα. οὐ φέρων δὲ τὴν μεταβολὴν τοῦ ἀέρος τελευτᾶι, καὶ οὕτως ὁ ἔπαρχος τῆς Αἰγύπτου ταριχεύσας ἀπέστειλεν εἰς Ῥώμην. καὶ πρῶτον ἐν τοῖς βασιλείοις ἀπεδείχθη, τὸ μὲν πρόσωπον ἀγριώτερον τοῦ ἀνθρωπίνου ἔχων, χεῖρας δὲ καὶ τοὺς τούτων δακτύλους τετριχωμένους, πλευρὰ δὲ συναφῆ τοῖς πρώτοις σκέλεσι καὶ τῆι γαστρί. ὁπλαὶ δὲ ἦσαν αὐτῶι ἵππου | |
555 | στερεαὶ καὶ ἐπίξανθοι χαῖται, καίπερ ὑπὸ τῆς ταριχείας συμμελαινόμεναι τῶι δέρματι. μέγεθος δὲ ἦν οὐχ οἷοίπερ οἱ γραφόμενοι, οὐδ’ αὖ πάλιν μικρόν. (XXXV) Ἐν δὲ τῆι προειρημένηι πόλει Σαύνηι ἐλέγοντο καὶ ἕτεροι εἶναι ἱπποκένταυροι. τὸν δὲ πεμφθέντα εἰς Ῥώμην εἴ τις ἀπιστεῖ, δύναται ἱστορῆσαι· ἀπόκειται γὰρ ἐν τοῖς ὁ〈ρ〉ρίοις τοῦ αὐτοκράτορος | |
560 | τεταριχευμένος, ὡς προεῖπον. | |
2b,257,F37 | COD. PAL. gr. 398: (I) Οἱ ἑκατὸν ἔτη ζήσαντες Ἰταλῶν, ὡς ἐξ αὐτῶν τῶν ἀποτιμήσεων ἀναζητήσαντες οὐ παρέργως ἐμάθομεν. 1 Λούκιος Κορνήλιος, Λουκίου υἱός, πόλεως Πλακεντίας. 2 Λούκιος Γλαύ‐ | |
κιος Οὐῆρος, Λουκίο〈υ υἱόσ〉, πόλεως Πλακεντίας. 3 Λούκιος Οὐετούστιος | 1187 in vol. 2B | |
5 | Σεκοῦνδος, Λουκίου υἱός, πόλεως Πλακεντίας. 4 Λούκιος Λικίννιος Πάλος, Λουκίου ἀπελεύθερος, πόλεως Πλακεντίας. 5 Λούκιος Ἀκίλιος Μάρκελλος, Λουκίου υἱός, πόλεως Πλακεντίας. 6 Λούκιος Οὐέττιος, Μάρκου υἱός, 〈πόλεωσ〉 Βριξέλλων. 7 Λούκιος Κουσσώννιος, Λουκίου υἱός, πόλεως Κορ‐ νηλίας. 8 Λούκιος Γαβίνιος, Λουκίου υἱός, πόλεως Βελείας. 9 Γάιος | |
10 | Ὁρτήσιος Φρόντων, Σέξτου υἱός, πόλεως Βονωνίας. 10 Γάιος Νώνιος Μάξιμος, Ποπλίου υἱός, πόλεως Βριξέλλων. 11 Γάιος Ἀμούριος Τείρων, Γαίου υἱός, πόλεως Κορνηλίας. 12 Γάιος Κάσσιος Πούδης, Τιτ[ί]ου υἱός, πόλεως Πάρμης. 13 Γάιος Τίτ〈ι〉ος Κόμμουνις, Γαίου ἀπελεύθερος, πόλεως Πάρμης. 14 Γάιος Οὐάτιος Τέρτιος, Σπορίου υἱός, πόλεως | |
15 | Πλακεντίας. 15 Γάιος Ἰούλιος Πόθος, *, πόλεως Ῥαβέννης. 16 Γάιος Οὐαλέριος Πρῖμος, Κοίντου υἱός, πόλεως Βελείας. 17 Καισέλλιος Κῦρος, *, πόλεως Πλακεντίας. 18 Κατία, Γαίου θυγάτηρ, πόλεως Φαουεντίας. 19 Πόπλιος Φούλβιος Φρύξ, Λουκίου ἀπελεύθερος, πόλεως Πολλησίας. 20 Πόπλιος Ναίβιος, Λουκίου υἱός, πόλεως Βασιλείας. 21 Πόπλιος | |
20 | Δεκέννιος Δημοσθένης, Ποπλίου ἀπελεύθερος, πόλεως Ἀριμίνου. 22 Πετρω‐ νία Κοίντου, Λουκίου ἀπελευθέρα, πόλεως Πλακεντίας. 23 Πόλλεια Πῶλα, Σπορίου θυγάτηρ, πόλεως † Αἰτωσίας. 24 Μάρκος Οὐιλώνιος Σευῆρος, *, πόλεως Οὐελείας. 25 Μάρκος Τερέντιος Ἄλβιος, Μάρκου ἀπελεύθερος, πόλεως Πλακεντίας. 26 Μάρκος Ἀντώνιος, Λουκίου υἱός, | |
