TLG 0585 001 :: Publius Aelius PHLEGON :: De mirabilibus

Publius Aelius PHLEGON Paradox.
(Trallianus: A.D. 2)

De mirabilibus

Source: Giannini, A. (ed.), Paradoxographorum Graecorum reliquiae. Milan: Istituto Editoriale Italiano, 1965: 170–218.

Dup. partim 0585 003

Citation: Chapter — section — (line)

t

1

(ΦΛΕΓΟΝΤΟΞ ΤΡΑΛΛΙΑΝΟΥ ΠΕΡΙ ΘΑΥΜΑΞΙΩΝ)

1

1*

〈.....〉 εἰς τὸν ξενῶνα προσπορεύεται ταῖς θύραις, καὶ καιομένου τοῦ λύχνου καθημένην εἶδεν τὴν ἄνθρωπον παρὰ τῷ Μαχάτῃ.

1

.

2

οὐκ ἔτι δὲ καρτερήσασα πλείονα χρόνον διὰ τὸ θαυμαστὸν τῆς φαντασίας τρέχει πρὸς τὴν μητέρα, καὶ βοήσασα μεγάλῃ τῇ φωνῇ «Χαριτοῖ καὶ Δημόστρατε,» ᾤετο δεῖν ἀναστάντας ἐπὶ τὴν θυγατέρα αὐτοὺς μετ’ αὐτῆς
5πορεύεσθαι· πεφηνέναι γὰρ ζῶσαν εἶναί τε μετὰ τοῦ ξένου διά τινα θείαν βούλησιν ἐν τῷ ξενῶνι.

1

.

3

τῆς δὲ Χαριτοῦς παράδοξον λόγον ἀκουούσης συνέβη τὴν ψυχὴν τὸ μὲν πρῶτον ἐκπλαγῆ γενομένην ἐκλυθῆναι διὰ τὸ μέγεθος τῆς ἀγγελίας καὶ διὰ τὴν ταραχὴν τῆς τροφοῦ, μετὰ μικρὸν δὲ μνησθεῖσαν
5τῆς θυγατρὸς κλαίειν, τὰ δὲ ἔσχατα καταγνῶναι τῆς πρεσβύ‐ τιδος μανίαν κελεύειν τε ἀπαλλάττεσθαι ἀπ’ αὐτῆς ταχέως.

1

.

4

ὀνειδιζούσης δὲ τῆς τροφοῦ καὶ λεγούσης μετὰ παρρησίας, ὡς μὴν φρονεῖ τε καὶ ὑγιής ἐστιν, εἰ δὲ δι’ ὄκνον οὐ βούλοιτο τὴν ἰδίαν θυγατέρα ἰδεῖν, μόλις ἡ Χαριτὼ τὰ μὲν βιασθεῖσα ὑπὸ τῆς τροφοῦ, τὰ δὲ εἰδῆσαι βουλομένη τὸ συμβεβηκὸς
5παραγίνεται πρὸς τὰς θύρας τοῦ ξενῶνος· διὰ 〈δὲ〉 τὸ γεγο‐ νέναι πλείονα χρόνον, ὡς ἂν δευτέρας 〈ὥρας ἀπὸ τῆσ〉 ἀγγε‐ λίας συντετελεσμένης, ὀψέ ποτε ἧκεν ἡ Χαριτώ.

1

.

5

διὸ συνέ‐ βαινεν ἐκείνους μὲν ἤδη ἀναπαύεσθαι. ἀνακύψασα δ’ οὖν ἡ
μήτηρ τὰ μὲν ἱμάτια καὶ τὸν τύπον τῆς ὄψεως ἐνόμιζεν ἐπιγι‐ νώσκειν, τὴν δὲ ἀλήθειαν ἐξετάσαι κατ’ οὐδένα τρόπον δυνα‐170
5μένη τὴν ἡσυχίαν ᾤετο δεῖν ἔχειν· πρωὶ γὰρ ἤλπιζεν ἀναστᾶσα καταλήψεσθαι τὴν ἄνθρωπον, ἐὰν δὲ ὑστερήσῃ, διερωτήσειν τὸν Μαχάτην περὶ πάντων· οὐ γὰρ ἄν ποτε ψεύσασθαι τη‐ λικαύτην πρᾶξιν ἐρωτώμενον αὐτόν· διόπερ σιωπήσασα ἀπῆλ‐ θεν.

1

.

6

ὄρθρου δὲ γενομένου τὴν μὲν εἴτε διὰ θείαν βούλησιν εἴτε κατ’ αὐτοματισμὸν λαθοῦσαν ἀπελθεῖν συνέβη, τὴν δὲ παραγινομένην διὰ τὴν ἀπόλυσιν δυσφορεῖν τῷ νεανίσκῳ, καὶ [τῷ ξένῳ] πάντα ἐξ ἀρχῆς ἐξηγησαμένην ἀξιοῦν περὶ τὰ
5γόνατα περιπλεκομένην τοῦ Μαχάτου τὴν ἀλήθειαν εἰπεῖν μηδὲν ἀποκρυψάμενον.

1

.

7

ὁ δὲ νεανίσκος ἀγωνιάσας τὴν ἀρχὴν μὲν διεταράχθη, μόλις δέ ποτε τὸ ὄνομα διεσάφησεν, ὅτι Φιλίν‐ νιον εἴη· καὶ τὴν ἀρχὴν διηγήσατο τῆς εἰσόδου καὶ τὴν ἐπιθυ‐ μίαν αὐτῆς ἐδήλωσεν ὅση εἴη, ὅτι λάθρᾳ τῶν γεννησάντων
5ἔφη παραγίνεσθαι πρὸς αὐτόν, τά τε ὑπολελειμμένα ὑπὸ τῆς ἀνθρώπου, βουλόμενος ποιῆσαι τὸ πρᾶγμα πιστόν, ἀνοίξας τὸν ῥίσκον ἐξαιρεῖ τόν τε δακτύλιον τὸν χρυσοῦν, ὃν ἔλαβεν παρ’ αὐτῆς, καὶ τὴν στηθοδεσμίδα, ἣν ἀπολελοίπει τῇ πρότερον νυκτί.

1

.

8

ὡς δὲ εἶδεν ἡ Χαριτὼ τηλικαῦτα σημεῖα, ἀναβοᾷ καὶ διαρρήξασα ἑαυτῆς τά τε ἐνδύματα καὶ τὸ ἱμάτιον ἀπό τε τῆς κεφαλῆς ῥίψασα τὸν κεκρύφαλον πεσοῦσά τε εἰς τὴν γῆν καὶ περιχυθεῖσα τοῖς γνωρίσμασιν ἐξ ἀρχῆς ἐποίει τὸ
5πένθος.

1

.

9

θεωρῶν δὲ ὁ ξένος τὸ γινόμενον καὶ πάντας ὄντας ὑπερπαθεῖς καὶ θρηνοῦντας, ὡσανεὶ νῦν μέλλοντας κατορύτ‐ τειν τὴν ἄνθρωπον, συνεχεῖτο καὶ παρεκάλει δεόμενος παύσα‐ σθαι, ἐπαγγελλόμενος, ἐὰν παραγένηται, δείξειν αὐτήν. ἡ δὲ
5πεισθεῖσα καὶ ἐντειλαμένη αὐτῷ φροντίσαι μὴ παρέργως τῶν ἐπηγγελμένων ἀπελύθη πρὸς αὑτήν.

1

.

10

νυκτὸς δὲ ἐπιγε‐ νομένης καὶ τῆς ὥρας οὔσης, καθ’ ἣν ἡ Φιλίννιον εἰώθει παρα‐ γίνεσθαι πρὸς αὐτόν, οἱ μὲν προσετήρουν εἰδῆσαι θέλοντες τὴν ἄφιξιν, ἡ δὲ ἧκεν. εἰσελθούσης δὲ κατὰ τὸν εἰθισμένον
172
5καιρὸν καὶ καθεζομένης ἐπὶ τὴν κλίνην, οὐδὲν προσποιηθεὶς ὁ Μαχάτης, ἐξετάσαι δὲ τὸ πρᾶγμα βουλόμενος, τὸ πλέον οὐ πιστεύων, εἰ νεκρᾷ πλησιάζοι, οὕτως ἐπιμελῶς παραγιγνο‐ μένης κατὰ τὸν αὐτὸν καιρόν, ἔτι δὲ δειπνούσης μετ’ αὐτοῦ καὶ συμπινούσης, ἀπίστως εἶχεν οἷς ἐκεῖνοι προήγγειλαν,
10ᾤετο δὴ νεκρορύκτας τινὰς διωρυχέναι τὸν τάφον καὶ πεπρακέ‐ ναι τὰ ἱμάτια καὶ τὰ χρυσία τῷ πατρὶ τῆς ἀνθρώπου. βουλό‐ μενος οὖν τὴν ἀκρίβειαν εἰδῆσαι πέμπει τοὺς παῖδας λάθρᾳ καλοῦντας αὐτούς.

1

.

11

ταχέως δὲ παραγενομένων τοῦ τε Δημοστράτου καὶ τῆς Χαριτοῦς ἰδόντων τε αὐτὴν καὶ γενομέ‐ νων τὸ μὲν πρῶτον ἀφώνων τε καὶ ἐκπλαγῶν διὰ τὸ παράδοξον τῆς ὄψεως, ὕστερον δὲ ἀναβοησάντων μέγα καὶ περιπεσόντων
5τῇ θυγατρί, τότε ἡ Φιλίννιον τοσαῦτ’ εἶπεν αὐτοῖς· «ὦ μῆτερ καὶ πάτερ, ὡς ἀδίκως ἐφθονήσατέ μοι μετὰ τοῦ ξένου ἐπὶ τρεῖς ἡμέρας γενέσθαι ἐν τῇ πατρῴᾳ οἰκίᾳ λυποῦσαν οὐδένα. τοιγαροῦν ὑμεῖς μὲν πενθήσετε ἐξ ἀρχῆς διὰ τὴν πολυπραγ‐ μοσύνην, ἐγὼ δὲ ἄπειμι πάλιν εἰς τὸν διατεταγμένον τόπον·
10οὐ γὰρ ἄνευ θείας βουλήσεως ἦλθον εἰς ταῦτα.»

