TLG 0584 002 :: PHILOSTEPHANUS :: Fragmenta PHILOSTEPHANUS Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 3. Paris: Didot, 1853: 28–34. frr. 1–37 Citation: Fragment — (line) | ||
t1-8 | ΠΕΡΙ ΤΩΝ ΕΝ ΑΣΙᾼ ΠΟΛΕΩΝ. | |
1(t) | E LIBRO PRIMO. | |
1 | Athenaeus VII: Φιλοστέφανος δ’ ἐν τῷ πρώτῳ Περὶ τῶν ἐν τῇ Ἀσίᾳ πόλεων οὕτως γράφει· «Λάκιον τὸν Ἀργεῖον τῶν σὺν Μόψῳ ἀφικομένων, ὃν τινὲς μὲν Λίνδιον εἶναι λέγουσιν, ἀδελφὸν δὲ Ἀντιφή‐ | |
---|---|---|
5 | μου τοῦ Γέλαν οἰκίσαντος, εἰς τὴν Φασήλιδα ὑπὸ Μό‐ ψου μετ’ ἀνδρῶν πεμφθέντα κατά τινα λόγον Μαντοῦς, τῆς Μόψου μητρὸς, ὅτε αἱ πρύμναι τῶν ἰδίων νηῶν συνέβαλον καὶ συνεθραύσθησαν κατὰ Χελιδονίας, τῶν μετὰ τοῦ Λακίου διὰ τὸ ὑστερεῖν αὐτῶν νυκτὸς προσβα‐ | |
10 | λόντων· ἀγοράσαι δ’ αὐτὸν τὴν γῆν λέγεται, οὗ ἡ πό‐ λις νῦν ἐστι, καθὰ ἡ Μαντὼ προεῖπε, παρὰ Κυλάβρα τινὸς, δόντα τάριχον· τοῦτον γὰρ ἑλέσθαι λαβεῖν αὐτὸν ἀφ’ ὧν ἦγον. Ὅθεν κατ’ ἐνιαυτὸν τοὺς Φασηλίτας τῷ Κυλάβρᾳ θύειν τάριχον, τιμῶντας ὡς ἥρωα.» | |
2 | Schol. Apoll. Rh. I, 985: Δίνδυμον δὲ, ὄρος Κυζίκου, ἱερὸν τῆς Ῥέας· διὰ τὸ διδύμους μαστοὺς ἐν αὐτῷ ἀνήκειν, ὥς φησι Φιλοστέφανος, οὕτω προσαγορευ‐ θέν. | |
3 | Idem II, 946: Πόλις τοῦ Πόντου ἡ Σινώπη, ὠνο‐ μασμένη ἀπὸ τῆς Ἀσωποῦ θυγατρὸς Σινώπης· ἣν ἁρπάσας ὁ Ἀπόλλων, κατὰ Φιλοστέφανον, ἀπὸ Βοιω‐ τίας ἐκόμισεν εἰς τὸν Πόντον, καὶ μιγεὶς αὐτῇ, ἔσχε | |
5 | Σύρον, ἀφ’ οὗ οἱ Σύροι. | |
4 | Idem I, 1024, Μακριέων: Ἦσαν δὲ ἀστυγείτο‐ νες τῶν Δολιόνων οἱ Μάκρωνες. Οἱ δὲ ἔθνος Βεχείρων φασὶ τοὺς Μάκριας, οἵτινες ἀεὶ πολεμοῦσι τοῖς Κυζικη‐ νοῖς· ἦσαν δὲ τὰ πολεμικὰ ἔργα ἠσκηκότες, ὡς ἱστοροῦσι | |
5 | Φιλοστέφανός τε καὶ Ἡρόδωρος, οἱ τὰ περὶ τῶν βίων αὐτῶν γεγραφότες. | |
5 | Stephan. Byz.: Ἄβιοι, ἔθνος Σκυθικὸν ... Δίδυμος δὲ Θρᾴκιον ἔθνος φησίν· Αἰσχύλος τε Γαβίους διὰ τοῦ γ ἐν Λυομένῳ Προμηθεῖ. Ὁμοίως καὶ Φιλοστέφανός φησι καὶ ἄλλοι. | |
6 | Stephan. Byz.: Ἀτρήνη, πόλις. Φιλοστέφανός φησιν ἀπὸ Δεύσου καὶ Ἀτρῶνος καὶ Ἀτρήνης τῶν Ἄργητος τοῦ Κύκλωπος καὶ Φρυγίας νύμφης προσηγορεῖσθαι. Τὸ | |