25 | πόλεως Πλακεντίας. 27 Μάρκος Τάλπιος Οὐιτᾶλις, Μάρκου υἱός, πόλεως Πλακεντίας. 28 Μάρκος Ἀκίλιος, Μάρκου υἱός, πόλεως Βονωνίας. 29 Μάρ‐ κος Νιρέλλιος, Γαίου υἱός, πόλεως Πάρμης. 30 Τίτος Οὐίβιος Θάλβιος, Σπορίου υἱός, πόλεως Πάρμης. 31 Τίτος Αἰμίλιος, Κοίντου υἱός, πόλεως Ῥηγίου. 32 Τίτος Οὐετεράνιος, Ποπλίου υἱός, πόλεως Βονωνίας. 33 Τίτος | |
30 | Νουμέριος, Τίτου υἱός, πόλεως Πλακεντίας. 34 Τίτος Σερούιος Σεκοῦνδος, Τίτου υἱός, πόλεως Βονωνίας. 35 Τίτος Πετρώνιος, 〈Σ〉πορίου υἱός, πόλεως Πλακεντίας. 36 Τίτος Ἀντώνιος, Μάρκου υἱός, πόλεως Ῥηγίου. 37 Τίτος Σερούιος Πωλλίων, Γαίου υἱός, πόλεως Βονωνίας. 38 Τίτος Καμόριος Τέρτιος, Τίτου υἱός, πόλεως Φειδεντίας. 39 Τουρέλλη † Φόρησις, | |
35 | Γαίου ἀπελευθέρα, πόλεως Βονωνίας. 40 Κούιντος Κάσσιος Ῥοῦφος, Κουίντου υἱός, πόλεως Ῥηγίου. 41 Κούιντος Λουκρήτιος Πρῖμος, Κουίντου | |
υἱός, πόλεως Ῥηγίου. 42 Κούιντος Οὐέλιος, Ποπλίου υἱός, πόλεως Βελίας. 43 Ἀντωνία Σεκούνδα, Ποπλίου θυγάτηρ, πόλεως Βελίας. 44 Ἀλβατία Σαβίνα, *, πόλεως Πάρμης. 45 Σαλουία Οὐάρηνα, Ποπλίου θυγάτηρ, | 1188 in vol. 2B | |
40 | πόλεως Βασιλείας. 46 Βαιβία Μαρκέλλα, Σέξτου θυγάτηρ, πόλεως Ὀρτι‐ σίας. 47 Βαστία Ἀστικόσου, Μακεδὼν ἀπὸ Φιλίππων. 48 Βόνζης Τόνου, Παροικοπόλεως, Μακεδών. 49 Φρόντων Ἀλβουτίου, Μακεδὼν ἀπὸ Φιλίππων. 50 Σάρκη Σκίλα, Μακέτις, Ἀμφιπολῖτις. 51 Αἰδέσιος Δίζα, Παροικοπόλεως Μακεδών. 52 Βίθυς Διζάστου, Παροικοπόλεως τῆς Μακε‐ | |
45 | δόνων. 53 Ζαικεδένθης Μουκάσου, Παροικοπολίτης, Μακεδών. 54 Μάντις Καιπρίζου, Μακεδὼν ἐξ Ἀμφιπόλεως. 55 Ἀλέξανδρος Δημητρίου, Τιανὸς ἀπὸ Πόντου καὶ Βιθυνίας. 56 Γάζα Τίμωνος, Τιανὴ ἀπὸ Πόντου καὶ Βιθυνίας. 57 Χρήστη Ἀντιπάτρου, Τιανή. 58 Χρυσίον Θεοφίλου, Τιανή. 59 Ἱέρων Ἱέρωνος, Τιανός. 60 Μούζακος Μουκαντίου, Νικομη‐ | |
2b,257,F37(50) | δεὺς Βιθυνίας. 61 Λούκιος Φιδικλάνιος Νέπως, Σινωπεύς. 62 Ἀλούκιος Ἀπιλιούτας, ἀπὸ Λουσιτανίας πόλεως Ἰντεραμνησίας. 63 Ἄμβατος, Δοκου‐ ρίου υἱός, τῆς αὐτῆς πόλεως. 64 Κάμαλος, Καντολγουνίου υἱός, τῆς αὐτῆς πόλεως. 65 Κέλτιος, Πελλίου υἱός, πόλεως Ἀπειλοκαρίου. 66 Ἀρρούντιος, Ἀππίου υἱός, πόλεως Κονιμβριγησίας. 67 Τάμφιος, Κελτίου υἱός, πόλεως | |
55 | τῆς αὐτῆς. 68 Δοκκούριος, Ἀλουκκίου υἱός, πόλεως Αἰβουροβισυγγησίας. (II) Οἱ ἀπὸ ἑκατὸν ἑνὸς ἐτῶν μέχρι ἑκατὸν δέκα ἀπογραψάμενοι. 69 Γάιος † Ληλήδιος Πρῖμος, *, πόλεως Βονωνίας, ἔτη ἑκατὸν ἕν. 70 Κλωδία Ποτέστα, Γαίου ἀπελευθέρα, πόλεως Βονωνίας, ἔτη ρα. 71 Κουσινία Μόσχις, Γαίου ἀπελευθέρα, πόλεως Κορνηλίας, ἔτη ρα. 72 Κερεωνία | |
60 | Οὐερηκούνδα, Ποπλίου ἀπελευθέρα, πόλεως Κορνηλίας, ἔτη ρα. 73 Λ〈ι〉ουία Ἀττική, Ποπλίου ἀπελευθέρα, πόλεως Πάρμης, ἔτη ρα. 74 Βουρία Λυ‐ χναινίς, *, πόλεως Πάρμης, ἔτη ρα. 75 Γάιος Σάμιος, Γαίου υἱός, πόλεως Βελείας, ἔτη ρβ. 76 Κούιντος Κορνήλιος, Κουίντου υἱός, πόλεως Ῥηγίου, ἔτη ρβ. 77 Τίτος Ἀντώνιος, Τίτου υἱός, πόλεως Πάρμης, ἔτη ρβ. | |
