TLG 0583 002 :: PHILOCHORUS :: Fragmenta PHILOCHORUS Hist. Fragmenta Source: FGrH #328. : 3B:98–160.
Citation: Volume-Jacoby#-F — fragment — (line) | ||
3b,328,F1 | SCHOL. PLAT. Π. δικ. 374 A p. 402 Greene: παροιμία ὅτι πολλὰ ψεύδονται ἀοιδοί ... φασὶ γὰρ τοὺς ποιητὰς πάλαι λέγοντας τἀληθῆ, ἄθλων ὕστερον αὐτοῖς ἐν τοῖς ἀγῶσι τιθεμένων, ψευδῆ καὶ πεπλασμένα λέγειν αἱρεῖσθαι, ἵνα διὰ τούτων ψυχαγωγοῦντες τοὺς ἀκροωμένους τῶν ἄθλων | |
5 | τυγχάνωσιν. ἐμνήσθη ταύτης καὶ Φιλόχορος ἐν Ἀτθίδος α καὶ Σόλων Ἐλεγείαις (F 21 D) καὶ Πλάτων ἐνταῦθα. | |
---|---|---|
3b,328,F2a | STEPH. BYZ. s.v. ἄστυ· ἡ κοινῶς πόλις. διαφέρει δέ, ὅτι τὸ μὲν κτίσμα δηλοῖ, ἡ δὲ πόλις καὶ τοὺς πολίτας. ἐκλήθη δὲ ἄστυ, | |
5 | ὡς Φιλόχορος [ι]α Ἀτθίδος, διὰ τὸ πρότερον νομάδας καὶ σποράδην ζῶντας τότε συνελ‐ θεῖν καὶ στῆναι ἐκ τῆς πλάνης εἰς τὰς κοινὰς οἰκήσεις, ὅθεν | |
10 | οὐ μετανεστήκασιν. Ἀθηναῖοι δὲ πρῶτοι τῶν ἄλλων ἄστη | |
καὶ πόλεις ὤικησαν. | Column end | |
3b,328,F2b | ET. (GEN.) M. p. 160, 5: ἄστυ· ἡ πόλις· Φιλόχορος ἐν τῶι α τῆς Ἀτθίδος φησίν· «ἄστυ δὲ προσηγορεύσαν τὴν πόλιν διὰ | |
5 | τὸ πρότερον νομάδας καὶ σπο‐ ράδην ζῶντας τότε συνελθεῖν καὶ στῆναι ἐκ τῆς πλάνης εἰς τὰς κοινὰς οἰκήσεις, ὅθεν οὐ μετανέστησαν». οὕτως Ὦρος ἐν | |
10 | ἐθνικῶν. | 3 |
3b,328,F3 | STEPH. BYZ. s.v. Ἄρειος πάγος· ἀκρωτήριον Ἀθήνησιν, ὡς Ἀπολλόδωρος ἐν τῶι Περὶ θεῶν θ (244 F 94), ἐν ὧι τὰς φονικὰς κρίσεις ἐδίκαζον διὰ τὰς ἀπὸ τοῦ σιδήρου γινομένας μιαιφονίας. Φιλόχορος δ’ ἐν Ἀτθίδος β βιβλίωι, ὅτι Ἁλιρρόθιον τὸν Ποσειδῶνος ἀποθανεῖν | |
5 | ὑπὸ Ἄρεος, βιαζόμενον [διὰ] τὴν Ἀλκίππην τὴν αὐτοῦ θυγατέρα. | |
3b,328,F4 | MAXIM. (CONF.) SCHOL. DIONYS. AREOPAG. Patrol. Gr. 4 p. 17 Migne: ἐδίκαζον οὖν Ἀρεοπαγῖται περὶ πάντων σχεδὸν σφαλμάτων καὶ παρανομιῶν, ὡς ἅπαντά φησιν Ἀνδροτίων ἐν πρώτηι (324 F 3) καὶ Φιλόχορος ἐν δευτέραι καὶ τρίτηι (F 20) τῶν Ἀτθίδων. | |
3b,328,F5a | ATHEN. 15, 48 p. 693 DE: Φιλόχορος δ’ ἐν δευτέρωι Ἀτ‐ θίδος «καὶ θέσμιον» φησίν «ἐτέθη τότε προσφέρεσθαι μετὰ τὰ σιτία πᾶσιν ἀκράτου μὲν ὅσον γεῦμα καὶ δεῖγμα τῆς δυνάμεως τοῦ Ἀγαθοῦ Θεοῦ, τὸ δὲ λοιπὸν ἤδη κεκραμένον». διὸ καὶ | |
5 | τροφοὺς τοῦ Διονύσου τὰς νύμφας ὀνομασθῆναι. | |
3b,328,F5b | —2, 7 p. 38 CD: Φιλόχορος δέ φησιν «Ἀμφικτύονα τὸν Ἀθηναίων βασιλέα μαθόντα παρὰ Διονύσου τὴν τοῦ οἴνου κρᾶσιν πρῶτον κεράσαι. διὸ καὶ ὀρθοὺς γενέσθαι τοὺς ἀνθρώπους οὕτω πίνοντας, πρό‐ | |
5 | τερον ὑπὸ τοῦ ἀκράτου καμπτομένους, καὶ διὰ τοῦτο ἱδρύσα‐ σθαι βωμὸν Ὀρθοῦ Διονύσου ἐν τῶι τῶν Ὡρῶν ἱερῶι· αὗται γὰρ καὶ τὸν τῆς ἀμπέλου καρπὸν ἐκτρέφουσι. πλησίον δ’ αὐτοῦ καὶ ταῖς Νύμφαις βωμὸν ἔδειμεν, ὑπόμνημα τοῖς χρωμένοις τῆς κράσεως ποιούμενος· καὶ γὰρ Διονύσου τροφοὶ αἱ Νύμφαι | |
10 | λέγονται. καὶ θέσμιον ἔθετο προσφέρεσθαι μετὰ τὰ σιτία 〈πᾶσιν〉 ἄκρατον μόνον ὅσον γεύσασθαι, δεῖγμα τῆς δυνάμεως τοῦ Ἀγαθοῦ Θεοῦ, τὸ δὲ λοιπὸν ἤδη κεκραμένον, ὁπόσον ἕκασ‐ τος βούλεται· προσεπιλέγειν δὲ τούτωι τὸ τοῦ Διὸς Σωτῆρος ὄνομα διδαχῆς καὶ μνήμης ἕνεκα τῶν πινόντων, ὅτι οὕτω πίνον‐ | |
15 | τες ἀσφαλῶς σωθήσονται». | 98 |
3b,328,F6 | HARPOKR. (SUDA) s.v. κοβαλεία· .... ἐλέγετο ἡ προσποιητὴ μετ’ ἀπάτης παιδιά, καὶ κόβαλος ὁ ταύτηι χρώμενος. ἔοικε δὲ συνώνυμον τῶι βωμολόχωι· Φιλόχορος β Ἀτθίδος «οὐ γὰρ, ὥσπερ ἔνιοι λέγουσιν, βωμολόχον τινὰ καὶ κόβαλον γίνεσθαι νομιστέον τὸν Διόνυσον». | |
3b,328,F7a | EUSEB. Chron. a. Abr. 712/20 (SYNKELL. p. 307, 1 Bonn.): Διονύσου πράξεις καὶ τὰ περὶ Ἰνδούς, Λυκοῦργόν τε καὶ Ἀ‐ κταίωνα καὶ Πενθέα, ὅπως τε Περσεῖ συστὰς εἰς μάχην ἀναιρεῖται, ὥς φησι Δείναρχος ὁ ποιητής, οὐχ ὁ ῥήτωρ. τῶι δὲ βουλομένωι πάρεστιν ἰδεῖν αὐτοῦ | |
5 | τὴν ταφὴν ἐν Δελφοῖς παρὰ τὸν Ἀπόλλωνα τὸν χρυσοῦν, ἔνθα καὶ τὸ ὅπλον ἀνάκειται Αὐγούστου Καίσαρος καὶ Νέρωνος ἡ κιθάρα. βάθρον δέ τι νομίζεται τοῖς ἀγνοοῦσιν ὁ Διονύσου τάφος. στρατηγὸς δὲ δοκεῖ γενέσθαι, καὶ οὕτω γράφεται θηλύμορφος διά τε ἄλλας αἰσχρὰς αἰτίας καὶ διὰ τὸ μιξόθηλυν στρατὸν ὁπλίζειν· ὥπλιζε γὰρ σὺν τοῖς ἄρρεσι τὰς θηλείας, ὥς φησιν ὁ Φιλόχορος | |
10 | ἐν δευτέρωι. | |
3b,328,F7b | MALAL. Chron. II p. 44, 21 Bonn: καὶ γνοὺς τοῦτο ὁ Διόνυσος ὅτι ὡπλίσατο κατ’ αὐτοῦ, ἔφυγε τὸν Λυκοῦργον· καὶ εἰς Δελφοὺς ἀπελθὼν ἐκεῖ τελευτᾶι· καὶ ἐτέθη τὸ λείψανον τοῦ αὐτοῦ Διονύσου ἐκεῖ ἐν σο‐ ρῶι· καὶ τὰ ὅπλα δὲ αὐτοῦ αὐτὸς ἐκεῖ εἰς τὸ ἱερὸν ἐκρέμασε, καθὼς Δείναρχος | |
5 | ὁ σοφώτατος συνεγράψατο περὶ τοῦ αὐτοῦ Διονύσου. ὡσαύτως δὲ καὶ ὁ σο‐ φώτατος Φιλόχορος τὰ αὐτὰ συνεγράψατο, ἐν ἧι ἐκθέσει εἶπε περὶ τοῦ αὐτοῦ Διονύσου «ἔστιν ἰδεῖν τὴν ταφὴν αὐτοῦ ἐν Δελφοῖς παρὰ τὸν Ἀπόλλωνα τὸν χρυσοῦν· βάθρον δέ τι εἶναι ὑπονοεῖται ἡ σορός, ἐν ὧι γράφεται· ‘Ἐνθάδε κεῖται θανὼν Διόνυσος ἐκ Σεμέλησ‘». | |
10 | ὁμοίως δὲ καὶ ὁ σοφώτατος Κεφαλίων (93 F 4) τὰ αὐτὰ ἐν τῶι ἰδίωι συγγράμ‐ ματι ἐξέθετο. | |
3b,328,F8 | HARPOKR. (SUDA) s.v. κανηφόροι· Λυκοῦργος ἐν τῶι Κατὰ Λυκόφρονος (F 68 Bl). περὶ τῶν κανηφόρων Φιλόχορος ἐν β Ἀτθίδος φησὶν ὡς Ἐριχθονίου βασιλεύοντος πρῶτον κατέστησαν αἱ ἐν ἀξιώματι παρθένοι φέρειν τὰ κανᾶ τῆι θεῶι, ἐφ’ οἷς ἐπέκειτο τὰ πρὸς τὴν θυσίαν, τοῖς τε Πανα‐ | |
5 | θηναίοις καὶ ταῖς ἄλλαις πομπαῖς. | |
3b,328,F9 | SCHOL. V ARISTOPH. Vesp. 544: οὐκέτι πρεσβυτῶν ὄχλος χρή‐ | |
σιμος ... σκωπτόμενοι δ’ ἐν τοῖς ὁδοῖς θαλλοφόροι καλούμεθα] ... ἐπειδὴ ἐν τοῖς Παναθηναίοις οἱ γέροντες θαλλοὺς ἔχοντες ἐπόμπευον ... ὁ μέντοι Δικαίαρχος ἐν τῶι Παναθηναικῶι (IV) οὐκ οἶδα ἐξ ὅτου ποτὲ καὶ τὰς γραῦς | 99 | |
5 | ἐν τοῖς Παναθηναίοις ὑπείληφε θαλλοφορεῖν, πολλῶν ἀλλήλοις ὁμολογούντων περὶ τοῦ μόνον τοὺς πρεσβύτας θαλλοφορεῖν, Ξενοφῶντος μὲν ἐν τῶι Συμποσίωι (4, 17), Φιλοχόρου δὲ ἐν τῆι δευτέραι, ὅς γε καὶ τὸν καταδόντα τὸ ἔθος Ἐριχθόνιον συνίστησιν. μνημονεύει τοῦ ἔθους Κρατῖνος μὲν ἐν Δηλιάσι (I 22, 31 K), Φερεκράτης δ’ ἐν Ἐπιλήσμοσιν (I 160, 57 K). | |
3b,328,F10 | HARPOKR. s.v. ἐπίβοιον· Λυκοῦργος ἐν τῶι Περὶ τῆς ἱερείας (F 35 Bl). Φιλόχορος δ’ ἐν β φησὶν οὕτως· «ἐὰν δέ τις τῆι Ἀθηνᾶι θύηι βοῦν, ἀναγκαῖόν ἐστι καὶ τῆι Πανδρόσωι θύειν ὄιν, καὶ ἐκαλεῖτο τὸ θῦμα ἐπίβοιον». ὁμοίως καὶ Στάφυλος ἐν α τῶν Περὶ | |
5 | Ἀθηνῶν (269 F 1). | |
3b,328,F11 | SYNKELL. Chron. p. 304, 4 Bonn: Ἐρεχθέως τούτου θυγατέρα Βορέας υἱὸς Ἀστραίου Θρᾶιξ ἥρπασεν Ὠρείθυιαν· ὁ δὲ μῦθος τὸν ἄνεμον, ὡς Φιλόχορος ἐν δευτέραι φησίν. | |
3b,328,F12 | SCHOL. SOPHOKL. OK 100 (NATAL. COM. Mythol. 4, 13) νήφων ἀοίνοις] οὐ γὰρ σπένδεται οἶνος αὐταῖς (scil. ταῖς Εὐμενίσιν) ἀλλ’ ὕδωρ, καὶ νηφάλιαι καλοῦνται αἱ σπονδαὶ αὐτῶν. Πολέμων ἐν δὲ τῶι πρὸς Τίμαιον (IV) καὶ ἄλλοις τισὶ θεοῖς νηφαλίους φησὶ θυσίας γίνεσθαι, γράφων οὕτως· «Ἀθη‐ | |
5 | ναῖοί τε γὰρ τοῖς τοιούτοις ἐπιμελεῖς ὄντες καὶ τὰ πρὸς τοὺς θεοὺς ὅσιοι, νη‐ φάλια μὲν ἱερὰ θύουσι Μνημοσύνηι, Μούσαις, Ἠοῖ, Ἡλίωι, Σελήνηι, Νύμφαις, Ἀφροδίτηι Οὐρανίαι». Φιλόχορος δὲ καὶ περί τινων ἄλλων θυσιῶν τὸν αὐτὸν τρόπον δρωμένων φησὶν ἐν τῆι β τῶν Ἀτθίδων Διονύσωι τε καὶ ταῖς Ἐρεχθέως θυγατράσι· καὶ οὐ μόνον | |
10 | θυσίας νηφαλίους ἀλλὰ καὶ ξύλα τινὰ ἐφ’ ὧν ἔκαιον. | |
3b,328,F13 | HARPOKR. s.v. Βοηδρόμια· Δημοσθένης Φιλιππικοῖς (3, 31). ἑορτή τις Ἀθήνησιν οὕτω καλουμένη, ἥν φησι Φιλόχορος ἐν β νενομίσθαι, καθ’ ἣν ἡμέραν Ἴων ὁ Ξούθου ἐβοήθησε σπουδῆι | |
πολλῆι πολεμουμένοις Ἀθηναίοις ὑπὸ Εὐμόλπου τοῦ Ποσει‐ | 100 | |
5 | δῶνος, Ἐρεχθέως βασιλεύοντος βοηδρομεῖν γὰρ τὸ βοηθεῖν ὠνομάζετο, τουτέστιν ἐπὶ μάχην δραμεῖν. | |
3b,328,F14 | HARPOKR. (SUDA Σ 623) s.v. Σκίρον· Λυκοῦργος ἐν τῶι Περὶ τῆς ἱερείας (F 46 Bl). Σκίρα ἑορτὴ παρ’ Ἀθηναίοις, ἀφ’ ἧς καὶ ὁ μὴν Σκιροφοριών. φασὶ δὲ οἱ γράψαντες Περί τε μηνῶν καὶ ἑορτῶν τῶν Ἀθήνησιν, ὧν ἐστι καὶ Λυσιμαχίδης (366 F 3), ὡς τὸ σκίρον σκιάδ〈ε〉ιόν ἐστι μέγα, | |
5 | ὑφ’ ὧι φερομένωι ἐξ ἀκροπόλεως εἴς τινα τόπον καλούμενον Σκίρον πορεύονται ἡ τε τῆς Ἀθηνᾶς ἱέρεια καὶ ὁ τοῦ Ποσειδῶνος ἱερεὺς καὶ ὁ τοῦ Ἡλίου· κομίζουσι δὲ τοῦτο Ἐτεοβουτάδαι. σύμβολον δὲ τοῦτο γίνεται τοῦ δεῖν οἰκοδομεῖν καὶ σκέπας ποιεῖν, ὡς τούτου τοῦ χρόνου ἀρίστου ὄντος πρὸς οἰκοδομίαν. καὶ Ἀθηνᾶν δὲ Σκιράδα τιμῶσιν Ἀθηναῖοι, ἣν Φιλόχορος μὲν ἐν | |
10 | β Ἀτθίδος ἀπὸ Σκίρου τινὸς Ἐλευσινίου μάντεως κεκλῆσθαι, Πραξίων δὲ ἐν β Μεγαρικῶν (484 F 1) ἀπὸ Σκίρωνος. | |
3b,328,F15 | ATHEN. 11, 92 p. 495E: πενταπλόα· μνημονεύει αὐτῆς Φιλόχορος ἐν δευτέρωι Ἀτθίδος. Ἀριστόδημος δ’ ἐν τρίτωι Περὶ Πινδάρου (383 F 9) τοῖς Σκίροις φησὶν [Ἀθήναζε] ἀγῶνα ἐπιτελεῖσθαι τῶν ἐφήβων δρόμου· τρέχειν δ’ αὐτοὺς ἔχοντας ἀμπέλου κλάδον κατάκαρπον τὸν | |
5 | καλούμενον ὦσχον. τρέχουσι δ’ ἐκ τοῦ ἱεροῦ τοῦ Διονύσου μέχρι τοῦ τῆς Σκιράδος Ἀθηνᾶς ἱεροῦ, καὶ ὁ νικήσας λαμβάνει κύλικα τὴν λεγομένην πεν‐ ταπλόαν, καὶ κωμάζει μετὰ χοροῦ. πενταπλόα δ’ ἡ κύλιξ καλεῖται καθ’ ὅσον οἶνον ἔχει καὶ μέλι καὶ τυρὸν καὶ ἀλφίτων καὶ ἐλαίου βραχύ. | |
3b,328,F16 | HARPOKR. s.v. ὀσχοφόροι· Ὑπερείδης ἐν τῶι κατὰ Δημέου (F 87 Je), εἰ γνήσιος. περὶ τῶν ὀσχοφόρων ἄλλοι τε εἰρήκασιν καὶ Φιλόχορος ἐν τῆι [ι]β. ὁ δὲ Ἴστρος ἐν τῆι ιγ (334 F 8) περὶ Θησέως λέγων γράφει οὕτως· «ἕνεκα τῆς κοινῆς σωτηρίας νομίσαι τοὺς καλουμένους | |
5 | ὀσχοφόρους καταλέγειν δύο τῶν γένει καὶ πλούτωι προυχόντων. ἡ δὲ ὄσχη | |
κλῆμά ἐστι βότρυς ἐξηρτημένους ἔχον. ταύτην δὲ ὀρεσχάδα ἔνιοι καλοῦσιν». | 101 | |
3b,328,F17a | PLUTARCH. Theseus 15, 2: τοὺς δὲ παῖδας εἰς Κρήτην κομιζομένους ὁ μὲν τραγικώτατος μῦθος ἀποφαίνει τὸν Μινώταυρον ἐν τῶι Λαβυρίνθωι διαφθείρειν, ἢ πλανωμένους αὐτοὺς καὶ τυχεῖν ἐξόδου μὴ δυναμέ‐ νους ἐκεῖ καταθνήσκειν, τὸν δὲ Μινώταυρον, ὥσπερ Εὐριπίδης (F 996/7 N2) | |
5 | φησί, σύμμεικτον εἶδος καὶ ἀποφώλιον βρέφος γεγονέναι καὶ ταύρου μεμεῖχθαι καὶ βροτοῦ διπλῆι φύσει. (16, 1) Φιλόχορος δέ φησιν οὐ ταῦτα συγ‐ χωρεῖν Κρῆτας, ἀλλὰ λέγειν ὅτι φρουρὰ μὲν ἦν ὁ Λαβύρινθος, οὐθὲν ἔχων κακόν, ἀλλ’ ἢ τὸ μὴ διαφυγεῖν τοὺς φυλαττομένους· ἀγῶνα δ’ ὁ Μίνως ἐπ’ Ἀνδρόγεωι γυμνικὸν ἐποίει, καὶ τοὺς | |
10 | παῖδας ἆθλα τοῖς νικῶσιν ἐδίδου τέως ἐν τῶι Λαβυρίνθωι φυλαττομένους. ἐνίκα δὲ τοὺς προτέρους ἀγῶνας ὁ μέγιστον παρ’ αὐτῶι δυνάμενος τότε καὶ στρατηγῶν ὄνομα Ταῦρος, ἀνὴρ οὐκ ἐπιεικὴς καὶ ἥμερος τὸν τρόπον ἀλλὰ καὶ τοῖς παισὶ τῶν Ἀθηναίων ὑπερηφάνως καὶ χαλεπῶς προσφερόμενος ....... | |
15 | (19, 1) ἐπεὶ δὲ κατέπλευσεν εἰς Κρήτην, ὡς μὲν οἱ πολλοὶ γράφουσι καὶ ἄιδουσι, παρὰ τῆς Ἀριάδνης ἐρασθείσης τὸ λίνον λαβὼν .... ἀπέκτεινε τὸν Μινώταυρον καὶ ἀπέπλευσε τὴν Ἀριάδνην ἀναλαβὼν καὶ τοὺς ἠιθέους. (2) Φε‐ ρεκύδης (3 F 150) δὲ καὶ τὰ ἐδάφη τῶν Κρητικῶν νεῶν φησὶν ἐκκόψαι τὸν Θησέα τὴν δίωξιν ἀφαιρούμενον. (3) Δήμων (327 F 5) δὲ καὶ τὸν Ταῦρον | |
20 | ἀναιρεθῆναί φησι τὸν τοῦ Μίνω στρατηγὸν ἐν τῶι λιμένι διαναυμαχοῦντα τοῦ Θησέως ἐκπλέοντος. (4) ὡς δὲ Φιλόχορος ἱστόρηκε, τὸν ἀγῶνα τοῦ Μίνω συντελοῦντος, ἐπίδοξος ὢν ἅπαντας πάλιν νικήσειν ὁ Ταῦρος ἐφθονεῖτο· καὶ γὰρ ἡ δύναμις αὐτοῦ διὰ τὸν τρόπον ἦν ἐπαχθής, καὶ διαβολὴν εἶχεν ὡς τῆι Πασιφάηι πλησιάζων. | |
25 | διὸ καὶ τοῦ Θησέως ἀξιοῦντος ἀγωνίσασθαι συνεχώρησεν ὁ Μίνως. (6) ἔθους δ’ ὄντος ἐν Κρήτηι θεᾶσθαι καὶ τὰς γυναῖ‐ κας, Ἀριάδνη παροῦσα πρός τε τὴν ὄψιν ἐξεπλάγη τοῦ Θησέως καὶ τὴν ἄθλησιν ἐθαύμασε πάντων κρατήσαντος· (7) ἡσθεὶς δὲ καὶ ὁ Μίνως μάλιστα τοῦ Ταύρου καταπαλαισθέντος καὶ | |
30 | προπηλακισθέντος, ἀπέδωκε τῶι Θησεῖ τοὺς παῖδας καὶ ἀνῆκε τῆι πόλει τὸν δασμόν. (es folgt Kleidemos 323 F 17). | |
3b,328,F17b | EUSEB. Chron. a Abr. 785: | |
τὰ περὶ τὸν Μινώταυρον, ὡς μὲν ὁ μῦθος, ὅτι δὴ ἐκ ταύρου τοῦ ζώιου καὶ Πασιφάης μιξόθηρ ἐγένετο καὶ τὸν παρ’ Ἀθηναίων | 102 | |
5 | δασμὸν κομιζόμενος ἐθοινᾶτο τοὺς παῖδας, αὐτοὶ δὲ οἱ Κνώσιοι λέγουσιν εἶναι τοῦ Μίνω στρατηγόν, ὃς ὠνομάζετο Ταῦρος, τὴν δὲ φύσιν ὠμὸς καὶ ἀνήμερος ἦν. ἐπεὶ δὲ Μίνως ἀγῶνα ἐπ’ Ἀνδρόγεω ἐτίθει, ὃν ἀπέκτειναν Ἀθη‐ ναῖοι, τοὺς Ἀττικοὺς δὲ παῖδας ἔπαθλον ἐδίδου, ἰσχυρὸς ὢν ὁ Ταῦρος πάντων κατεκράτει· ὡς δὲ καὶ τῶι Θησεῖ τοῦ ἀγῶνος μετεδόθη καὶ τὸν Ταῦρον κατε‐ | |
10 | πάλαισε, συνέβη καὶ τοὺς παῖδας διασωθῆναι καὶ τὴν πόλιν ἀφεθῆναι τοῦ δασμοῦ, ὡς Φιλόχορος ἱστόρηκεν ἐν δευτέραι Ἀτθίδος. | |