1

.

12

τοσαῦτα εἰποῦσα παραχρῆμα ἐγένετο νεκρά, ἐξετέτατό τε ἐπὶ τῆς κλίνης ἐμφανὲς τὸ σῶμα. τῆς δὲ μητρὸς περιχυθείσης καὶ τοῦ πατρὸς περὶ αὐτὴν καὶ θορύβου πολλοῦ καὶ θρήνου κατὰ
5τὴν οἰκίαν γενομένου διὰ τὸ πάθος, ὡς ἀνηκέστου γεγονότος συμπτώματος ἅμα τε ἀπίστου θεάματος, ταχέως ἐγένετο διὰ πόλεως τὸ πρᾶγμα περιβόητον καί μοι προσηγγέλθη.

1

.

13

τὴν μὲν οὖν νύκτα ἐκείνην διακατέσχον ἐγὼ τοὺς ὄχλους ἀθροιζομένους ἐπὶ τὴν οἰκίαν, εὐλαβηθεὶς μή τις εἴη νεωτερι‐ σμὸς διαδεδομένης τοιαύτης φήμης.174

1

.

14

ὄρθρου δὲ βαθέος πλῆρες ἦν τὸ θέατρον. ῥηθέντων δὲ πάντων [τῶν] κατὰ μέρος ἔδοξεν πρῶτον εἰσελθεῖν ἐπὶ τὸν τάφον ἡμᾶς καὶ ἀνοίξαντας εἰδῆσαι, πότερον εἴη τὸ σῶμα ἐπὶ τῆς κλίνης ἢ κενὸν 〈τὸν〉
5τόπον εὑρήσομεν· οὐδὲ γὰρ ἑξάμηνος 〈ἐπ〉εγεγόνει τῷ θανάτῳ τῆς ἀνθρώπου.

1

.

15

ἀνοιχθείσης δὲ ὑφ’ ἡμῶν τῆς καμάρας, εἰς ἣν πάντες οἱ οἰκεῖοι μεταλλάξαντες ἐτίθεντο, ἐπὶ μὲν τῶν ἄλλων κλινῶν ἐφάνη τὰ σώματα κείμενα, τῶν δὲ παλαί‐ τερον τετελευτηκότων τὰ ὀστᾶ, ἐπὶ μόνης δὲ ἧς ἡ Φιλίννιον
5ἐτέθη καὶ συνέβη ταφῆναι εὕρομεν ἐπικείμενον τὸν δακτύλιον τὸν σιδηροῦν, ὃς ἦν τοῦ ξένου, καὶ τὸ χρυσόκλυστον ποτήριον, ἅπερ ἔλαβε παρὰ τοῦ Μαχάτου τῇ πρώτῃ τῶν ἡμερῶν.

1

.

16

θαυμάσαντες δὲ καὶ ἐκπλαγέντες εὐθέως παρεγενόμεθα πρὸς τὸν Δημόστρατον εἰς τὸν ξενῶνα ὀψόμενοι τὴν νεκράν, εἰ κατ’ ἀλήθειαν ἐμφανής ἐστιν. ἰδόντες δὲ χαμαὶ κειμένην εἰς τὴν ἐκκλησίαν ἠθροιζόμεθα· τὰ γὰρ γεγονότα μεγάλα
5τε ἦν καὶ ἄπιστα.

1

.

17

θορύβου δὲ ὄντος πανικοῦ κατὰ τὴν ἐκκλησίαν καὶ σχεδὸν οὐδενὸς δυναμένου κρῖναι τὰ πράγματα, πρῶτος Ὕλλος, ὁ νομιζόμενος παρ’ ἡμῖν οὐ μόνον μάντις ἄριστος, ἀλλὰ καὶ οἰωνοσκόπος κομψὸς εἶναι, τά τε ἄλλα
5συνεωρακὼς ἐν τῇ τέχνῃ περιττῶς, ἀναστὰς ἐκέλευεν τὴν μὲν ἄνθρωπον κατακλείειν ἐκτὸς ὁρίων—οὐ γὰρ συμφέρειν ἔτι ταύτην ἐντὸς ὁρίων τεθῆναι εἰς γῆν—ἀποτροπιάσασθαι δὲ Ἑρμῆν Χθόνιον καὶ Εὐμενίδας, εἶτα οὕτω περικαθαίρεσθαι πάντας, ἁγνίσαι δὲ καὶ τὰ ἱερὰ καὶ ὅσα θεοῖς χθονίοις νομί‐
10ζεται ποιῆσαι συνέτασσεν. ἐμοί τε ἰδίᾳ εἶπεν περὶ τοῦ βασι‐
λέως καὶ τῶν πραγμάτων θύειν τε Ἑρμῇ Διί τε Ξενίῳ καὶ Ἄρει, καὶ συντελεῖν ταῦτα μὴ παρέργως.176

1

.

18

ταῦτα δὲ ἀπο‐ φηναμένου αὐτοῦ τὸ μὲν συνταχθὲν ἡμεῖς ἐπράττομεν, ὁ δὲ ξένος ὁ Μαχάτης, πρὸς ὃν παρεγένετο τὸ φάσμα, ὑπ’ ἀθυμίας ἑαυτὸν ἐξήγαγεν τοῦ ζῆν.
5 Ἐὰν οὖν σοι φαίνηται περὶ τούτων γράφειν τῷ βασιλεῖ, ἐπί‐ στειλον κἀμοί, ἵνα καὶ τῶν σωμάτων τινὰ τῶν ἱστορούντων τὰ κατὰ μέρος ἐξαποστείλω σοι. ἔρρωσο.

2

.

1

Ἱστορεῖ δὲ καὶ Ἱέρων ὁ Ἀλεξανδρεὺς ἢ Ἐφέσιος καὶ ἐν Αἰτωλίᾳ φάσμα γενέσθαι.

2

.

2

Πολύκριτος γάρ τις τῶν πολι‐ τῶν ἐχειροτονήθη ὑπὸ τοῦ δήμου Αἰτωλάρχης, ἐπὶ τρία ἔτη τῶν πολιτῶν αὐτὸν ἀξιωσάντων διὰ τὴν ὑπάρχουσαν ἐκ προ‐ γόνων καλοκαγαθίαν. ὢν δὲ ἐν τῇ ἀρχῇ ταύτῃ ἄγεται γυναῖκα
5Λοκρίδα, καὶ συγκοιμηθεὶς τρισὶν νυξὶ τῇ τετάρτῃ τὸν βίον ἐξέλιπεν.

2

.

3

ἡ δὲ ἄνθρωπος ἔμενεν ἐν τῇ οἰκίᾳ χηρεύουσα, ἡνίκα δὲ ὁ τοκετὸς ἤπειγεν, τίκτει παιδίον αἰδοῖα ἔχον δύο, ἀνδρεῖόν τε καὶ γυναικεῖον, καὶ τὴν φύσιν θαυμαστῶς διηλλαγ‐ μένον· τὰ μὲν ἄνω τοῦ αἰδοίου ὅλως σκληρά τε καὶ ἀνδρώδη
5ἦν, τὰ δὲ περὶ τοὺς μηροὺς γυναικεῖα καὶ ἁπαλώτερα.

2

.

4

ἐφ’ ᾧ καταπλαγέντες οἱ συγγενεῖς ἀπήνεγκαν εἰς τὴν ἀγορὰν τὸ παιδίον καὶ συναγαγόντες ἐκκλησίαν ἐβουλεύοντο περὶ αὐτοῦ, θύτας τε καὶ τερατοσκόπους συγκαλέσαντες. τῶν δὲ οἱ μὲν ἀπεφήναντο διάστασίν τινα τῶν Αἰτωλῶν καὶ Λο‐
5κρῶν ἔσεσθαι—κεχωρίσθαι γὰρ ἀπὸ μητρὸς οὔσης Λοκρί‐ δος καὶ πατρὸς Αἰτωλοῦ—οἱ δὲ δεῖν ᾤοντο τὸ παιδίον καὶ τὴν μητέρα ἀπενέγκοντας εἰς τὴν ὑπερορίαν κατακαῦσαι.

2

.

5

ταῦτα δὲ αὐτῶν βουλευομένων ἐξαίφνης φαίνεται ὁ Πολύκρι‐ τος ὁ προτεθνηκὼς ἐν τῇ ἐκκλησίᾳ πλησίον τοῦ τέκνου ἔχων ἐσθῆτα μέλαιναν.

2

.