65 | 78 Κοκνανία (?) Μοῦσα, *, πόλεως Κορνηλίας, ἔτη ργ. 79 Δημόκριτος Ἀβδηρίτης ἔτη ρδ· ἐτελεύτησεν δὲ τροφῆς ἀποσχόμενος. 80 Κτησίβιος ὁ ἱστοριογράφος (VI) ἔτη ρδ· ἐν περιπάτωι δὲ ἐτελεύτα, ὡς Ἀπολλό‐ δωρος ἐν τοῖς Χρονικοῖς (244 F 49) δεδήλωκεν. 81 Ἱερώνυμος ὁ συγγρα‐ φεὺς (154 T 2) πολλοὺς μὲν χρόνους ἐν ταῖς στρατείαις ἀναπλήσας, πλείστοις | |
70 | δὲ τραύμασιν ἐν πολέμοις περιπεσὼν ἐτελεύτησεν βιώσας ἔτη ρδ, ὥς φησιν | |
Ἀγαθαρχίδης ἐν τῆι ἐννάτηι τῶν Περὶ τῆς Ἀσίας Ἱστοριῶν (86 F 4). 82 Γάιος Λαλλίας Τιωναῖος, Λουκίου υἱός, πόλεως Βονωνίας, ἔτη ρε. 83 Πόπλιος Κουισέντιος (?) Ἐφυρίων, Ποπλίου ἀπελεύθερος, πόλεως Βονωνίας, ἔτη ρε. 84 Τίτος Κοττίνας Χρύσανθος, Τίτου ἀπελεύθερος, | 1189 in vol. 2B | |
75 | πόλεως Φαουεντίας, ἔτη ρε. 85 Μάρκος Πομ〈π〉ώνιος Σεβῆρος, Μάρκου υἱός, πόλεως Ταννητάνης, ἔτη ρε. 86 Σέξστος Ναίβιος, Σέξστου υἱός, πόλεως Πάρμης, ἔτη ρε. 87 Λούκιος Αἴλιος Δωρόθεος, Λουκίου ἀπε‐ λεύθερος, πόλεως Βονωνίας, ἔτη ρϛ. 88 Γάιος Πομπούσιος Μοντ[ι]ανός, Ποπλίου υἱός, ἔτη ρζ. 89 Πόλλα Δωνάτα, Σέξστου θυγάτηρ, πόλεως | |
80 | Βονωνίας, ἔτη ρι. 90 Μουνα[ν]τία Προκούλα, Λουκίου θυγάτηρ, πόλεως Ῥηγίου, ἔτη ρι. (III) Οἱ ἀπὸ τῶν ρι ἐτῶν μέχρι ρκ ἀπογραψάμενοι. 91 Τίτος Πουρέννιος Τοῦτος, Λουκίου υἱός, πόλεως Κορνηλίας, ἔτη ρια. 92 Λούκιος Ἀντίστι[χ]ος Σωτήριχος, Λουκίου ἀπελεύθερος, πόλεως Ῥαβέννης, ἔτη ριγ. | |
85 | 93 Λούκιος † Πέτρου, πόλεως Κορνηλίας, ἔτη ριδ. 94 Ἰουλία Μοδεστίνα, πόλεως Κορσιόλων, ** 95 πριμοπιλαρίου ἀπελευθέρα, καθ’ ἡμᾶς ἔτι οὖσα, πόλεως Βριξέλλων, ἔτη ρκ. *** (IV) Οἱ ἀπὸ ρλ ἐτῶν μέχρι ρμ ἀπογραψάμενοι. 96 Λούκιος Τερέ〈ν〉‐ τιος, 〈Μάρκου υἱὸσ〉, πόλεως Βονωνίας, ἔτη ρλε. 97 Φαῦστος, Καίσαρος | |
90 | δοῦλος, ἐκ Σαβίνων, ἀπὸ Πραιτωρίου Παλλαντιανοῦ, ἔτη ρλϛ· ὃν καὶ αὐτὸς ἐθεασάμην Ἀδριανῶι τῶι Καίσαρι ἐπιδειχθέντα. (V) 98 Ἀργανθώνιος ὁ τῶν Ταρτησίων βασιλεύς, ὡς ἱστορεῖ Ἡρόδοτος (I 163) καὶ Ἀνακρέων ὁ ποιητής (F 8 Bgk), ἔτη ρν. (2) 99 Σίβυλλα ἡ Ἐρυ‐ θραία ἐβίωσεν ἔτη ὀλίγον ἀποδέοντα τῶν χιλίων, ὡς αὐτή φησιν ἐν τοῖς | |
95 | χρησμοῖς τόνδε τὸν τρόπον· ἀλλὰ τί δὴ πανόδυρτος ἐπ’ ἀλλοτρίοισι πάθεσσιν θέσφατα φοιβάζω, λυσσώδεα μοῖραν ἔχουσα, οἴστρου δὲ σφετέρου καταγεύομαι ἀλγινόεντος; ἐν δεκάτηι γενεᾶι χαλεπὸν κατὰ γῆρας ἔχουσα, | |
2b,257,F37(100) | μαινομένη μὲν ἐνὶ θνητοῖς καὶ ἄπιστα λέγουσα, πάντα δ’ ὕπαρ προιδοῦσα βροτῶν δυσανάσχετα κήδη. | |
καὶ τότε μοι φθονέσας Λητοῦς ἐρικυδέος υἱὸς μαντοσύνης, παθέων δὲ καταπλήσας ὀλοὸν κῆρ, ψυχὴν ἐκλύσει δεσμευομένην ἐνὶ λυγρῶι | 1190 in vol. 2B | |