3b,328,F17c | BOCCACCIO Gen. Deor. Gent. 11, 26: et esto ibidem legatur Platonem hoc esse falsum convincere, conveniunt tamen his quae a Philochoro in Atthidis libro de Minotauro recitantur, dato aliquantulum discrepent ab his quae postmodum ab Eusebio dicuntur. | |
3b,328,F18a | PLUTARCH. Theseus 35: Ἀιδωνέως δὲ τοῦ Μολοσ‐ σοῦ ξενίζοντος Ἡρακλέα, καὶ τῶν περὶ τὸν Θησέα καὶ Πειρίθουν κατὰ τύχην μνησθέντος, ἅ τε πράξοντες ἦλθον καὶ ἃ φωραθέντες ἔπαθον, βαρέως ἤνεγκεν ὁ Ἡρακλῆς τοῦ μὲν ἀπολωλότος ἀδόξως, τοῦ δ’ ἀπολλυμένου· (2) καὶ περὶ | |
5 | Πειρίθου μὲν οὐδὲν ὤιετο ποιήσειν πλέον ἐγκαλῶν, τὸν δὲ Θησέα παρηιτεῖτο, καὶ χάριν ἠξίου ταύτην αὐτῶι δοθῆναι. (3) συγχωρήσαντος δὲ τοῦ Ἀιδωνέως, λυθεὶς ὁ Θησεὺς ἐπανῆλθε μὲν εἰς τὰς Ἀθήνας, οὐδέπω παντάπασι τῶν φίλων αὐτοῦ κεκρατημένων, καὶ ὅς’ ὑπῆρχε τεμένη πρότερον αὐτῶι τῆς πόλεως ἐξελούσης, ἅπαντα καθιέρωσεν Ἡρακλεῖ, καὶ προσηγόρευσεν ἀντὶ Θησείων | |
10 | Ἡράκλεια πλὴν τεσσάρων, ὡς Φιλόχορος ἱστόρηκεν. | |
3b,328,F18b | EUSEB. Chron. a. Abr. 620 (SYNKELL. p. 299, 9): κόρης ἁρπαγὴ Περσεφόνης ὑπὸ Ἀιδωνέως τοῦ Μολοσσῶν βασιλέως, ὃς εἶχε κύνα παμμεγέθη τὸν λεγόμενον Κέρβερον, ὧι τὸν Πειρίθουν ὕστερον διεχρήσατο, παραγενόμενον ἐφ’ ἁρπαγῆι | |
5 | τῆς γυναικὸς ἅμα Θησεῖ. Θησέα δὲ παρατυχὼν Ἡρακλῆς ἐρρύσατο μέλλοντα συνδιαφθείρεσθαι τῶι Πειρίθωι. διὰ δὲ τὸ τοῦ κινδύνου προῦπτον ἐξ Ἅιδου νομίζεται Θησεὺς ἀνεληλυθέναι, ὡς Φιλόχορος ἱστορεῖ ἐν Ἀτθίδος δευτέρωι. | |
3b,328,F18c | BOCCACCIO Gen. Deor. Gent. 11, 6: arbitror igitur hanc Sycani regis Sycilie et Cereris fuisse filiam eamque ab Orco, Molossorum rege seu †cudonio seu Agesilao secundum Philochorum anno XXVIII Erictei regis Athenarum raptam eique coniugio copulatam. | |
3b,328,F19 | ET. M. (GEN. p. 42 Mi) p. 140, 45: Ἀρητήσιον· τόπος Ἀθή‐ νησιν οὕτω καλούμενος, ὅτι Θησεὺς μετὰ τὸ ὑποστρέψαι ἐκ τοῦ Ἄιδου ἐκπεσὼν Ἀθηνῶν ἐκεῖσε τὰς κατὰ τῶν ἐχθρῶν ἀρὰς ἐποιήσατο· παρὰ τὰς ἀρὰς οὖν Ἀρητήσιον ὁ τόπος ἐκλήθη. οὕτω Φιλόχορος ἐν τῶι δευτέρωι τῶν Ἀτθίδων. | 103 |
3b,328,F20a | MAXIM. (CONF.) SCHOL. DIONYS. AREOP. Patrol. Gr. 4 p. 17 Migne: ἐδίκαζον οὖν Ἀρεοπαγῖται περὶ πάντων σχεδὸν τῶν σφαλμάτων καὶ παρανομιῶν, ὡς ἅπαντά φησιν Ἀνδροτίων ἐν πρώτηι (324 F 3) καὶ Φιλόχορος ἐν δευτέραι (F 4) καὶ τρίτηι τῶν Ἀτθίδων. | |
3b,328,F20b | ——4, p. 16: ἐκ γὰρ τῶν ἐννέα καθισταμένων ἀρχόντων Ἀθήνησι τοὺς Ἀρεοπαγίτας ἔδει συνεστάναι δικαστάς, ὥς φησιν Ἀνδροτίων ἐν δευτέραι τῶν Ἀτθίδων (324 F 4): ὕστερον δὲ πλειόνων γέγονεν ἡ ἐξ Ἀρείου πάγου βουλή, τουτέστιν ἡ ἐξ ἀνδρῶν | |
5 | περιφανεστέρων πεντήκοντα καὶ ἑνός, πλὴν ἐξ εὐπατριδῶν, ὡς ἔφημεν, καὶ πλούτωι καὶ βίωι σώφρονι διαφερόντων ὡς ἱστορεῖ Φιλόχορος διὰ τῆς τρίτης τῶν αὐτοῦ Ἀτθίδων. | |
3b,328,F20*c | MICHAEL SYNK. Enc. Dionys. Areopag. ebd. p. 620: τῶν ἐν Ἀρείωι πάγωι δικαστῶν ἐχρημάτιζε ..., ὧν τὸ τοῦ γένους περίοπτον καὶ μεγαλόδοξον τοῖς τῶν Ἀτθίδων συγγρα‐ φεῦσιν Ἀνδροτίωνί τε καὶ Φιλοχόρωι κατὰ πλάτος ἱστόρηται. | |
3b,328,F21 | HARPOKR. (SUDA) s.v. λίθος· Δημοσθένης ἐν τῶι κατὰ Κόνωνος (54, 26) «τῶν τε παρόντων καθ’ ἕνα ἡμῖν οὑτωσὶ καὶ πρὸς τὸν λίθον ἄγοντες καὶ ἐξορκοῦντες». ἐοίκασι δ’ Ἀθηναῖοι πρός τινι λίθωι τοὺς ὅρκους ποιεῖσθαι, ὡς Ἀριστοτέλης ἐν τῆι Ἀθηναίων πολιτείαι (7, 1; 55, 5) καὶ | |
5 | Φιλόχορος ἐν τῶι γ ὑποσημαίνουσιν. | |
3b,328,F22a | HARPOKR. s.v. Τρικέφαλος· Ἰσαῖος ἐν τῶι Πρὸς Εὐκλεί‐ δην (F 59 Tur) «μικρὸν δ’ ἄνω τοῦ Τρικεφάλου παρὰ τὴν Ἑστίαν ὁδόν». τὸ πλῆρές ἐστιν τοῦ Τρικεφάλου Ἑρμοῦ. τοῦτον δέ φησι Φιλόχορος ἐν γ † Εὐκλείδην ἀναθεῖναι Ἀγκυλῆσιν. | |
3b,328,F22b | SUDA s.v. Τρικέφαλος· ὁ Ἑρμῆς, ὥσπερ διδάσκων τὰς ὁδοὺς καὶ ἔχων ὑπογραφήν, ποῦ μὲν αὕτη φέρει | |
ἡ ὁδός, ποῦ δὲ ἐκείνη. ἴσως δὲ πρὸς ἑκάστην ὁδὸν κεφαλὴν εἶχεν. ἔστι δὲ ὁ ἀναθεὶς τὸν Τρικέφαλον Ἑρμῆν, ὡς Φιλόχορός φησι, Προκλεί‐ | 104 | |
5 | δης Ἱππάρχου ἐραστής. | |
3b,328,F23 | ATHEN. 14, 42 p. 637F—638A: Φιλόχορος δ’ ἐν γ Ἀτθίδος «Λύσανδρος» φησί «ὁ Σικυώνιος κιθαριστὴς πρῶτος μετέστησε τὴν ψιλοκιθαριστικήν, μακροὺς τοὺς τόνους ἐκτείνας καὶ τὴν φωνὴν εὔογκον ποιήσας, καὶ τὴν ἔναυλον κιθάρισιν, ἧι πρῶτοι | |
5 | οἱ περὶ Ἐπίγονον ἐχρήσαντο. καὶ περιελὼν τὴν συντομίαν τὴν ὑπάρχουσαν ἐν τοῖς ψιλοῖς κιθαρισταῖς, χρώματά τε εὔχροα πρῶτος ἐκιθάρισε καὶ ἰάμβους καὶ μάγαδιν, τὸν καλούμενον συριγμόν, καὶ ὄργανον μετέλαβεν μόνος τῶν πρὸ αὐτοῦ, καὶ τὸ πρᾶγμα αὐξήσας χορὸν περιεστήσατο πρῶτος». | |
3b,328,F24 | HARPOKR. s.v. Ἀλωπεκή· δῆμος τῆς Ἀντιοχίδος ..... πόθεν δὲ ὠνομάσθησαν Φιλόχορος ἐν γ δηλοῖ. | |
3b,328,F25 | HARPOKR. s.v. Κεραμεῖς· ..... δῆμός ἐστι φυλῆς τῆς Ἀκα‐ μαντίδος Κεραμεῖς, ὥς φησι Διόδωρος (372 F 18). φησὶ δὲ Φιλόχορος ἐν γ εἰληφέναι τούτους τοὔνομα ἀπὸ τῆς κεραμικῆς τέχνης καὶ τοῦ θύειν Κεράμωι τινὶ ἥρωι. | |
3b,328,F26 | HARPOKR. s.v. Κολωνέτας· Ὑπερείδης ἐν τῶι Πρὸς Ἀπελ‐ λαῖον περὶ τοῦ θησαυροῦ (F 8 Bl—J). τοὺς μισθωτοὺς κολωνέτας ὠνόμαζον, ἐπειδὴ παρὰ τῶι Κολωνῶι εἱστήκεσαν, ὅς ἐστι πλησίον τῆς ἀγορᾶς, ἔνθα τὸ Ἡφαιστεῖον καὶ τὸ Εὐρυσάκειόν ἐστιν· ἐκαλεῖτο δὲ ὁ Κολωνὸς οὗτος ἀγοραῖος. | |
5 | ἦν δὲ καὶ ἕτερος Κολωνὸς πρὸς τὸ τοῦ Ποσειδῶνος ἱερόν, ὡς Ὑπερείδης ἐν τῶι Κατ’ Αὐτοκλέους (F 60)· οὗτος δ’ ἂν εἴη ὁ τῶν ἵππων. Φερεκράτης Πετάληι (I 184, 34 K) «οὗτος πόθεν ἥκεις; —ἐς Κολωνὸν ἱέμην, / οὐ τὸν ἀγοραῖον, ἀλλὰ τὸν τῶν ἱππέων» ... περὶ τῶν Κολωνῶν Διόδωρός τε ὁ περιηγητὴς (372 F 7) καὶ Φιλόχορος ἐν γ Ἀτθίδος διεξῆλθεν. | |
3b,328,F27 | HARPOKR. s.v. Μελίτη· ..... δῆμός ἐστι τῆς Κεκροπίδος. κεκλῆσθαι δέ φησι ὁ Φιλόχορος τὸν δῆμον ἐν γ ἀπὸ Μελίτης θυγατρὸς κατὰ μὲν Ἡσίοδον (F 106 RZ) Μύρμηκος, κατὰ δὲ Μουσαῖον (Vorsokr. 2 [67] B 9) Δίου τοῦ Ἀπόλλωνος. | |
3b,328,F28 | HARPOKR. (SUDA) s.v. Οἴηθεν· .... δῆμος τῆς Πανδιονίδος ἡ Οἴη, ὡς Διόδωρος (372 F 8) .... Φιλόχορος δὲ ἐν τῆι γ τὴν Οἴην Κεφάλου μὲν θυγατέρα, Χάροπος δὲ γυναῖκα ἱστορεῖ. | 105 |
3b,328,F29 | HARPOKR. s.v. Οἶον· ..... δῆμοί εἰσιν ἐν τῆι Ἀττικῆι διττοὶ οὐδετέρως λεγόμενοι, καλοῦνται δὲ Οἶον. κεκλῆσθαι 〈δέ〉 φησιν οὕτω Φιλόχορος ἐν τῆι [ι]γ διὰ τὸ μηδαμῶς οἰκητὸν τόπον ἔχειν, ἀλλὰ μεμονῶσθαι· τὸ γὰρ μόνον οἶον ἐκάλουν οἱ ἀρχαῖοι. | |
5 | ἔστι δὲ τὸ μὲν Κεραμεικὸν Οἶον τῆς Λεοντίδος φυλῆς, τὸ δὲ Δεκελεικὸν τῆς Ἱπποθωντίδος, ὡς Διόδωρος (372 F 12). οἱ δὲ δημόται ἑκατέρωθεν ἐλέγοντο ἐξ Οἴου. | |
3b,328,F30 | LEX. CANTABR. p. 354, 1 N; KLAUDIOS KASILON (Miller Melanges p. 398); LEX. DEMOSTH. Aristocr. (P. BEROL. 5008) B 27: ὀστρακισμοῦ τρόπος· Φιλόχορος ἐκτίθεται τὸν ὀστρακισμὸν ἐν τῆι τρίτηι γράφων οὕτω· «ὁ δὲ ὀστρα[κισμὸς τοιοῦτος]· προεχειροτόνει | |
5 | μὲν ὁ δῆμος πρὸ τῆς ὀγδόης πρυτανείας, εἰ δοκεῖ τὸ ὄστρακον εἰσφέρειν. ὅτε δ’ ἐδόκει, ἐφράσσετο σανίσιν ἡ ἀγορά, καὶ κατελείποντο εἴσοδοι δέκα, δι’ ὧν εἰσιόντες κατὰ φυλὰς ἐτί‐ θεσαν τὰ ὄστρακα, στρέφοντες τὴν ἐπιγραφήν· ἐπεστάτουν δὲ οἵ τε ἐννέα ἄρχοντες καὶ ἡ βουλή. διαριθμηθέντων δὲ ὅτωι | |
10 | πλεῖστα γένοιτο καὶ μὴ ἐλάττω ἑξακισχιλίων, τοῦτον ἔδει τὰ δίκαια δόντα καὶ λαβόντα ὑπὲρ τῶν ἰδίων συναλλαγμάτων ἐν δέκα ἡμέραις μεταστῆναι τῆς πόλεως ἔτη δέκα (ὕστερον δὲ ἐγένοντο πέντε), καρπούμενον τὰ ἑαυτοῦ, μὴ ἐπιβαίνοντα | |
ἐντὸς Γεραιστοῦ τοῦ Εὐβοίας ἀκρωτηρίου». *** μόνος δὲ Ὑπέρ‐ | 106 | |
15 | βολος ἐκ τῶν ἀδόξων ἐξωστρακίσθη διὰ μοχθηρίαν τρόπων, οὐ δι’ ὑποψίαν τυραννίδος· μετὰ τοῦτον δὲ κατελύθη τὸ ἔθος, ἀρξάμενον νομοθετήσαντος Κλεισθένους, ὅτε τοὺς τυράννους κατέλυσεν, ὅπως συνεκβάλοι καὶ τοὺς φίλους αὐτῶν. | |
3b,328,F31 | HESYCH. s.v. ἀγοραῖος Ἑρμῆς· οὕτως ἐλέγετο [ὄντος], καὶ ἀφίδρυτο Κέβριδος ἄρχοντος, ὡς μαρτυρεῖ Φιλόχορος ἐν γ. | |
3b,328,F32a | STEPH. BYZ. s.v. Αἴθαια· πόλις Λακωνικῆς, μία τῶν ρ· Φιλόχορος ἐν Ἀτθίδος γ. τὸ ἐθνικὸν Αἰθαεύς. Θουκυδίδης α (101, 2). | |
3b,328,F32b | —s.v.† Θέα· πόλις Λακωνικῆς· Φιλόχορος γ. 〈οἱ πολῖται〉 †Θεεῖς, ὡς Θουκυδίδης (—). | |
3b,328,F33 | HARPOKR. s.v. θεωρικά· Δημοσθένης Φιλιππικῶι (3, 11; 31). θεωρικὰ ἦν τινὰ ἐν κοινῶι χρήματα ἀπὸ τῶν τῆς πόλεως προσόδων συναγόμενα. ταῦτα δὲ πρότερον μὲν εἰς τὰς τοῦ πολέμου χρείας ἐφυλάττετο, καὶ ἐκαλεῖτο στρατιωτικά, ὕστερον δὲ κατετίθετο εἴς τε τὰς δημοσίας κατα‐ | |
5 | σκευὰς καὶ διανομὰς τῶν πολιτῶν, ὧν πρῶτος ἤρξατο Ἀγύρριος ὁ δημαγωγός. Φιλόχορος δὲ ἐν τῆι γ τῆς Ἀτθίδος φησί «τὸ δὲ θεωρικὸν ἦν τὸ πρῶτον νομισθὲν δραχμὴ τῆς θέας, ὅθεν καὶ τοὔνομα ἔλαβε», καὶ τὰ ἑξῆς. | |
3b,328,F34a | SCHOL. RV ARISTO‐ PHAN. Av. 556: ὁ Ἱερὸς πόλε‐ μος ἐγένετο Ἀθηναίοις πρὸς | |
Βοιωτοὺς βουλομένους ἀφελέσ‐ | Column end | |
5 | θαι Φωκέων τὸ μαντεῖον. νι‐ κήσαντες δὲ Φωκεῦσι πάλιν ἀπέδωκαν, ὡς Φιλόχορος ἐν τῆι δ. δύο δὲ ἱεροὶ πόλεμοι γεγόνα‐ σιν, οὗτός τε καὶ ὁπότε Φωκεῦσιν | |
10 | ἐπέθεντο Λακεδαιμόνιοι. | Column end |
3b,328,F34b | SCHOL. V: ἐν ἐνίοις τῶν ὑπο‐ μνημάτων ταῦτα λέγεται ... τοῦ Ἱεροῦ πολέμου μνημονεύει τοῦ γε‐ | |
νομένου Ἀθηναίοις πρὸς Φωκέας | 107 | |
5 | ὑπὲρ τοῦ ἐν Δελφοῖς ἱεροῦ. ἐσχε‐ δίασται δὲ ὑπ’ αὐτῶν· οὐ γὰρ πρὸς Φωκέας ὑπὲρ τούτου ἐπολέμησαν, ἀλλ’ ὑπὲρ Φωκέων διὰ τὸ πρὸς Λακεδαιμονίους ἔχθος. γεγόνασι δὲ | |
10 | δύο πόλεμοι ἱεροί· πρότερος μὲν Λακεδαιμονίοις πρὸς Φωκεῖς ὑπὲρ Δελφῶν, καὶ κρατήσαντες τοῦ ἱεροῦ Λακεδαιμόνιοι τὴν προμαντείαν παρὰ Δελφῶν ἔλαβον· ὕστερον δὲ τρίτωι † ἔτει τοῦ πρώτου πολέμου Ἀθηναίοις πρὸς Λακεδαιμονίους ὑπὲρ Φωκέων. καὶ τὸ ἱερὸν ἀπέδωκαν Φωκεῦσι, | |
15 | καθάπερ καὶ Φιλόχορος ἐν τῆι δ λέγει. καλεῖται δὲ Ἱερός, ὅτι περὶ τοῦ ἐν Δελφοῖς ἱεροῦ ἐγένετο. ἱστορεῖ περὶ αὐτοῦ καὶ Θουκυδίδης (1, 112, 5) καὶ Ἐρατοσθένης ἐν τῶι θ (241 F 38) καὶ Θεόπομπος ἐν τῶι κε (115 F 156). | |
3b,328,F35a | PHOT. SUDA s.v. ὀργεῶνες· οἱ τοῖς ἰδίαι ἀφιδρυμένοις θεοῖς ὀργιάζοντες· ὀργιάζειν δέ ἐστι τὰ τῶν θεῶν ὄργια τελεῖν, τουτέστι μυστήρια καὶ νόμιμα· 〈Πλάτων〉 Νόμων δεκάτωι (910 B) .... Σέλευκος δὲ ἐν τῶι Ὑπομνήματι τῶν Σόλωνος ἀξόνων (341 F 1) ὀργεῶνάς φησι καλεῖσθαι | |
5 | τοὺς συνόδους ἔχοντας περί τινας ἥρωας ἢ θεούς· ἤδη δὲ μεταφέροντες καὶ τοὺς ἱερέας οὕτω καλοῦσιν· ὁ γοῦν Ἀντίμαχος ἐν τῆι Λύδηι (F 67 Wyss) ... καὶ ὁ Αἰσχύλος ἐν Μυσοῖς (F 144 N2) ... περὶ τῶν ὀργεώνων γέγραφεν καὶ Φιλόχορος· «τοὺς δὲ φράτορας ἐπάναγκες δέχεσθαι καὶ τοὺς ὀργεῶνας καὶ τοὺς ὁμογάλακτας, οὓς γεννήτας καλοῦμεν». | |
3b,328,F35b | HARPOKR. SUDA s.v. γεννῆται (SCHOL. DEMOSTH. 57, 23; SCHOL. PATM. BCH 1, 152; LEX. SABBAIT. p. 6, 10 P—K)· οἱ τοῦ αὐτοῦ γένους κοινωνοῦντες· διηιρημένων γὰρ ἁπάντων τῶν πολιτῶν κατὰ μέρη, τὰ μὲν πρῶτα καὶ μέγιστα μέρη ἐκαλοῦντο φυλαί, ἑκάστη δὲ φυλὴ τριχῆι διήιρητο καὶ | |
5 | ἐκαλεῖτο ἕκαστον μέρος τούτων τριττὺς καὶ φατρία. πάλιν δὲ τῶν φατριῶν | |
ἑκάστη διήιρητο εἰς γένη λ, ἐξ ὧν αἱ ἱεροσύναι αἱ ἑκάστοις προσήκουσαι ἐκληροῦντο. ἔστι δὲ παρὰ πολλοῖς τῶν ῥητόρων τοὔνομα, ὡς καὶ Δημοσθένης ἐν τῆι Πρὸς Εὐβουλίδην ἐφέσει (57, 23; 67). Ἰσαῖος ἐν τῶι Περὶ τοῦ Ἀπολλο‐ δώρου κλήρου (7, 1; 13) τοὺς συγγενεῖς γεννήτας ὠνόμασεν. οὐχ οἱ συγγενεῖς | 108 | |
10 | μέντοι ἁπλῶς καὶ οἱ ἐξ αἵματος γεννῆταί τε καὶ ἐκ τοῦ αὐτοῦ γένους ἐκαλοῦντο, ἀλλ’ οἱ ἐξ ἀρχῆς εἰς τὰ καλούμενα λ γένη κατανεμηθέντες. Φιλόχορος δ’ ἐν τῆι δ Ἀτθίδος φησὶ πρότερον ὁμογάλακτας ὀνομάζεσθαι οὓς νῦν γεννήτας καλοῦσιν. | |
3b,328,F36 | HARPOKR. s.v. προπύλαια ταῦτα· .... περὶ δὲ τῶν προπυλαίων τῆς ἀκροπόλεως, ὡς ἐπὶ Εὐθυμένους ἄρχοντος οἰκοδομεῖν ἤρξαντο Ἀθηναῖοι, Μνησικλέους ἀρχιτεκτονοῦντος, ἄλλοι τε ἱστορήκασιν καὶ Φιλόχορος ἐν τῆι δ. Ἡλιόδωρος δ’ ἐν α | |
5 | Περὶ τῆς Ἀθήνησιν ἀκροπόλεως (374 F 1) μεθ’ ἕτερα καὶ ταῦτά φησιν· «ἐν ἔτεσι μὲν ε παντελῶς ἐξεποιήθη, τάλαντα δ’ ἀνηλώθη δισχίλια ιβ πέντε δὲ πύλας ἐποίησαν, δι’ ὧν εἰς τὴν ἀκρόπολιν εἰσίασιν». | |
3b,328,F37 | HARPOKR. (SUDA) s.v. Λύκειον· Δημοσθένης ἐν τῶι Κατὰ Τιμοκράτους (24, 114). ἓν τῶν παρ’ Ἀθηναίοις γυμνασίων ἐστὶ τὸ Λύκειον, ὃ Θεόπομπος μὲν ἐν τῆι κα (115 F 136) Πεισίστρατον ποιῆσαι, Φιλόχορος δὲ ἐν τῆι δ Περικλέους φησὶν ἐπιστατοῦντος αὐτὸ γενέσθαι. | |
3b,328,F38 | HARPOKR. s.v. στρατεία ἐν τοῖς ἐπωνύμοις· Αἰσχίνης ἐν τῶι Περὶ τῆς πρεσβείας (§ 168). τίς ἦν ἡ ἐν τοῖς ἐπωνύμοις στρατεία, δεδήλωκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείαι (54, 3) λέγων «εἰσὶ γὰρ ἐπώνυμοι ι μὲν οἱ τῶν φυλῶν, β δὲ καὶ μ τῶν ἡλικιῶν. οἱ δ’ ἔφηβοι ἐγγραφόμενοι πρότερον μὲν | |