ἐθνικὸν Ἀτρηνεὺς καὶ Ἀτρηνίτης καὶ Ἀτρηναῖος. | 28 | |
7 | Schol. Apoll. Rh. II, 704: Βίστονες γὰρ ἔθνος Θρᾳκῶν. Ὠνομάσθη δὲ ἀπὸ Βίστονος, τοῦ Κίκονος, ὡς Φιλοστέφανος ἱστορεῖ. Βιστονὶς, λίμνη Θρᾳκική. | |
8 | Stephan. Byz.: Ἀνθάνα, πόλις Λακωνικὴ, μία τῶν ἑκατόν· κέκληται δὲ, ὡς Φιλοστέφανος, παρὰ Ἄν‐ θην τὸν Ποσειδῶνος, ὃν Κλεομένης ὁ Λεωνίδου ἀδελφὸς ἀνελὼν καὶ ἐκδείρας ἔγραψεν ἐν τῷ δέρματι τοὺς χρη‐ | |
5 | σμοὺς ὧδε τηρεῖσθαι. Χάραξ Ἀνθήνην αὐτήν φησιν. | |
9(t) | ΠΕΡΙ ΚΥΛΛΗΝΗΣ. | |
1 | Schol. Pind. Ol. VI, 144: Φιλοστέφανος δὲ ἐν τῷ Περὶ Κυλλήνης φησὶ Κυλλήνην καὶ Ἑλίκην θρέψαι (sc. Mercurium). | |
t9a | ΗΠΕΙΡΩΤΙΚΑ. | |
9a | Harpocrat.: Βούχετα ... πόλις ἐστὶ τῆς Ἠπείρου, .. ἣν Φιλοστέφανος ἐν τοῖς Ἠπειρωτικοῖς ὠνομάσθαι φησὶ διὰ τὸ τὴν Θέμιν ἐπὶ βοὸς ὀχουμένην ἐκεῖσε ἐλθεῖν κατὰ τὸν Δευκαλίωνος κατακλυσμόν. | |
t10-19 | ΠΕΡΙ ΝΗΣΩΝ. | |
t10-14 | ΠΕΡΙ ΚΥΠΡΟΥ. | |
10 | Tzetz. ad Lyc. 447: Ἡ Κύπρος πρότερον Σφήκεια ἐκαλεῖτο, ὥς φησι Φιλοστέφανος ἐν τῷ Περὶ Κύπρου, ἀπὸ τῶν ἐκεῖσε ἐνοικησάντων ἀνδρῶν, οἳ ἐκαλοῦντο Σφῆκες. | |
11 | Constantin. Porphyr. Themat. I, de Cypro insula: Ἐκλήθη δὲ ἀπὸ Κύπρου τῆς θυγατρὸς Κινύρου, ἢ τῆς Βίβλου καὶ Ἀφροδίτης, ὡς Φιλοστέφανος ἐν τῷ Περὶ νήσων καὶ Ἴστρος | |
5 | ἐν Ἀποικίαις Αἰγυπτίων ἱστόρησαν. | 29 |
12 | Tzetzes ad Lycophr. 586: Ὁ Κηφεὺς ἐξ Ἀχαΐας, ὁ δὲ Πράξανδρος ἐξ Λακεδαιμονίας παρεγένοντο εἰς Κύ‐ προν, ὥς φησι Φιλοστέφανος. | |
13 | Clemens Al. Protr.: Ὁ Κύπριος ὁ Πυγμαλίων ἐκεῖνος ἐλεφαντίνου ἠράσθη ἀγάλματος ... Τὸ ἄγαλμα Ἀφροδίτης ἦν καὶ γυμνὴ ἦν ... Νικᾶται ὁ Κύ‐ πριος Πυγμαλίων τῷ σχήματι καὶ συνέρχεται τῷ ἀγάλ‐ | |
5 | ματι, καὶ τοῦτο Φιλοστέφανος ἱστορεῖ ... ἐν τῷ Περὶ Κύπρῳ. | |
14 | Probus ad Virgil. Georg. X, 18: Adonis ... re‐ gnavit in Cypro, ut Philostephanus libro quo quae‐ stionis poeticae causas reddidit, sine ullius feminae accubitu procreatus. Hunc venandi studiosum fuisse | |
5 | et ab apro interiisse, atque ita plurimis cognitum. | |