6

τῶν δὲ πολιτῶν καταπλαγέντων ἐπὶ τῇ φαντασίᾳ καὶ πολλῶν εἰς φυγὴν τραπομένων παρεκάλεσε τοὺς πολίτας θαρρεῖν καὶ μὴ ταράττεσθαι ἐπὶ τῷ γεγονότι φάσματι. ἐπεὶ δὲ ἔληξε τὸ πλέον τοῦ θορύβου καὶ τῆς ταραχῆς, ἐφθέγξατο
178
5λεπτῇ τῇ φωνῇ τάδε· «ἐγὼ, ἄνδρες πολῖται, τῷ μὲν σώματι τέθνηκα, τῇ δὲ εὐνοίᾳ καὶ τῇ χάριτι 〈τῇ〉 πρὸς ὑμᾶς ζῶ. καὶ νῦν πάρειμι 〈ὑμῖν〉 παραιτησάμενος τοὺς κυριεύοντας τῶν κατὰ γῆν ἐπὶ τῷ συμφέροντι τῷ ὑμετέρῳ. παρακαλῶ τοίνυν ὑμᾶς πολίτας ὄντας ἐμαυτοῦ μὴ ταράττεσθαι μηδὲ δυσχεραί‐
10νειν ἐπὶ τῷ παραδόξῳ γεγονότι φάσματι. δέομαι δὲ ὑμῶν ἁπάντων, κατευχόμενος πρὸς τῆς ἐκάστου σωτηρίας, ἀποδοῦ‐ ναί μοι τὸ παιδίον τὸ ἐξ ἐμοῦ γεγεννημένον, ὅπως μηδὲν βίαιον γένηται ἄλλο τι βουλευσαμένων ὑμῶν, μηδ’ ἀρχὴ πραγ‐ μάτων δυσχερῶν καὶ χαλεπῶν διὰ τὴν πρὸς ἐμὲ φιλονεικίαν
15ὑμῖν γένηται. οὐ γὰρ ἐνδέχεταί μοι περιιδεῖν κατακαυθὲν τὸ παιδίον ὑφ’ ὑμῶν διὰ τὴν τῶν ἐξαγγελλόντων ὑμῖν μάντεων ἀποπληξίαν. συγγνώμην μὲν οὖν ὑμῖν ἔχω, ὅτι τοιαύτην ὄψιν ἀπροσδόκητον ἑωρακότες ἀπορεῖτε πῶς ποτε τοῖς παροῦσι πράγμασιν ὀρθῶς χρήσεσθε. εἰ μὲν οὖν ἐμοὶ πεισθήσεσθε ἀδεῶς,
20τῶν παρόντων φόβων καὶ τῶν ἐπερχομένων κακῶν ἔσεσθε ἀπηλλαγμένοι. εἰ δὲ ἄλλως πως τῇ γνώμῃ προσπεσεῖσθε, φοβοῦμαι περὶ ὑμῶν μήποτε εἰς ἀνηκέστους συμφορὰς ἀπει‐ θοῦντες ἡμῖν ἐμπέσητε. ἐγὼ μὲν οὖν διὰ τὴν ὑπάρχουσαν εὔνοιαν ὅτ’ ἔζων καὶ νῦν ἀπροσδοκήτως παρὼν προείρηκα τὸ
25συμφέρον ὑμῖν. ταῦτ’ οὖν ὑμᾶς ἀξιῶ μὴ πλείω με χρόνον παρέλκειν, ἀλλὰ βουλευσαμένους ὀρθῶς καὶ πεισθέντας τοῖς εἰρημένοις ὑπ’ ἐμοῦ δοῦναί μοι μετ’ εὐφημίας τὸ παιδίον. οὐ γὰρ ἐνδέχεταί μοι πλείονα μηκύνειν χρόνον διὰ τοὺς κατὰ γῆν ὑπάρχοντας δεσπότας.»

2

.

7

ταῦτα δὲ εἰπὼν ἡσυχίαν ἔσχεν ἐπ’ ὀλίγον, καραδοκῶν ποίαν ποτὲ ἐξοίσουσιν αὐτῷ γνώμην περὶ τῶν ἀξιουμένων. τινὲς μὲν οὗν ᾤοντο δεῖν ἀποδοῦναι τὸ παιδίον καὶ ἀφοσιώσασθαι τό τε φάσμα καὶ τὸν ἐπιστάντα
180
5δαίμονα, οἱ δὲ πλεῖστοι ἀντέλεγον, μετὰ ἀνέσεως δεῖν βουλεύ‐ σασθαι φάσκοντες, ὡς ὄντος μεγάλου τοῦ πράγματος καὶ οὐ τῆς τυχούσης αὐτοῖς ἀπορίας.

2

.

8

συνιδὼν δὲ αὐτοὺς οὐ προσ‐ έχοντας, ἀλλ’ ἐμποδίζοντας αὐτοῦ τὴν βούλησιν, ἐφθέγξατο αὖθις τάδε· «ἀλλ’ οὖν γε, ὦ ἄνδρες πολῖται, ἐὰν ὑμῖν συμβαίνῃ τι τῶν δυσχερεστέρων διὰ τὴν ἀβουλίαν, μὴ ἐμὲ αἰτιᾶσθε,
5ἀλλὰ τὴν τύχην τὴν οὕτως ἐπὶ τὸ χεῖρον ὑμᾶς ποδηγοῦσαν, ἥτις ἐναντιουμένη κἀμοὶ παρανομεῖν ἀναγκάζει με εἰς τὸ ἴδιον τέκνον.»

2

.

9

τοῦ δὲ ὄχλου συνδραμόντος καὶ ἔριν περὶ [τὴν ἄρσιν] τοῦ τέρατος ἔχοντος, ἐπιλαβόμενος τοῦ παιδίου καὶ τοὺς πλείστους αὐτῶν ἀνείρξας ἰταμώτερον διέσπασέ τε αὐτὸ καὶ ἤσθιε.

2

.

10

κραυγῆς δὲ γενομένης καὶ λίθων ἐπ’ αὐτὸν ἐκριπτομένων ὑπελάμβανον τροπὴν αὐτοῦ ποιήσασθαι. ὁ δὲ ἄπληκτος ὢν ὑπὸ τῶν λίθων τὸ σῶμα πᾶν παιδίου κατ‐ ανάλωσε πλὴν τῆς κεφαλῆς καὶ αὐτίκα ἀφανὴς ἐγένετο.

2

.

11

δυσφορούντων δ’ αὐτῶν ἐπὶ τοῖς γενομένοις καὶ ἐν ἀπορίᾳ καθεστηκότων οὐ τῇ τυχούσῃ, βουλομένων τε ἀποστεῖλαι εἰς Δελφούς, φθέγγεται ἡ κεφαλὴ τοῦ παιδίου ἐπὶ τοῦ ἐδάφους κειμένη καὶ λέγει χρησμῷ τὰ ἀποβησόμενα·
5ὦ πολυύμνητον ναίων χθόνα λαὸς ἀπείρων, μὴ στεῖχ’ ἐς Φοίβου τέμενος ναόν τε θυώδη· οὐ γάρ σοι καθαραὶ χέρες αἵματος αἰθέρ’ ἔχουσιν, ἀλλὰ μύσος προπάροιθε ποδῶν ἔντοσθε κελεύθου. φράζεο δ’ ἐξ ἐμέθεν, τρίποδος δ’ ἀπόειπε κέλευθον·
10μαντοσύνης πᾶσαν γὰρ ἐφετμήν σοι καταλέξω.
ἤματι γὰρ τούτῳ περιτελλομένου ἐνιαυτοῦ ὥρισται πᾶσιν θάνατος, ψυχαὶ δὲ βίονται Λοκρῶν Αἰτωλῶν τ’ ἀναμὶξ βουλῇσιν Ἀθήνης. οὐδ’ ἀναπαύλησις κακοῦ ἔσσεται οὐδ’ ἠβαιόν·182
15ἤδη γὰρ ψακάδες φόνιαι κατὰ κρᾶτα κέχυνται, νὺξ δ’ ἐπὶ πάντα κέκευθε, μέλας δ’ ἐπιδέδρομεν αἴθρη. αὐτίκα νὺξ δ’ ἔρεβος πᾶσαν κατὰ γαῖαν ὄρωρεν, χῆροι δ’ οἴκοι πάντες ἐπ’ οὔδεϊ γυῖα κλινοῦσιν, οὐδὲ γυνὴ πένθος ποτὲ λείψεται, οὐδέ νυ παῖδες
20 ἃν μεγάροις γοόωσι, φίλους πατέρας περιφύντες· τοῖον γὰρ τόδε κῦμα κατέδραμε πᾶσι κατ’ ἄκρης. αἲ αἲ πατρίδ’ ἐμὴν αἰεὶ στένω αἰνὰ παθοῦσαν μητέρα τ’ αἰνοτάτην, ἣν ὕστερον ἔκλυσεν αἰών. νώνυμνόν τε θεοὶ γένεσιν θήσουσιν ἅπαντες
25Λοκρῶν τ’ Αἰτωλῶν θ’ ὅ τί που καὶ σπέρμα λίποιτο, οὕνεκ’ ἐμὴν κεφαλὴν λίποι αἰών, οὐδέ νυ πάντα σώματος ἠφάνικεν μέλε’ ἄκριτα, λεῖπε δὲ γαῖαν. ἀλλ’ ἄγ’ ἐμὴν κεφαλὴν θέμεν’ ἠοῖ φαινομένῃφι, μηδέ θ’ ὑπὸ ζοφερὴν γαῖαν κατακρυπτέμεν ἔνδον·
30αὐτοὺς δὲ προλιπόντας ἑὸν χῶρον μετόπισθεν στείχειν εἰς ἄλλον χῶρον καὶ λαὸν Ἀθήνης, εἴ τινά που θανάτοιο λύσιν κατὰ μοῖραν ἕλησθε.

2

.

12

ἀκούσαντες δὲ οἱ Αἰτωλοὶ τοῦ χρησμοῦ, γυναῖκας μὲν καὶ τὰ νήπια τέκνα τούς τε ὑπεργήρως ὑπεξέθεντο οὗ ἕκαστος ἐδύνατο, αὐτοὶ δὲ ἔμενον καραδοκοῦντες τὸ ἀποβησόμενον. καὶ συνέβη τῷ ἑξῆς ἔτει Αἰτωλοῖς καὶ Ἀκαρνᾶσι συστῆναι
5πόλεμον καὶ φθορὰν πολλὴν ἑκατέρων γενέσθαι.

3

.

1

Ἱστορεῖ δὲ καὶ Ἀντισθένης, ὁ περιπατητικὸς φιλόσο‐
φος, Ἀκείλιον Γλαβρίωνα τὸν ὕπατον μετὰ πρεσβευτῶν Πορ‐ κίου Κάτωνος καὶ Λουκίου Οὐαλερίου Φλάκκου παραταξάμενον Ἀντιόχῳ ἐν Θερμοπύλαις γενναίως τε ἀγωνισάμενον βιάσασθαι184
5ῥίψαι μὲν τὰ ὅπλα τοὺς μετ’ Ἀντιόχου, αὐτὸν δὲ τὰ μὲν πρῶτα εἰς Ἐλάτειαν μετὰ πεντακοσίων ὑπασπιστῶν φυγεῖν, ἐκεῖθεν δὲ πάλιν εἰς Ἔφεσον ἀναγκάσαι ὑπεξελθεῖν.

3

.