5 | εἰς λελευκωμένα γραμματεῖα ἐνεγράφοντο, καὶ ἐπεγράφοντο αὐτοῖς ὅ τε ἄρ‐ | |
χων, ἐφ’ οὗ ἐνεγράφησαν, καὶ 〈ὁ〉 ἐπώνυμος ὁ τῶι προτέρωι ἔτει δεδιαιτηκώς· νῦν δὲ εἰς τὴν βουλὴν ἀναγράφονται». καὶ μετ’ ὀλίγα (53, 7) «χρῶνται δὲ τοῖς ἐπωνύμοις καὶ πρὸς τὰς στρατείας, καὶ ὅταν ἡλικίαν ἐκπέμπωσι, προγρά‐ φουσιν ἀπὸ τίνος ἄρχοντος 〈καὶ〉 ἐπωνύμου μέχρι τίνος δεῖ στρατεύεσθαι». | 109 | |
10 | διείλεκται περὶ τούτων καὶ Φιλόχορος ἐν δ τῆς Ἀτθίδος. | |
3b,328,F39 | HESYCH. s.v. ἱππῆς· Ἱππεῦσιν (225) «ἀλλ’ εἰσὶν ἱππῆς ἄνδρες ἀγαθοὶ χίλιοι». σύστημα πολεμικῶν ἀνδρῶν χιλίων ἵππους τρεφόντων. Φιλόχορος δὲ ἐν τετάρτωι εἴρηκε, πότε κατεστάθησαν χίλιοι· διάφορα γὰρ ἦν ἱππέων πλήθη κατὰ χρόνον Ἀθηναίοις. | |
3b,328,F40a | HARPOKR. (SUDA) s.v. πρὸς τῆι πυλίδι Ἑρμῆς· Δημοσ‐ θένης ἐν τῶι Κατ’ Εὐέργου (47, 26). Φιλόχορος ἐν τῆι ε «Ἀθηναίων» φησίν «ἀρξαμένων τειχίζειν τὸν Πειραιᾶ, οἱ θ ἄρχοντες τοῦτον ἀναθέντες ἐπέγραψαν· | |
5 | Ἀρξάμενοι πρῶτοι τειχίζειν οἵδ’ ἀνέθηκαν βουλῆς καὶ δήμου δόγμασι πειθόμενοι». | |
3b,328,F40b | —s.v. Ἑρμῆς ὁ πρὸς τῆι πυλίδι· .... Φιλόχορος ἐν ε Ἀτθίδος φησὶν ὡς οἱ ἐννέα ἄρχοντες † ταῖς φυλαῖς ἀνέθεσαν Ἑρμῆν παρὰ τὸν πυλῶνα τὸν ἀστικόν. | |
3b,328,F41 | HARPOKR. (SUDA; ET. M. p. 734, 37; SCHOL. DEMOSTH. 14, 17) s.v. συμμορία· Δημοσθένης Κατ’ Ἀφόβου α (27, 7). οὐχ ἅπαν τὸ πλῆθος, ὥσπερ παρ’ ἡμῖν, διήιρητο εἰς τὰς συμμορίας Ἀθήνησιν ἀλλὰ μόνοι οἱ πλούσιοι καὶ εἰσφέρειν τῆι πόλει δυνάμενοι ... διηιρέθησαν δὲ πρῶτον | |
5 | Ἀθηναῖοι κατὰ συμμορίας ἐπὶ Ναυσινίκου ἄρχοντος, ὥς φησι Φιλόχορος ἐν τῆι ε Ἀτθίδος. | |
3b,328,F42 | LEX. DEMOSTH. P. Berol. 5008 A 1: ὅτι δὲ ἀπέσ[τη Κότυ]ος Φιλόχορος δεδήλωκεν ἐν τῆι ε τῆς Ἀ̣[τθίδος]. | 110 |
3b,328,F43 | HARPOKR. s.v. Στρύμη· Δημοσθένης ἐν τῶι περὶ τοῦ τριηραρχήματος (50, 20/3) .... ἐστὶ δὲ ἐμπόριον Θασίων. μνημονεύει τῶν Θασίων πρὸς Μαρωνείτας περὶ τῆς Στρύμης ἀμφισβητήσεως Φιλόχορος ἐν ε, Ἀρχίλοχον (F 146 Bgk4) ἐπαγόμενος μάρτυρα. | |
3b,328,F44 | HARPOKR. s.v. Δάτος· πόλις ἐστὶ Θράικης σφόδρα εὐδαίμων· ἀπὸ ταύτης γοῦν ἐλέγετό τις καὶ παροιμία ‘Δάτος ἀγαθῶν‘. δεδηλώκασι δὲ περί τε αὐτῆς καὶ τῆς παρακειμένης χώρας, ὁτὲ μὲν τὸ Δάτον οὐδετέρως λέγοντες, ὁτὲ δὲ τὴν Δάτον θηλυκῶς, ὡς ἀεὶ Ἔφορος ἐν τῆι δ (70 F 37)· | |
5 | ἅπαξ δ’ ἀρσενικῶς τὸν Δάτον Θεόπομπος γ Φιλιππικῶν (115 F 43). μετωνο‐ μάσθη μέντοι ἡ πόλις τῶν Δατηνῶν 〈Φίλιπποι〉, Φιλίππου τοῦ Μακεδόνων βασιλέως κρατήσαντος αὐτῆς, ὡς Ἔφορος τέ φησιν καὶ Φιλόχορος ἐν τῆι ε. | |
3b,328,F45 | HARPOKR. s.v. χίλιοι διακόσιοι· Ἰσαῖος ἐν τῶι Πρὸς Ἰσχό‐ μαχον (F 74 Tur) ... οἱ πλουσιώτατοι Ἀθηναίων χίλιοι καὶ διακόσιοι ἦσαν, οἳ καὶ ἐλειτούργουν· μνημονεύουσι δ’ αὐτῶν καὶ ἄλλοι ῥήτορες καὶ Φιλόχορος ἐν τῆι ϛ. | |
3b,328,F46* | HARPOKR. s.v. ὅτι ἑξακισχίλια ἦν τάλαντα τὸ τίμημα τῆς Ἀττικῆς· Δημοσθένης ἐν τῶι Περὶ τῶν συμμοριῶν (14, 30) φησὶν οὕτως· «ἡμῖν δὲ τὸ τῆς χώρας τίμημα ὑπάρχειν ἀφορμὴν ὀκτακισχίλια τάλαντα ἀκούσεται». ἤτοι οὖν γραφικὸν ἁμάρτημά ἐστιν ἢ ἴσως ὁ ῥήτωρ συναρπάζει, | |
5 | ἵνα δοκῆι πλείω τὴν ἀφορμὴν ἔχειν ἡ πόλις εἰς τὸν πρὸς βασιλέα πόλεμον. ὅτι γὰρ ἑξακισχίλια τάλαντα ἦν τὸ τίμημα τῆς Ἀττικῆς, καὶ λυθέντος ἐν τοῖς ἑξῆς τοῦ λόγου φησίν, λογισμὸν αὐτῶν διδοὺς ποικίλως, καὶ Φιλόχορος ἐν ἕκτηι Ἀτθίδος. | |
3b,328,F47 | HARPOKR. s.v. ἱερὰ τριήρης· Δημοσθένης ἐν δ Φιλιππικῶν | |
(4, 34) «καὶ τὴν ἱερὰν ἀπὸ τῆς χώρας ὤιχετο ἔχων τριήρη». λέγοι δ’ ἂν τὴν Πάραλον, ὡς συνιδεῖν ἐστι ἔκ τε τῆς Φιλοχόρου καὶ ἐκ τῆς Ἀνδροτίωνος ὁμοίως ϛ (324 F 24). | 111 | |
3b,328,F48* | LEX. CANTABR. p. 355, 3 N: Πάραλος καὶ Σαλαμινία· ταύ‐ τας τὰς τριήεις εἶχον διὰ παντὸς πρὸς τὰς ἐπειγούσας ὑπηρεσίας, ἐφ’ αἷς καὶ ταμίαι τινὲς ἐχειροτονοῦντο. ἐχρῶντο δὲ αὐταῖς, εἰ δέοι στρατηγὸν μεταπέμ‐ ψασθαι κριθησόμενον, ὥσπερ Ἀλκιβιάδην. ἡ δὲ Πάραλος καὶ ἀπό τινος ἥρωος | |
5 | ἐπιχωρίου ἐκλήθη. τῆς μὲν Παράλου καὶ Σαλαμινίας ἐν τρίτηι (33, 2; 77, 3) μνημονεύει Θουκυδίδης καὶ Ἀριστοφάνης ἐν Ὄρνισιν (1204). Ἀριστοτέλης (Ἀθπ. 61, 7) δὲ Ἀμμωνιάδα καὶ Πάραλον οἶδε, καὶ Δείναρχος ἐν τῶι Κατὰ Τιμοκράτους (VII 2 Tur)· Φιλόχορος δὲ ἐν τῆι ϛ τέτταρας αὐτὰς οἶδε, πρώτας μὲν δύο Ἀμμωνιάδα καὶ Πάραλον, προσγενομένας | |
10 | δὲ Δημητριάδα καὶ Ἀντιγονίδα. | |
3b,328,F49 | DIONYS. HAL. Ad Amm. 9 (SCHOL. DEMOSTH. 2, 1): οὗτος (scil. ὁ Ὀλυνθιακὸς πόλεμος) δ’ ἐπὶ Καλλιμάχου γέγονεν ἄρχοντος, ὡς δηλοῖ Φιλόχορος ἐν ἕκτηι βύβλωι τῆς Ἀτθίδος κατὰ λέξιν οὕτω γράφων· «Καλλίμαχος Περγασῆθεν· ἐπὶ τούτου Ὀλυνθίοις πολεμουμέ‐ | |
5 | νοις ὑπὸ Φιλίππου καὶ πρέσβεις Ἀθήναζε πέμψασιν οἱ Ἀθη‐ ναῖοι συμμαχίαν τε ἐποιήσαντο ** καὶ βοήθειαν ἔπεμψαν πελταστὰς δισχιλίους, τριήρεις δὲ τριάκοντα τὰς μετὰ Χάρητος καὶ ἃς συνεπλήρωσαν ὀκτώ». | |
3b,328,F50 | ἔπειτα διεξελθὼν ὀλίγα τὰ μεταξὺ γενόμενα τίθησι ταυτί· «περὶ δὲ τὸν αὐτὸν χρόνον Χαλκιδέων τῶν ἐπὶ Θράικης θλιβομένων τῶι πολέμωι καὶ πρεσβευσαμένων Ἀθήναζε, Χαρίδημον αὐτοῖς ἔπεμψαν οἱ Ἀθηναῖοι τὸν ἐν | |
5 | Ἑλλησπόντωι στρατηγόν, ὃς ἔχων ὀκτωκαίδεκα τριήρεις καὶ πελταστὰς τετρακισχιλίους, ἱππεῖς δὲ πεντήκοντα καὶ ἑκατόν, ἦλθεν εἴς τε τὴν Παλλήνην καὶ τὴν Βοττιαίαν μετ’ Ὀλυνθίων, καὶ τὴν χώραν ἐπόρθησεν» | |
3b,328,F51 | ἔπειθ’ ὑπὲρ τῆς τρίτης βοηθείας λέγει ταυτί· «πάλιν δὲ τῶν Ὀλυνθίων πρέσβεις ἀποστειλάντων εἰς τὰς Ἀθήνας καὶ δεομένων μὴ περιιδεῖν αὐτοὺς καταπολε‐ μηθέντας, ἀλλὰ πρὸς ταῖς ὑπαρχούσαις δυνάμεσι πέμψαι βοή‐ | 112 |
5 | θειαν μὴ ξενικὴν ἀλλ’ αὐτῶν Ἀθηναίων, ἔπεμψεν αὐτοῖς ὁ δῆμος τριήρεις μὲν ἑτέρας ἑπτακαίδεκα 〈καὶ〉 τῶν πολιτῶν ὁπλίτας δισχιλίους καὶ ἱππεῖς τριακοσίους ἐν ναυσὶν ἱππηγοῖς, στρατηγὸν δὲ Χάρητα τοῦ στόλου παντός». | |
3b,328,F52 | HARPOKR. s.v. διαψήφισις· ..... ἐντελέστατα δὲ διείλεκται περὶ τῶν διαψηφίσεων, ὡς γεγόνασιν ἐπὶ Ἀρχίου ἄρχοντος, Ἀνδροτίων ἐν τῆι Ἀτθίδι (324 F 52) καὶ Φιλόχορος ἐν ϛ τῆς Ἀτθίδος. | |
3b,328,F53-56 | DIONYS. HAL. Ad Amm. 11: ὁ δὲ χρόνος οὗτος, ἐν ὧι Φίλιππος ἠξίου Θηβαίους ἐπὶ τὴν Ἀττικὴν αὑτῶι δοῦναι δίοδον, ὑπομιμνήσκων τῆς ἐν τῶι πρὸς Φωκεῖς πολέμωι γενομένης βοηθείας, ἐκ τῆς κοινῆς γίγνεται φανερὸς ἱστορίας. εἶχε γὰρ οὕτως· μετὰ τὴν Ὀλυνθίων ἅλωσιν, ἄρχοντος Θε‐ | |
5 | μιστοκλέους, συνθῆκαι Φιλίππωι πρὸς Ἀθηναίους ἐγένοντο περὶ φιλίας καὶ συμμαχίας. αὗται διέμειναν ἑπταετῆ χρόνον ἄχρι Νικομάχου. ἐπὶ δὲ Θεοφράστου τοῦ μετὰ Νικόμαχον ἄρξαντος ἐλύθησαν, Ἀθη‐ ναίων μὲν Φίλιππον αἰτιωμένων ἄρχειν τοῦ πολέμου, Φιλίππου δὲ Ἀθηναίοις ἐγκαλοῦντος. | |
3b,328,F53 | τὰς δ’ αἰτίας, δι’ ἃς εἰς τὸν πόλεμον κατέστησαν ἀδικεῖσθαι λέγοντες ἀμφότεροι, καὶ τὸν χρόνον, ἐν ὧι τὴν εἰρήνην ἔλυσαν, ἀκριβῶς δηλοῖ Φιλόχορος ἐν τῆι ἕκτηι τῆς Ἀτθίδος βύβλωι. θήσω δ’ ἐξ αὐτῆς τὰ ἀναγκαιότατα. | |
3b,328,F54 | «Θεόφραστος Ἁλαιεύς· ἐπὶ τούτου Φίλιππος τὸ μὲν πρῶτον ἀναπλεύσας Περίνθωι προσέβαλεν, ἀποτυχὼν δὲ ἐν‐ τεῦθεν Βυζάντιον ἐπολιόρκει καὶ μηχανήματα προσῆγεν». | |
3b,328,F55a | ἔπειτα διεξελθὼν ὅσα τοῖς Ἀθηναίοις ὁ Φίλιππος ἐνεκάλει διὰ τῆς ἐπιστολῆς, ταῦτα πάλιν κατὰ λέξιν ἐπιτίθησιν· «ὁ δὲ δῆμος | |
5 | ἀκούσας τῆς ἐπιστολῆς, [καὶ] | |
Δημοσθένους παρακαλέσαντος αὐτὸν πρὸς τὸν πόλεμον καὶ ψήφισμα γράψαντος, ἐχειρο‐ τόνησε τὴν μὲν στήλην καθελεῖν τὴν περὶ τῆς πρὸς Φίλιππον | Column end | |
10 | εἰρήνης καὶ συμμαχίας σταθεῖσαν, ναῦς δὲ πληροῦν καὶ τὰ | |
ἄλλα ἐνεργεῖν τὰ τοῦ πολέμου». | Column end | |
3b,328,F55b | DIDYM. in Demosth. (Berl. Klass. Texte I) col. 1, 67: ὅτι μὲν [οὖν ἐπὶ Θεοφράστο]υ̣ τοῦ μετὰ Νι‐ κόμαχον ἄρξαντος [αἱ στῆλαι καθ‐ | |
5 | ηιρέ]θησαν, ἀρκέσει Φιλ[ό]χορος ἐκ‐ | |
[φανῶς διὰ τῆς] ἕκτης γράφων οὑ‐ | 113 | |
τωσ[ί· «ὁ] δὲ δῆμος—πολέμου». | Column end | |
3b,328,F56a | ταῦτα γράψας κατὰ Θε‐ όφραστον ἄρχοντα γεγονέναι, τῶι μετ’ ἐκεῖνον ἐνιαυτῶι τὰ πραχθέντα μετὰ τὴν λύσιν τῆς εἰρήνης ἐπὶ | |
5 | Λυσιμαχίδου ἄρχοντος διεξέρχεται. θήσω δὲ καὶ τούτων [αὐτῶν] τὰ ἀναγ‐ καιότατα· «Λυσιμαχίδης Ἀχαρ‐ νεύς· ἐπὶ τούτου τὰ μὲν ἔργα τὰ περὶ τοὺς νεωσοίκους καὶ | |
10 | τὴν σκευοθήκην ἀνεβάλοντο διὰ τὸν πόλεμον τὸν πρὸς Φίλιπ‐ πον, τὰ δὲ χρήματα ἐψηφίσαν‐ το πάντ’ εἶναι στρατιωτικά, Δημοσθένους γράψαντος. Φι‐ | |
15 | λίππου δὲ καταλαβόντος Ἐλά‐ τειαν καὶ Κυτίνιον καὶ πρέσ‐ βεις πέμψαντος (?) εἰς Θήβας Θετταλῶν, Αἰνιάνων, Αἰτω‐ λῶν, Δολόπων, Φθιωτῶν, Ἀθη‐ | |
20 | ναίων δὲ κατὰ τὸν αὐτὸν χρό‐ νον πρέσβεις ἀποστειλάντων τοὺς περὶ Δημοσθένη, τούτοις | |
συμμαχεῖν ἐψηφίσαντο». | Column end | |
3b,328,F56b | DIDYM. ebd. col. 11, 37: καὶ Φιλόχ[ορ]ος δ’ [ὅτι] Λο[κ]ροῖς Φίλιππος αὐτὴν (scil. Νίκαιαν) ἐκέ‐ [λευσ]ε̣ π[αρ]ὰ̣ Θηβαίων ἀποδοθῆναι | |
5 | διὰ τῆς ἕκ̣τ[ης] φη̣σ̣ί̣ τὸν τρόπον τοῦ‐ τον· «Φιλ[ίππο]υ δ̣[ὲ κατα]‐ λ̣[α]β̣όντος Ἐλάτειαν καὶ Κυ‐ τίν[ιον] καὶ πρέσβεις πέμ‐ ψαντος (?) εἰς Θήβας Θε[ττ]α̣‐ | |
10 | λῶν, Α̣ἰ̣ν̣[ι]άνων, Αἰτωλῶν, Δο‐ λόπων, Φθιωτῶν καὶ ἀξιοῦν‐ τος (?) Νίκαιαν Λοκροῖς πα‐ ραδιδόναι κατὰ τὸ δόγμα τὸ τῶν Ἀμφικτυόνων, ἣν ὑπὸ | |
15 | Φιλίππου φρουρουμένην, ὅτ’ ἐκεῖνος ἐν Σκύθαις ἦν, ἐκβα‐ λόντες τοὺς φρουροὺς αὐτοὶ κατεῖχον οἱ Θηβαῖοι, τούτοις μὲν ἀπεκρίναντ̣ο πρεσβείαν | |
20 | ὑπὲρ ἁπάντων π[ρὸ]ς̣ Φίλιππον | |
διαλεξομένην 〈πέμψειν〉». | Column end | |
3b,328,F57 | SCHOL. RV ARISTOPH. Ran. 218: Χύτροι ἑορτὴ παρ’ Ἀθη‐ ναίοις .... (Theopomp. 115 F 347). ἤγοντο δὲ ἀγῶνες αὐτόθι οἱ Χύτρινοι | |
καλούμενοι, καθά φησι Φιλόχορος ἐν τῆι ἕκτηι τῶν Ἀτθίδων. | 114 | |
3b,328,F58 | HARPOKR. (SUDA) s.v. κατατομή· Ὑπερείδης ἐν τῶι Κατὰ Δημοσθένους (I col. 9, 18) «καὶ καθήμενος κάτω ὑπὸ τῆι κατατομῆι». Φιλόχορος δὲ ἐν ϛ οὕτως· «Αἰσχραῖος Ἀναγυράσιος ἀνέθηκε τὸν ὑπὲρ τοῦ θεάτρου τρίποδα καταργυρώσας, νενικηκὼς τῶι πρό‐ | |
5 | τερον ἔτει χορηγῶν παισί, καὶ ἐπέγραψεν ἐπὶ τὴν κατατομὴν τῆς πέτρας». | |
3b,328,F59 | PHILODEM. Index Acad. Herc. col. II 1—19 p. 19 Mekler: δε..........λλοις .. / ατ...........λανε.. / πιαν̣.......... προ.. / το.....ς ἴσα. τοιαῦτα γεγρα/φότο[ς Δ]ικαιάρχου Φιλόχ[ο]/ρος ἐν τῶι τῆς Ἀτθ̣[ί]δ̣[ος] ἕ̣κ̣/τωι παρέπιπ̣τ̣εν ἐπὶ τὸ. / ...αυταν....α.... / | |
5 | [π]α̣ραξύων ...ν̣ ταμη̣ / [λαμ]βάνων ........ / ——— / ......ονε.τωιπ ... / ..ι καὶ ἀνέ[θε]σα̣ν εἰκ[όνα] / Ἰσ[ο]κράτους τ[... ὑπ]ό[βα/θρο]ν ἐφ’ ὧι ἐπ̣[ιγ]έ̣[γρ]α̣πται· [Β]ούτης ἐπό[ησ]ε ...κω... / ....ύς. ἐπιγέ[γ]ρα[πτ]αι [δ’ ὀ/νόμα]τα συχν̣[ὰ ...]α̣ι.. / ......ατο......αν———— | |
3b,328,F60 | HARPOKR. s.v. Θεωρίς· Δημοσθένης ἐν τῶι Κατ’ Ἀριστο‐ γείτονος (25, 79), εἰ γνήσιος. μάντις ἦν ἡ Θεωρίς, καὶ ἀσεβείας κριθεῖσα ἀπέθανεν, ὡς καὶ Φιλόχορος ἐν ϛ γράφει. | |
3b,328,F61 | SCHOL. ARISTOPH. Lys. 835: Χλόης Δήμητρος ἱερὸν ἐν ἀκρο‐ πόλει, ἐν ὧι οἱ Ἀθηναῖοι θύουσι μηνὸς Θαργηλιῶνος, ὡς Φιλόχορός φησιν ἐν ϛ. | |
3b,328,F62 | HARPOKR. (SUDA; ET. GEN. ET. M. p. 802, 23) s.v. Φυλή· Ἰσοκράτης ἐν τῶι Περὶ τῆς εἰρήνης (8, 108). Φυλὴ δῆμός ἐστι φυλῆς τῆς | |
Οἰνηίδος. Μένανδρος Δυσκόλωι (III 37, 157 K) «τῆς Ἀττικῆς νομίζετ’ εἶναι τὸν τόπον Φυλὴν ....». Φιλόχορος δ’ ἐν ζ Ἀτθίδος φρούριον | 115 | |
5 | αὐτό φησιν εἶναι. | |
3b,328,F63 | HARPOKR. s.v. ἀποστολεῖς· οἱ ἐπὶ τῆς ἐκπομπῆς τῶν τριήρων ἀποδεδειγμένοι· Δημοσθένης Ὑπὲρ Κτησιφῶντος (18, 107) καὶ Φιλόχορος ἐν ζ. ἀπόστολοι δ’ εἰσὶν αἱ τῶν νεῶν ἐκπομπαί· ὁ αὐτὸς ῥήτωρ ἐν α Φιλιππικῶν (4, 35). | |
3b,328,F64a | HARPOKR. s.v. νομοφύλακες· ἀρχή τις παρ’ Ἀθηναίοις οὕτως ἐκαλεῖτο, διαφέρουσα τῶν θεσμοθετῶν· Δείναρχος Καθ’ Ἱμεραίου (XIV 2 Tur) καὶ ἐν τῶι Κατὰ Πυθέου (VI 11). Φιλόχορος δὲ ἐν ζ ἄλλα τέ τινα διεξῆλθε περὶ αὐτῶν, καὶ ὅτι οὗτοι τὰς ἀρχὰς | |
5 | ἐπηνάγκαζον τοῖς νόμοις χρῆσθαι. | |
3b,328,F64b,Alpha | LEX. CANTABR. p. 351, 10 N: νομοφύλακες· ἕτεροί εἰσι τῶν θεσμοθετῶν, ὡς Φιλόχορος ἐν τῆι ζ. οἱ μὲν γὰρ ἄρχοντες ἀνέβαινον εἰς | |
5 | Ἄρειον πάγον ἐστεφανωμένοι, οἱ δὲ νομοφύλακες στρόφια λευκὰ ἔχοντες καὶ 〈ἐν〉 ταῖς θέαις ἐναντίον 〈τῶν ἐννέα〉 ἀρχόντων ἐκαθέζοντο, καὶ τὴν πομπὴν ἔπεμπον τῆι Παλλάδι. τὰς | |
10 | δὲ ἀρχὰς ἠνάγκαζον τοῖς νόμοις χρῆσθαι, καὶ ἐν τῆι ἐκκλησίαι καὶ ἐν τῆι βουλῆι μετὰ τῶν προέδρων ἐκάθηντο, κωλύοντες τὰ ἀσύμφορα τῆι πόλει πράττειν. ἑπτὰ δὲ ἦσαν | |
