TLG 0585 002 :: Publius Aelius PHLEGON :: Testimonia

Publius Aelius PHLEGON Paradox.
(Trallianus: A.D. 2)

Testimonia

Source: FGrH #257. : 2B:1159–1160.

Citation: Volume-Jacoby#-T — fragment — (line)

2b,257,T

1

SUID. s. Φλέγων Τραλλιανός· ἀπελεύθερος τοῦ Σεβαστοῦ Καίσαρος (οἱ δὲ Ἀδριανοῦ φασίν)· ἱστορικός. ἔγραψεν Ὀλυμπιάδας ἐν βιβλίοις ιϛ— ἔστι δὲ μέχρι τῆς σκθ ὀλυμπιάδος τὰ πραχθέντα πανταχοῦ· τὰ δὲ αὐτὰ ἐν βιβλίοις η· Ἔκφρασιν Σικελίας· Περὶ μακροβίων καὶ θαυμα‐
5σίων· Περὶ τῶν παρὰ Ῥωμαίοις ἑορτῶν βιβλία γ· Περὶ τῶν ἐν Ῥώμηι τόπων καὶ ὧν ἐπικέκληνται ὀνομάτων· Ἐπιτομὴν Ὀλυμπιονικῶν ἐν βιβλίοις β· καὶ ἄλλα.

2b,257,T

2

SCRIPT. HIST. AUG. X 20, 1: legisse me apud Aelium Maurum Phle‐ gontis Hadriani libertum memini.

2b,257,T

3

PHOT. Bibl. 97: ἀνεγνώσθη Φλέγοντος Τραλλιανοῦ, ἀπελευ‐ θέρου τοῦ αὐτοκράτορος Ἀδριανοῦ, Ὀλυμπιονικῶν καὶ Χρον[ικ]ῶν Συνα‐ γωγή. (2) προσφωνεῖ τὸ σύνταγμα πρὸς Ἀλκιβιάδην τινά, ὃς εἷς ἦν τῶν εἰς τὴν φυλακὴν τεταγμένων τοῦ Ἀδριανοῦ. (3) ἄρχεται δὲ τῆς
5συναγωγῆς ἀπὸ τῆς πρώτης ὀλυμπιάδος, διότι τὰ πρότερα, καθὼς καὶ οἱ ἄλλοι σχεδόν τι πάντες φασίν, οὐκ ἔτυχεν ὑπό τινος ἀκριβοῦς καὶ ἀληθοῦς ἀναγραφῆς, ἀλλὰ ἄλλο τι ἄλλος τῶν ἐπιτυχόντων καὶ οὐ συμφώνως ἔγραψαν, ὅσοις καὶ γράψαι πεφιλοτίμηται. τὴν μὲν οὖν ἀρχὴν τοῦ συγγράμματος, ὥσπερ
10ἔφημεν, ἀπὸ τῆς πρώτης ὀλυμπιάδος ποιεῖται· κάτεισι δ, ὡς αὐτός φησι, μέχρι τῶν Ἀδριανοῦ χρόνων. (4) ἐμοὶ δὲ ἀνεγνώσθη μέχρι τῆς ροζ ὀλυμπιάδος (F 12) ........... μέχρι μὲν οὖν ταύτης μοι τῆς ὀλυμπιάδος ἐν λόγοις πέντε ἡ ἀνάγνωσις γέγονεν.
15 (5) ἔστι δὲ τὴν φράσιν οὔτε λίαν χαμαιπετὴς οὔτε τὸν Ἀττικὸν ἐς τὸ ἀκριβὲς διασώζων χαρακτῆρα. ἄλλως τε δὴ καὶ ἡ περὶ τὰς ὀλυμπιάδας καὶ τὰ ἐν αὐταῖς τῶν ἀγωνισμάτων ὀνόματα καὶ πράξεις καὶ ἡ περὶ τοὺς χρησμοὺς ἄκαιρος φιλοπονία τε καὶ φιλοτιμία, εἰς κόρον ἀπάγουσα τὸν ἀκροατὴν καὶ μηδὲν ἄλλο τῶν ἐν τῶι λόγωι σχεδόν τι προκύπτειν συγχω‐
20ροῦσα, ἀηδῆ τε τὸν λόγον δεικνύει καὶ χάριτος οὐδὲν ἔχειν παρατίθησι.
χρησμοῖς δὲ παντοίοις ἐς ὑπερβολήν ἐστι κεχρημένος.2

2b,257,T

5

SCRIPT. HIST. AUG. I 16, 1: famae celebris Hadrianus tam cupidus fuit, ut libros vitae suae scriptos a se libertis suis litteratis dederit iubens, ut eos suis nominibus publicarent. nam et Phlegontis libri Hadriani
esse dicuntur.1159