t15-17 | ΠΕΡΙ ΣΙΚΕΛΙΑΣ. | |
15 | Schol. Odyss. μ, 301: Νυμφόδω‐ ρος ὁ τὴν Σικελίαν περιηγησάμενος καὶ Πολύαινος καὶ Πανύασις φύλακα τῶν Ἡλίου βοῶν Φυλά‐ κιόν φησι γενέσθαι, ὃν Φιλο‐ | |
5 | στέφανος Αἰολιδοῦν εἶναί φησι, καὶ ἔχειν ἐν Μύλαις ἡρῷον. | |
16 | Servius ad Virgil. Aen. I, 196: [Trinacria.] Grae‐ cum est propter τρία ἄκρα, i. e. promontoria, Lily‐ baeum, Pachynum, Pelorum. Latine autem Tri‐ quetra dicitur. Sane Philostephanus Περὶ τῶν νήσων | |
5 | sine r litera Trinaciam appellat, ὅτι Τρίνακος αὐτῆς πρῶτος ἐβασίλευσεν. | |
17 | Tzetz. Histor. VII, 670: Καὶ Φιλοστέφανός φησιν ἕτερα μὲν μυρία, Κἀν· Σικελῇ γῇ ῥίπτουσαν λίμνην τοὺς λουομένους· «Γαίῃ δ’ ἐν Σικελῶν Τρινακρίδι χεῦμα δέδεικται | |
5 | αἰνότατον, λίμνη, καίπερ ἐοῦς’ ὀλίγη, ἐχθρὸν ἀεὶ νήκτῃσιν· ὃ πρὶν ποσὶ παῦρα τινάξαι ῥηιδίως ξηρὴν ἤλασεν ἐς ψάμαθον.» | |
t18 | [ΠΕΡΙ ΚΑΛΑΥΡΙΑΣ.] | |
18 | Schol. Apoll. Rh. III, 1243: Καὶ ἡ Καλαύρεια δὲ, νῆσος οὖσα πρὸς τῇ Τροιζῆνι, ἱερά ἐστι Ποσει‐ δῶνος, ὥς φησι Φιλοστέφανος. Ἦν δὲ πρότερον μὲν Ἀπόλλωνος, ἡ δὲ Πυθὼ Ποσειδῶνος· καὶ ἀντήμειψαν, | |
5 | ἤγουν κατήλλαξαν. | 30 |
t19 | [ΠΕΡΙ ΣΤΡΥΜΗΣ.] | |
19 | Harpocratio V. Στρύμη: Ἡρακλείδης ἢ Φιλοστέ‐ φανος ἐν τῷ Περὶ νήσων φησίν· «Ἀποικίαι δέ εἰσι Θα‐ σίων τῆς Θρᾴκης Γάληψος καὶ Στρύμη ἡ νῆσος.» Ἔστι δὲ ἐμπόριον Θασίων. | |
t20-26 | ΠΕΡΙ ΠΟΤΑΜΩΝ ΠΑΡΑΔΟΞΩΝ. | |
20 | Athenaeus VIII: Φιλοστέφανος δὲ ὁ Κυρη‐ ναῖος μὲν γένος, Καλλιμάχου δὲ γνώριμος, ἐν τῷ Περὶ τῶν παραδόξων ποταμῶν, ἐν Ἀροανίῳ φησὶ τῷ ποταμῷ, διὰ Φενεοῦ ῥέοντι, ἰχθῦς εἶναι φθεγ‐ | |
5 | γομένους ὁμοίως κίχλαις· καλεῖσθαι δ’ αὐτοὺς ποικιλίας. | |
21 | Herodian. Π. μον. λ.: Σῆθος, ποταμὸς Σκυθίας, ὡς Φιλοστέφανος. | |
22 | Schol. Dionys. Per. 289 de Eridano: Φησὶ δὲ Φι‐ λοστέφανος ὑπὸ τῶν ἐγχωρίων τοῦτον τὸν χρόνον Ῥο‐ δανὸν ὠνομάσθαι. | |
23 | Tzetzes Lyc. 1276: Τιτὼν ποταμὸς Ἰταλίας ἐγγὺς Κιρκαίου, ὃ Κίρκαιον ἀπὸ τῆς Κίρκης καλεῖται. Ὁ δὲ Τιτὼν οὗτος ποταμὸς οὐκ εἰς θάλασσαν ῥέει, ἀλλ’ ὑπὸ γῆς καταπίνεται, ὥς φησι καὶ Φιλοστέφανος. | |