15 | καὶ κατέστησαν, ὡς Φιλόχορος, ὅτε Ἐφιάλτης μόνα κατέλιπε τῆι ἐξ Ἀρείου πάγου βουλῆι τὰ ὑπὲρ τοῦ | |
σώματος. | Column end | |
3b,328,F64b,Beta | PHOT. SUD. s.v. οἱ νομοφύλα‐ κες τίνες· ἔδοξέ τισι τοὺς αὐτοὺς εἶναι τοῖς θεσμοθέταις. ἀλλ’ οὐκ ἔστιν οὕτως. οἱ μὲν γὰρ θεσμοθέται | |
5 | κατὰ τὰ πάτρια ἐστεφανωμένοι ἐπὶ τὸν Ἄρειον πάγον ἀνέβαινον, οἱ δὲ νομοφύλακες στροφίοις λευκοῖς ἐχρῶντο, καὶ ἐν ταῖς θέαις ἐπὶ θρόνων ἐκάθηντο καταντικρὺ τῶν | |
10 | ἐννέα ἀρχόντων, καὶ τῆι Παλλά‐ δι τὴν πομπὴν ἐκόσμουν, ὅτε κο‐ μίζοιτο τὸ ξόανον ἐπὶ τὴν θάλασ‐ σαν. ἠνάγκαζον δὲ καὶ τὰς ἀρχὰς χρῆσθαι τοῖς νόμοις, καὶ ἐν ταῖς | |
15 | ἐκκλησίαις ἐκάθηντο μετὰ τῶν προέ‐ δρων, κωλύοντες ψηφίζειν, εἴ τι παράνομον αὐτοῖς εἶναι δόξειεν 〈ἢ〉 | |
ἀσύμφορον τῆι πόλει. | Column end | |
3b,328,F65 | ATHEN. 6, 46 p. 245 C: καὶ Φιλόχορος δ’ ἐν ἑβδόμηι Ἀτθί‐ | |
δος «οἱ γυναικονόμοι» φησί «μετὰ τῶν Ἀρεοπαγιτῶν ἐσκόπουν τὰς ἐν ταῖς οἰκίαις συνόδους ἔν τε τοῖς γάμοις καὶ ταῖς ἄλλαις θυσίαις». | 116 | |
3b,328,F66 | DIONYS. HAL. De Dinarch. 3: οὗτος μὲν ὁ βίος τἀνδρός (scil. τοῦ Δεινάρχου). ἀποδείκνυται δ’ ἕκαστον αὐτῶν ἔκ τε τῶν ἱστοριῶν τῶν Φιλοχόρου καὶ ἐξ ὧν αὐτὸς περὶ αὐτοῦ ξυνέγραψεν ἐν τῶι λόγωι τῶι Κατὰ Προξένου (XLII Tur), ὃς εἴρηται μὲν μετὰ τὴν φυγήν ..... ταῦτα μὲν | |
5 | αὐτὸς ὁ Δείναρχος περὶ ἑαυτοῦ, Φιλόχορος δὲ ἐν ταῖς Ἀττικαῖς ἱστορίαις περί τε τῆς φυγῆς τῶν καταλυσάντων τὸν δῆμον καὶ περὶ τῆς καθόδου πάλιν οὕτως λέγει· «τοῦ γὰρ Ἀναξικράτους ἄρχοντος εὐθὺ μὲν ἡ τῶν Μεγαρέων πόλις ἑάλω, ὁ δὲ Δημήτριος [ὁ] κατελθὼν ἐκ τῶν Μεγάρων κατεσκευάζετο τὰ πρὸς τὴν Μουνυχίαν, καὶ τὰ τεί‐ | |
10 | χη κατασκάψας ἀπέδωκε τῶι δήμωι. ὕστερον δὲ εἰσηγγέλθησαν πολλοὶ 〈τῶν〉 πολιτῶν, ἐν οἷς καὶ Δημήτριος ὁ Φαληρεύς· τῶν δ’ εἰσαγγελθέντων οὓς μὲν οὐχ ὑπομείναντες τὴν κρίσιν ἐθανά‐ τωσαν τῆι ψήφωι, οὓς δ’ ὑπακούσαντας ἀπέλυσαν». ταῦτα μὲν οὖν τῆς ὀγδόης. | |
3b,328,F67 | DIONYS. HAL. De Dinarch. 3: ἐν δὲ τῆι ἐνάτηι φησί· «τοῦ δ’ ἐνιαυτοῦ τού〈του〉 διελθόντος, ἑτέρου δ’ εἰσιόντος, ἐν ἀκροπόλει σημεῖον ἐγένετο τοιοῦτον· κύων εἰς τὸν τῆς Πολιάδος νεὼν εἰσελθοῦσα καὶ δῦσα εἰς τὸ Πανδρόσειον, ἐπὶ τὸν βωμὸν | |
5 | ἀναβᾶσα τοῦ Ἑρκείου Διὸς τὸν ὑπὸ τῆι ἐλαίαι κατέκειτο. πάτριον δ’ ἐστὶ τοῖς Ἀθηναίοις κύνα μὴ ἀναβαίνειν εἰς ἀκρό‐ πολιν. περὶ τὸν αὐτὸν δὲ χρόνον καὶ ἐν τῶι οὐρανῶι μεθ’ ἡμέ‐ ραν, ἡλίου τ’ ἐξέχοντος καὶ οὔσης αἰθρίας, ἀστὴρ ἐπί τινα χρόνον ἐγένετο ἐκφανής. ἡμεῖς δ’ ἐρωτηθέντες ὑπέρ τε τοῦ | |
10 | σημείου καὶ τοῦ φαντάσματος εἰς ὃ φέρει, φυγάδων κάθοδον ἔφαμεν προσημαίνειν ἀμφότερα, καὶ ταύτην οὐκ ἐκ μεταβολῆς πραγμάτων ἐσομένην ἀλλ’ ἐν τῆι καθεστώσηι πολιτείαι· καὶ | |
τὴν κρίσιν ἐπιτελεσθῆναι συνέβη». | 117 | |
3b,328,F68 | ATHEN. 5, 15 p. 189 C: λέγονται δὲ Ἀθήνησι καὶ ἱεροί τινες αὐλῶνες, ὧν μέμνηται Φιλόχορος ἐν τῆι ἐνάτηι. | |
3b,328,F69-70a | HARPOKR. s.v. ἐπωπτευκότων· Ὑπερείδης ἐν τῶι Ὑπὲρ Φρύνης (F 175 Bl—J). οἱ μυηθέντες ἐν Ἐλευσῖνι ἐν τῆι δευτέραι μυήσει ἐποπτεύειν λέγονται, ὡς δῆλόν ἐστιν ἔκ τε τοῦ †Δημοσθένους λόγου καὶ ἐκ τῆς δεκάτης Φιλοχόρου. | |
3b,328,F69-70b | HARPOKR. (SUDA) s.v. ἀνεπόπτευτος (SYNAG. LEX. p. 398, 11 Bkr; PHOT. BEROL. p. 133, 14 Rei): Ὑπερείδης ἐν τῶι Ὑπὲρ Φρύνης (F 174)· ὁ μὴ ἐποπτεύσας. τί δὲ τὸ ἐποπτεῦσαι, δηλοῖ Φιλόχορος ἐν τῆι ι· | |
3b,328,F69 | «τὰ ἱερὰ οὗτος ἀδικεῖ πάντα τά τε μυστικὰ καὶ τὰ ἐποπτικά», καὶ πάλιν | |
3b,328,F70 | «Δημητρίωι μὲν οὖν ἴδιόν τι ἐγένετο παρὰ τοὺς ἄλλους τὸ μόνον μυηθῆναί τε ἅμα καὶ ἐποπτεῦσαι, καὶ τοὺς χρόνους τῆς τελετῆς τοὺς πατρίους μετακινηθῆναι». | |
3b,328,F71 | HARPOKR. s.v. ἅμιπποι· Ἰσαῖος Τεμενικῶι (F 125 Tur) οἱ σὺν ἵπποις στρατευόμενοι. ἔνιοι δέ φασιν ὅτι ζεύγνυνταί τινες πρὸς ἀλλήλους ἵπποι κέλητες, ὁ δ’ ἐλαύνων αὐτοὺς τὸν ἕτερον μὲν παρέλκεται, ἐπὶ δὲ τοῦ ἑτέρου ὀχεῖται· οὗτοι ἅμιπποι λέγονται. τοῦτ’ ἔστι τὸ παρ’ Ὁμήρωι (Il. | |
5 | O 684) «θρώισκων ἄλλοτ’ ἐπ’ ἄλλον». πεζοὶ δ’ εἰσὶν οἱ ἅμιπποι, ὡς δῆλόν ἐστιν ἐκ τῶν Θουκυδίδου (5, 57, 2) καὶ Ξενοφῶντος ἐν τῆι ζ (5, 23/4) τῶν Ἑλληνικῶν. καὶ μήποτε πρόδρομοί τινές εἰσιν οἱ ἅμα τοῖς ἱππεῦσιν τεταγ‐ | |
μένοι· Φιλόχορος γοῦν ἐν τῆι ιϛ φησί «καὶ προδρόμους». | 118 | |
3b,328,F72 | HARPOKR. s.v. Ἠετιώνεια· Ἀντιφῶν ἐν τῶι Περὶ τῆς με‐ ταστάσεως (F 5 Bl). οὕτως ἐκαλεῖτο ἡ ἑτέρα τοῦ Πειραιέως ἄκρα ἀπὸ τοῦ κατακτησαμένου τὴν γῆν Ἠετίωνος, ὥς φησι Φιλόχορος ἐν τῆι Πρὸς Δήμωνα ἀντιγραφῆι. μνημονεύει δὲ τῆς Ἠετιωνείας καὶ Θουκυδίδης | |
5 | ἐν η (90—92). | |
3b,328,F73 | ATHEN. 6, 27 p. 235 CD: διὸ καὶ ἐν τῶι τοῦ βασιλέως νόμωι γέγραπται ταυτί (Krates 362 F 7) «ἐπιμελεῖσθαι δὲ τὸν βασιλεύοντα τῶν τε ἀρχόντων, ὅπως ἂν καθιστῶνται, καὶ τοὺς παρασίτους ἐκ τῶν δήμων αἱρῶν‐ ται κατὰ τὰ γεγραμμένα. τοὺς δὲ παρασίτους ἐκ τῆς βουκολίας ἐκλέγειν ἐκ | |
5 | τοῦ μέρους τοῦ ἑαυτῶν ἕκαστον, ἑκτέα κριθῶν δαίνυσθαί τε τοὺς †ὄντας Ἀθηναίων ἐν τῶι ἱερῶι κατὰ τὰ πάτρια. τὸν δ’ ἑκτέα παρέχειν εἰς τὰ ἀρχεῖα τῶι Ἀπόλλωνι τοὺς Ἀχαρνέων παρασίτους ἀπὸ τῆς ἐκλογῆς τῶν κριθῶν». ὅτι δὲ καὶ ἀρχεῖον ἦν αὐτῶν, ἐν τῶι αὐτῶι νόμωι τάδε γέγραπται· «εἰς τὴν ἐπισκευὴν τοῦ νεὼ [τοῦ ἀρχείου] καὶ τοῦ παρασιτίου καὶ τῆς οἰκίας τῆς ἱερᾶς | |
10 | διδόναι τὸ ἀργύριον ὁπόσου ἂν οἱ τῶν ἱερῶν ἐπισκευασταὶ μισθώσωσιν». ἐκ τούτου δῆλόν ἐστιν, ὅτι ἐν ὧι τὰς ἀπαρχὰς ἐτίθεσαν τοῦ ἱεροῦ σίτου οἱ παράσιτοι, τοῦτο παρασίτιον προσηγορεύετο. ταὐτὰ ἱστορεῖ καὶ Φιλό‐ | |
χορος ἐν τῆι ἐπιγραφομένηι Τετραπόλει, μνημονεύων τῶν καταλεγομένων τῶι Ἡρακλεῖ παρασίτων, καὶ Διόδωρος ὁ Σινωπεὺς | 119 | |
15 | κωμωιδιοποιὸς ἐν Ἐπικλήρωι (II 420, 2 K), οὗ τὸ μαρτύριον ὀλίγον ὕστερον παραθήσομαι (p. 239 A—F). | |
3b,328,F74 | PHOT. SUD. s.v. Τιτανίδα γῆν· οἱ μὲν τὴν πᾶσαν, οἱ δὲ τὴν Ἀττικὴν ἀπὸ Τιτηνίου ἑνὸς τῶν Τιτάνων ἀρχαιοτέρου, οἰκή‐ σαντος περὶ Μαραθῶνα, ὃς μόνος οὐκ ἐστράτευσεν ἐπὶ τοὺς θεούς, ὡς Φιλόχορος ἐν Τετραπόλει, Ἴστρος δὲ ἐν α Ἀττικῶν | |
5 | (334 F 1) ** Τιτᾶνας βοᾶν· ἐβοήθουν γὰρ τοῖς ἀνθρώποις ἐπακούοντες, ὡς Νίκανδρος ἐν α Αἰτωλικῶν (271/2 F 4). | |
3b,328,F75 | SCHOL. SOPHOKL. O. K. 1047: ἢ πρὸς Πυθίαις ... ἀκταῖς] λέγοι δ’ ἂν Πυθίας ἀκτὰς τὸν τοῦ Πυθίου Ἀπόλλωνος βωμὸν τὸν ἐν τῶι Μαραθῶνι ὅθεν καὶ τὴν θεωρίαν ἔπεμπον. ἱστορεῖ δὲ περὶ τούτων Φιλόχορος ἐν τῆι Τετρα‐ πόλει γράφων οὕτως· «ὅταν δὲ σημεῖα γένηται 〈τὰ〉 παραδεδομένα | |
5 | ἐν τοῖς ἱεροῖς τότε ἀποστέλλουσι τὴν θεωρίαν οἱ ἐκ τοῦ γένους [†πύθιαι δὲ καὶ δηλιάδες], ὁποτέρα ἂν καθήκηι αὐτοῖς. θύει δὲ ὁ μάντις, ὅταν μὲν τὰ εἰς Δελφοὺς πόμπιμα γένηται καὶ θεωρία πέμπηται, ἐν Οἰνόηι καθ’ ἑκάστην ἡμέραν ἐν τῶι Πυ‐ θίωι εἰ δὲ εἰς Δῆλον ἀποστέλλοιτο ἡ θεωρία, κατὰ τὰ προειρη‐ | |
10 | μένα θύει ὁ μάντις εἰς τὸ ἐν Μαραθῶνι Δήλιον. καὶ ἔστιν ἱεροσ‐ κοπία τῆς μὲν εἰς Δελφοὺς θεωρίας ἐν τῶι ἐν Οἰνόηι Πυθίωι, τῆς δὲ εἰς Δῆλον ἐν τῶι ἐν Μαραθῶνι Δηλίωι». | |
3b,328,F76 | CLEM. AL. Strom. 1, 134, 4: ἤδη δὲ καὶ Ὀρφέα (T 87 Kern) | |
Φιλόχορος μάντιν ἱστορεῖ γενέσθαι ἐν τῶι πρώτωι Περὶ μαντικῆς. | 120 | |
3b,328,F77 | SCHOL. EURIP. Alk. 968: καὶ ποιητὴς καὶ μάντις ἦν ὁ Ὀρφεύς. Φιλόχορος ἐν α Περὶ μαντικῆς ἐκτίθησιν αὐτοῦ ποιήματα ἔχοντα οὕτως (F 332 Kern)· «οὔτοι ἀρίστερός εἰμι θεοπροπίας ἀποειπεῖν, / ἀλλά μοι ἐν στή‐ θεσσιν ἀληθεύουσι μενοιναί». | |
3b,328,F78 | SCHOL. W PLATON Soph. 252 C (SUD. s.v. ἐγγαστρίμυθος): ἐντὸς ὑποφθεγγόμενον ὥσπερ τὸν ἄτοπον Εὐρυκλέα] παροιμία ἐπὶ τῶν ἑαυτοῖς τινα κακὰ μαντευομένων, λεγομένη ἐξ Εὐρυκλέους ἐγγαστριμύθου μάντεως, ἀφ’ οὗ καὶ γένος τι μάντεων Εὐρυκλεῖς ἔλεγον. ἐγγαστρίμυθος δέ ἐστιν ὁ ἐν | |
5 | γαστρὶ μαντευόμενος. τοῦτον τὸν ἐγγαστρίμυθον νῦν τινες Πύθωνά φασι, Σοφοκλῆς (F 56 N2) δὲ στερνόμαντιν. καὶ Ἀριστοφάνης ἐν Σφηξί (1019) «μιμησάμενος τὴν Εὐρυκλέους μαντείαν καὶ διάνοιαν». Φιλόχορος δὲ ἐν τρίτωι Περὶ μαντικῆς καὶ γυναῖκας ἐγγαστριμύθους φησίν. | |
3b,328,F79 | ATHEN. 14, 59 p. 648 D: τὰ δὲ ψευδεπιχάρμ〈ε〉ια ταῦτα ὅτι πεποιήκασιν ἄνδρες ἔνδοξοι †Χρυσόγονος τε ὁ αὐλητής, ὥς φησιν Ἀριστόξενος ἐν ὀγδόωι Πολιτικῶν Νόμων (IV), τὴν πολιτείαν ἐπιγραφομένην†· Φιλό‐ χορος δ’ ἐν τοῖς Περὶ μαντικῆς Ἀξιόπιστον τὸν εἴτε Λοκρὸν | |
5 | γένος ἢ Σικυώνιον τὸν Κανόνα καὶ τὰς Γνώμας πεποιηκέναι φησίν. ὁμοίως δὲ ἱστορεῖ καὶ Ἀπολλόδωρος (224 F 226). | |
3b,328,F80 | SCHOL. APOLL. RHOD. 1, 516/8c: Φιλόχορος δὲ ἐν τῶι Περὶ θυσιῶν φησιν, ὅτι τὸ κάλλιστον τοῦ σώματος καὶ πρωτεῦόν ἐστι (scil. ἡ γλῶσσα). | |
3b,328,F81 | NATAL. COM. Myth. 1, 10 (ed. Genev. 1651 p. 35): erant autem canti‐ lenae in sacris nihil aliud quam commemorationes eorum beneficiorum, quae dii ipsi in homines benigne contulerant, cum virium ipsorum deorum et clementiae et liberalitatis amplificatione et cum precibus ut benigni ac faciles precantibus accederent, | |
5 | ut ait Philochorus in libro De sacrificiis. | |
3b,328,F82 | NATAL. COM. Myth. 9, 18 (p. 1008): Philochorus in libro De sacrificiis Minervae consilio edoctum Oedipum inquit societate rapinae simulata se ad Sphingem contulisse atque novis semper sociis Oedipo se addentibus denique illam cum magna | |
suorum manu oppressisse. | 121 | |
3b,328,F83 | HARPOKR. (SUD. SYNAG. LEX. p. 381, 14 Bkr; PHOT. BEROL. p. 84, 20 Rei) s.v. Ἁλῶα· Δημοσθένης ἐν τῶι Κατὰ Νεαίρας (59, 116). ἑορτή ἐστιν Ἀττικὴ τὰ Ἁλῶα, ἥν φησι Φιλόχορος ὀνομασθῆναι ἀπὸ τοῦ τότε τοὺς ἀνθρώπους τὰς διατριβὰς ποιεῖσθαι περὶ τὰς | |
5 | ἅλως. ἄγεσθαι δὲ αὐτήν φησιν ἐν τῶι Περὶ ἑορτῶν Ποσειδεῶνος μηνὸς 〈πέμπτηι φθίνοντοσ〉. | |
3b,328,F84a | HARPOKR. (SUD. SCHOL. V ARISTOPH. Ach. 1076) s.v. Χύτροι· ... ἔστι δὲ καὶ Ἀττική τις ἑορτὴ Χύτροι, ἧς μνημονεύει Δείναρχος ἐν τῶι Κατὰ Πυθέου (VI 14 Tur). ἤγετο δὲ ἡ ἑορτὴ Ἀνθεστεριῶνος τρίτηι ἐπὶ δέκα, ὥς φησι Φιλόχορος ἐν τῶι Περὶ ἑορτῶν. | |
3b,328,F84b | NATAL. COM. Myth. 5, 5 (p. 441): scripsit Philochorus diem festum agi solitum apud Athenienses die decima tertia lunae novembris, quo tempore Choes vocata solemnia celebrantur Terrestri Mercurio consecrata; atque morem fuisse ut ex omnibus generibus semina, ut nomen significat, in olla miscerentur atque concoquerentur ab iis qui per | |
5 | diluvium fuissent servati, qui Hydrophoria etiam alias agebant. at nemini tamen ex ea olla gustare licitum erat. | |
3b,328,F85a | SCHOL. Areth. PLAT. Apol. 19 C p. 421 Greene: Ἀριστώ‐ νυμος δ’ ἐν Ἡλίωι ῥιγοῦντι (I 669, 4 K) καὶ Σανυρίων ἐν Γέλωτι (I 794, 5 K) τετράδι φασὶν αὐτὸν γενέσθαι· διὸ τὸν βίον κατέτριψεν ἑτέροις πονῶν. οἱ γὰρ τετράδι γεννώμενοι πονοῦντες ἄλλοις καρποῦσθαι παρέχουσιν, | |
5 | ὡς καὶ Φιλόχορος ἐν τῆι πρώτηι Περὶ ἡμερῶν ἱστορεῖ. ταύτηι δὲ καὶ Ἡρακλῆ φησὶ γεννηθῆναι. | |
3b,328,F85b | PHOT. SUD. s.v. τετράδι γέγονας· ἐπὶ τῶν ἄλλοις πονούντων· καὶ γὰρ τὸν Ἡρακλέα τετράδι γεννηθέντα Εὐρυσθεῖ ταλαιπωρῆσαι. Φιλόχορος δ’ αὐτὴν καὶ ἐπὶ Ἑρμοῦ δύνασθαι λέ‐ γεσθαι, διατεθεῖσθαι δὲ Ἡρακλεῖ τὴν ἡμέραν, ἐν ταύτηι εἰς | |
5 | θεοὺς μεταστάντι. | |
3b,328,F86a | PHOT. BEROL. p. 105, 14 Rei: ἀμφιφόων· πλακοῦς τις ⟦Ἑκάτηι καὶ⟧ Ἀρτέμιδι φερόμενος, δαιδία ἐν κύκλωι περικείμενα ἔχων. Φιλόχορος ἐν τῆι Περὶ ἡμερῶν «ἓξ ἐπὶ δέκα· καὶ τοὺς καλουμένους δὲ νῦν ἀμφιφῶντας ταύτηι τῆι ἡμέραι πρῶτον ἐνόμισαν οἱ ἀρχαῖοι | 122 |
5 | φέρειν εἰς τὰ ἱερὰ τῆι Ἀρτέμιδι καὶ ἐπὶ τὰς τριόδους. ταύτηι γὰρ συμβαίνει περικαταλαμβάνεσθαι τὴν σελήνην πρὸς ταῖς δυσμαῖς ὑπὸ τῆς ἀνατολῆς τοῦ ἡλίου». | |
3b,328,F86b | ATHEN. 14, 53 p. 645 AB: ἀμφιφῶν πλακοῦς Ἀρτέμιδι ἀνακείμενος, ἔχει δ’ ἐν κύκλωι καόμενα δαιδία. Φιλήμων ἐν Πτωχῆι ἢ Ῥοδίαι (II 495, 67 K) «Ἄρτεμι, φίλη δέσποινα, τοῦτόν σοι φέρω / ὦ πότνι’ ἀμφιφῶντα καὶ σπονδήσιμα». μνημονεύει αὐτοῦ καὶ Δίφι‐ | |
5 | λος ἐν Ἑκάτηι (II 548, 28 K). Φιλόχορος δ’ ἀμφιφῶντα αὐτὸν κλη‐ θῆναι καὶ εἰς τὰ τῆς Ἀρτέμιδος ἱερὰ φέρεσθαι, ἔτι τε καὶ εἰς τὰς τριόδους, ἐπεὶ ἐν ἐκείνηι τῆι ἡμέραι ἐπικαταλαμβάνεται ἡ σελήνη ἐπὶ ταῖς δυσμαῖς ὑπὸ τῆς τοῦ ἡλίου ἀνατολῆς, καὶ ὁ οὐρανὸς ἀμφιφῶς γίνεται. | |
3b,328,F87 | PHOT. Lex. s.v. τρίτος κρατήρ· Διὸς Τελείου Σωτῆρος· πρῶτος γὰρ τέλειος ἀριθμὸς ὁ τρία, ὅτι ἔχει ἀρχὴν καὶ τέλος καὶ μέσα, ὡς Φιλόχορος ἐν τῶι Περὶ ἡμερῶν. | |