2

ὁ δὲ Ἀκεί‐ λιος Κάτωνα μὲν εἰς Ῥώμην ἀπέστειλεν ἀπαγγελοῦντα τὴν νίκην, αὐτὸς δὲ ἐπ’ Αἰτωλοὺς καθ’ Ἡράκλειαν ἐστράτευσεν, ἣν ἐξ εὐμαροῦς ἔλαβεν.

3

.

3

ἐν δὲ τῇ παρατάξει τῇ γενομένῃ πρὸς Ἀντίοχον ἐν Θερμοπύλαις ἐπιφανέστατα σημεῖα ἐγένετο Ῥωμαίοις. ἀποσφαλέντος γὰρ Ἀντιόχου καὶ φυγόντος τῇ ἐπιούσῃ ἡμέρᾳ ἐγίνοντο οἱ Ῥωμαῖοι περὶ ἀναίρεσιν τῶν ἐκ
5τῆς σφετέρας δυνάμεως πεπτωκότων καὶ περὶ συλλογὴν λαφύ‐ ρων τε καὶ σκύλων καὶ αἰχμαλώτων.

3

.

4

Βούπλαγος δέ τις, τῶν ἀπὸ Συρίας ἱππάρχης, τιμώμενος παρὰ τῷ βασιλεῖ Ἀντιό‐ χῳ, ἔπεσε καὶ αὐτὸς γενναίως ἀγωνισάμενος. ἀναιρουμένων δὲ τῶν Ῥωμαίων πάντα τὰ σκῦλα καὶ μεσούσης τῆς ἡμέρας
5ἀνέστη ὁ Βούπλαγος ἐκ τῶν νεκρῶν, ἔχων τραύματα δέκα δύο, καὶ παραγενόμενος εἰς τὸ στρατόπεδον αὐτῶν ἀνεῖπε λεπτῇ τῇ φωνῇ τούσδε τοὺς στίχους·
παῦσαι σκυλεύων στρατὸν Ἄιδος εἰς χθόνα βάντα·
ἤδη γὰρ Κρονίδης νεμεσᾷ Ζεὺς μέρμερα λεύσσων,
10μηνίει δὲ φόνῳ στρατιᾶς καὶ σοῖσιν ἐπ’ ἔργοις, καὶ πέμψει φῦλον θρασυκάρδιον εἰς χθόνα τὴν σήν, οἵ ς’ ἀρχῆς παύσουσιν, ἀμείψῃ δ’ οἷά γ’ ἔρεξας.

3

.

5

ταραχθέντες δὲ οἱ στρατηγοὶ ἐπὶ τοῖς ῥηθεῖσιν διὰ ταχέων συνήγαγον τὸ πλῆθος εἰς ἐκκλησίαν καὶ ἐβουλεύοντο περὶ τοῦ γεγονότος φάσματος. ἔδοξεν οὖν τὸν μὲν Βούπλαγον
παραχρῆμα μετὰ τὰ λεχθέντα ἔπη ἀποπνεύσαντα κατακαύ‐186
5σαντας θάψαι, καθαρμὸν δὲ ποιήσαντας τοῦ στρατοπέδου θῦσαι Διὶ Ἀποτροπαίῳ καὶ πέμψαι εἰς Δελφοὺς ἐρωτήσοντας τὸν θεόν τί χρὴ ποιεῖν.

3

.

6

παραγενομένων δὲ Πυθῶδε τῶν θεωρῶν καὶ πυνθανομένων τί ποιητέον, ἀνεῖπεν ἡ Πυθία τόνδε τὸν χρησμόν·
ἴσχεο νῦν, Ῥωμαῖε, δίκη δέ τοι ἔμμονος ἔστω,
5μή σοι ἐφορμήσῃ Παλλὰς πολὺ φέρτερον Ἄρη χηρώσῃ τ’ ἀγοράς· σὺ δέ, νήπιε, πολλὰ μογήσας ἵξεαι ἐς χώρην τὴν σὴν πολὺν ὄλβον ὀλέσσας.

3

.

7

ἀκούσαντες οὖν τοῦ λόγου τούτου, τὸ μὲν ἐπιστρατεῦσαι ἐπί τινα τῶν ἐν τῇ Εὐρώπῃ κατοικούντων ἀπέγνωσαν τὸ παράπαν, ἀναζεύξαντες δὲ ἀπὸ τοῦ προειρημένου τόπου παρε‐ γένοντο ἐπὶ Ναύπακτον τῆς Αἰτωλίας, οὗ ἐστιν ἱερὸν κοινὸν
5τῶν Ἑλλήνων, εὐτρέπιζόν τε θυσίας δημοτελεῖς ἀπαρχάς τε ἐξ ἔθους.

3

.

8

τούτων δὲ ἐπιτελουμένων ὁ στρατηγὸς Πόπλιος ἐμμανὴς γενόμενος καὶ παράφρων ἀποφθέγγεται πολλά τινα ἐνθουσιωδῶς, τὰ μὲν ἐν μέτρῳ, ἐστὶν δ’ ἃ καὶ καταλογάδην. διαγγελθέντος δὲ τῷ πλήθει τοῦ πράγματος συνέθεον πάντες
5πρὸς τὴν σκηνὴν τοῦ Ποπλίου, ἅμα μὲν ὑπαγωνιῶντες καὶ ἐκπεπληγμένοι ἐπὶ τῷ τὸν κράτιστον αὐτῶν καὶ δυνάμενον ἀφηγεῖσθαι μετ’ ἐμπειρίας ἠτυχηκέναι, ἅμα δὲ ἀκούειν βου‐ λόμενοι τὰ λεγόμενα, ὥστε τινὰς αὐτῶν πιεσθέντα βιαιότερον ἀποπνιγῆναι. τὰ μὲν οὖν ἐν μέτρῳ ῥηθέντα ὑπ’ αὐτοῦ, ἔτι
10ὄντος ἐν τῇ σκηνῇ, ἐστὶν τάδε·
ὦ πατρὶς, οἷόν σοι λυγρὸν φέρει Ἄρη Ἀθήνη,
ἡνίκα πορθήσας’ Ἀσίην πολύολβον ἵκηαι
Ἰταλίην ἐς γαῖαν ἐυστεφάνους τε πόληας Θρινακίης νήσου πολυηράτου, ἣν κτίσατο Ζεύς.188
15ἥξει γὰρ στρατιὴ πολυφέρτατος, ὀβριμόθυμος, τηλόθεν ἐξ Ἀσίης, ὅθεν ἡλίου ἀντολαί εἰσιν, καὶ βασιλεὺς διαβὰς στεινὸν πόρον Ἑλλησπόντου ὅρκια πιστὰ τεμεῖ πρὸς κοίρανον Ἠπειρώτην· ἥξει δ’ Αὐσονίην στρατιὴν ἀνάριθμον ἀγείρας
20πάντοθεν ἔκ τ’ Ἀσίης ἠδ’ Εὐρώπης ἐρατεινῆς, καί σε δαμᾷ, χήρους δ’ οἴκους καὶ τείχεα θήσει, δουλοσύνην δ’ ἐπὶ πᾶσιν ἐλεύθερον ἦμαρ ἀπούρας τεύξει μήνιδος οὕνεκ’ Ἀθηναίης μεγαθύμου.

3

.

9

ἀνειπὼν δὲ τοὺς στίχους τούτους ὥρμησεν ἐκ τῆς σκηνῆς ἐν χιτῶνι καὶ ἀπεφθέγγετο καταλογάδην τάδε· «μηνύομεν, ὦ ἄνδρες στρατιῶται καὶ πολῖται, διαβάντας ἐκ τῆς Εὐρώπης ἐπὶ τὴν Ἀσίαν νικῆσαι ὑμᾶς τὸν βασιλέα Ἀντίοχον ναυμα‐
5χήσαντάς τε καὶ πεζῇ παραταξαμένους, κυριεῦσαι δὲ τῆς ἐπίταδε τοῦ Ταύρου χώρας πάσης καὶ τῶν πόλεων τῶν ἐκτι‐ σμένων ἐν αὐτῇ, ἐκβαλόντας τὸν Ἀντίοχον εἰς Συρίαν· ταύτην δὲ παραδοθῆναι καὶ τὰς πόλεις τοῖς Ἀττάλου υἱοῖς, Γαλάτας τε τοὺς κατοικοῦντας ἐν τῇ Ἀσίᾳ παραταξαμένους πρὸς ὑμᾶς
10ἡσσηθῆναι, τῶν τε γυναικῶν καὶ τέκνων καὶ τῆς ἀποσκευῆς πάσης κυριεῦσαι ὑμᾶς καὶ ἀγαγεῖν εἰς τὴν Εὐρώπην· τοὺς δὲ κατοικοῦντας ἐν τῇ Εὐρώπῃ τὴν παραλίαν Θρᾷκας τῆς τε Προποντίδος καὶ Ἑλλησπόντου ἀναλύουσιν ὑμῖν ἀπὸ τῆς στρατείας ἐπίθεσιν ποιήσασθαι περὶ τὴν τῶν Αἰνίων χώραν
15καί τινας διαφθείραντας ἀφελέσθαι μέρος τι τῆς προνομῆς· δημωθέντων δὲ τῶν ἄλλων καὶ κομισθέντων εἰς Ῥώμην ἔσεσθαι συνθήκας πρὸς βασιλέα Ἀντίοχον, ἐφ’ ᾧ χρήματα μὲν εἰσοίσει καὶ χώρας τινὸς ἀποστήσεται.»190

3

.

10

ἀναγορεύσας δὲ ταῦτα ἀνεκεκράγει μεγάλῃ τῇ φωνῇ λέγων τάδε· «ἐκ τῆς Ἀσίας ὁρῶ διαβαινούσας δυνάμεις χαλκοστέρνους καὶ βασιλέας ἐπὶ τὸ αὐτὸ συναγομένους καὶ ἔθνη παντοδαπὰ ἐπὶ
5τὴν Εὐρώπην, ἵππων τε κτύπον δοράτων τε ψόφον καὶ φόνον αἱματόφυρτον λεηλασίαν τε δεινὴν πτώσεις τε πύργων καὶ τειχῶν κατασκαφὰς ἐρημίαν τε χθονὸς ἀμύθητον.»