24 | Etym. M.: Ἀρετὰν πο‐ ταμὸς Κροτωνιάδος χώρας, παρὰ τὴν Ἀρέταν τὴν γυ‐ ναῖκα Ἀλκίμου, ἧς περιρρεῖ τὸ μνῆμα, ὡς μαρτυρεῖ Φιλοστέφανος. | |
25 | Schol. Theocrit. V, 14: Ἄκτιον ... ὥς φησι Φιλο‐ στέφανος, ἐστὶ Πανὸς ἱερὸν πλησίον Κράθιδος πο‐ ταμοῦ. | |
26 | Choerob. ap. Bekker. Anecd.: Ἐλέας, Ἐλέαντος, παρὰ Φιλοστεφάνῳ· ἔστι δὲ ὄνομα κύριον. | |
t27 | ΠΕΡΙ ΚΡΗΝΩΝ ΠΑΡΑΔΟΞΩΝ. | |
27 | Harpocratio s. v. Λουτροφόρος καὶ λουτροφορεῖν. Ἔθος ἦν τοῖς γαμοῦσι λουτρὰ μεταπέμπεσθαι ἑαυτοῖς κατὰ τὴν τοῦ γάμου ἡμέραν· ἔπεμπον δὲ ἐπὶ ταῦτα τὸν ἐγγύτατα γένους παῖδα ἄρρενα, καὶ οὗτοι ἐλουτροφό‐ | |
5 | ρουν ... Ὅτι δὲ τὰ λουτρὰ ἐκόμιζον ἐκ τῆς νῦν μὲν Ἐν‐ νεακρούνου καλουμένης κρήνης, πρότερον δὲ Καλλιρ‐ ρόης, Πολυστέφανος (l. Φιλοστέφανος) ἐν τῷ Περὶ κρηνῶν φησί. | |
t28-31 | ΠΕΡΙ ΕΥΡΗΜΑΤΩΝ. | |
28 | Servius, ad Virgil. Georg. I, 19: [Unci puer | |
monstrator aratri.] Alii Triptolemum, alii Osirim volunt ... Osiris significatur, ut Φιλοστέφανος Περὶ εὑρημάτων, vel Epimenides, qui postea Bu‐ | 31 | |
5 | zyzes dictus est sec. Aristotelem. | |
29 | Plinius H. N. VII, 57: Longa nave Iasonem primum navigasse Philostephanus auctor est, Hegesias Paralum, Ctesias Semiramim, Archemachus Aegaeonem, etc ... ad duodecim ordi‐ | |
5 | nes Philostephanus Ptolemaeum Soterem, ad XXX Ptolemaeum Philadelphum, ad quadraginta Ptole‐ maeum Philopatorem, qui Tryphon cognominatus est. | |
30 | Plutarchus Lycurg. c. 23: Φιλοστέφανος δὲ καὶ τὴν κατ’ οὐλαμοὺς τῶν ἱππέων διανομὴν Λυκούργῳ προστίθησιν. | |
31 | Hesychius v. Θριπόβρωτος: Οἱ Λάκωνες σφραγῖσιν ἐχρῶντο, ξύλοις ὑπὸ σητῶν βεβρωμένοις, κατασημαινο‐ μένοις ὁπότε βούλοιντο. Φιλοστέφανος δέ φησι πρῶτον Ἡρακλέα χρήσασθαι. | |
t32-38 | ΥΠΟΜΝΗΜΑΤΑ. | |
32 | Schol. Apoll. Rhod. II, 124: Τίμιον γὰρ τὸ ζῶον (sc. ὁ λύκος) παρ’ Ἀθηναίοις· ὁ γὰρ ἀποκτείνας λύκον ἀγείρει αὐτῷ τὰ πρὸς τὴν ταφήν· καὶ ἴσως ἐπεὶ ἡ Λητὼ ἔγκυος οὖσα διὰ δώδεκα ἡμερῶν εἰς Δῆλον ἦλθε μετα‐ | |