3b,328,F88a | SCHOL. PROKL. HESIOD. Opp. 768: πρῶτον ἔνη τε‐ τράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ· / τῆι γὰρ Ἀπόλλωνα χρυσάορα γείνατο Λητώ] .... Φιλόχορος δὲ ἐν τῶι Περὶ ἡμερῶν Ἡλίου καὶ Ἀπόλλωνος λέγει αὐτήν· ἡ δ Ἡρακλέους καὶ Ἑρμοῦ ἐστίν· διὸ καὶ ἑπτάτονος αὐτοῦ | |
5 | ἡ κιθάρα. ἡ τετρὰς Ἡρακλέους· ἐν αὐτῆι γὰρ ἐτέχθη. καὶ λέγομεν «τετράδι κοῦρος ἔγεντο, καὶ οὔποτε πάγκακος †ἔσση». | |
3b,328,F88b | SCHOL. V HOM. Od. υ 156: τὴν νεομηνίαν πάντων τῶν θεῶν νομίζουσιν εἶναι. ταύτην γὰρ οἱ πρόγονοι τοῖς θεοῖς ἀνέθεσαν διὰ τὸ πρώτην αὐτὴν εἶναι τοῦ μηνός, πάσας τε τὰς ἀρχὰς προσῆψαν αὐτοῖς, ὀρθῶς ποιοῦντες· τοὺς γὰρ ἁπάντων ἄρχοντας τοῖς ὁμοίοις | |
5 | χρὴ γεραίρειν. καὶ τῶν σίτων τὰς ἀπαρχὰς πᾶσι τοῖς θεοῖς ἀπονέμομεν. τοῦ δ’ Ἀπόλλωνος ταύτην εἶναι νομίζειν τὴν ἡμέραν εἰκότως τὸ πρῶτον φῶς τῶι αἰτιωτάτωι τοῦ πυρός, ἐκάλουν τε αὐτὸν καὶ Νεομήνιον. ἡ ἱστορία παρὰ | |
Φιλοχόρωι. | 123 | |
3b,328,F89 | PHOT. Lex. s.v. τροπηλίς· ἡ τῶν σκορόδων δέσμη ἀπὸ τοῦ εἰλῆσθαι. ἐν δὲ τοῖς Σκίροις τῆι ἑορτῆι ἤσθιον σκόροδα ἕνεκα τοῦ ἀπέχεσθαι ἀφροδισίων, ὡς ἂν μὴ μύρων ἀποπνέοιεν, ὡς Φιλόχορος ἐν τῆι πρὸς Ἄλυπον ἐπιστολῆι. | |
3b,328,F90 | SCHOL. EURIP. Hek. 3: Ἑκάβης παῖς γεγὼς τῆς Κισσέως τὰ περὶ τῆς Ἑκάβης διαφόρως ἱστόρηται. Φιλόχορος μὲν γὰρ ἐν τῶι Περὶ τραγωιδιῶν συγγράμματι Χοιρίλην αὐτήν φησι καλεῖσθαι, ἴσως δὲ διὰ τὸ πο‐ λύπαιδα γεγενῆσθαι· ἡ γὰρ χοῖρος πολλὰ τίκτει, καὶ ἐν τοῖς Ὀρφικοῖς (F 46 | |
5 | Kern) αἱ χοῖραι ἑκάβαι προσαγορεύονται. | |
3b,328,F91 | SCHOL. EURIP. Hek. 1: τὴν δὲ Ἑκάβην 〈Φερεκύδης (3 F 136) μέν φησι〉 Δύμαντος, οἱ πολλοὶ δὲ Κισσέως. ἔνιοι δὲ γράφουσιν «Ἑκάβης | |
παῖς γεγὼς τῆς Κισσίας», καὶ στοχάζονται ἀπὸ γένους τινὸς τῆς Φρυγίας ἢ κώμης οὕτως αὐτὴν προσαγορεύεσθαι, ὡς καὶ Φιλόχορος ἐν τῆι πρὸς Ἀσκλη‐ | 124 | |
5 | πιάδην ἐπιστολῆι. | |
3b,328,F92a | AFRICANUS bei EUSEB. P. E. 10, 10, 7: τὰ δὲ πρὸ τούτων (scil. τῶν ὀλυμπιάδων) ὡδέ πως τῆς Ἀττικῆς χρονογραφίας ἀριθμουμένης, ἀπὸ Ὠγύγου τοῦ παρ’ ἐκείνοις αὐτόχθονος πιστευθέντος, ἐφ’ οὗ γέγονεν ὁ μέγας καὶ πρῶτος ἐν τῆι Ἀττικῆι κατα‐ κλυσμός, Φορωνέως Ἀργείων βασιλεύοντος, ὡς Ἀκουσίλαος (2 F 23) ἱστορεῖ, μέχρι | |
5 | πρώτης ὀλυμπιάδος, ὁπόθεν Ἕλληνες ἀκριβοῦν τοὺς χρόνους ἐνόμισαν, ἔτη συνάγεται χίλια εἴκοσιν, ὡς καὶ τοῖς προειρημένοις (Diodoros; Thallos 256 F 7; Kastor 250 F 6; Polybios 254 F 3; Phlegon 257 F 8) συμφωνεῖ〈ται〉 καὶ τοῖς ἑξῆς δειχθήσεται. (8) ταῦτα γὰρ 〈οἱ τὰ〉 Ἀθηναίων ἱστοροῦντες Ἑλλάνικός τε (323a F 10) καὶ Φιλόχορος ὁ τὰς Ἀτθίδας οἵ τε τὰ Σύρια Κάστωρ (250 F 7) καὶ Θάλλος (256 F 4) καὶ 〈ὁ〉 τὰ πάντων | |
10 | Διόδωρος ὁ τὰς Βιβλιοθήκας (—) Ἀλέξανδρός τε ὁ Πολυίστωρ (273 F 101), οἵ τινες τῶν καθ’ ἡμᾶς ἀκριβέστερον ἐμνήσθησαν καὶ τῶν Ἀττικῶν ἁπάντων. εἴ τις οὖν ἐν τοῖς χιλίοις εἴκοσιν ἔτεσιν ἐπίσημος ἱστορία τυγχάνει, κατὰ τὸ χρήσιμον ἐκλεγήσεται ...... (14) μετὰ δὲ Ὤγυγον διὰ τὴν ἀπὸ τοῦ κατακλυσμοῦ πολλὴν φθορὰν ἀβασί‐ λευτος ἔμεινεν ἡ νῦν Ἀττικὴ μέχρι Κέκροπος ἔτη ρπθ· τὸν γὰρ μετὰ | |
15 | Ὤγυγον Ἀκταῖον ἢ τὰ πλασσόμενα τῶν ὀνομάτων οὐδὲ γενέσ‐ θαι φησὶ Φιλόχορος. | |
3b,328,F92b | [JUSTIN.] Coh. ad Graec. 9: πάντων τῶν παρ’ ἡμῖν ... πολλῶι πρεσβύτατος γέγονεν ... Μωυσῆς .... ὡς δηλοῦσιν ἡμῖν αἱ τῶν Ἑλλήνων ἱστο‐ ρίαι. ἐν γὰρ τοῖς χρόνοις Ὠγύγου τε καὶ Ἰνάχου .... Μωυσέως μέμνηται ... οὕτω γὰρ Πολέμων ἐν τῆι πρώτηι τῶν Ἑλληνικῶν ἱστοριῶν (IV) ... καὶ Ἀπίων (III C) .... καὶ | |
5 | Πτολεμαῖος δὲ ὁ Μενδήσιος τὰ Αἰγυπτίων ἱστορῶν (III C) ἅπασι τούτοις συντρέχει. καὶ οἱ τὰ Ἀθηναίων δὲ ἱστοροῦντες Ἑλλάνικός τε καὶ Φιλόχορος ὁ τὰς Ἀτθίδας, Κάστωρ τε καὶ Θάλλος καὶ Ἀλέξανδρος ὁ Πολυίστωρ, ἔτι δὲ οἱ σοφώτατοι Φίλων τε καὶ Ἰώσηπος οἱ τὰ Ἰουδαίων ἱστορήσαντες, ὡς σφόδρα ἀρχαίου καὶ παλαιοῦ τῶν Ἰουδαίων ἄρχοντος Μωυ‐ | |
σέως μέμνηνται. | 125 | |
3b,328,F93 | (EUSEB. —) SYNKELL. Chron. p. 289, 9 Bonn: Κέκροψ ὁ δι‐ φυὴς τῆς τότε Ἀκτῆς, νῦν δὲ Ἀττικῆς, ἐβασίλευσεν ἔτη ν, διὰ μῆκος σώ‐ ματος οὕτω καλούμενος, ὥς φησιν ὁ Φιλόχορος, ἢ ὅτι Αἰγύπτιος ὢν τὰς δύο γλώσσας ἐπίστατο. οὗτος ἀπὸ τῆς Ἀθηνᾶς τὴν πόλιν Ἀθήνας | |
5 | ὠνόμασεν. ἐπὶ αὐτοῦ ἡ ἐν ἀκροπόλει ἐλαία πρώτως ἐφύη. ἀπ’ αὐτοῦ δὲ Κεκρο‐ πία ἡ χώρα ἐκλήθη. οὗτος πρῶτος βοῦν ἐθυσίασε καὶ Ζῆνα προσηγόρευσεν, ὥς τινες. | |
3b,328,F94 | STRABON 9, 1, 20 p. 397: ὅτι φησὶ Φιλόχορος πορθουμένης τῆς χώρας ἐκ θαλάττης μὲν ὑπὸ Καρῶν, ἐκ γῆς δὲ ὑπὸ Βοιωτῶν, οὓς ἐκάλουν Ἄονας, Κέκροπα πρῶτον εἰς δώδεκα πόλεις συνοικίσαι τὸ πλῆθος, ὧν ὀνόματα Κεκροπία, Τετράπολις, 〈Τετράκωμοι〉, Ἐπακρία, Δεκέλεια, Ἐλευσίς, Ἄφιδνα | |
5 | (λέγουσι δὲ καὶ πληθυντικῶς Ἀφίδνας), Θορικός, Βραυρών, Κύθηρος, Σφηττός, Κηφισιά. πάλιν δ’ ὕστερον εἰς μίαν πόλιν συναγαγεῖν λέγεται τὴν νῦν τὰς δώδεκα Θησεύς. | |
3b,328,F95 | SCHOL. PINDAR. Ol. 9, 70 bc: Ἐπίχαρμος (F 122 Kai) ἀπὸ τῶν λάων τῶν λίθων ὠνομάσθαι λαούς φησιν· ὁ δὲ Φιλόχορος ἀπὸ Κέκροπος. οὗτος γὰρ βουλόμενος τὸ τῶν Ἀθηναίων γένος πληθυνθῆναι, ἐκέλευσεν αὐτοὺς λίθους λαβεῖν καὶ ἐνεγκεῖν εἰς τὸ μέσον, ἐξ | |
5 | ὧν ἔγνω δισμυρίους αὐτοὺς ὄντας. ἀπὸ Κέκροπος οὖν φησι τοὺς ὄχλους 〈λαοὺσ〉 ὠνομάσθαι. | |
3b,328,F96 | HERMIPPOS P. Ox. 1367 (Ἡρακλείδου Ἐπιτομὴ τῶν Ἑρμίππου Περὶ Νομοθετῶν β) fr. 1 col. 1, 40: [Ἀθ]η̣ναίοις Κέκροπα τὸν / [διφυ]ῆ̣ καὶ γηγενῆ βα/[σι]λ̣[εύ]ο̣ντα πρῶτον / [νομο]θετῆσαί φασι. τῶν / [νόμ]ων δ’ αὐτοῦ τοὺς [... / ...].δ̣ο̣ν εὐδοκιμῆ/[σαι. Φι]λόχορος δὲ τὰ τῶ̣[ν / *** / | |
5 | πρ**δια** / ως [**]κον̣[......]α̣[......] / κα.[.].α̣ν̣ι̣κ̣η̣ς̣ [......] / Βουζύγης νομο[θετῆ]/σαι. μέμνηται δ’ α[ὐτοῦ] / καὶ Λάσος ὁ ποιητής. | |
3b,328,F97 | MACROB. Sat. 1, 10, 22: Philochorus Saturno et Opi primum in Attica statuisse aram Cecropem dicit, eosque deos pro Jove Terraque | |
coluisse, instituisseque ut patres familiarum et frugibus et fructibus iam coactis passim cum servis vescerentur, cum quibus patientiam laboris in | 126 | |
5 | colendo rure toleraverant: delectari enim deum honore servorum contempla‐ tu laboris. | |
3b,328,F98 | P. OX. 1241 (Chrestomathie) col. 5, 6: Φιλόχορος δὲ καθό‐ πλισιν γενέσθαι πρῶτον λέγει ἐπὶ Κέκροπος δόρυ καὶ δέρματος ἀγρίου περι‐ βολήν· ὕστερον δ’ ὅτ’ ἤδη βόες ἐθύοντο, βοέας τοὺς ἐν τῆι Ἀττικῆι ποιήσασθαι. | |
3b,328,F99 | SERV. DAN. VERGIL. A. 8, 600: Pelasgos] de his varia est opinio. nam alii eos ab Atheniensibus, alii a Laconibus, alii a Thessalis dicunt originem ducere, quod est propensius: nam multas in Thessalia Pelasgorum constat esse civitates. hi primi Italiam tenuisse perhibentur. | |
5 | Filocorus ait ideo nominatos Pelasgos, quod velis et verno tempore advenire visi sunt ut aves. Hyginus dicit Pelasgos esse qui Tyrrheni sunt: hoc etiam Varro commemorat. | |
3b,328,F100 | SCHOL. LUKIAN. Katapl. 25 p. 52, 12 R: εἴρηται τύραννος ἀπὸ τῶν Τυρρηνῶν τῶν βιαίων καὶ ληιστῶν γενομένων ἐξ ἀρχῆς, ὥς φησι Φιλόχορος. Τυρρηνοὶ γὰρ ὀλίγον τινὰ χρόνον οἰκήσαν‐ τες ἐν ταῖς Ἀθήναις ὤφθησαν ἐπανιστάμενοι τῆι πόλει· καὶ | |
5 | πολλοὶ μὲν αὐτῶν ἀπώλοντο ὑπὸ τῶν Ἀθηναίων, ἄλλοι δὲ ἐκ‐ φυγόντες Λῆμνον καὶ Ἴμβρον ὤικησαν. χρόνωι δὲ ὕστερον ἀπὸ ταύτης τῆς αἰτίας ἐχθρωδῶς διακείμενοι τοῖς Ἀθηναίοις ὥρμη‐ σαν εἰς πλοῖα, καὶ κατασχόντες Βραύρωνα τῆς Ἀττικῆς ἥρπα‐ σαν παρθένους ἀρκτευομένας τῆι θεῶι τοῖς Βραυρωνίοις, αἷς | |
10 | συνώικησαν. | |
3b,328,F101 | SCHOL. BT HOM. Il. Α 594: Σίντιες ἄνδρες] Φιλόχορός φη‐ σι Πελασγοὺς αὐτοὺς ὄντας οὕτω προσαγορευθῆναι, ἐπεὶ πλεύ‐ σαντες εἰς Βραύρωνα κανηφόρους παρθένους ἥρπασαν· σίνεσθαι δὲ τὸ βλάπτειν λέγουσιν. Ἐρατοσθένης (241 F 41) δέ, ἐπεὶ γόητες ὄντες | |
5 | εὗρον δηλητήρια φάρμακα· ὁ δὲ Πορφύριος, ἐπεὶ πρῶτοι τὰ πολεμιστήρια ἐδημιούργησαν ὅπλα, ἃ πρὸς βλάβην ἀνθρώπων συντελεῖ· ἢ ἐπεὶ πρῶτοι ληιστή‐ ρια ἐξεῦρον. | |
3b,328,F102 | HARPOKR. s.v. εὐανδρία· Δείναρχος ἐν τῶι Κατ’ Ἀγασικλέ‐ ους (XVI 2 Tur). Παναθηναίοις εὐανδρίας ἀγὼν ἤγετο· Ἀνδοκίδης δ’ ἐν τῶι | |
Κατ’ Ἀλκιβιάδου (4, 42) δηλοῖ καὶ Φιλόχορος. | 127 | |
3b,328,F103 | NATAL. COM. Myth. 3, 16 p. 245 ed. Genev: erat Iambe muliercula quaedam, Metanirae ancilla, ut tradidit Philochorus, Panos et Echus filia, quae cum deam maestam videret, ridiculas narratiunculas et sales iambico metro ad commovendam deam ad risum et ad sedandum dolorem interponebat. quare id genus | |
5 | carminis non ante observatum iambicum ab illa dictum fuit, ut testatur Nicander in Alexipharmacis. | |
3b,328,F104a | EUSEB. Chron. a. Abr. 610/5 (SYNKELL. p. 299, 16): Ἐλευσῖνος πόλεως Κελεὸς ἐβασίλευσε, καθ’ ὃν Τριπτόλεμος ἦν, ὅν φησιν ὁ Φιλόχορος μακρῶι πλοίωι προσβαλόντα ταῖς πόλεσι τὸν σῖτον διδόναι, ὑπο‐ νοεῖσθαι δὲ πτερωτὸν ὄφιν εἶναι τὴν ναῦν· ἔχειν δέ τι καὶ τοῦ σχήματος. | |
3b,328,F104b | SCHOL. ARISTEID. p. 54, 18 Ddf: Φιλόχορος δὲ ἱστορεῖ ὅτι ἡ ναῦς, ἔνθα ἦν ὁ Τριπτόλεμος, διὰ τοῦτο ἐνομίσθη ὑπόπτερος ἐπειδὴ ἐξ οὐρίας ἐφέρετο. | |
3b,328,F104c | BOCCACCIO Gen. deor. 8, 4: de Triptolemo autem scribit Philochorus vetustissimum fuisse regem apud Atticam regionem, qui cum tempore ingentis penuriae, occiso e concursu populi patre Eleusio, quia pereunte fame plebe filium aluisset abunde, aufugit et longa navi, cuius serpens erat insigne, abiit ad exteras regiones et quaesita frumenti | |
5 | copia in patriam rediit, ex qua pulso Celeo, qui terram occupaverat (seu secundum alios Lynceo Thrace), in regnum paternum restitutus est; et non solum restitutus alimenta tradidit subditis, sed illos docuit facto aratro terram colere, ex quo Cereris alumnus est dictus. sunt tamen qui velint non Triptolemum sed Buzygem quendam Atheniensem Atticis bovem et aratrum comperisse. dicit tamen Philochorus | |
10 | Triptolemum multis saeculis ante fuisse quam fuerit Ceres regina Syculorum. | |
3b,328,F105 | SCHOL. DEMOSTH. 19, 303: Ἄγραυλος καὶ Ἕρση καὶ Πάνδροσος θυγατέρες Κέκροπος, ὥς φησιν ὁ Φιλόχορος. λέγουσι δὲ ὅτι πολέμου συμβάντος παρ’ Ἀθηναίοις, ὅτε ὁ Εὔμολπος ἐστράτευσε κατὰ Ἐρεχθέως, καὶ μηκυνομένου τούτου, ἔχρησεν ὁ Ἀπόλλων ἀπαλλαγήσεσθαι ἐάν | |
5 | τις ἀνέληι ἑαυτὸν ὑπὲρ τῆς πόλεως. ἡ τοίνυν Ἄγραυλος ἑκοῦσα αὑτὴν ἐξέδωκεν εἰς θάνατον. ἔρριψε γὰρ ἑαυτὴν ἐκ τοῦ τείχους. εἶτα ἀπαλλαγέντος τοῦ πολέμου, ἱερὸν ὑπὲρ τούτου ἐστήσαντο αὐτῆι περὶ τὰ προπύλαια τῆς πόλεως· καὶ ἐκεῖσε ὤμνυον οἱ ἔφηβοι μέλλοντες ἐξιέναι εἰς πόλεμον. | |
3b,328,F106 | ——; ἱέρεια γέγονεν ἡ Ἄγραυλος Ἀθηνᾶς, ὥς φησιν Φιλόχορος. | |
3b,328,F107 | STRABON 9, 1, 6 p. 392: οἵ τε δὴ τὴν Ἀτθίδα συγγράψαντες (329 F 2) πολλὰ διαφωνοῦντες τοῦτό γε ὁμολογοῦσιν, οἵ γε λόγου ἄξιοι, διότι τῶν Πανδιονιδῶν τεσσάρων ὄντων, Αἰγέως τε καὶ Λύκου καὶ Πάλλαντος καὶ τετάρτου Νίσου, καὶ τῆς Ἀττικῆς εἰς τέτταρα μέρη διαιρεθείσης, ὁ Νίσος τὴν | |
5 | Μεγαρίδα λάχοι καὶ κτίσαι τὴν Νισαίαν. Φιλόχορος μὲν οὖν ἀπὸ Ἰσθμοῦ μέχρι τοῦ Πυθίου διήκειν αὐτοῦ φησι τὴν ἀρχήν, Ἄνδρων (10 F 14) δὲ μέχρι Ἐλευσῖνος καὶ τοῦ Θριασίου πεδίου. | 128 |
3b,328,F108 | SCHOL. EURIP. Hipp. 35: τοὺς Παλλαντίδας ὑπὸ Θησέως ἀνηιρῆσθαι Φιλόχορος οὕτω φησί· «Πάλλαντος ἐπιθέσθαι ταῖς Ἀθή‐ ναις διανοουμένου καὶ τὴν Σφηττίαν ὁδὸν προφανῶς διαπορευο‐ μένου ἐπὶ τὸ ἄστυ μετὰ τῆς δυνάμεως αὐτοῦ, οἱ τούτου παῖδες | |
5 | κατὰ βούλησιν τοῦ πατρὸς Γαργηττοῖ ἐγκαθίζουσιν μετὰ τῶν ἡλικιωτῶν, ἵν’ ὅταν ἐπεξελθοῦσι τοῖς Ἀθηναίοις ὁ Πάλλας συμβάληι, ἐξ ἐφόδου προσπεσόντες λάβωσι τὴν πόλιν. ἀνὴρ δέ τις, ὃς ἐκηρύκευε τῶι Πάλλαντι, ἀπαγγέλλει τῶι Θησεῖ τὸ γενόμενον· ὁ δὲ προσπεσὼν εὐθὺς μετὰ τῶν ἡλικιωτῶν αὐτοὺς | |
10 | ἀναιρεῖ». | |
3b,328,F109 | PLUTARCH. Thes. 14: ὁ δὲ Θησεὺς ἔνεργος εἶναι βουλόμενος, ἅμα δὲ καὶ δημαγωγῶν ἐξῆλθεν ἐπὶ τὸν Μαραθώνιον ταῦρον οὐκ ὀλίγα πράγ‐ ματα τοῖς οἰκοῦσι τὴν τετράπολιν παρέχοντα, καὶ χειρωσάμενος ἐπεδείξατο ζῶντα διὰ τοῦ ἄστεος ἐλάσας, εἶτα τῶι Ἀπόλλωνι τῶι Δελφινίωι κατέθυσεν. | |
5 | (2) ἡ δὲ Ἑκάλη καὶ τὸ περὶ αὐτὴν μυθολόγημα τοῦ ξενισμοῦ καὶ τῆς ὑποδοχῆς ἔοικε μὴ πάσης ἀμοιρεῖν ἀληθείας· ἔθυον γὰρ Ἑκαλῆσιν οἱ πέριξ δῆμοι συνιόντες Ἑκαλ〈εί〉ωι Διί, καὶ τὴν Ἑκάλην ἐτίμων Ἑκαλίνην ὑποκοριζόμενοι διὰ τὸ κἀκείνην νέον ὄντα κομιδῆ τὸν Θησέα ξενίζουσαν ἀσπάσασθαι πρεσ‐ βυτικῶς καὶ φιλοφρονεῖσθαι τοιούτοις ὑποκορισμοῖς. (3) ἐπεὶ δ’ εὔξατο μὲν | |