3

.

11

ταῦ‐ τα δὲ εἰπὼν ἔλεξεν αὖθις ἐν ἔπεσι τάδε·
ἡνίκα Νησαῖοι χρυσάμπυκες ἀργέται ἵπποι
βῶσιν ἐπὶ χθόνα δῖαν, ἑὴν προλιπόντες ἐφέδρην
5—οὕς ποτ’ ἐν ἄστει τεῦξε Συρηκοσίων πολυόλβων δαίδαλος Ἠετίων, φιλίην πολυήρατον αὔξων, δαῖτ’ ἐπὶ χαλκείῃ, δεσμοῖς δ’ ἐπὶ δεσμὸν ἴαλλεν χρύσεον, ἐν δ’ αὐτὸν πᾶσιν Ὑπερίονος υἱὸν ἥρμοσεν ἀκτίνεσσι καὶ ὄμμασι μαρμαίροντα—
10καὶ τότε σοί, Ῥώμη, χαλέπ’ ἄλγεα πάντα τελεῖται. ἥξει γὰρ στρατὸς εὐρύς, ὅ σου χθόνα πᾶσαν ὀλέσσει, χηρώσει δ’ ἀγοράς, ἄστη δέ τε πυρπόλα θήσει, αἵματι δὲ πλήσει ποταμούς, πλήσει δὲ καὶ Ἅιδην, δουλοσύνην τ’ οἰκτρήν, στυγερήν, ἀτέκμαρτον ἐφήσει.
15οὐδὲ γυνὴ πόσιν ὅν γ’ ὑποδέξεται ἐκ πολέμοιο νοστήσαντ’, Ἀΐδης δὲ καταχθόνιος, μελανείμων ἕξει ἐνὶ φθιμένοισιν ὁμοῦ τέκνα μητρὸς ἀπούρας, Ἄρης δ’ ἀλλοδαπὸς περιθήσει δούλιον ἦμαρ.192

3

.

12

ἀποφθεγξάμενος δὲ ταῦτα ἐσιώπησεν καὶ πορευθεὶς ἔξω τοῦ στρατοπέδου ἀνέβη ἐπί τινα δρῦν. ἐπακολουθήσαντος δὲ τοῦ ὄχλου προσεκαλέσατο αὐτοὺς καὶ εἶπε τάδε· «ἐμοὶ μέν, ὦ ἄνδρες Ῥωμαῖοι καὶ οἱ λοιποὶ στρατιῶται, καθήκει τελευτή‐
5σαντι ὑπὸ λύκου πυρροῦ εὐμεγέθους καταβρωθῆναι ἐν τῇ σήμερον ἡμέρᾳ, ὑμεῖς δὲ τὰ ῥηθέντα ὑπ’ ἐμοῦ γινώσκετε συμβησόμενα ὑμῖν πάντα, τεκμηρίοις χρώμενοι τῇ νῦν ἐσομένῃ ἐπιφανείᾳ τοῦ θηρίου τε καὶ τῇ ἐμῇ ἀναιρέσει, ὅτι ἀληθῆ εἴρηκα ἔκ τινος θείας ὑποδείξεως.» τοσαῦτα δὲ εἰπὼν ἐκέλευσεν
10αὐτοὺς ἀποστῆναι καὶ μηδένα κωλύσαι τὸ θηρίον προσελθεῖν φάσκων, ἐὰν ἀποστρέψωσιν, οὐ συνοίσειν αὐτοῖς.

3

.

13

ποιή‐ σαντος δὲ τοῦ πλήθους τὸ προσταχθὲν οὐκ εἰς μακρὰν παρα‐ γίνεται ὁ λύκος. ἰδὼν δὲ αὐτὸν ὁ Πόπλιος κατέβη ἀπὸ τῆς δρυὸς καὶ ἔπεσεν ὕπτιος, ὁ δὲ λύκος ἀνασχίσας αὐτὸν κατε‐
5δαίνυτο πάντων ὁρώντων. ἀναλώσας δὲ τὸ σῶμα αὐτοῦ πλὴν τῆς κεφαλῆς ἐτράπετο εἰς τὸ ὄρος.

3

.

14

προσελθόντος δὲ τοῦ ὄχλου καὶ βουλομένου ἀνελέσθαι τὰ ἀπολελειμμένα κτερίσαι τε αὐτὸν νομίμως, ἡ κεφαλὴ κειμένη ἐπὶ τῆς γῆς ἀνεῖπε τοὺς στίχους τοιούτους·
5μὴ ψαῦ’ ἡμετέρης κεφαλῆς· οὐ γὰρ θέμις ἐστίν, οἷσιν Ἀθηναίη χόλον ἄγριον ἐν φρεσὶ θῆκεν, ἅπτεσθαι θείοιο καρήατος· ἀλλὰ πέπαυσο μαντοσύνην τ’ ἐπάκουσον, ἀληθέα ᾗπερ ἐρῶ σοι. ἥξει γὰρ χθόνα τήνδε πολὺς καὶ καρτερὸς Ἄρης,
10ὃς λαὸν μὲν ἔνοπλον ὑπὸ σκότον Ἀΐδι πέμψει, ῥήξει δ’ αὖ λιθίνους πύργους καὶ τείχεα μακρά, ὄλβον δ’ ἡμέτερον καὶ νήπια τέκν’ ἀλόχους τε μάρψας εἰς Ἀσίην ἄξει διὰ κῦμα περήσας. ταῦτά σοι εἴρηκεν νημερτέα Φοῖβος Ἀπόλλων194
15Πύθιος, ὅς μοι ἑὸν κρατερὸν θεράποντ’ ἐπιπέμψας ἤγαγεν εἰς μακάρων τε δόμους καὶ Περσεφονείης.

3

.

15

ἀκούσαντες δὲ τῶν ἐπῶν τούτων οὐ μετρίως ἐταράχθη‐ σαν, ἱδρυσάμενοί τε ναὸν Ἀπόλλωνος Λυκίου καὶ βωμόν, οὗπερ ἔκειτο ἡ κεφαλή, ἐνέβησαν εἰς τὰς ναῦς καὶ ἀπέπλεον ἕκαστος ἐπὶ τὰς ἑαυτῶν πατρίδας. καὶ συνέβη ἅπαντα τὰ
5ὑπὸ τοῦ Ποπλίου ῥηθέντα γενέσθαι.

4

.

1

Ἱστορεῖ δὲ Ἡσίοδος καὶ Δικαίαρχος καὶ Κλέαρχος καὶ Καλλίμαχος καὶ ἄλλοι τινὲς περὶ Τειρεσίου τάδε. Τειρεσίαν τὸν Εὐήρους ἐν Ἀρκαδίᾳ [ἄνδρα ὄντα] ἐν τῷ ὄρει τῷ ἐν Κυλλή‐ νῃ ὄφεις ἰδόντα ὀχεύοντας τρῶσαι τὸν ἕτερον καὶ παραχρῆμα
5μεταβαλεῖν τὴν ἰδέαν· γενέσθαι γὰρ ἐξ ἀνδρὸς γυναῖκα καὶ μιχθῆναι ἀνδρί.

4

.

2

τοῦ δὲ Ἀπόλλωνος αὐτῷ χρήσαντος ὡς, ἐὰν τηρήσας ὀχεύοντας ὁμοίως τρώσῃ τὸν ἕνα, ἔσται οἷος ἦν, παραφυλάξαντα τὸν Τειρεσίαν ποιῆσαι τὰ ὑπὸ τοῦ θεοῦ ῥη‐ θέντα καὶ οὕτως κομίσασθαι τὴν ἀρχαίαν φύσιν.

4

.

3

Διὸς δὲ ἐρίσαντος Ἥρᾳ καὶ φαμένου ἐν ταῖς συνουσίαις πλεονεκτεῖν τὴν γυναῖκα τοῦ ἀνδρὸς τῇ τῶν ἀφροδισίων ἡδονῇ, καὶ τῆς Ἥρας φασκούσης τὰ ἐναντία, δόξαι αὐτοῖς μεταπεμψαμένοις
5ἔρεσθαι τὸν Τειρεσίαν διὰ τὸ τῶν τρόπων ἀμφοτέρων πεπει‐ ρᾶσθαι. τὸν δὲ ἐρωτώμενον ἀποφήνασθαι, διότι μοιρῶν οὐσῶν δέκα τὸν ἄνδρα τέρπεσθαι τὴν μίαν, τὴν δὲ γυναῖκα τὰς ἐννέα.

4

.

4

τὴν δὲ Ἥραν ὀργισθεῖσαν κατανύξαι αὐτοῦ τοὺς ὀφθαλ‐ μοὺς καὶ ποιῆσαι τυφλόν, τὸν δὲ Δία δωρήσασθαι αὐτῷ τὴν
μαντικὴν καὶ βιοῦν ἐπὶ γενεὰς ἐπτά.196

5

.

1

Οἱ αὐτοὶ ἱστοροῦσιν κατὰ τὴν Λαπίθων χώραν γενέσθαι Ἐλάτῳ τῷ βασιλεῖ θυγατέρα ὀνομαζομένην Καινίδα.

5

.

2

ταύτῃ δὲ Ποσειδῶνα μιγέντα ἐπαγγείλασθαι ποιήσειν αὐτῇ ὃ ἂν ἐθέλῃ, τὴν δὲ ἀξιῶσαι μεταλλάξαι αὐτὴν εἰς ἄνδρα ποιῆσαί τε ἄτρωτον.

5

.

3

τοῦ δὲ Ποσειδῶνος κατὰ τὸ ἀξιωθὲν ποιή‐ σαντος μετονομασθῆναι Καινέα.

6

.

1

Καὶ ἐν Ἀντιοχείᾳ δὲ τῇ πρὸς Μαιάνδρῳ ποταμῷ ἐγένετο ἀνδρόγυνος, ἄρχοντος Ἀθήνησιν Ἀντιπάτρου, ὑπατευόντων ἐν Ῥώμῃ Μάρκου Βινικίου καὶ Τίτου Στατιλίου Ταύρου, τοῦ Κουρβίνου ἐπικληθέντος.