105 | σώματι, σαρκοτυπεῖ διοιστεύσας δέμας ἰῶι. ἔνθ’ ἄρα μοι ψυχὴ μὲν ἐς ἠέρα πωτηθεῖσα, πνεύματι συγκραθεῖσα βροτῶν εἰς οὔατα πέμψει κληδόνας ἐν πυκινοῖς αἰνίγμασι συμπλεχθείσας· σῶμα δ’ ἀεικελίως ἄταφον πρὸς μητέρος αἴης | |
110 | κείσεται· οὐ γάρ τις θνητῶν ἐπὶ γαῖαν ἀμήσει οὐδὲ τάφωι κρύψει· κατὰ γὰρ χθονὸς εὐρυοδείης δύσεται αἷμα μέλαν τερσαινομένοιο χρόοιο. ἔνθεν δὴ πολλῆς ἀναφύσεται ἔρνεα ποίης, ἣ καταβοσκομένων μήλων εἰς ἥπατα δύσα | |
115 | ἀθανάτων δείξει βουλεύματα μαντοσύνηισι. σαρκῶν δ’ ὄρνιθες πτεροείμονες αἴ κε πάσωνται, μαντοσύνην θνητοῖσιν ἀληθέα ποιπνύσουσι. (3) διὰ τούτου τοῦ χρησμοῦ ἀποδείκνυται δέκα γενεὰς αὐτὴν κατ’ ἀνθρώ‐ πους γεγονέναι, καὶ μετὰ τὴν ἀναχώρησιν τὴν ἐκ τοῦ ζῆν, τῆς μὲν ψυχῆς | |
120 | κατὰ τὸν ἀέρα φερομένης καὶ προσπιπτούσης τοῖς ὑπὸ τῶν ἀνθρώπων λαλουμένοις, παρασκευάσειν τὰς γινομένας κληδόνας διὰ τῶν λόγων· τοῦ δὲ σώματος ἀτάφου γενομένου τὰ μὲν ὄρνεα τῶν σαρκῶν φαγόντα τὴν διὰ τῆς ὀρνιθοσκοπίας μαντείαν διασημανεῖν· τοῦ δ’ ὑπολοίπου μέρους εἰς τὴν γῆν σαπέντος, καὶ τὰ κτήνη φαγόντα τῆς ἐκ τῆς γῆς φυομένης | |
125 | πόας τὴν ἡπατοσκοπικὴν εἰς τὸν βίον εἰσάξειν τέχνην. (4) τὴν δὲ γενεὰν Σίβυλλα ἱστορεῖ ἐτῶν ἑκατὸν δέκα ἐν τῶι χρησμῶι τῶι πρὸς Ῥωμαίους περὶ τῶν αἰωνίων θε〈ωρι〉ῶν, ἃ Ῥωμαῖοι σεκουλάρια καλοῦσι (s. F 40). τῶν γὰρ συμμάχων αὐτῶν καὶ κοινωνῶν μὴ ἐμμενόντων ταῖς συνθήκαις, ἀλλὰ πυκνὰ μεταβαλλομένων καὶ πολεμούντων αὐτοῖς, ἡ Σίβυλλα ἐχρη‐ | |
130 | σμώιδησεν ἐπιτελεσθεισῶν τῶν θεωριῶν τούτων ὑποταγήσεσθαι τοὺς ἀφε‐ στῶτας Λατίνους. εἰσὶν δὲ οἱ χρησμοὶ οἵδε· Ἀλλ’ ὁπότ’ ἂν μήκιστος ἴηι χρόνος ἀνθρώποισιν ζωῆς, εἰς ἐτέων ἑκατὸν δέκα κύκλον ὁδεύσας, | |
μεμνῆσθαι, Ῥωμαῖε, καὶ εἰ μάλα λήσει ἑαυτόν, | 1191 in vol. 2B | |
135 | μεμνῆσθαι τάδε πάντα, θεοῖσι μὲν ἀθανάτοισι ῥέζειν ἐν πεδίωι παρὰ Θύβριδος ἄπλετον ὕδωρ, ὅππηι στεινότατον, νὺξ ἡνίκα γαῖαν ἐπέλθηι, ἠελίου κρύψαντος ἑὸν φάος· ἔνθα σὺ ῥέζειν ἱερὰ παντογόνοις Μοίραις ἄρνας τε καὶ αἶγας | |
140 | κυανέας, ἐπὶ ταῖς δ’ Εἰλειθυίας ἀρέσασθαι παιδοτόκους θυέεσσιν, ὅπηι θέμις· αὖθι δὲ Γαίηι πληθομένη χοίροις ὗς ἱρεύοιτο μέλαινα. πάνλευκοι ταῦροι δὲ Διὸς παρὰ βωμὸν ἀγέσθων ἤματι μηδ’ ἐπὶ νυκτί· θεοῖσι γὰρ Οὐρανίδηισιν | |
145 | ἡμέριος πέλεται θυέων τρόπος· ὣς δὲ καὶ αὐτὸς ἱρεύειν. δαμάλης τε βοὸς δέμας ἀγλαὸν Ἥρης δεξάσθω νηὸς παρὰ σεῦ. καὶ Φοῖβος Ἀπόλλων, ὅστε καὶ Ἠέλιος κικλήσκεται, ἶσα δεδέχθω θύματα Λητοίδης. καὶ ἀειδόμενοί τε Λατῖνοι | |
2b,257,F37(150) | παιᾶνες κούροισι κόρηισί τε νηὸν ἔχοιεν ἀθανάτων. χωρὶς δὲ κόραι χορὸν αὐταὶ ἔχοιεν καὶ χωρὶς παίδων ἄρσην στάχυς, ἀλλὰ γονήων πάντες ζωόντων, οἷς ἀμφιθαλὴς ἔτι φύτλη. αἱ δὲ γάμου ζεύγλαις δεδμημέναι ἤματι κείνωι | |