5 | βαλοῦσα εἰς λύκον. Διόπερ κατά τινα ὡρισμένον χρό‐ νον τοῦ ἐνιαυτοῦ τίκτει πᾶσα λύκαινα ἐν δώδεκα ἡμέ‐ ραις, ὡς Φιλοστέφανος φησὶν ἐν τοῖς Ὑπομνήμασιν. | |
33 | Schol. Pind. Olymp. III, 28: Ἐκλήθησαν Ὑπερ‐ βόρεοι ἀπὸ Ὑπερβοραίου τινὸς Ἀθηναίου, ὡς Φανόδη‐ μος. Φιλοστέφανος δὲ τὸν Ὑπερ‐ βόρεον Θεσσαλόν φησιν εἶναι. | |
34 | Herodian.: Γρύλλος· καθάρας τοὺς Διοσκούρους, ὡς Φιλοστέφανος. | |
35 | Schol. Il. β, 14: Αἰακὸς ὁ Διὸς καὶ Αἰγίνης, γή‐ μας Ἐνδηΐδα τὴν Χείρωνος θυγατέρα, ἔσχε δύο παῖδας, Πηλέα καὶ Τελαμῶνα· μιγεὶς δὲ καὶ Ψαμάθῃ τῇ Νη‐ ρηΐδι γεννᾷ Φῶκον. Τοῦτον Πηλεὺς ἀποκτείνας ἔφυγεν | |
5 | εἰς Μαγνησίαν τῆς Θεσσαλίας πρὸς Χείρωνα. Τελαμὼν δὲ ἐν τῷ λόχῳ τοῦ Καλυδωνίου συὸς ἀνελὼν ἀκουσίως καὶ αὐτὸς ἕνα τῶν κυνηγούντων ἔφυγεν εἰς Σαλαμῖνα, καὶ γήμας Περίβοιαν τὴν Ἀλκάθου ἐγέννησεν Αἴαντα. Μενοίτιος δὲ ἀποικήσας εἰς Ὀποῦντα | |
10 | Πάτροκλον ἐτέκνωσεν· ὁ δὲ ἀποκτείνας καὶ αὐτὸς Ἀμφι‐ δάμαντος παῖδα Κλησώνυμον καὶ ἐπὶ τοῦτο φυγὼν εἰς Φθίαν πρὸς Πηλέα κατὰ συγγένειαν, ἐπέμφθη παρ’ αὐτοῦ πρὸς Χείρωνα, ὃς αὐτὸν μετ’ Ἀχιλλέως ἔθρε‐ | |
ψεν. Ἡ ἱστορία παρὰ Φιλοστεφάνῳ. | 32 | |
36 | Schol. Il. β, 145: Μετὰ τὴν τῆς Πασιφάης πρὸς τὸν ταῦρον μίξιν Δαίδαλος εὐλαβούμενος τὴν Μίνωος ὀργὴν, πτερωτὸς σὺν Ἰκάρῳ τῷ υἱεῖ ἐφέρετο· κατα‐ πεσόντος δὲ τοῦ παιδὸς τὸ ὑποκείμενον πέλαγος Ἰκά‐ | |
5 | ριον μετωνομάσθη. Ὁ μέντοι Δαίδαλος διαπτὰς εἰς Κάμινον τῆς Σικελίας καὶ τὸν υἱὸν αὐτοῦ ἐκδεχόμενος ἔμεινε παρὰ ταῖς Κωκάλου θυγατράσιν, ὑφ’ ὧν ὁ Μί‐ νως, ἥκων ἐπ’ ἀναζήτησιν τοῦ Δαιδάλου, ἀποθνήσκει καταχυθέντος αὐτοῦ ξεστοῦ ὕδατος. Ἱστορεῖ Φιλοστέφα‐ | |
10 | νος καὶ Καλλίμαχος ἐν Αἰτίοις. | |
37 | Schol. Il. η, 86: Ἀθάμας, Αἰόλου παῖς, βασιλεὺς δὲ Θηβῶν, γήμας τὴν Κάδμου παῖδα Ἰνὼ, παῖδας ἔσχε δύο, Κλέαρχον καὶ Μελικέρτην. Κατὰ Ἥρας δὲ πρόσ‐ ταγμα ἀποπεμψάμενος τὴν Ἰνὼ καὶ ἐπιγήμας Νεφέλην, | |