6

.

2

παρθένος γὰρ γονέων ἐπι‐ σήμων τρισκαιδεκαέτις ὑπάρχουσα ὑπὸ πολλῶν ἐμνηστεύετο, οὖσα εὐπρεπής. ὡς δ’ ἐνεγυήθη ᾧ οἱ γονεῖς ἐβούλοντο, ἐνστάσης τῆς ἡμέρας τοῦ γάμου προϊέναι τοῦ οἴκου μέλλουσα αἰφνιδίως
5πόνου ἐμπεσόντος αὐτῇ σφοδροτάτου ἐξεβόησεν.

6

.

3

ἀναλα‐ βόντες δ’ αὐτὴν οἱ προσήκοντες ἐθεράπευον ὡς ἀλγήματα ἔχου‐ σαν κοιλίας καὶ στρόφους τῶν ἐντός· τῆς δὲ ἀλγηδόνος ἐπι‐ μενούσης τρισὶν ἡμέραις ἑξῆς ἀπορίαν τε πᾶσι τοῦ πάθους
5ποιοῦντος, τῶν πόνων οὔτε νυκτὸς οὔτε ἡμέρας ἔνδοσιν λαμ‐ βανόντων, καίτοι πᾶσαν μὲν θεραπείαν αὐτῇ προσφερόντων 〈τῶν〉 ἐν τῇ πόλει ἰατρῶν, μηδεμίαν δὲ τοῦ πάθους δυνα‐ μένων αἰτίαν εὑρεῖν, τῇ τετάρτῃ τῶν ἡμερῶν περὶ τὸν ὄρθρον μείζονα τῶν πόνων ἐπίδοσιν λαμβανόντων, σὺν μεγάλῃ οἰμωγῇ
10ἀνακραγούσης, ἄφνω αὐτῇ ἀρσενικὰ μόρια προέπεσεν, καὶ ἡ κόρη ἀνὴρ ἐγένετο.

6

.

4

μετὰ δὲ χρόνον εἰς Ῥώμην ἀνηνέχθη πρὸς Κλαύδιον Καίσαρα· ὁ δὲ τούτου ἕνεκα τοῦ σημείου ἐν Καπετωλίῳ Διὶ Ἀλεξικάκῳ ἱδρύσατο βωμόν.

7

.

1

Ἐγένετο καὶ ἐν Μηουανίᾳ, πόλει τῆς Ἰταλίας, ἐν Ἀγριπ‐ πίνης τῆς Σεβαστῆς ἐπαύλει ἀνδρόγυνος, ἄρχοντος Ἀθήνησιν
Διονυσοδώρου, ὑπατευόντων ἐν Ῥώμῃ Δέκμου Ἰουνίου Σιλα‐ νοῦ Τορκουάτου καὶ Κοΐντου Ἁτερίου Ἀντωνίνου.198

7

.

2

Φιλω‐ τὶς γάρ τις ὀνόματι παρθένος, Σμυρναία τὸ γένος, ὡραία πρὸς γάμον ὑπὸ τῶν γονέων κατεγγεγυημένη ἀνδρί, μορίων αὐτῇ προφανέντων ἀρρενικῶν ἀνὴρ ἐγένετο.

8

.

1

Καὶ ἄλλος δέ τις ἀνδρόγυνος κατὰ τοὺς αὐτοὺς χρόνους ἐγένετο ἐν Ἐπιδαύρῳ, γονέων ἀπόρων παῖς, ὃς ἐκαλεῖτο πρό‐ τερον Συμφέρουσα, ἀνὴρ δὲ γενόμενος ὠνομάζετο Συμφέρων, κηπουρῶν δὲ τὸν βίον διῆγεν.

9

.

1

Καὶ ἐς Λαοδίκειαν δὲ τῆς Συρίας γυνή, ὀνόματι Αἰτητή, συνοικοῦσα τῷ ἀνδρὶ ἔτι μετέβαλε τὴν μορφὴν καὶ μετωνο‐ μάσθη Αἰτητὸς ἀνὴρ γενόμενος, ἄρχοντος Ἀθήνησιν Μακρί‐ νου, ὑπατευόντων ἐν Ῥώμῃ Λουκίου Λαμία Αἰλιανοῦ καὶ
5〈Σέξτου Καρμινίου〉 Οὐέτερος. τοῦτον καὶ αὐτὸς ἐθεασάμην.

10

.

1

Ἐγεννήθη καὶ ἐπὶ Ῥώμης ἀνδρόγυνος, ἄρχοντος Ἀθή‐ νησιν Ἰάσονος, ὑπατευόντων ἐν Ῥώμῃ Μάρκου Πλαυτίου [καὶ Σέξτου Καρμινίου] Ὑψαίου καὶ Μάρκου Φουλβίου Φλάκκου. δι’ ἣν αἰτίαν ἡ σύγκλητος ἐκέλευσεν τοὺς ἱερομνήμονας
5ἀναγνῶναι τοὺς Σιβύλλης χρησμούς· οἱ δ’ ἐξ〈ιλάσαντο καὶ ἐξ〉ηγήσαντο τοὺς χρησμούς.

10

.

2

εἰσὶν δὲ οἱ χρησμοὶ οἵδε·

10

2a

〈Μ〉οῖραν ὀπισθομα〈θῶν, τίν’ ἔ〉φυ πᾶς εἰς τόπον ἐλθ〈εῖν〉, Ὅσσα τέρα 〈τε〉 καὶ ὅσσα παθήματα δαίμονος Αἴσης Ἱστὸς ἐμὸς λύσει, τάδ’ ἐνὶ φρεσὶν αἴ κε νοήσῃς, Ῥώμῃ ἑῇ πίσυνος. καί τοί ποτέ φημι γυναῖκα
5Ἀνδρόγυνον τέξεσθαι ἔχοντά περ ἄρσενα πάντα Νηπίαχοί θ’ ὅσα θηλύτεραι φαίνουσι γυναῖκες. Οὐκ ἔτι δὴ κρύψω, θυσίας δέ τοι ἐξαγορεύσω Προφρονέως Δήμητρι καὶ ἁγνῇ Περσεφονείῃ, Ἱστῷ δ’ αὐτὴ ἄνασσα θεά, τὰ μὲν εἴ κε πίθηαι200
10Σεμνοτάτῃ Δήμητρι καὶ ἁγνῇ Περσεφονείῃ· Θησαυρὸν μὲν πρῶτα νομίσματος εἰς ἓν ἀθροίσας, Ὅττι θέλεις ἀπὸ παμφύλων πόλεών τε καὶ ἀστέων, Μητρὶ Κόρης Δήμητρι κέλευ θυσίαν προτίθεσθαι. Αὐτὰρ δημοσίᾳ κέλομαί σε τρὶς ἐννέα ταύρους
15〈 .............................. 〉 Φανὰς ἠυκέρους θυέμεν λευκότριχας, αἵ κεν Ὑμετέρᾳ γνώμῃ κάλλει προφερέσταται ὦσιν. Παῖδας, ὅσας πάρος εἶπα, κέλευ’ Ἀχαιστὶ τάδ’ ἔρδειν Ἀθανάτην βασίλισσαν ἐπευχομένας θυέεσσιν
20Σεμνῶς καὶ καθαρῶς· τότε δὴ μετέπειτα δεχέσθω Ἔμπεδ’ ἀφ’ ὑμετέρων ἀλόχων ἱέρ’, αὐτὰρ ἐπ’ αὐτοῖς Ἱστῷ ἐμῷ πίσυνοι λαμπρὸν φάος αἵδε φερόντων Σεμνοτάτῃ Δήμητρι. τὸ δεύτερον αὖτε λαβοῦσαι Τρὶς τόσα νηφάλιμ’ ἄντα πυρὸς μαλεροῖο τιθέντων,
25Ὅσσαι ἐπισταμένως θυσίαν γραῖαι προτίθενται. Προφρονέως δ’ ἄλλαι Πλουτωνίδι τόσσα λαβοῦσαι, Ὅσσαι ἐν ἡλικίῃ νεοθηλέα θυμὸν ἔχουσιν, Νηπίαχοι, σεμνὴν Πλουτωνίδα παντοδίδακτον Ἐν πάτρᾳ εὐχέσθων μίμνειν πολέμου κρατέοντος,
30Λήθην 〈δ’〉 ἐν στέθεσσι πεσεῖν πολέμου τε καὶ ἄστεως·
Θησαυρὸν δὲ κόροι καὶ παρθένοι ἔνθα φερόντων202