155 | γνὺξ Ἥρης παρὰ βωμὸν ἀοίδιμον ἑδριόωσαι δαίμονα λισσέσθωσαν. ἅπασι δὲ λύματα δοῦναι ἀνδράσιν ἠδὲ γυναιξί, μάλιστα δὲ θηλυτέρηισιν. πάντες δ’ ἐξ οἴκοιο φερέσθων, ὅσσα κομίζειν ἔστι θέμις θνητοῖσιν ἀπαρχομένοις βιότοιο, | |
160 | δαίμοσι μειλιχίοισιν ἱλάσματα καὶ μακάρεσσιν Οὐρανίδαις. τὰ δὲ πάντα τεθησαυρισμένα κείσθω, ὄφρα τέλη θυμέληισι *** | |
** 〈θηλυτέρησι〉 καὶ ἀνδράσιν ἑδριόωσιν ἔνθεν πορσύνηις μεμνημένος. ἤμασι δ’ ἔστω | 1192 in vol. 2B | |
165 | νυξί τ’ ἐπασσυτέρηισι θεοπρέπτους κατὰ θώκους παμπληθὴς ἄγυρις· σπουδὴ δὲ γέλωτι μεμίχθω. ταῦτά τοι ἐν φρεσὶν ἧισιν ἀεὶ μεμνημένος εἶναι, καί σοι πᾶσα χθὼν Ἰταλὴ καὶ πᾶσα Λατίνων αἰὲν ὑπὸ σκήπτροισιν ἐπαυχένιον ζυγὸν ἕξει. | |
170 | Φλέγοντος Τραλλιανοῦ ἀπελευθέρου Καίσαρος Περὶ θαυμασίων καὶ μακροβίων. | |
2b,257,F38 | DIOG. LAERT. I 111: καὶ ἐπανελθὼν ἐπ’ οἴκου (sc. Ἐπι‐ μενίδης) μετ’ οὐ πολὺ μετήλλαξεν, ὥς φησι Φλέγων ἐν τῶι Περὶ μακρο‐ βίων βιοὺς ἔτη ἑπτὰ καὶ πεντήκοντα καὶ ἑκατόν· ὡς δὲ Κρῆτες λέγουσιν, ἑνὸς δέοντα τριακόσια· ὡς δὲ Ξενοφάνης ὁ Κολοφώνιος (11 B 20) ἀκηκο‐ | |
5 | έναι φησί, τέτταρα πρὸς τοῖς πεντήκοντα καὶ ἑκατόν. | |
2b,257,F39 | MOSES VON CHOREN II 12 p. 107 Whiston: scribit etiam Phi‐ gonius omnium regum potentissimum fuisse Artasem Parthum, «qui non solum Libyes pepulit Cyrsumque vinculis constrinxit, sed in Hellesponto etiam et Thracia elementorum naturas immutavit, quum terram navibus ac maria | |
5 | pedibus peragraret. Thessalis bellum minitans fama nominis sui Graeciam perterruit, Lacedaemonios fudit, Phocenses fugavit, Locri sese dedere, Boeoti in ditionem eius concessere, universae is Graeciae terrorem incussit. at brevi calamitas omnia invasit. non ita afflictus est Cyrus cum Massagetis bellum gerens; non talia passus Darius, quum a Scythis aufugeret; non Cambyses | |
10 | in Aethiopia minori; non Xerxes, quum exercitum in Graeciam transduceret, qui thesauris et castris relictis ipse solus incolumis fuga evasit. hic vero, victoriis suis magnopere praefidens, ab suis militibus trucidatus est.» | |
2b,257,F40 | ZOSIMOS Hist. II 1: 〈** σεκουλαρίων δ’ ἔχει τὴν προσηγορίαν〉 ἐκ τοῦ τὸν μακρότατον ἀνθρώπου βίον τὸ μέσον διάστημα περιλαμβάνειν ταύτης τῆς ἑορτῆς· σέκουλα γὰρ τὸν αἰῶνα Ῥωμαῖοι καλοῦσιν. συντελεῖ δὲ πρὸς λοιμῶν καὶ φθορῶν καὶ νόσων ἀκέσεις. ἔσχεν δὲ τὴν ἀρχὴν ἐξ αἰτίας τοιᾶσδε. Οὐαλέσ〈ι〉ος, | |
5 | ἀφ’ οὗ τὸ Οὐαλεριανὸν κατάγεται γένος, ἦν ἐν τῶι Σαβίνων ἔθνει περιφανής. τούτωι πρὸ τῆς οἰκίας ἄλσος ἦν ἐκ δένδρων μεγίστων. τούτων πεσόντος κεραυνοῦ κατα‐ φλεχθέντων ἠπόρει πρὸς τὸ ἐκ τοῦ κεραυνοῦ [καταφλεχθέντων] σημαινόμενον· νόσου | |