5 | ἔσχεν ἐξ αὐτῆς δύο παῖδας, Ἕλλην τε καὶ Φρίξον. Μιγνύμενον δὲ αὐτὸν λάθρα τῇ Ἰνοῖ κατοπτεύσασα ἡ Νε‐ φέλη ᾤχετο. Πάλιν δὲ τῆς οἰκίας ἐπικρατήσασα ἡ Ἰνὼ ἐπεβούλευσε τοῖς τῆς Νεφέλης παισίν. Εὑροῦσα δέ τινα μηχανὴν ἔφρυγε τὰ σπέρματα. Καὶ δὴ πολλῆς οὔσης | |
10 | ἀκαρπίας ἐν τῇ χώρᾳ, ἔπεμπεν ὁ Ἀθάμας εἰς Πυθὼ θεοπρόπους. Ἡ δὲ Ἰνὼ συνέπεισε τούτους τεχνήσασά τινα χρησμὸν κατὰ τοῦ Φρίξου, ὡς θῦμα τῆς αὐτοῦ γονῆς προσενεγκὼν ἀπαλλαγήσεται τοῦ δεινοῦ. Πυθόμενος οὖν παρὰ τῶν θεοπρόπων ὁ Ἀθάμας τὸ λόγιον, μεταπέμπεται | |
15 | ἐκ τῶν ἀγρῶν τὸν Φρίξον. Πρόφασιν δὲ αὐτὸν ἐκέλευσεν ἄγειν ὅ τι κάλλιστον πρόβατον ἐν τοῖς θρέμμασιν εἰς ἱερουργίαν ὑπάρχει. Μυθολογεῖται δὲ παραγιγνομένῳ τῷ Φρίξῳ μετὰ τῆς ἀδελφῆς, κατά τινος δαίμονος ἐπιφά‐ νειαν, ἀνθρωπίνῃ φωνῇ λαλῆσαι τὸν κριὸν, καὶ πᾶσαν | |
20 | αὐτῷ τὴν ἐπιβουλὴν ἀναγγεῖλαι, κελεῦσαί τε αὐτῷ, μετὰ τῆς ἀδελφῆς ἐπικαθίσαι τῷ νώτῳ, ὅπως τὸν ἐπικείμενον κίνδυνον ἐκφυγεῖν δυνηθῶσιν. Οὗ καὶ γενομένου, λέγε‐ ται τὸν κριὸν μετὰ πολλῆς βίας διὰ μέσου τοῦ ἀέρος ποιήσασθαι τὴν πορείαν. Τὴν δὲ Ἕλλην μὴ δυναμένην | |
25 | ἀντέχειν, καταπεσεῖν εἰς τὸ ὑποκείμενον πέλαγος, προσαγορευθῆναι δὲ τοῦτο, διὰ τὴν προειρημένην, Ἑλλήσποντον. Τὸν δὲ κριὸν κομίσαντα εἰς Κόλχους ἐκ τοῦ Πόντου τὸν Φρίξον τελευτῆσαι. Ἐπὶ τοῦτο λέγε‐ ται τὸ δέρας καὶ τοὺς Ἀργοναύτας ἀποσταλῆναι μετὰ | |
30 | τοῦ Ἰάσονος. Τὸν δὲ Ἀθάμαντά φασι μαθόντα ἕκαστα τῶν συντεθέντων ὑπὸ τῆς Ἰνοῦς, μὴ φείσασθαι μηδὲ τῶν ἐξ αὐτοῦ γενομένων αὐτῇ παίδων, καὶ αὐτοχειρίᾳ μὲν ἀποκτεῖναι Κλέαρχον, ἐπιδιῶξαι δὲ μετὰ ξίφους καὶ τὴν Ἰνώ. Τὴν δὲ καταλαμβανομένην, σωτηρίαν ἐπισπά‐ | |
35 | σασθαι ἑαυτῇ τε καὶ τῷ υἱεῖ, ῥίψασαν ἑαυτὴν εἰς τὴν θάλασσαν, καὶ τυχεῖν ἐκ τῶν θεῶν τῶν ἐναλίων τιμῶν· ὕστερον δὲ καὶ προσαγορευθῆναι αὐτὴν, διὰ τὸν ἐκ τῆς θαλάσσης ἀφρὸν Λευκοθέαν, τὸν δὲ Μελικέρτην Παλαί‐ μονα· εἶναι δὲ αὐτὸν σωτῆρα τῶν τὸ πέλαγος πλεόντων | |
40 | ἀνθρώπων. Ἡ ἱστορία παρὰ τῷ Φιλοστεφάνῳ. | |
38 | Schol. Odyss. ο, 16, de Icarii uxore Dorodoche vel Asterodia, et de Penelope, quam Laertes Ulyssi uxorem conciliavit. Ἡ δὲ ἱστορία παρὰ Φιλοστεφάνῳ | |
καὶ Φερεκύδῃ. | 33 |