10 | ὑπὲρ αὐτοῦ τῶι Διὶ βαδίζοντος ἐπὶ τὴν μάχην, εἰ σῶς παραγένοιτο, θύσειν, ἀπέθανε δὲ πρὶν ἐκεῖνον ἐπανελθεῖν, ἔσχε τὰς εἰρημένας ἀμοιβὰς τῆς φιλοξενίας τοῦ Θησέως κελεύσαντος, ὡς Φιλόχορος ἱστόρηκεν. | |
3b,328,F110 | PLUTARCH. Thes. 26, 1: εἰς δὲ τὸν Πόντον ἔπλευσε τὸν Εὔξεινον, ὡς μὲν Φιλόχορος καί τινες ἄλλοι λέγουσι, μεθ’ Ἡρακλέους ἐπὶ τὰς Ἀμαζόνας συστρατεύσας, καὶ γέρας [ἀρι‐ στεῖον] Ἀντιόπην ἔλαβεν. οἱ δὲ πλείους, ὧν ἐστι καὶ Φερεκύδης (3 F 151) | |
5 | καὶ Ἑλλάνικος (323a F 16) καὶ Ἡρόδωρος (31 F 26) ὕστερόν φασιν Ἡρακλέ‐ ους ἰδιόστολον πλεῦσαι τὸν Θησέα καὶ τὴν Ἀμαζόνα λαβεῖν αἰχμάλωτον, πιθανώτερα λέγοντες· οὐδεὶς γὰρ ἄλλος ἱστόρηται τῶν μετ’ αὐτοῦ στρατευ‐ | |
σάντων Ἀμαζόνα λαβεῖν αἰχμάλωτον. | 129 | |
3b,328,F111 | PLUTARCH. Thes. 17, 6: Φιλόχορος δὲ παρὰ Σκίρου φησὶν ἐκ Σαλαμῖνος τὸν Θησέα λαβεῖν κυβερνήτην μὲν Ναυσίθοον, πρωρέα δὲ Φαίακα, μηδέπω τότε τῶν Ἀθηναίων προσεχόντων τῆι θαλάσσηι· καὶ γὰρ εἶναι τῶν ἠιθέων ἕνα Μενέσθην Σκίρου θυγατριδοῦν. (7) | |
5 | μαρτυρεῖ δὲ τούτοις ἡρῶια Ναυσιθόου καὶ Φαίακος, εἱσαμένου Θησέως Φαληροῖ πρὸς τῶι τοῦ Σκίρου ἱερῶι· καὶ τὴν ἑορτὴν τὰ Κυβερνήσιά φησιν ἐκείνοις τελεῖσθαι. | |
3b,328,F112 | PLUTARCH. Thes. 29, 4: συνέπραξε δὲ καὶ Ἀ‐ δράστωι τὴν ἀναίρεσιν τῶν ὑπὸ τῆι Καδμείαι πεσόντων, οὐχ ὡς Εὐριπίδης ἐποίη‐ σεν ἐν τραγωιδίαι (Hik. 566 ff.; 635 ff.) μάχηι τῶν Θηβαίων κρατήσας, ἀλλὰ πείσας καὶ σπεισάμενος· οὕτω γὰρ οἱ πλεῖστοι λέγουσιν. Φιλόχορος δὲ καὶ | |
5 | σπονδὰς περὶ νεκρῶν ἀναιρέσεως γενέσθαι πρώτας ἐκείνας. (5) [ὅτι δ’ Ἡρακλῆς πρῶτος ἀπέδωκε νεκροὺς τοῖς πολεμίοις, ἐν τοῖς Περὶ Ἡρακλέους γέγραπται]. ταφαὶ δὲ τῶν μὲν πολλῶν ἐν Ἐλευθεραῖς δείκνυνται, τῶν δ’ ἡγεμόνων περὶ Ἐλευσῖνα, καὶ τοῦτο Θησέως Ἀδράστωι χαρισαμένου. [καταμαρτυροῦσι δὲ τῶν Εὐριπίδου Ἱκετίδων οἱ Αἰσχύλου Ἐλευσίνιοι (p. 18 | |
10 | N2), ἐν οἷς καὶ ταῦτα λέγων ὁ Θησεὺς πεποίηται.] | |
3b,328,F113 | STRABON 9, 2, 11 p. 404: καὶ ὁ Μυκαλησσὸς δὲ κώμη τῆς Τα‐ ναγρικῆς· κεῖται δὲ παρ’ ὁδὸν Θηβαίων εἰς Χαλκίδα ... ὡς δ’ αὕτως καὶ τὸ Ἅρμα, τῆς Ταναγρικῆς κώμη ἔρημος περὶ τὴν (?) Μυκαληττόν, ἀπὸ τοῦ Ἀμφιαράου ἅρματος λαβοῦσα τοὔνομα, ἑτέρα οὖσα τοῦ Ἅρματος τοῦ κατὰ τὴν | |
5 | Ἀττικήν, ὅ ἐστι περὶ Φυλήν, δῆμον τῆς Ἀττικῆς ὅμορον τῆι Ταναγρικῆι. ἐντεῦθεν δὲ ἡ παροιμία τὴν ἀρχὴν ἔσχεν ἡ λέγουσα «ὁπόταν δι’ Ἅρματος ἀστράψηι», ἀστραπήν τινα σημειουμένων κατὰ χρησμὸν τῶν λεγομένων Πυθαι‐ | |
στῶν, βλεπόντων ὡς ἐπὶ τὸ Ἅρμα καὶ τότε πεμπόντων τὴν θυσίαν εἰς Δελφοὺς ὅταν ἀστράψαντα ἴδωσιν· ἐτήρουν δὲ ἐπὶ τρεῖς μῆνας, καθ’ ἕκαστον μῆνα ἐπὶ | 130 | |
10 | τρεῖς ἡμέρας καὶ νύκτας ἀπὸ τῆς ἐσχάρας τοῦ Ἀστραπαίου Διός· ἔστι δ’ αὕτη ἐν τῶι τείχει μεταξὺ τοῦ Πυθίου καὶ τοῦ Ὀλυμπίου. περὶ δὲ τοῦ Ἅρματος τοῦ Βοιωτιακοῦ οἱ μέν φασιν ἐκπεσόντος ἐκ τοῦ ἅρματος ἐν τῆι μάχηι τοῦ Ἀμφιαράου κατὰ τὸν τόπον ὅπου νῦν ἐστι τὸ ἱερὸν αὐτοῦ, τὸ ἅρμα ἔρημον ἐνεχθῆναι ἐπὶ τὸν ὁμώνυμον τόπον· οἱ δὲ τοῦ Ἀδράστου συντριβῆναι τὸ ἅρμα | |
15 | φεύγοντός φασιν ἐνταῦθα, τὸν δὲ διὰ τοῦ Ἀρείονος σωθῆναι. Φιλόχορος δ’ ὑπὸ τῶν κωμητῶν σωθῆναί φησιν αὐτόν, καὶ διὰ τοῦτο ἰσοπο‐ λιτείαν αὐτοῖς παρὰ τῶν Ἀργείων ὑπάρξαι. | |
3b,328,F114 | PHOT. SUD. s.v. σεισάχθεια· χρεωκοπία δημοσίων καὶ ἰδιωτι‐ κῶν, ἣν εἰσηγήσατο Σόλων. εἴρηται δέ, παρ’ ὅσον ἔθος ἦν Ἀθήνησι τοὺς ὀφεί‐ λοντας τῶν πενήτων σώματι ἐργάζεσθαι τοῖς χρήσταις, ἀποδόντας δὲ οἱονεὶ τὸ ἄχθος ἀποσείσασθαι· ὡς Φιλοχόρωι δὲ δοκεῖ, ἀποψηφισθῆναι τὸ | |
5 | ἄχθος. | |
3b,328,F115 | SCHOL. PINDAR. Pyth. 7, 9b: λέγεται γὰρ ὅτι τὸν Πυθικὸν νεὼν ἐμπρησθέντα, ὥς τινές φασιν ὑπὸ τῶν Πεισιστρατιδῶν, οἱ Ἀλκμαιωνίδαι φυγαδευθέντες ὑπὸ τῶν Πεισιστρατιδῶν ὑπέσχοντο ἀνοικοδομήσειν, καὶ δεξά‐ μενοι χρήματα καὶ συναγαγόντες δύναμιν ἐπέθεντο τοῖς Πεισιστρατίδαις, καὶ | |
5 | νικήσαντες μετ’ εὐχαριστηρίων πλειόνων ἀνωικοδόμησαν τῶι θεῶι τὸ τέμενος, ὡς Φιλόχορος ἱστορεῖ, εὐξάμενοι πρότερον τῶι θεῶι. | |
3b,328,F116 | AELIAN. N. A. 12, 35: πέπυσμαι ... κύνας γενέσθαι φιλοδεσ‐ πότους Ξανθίππου τοῦ Ἀρίφρο〈νοσ〉. μετοικιζομένων γὰρ τῶν Ἀθηναίων ἐς τὰς ναῦς, ἡνίκα τοῦ χρόνου ὁ Πέρσης τὸν μέγαν πόλεμον ἐπὶ τὴν Ἑλλάδα ἐξῆψε, καὶ ἔλεγον οἱ χρησμοὶ λῶιον εἶναι τοῖς Ἀθηναίοις τὴν μὲν πατρίδα | |
5 | ἀπολιπεῖν, ἐπιβῆναι δὲ τῶν τριήρων, οὐδὲ οἱ κύνες τοῦ προειρημένου ἀπελείφ‐ θησαν, ἀλλὰ συμμετωικίσαν〈το〉 τῶι Ξανθίππωι, καὶ διανηξάμενοι ἐς τὴν Σαλαμῖνα ἀπέβησαν. λέγετον δὲ ἄρα ταῦτα Ἀριστοτέλης (F 399 R) καὶ Φι‐ λόχορος. | |
3b,328,F117 | SCHOL. ARISTOPH. Lys. 1138: οὐκ ἴσθ’ ὅτ’ ἐλθὼν δεῦρο Περι‐ κλείδας ποτέ / ὁ Λάκων Ἀθηναίων ἱκέτης καθέζετο / ἐπὶ τοῖσι βωμοῖς ὠχρὸς | |
ἐν φοινικίδι / στρατιὰν προσαιτῶν· ἡ δὲ Μεσσήνη τότε / ὑμῖν ἐπέκειτο χὡ θεὸς σείων ἅμα· / ἐλθὼν δὲ σὺν ὁπλίταισι τετρακισχιλίοις / Κίμων ὅλην ἔσωσε τὴν | 131 | |
5 | Λακεδαίμονα.] ταῦτα καὶ οἱ συντεταχότες τὰς Ἀτθίδας (329 F 4) ἱστοροῦσιν περὶ τῶν Λακεδαιμονίων· ὁ δὲ Φιλόχορός φησι καὶ τὴν ἡγεμονίαν τοὺς Ἀθηναίους λαβεῖν διὰ τὰς κατασχούσας τὴν Λακεδαίμονα συμφοράς. | |
3b,328,F118 | SCHOL. V ARISTOPH. Nub. 213: ὑπὸ γὰρ ἡμῶν παρετάθη καὶ Περικλέους (Euboia)] Περικλέους δὲ στρατηγοῦντος καταστρέψασθαι αὐτοὺς πᾶσάν φησιν Φιλόχορος, καὶ τὴν μὲν ἄλλην ἐπὶ ὁμολογίαι κατασταθῆναι, Ἑστιαιέων δὲ ἀποικισθέντων αὐτοὺς τὴν χώραν ἔχειν. | |
3b,328,F119 | SCHOL. V ARISTOPH. Vesp. 718: ἀλλ’ ὁπόταν μὲν δείσως’ αὐτοί, τὴν Εὔβοιαν διδόασιν / ὑμῖν καὶ σῖτον ὑφίστανται κατὰ πεντήκοντα μεδίμνους / ποριεῖν· ἔδωσαν δ’ οὐπώποτέ σοι πλὴν πρώην πέντε μεδίμνους, / καὶ ταῦτα μόλις ξενίας φεύγων ἔλαβες κατὰ χοίνικα κριθῶν] τοιοῦτόν ἐστι παρόσον | |
5 | ἐν ταῖς διανομαῖς τῶν πυρῶν ἐξητάζοντο πικρῶς οἵ τε πολῖται καὶ μή, ὥστε δοκεῖν ξενίας φεύγειν εἰς κρίσιν καθισταμένους. φησὶν οὖν ὁ Φιλόχορος αὖθις ποτὲ τετρακισχιλίους ἑπτακοσίους ξ ὀφθῆναι παρεγγρά‐ φους, καθάπερ ἐν τῆι προκειμένηι λέξει δεδήλωται. τὰ περὶ τὴν Εὔβοιαν δύναται καὶ αὐτὰ συνάιδειν ταῖς διδασκαλίαις· πέρυσι γὰρ ἐπὶ ἄρχοντος | |
10 | Ἰσάρχου ἐστράτευσαν ἐπ’ αὐτήν, ὡς Φιλόχορος (F 130). μήποτε δὲ περὶ τῆς ἐξ Αἰγύπτου δωρεᾶς λέγει, ἣν Φιλόχορός φησι Ψαμμήτιχον πέμψαι τῶι δήμωι ἐπὶ Λυσιμαχίδου μυριάδας τρεῖς ⟦πλὴν τὰ τοῦ ἀριθμοῦ οὐδαμῶς συμφωνεῖ⟧, πέντε ἑκάσ‐ τωι δὲ Ἀθηναίων μεδίμνους· τοὺς γὰρ λαβόντας γενέσθαι | |
15 | μυρίους τετρακισχιλίους διακοσίους μ. | |
3b,328,F120 | SCHOL. V ARISTOPH. Vesp. 947: ἀλλ’ οὐκ ἔχειν οὗτος γ’ ἔοι‐ κεν ὅτι λέγηι. / —οὐκ ἀλλ’ ἐκεῖνό μοι δοκεῖ πεπονθέναι, / ὅπερ ποτὲ φεύγων ἔπαθε καὶ Θουκυδίδης· / ἀπόπληκτος ἐξαίφνης ἐγένετο τὰς γνάθους] ..... ἄλ‐ λως· πρὸς τὴν ἱστορίαν. μήποτε ὁ Περικλεῖ ἀντιπολιτευσάμενος. τοῦτο δὲ Φιλό‐ | |
5 | χορος μὲν ἱστορεῖ ** ὃς οὐδὲ πάντηι γνώριμος ἐγένετο (ἀλλ’ οὐδὲ παρὰ τοῖς | |
κωμικοῖς) διὰ τὸ ἐπ’ ὀλίγον στρατείας ἀξιωθέντα μετὰ Κλέωνος ἐπὶ Θράικης φυγῆι καταψηφισθῆναι. ἔνιοι δέ, ὧν καὶ Ἀμμώνιος (350 F 1), τοῦ Στεφάνου· καὶ τοῦτο δὲ ὑπίδοι τις, ὥσπερ προείρηται. ὁ γενόμενος ὀστρακισμὸς ἐμφαίνει τὸν Μελησίου καὶ τὸν ὀστρακισθέντα. Θεόπομπος μέντοι ὁ ἱστορικὸς (115 F 91) | 132 | |
10 | τὸν Πανταιν〈έτ〉ου φησὶν ἀντιπολιτεύσασθαι Περικλεῖ· ἀλλ’ οὐκ Ἀνδροτίων (324 F 37), ἀλλὰ καὶ αὐτὸς τὸν Μελησίου. | |
3b,328,F121 | SCHOL. RV ARISTOPH. Pax 605: πρῶτα μὲν † γὰρ αὐτῆς ἦρξε Φειδίας πράξας κακῶς· / εἶτα Περικλέης ... ἐξέφλεξε τὴν πόλιν. / ἐμβα‐ λὼν σπινθῆρα μικρὸν Μεγαρικοῦ ψηφίσματος κτλ.] Φιλόχορος ἐπὶ (Θε)οδώρου ἄρχοντος ταῦτά φησι· «καὶ τὸ ἄγαλμα τὸ χρυσοῦν τῆς Ἀθηνᾶς | |
5 | ἐστάθη εἰς τὸν νεὼν τὸν μέγαν, ἔχον χρυσίου σταθμὸν ταλάντων μδ, Περικλέους ἐπιστατοῦντος, Φειδίου δὲ ποιήσαντος. καὶ Φειδίας ὁ ποιήσας, δόξας παραλογίζεσθαι τὸν ἐλέφαντα τὸν εἰς τὰς φολίδας, ἐκρίθη· καὶ φυγὼν εἰς Ἦλιν ἐργολαβῆσαι τὸ ἄγαλμα τοῦ Διὸς τοῦ ἐν Ὀλυμπίαι λέγεται, τοῦτο δὲ ἐξεργασά‐ | |
10 | μενος ἀποθανεῖν ὑπὸ Ἠλείων»· ἐπὶ (Π)υθοδώρου, ὅς ἐστιν ἀπὸ τούτου ἕβδομος, περὶ Μεγαρέων εἰπὼν ὅτι καὶ αὐτοὶ «κατεβόων Ἀθηναίων παρὰ Λακεδαιμονίοις ἀδίκως λέγοντες εἴργεσθαι ἀγορᾶς καὶ λιμένων τῶν παρ’ Ἀθηναίοις». οἱ γὰρ Ἀθηναῖοι ταῦτα ἐψηφίσαντο Περικλέους εἰπόντος, τὴν γῆν αὐτοὺς αἰ‐ | |
15 | τιώμενοι τὴν ἱερὰν τοῖς θεοῖς ἀπεργάζεσθαι. λέγουσι δέ τινες (Ephoros 70 F 196) ὡς Φειδίου τοῦ ἀγαλματοποιοῦ δόξαντος παραλογίζεσθαι τὴν πόλιν καὶ φυγαδευθέντος, ὁ Περικλῆς φοβηθεὶς διὰ τὸ ἐπιστατῆσαι τῆι κατασκευῆι τοῦ ἀγάλματος καὶ συνεγνωκέναι τῆι κλοπῆι, ἔγραψε τὸ κατὰ Μεγαρέων πινάκιον καὶ τὸν πόλεμον ἐξήνεγκεν, ἵνα ἀπησχολημένοις Ἀθηναίοις | |
20 | εἰς τὸν πόλεμον μὴ δῶι τὰς εὐθύνας, ἐγκαλέσας Μεγαρεῦσιν ὡς τὴν ἱερὰν | |
ὀργάδα ταῖν θεαῖν ἐργασαμένοις. ἄλογος δὲ φαίνεται ἡ κατὰ Περικλέους ὑπόνοια, ἑπτὰ ἔτεσιν πρότερον τῆς τοῦ πολέμου ἀρχῆς τῶν περὶ Φειδίαν γενομένων. ὁ Φειδίας, ὡς Φιλόχορός φησιν, ἐπὶ (Θε)οδώρου ἄρχοντος τὸ ἄγαλμα τῆς Ἀθηνᾶς κατασκευάσας ὑφείλετο τὸ | 133 | |
25 | χρυσίον ἐκ τῶν δρακόντων τῆς χρυσελεφαντίνης Ἀθηνᾶς, ἐφ’ ὧι καταγνωσθεὶς ἐζημιώθη φυγῆι· γενόμενος δὲ εἰς Ἦλιν καὶ ἐργολαβήσας παρὰ τῶν Ἠλείων τὸ ἄγαλμα τοῦ Διὸς τοῦ Ὀλυμ‐ πίου καὶ καταγνωσθεὶς ὑπ’ αὐτῶν ὡς νοσφισάμενος ἀνηιρέθη. | |
3b,328,F122 | SCHOL. V ARISTOPH. Av. 997: Μέτων, / ὃν οἶδεν Ἑλλὰς χὡ Κολωνός] ἄριστος ἀστρονόμος καὶ γεωμέτρης· τούτου ἐστὶν ὁ ἐνιαυτὸς ὁ λεγό‐ μενος Μέτωνος. φησὶ δὲ Καλλίστρατος ἐν Κολωνῶι ἀνάθημά τι εἶναι αὐτοῦ ἀστρολογικόν. Εὐφρόνιος (F 94 Strecker) δὲ ὅτι τῶν δήμων ἦν ἐκ Κολωνοῦ. | |
5 | τοῦτο μὲν οὖν ψεῦδος· Φιλόχορος γὰρ Λευκονοέα φησὶν αὐτόν. τὸ δὲ τοῦ Καλλιστράτου †δῆλον· ἴσως γὰρ ἦν τι καὶ ἐν Κολωνῶι. ὁ δὲ Φιλό‐ χορος ἐν Κολωνῶι μὲν αὐτὸν οὐδὲν θεῖναι λέγει, ἐπὶ Ἀψεύδους δὲ 〈τοῦ〉 πρὸ Πυθοδώρου ἡλιοτρόπιον ἐν τῆι νῦν οὔσηι ἐκκλησίαι πρὸς τῶι τείχει τῶι ἐν τῆι Πνυκί. μήποτε οὖν τὸ χωρίον (φασί τινες) | |
10 | ἐκεῖνο πᾶν, ὧι περιλαμβάνεται καὶ ἡ Πνύξ, Κολωνός ἐστιν, οὗ ἕτερος ὁ μίσθιος λεγόμενος· οὕτως μέρος τι νῦν σύνηθες γέγονε τὸ Κολωνὸν καλεῖν τὸ ὄπισθεν τῆς Μακρᾶς Στοᾶς. ἀλλ’ οὐκ ἔστι· Μελίτη γὰρ ἅπαν ἐκεῖνο, ὡς ἐν τοῖς Ὁρισ‐ μοῖς γέγραπται τῆς πόλεως (375 F 1). ἴσως δ’ ἐν Κολωνῶι κρήνην τινὰ κατεσκευάσατο· φησὶν ὁ Φρύνιχος Μονοτρόπωι (I 376, 21 K) «τίς δ’ ἐστὶν ὁ | |
15 | μετὰ †ταῦτα ταύτης† φροντίζων; Μέτων ὁ Λευκονοιεύς. —οἶδα, ὁ τὰς κρήνας ἄγων». καθεῖται δὲ καὶ ὁ Μονότροπος ἐπὶ τοῦ αὐτοῦ Χαβρίου, ὡς εἴρηται. | |
3b,328,F123 | SCHOL. V ARISTOPH. Pax 990: τρυχόμεθ’ ἤδη / τρία καὶ δέκ’ ἔτη] τὸ χ ὅτι οὐ συμφωνεῖ τοῖς χρόνοις ἃ λέγει· καὶ ἐν τοῖς Ἀχαρνεῦσι (266) φησι «ἕκτωι ς’ ἔτει προσεῖδον †εἰς τὰ χωρία». ἀλλὰ καὶ ὁ Φιλόχορος ἀπὸ Πυθοδώρου, ἐφ’ οὗ ἡ ἀρχὴ τοῦ πολέμου δοκεῖ γεγενῆ‐ | |
5 | σθαι, μέχρι Ἰσάρχου καταριθμούμενος εἰς τὰ †ιγ ἔτη συνάγει τοὺς χρόνους. πάλιν Θουκυδίδης (4, 116, 3 ff.) κατὰ τὰς τῶν χειμώνων καὶ θερέων εἰσβολὰς τὸν πόλεμον γεγενῆσθαι λέγων, οὐδὲ αὐτὸς εἰς τοῦτον τὸν ἀριθμὸν ἔρχεται, ἀλλ’ ἀπολείπεται παρὰ τὰ θ ἔτη. | 134 |
3b,328,F124 | SCHOL. EURIP. Andr. 445: Ὦ πᾶσιν ἀνθρώποισιν ἔχθιστοι βροτῶν / Σπάρτης ἔνοικοι] ταῦτα ἐπὶ τῶι Ἀνδρομάχης προσχήματί φησιν Εὐριπίδης λοιδορούμενος τοῖς Σπαρτιάταις διὰ τὸν ἐνεστῶτα πόλεμον· καὶ γὰρ δὴ καὶ παρεσπονδήκεσαν πρὸς Ἀθηναίους, καθάπερ οἱ περὶ | |
5 | τὸν Φιλόχορον ἀναγράφουσιν. εἰλικρινῶς δὲ τοὺς τοῦ δράματος χρόνους οὐκ ἔστι λαβεῖν· οὐ δεδίδακται γὰρ Ἀθήνησιν. | |
3b,328,F125 | SCHOL. SOPHOKL. O. K. 698: ὅτι ἀπέσχοντο τῶν μορίων οἱ Λακεδαιμόνιοι, καὶ ἄλλοι ἱστοροῦσι καὶ Φιλόχορος (es folgt Androtion 324 F 39). | |
3b,328,F126 | ATHEN. 5, 58 p. 217 DE: Περδίκκας τοίνυν πρὸ Ἀρ‐ χελάου βασιλεύει, ὡς μὲν ὁ Ἀκάνθιός φησι Νικομήδης (III C) ἔτη μα· Θεόπομπος (115 F 279) δὲ λε· Ἀναξιμένης (72 F 27) μ· Ἱερώνυμος (154 F 1) κη· Μαρσύας (135/6 F 15) δὲ καὶ Φιλόχορος κγ. | |
3b,328,F127 | SCHOL. V ARISTOPH. Vesp. 240: ἀλλ’ ἐγκονῶμεν, ὦνδρες, ὡς ἔσται Λάχητι νυνί· / σίμβλον δέ φασι χρημάτων ἔχειν ἅπαντες αὐτόν. — χθὲς οὖν Κλέων ... ἡμῖν ἐφεῖτ’ ἐν ὥραι / ἥκειν .... / ἐπ’ αὐτόν, ὡς κολωμέ‐ νους ὧν ἠδίκησεν] τοῦτο δέ φησιν, ὡς τοῦ Κλέωνος εἰς δίκην ἐπαγαγόντος τὸν | |