δὲ τοῖς αὐτοῦ παισὶν ἐνσκηψάσης ὑπὲρ τὴν τῶν ἰατρῶν τέχνην διὰ τῶν μάντεων ἤιει. (2) τῶν δὲ διὰ τοῦ τρόπου τῆς τοῦ πυρὸς πτώσεως ὅτι θεῶν ἐστι μῆνις | 1193 in vol. 2B | |
10 | τεκμηραμένων, εἰκότως δι’ ἐκθυσιῶν ὁ Οὐαλέσιος τὸ θεῖον ἐξιλεοῦτο [διὰ τῶν μάν‐ τεων]· ὤν τε μετὰ τῆς γυναικὸς ἐν φόβωι καὶ τὸν τῶν παίδων θάνατον ἐλπίζων ὅσον οὐδέπω συμβήσεσθαι, προσπεσὼν τῆι Ἑστίαι δύο τελείας ἀντὶ τῶν παίδων αὐτῆι δώσειν ὑπισχνεῖτο ψυχάς, ἑαυτοῦ τε καὶ τῆς τῶν παίδων μητρός. (3) ἀποβλέπων δὲ εἰς τὸ κεραυνόβλητον ἄλσος ἀκούειν φωνῆς ἔδοξεν, ἀπάγειν εἰς Τάραντον ἐγκε‐ | |
15 | λευομένης τὰ τέκνα κἀκεῖσε θερμήναντα τοῦ Τιβέρεως ὕδωρ ἐπὶ τῆς Ἅιδου καὶ Περσεφόνης ἐσχάρας τοῖς παισὶν δοῦναι πιεῖν. ταῦτα ἀκούσας τότε δὴ πλέον τὴν τῶν παίδων σωτηρίαν ἀπήλπισεν· Τάραντά τε γὰρ πόρρω που τῆς Ἰταλίας εἶναι καὶ οὐκ ἂν ἐν ταύτηι τοῦ Τιβέρεως ὕδωρ φανήσεσθαι. διδόναι δὲ αὐτῶι πονηρὰν ἐλπίδα καὶ τὸ θερμῆναι τὸ ὕδωρ ἐπὶ βωμοῦ χθονίων δαιμόνων ἀκοῦσαι. (2) ἐπὶ τούτοις | |
20 | ἀπορησάντων καὶ τῶν τερατοσκόπων αὖθις πυθόμενος ἔγνω δεῖν τῶι θεῶι πείθεσθαι, καὶ ἐμβαλὼν πλοίωι ποταμίωι τὰ τέκνα κατήγετο. πυρεταινόντων δὲ αὐτῶν ὑπὸ καύματος, τούτωι προσέπλει τῆς ὄχθης τῶι μέρει καθ’ ὃ τὸ τοῦ ποταμοῦ ῥεῖθρον ἠρεμαῖον ἐδόκει. καλύβην δὲ ποιούμενος, 〈ὡσ〉 ἐναυλισθείη ἅμα τοῖς παισίν, ἤκουεν κατάγεσθαι δεῖν ἐν τῶι Τάραντι· ταύτην γὰρ εἶχεν ὁ τόπος προσηγορίαν, τῶι κατὰ | |
25 | τὴν ἄκραν Ἰαπυγίαν ὁμώνυμος ὢν Τάραντι. (2) προσκυνήσας οὖν ἐπὶ τῆι συντυχίαι τὸ θεῖον ὁ Οὐαλέσ〈ι〉ος ἐπὶ τὴν χέρσον ὀκεῖλαι τῶι κυβερνήτηι προσέταττεν, καὶ ἀποβὰς τοῖς παισὶν ἐξεῖπεν. ἀρυσάμενος δὲ ἐκ τοῦ Θύμβριδος ὕδωρ καὶ τοῦτο θερμήνας ἐπί τινος κατὰ τὸν τόπον ὑπ’ αὐτοῦ πεποιημένης ἐσχάρας ἔδωκε πιεῖν τοῖς παισίν. οἱ δὲ ἅμα τῶι πιεῖν ὕπνου προσγενομένου κατέστησαν ὑγιεῖς. (3) ὄναρ | |
30 | δὲ θεασάμενοι προσαγαγεῖν ἱερεῖα μέλανα Περσεφόνηι καὶ Ἅιδηι καὶ τρεῖς ἐπαλλήλους ἄγειν παννυχίδας ὠιδῶν καὶ χορῶν, ἀφηγήσαντο πρὸς τὸν πατέρα τὸ ὄναρ, ὡς ἀνδρὸς μεγάλου καὶ θεοπρεποῦς ταῦτα ποιεῖν ἐπισκήψαντος ἐπὶ τοῦ κατὰ Τάραντον Ἀρείου πεδίου, καθ’ ὃ καὶ 〈νῦν〉 ἀνεῖται τόπος εἰς γυμνάσιον ἵππων. (4) βουλομένου δὲ τοῦ Οὐαλεσίου βωμὸν αὐτόθι καθιδρῦσαι καὶ τῶν λιθοξόων ὀρυττόντων ἐπὶ τούτωι | |
35 | τὸν τόπον, βωμὸς εὑρέθη πεποιημένος, ἐν ὧι γράμματα ἦν ‘Ἅιδου καὶ Περσεφόνησ‘. τότε τοίνυν σαφέστερον διδαχθεὶς τὸ πρακτέον, τούτωι τῶι βωμῶι τὰ μέλανα προσῆγεν ἱερεῖα καὶ τὰς παννυχίδας ἐν αὐτῶι διετέλει ποιῶν. (3) οὗτος δὲ ὁ βωμὸς καὶ ἡ τῆς ἱερουργίας κατάστασις ἀρχὴν ἔλαβεν ἐξ αἰτίας τοιᾶσδε. Ῥωμαίοις καὶ Ἀλβανοῖς πόλεμος ἦν. ὄντων δὲ ἀμφοτέρων ἐν ὅπλοις | |