10

2b

〈.............................〉 Ἱστῷ θειοπαγεῖ, καὶ ὑφάσματα ποικίλα σεμνὴ Πλουτωνὶς κοσμείσθω, ὅπως σχέσις ᾖσι κακοῖσι. Προφρονέως δ’ ὅτι κάλλιστον καὶ εὐκτὸν ἐπ’ αἶαν
5Ὡς θνητοῖσιν ἰδέσθαι ἐπέπλετο, καὶ τὸ φέρεσθαι Ἱστῷ σύμμικτον δῶρον βασιληίδι κούρῃ. Αὐτάρ, ὅτ’ ἂν Δήμητρι καὶ ἁγνῇ Περσεφονείῃ Γαίας ὑμετέρας ἀπερυκέμεναι ζυγὸν αἰεί, Αἰδωνεῖ Πλούτωνι βοὸς κυανότριχος αἷμα
10Λαμπροῖς εἵμασι κοσμητοῦ μετὰ ποιμένος, ὅστις Λήματι ᾧ πίσυνος βοὸς ἄρταμος αὐτὸς ὅδ’ ἔσται, Ὅσσοι τ’ ἄλλοι ὁμοῦ πίσυνοι κατὰ πατρίδ’ ἔασι· Μὴ γὰρ ἀπιστόφιλος θυσίαισιν ἀνὴρ παρεπέσθω, Ἔξω δ’, ἔνθα νομιστὸν ἐπέπλετο φωτὶ τάδ’ ἕρδειν
15Νηπίστῳ καὶ ἄδαιτον ἔχειν θυσίαν. κατὰ δ’ αὐτήν, Ὅστις ἂν ἡμετέρων χρησμῶν ἴδρις ἐς τόδ’ ἵκηται, Σεμνὸν Φοῖβον ἄνακτα μετελθέτω ἐν θυσίαισι, Προφρονέως βωμοῖς ἔπι πίονα μηρία καύσας, Αἰγῶν πανλευκῶν νεάτην· ἀτὰρ, οἴδατε πάντες,
20Λισσέσθω Φοῖβον Παιήονα κρᾶτα πυκάσσας
Ἱκτὴρ ἐσπίπτοντος ὅπως λύσις ᾖσι κακοῖο, Νοστήσας δ’ ἀπὸ τοῦ βασιληίδα πότνιαν Ἥρην Ἀργὴν βοῦν θύων πατρίοισι νόμοις κατ’ αἶσαν· Ὑμνεῖν 〈δ’〉, αἴ κε γένει προφερέστεραι ὦς’ ἐνὶ λαοῖς204
25〈.............................〉 Καὶ νήσων ναέται τὴν ἀντιπάλων, ὅτ’ ἂν αἶαν Οὐ δόλῳ, ἀλλὰ βίᾳ Κυμαίδα πρόφρονες αὖτε Νάσσωνται, σεμνῆς βασιληίδος οἵδε τιθέντων Ἐν πατρίοισι νόμοις Ἥρας ξόανόν τε καὶ οἶκον.
30Ἵξει δ’, ἂν μύθοισιν ἐμοῖς τάδε πάντα πίθηαι Σεμνοτάτην βασίλισσαν ἐπελθὼν ἐν θυσίαισιν Νήφαλά τ’ εὖ ῥέξας, ὅσαι ἡμέραι εἴς’ ἐνιαυτοῦ Ἐν πολλῷ χρόνῳ αὖ τόδ’ ἐφ’ ὕστερον, οὐκ ἔτ’ ἐπ’ αὐτοῖς. Ὅς κε τάδε ῥέξῃ, κείνου κράτος ἔσσεται αἰεί·
35Νηφαλίμων ἀρνῶν τε ταμὼν χθονίοις τάδε ῥέξον. Ἦμος ἂν ἤδη ἔχῃς μεγάλ’ Ἥρης οἰκί’ ἁπάντῃ, Ξεστά θ’ ὅτ’ ἂν ξόαν’ ᾖσι καὶ ἆλλ’ ὅς’ ἔλεξα, σάφ’ ἴ〈σθι〉, Ἐν πετάλοισιν ἐμοῖς—ὑπὸ κερκίδος ἀμφὶ καλύπτραν Ἱμέρτ’ ὅσς’ ἔβαλον γλαυκῆς ἐλάας πολυκάρπου
40Ἀγλαὰ φῦλλα λαβοῦσα—λύσιν κακοῦ· ἦμος ἂν ἔλθῃ Ὕμμι χρόνος μάλα κεῖνος, ἐν ᾧ ποτε τἆλλα νεόγν’ ᾖ,
Τρὼς δῆτ’ ἐκλύσει σε κακῶν, ἅμα δ’ Ἑλλάδος ἐκ γῆς.
Αὐτὰρ ποῦ μεταβᾶσαν ἐποτρύνεις ἀγορεῦσαι
〈........................〉
206

11

.

1

Ἐν δὲ Μεσσήνῃ οὐ πρὸ πολλῶν ἐτῶν, ὥς φησιν Ἀπολ‐ λώνιος, συνέβη πίθον λίθῳ πεποιημένον ῥαγῆναι χειμώνων βίᾳ καὶ ὕδατος πολλοῦ ἐπενεχθέντος, προχυθῆναι δὲ αὐτοῦ κεφαλὴν τριπλασίαν τῆς ἀνθρωπίνης· τοὺς δὲ ὀδόντας ἔχειν
5διστοίχους.

11

.

2

ἀναζητούντων δὲ τίνος εἴη ἡ κεφαλή, δη‐ λῶσαι τὴν ἐπιγραφήν· «Ἴδεω» γὰρ ἐγκεχάρακτο. ἕτερον οὖν δημοσίᾳ κατασκευάσαντες πίθον ἐνέθεσαν καὶ ἀσφαλέστερον ἐκήδευσαν τὸν ἥρωα οἱ Μεσσήνιοι, τοῦτον ἰδόντες ὄντα, περὶ
5οὗ φησιν Ὅμηρος·
Ἴδεω θ’, ὃς κάρτιστος ἐπιχθονίων γένετ’ ἀνδρῶν
τῶν τότε· καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον
Φοίβου Ἀπόλλωνος καλλισφύρου εἵνεκα νύμφης.

12

.

1

Ἐν Δαλματίᾳ τε, ἐν τῷ τῆς Ἀρτέμιδος καλουμένῳ σπη‐ λαίῳ, ἔστιν ἰδεῖν πολλὰ σώματα, ὧν τὰ τῆς πλευρᾶς ὀστᾶ ὑπερβάλλειν ἑκκαίδεκα πήχεις.

13

.

1

Ἀπολλώνιος δὲ ὁ γραμματικὸς ἱστορεῖ ἐπὶ Τιβερίου Νέ‐ ρωνος σεισμὸν γεγενῆσθαι καὶ πολλὰς καὶ ὀνομαστὰς πόλεις τῆς Ἀσίας ἄρδην ἀφανισθῆναι, ἃς ὕστερον ὁ Τιβέριος οἰκείᾳ δαπάνῃ πάλιν ἀνώρθωσεν. ἀνθ’ ὧν κολοσσόν τε αὐτῷ κατα‐
5σκευάσαντες ἀνέθεσαν παρὰ τῷ τῆς Ἀφροδίτης ἱερῷ, ὅ ἐστιν ἐν τῇ Ῥωμαίων ἀγορᾷ, καὶ τῶν πόλεων ἑκάστης ἐφεξῆς ἀνδριάντας παρέστησαν.

14

.

1

Ἔπαθον δὲ καὶ τῆς Σικελίας ὑπὸ τοῦ σεισμοῦ οὐκ ὀλίγαι πόλεις καὶ τὰ πλησίον Ῥηγίου. ἐσείσθη δὲ οὐκ ὀλίγα καὶ τῶν ἐν Πόντῳ ἐθνῶν.

14

.

2

κατὰ δὴ τῆς γῆς τὰς διαστάσεις ἐφάνη σώματα εὐμεγέθη, ἃ ἐκπλαγέντες οἱ ἐπιχώ‐ ριοι κινῆσαι μὲν ὤκνησαν, δείγματος δ’ ἕνεκεν ἔπεμψαν εἰς τὴν Ῥώμην ὀδόντα ἑνός, οὐ ποδιαῖον μόνον, ἀλλ’ ὑπερβάλ‐
208
5λοντα καὶ τοῦτο τὸ μέτρον.

14

.

3

ἐπιδείξαντες δὲ Τιβερίῳ οἱ πρέ‐ σβεις εἴροντο εἰ βούλεται κομισθῆναι τὸν ἥρω πρὸς αὐτόν. ὁ δὲ πρὸς ταῦτα ἐμφρόνως ἐβουλεύσατο, μήτε τῆς γνώσεως τοῦ μεγέθους ἑαυτὸν ἀποστερήσας τό τε ἀνόσιον τῆς νεκροσυλίας
5παραιτησάμενος.

14

.

4

γεωμέτρην γάρ τινα τῶν οὐκ ἀφανῶν, Ποῦλχρον ὀνόματι, τιμώμενον ὑπ’ αὐτοῦ διὰ τὴν τέχνην, καλέσας πρόσωπον ἐκέλευσε πλάσαι πρὸς τὸ μέγεθος τοῦ ὀδόντος. ὁ δὲ σταθμησάμενος, ἡλίκον ἂν γένοιτο τό τε σύμπαν
5σῶμα καὶ τὸ πρόσωπον αὐτοῦ τῷ τοῦ ὀδόντος ὄγκῳ, ἐργα‐ σάμενος διὰ ταχέων ἐκόμισε τῷ αὐτοκράτορι. κἀκεῖνος εἰπὼν ἀρκεῖσθαι τῇ θέᾳ ταύτῃ, ἀποπέμπει τὸν ὀδόντα ἐκεῖσε, ὅθεν καὶ ἐκομίσθη.

15

.

1

Οὐ χρὴ δὲ ἀπιστεῖν τῷ εἰρημένῳ, ἐπεὶ καὶ τῆς Αἰγύπτου Νιτρίαι εἰσὶν τόπος, ἐν αἷς δείκνυται σώματα οὐκ ἐλάττω τούτων, οὐ κεκρυμμένα γῇ, ἀλλ’ ἐμφανῆ ἀφει‐ μένα· οὔτε συγκέχυται οὔτε συμπεφύρηται, ἀλλ’ ἐν τάξει κεῖται,
5ὡς γνωρίσαι προσελθόντα τοῦτο μὲν μηρῶν ὀστᾶ, τοῦτο δὲ κνημῶν καὶ τῶν ἄλλων μελῶν.

15

.

2

διὸ οὐ χρὴ οὐδὲ τούτοις ἀπιστεῖν ἐννοουμένους, ὅτι κατ’ ἀρχὰς μὲν ἡ φύσις ἀκμάζουσα ἅπαντα ἐγγὺς θεῶν ἐκουροτρόφει, μαραινομένου δὲ τοῦ χρόνου συμμεμάρανται καὶ τὰ μεγέθη τῶν φύντων.

16

.

1

Καὶ τὰ ἐν τῇ Ῥόδῳ δὲ παρειλήφαμεν ὀστᾶ τηλικαῦτα τὸ μέγεθος, ὡς παραβαλλομένους τοὺς νῦν ἀνθρώ‐
πους πολὺ καταδεεστέρους εἶναι.210

17

.