5 | Λάχητα. στρατηγῆσαι δὲ αὐτόν φησι Δημήτριος (228 F 31 bis) ἐπὶ ἄρχοντος Εὐκλέους πρὸ τριῶν ἐτῶν, εἰς Σικελίαν πεμφθέντα μετὰ νεῶν Λεον‐ τίνοις βοηθήσοντα· οἱ δὲ περὶ τὸν Φιλόχορον διαδέξασθαι αὐτόν φασι Σοφοκλέα καὶ Πυθόδωρον, οὓς καὶ φυγῆι ζημιωθῆναι. εἰκὸς γοῦν μετακληθῆναι αὐτὸν ἐπὶ τὴν κρίσιν, ἧς νῦν ὁ κωμικὸς μνημονεύει. | |
3b,328,F128a | SCHOL. RV ARISTOPH. Pax 665: ἐλθοῦσά φησιν αὐτομάτη μετὰ τἀν Πύλωι / σπονδῶν φέρουσα τῆι πόλει κίστην πλέαν / ἀπο‐ χειροτονηθῆναι τρὶς ἐν τἠκκλησίαι] Φιλόχορος φησὶν οὕτως· «Λακεδαιμόνιοι δὲ περὶ διαλύσεων ἔπεμψαν πρέσβεις πρὸς Ἀθηναίους, σπονδὰς | |
5 | ποιησάμενοι πρὸς τοὺς ἐν Πύλωι καὶ τὰς ναῦς αὐτῶν παραδόντες οὔσας ξ. Κλέωνος δὲ ἀντειπόντος ταῖς διαλύσεσι στασιάσαι λέ‐ γεται τὴν ἐκκλησίαν· ἐρωτῆσαι δὲ συνέβη τὸν ἐπιστάτην· ἐνί‐ | |
κησαν δὲ οἱ πολεμεῖν βουλόμενοι». ἄλλως· μετὰ τὰ ἐν Πύλωι· ἐπὶ Κλέωνος γὰρ πρεσβευσαμένων Λακεδαιμονίων ἐστασίασαν ἐν τῆι ἐκκλησίαι, | 135 | |
10 | ὡς Φιλόχορός φησι. μετὰ τὰ ἐν Πύλωι καὶ τοὺς αἰχμαλώτους, οὓς ἔλαβεν ὁ Κλέων, ἔπεμψαν Λακεδαιμόνιοι πρὸς Ἀθηναίους, ἐπαγγελλόμενοι δώσειν τὰς τριήρεις ἃς εἰλήφεσαν τῶν Ἀθηναίων ἐν τῶι πολέμωι, ἅμα δὲ καὶ περὶ εἰρήνης καὶ σπονδῶν. ἀντεῖπεν οὖν τότε Κλέων, καὶ τοῦ ἐπιστάτου τρίτον ἐρωτήσαντος τὴν βουλὴν τί βούλεται, εἰρήνην ἢ πόλεμον, εἵλετο ἡ βουλὴ τὸν πόλεμον συνεσ‐ | |
15 | τάναι. | |
3b,328,F128b | SCHOL. LUKIAN. Tim. 30 p. 116, 4 R: ἐπέστη (Kleon) δὲ καὶ τῆι πρὸς Λακεδαιμονίους· εἰρήνηι, ὡς Φιλόχορος ⟦καὶ Ἀριστοφάνησ⟧ προθεὶς ἄρ‐ χοντα Εὔθυνον. Ἀριστοτέλης δὲ ἐν Πολιτείαι (28, 3) καὶ περιζωσάμενον αὐτὸν λέγει δημηγορῆσαι. | |
3b,328,F129 | SCHOL. V ARISTOPH. Vesp. 210: νὴ Δι’ ἦ μοι κρεῖττον ἦν / τηρεῖν Σκιώνην ἀντὶ τούτου τοῦ πατρός] Φιλόχορος ἐπὶ Ἰσάρχου φησὶ πρὸ ἐνιαυτοῦ Βρασίδαν ἀποστῆσαι Σκιωναίους τῶν Ἀθηναίων, Ἀθηναίους δὲ ν τριήρεις πρότερον πέμψαντας Μένδην μὲν ἑλεῖν, Σκιώνην 〈δὲ〉 περιτειχίσαι. | |
3b,328,F130 | SCHOL. V ARISTOPH. Vesp. 718: τὰ περὶ τὴν Εὔβοιαν δύναται καὶ αὐτὰ συνάιδειν ταῖς διδασκαλίαις· πέρυσι γὰρ ἐπὶ ἄρχοντος Ἰσάρχου ἐστράτευσαν ἐπ’ αὐτήν, ὡς Φιλόχορος. | |
3b,328,F131 | SCHOL. RV ARISTOPH. Pax 466: οἰμώξεσθ’ οἱ Βοιωτοί] ὅτι μηδὲν αὐτοῖς μέλει τῆς εἰρήνης. ἐπὶ γὰρ [τοῦ] Ἀλκαίου σπονδάς φησι γεγονέναι Φιλόχορος πεντηκονταετεῖς Ἀθηναίοις καὶ Λακεδαι‐ μονίοις καὶ τοῖς συμμάχοις πλὴν Βοιωτῶν καὶ Κορινθίων καὶ | |
5 | Ἠλείων. | |
3b,328,F132 | SCHOL. RV ARISTOPH. Pax 475/7: οὐδ’ οἵδε γ’ εἷλκον οὐδὲν Ἀργεῖοι πάλαι] καὶ ὁ Φιλόχορός φησι πολεμοποιοῦντας πάλιν τοὺς Κορινθίους προσλαμβάνεσθαι καὶ τοὺς Ἀργείους. | |
3b,328,F133 | SCHOL. V ARISTOPH. Lys. 1094: Ἑρμοκοπιδῶν] παρ’ ὅσον οἱ Ἑρμοκοπίδαι ἠκρωτηρίασαν τοὺς Ἑρμᾶς, ὅτε ἐπὶ Σικελίας ἔμελλεν πλεῖν .... τὴν δὲ αἰτίαν ταύτην οἱ μὲν τοῖς περὶ Ἀλκιβιάδην προσέγραφον, ὡς Θουκυδίδης (6, 27/8)· οἱ δὲ Κορινθίοις, ὡς Φιλόχορος. μόνον δέ φησιν 〈οὐ〉 | |
5 | περικοπῆναι τὸν Ἀνδοκίδου Ἑρμῆν. | 136 |
3b,328,F134 | SCHOL. V ARISTOPH. Av. 766: εἰ δ’ ὁ Πεισίου προδοῦναι τοῖς ἀτίμοις τὰς πύλας / βούλεται] οὐδὲν σαφὲς ἔχομεν τίς ὁ Πεισίου, οὔτε περὶ τῆς προδοσίας. ὅτι δὲ τῶν λίαν πονηρῶν ἐστι, δηλοῖ Κρατῖνος ἐν Χείρωσι, Πυλαίαι, Ὥραις (I 66, 174 K). εἴη δ’ ἄν τι συμπεπραχὼς τοῖς Ἑρμοκοπίδαις ὁ | |
5 | Πεισίου, οἵτινες, ὡς Φιλόχορός φησιν, ἐπὶ Χαβρίου θάνατον τε κατεγνώσθησαν, καὶ τὰ ὀνόματα αὐτῶν ἐστηλιτεύθη καὶ ἐδημεύ‐ θη 〈τὰ χρήματα αὐτῶν〉, καὶ τῶι κτείναντι κατ’ ἄνδρα ἐκηρύχ‐ θη τάλαντον. | |
3b,328,F135a | SCHOL. V ARISTOPH. Pax 1031: ὁ Στιλβίδης εὐδόκι‐ μος καὶ περιβόητος μάντις τῶν τοὺς παλαιοὺς χρησμοὺς ἐξηγουμένων .... ἄλ‐ λως· .... τὸν μάντιν Στιλβίδην, ὅν φησι Φιλόχορος ἀκολουθῆναι † ἐν Σικελίαι, ἡνίκα ἐπολέμουν Ἀθηναῖοι καὶ ἐς Σικελίαν | |
5 | ἐστράτευον. μέμνηται δὲ αὐτοῦ καὶ Εὔπολις Πόλεσιν (I 316, 211 K). | |
3b,328,F135b | PLUTARCH. Nikias 23: ὡς δ’ ἦν ἕτοιμα ταῦτα πάντα καὶ τῶν πολεμίων οὐδεὶς παρεφύλαττεν ... ἐξέλιπεν ἡ σελήνη τῆς νυκτός, μέγα δέος τῶι Νικίαι καὶ τῶν ἄλλων τοῖς ὑπ’ ἀπειρίας ἢ δεισιδαιμονίας ἐκπεπληγμένοις τὰ τοιαῦτα .... (7) τῶι μέντοι Νικίαι συνηνέχθη τότε μηδὲ μάντιν ἔχειν ἔμπειρον· ὁ | |
5 | γὰρ συνήθης αὐτοῦ καὶ τὸ πολὺ τῆς δεισιδαιμονίας ἀφαιρῶν Στιλβίδης ἐτεθνήκει μικρὸν ἔμπροσθεν. (8) ἐπεὶ τὸ σημεῖον, ὥς φησι Φιλόχορος, φεύγου‐ σιν οὐκ ἦν πονηρὸν ἀλλὰ καὶ πάνυ χρηστόν· ἐπικρύψεως γὰρ αἱ σὺν φόβωι πράξεις δέονται, τὸ δὲ φῶς πολέμιόν ἐστιν αὐτοῖς. (9) ἄλλως τε καὶ τῶν περὶ ἥλιον καὶ σελήνην ἐπὶ τρεῖς ἡμέρας ἐποιοῦντο | |
10 | φυλακήν, ὡς Αὐτοκλείδης διέγραψεν ἐν τοῖς Ἐξηγητικοῖς (353 F 7)· ὁ δὲ Νικίας ἄλλης ἔπεισε ἀναμένειν σελήνης περίοδον, ὥσπερ οὐκ εὐθὺς θεασάμενος αὐτὴν ἀποκαθαρθεῖσαν, ὅτε τὸν σκιερὸν τόπον καὶ ὑπὸ τῆς γῆς ἀντιφραττόμενον παρῆλθεν. | |
3b,328,F136 | HARPOKR. s.v. συγγραφεῖς· .... ἦσαν δὲ οἱ μὲν πάντες συγ‐ γραφεῖς λ οἱ τότε αἱρεθέντες, καθά φησιν Ἀνδροτίων (324 F 43) τε καὶ Φιλό‐ χορος, ἑκάτερος ἐν τῆι Ἀτθίδι· ὁ δὲ Θουκυδίδης (8, 67, 1) τῶν ι ἐμνημόνευσε μόνων τῶν προβούλων. | |
3b,328,F137 | MARCELLIN. Vit. Thuc. 32: Δίδυμος (p. 323 Schm) δ’ ἐν Ἀθήναις ἀπὸ τῆς φυγῆς ἐλθόντα βιαίωι θανάτωι (scil. ἀποθανεῖν φησι τὸν Θουκυδίδην)· ⟦τοῦτο δέ φησιν Ζώπυρον (VI) ἱστορεῖν⟧ τοὺς γὰρ Ἀθηναίους | |
κάθοδον δεδωκέναι τοῖς φυγάσι πλὴν τῶν Πεισιστρατιδῶν μετὰ τὴν ἧτταν τὴν | 137 | |
5 | ἐν Σικελίαι· ἥκοντα οὖν αὐτὸν ἀποθανεῖν βίαι .... ἀλλὰ δῆλον ὅτι κάθοδος ἐδόθη τοῖς φεύγουσιν, ὡς καὶ Φιλόχορος λέγει καὶ Δημήτριος ἐν τοῖς Ἄρχουσιν (228 F 3). | |
3b,328,F138 | SCHOL. V ARISTOPH. Lys. 173: οὐχ ἇς πόδας κ’ ἔχωντι ταὶ τριήρεες / καὶ τὠργύριον τὤβυσσον ἦι πὰρ τᾶι σιῶι] οὐκ ἂν ἄγοιεν εἰρήνην οἱ Ἀθηναῖοι ἕως ἂν θαλασσοκρατῶσιν καὶ τὸ ἀργύριον τὸ ἄβυσσον ἦι παρὰ τῆι θεῶι ἐν τῆι ἀκροπόλει· καὶ γὰρ ἀληθῶς ἀπέκειτο χίλια τάλαντα. ἤρξαντο | |
5 | οὖν κινεῖν αὐτὰ ἐπὶ Καλλίου ἄρχοντος, ἐφ’ οὗ εἰσήχθη τὸ δρᾶμα, ὥς φησι Φιλόχορος ἐν Ἀτθίδι. | |
3b,328,F139a | SCHOL. EURIP. Or. 371: ... πρὸ γὰρ Διοκλέους ἐφ’ οὗ τὸν Ὀρέστην ἐδίδαξε, Λακεδαιμονίων πρεσβευσαμένων περὶ εἰρήνης ἀπιστήσαντες Ἀθηναῖοι οὐ προσήκαντο, ἐπὶ ἄρ‐ χοντος Θεοπόμπου, ὅ ἐστι 〈ἔτεσιν β〉 πρὸ Διοκλέους. οὕτως ἱστορεῖ | |
5 | Φιλόχορος. | |
3b,328,F139b | ——772: ἴσως αἰνίττεται πρὸς τὰς καθ’ αὑτὸν δημαγωγίας, μήποτε δὲ εἰς Κλεοφῶντα. πρὸ ἐτῶν γὰρ δύο τῆς διδασκαλίας τοῦ Ὀρέστου οὗτός ἐστιν ὁ κωλύσας σπονδὰς γενέσθαι Ἀθηναίοις πρὸς Λακεδαιμονίους, ὡς Φιλόχορος ἱστορεῖ. | |
3b,328,F140 | SCHOL. ARISTOPH. Plut. 972: ἀλλ’ οὐ λαχοῦς’ ἔπινες ἐν τῶι γράμματι] παρ’ ὑπόνοιαν ἀντὶ τοῦ ἐδίκαζες. ὅτι δὲ κατὰ γράμματα ἐκληροῦντο προείρηται. οὐ μὴν ἀλλὰ καὶ ἐβουλεύοντο οὕτως, τῶι πρὸ τούτου ἔτει ἀρξάμενοι. φησὶ γὰρ Φιλόχορος ἐπὶ Γλαυκίππου «καὶ ἡ βουλὴ κατὰ γράμμα | |
5 | τότε πρῶτον ἐκαθέζετο· καὶ ἔτι νῦν ὀμνῦσιν ἀπ’ ἐκείνου καθε‐ δεῖσθαι ἐν τῶι γράμματι ὧι ἂν λάχωσιν». | |
3b,328,F141a | SCHOL. V ARISTOPH. Ran. 720: ἔς τε τἀρχαῖον νόμισμα καὶ τὸ καινὸν χρυσίον] τῶι προτέρωι ἔτει ἐπὶ Ἀντιγένους Ἑλλάνικός φησιν (323a F 26) χρυσοῦν νόμισμα κοπῆναι. καὶ Φιλόχορος ὁμοίως τὸ ἐκ τῶν χρυσῶν Νικῶν. | |
3b,328,F141b | ——725: ... δύναιτο δ’ ἂν καὶ τὸ χαλκοῦν λέγειν· ἐπὶ γὰρ Καλλίου χαλκοῦν νόμισμα ἐκόπη. | |
3b,328,F142 | SCHOL. RV ARISTOPH. Ran. 1196: εὐδαίμων ἄρ’ ἦν, / εἰ κἀ‐ στρατήγησέν γε μετ’ Ἐρασινίδου] εἷς τῶν περὶ Ἀργίνουσαν στρατηγησάντων | |
δυστυχῶς. ἀπέθανε δὲ δημοσίαι οὗτός τε καὶ οἱ ὑπομείναντες, Θράσυλλος, Περικλῆς, Λυσίας, Ἀριστοκράτης, Διομέδων, ὥς | 138 | |
5 | φησι Φιλόχορος. Δημήτριος (228 F 31 ter) δέ φησι περιττότερόν τι γενέσθαι τῶι Ἐρασι‐ νίδηι, τὸ καὶ κλοπῆς κατηγορηθῆναι τῶν περὶ Ἑλλήσποντον χρημάτων. | |
3b,328,F143 | SCHOL. V ARISTOPH. Plut. 1146: μὴ μνησικακήσηις, εἰ σὺ Φυλὴν κατέλαβες] ὅτι μετὰ τὸ κατελθεῖν τοὺς μετὰ Θρασυβούλου Φυλὴν κατα‐ λαβόντας καὶ νικήσαντας ἐν Πειραιεῖ τοὺς τριάκοντα [ψηφίσματ’] ἔδοξε μὴ μνησι‐ κακῆσαι καθάπαξ ἀλλήλοις μηδὲν τοὺς πολίτας. ἀλλὰ ταῦτά γε οὔπω ἐπέπρακτο | |
5 | οὐδὲ τὰ ἐπὶ τῶν τριάκοντα ἤδη ἦν, ἀλλὰ καὶ Φιλόχορός φησιν, πέμπτωι ἔτει ὕστερον, τῆς Θρασυβούλου γενομένης 〈νίκησ〉, Κριτίας ἐν Πειραιεῖ τελευτᾶι. τοῦτο οὖν ἔοικέ τις ἐκ τοῦ δευτέρου Πλούτου μετενεγ‐ κὼν ἐνθάδε ὀλιγωρῆσαι τῆς ἀλογίας ταύτης, ἢ καὶ αὐτὸς ὁ ποιητὴς ὕστερον ἐνθεῖναι. | |
3b,328,F144-145 | DIDYM. in Demosth. 10, 34 col. 7, 28: οὐκοῦν ὅτι μὲν οὐκ εἰκός ἐστι τὸν Δημοσθένη ταύτης αὐτοὺς ὑπομιμνή/σκειν τῆς εἰρήνης (F 151) ἑόραται, ἑτέρας δέ τινος εὐεργεσίας καὶ [τάχ’ ἂν τῆς] περὶ Κόν̣[ων]α τὸν Τιμο‐ θέ[ου διὰ τὸ] / τοῦ[τον] τ̣[αῖς ἐ]κ̣ Φαρ[ναβά]ζου παρασκευ[αῖς] χρησάμενον ἐν | |
5 | τ[ῆι π]ερὶ Κνίδου ναυμαχίαι [Λα]κεδαιμονίοις ἀ[νὰ] κ̣ράτ̣[ος νι]κ̣ῆσαι. καὶ / [ταῦ]τα π[ιστ]ώσεται Φι[λόχορος· προθεὶ]ς γὰρ ἄρχον[τα] Σ̣ου[νιάδ]η̣ν Ἀχαρνέ[α ............γ]ράφει· «Κ̣ό̣[νων ...... Κύ]‐ π̣ρου μετὰ π[...............]ι. / [..τὸν τῆς Φρ]υγίας σατ̣[ράπην Φαρ‐ | |
νάβαζον ... / .........] τοναυτ[.................. / ....]ξουκ̣ / | 139 | |
10 | ἔπλευσεν [................... / .....] μ τριήρων [..................... / .....]..κ̣ολ̣που σ̣[...................... / ......]ων προσή̣γα̣‐ [γεν ἐκ τῆς Σ]υ̣ρίας [...... / ..]σ̣ας τὸν παρὰ λ[............]ιθ̣(?) [..... συν]/α[γ]α̣γὼν δὲ τὰς ναῦ[ς τὰς παρὰ βασι]λέ[ως περὶ Λ]ώρυμ[α / τῆς] Χε[ρρο]νήσου κ̣α̣ὶ̣ [ἐν]τ̣ε̣[ῦ]θε[ν σὺν πάσ]α[ι]ς ἐπιπε/σὼ[ν κ]ρ̣[ύφα?] τῶι | |
15 | τῶ[ν Λακ]εδαι[μονίω]ν να[υ]άρχωι / [..]σ̣ιπ̣π̣.νκ[......]ν̣την, καὶ [ναυ]‐ μαχ[ί]ας γεν[ο]μένη̣ς̣ ἐνίκη[σε καὶ] π̣εντήκο̣ν̣τα τριήρεις α̣[ἰ]/χμαλώτους ἔ[λ]α̣βε, καὶ Πείσανδρος ἐτελεύτησεν. | |
3b,328,F146 | ἀπὸ δὲ ταύτης τῆς ναυ‐ μαχίας ὁ Κόνων καὶ τὰ [μακρὰ τ]είχη τοῖς Ἀθηναίοις ἀνέστη‐ σε[ν ἀκόν]των Λακεδαιμονίων, καθάπερ [π]άλιν̣ ὁ αὐτὸς συγ‐ γραφεὺς ἱστορεῖ. λό/γον δέ τινα καὶ πάνυ πιθανὸν ἔχειν οἶμαι ταύτης | |
5 | μνημονεύειν τὸν ῥήτορα τῆς περὶ τὴν πόλιν τοῦ βασιλέως φιλοτιμίας· καὶ γὰρ δὴ τὸ φάναι «καὶ πρότερον συνεπηνόρθωσε τὰ τῆς πόλεως πράγματα» συνωιδόν πώς ἐστι τῶι δοκεῖν τῆι Φαρναβάζου παρασκευῆι τὸν Κόνωνα συγχρη‐ σάμενον Λακεδαιμονίοις καταναυμαχῆσαι. | |
3b,328,F147 | HARPOKR. s.v. Ἁγνίας· ... τοῦτον καὶ τοὺς συμπρεσβευτὰς αὐτοῦ φησὶν Ἀνδροτίων ἐν ε τῆς Ἀτθίδος (324 F 18) καὶ Φιλόχορος ὡς ἑάλω‐ σάν τε καὶ ἀπέθανον ὑπὸ Λακεδαιμονίων. | |
3b,328,F148 | SCHOL. RV ARISTOPH. Ekkl. 193: τὸ συμμαχικὸν αὖ τοῦθ’, ὅτ’ ἐσκοπούμεθα, / εἰ μὴ γένοιτ’ ἀπολεῖν ἔφασκον τὴν πόλιν· / ὅτε δὴ δ’ ἐγένετ’ ἤχθοντο, τῶν δὲ ῥητόρων / ὁ τοῦτ’ ἀναπείσας εὐθὺς ἀποδρὰς ὤιχετο] περὶ δὲ τοῦ συμμαχικοῦ Φιλόχορος ἱστορεῖ ὅτι πρὸ δύο ἐτῶν ἐγένετο συμμαχία Ἀθη‐ | |
5 | ναίων καὶ Βοιωτῶν. | |
3b,328,F149a | DIDYM. in Demosth. 10, 34 col. 7, 11: [τὴν προτ]έραν μὲν ἂν οὖν ἐπαν/όρθωσιν ἔ[νι]οί φασιν α[ὐτὸν λ]έγειν τὴν ἐ/π’ Ἀντιαλκ̣[ίδου τοῦ Λ]άκ[ωνος κ]αταβᾶσ[α]ν / ε[ἰρήν]ην, οὐ[κ ὀρθῶς ὡς γοῦν] ἐμοὶ δ[οκεῖ]· ταύτην | |
γὰρ / [ο]ὐ μ̣[όνον οὐκ ἐδέξαντο] Ἀθ[η]ν[αῖοι], ἀλλὰ καὶ πᾶν / τοὐν[αντίον ὡς | 140 | |
5 | ἀσεβὲ]ς αὐτοῖς ἀ[πε]ώσαντο παρ/α̣νό[μημα, ὡς Φιλό]χορος ἀφηγ̣[εῖ]τ̣α̣ι αὐτοῖς ὀνό/μασι, πρ[οθ]εὶς ἄρχοντα Φιλοκ[λέ]α Ἀναφλύ/στιον· «καὶ τὴν εἰρήνην τὴν ἐπ’ Ἀντι̣α̣λκίδου κατέ/πεμψεν ὁ βασι‐ λεύς, ἣν Ἀθηναῖοι ο̣[ὐκ] ἐδέξαντο, / διότι ἐγέγραπτο ἐν αὐτῆι τοὺ[ς τὴν Ἀ]σίαν οἰκοῦν/τ[ας] Ἕλληνας ἐν βασιλέως οἴκ[ωι | |
10 | π]άντας εἶναι / σ̣υννενεμημένους· ἀλλὰ καὶ τοὺ[ς πρέσ]βεις τοὺς / ἐν Λακεδαίμονι συγχωρήσα[ντας] ἐφυγάδευ/σαν, Καλ‐ λιστράτου γράψαντος, κ[αὶ οὐ]χ ὑπομεί/ναντας τὴν κρίσιν, Ἐπικράτην Κηφισιέα, Ἀν/δοκίδην Κυδαθηναιέα, Κρατῖνον Σ̣φ̣ήττιον, Εὐ/βουλίδην Ἐλευσίνιον». | |
3b,328,F149b | (125a) ARGUM. ANDOKID. or. 3: τοῦ Ἑλληνικοῦ μηκυνομένου πολέμου .... Ἀθηναῖοι πρέσβεις ἀπέ‐ στειλαν πρὸς Λακεδαιμονίους αὐτοκράτορας, ὧν ἐστι καὶ Ἀνδοκίδης· τινῶν δὲ προταθέντων παρὰ Λακεδαιμονίων καὶ ἀποστειλάντων κἀκείνων ἰδίους | |
5 | πρέσβεις, ἔδοξεν ὥστε εἴσω τεσσαράκοντα ἡμερῶν ἐπιβουλεύσασθαι τὸν δῆμον περὶ τῆς εἰρήνης. καὶ ἐπὶ τούτοις Ἀνδοκίδης συμβουλεύει τοῖς Ἀθηναίοις καταδέξασθαι τὴν εἰρήνην ..... Φιλόχορος μὲν οὖν λέγει καὶ ἐλθεῖν τοὺς πρέσβεις ἐκ Λακεδαιμονίας καὶ ἀπράκτους ἀνελθεῖν, μὴ πείσαντος τοῦ Ἀνδοκίδου· ὁ δὲ Διονύσιος (I 283 U—R) νόθον εἶναι | |
10 | λέγει τὸν λόγον. | |