40 | ἐπεφάνη τις τερατώδης τὴν ὄψιν, ἠμφιεσμένος δέρματι μέλανι, καὶ βοῶν ὡς Ἅιδης καὶ Περσεφόνη πρὶν εἰς χεῖρας ἐλθεῖν θυσίαν ὑπὸ γῆν αὐτοῖς ποιῆσαι προσέταξαν. καὶ ταῦτα ποιῶν ἀφανὴς γίνεται. τότε τοίνυν οἱ Ῥωμαῖοι ταραχθέντες ἐπὶ τῶι φάσματι καὶ τὸν βωμὸν ὑπὸ γῆς ἵδρυσαν καὶ τὴν θυσίαν πεποιηκότες χώματι βάθους εἴκοσι ποδῶν κατεκάλυψαν τὸν βωμόν, ὡς ἂν πλὴν Ῥωμαίων ἅπασι τοῖς | |
45 | ἄλλοις ἄδηλος εἴη. (2) τοῦτον ὁ Οὐαλέσιος εὑρὼν καὶ τὴν θυσίαν καὶ τὰς παννυχίδας ἐπιτελέσας ἐκλήθη Μάνιος Οὐαλέριος Ταραντῖνος· τούς τε γὰρ χθονίους θεοὺς Μάνης | |
καλοῦσι Ῥωμαῖοι καὶ τὸ ὑγιαίνειν βαλῆρε, Ταραντῖνος δὲ ἀπὸ τῆς ἐν τῶι Τάραντι θυσίας. (3) χρόνοις δὲ ὕστερον λοιμοῦ συμβάντος τῆι πόλει τῶι πρώτωι μετὰ τοὺς βασιλέας ἔτει, Πόπλιος Βαλέριος Ποπλικόλας ἐν τούτωι τῶι βωμῶι | 1194 in vol. 2B | |
2b,257,F40(50) | θύσας Ἅιδηι καὶ Περσεφόνηι μέλανα βοῦν καὶ δάμαλιν μέλαιναν ἠλευθέρωσε τῆς νόσου τὴν πόλιν, ἐπιγράψας τῶι βωμῶι ταῦτα· ‘Πόπλιος Βαλέριος Ποπλικόλας τὸ πυροφόρον πεδίον Ἅιδηι καὶ Περσεφόνηι καθιέρωσα καὶ θεωρίας ἤγαγον Ἅιδηι καὶ Περσεφόνηι ὑπὲρ τῆς Ῥωμαίων ἐλευθερίας.‘ (4) μετὰ δὲ ταῦτα νόσων καὶ πολέμων ἐνσκηψάντων ἔτει μετὰ τὸν τῆς πόλεως οἰκισμὸν πεντακοσιοστῶι † δευτέρωι | |
55 | λύσιν εὑρεῖν ἡ γερουσία τῶν κακῶν ἐκ τῶν Σιβύλλης βουλομένη χρησμῶν τοῖς εἰς τοῦτο τεταγμένοις ἀνδράσιν δέκα τοὺς χρησμοὺς ἀνερευνῆσαι παρε‐ κελεύσατο. τῶν δὲ λογίων παυθήσεσθαι τὸ κακόν, εἰ θύσαιεν Ἅιδηι καὶ Περσεφόνηι, προαγορευσάντων, ἀναζητήσαντες τὸν τόπον Ἅιδηι καὶ Περσεφόνηι κατὰ τὸ προ‐ σταχθὲν καθήγισαν, ** Μάρκου Ποπ〈ι〉λίου τὸ τέταρτον ὑπατευόντων. | |
60 | καὶ τῆς ἱερουργίας συντελεσθείσης τῶν ἐπικειμένων ἀπαλλαγέντες τὸν βωμὸν αὖθις ἐκάλυψαν, ἐν ἐσχάτωι που κείμενον τοῦ Ἀρείου πεδίου. (2) ταύτης ἐπὶ χρόνον τῆς θυσίας ἀμεληθείσης, αὖθίς τινων συμπεσόντων ἀποθυμίων ἀνενεώσαντο τὴν ἑορτὴν [Ὀκταβιανὸς ὁ Σεβαστός] ὑπάτων ὄντων Λουκίου Κηνσωρίνου καὶ Μανίου Μανιλίου. † πουηλίου *** τὸν θεσμὸν Ἀτηίου Καπίτωνος ἐξηγησαμένου, τοὺς 〈δὲ〉 | |
65 | χρόνους, καθ’ οὓς ἔδει τὴν θυσίαν γενέσθαι καὶ τὴν θεωρίαν ἀχθῆναι, τῶν πεντε‐ καίδεκα ἀνδρῶν, οἳ τὰ Σιβύλλης θέσφατα φυλάττειν ἐτάχθησαν, ἀνερευνησάντων. (3) μετὰ δὲ τὸν Σεβαστὸν Κλαύδιος ἤγαγεν τὴν ἑορτήν, οὐ φυλάξας τὸν τῶν ὡρι‐ σμένων ἐτῶν ἀριθμόν. μεθ’ ὃν Δομετιανὸς τὸν Κλαύδιον παραπεμψάμενος καὶ τὴν περίοδον τῶν ἐτῶν, ἀφ’ οὗ τὴν ἑορτὴν ὁ Σεβαστὸς ἐπετέλεσεν, ἀριθμήσας ἔδοξεν | |
70 | τὸν ἐξ ἀρχῆς παραδοθέντα φυλάττειν θεσμόν. (4) ⟦ἐπὶ τούτοις ὁ Σεβῆρος τῶν δέκα καὶ ἑκατὸν ἐνστάντων ἐτῶν ἅμα τοῖς παισὶν Ἀντωνίνωι καὶ Γέται τὴν αὐτὴν ἑορτὴν κατεστήσατο, Χίλωνος καὶ Λίβωνος ὄντων ὑπάτων⟧. (5) τοιοῦτος δέ τις ὁ τρόπος ἀναγέγραπται τῆς ἑορτῆς. περιιόντες οἱ κήρυκες εἰς τὴν ἑορτὴν συνιέναι πάντας ἐκέλευον ἐπὶ θέαν, ἣν οὔτε πρότερον εἶδον οὔτε | |