1

Ὁ δὲ αὐτός φησιν πλησίον Ἀθηνῶν νῆσόν τινα εἶναι· ταύτην δὲ τοὺς Ἀθηναίους βούλεσθαι τειχίσαι. σκάπτοντας οὖν τοὺς θεμελίους τῶν τοίχων εὑρεῖν σορὸν ἑκατὸν πηχῶν, ἐν ᾗ εἶναι σκελετὸν ἶσον τῇ σορῷ, ἐφ’ ἧς ἐπιγεγράφθαι τάδε·
5τέθαμμ’ ὁ Μακρόσειρις ἐν νήσῳ μικρᾷ ἔτη βιώσας πεντάκις τὰ χίλια.

18

.

1

Εὔμαχος δέ φησιν, ἐν Περιηγήσει, Καρχηδονίους πε‐ ριταφρεύοντας τὴν ἰδίαν ἐπαρχείαν εὑρεῖν ὀρύσσοντας δύο σκε‐ λετοὺς ἐν σοροῖς κειμένους, ὧν τοῦ μὲν εἰκοσιτέσσαρας εἶναι πήχεις τὴν σύνθεσιν, τοῦ δὲ ἑτέρου εἰκοσιτρεῖς.

19

.

1

Θεόπομπος δέ φησιν ὁ Σινωπεύς, ἐν τῷ περὶ σει‐ σμῶν, ἐν τῷ Κιμμερικῷ Βοσπόρῳ αἰφνιδίως σεισμοῦ γενομένου τῶν παρ’ αὐτοῖς τινα ἀναρραγῆναι λόφον καὶ ἀναβαλεῖν ὀστᾶ ὑπερμεγέθη, ὥστε τὴν σύνθεσιν τοῦ σκελετοῦ πηχῶν εὑρεθῆναι
5εἰκοσιτεσσάρων.

19

.

2

ταῦτα δέ φησιν τὰ ὀστᾶ τοὺς περιοικοῦν‐ τας βαρβάρους εἰς τὴν Μαιῶτιν ῥίψαι λίμνην.

20

.

1

Παιδίον πρὸς Νέρωνα ἐκομίσθη τετρακέφαλον, ἀνάλο‐ γα ἔχον καὶ τὰ ἄλλα μέλη, ἄρχοντος Ἀθήνησι Θρασύλ‐ λου, ὑπατευόντων ἐν Ῥώμῃ Ποπλίου Πετρωνίου Τουρπιλιανοῦ καὶ Καισεννίου Παίτου.

21

.

1

Καὶ ἕτερον ἐγεννήθη ἐπὶ τοῦ ἀριστεροῦ ὤμου κε‐ φαλὴν ἐκπεφυκυῖαν ἔχον.

22

.

1

Ἐγένετο σημεῖον παράδοξον ἐπὶ Ῥώμης, ἄρχοντος Ἀθήνησιν Δεινοφίλου, ὑπατευόντων ἐν Ῥώμῃ Κοΐντου Οὐη‐ ρανίου καὶ Γαίου Πομπηίου Γάλλου· Ῥαικίου γὰρ Ταύρου, ἀνδρὸς στρατηγικοῦ, τῆς γυναικὸς θεράπαινα τῶν τετιμημένων
5ἀπεκύησε πίθηκον.212

23

.

1

Κορνηλίου Γαλλικανοῦ ἡ γυνὴ παιδίον ἔτεκεν κεφαλὴν ἔχον Ἀνούβιδος ἐπὶ Ῥώμης, ἄρχοντος Ἀθήνησιν Δημοστρά‐ του, ὑπατευόντων ἐν Ῥώμῃ Αὔλου Λικιννίου Νερούα Σιλιανοῦ καὶ Μάρκου Οὐεστίνου Ἀττικοῦ.

24

.

1

Γυνὴ ἀπὸ πόλεως Τριδέντου τῆς Ἰταλίας ἀπεκύησεν ὄφεις ἐσφαιρωμένους, ὑπατευόντων ἐν Ῥώμῃ Δομετιανοῦ Καίσαρος τὸ ἔνατον καὶ Πετιλίου Ῥούφου τὸ δεύτερον, ἐν Ἀθήναις ἀναρχίας οὔσης.

25

.

1

Ἐν Ῥώμῃ δικέφαλόν τις ἀπεκύησεν ἔμβρυον, ὃ ὑπο‐ θήκαις τῶν θυοσκόων εἰς τὸν Τίβεριν ποταμὸν ἐνεβλήθη, ἄρχοντος Ἀθήνησιν Ἀδριανοῦ τοῦ αὐτοκράτορος 〈ὕστερον〉 γενομένου, ὑπατευόντων ἐν Ῥώμῃ αὐτοκράτορος Τραιανοῦ
5τὸ ἕκτον καὶ Τίτου Σεξτίου Ἀφρικανοῦ.

26

.

1

Δωρόθεος δέ φησιν ὁ ἰατρός, ἐν Ὑπομνήμασιν, ἐν Ἀλεξανδρείᾳ τῇ κατ’ Αἴγυπτον κίναιδον τεκεῖν, τὸ δὲ βρέ‐ φος ταριχευθὲν χάριν τοῦ παραδόξου φυλάττεσθαι.

27

.

1

Ἐν Γερμανίᾳ ἐν τῷ στρατῷ τῶν Ῥωμαίων, ὃς ἦν ὑπὸ Τίτῳ Κουρτιλίῳ Μαγκίᾳ, τὸ αὐτὸ τοῦτο ἐγένετο· δοῦλος γὰρ στρατιώτου ἔτεκεν, ἄρχοντος Ἀθήνησιν Κόνωνος, ὑπατευ‐ όντων ἐν Ῥώμῃ Κοΐντου Οὐολουσίου Σατορνίνου καὶ Ποπλίου
5Κορνηλίου Σκιπίωνος.

28

.

1

Καὶ Ἀντίγονος δὲ ἱστορεῖ ἐν Ἀλεξανδρείᾳ μίαν γυ‐ ναῖκα ἐν τέτρασιν τοκετοῖς εἴκοσι τεκεῖν καὶ τὰ πλεῖστα τούτων ἐκτραφῆναι.

29

.

1

Καὶ ἑτέρα τις γυνὴ κατὰ τὴν αὐτὴν πόλιν πέντε ἐν ἑνὶ τοκετῷ ἀπεκύησεν παῖδας, τρεῖς μὲν ἄρρενας, δύο δὲ θη‐ λείας, οὓς αὐτοκράτωρ Τραιανὸς ἐκέλευσεν ἐκ τῶν ἰδίων χρη‐ μάτων τρέφεσθαι.

29

.

2

πάλιν δὲ μετ’ ἐνιαυτὸν ἄλλα τρία ἡ
αὐτὴ γυνὴ ἔτεκεν.214

30

.

1

Ἱππόστρατος δέ φησιν, ἐν τῷ περὶ Μίνω, Αἴγυπτον ἐκ μιᾶς γυναικὸς Εὐρυρρόης τῆς Νείλου πεντήκοντα υἱοὺς γεννῆσαι.

31

.

1

Δαναός τε ὁμοίως ἐκ μιᾶς γυναικὸς τῆς Νείλου Εὐρώπης πεντήκοντα θυγατέρας ἕσχεν.

32

.

1

Κρατερὸς δέ φησιν, ὁ Ἀντιγόνου τοῦ βασιλέως ἀδελ‐ φός, γινώσκειν τινὰ ἄνθρωπον, ὃν ἐν ἑπτὰ ἔτεσιν παῖδα γε‐ νέσθαι καὶ μειράκιον καὶ ἄνδρα καὶ γέροντα καὶ γήμαντα καὶ παιδοποιησάμενον ἀποθανεῖν.

33

.

1

Μεγασθένης δέ φησιν τὰς ἐν Παδαίᾳ κατοικούσας γυναῖκας ἑξαετεῖς γενομένας τίκτειν.

34

.

1

Εὑρέθη ἐν Σαύνῃ τῆς Ἀραβίας πόλει ἱπποκένταυ‐ ρος ἐπὶ ὄρους μάλα ὑψηλοῦ, ὅ ἐστιν γέμον φαρμάκου θανασίμου. καλεῖται δὲ τὸ φάρμακον ὁμώνυμον τῇ πόλει, ὀξύτατον δὲ καὶ ἀνυτικώτατον τῶν ὀλεθρίων καθέστηκεν.

34

.

2

τὸν δὲ ἱπποκέν‐ ταυρον συλλαβὼν ὁ βασιλεὺς ζωὸν ἀποπέμπει σὺν ἑτέροις δώροις πρὸς Καίσαρα εἰς τὴν Αἴγυπτον. τροφὴ δὲ αὐτοῦ κρέα. οὐ φέρων δὲ τὴν μεταβολὴν τοῦ ἀέρος τελευτᾷ, καὶ οὕτως
5ὁ ἔπαρχος τῆς Αἰγύπτου ταριχεύσας ἀπέστειλεν εἰς Ῥώμην.

34

.

3

καὶ πρῶτον ἐν τοῖς βασιλείοις ἀπεδείχθη, τὸ μὲν πρόσωπον ἀγριώτερον τοῦ ἀνθρωπίνου ἔχων, χεῖρας δὲ καὶ τοὺς τούτων δακτύλους τετριχωμένους, πλευρὰ δὲ συναφῆ τοῖς πρώτοις σκέλεσι καὶ τῇ γαστρί. ὁπλαὶ δὲ ἦσαν αὐτῷ ἵππου στερεαὶ
5καὶ ἐπίξανθοι χαῖται, καίπερ ὑπὸ τῆς ταριχείας συμμελαι‐ νόμεναι τῷ δέρματι. μέγεθος δὲ ἦν οὐχ οἷοί περ οἱ γραφόμενοι,
οὐδ’ αὖ πάλιν μικρόν.216

35

.

1

Ἐν δὲ τῇ προειρημένῃ πόλει Σαύνῃ ἐλέγοντο καὶ ἕτεροι εἶναι ἱπποκένταυροι. τὸν δὲ πεμφθέντα εἰς Ῥώμην εἴ τις ἀπιστεῖ, δύναται ἱστορῆσαι· ἀπόκειται γὰρ ἐν τοῖς
ὁρίοις τοῦ αὐτοκράτορος τεταριχευμένος, ὡς προεῖπον.218