75 | μετὰ ταῦτα θεάσονται. κατὰ δὲ τὴν ὥραν τοῦ θέρους, πρὸ ἡμερῶν ὀλίγων τοῦ τὴν θεωρίαν ἀχθῆναι, ἐν τῶι Καπιτωλίωι καὶ ἐν τῶι νεῶι τῶι κατὰ τὸ Παλάτιον οἱ δεκαπέντε ἄνδρες ἐπὶ βήματος καθήμενοι τῶι δήμωι διανέμουσι τὰ καθάρσια· ταῦτα δέ ἐστιν δᾶιδες καὶ θεῖον καὶ ἄσφαλτον. δοῦλοι δὲ τούτων οὐ μετέχουσιν, ἀλλὰ ἐλεύθεροι μόνοι. (2) συνελθόντος δὲ τοῦ δήμου παντὸς ἔν τε τοῖς ῥηθεῖσιν τόποις | |
80 | καὶ ἐν τῶι ἱερῶι τῆς Ἀρτέμιδος, ὃ ἐν τῶι Ἀουεντίνωι λόφωι καθίδρυται, σῖτον καὶ | |
κριθὴν ἕκαστος φέρει καὶ κύαμον. καὶ ταῖς Μοίραις ἄγουσι παννυχίδας μετὰ σεμνότητος ἐν * νυξίν. ἐνστάντος δὲ τοῦ χρόνου τῆς ἑορτῆς, ἣν ἐν τρισὶν ἡμέραις ἐν τῶι τοῦ Ἄρεως ἐπιτελοῦσι πεδίωι καὶ ταῖς ἴσαις νυξίν, καθιεροῦτο τὰ τελούμενα παρὰ τὴν ὄχθην τοῦ Θύμβριδος ἐν τῶι Τάραντι· θύουσι δὲ θεοῖς Διὶ καὶ Ἥραι καὶ | 744 in vol. 3B | |
85 | Ἀπόλλωνι καὶ Λητοῖ καὶ Ἀρτέμιδι καὶ προσέτι γε Μοίραις καὶ Εἰλειθυίαις καὶ Δήμητρι καὶ Ἅιδηι καὶ Περσεφόνηι. (3) τῆι δὲ πρώτηι τῶν θεωριῶν νυκτὶ δευτέρας ὥρας ὁ αὐτοκράτωρ ἐπὶ τὴν ὄχθην τοῦ ποταμοῦ τριῶν παρασκευασθέντων βωμῶν τρεῖς ἄρνας θύει μετὰ τῶν δεκαπέντε ἀνδρῶν, καὶ τοὺς βωμοὺς καθαιμάξας ὁλοκαυτεῖ τὰ θύματα. κατασκευασθείσης δὲ σκηνῆς δίκην θεάτρου φῶτα ἀνάπτεται καὶ πυρά, | |
90 | καὶ ὕμνος ἄιδεται νεωστὶ πεποιημένος, θεωρίαι τε ἱεροπρεπεῖς ἄγονται. (4) κομί‐ ζονται δὲ οἱ ταῦτα ποιοῦντες μισθὸν τὰς ἀπαρχὰς τῶν καρπῶν, σίτου καὶ κριθῆς καὶ κυάμων. αὗται γὰρ, ὡς εἴρηταί μοι, καὶ τῶι δήμωι παντὶ διανέμονται. τῆι δὲ μετὰ ταύτην ἡμέραι εἰς τὸ Καπιτώλιον ἀναβάντες κἀνταῦθα τὰς νενομισμένας θυσίας προσ〈αγ〉αγόντες ἐντεῦθέν τε ἐπὶ τὸ κατεσκευασμένον θέατρον ἐλθόντες, τὰς θεωρίας | |
95 | ἐπιτελοῦσιν Ἀπόλλωνι καὶ Ἀρτέμιδι. τῆι δὲ μετὰ ταύτην ἡμέραι γυναῖκες ἐπίσημοι κατὰ τὴν ὥραν, ἣν ὁ χρησμὸς ὑπηγόρευσεν, εἰς τὸ Καπιτώλιον συνελθοῦσαι λιτανεύ‐ ουσιν τὴν θεὸν καὶ ὑμνοῦσιν, ὡς θέμις. ἡμέραι δὲ τρίτηι ἐν τῶι κατὰ τὸ Παλάτιον Ἀπόλλωνος ἱερῶι τρὶς ἐννέα παῖδες ἐπιφανεῖς μετὰ παρθένων τοσούτων, οἱ πάντες ἀμφιθαλεῖς, ὅπερ ἐστὶν ἀμφοτέρους τοὺς γονεῖς ἔχοντες περιόντας, ὕμνους ἄιδουσιν | |
2b,257,F40(100) | τῆι τε Ἑλλήνων καὶ Ῥωμαίων φωνῆι καὶ παιᾶνας, δι’ ὧν αἱ ὑπὸ Ῥωμαίους σώι‐ ζονται πόλεις. ἄλλα τε κατὰ τὸν ὑφηγημένον παρὰ τοῦ θείου τρόπον ἐπράττετο, ὧν ἐπιτελουμένων διέμεινεν ἡ ἀρχὴ Ῥωμαίων ἀλώβητος. ὡς ἂν δὲ καὶ ἐπὶ τῶν πραγμάτων ἀληθῆ ταῦτα εἶναι πιστεύσωμεν, αὐτὸν παραθήσομαι τὸν Σιβύλλης | |
χρησμόν, ἤδη πρὸ ἡμῶν παρ’ ἑτέρων ἀνενηνεγμένον. |