3b,328,F150 | HARPOKR. s.v. ξενικὸν ἐν Κορίνθωι· Δημοσθένης Φιλιππικοῖς (4, 24) καὶ Ἀριστοφάνης Πλούτωι (173). συνεστήσατο δ’ αὐτὸ πρῶτον Κό‐ νων, παρέλαβε δ’ αὐτὸ Ἰφικράτης ὕστερον καὶ Χαβρίας· ὧι χρησάμενοι τὴν Λακεδαιμονίων μόραν κατέκοψαν, στρατηγοῦντος αὐτοῖς Ἰφι‐ | |
5 | κράτους καὶ Καλλίου, καθά φησιν Ἀνδροτίων (324 F 48) τε καὶ Φιλόχορος. | |
3b,328,F151 | DIDYM. in Demosth. 10, 34 col. 7, 62: δύναιτο δ’ ἂν καὶ ἑτέρας ἀπὸ βασιλέως εἰρήνης, ἣν ἀσμένως προσήκαντο οἱ Ἀθηναῖοι, μνημονεύειν τὰ νῦν ὁ Δημοσθένης, περὶ ἧς πάλιν ὁ Φιλόχορος διείλεκται, ὅτι παραπλήσιον αὐτὴν τῆι τοῦ Λάκωνος Ἀνταλκίδου προσήκαντο, ἀπειρηκότες ταῖς ξενοτρο‐ | |
5 | φίαις καὶ ἐκ πάνυ πολλοῦ τῶι πολέμωι τετρυμένοι, ὅτε καὶ τὸν τῆς Εἰρήνης βωμὸν ἱδρύσαντο. | |
3b,328,F152* | DIONYS. HAL. De Dinarch. 13 (I 321, 8 U—R): Ὑπὲρ ἀντιδόσεως 〈πρὸσ〉 | |
Μεγακλείδην· ... ὁ μὲν λέγων ἐστὶν Ἀφαρεύς, ἔξω δ’ ἐστὶ τῶν Δεινάρχου †λόγων. εἴρηται γὰρ ἔτι τοῦ στρατηγοῦ Τιμοθέου ζῶντος, κατὰ τὸν χρόνον τὸν τῆς μετὰ Μενεσθέως στρατη‐ γίας, ἐφ’ ἧι τὰς εὐθύνας ὑποσχὼν ἑάλω. Τιμόθεος δὲ τὰς εὐθύνας ὑπέσχηκεν ἐπὶ Διοτίμου τοῦ | 141 | |
5 | μετὰ Καλλίστρατον, ὅτε καὶ ** | |
3b,328,F153* | DIONYS. HAL. De Dinarch. 13 (I 320, 3 U—R): μέμνηται γὰρ ὡς νεωστὶ τῆς εἰς Πύλας ἐξόδου γεγενημένης· ἡ δ’ εἰς 〈Πύλασ〉 Ἀθηναίων ἔξοδος ἐπὶ Θουδήμου ἄρχοντος ἐγένετο. | |
3b,328,F154 | DIONYS. HAL. De Dinarch. 13 (I 319, 10 U—R): οὗτος ὁ λό‐ γος (scil. Δεινάρχου Πρὸς Πεδιέα παραγραφή) εἴρηται ἐπὶ Ἀριστοδήμου ἄρχοντος, ὡς ἐξ αὐτοῦ τοῦ λόγου γίνεται δῆλον· οἱ μὲν γὰρ εἰς Σάμον ἀποσταλέντες κληροῦχοι κατὰ τοῦτον τὸν ἄρχοντα ἀπεστάλη‐ | |
5 | σαν, ὡς Φιλόχορος ἐν ταῖς Ἱστορίαις λέγει. | |
3b,328,F155* | DIDYM. in Demosth. 13, 7 col. 13, 42: ὅτι μνημονεύει (De‐ mosth. 13, 32) τῶν πραχθέντων Ἀθηναίοις πρὸς Μεγαρέας περὶ τῆς ἱερᾶς Ὀργάδος. γέγονε δὲ ταῦτα κατ’ Ἀπολλόδωρον ἄρχοντα, καθάπερ ἱστορεῖ Φιλόχορος οὑτωσὶ γράφων· «Ἀθηναῖοι δὲ πρὸς Μεγαρέας διενεχθέν‐ | |
5 | τες ὑπὲρ τοῦ ὁρισμοῦ τῆς ἱερᾶς Ὀργάδος εἰσῆλθον εἰς Μέγαρα μετ’ Ἐφιάλτου στρατηγοῦντος ἐπὶ τὴν χώραν, καὶ ὡρίσαντο τὴν Ὀργάδα τὴν ἱεράν· ὁρισταὶ δ’ ἐγένοντο, συγχωρησάντων Με‐ γαρέων, Λακρατείδης ὁ ἱεροφάντης καὶ ὁ δαιδοῦχος Ἱεροκλεί‐ δης. καὶ τὰς ἐσχατιὰς τὰς περὶ τὴν Ὀργάδα καθιέρωσαν, τοῦ | |
10 | θεοῦ χρήσαντος ‘λῶιον καὶ ἄμεινον ἀνεῖσι καὶ μὴ ἐργαζομέ‐ νοισ‘, καὶ ἀφώρισαν κύκλωι στήλαις κατὰ ψήφισμα Φιλοκρά‐ τους». | |
3b,328,F156* | DIONYS. HAL. Ad Amm. 10 (I 269, 8 U—R): μετὰ γὰρ ἄρχοντα Καλλί‐ μαχον, ἐφ’ οὗ τὰς εἰς Ὄλυνθον βοηθείας ἀπέστειλαν Ἀθηναῖοι πεισθέντες ὑπὸ Δημοσθένους, Θεόφιλός ἐστιν ἄρχων, καθ’ ὃν ἐκράτησε τῆς Ὀλυνθίων πόλεως Φίλιππος. | |
3b,328,F157 | DIDYM. in Demosth. 10, 34 col. 8, 8: τοῦ Φιλίππου ἐπὶ ἄρχον‐ τος Λυκίσκου Ἀθήναζε περὶ εἰρήνης / πέμψαντος, βασιλέως πρέσβεις συμπρο‐ σήκαντο οἱ Ἀθηναῖοι, ἀλλὰ ὑπε[ρο]πτικώτερον ἢ ἐχρῆν διελέχθησαν αὐτοῖς· εἰρηνεύειν γὰρ πρὸς Ἀ[ρταξέρξ]ην, ἐὰν μὴ ἐπὶ τὰς Ἑλλην[ίδας] ἴηι [πόλεις. | |
5 | ἀφηγοῦν]ται τ[αῦτ]α̣ Ἀνδρο/τίων (324 F 53) ὃς καὶ τ̣[οτ’ εἶπε (?) καὶ Ἀνα]‐ | |
ξιμένης (72 F 28). εἴη δ’ ἂν ἄμεινον [τὰ τοῦ Φι]λο̣χόρου παραγράψαι. προθεὶς γὰρ οὗ[τος ἄ]ρχοντα Λυκίσκ[ον] ὑποτίθησιν· «ἐπὶ τούτου βασι‐ λέως πέμψαντος Ἀθ̣ή̣[να]ζ̣ε̣ πρέσβεις καὶ ἀξιοῦντος τὴν [φι]‐ λ̣ίαν / [διαμενεῖ]ν ἑαυτῶι τὴν πατρώιαν, ἀπε[κρί]να〈ν〉το [τοῖς | 142 | |
10 | π]ρέσβεσι Ἀθήνησι (?) διαμε[νεῖν] βασιλε̣[ῖ τὴν φιλ]ίαν, ἐὰν μὴ βασιλεὺς ἐπ[ὶ τὰς] Ἑλληνίδας ἴηι πόλεις». | |
3b,328,F158 | DIONYS. HAL. De Dinarch. 13 (I 320, 13 U—R): Ἀθηνάδηι συνηγορία περὶ τῆς σχεδίας πρὸς Ἀμύντιχον ... Διοπείθους ἔτι περὶ Ἑλλή‐ σποντον τοῦ τῶν Ἀθηναίων στρατηγοῦ διατρίβοντος εἴρηται ὁ λόγος, ὡς ἐξ αὐτοῦ γίνεται φανερόν. ἔστι δὲ ὁ χρόνος κατὰ Πυθόδοτον ἄρχοντα, | |
5 | ὡς δηλοῖ Φιλόχορος, † σὺν τοῖς ἄλλοις τοῖς ἐπὶ τούτου τοῦ ἄρχοντος οὐδέπω εἰκοστὸν ἔχων ἔτος. | |
3b,328,F159 | DIDYM. in Demosth. 9, 57 sqq. col. 1, 13: [οἷς (Demosth. 18, 79) καὶ τὰ παρὰ Φιλο]χόρωι μαρτυρεῖ. π̣ε̣ρ̣ὶ̣ μὲν γὰρ τῆ̣ς̣ π̣[ρ]ὸ̣ς̣ [Ὠρεὸν ἐξελθ]ούσης βοηθείας προθεὶς ἄρχοντα Σωσ̣[ι]γ̣έ/[νη φησὶ τα]ῦτα· «καὶ συμμαχί̣α̣ν̣ Ἀθηναῖοι̣ πρὸς Χα̣λ̣κ̣ι̣δ̣ε̣ῖ̣ς̣ ἐ̣π̣ο̣ι̣[ήσαν‐ | |
5 | το, καὶ] ἠ̣λευθέρωσαν Ὠ̣ρ̣[ί]τας μετὰ Χαλκιδέων μ̣η̣νὸς [Σκιρο‐ φορ]ιῶνος (?), Κηφισοφῶντος στρατηγοῦν̣τ̣ο̣ς̣, καὶ Φι/[λιστίδ]η̣ς̣ ὁ τύραννος ἐτελεύτησε» | |
3b,328,F160 | DIDYM. in Demosth. 9, 57 col. 1, 18: περὶ δὲ τῆς εἰς Ἐ̣ρ̣έ̣τ̣ρ̣ι̣αν (scil. βοηθείας) [πάλιν ὁ αὐ]τὸς προθεὶς ἄρχοντα Νικόμαχόν φησιν οὕτως· «ἐπὶ τού/[του οἱ Ἀθ]ηναῖοι διέβησαν εἰς Ἐρέτριαν Φωκίωνος στρατη‐ [γοῦντος, καὶ] κατάξοντες τὸν δῆμον ἐπολιόρκουν Κλείταρχον, | |
5 | [ὃς πρό]τερον μὲν ἀντιστασιώτης ἦν Πλουτάρχου καὶ δι̣ε̣[πολι]‐ τεύετο πρὸς αὐτόν, ἐκείνου δ’ ἐκπεσόντος ἐτυράν[νησε· τ]ότε δὲ ἐκπολιορκήσαντες αὐτὸν Ἀθηναῖοι τῶι δή/[μωι] τὴν πόλιν ἀπέδωκαν. | |
3b,328,F161* | DIDYM. in Demosth. 10, 1 col. 1, 29: [τοὺς κα]ιρ[οὺ]ς τοῦ | |
λόγου τάχ’ ἄν τ[ις συνίδοι, ἐξ ὧν Φι/λόχορος προθεὶς ἄρ]χοντα Νικόμαχ[ον] ** / *η[....]ηνπρο** / **οιγεγρα** / *** / *σ̣ηι̣* / *ε̣σ̣* / *νε‐ νων / *νωνειτ* / *ησθε* / *οιη̣σ* / *ιε̣ρωμ̣εν* / *σ̣κου̣σα* / .....μετ | 143 | |
5 | [........]ραιαν* / [.....]..ο̣ι̣σ̣ο̣υ̣βο[...]...υ̣δε** / [Φιλιστίδου μὲν τοῦ] Ὠρίτ̣ου ἐπ̣ὶ̣ Σ̣ω[σιγένους ἐκπολιορκηθέντος, / Κλειτ]άρχου δὲ τοῦ Ἐρετριέ[ως ἐπὶ Νικο]μάχο[υ / ἄρχοντος. κ(αὶ)] ταῦτα πιστώ[σει, ὅτι πολλῶι ἔμ]προς/[θεν ἐκεῖνα τῶν] ἐπὶ [τ]έλει τῆς Νικο[μάχου ἀρχῆ]ς, ἀ[λλὰ / δὴ καὶ ὁ λ]όγος. οὐκοῦν ὅτι μ(ὲν) [οὐχ ὕστερον γέγ]ραπτα[ι / τῆς Σωσιγέν]ους ἀρχῆς | |
10 | ὁ λόγ[ος, μὴ ὅτι με]τ̣ὰ Νικό/μα[χον, ἤδη ἱ]κανῶς ἑώραται. [ἀφηγεῖται γὰρ] προθε[ὶς / Θεόφραστον τὸν μετὰ] Νικόμα[χον .......δ]ε̣ίξει̣ν̣ / [........... .......] ὑ[π]ὲρ τῆς πρὸς Φίλιππον / [εἰρήνης ....]ο̣ρ̣[.......] καὶ ἡ περὶ τῶν συνθ[η]κῶν στή/[λη τῶν περὶ τῆς εἰ]ρ̣ή[νης ἐπ]ὶ Θεοφράστου ἄρχοντος ε [.........].ο̣τ̣[...]ληνεσατ.. ἐλευθε[..]ωτ.[. / ...........]ν.[..] | |
15 | τε πάντηι τε καὶ πάν[τως] πρ[. / ................]..αι.σαφὴς δὲ μάρτυς, [ὡς] ἐγὼ ἀ/[ληθεύω, Δημο]σθ[έν]ης ταυτὶ λέγων (10, 17) .... | |
3b,328,F162 | DIDYM. in Demosth. 11, 1 col. 10, 34: ἐξήφθη δ’ ὁ πρὸς / τὸν Μακεδόνα πόλεμος Ἀθηναίω[ν καὶ διὰ τ]ἄλλα μὲν ὅσα Φίλιππος εἰρήνην προσ‐ ποιούμενος ἄγειν ἐπλημμέλει 〈περὶ〉 το̣[ὺς] Ἀθηναίους, μάλιστα δ’ ἡ ἐπὶ τὸ Βυ[ζάν]τιο[ν] καὶ Πέρινθον αὐτοῦ στρατεία τὰς / πόλεις ἐφιλοτιμεῖτο παρα‐ | |
5 | στήσασθαι δυοῖν ἕνεκα, τοῦ τε ἀφελέσθαι τὴν σιτοπομπίαν τῶν Ἀθηναίων καὶ ἵνα μὴ πόλεις ἔχωσιν ἐπιθαλαττίους ναυτικῶι προύχοντες ὁρμητήρια καὶ κατα‐ φυγὰς τοῦ / πρὸς αὐτὸν πολέμου· ὅτε δὴ καὶ τὸ παρανομώτατον ἔργον διεπρά‐ ξατο τὰ ἐφ’ Ἱερῶι πλοῖα τῶν ἐμπόρων καταγαγών, ὡς μὲν ὁ Φιλόχορος λ πρὸς τοῖς διακοσίοις, ὡς δ’ ὁ Θεόπομπος (115 F 292) | |
10 | ρπ, ἀφ’ ὧν / ἑπτακόσια τάλαντα ἤθροισε. ταῦτα δὴ [πέρ]υσι διαπέπραχεν ἐπὶ Θεοφράστου τοῦ μετὰ Νικόμαχον ἄρχοντος, καθάπερ ἄλλοι τε καὶ Φιλόχορος οὑτωσὶ φησίν· «καὶ Χάρης μὲν ἀπῆρεν εἰς τὸν σύλλο/γο̣[ν] τῶν βασιλικῶν στρατηγῶν, καταλιπὼν ἐφ’ Ἱερῶι ναῦς, ὅπως ἂν τὰ πλοῖα τὰ ἐκ τοῦ Πόντου συναγάγωσι. Φίλιππος δ’ αἰσθόμενος | |
15 | οὐ παρόντα τὸν Χάρητα τὸ μὲν πρῶτον ἐπειρᾶτο πέμψαι τὰς | |
ναῦς τὰ / πλοῖα καταγαγεῖν· οὐ δυνάμενος δὲ βιάσασθαι στρα‐ τιώτας διεβίβασεν εἰς τὸ πέραν ἐφ’ Ἱερὸν καὶ τῶν πλοίων ἐκυρί//ευσεν. ἦν δ’ οὐκ ἐλάττω τὰ πάντα διακοσίων καὶ τριά‐ κοντα. καὶ ἐπικρίνων τὰ πολέμια διέλυε καὶ τοῖς ξύλοις ἐχρῆτο | 144 | |
20 | πρὸς τὰ μηχανώματα, καὶ σίτου καὶ βυρσῶν καὶ χρημάτων πολ/λῶν ἐγκρατὴς ἐγένετο». | |
3b,328,F163 | [PLUTARCH.] Vit. X or. p. 846 AB: φυγόντος Ἁρπάλου μετὰ χρημάτων εἰς Ἀθήνας, τὸ μὲν πρῶτον ἐκώλυσεν αὐτὸν εἰσδεχθῆναι (scil. Δημοσθένης)· ἐπειδὴ δ’ εἰσέπλευσε λαβὼν Δαρεικοὺς χιλίους μετετάξατο, βουλομένων τ’ Ἀθηναίων Ἀντιπάτρωι παραδοῦναι τὸν ἄνθρωπον, ἀντεῖπεν | |
5 | ἔγραψέ τε ἀποθέσθαι τὰ χρήματα εἰς ἀκρόπολιν, μηδὲ τῶι δήμωι τὸν ἀριθμὸν εἰπών· φήσαντος δ’ Ἁρπάλου ἑπτακόσια 〈συγκατακομίσαι τά‐ λαντα, τὰ ἀνενεχθέντα εἰς τὴν ἀκρόπολιν〉 εὑρέθη 〈τριακόσια〉 καὶ πεντήκοντα ἢ ὀλίγωι πλείονα, ὥς φησι Φιλόχορος. | |
3b,328,F164 | [PLUTARCH.] Vita X or. p. 847 A: ἀποθανεῖν δ’ αὐτὸν (scil. Δημοσθένην) Φιλόχορος μέν φησιν φάρμακον πιόντα, Σά‐ τυρος δ’ ὁ συγγραφεὺς (IV) τὸν κάλαμον πεφαρμάχθαι, ὧι γράφειν ἤρξατο τὴν ἐπιστολήν, οὗ γευσάμενον ἀποθανεῖν· Ἐρατοσθένης (241 F 31) δ’ ἐκ | |
5 | πολλοῦ δεδοικότα Μακεδόνας περὶ τῶι βραχίονι κρίκον περικεῖσθαι πεφαρμαγ‐ μένον. εἰσὶ δ’ οἵ φασι συσχόντα αὐτὸν τὸ πνεῦμα ἀποθανεῖν, οἱ δ’ εἶπον τοῦ κατὰ τὴν σφραγῖδα φαρμάκου γευσάμενον. | |
3b,328,F165 | ATHEN. 15, 52 p. 697 A: ἐπ’ Ἀντιγόνωι δὲ καὶ Δημητρίωι φησὶν Φιλόχορος Ἀθηναίους ἄιδειν παιᾶνας τοὺς πεποιμένους ὑπὸ † Ἑρμίππου τοῦ Κυζικηνοῦ, ἐφαμίλλων γενομένων τῶν παιᾶνας ποιησάντων καὶ τοῦ Ἑρ‐ μοκλέους (?) προκριθέντος. | |
3b,328,F166 | SCHOL. PINDAR. Nem. 3, 4: τὸν οὖν Δημητριῶνα μῆνά φησι Φιλόχορος ὅλον ψηφίσασθαι τοὺς Ἀθηναίους ἱερομηνίαν λέγεσθαι, οἷον ὅλον ἑορτήν. | |
3b,328,F167* | DIONYS. HAL. De Dinarch. 9 (I 310, 19 U—R): .... Φίλιππος· ἐπὶ | |
τούτου κάθοδος ἐδόθη τοῖς τε ἄλλοις φυγάσι καὶ Δεινάρχωι ὑπὸ βασιλέως Δημητρίου. | 145 | |
3b,328,F168 | ANTIATTIK. p. 86, 20 Bkr: Γενέσια· οὔσης τε ἑορτῆς [τῆς] δημοτελοῦς 〈ἐν〉 Ἀθήναις, Βοηδρομιῶνος πέμπτηι, Γε‐ νέσια καλουμένης, καθότι φησὶ Φιλόχορος καὶ Σόλων ἐν τοῖς Ἄξοσι, καὶ τῆς τοῦ ὀνόματος χρήσεως οὔσης Ἑλληνικῆς, τί κωλύει μὴ | |
5 | μόνον ἐπὶ τῆς δημοτελοῦς ἑορτῆς, ἀλλὰ καὶ ἐπὶ τῆς ἰδίας ἑκάστου τάσσεσθαι. | |
3b,328,F169a | ATHEN. 1, 16 p. 9 CD: Φιλόχορος δὲ ἱστορεῖ καὶ κε‐ κωλῦσθαι Ἀθήνησιν ἀπέκτου ἀρνὸς μηδένα γεύεσθαι, ἐπιλιπούσης ποτὲ τῆς τῶν ζώιων τούτων γενέσεως. | |
3b,328,F169b | —9, 17 p. 375 B: ἦν δὲ καὶ παλαιὸς νόμος, ὥς φησιν Ἀνδροτίων (324 F 55), τῆς ἐπιγονῆς ἕνεκα τῶν θρεμμάτων μὴ σφάττειν πρόβατον ἄπεκτον ἢ ἄτοκον· ⟦διὸ τὰ ἤδη τέλεια ἤσθιον· «ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσι» (Od. ξ 81)⟧ καὶ νῦν δὲ τὴν τῆς Ἀθηνᾶς | |
5 | ἱέρειαν οὐ θύειν ἀμνὴν οὐδὲ τυροῦ γεύεσθαι. καὶ κατὰ χρόνον δέ τινα ἐκλιπόντων τῶν βοῶν, φησὶν ὁ Φιλόχορος, νομοθετεθῆναι διὰ τὴν σπάνιν ἀπέχεσθαι αὐτοὺς τῶν ζώιων, συνάγειν βουλομένους καὶ πληθῦσαι τῶι μὴ καταθύεσθαι. | |
3b,328,F170 | ATHEN. 2, 6 p. 37 E: Φιλόχορος δέ φησιν ὅτι οἱ πί‐ νοντες οὐ μόνον ἑαυτοὺς ἐμφανίζουσιν οἵτινές εἰσιν, ἀλλὰ τῶν ἄλλων ἕκαστον ἀνακαλύπτουσι παρρησίαν ἄγοντες. ὅθεν «οἶνος καὶ ἀλήθεια» (Alkaios F 66 D) λέγεται, καὶ «ἀνδρὸς δ’ 〈οἶνοσ〉 ἔδειξε νόον» | |
5 | (Theogn. 500). καὶ τὸ νικητήριον ἐν Διονύσου τρίπους· καὶ γὰρ ἐκ τρίποδος λέγειν φαμὲν τοὺς ἀληθεύοντας. δεῖ δὲ νοεῖν τρίποδα τοῦ Διονύσου τὸν κρατῆρα. ἦν γὰρ τὸ ἀρχαῖον δύο γένη τριπόδων, οὓς καλεῖσθαι λέβητας συνέβαινεν ἀμ‐ φοτέρους· ἐμπυριβήτης ὁ καὶ λοετροχόος—Αἰσχύλος (F 1 N2) «τὸν μὲν τρίπους ἐδέξατ’ οἰκεῖος λέβης, / αἰεὶ φυλάσσων τὴν ὑπὲρ πυρὸς στάσιν»—, ὁ δ’ | |
10 | ἕτερος κρατὴρ καλούμενος—Ὅμηρος (Il. Ι 122) «ἕπτ’ ἀπύρους τρίποδας». ἐν τούτοις δὲ τὸν οἶνον ἐκίρνων, καὶ οὗτός ἐστιν ὁ τῆς ἀληθείας [οἰκεῖος] τρί‐ πους· διὸ Ἀπόλλωνος μὲν οἰκεῖος διὰ τὴν ἐκ μαντικῆς ἀλήθειαν, Διονύσου δὲ | |
διὰ τὴν ἐν μέθηι. | 146 | |
3b,328,F171 | ATHEN. 11, 13 p. 464 F: λέγει δὲ περὶ τούτων ὁ Φιλόχορος οὑτωσί· «Ἀθηναῖοι τοῖς Διονυσιακοῖς ἀγῶσι τὸ μὲν πρῶτον ἠριστηκότες καὶ πεπωκότες ἐβάδιζον ἐπὶ τὴν θέαν, καὶ ἐστεφα‐ νωμένοι ἐθεώρουν· παρὰ δὲ τὸν ἀγῶνα πάντα οἶνος αὐτοῖς ὠι‐ | |
5 | νοχοεῖτο καὶ τραγήματα παρεφέρετο. καὶ τοῖς χοροῖς εἰσιοῦσιν ἐνέχεον πίνειν, καὶ διηγωνισμένοις ὅτ’ ἐξεπορεύοντο ἐνέχεον πάλιν. μαρτυρεῖν δὲ τούτοις καὶ Φερεκράτη τὸν κωμικόν (I 202, 194 K), ὅτι μέχρι τῆς καθ’ ἑαυτὸν ἡλικίας οὐκ ἀσίτους εἶναι τοὺς θεωροῦντας». | |
3b,328,F172 | ATHEN. 14, 24 p. 628 A: Φιλόχορος δέ φησιν ὡς οἱ παλαιοὶ σπένδοντες οὐκ αἰεὶ διθυραμβοῦσιν, ἀλλ’ ὅταν σπέν‐ δωσι τὸν μὲν Διόνυσον ἐν οἴνωι καὶ μέθηι, τὸν δ’ Ἀπόλλωνα μεθ’ ἡσυχίας καὶ τάξεως μέλπουσιν. Ἀρχίλοχος γοῦν φησιν (F 77 D) | |
5 | «ὡς Διωνύσοι’ ἄνακτος καλὸν ἐπάρξαι μέλος οἶδα διθύραμβον, οἴνωι συγκε‐ ραυνωθεὶς φρένας». καὶ Ἐπίχαρμος δ’ ἐν Φιλοκτήτηι (F 132 Kaibel) ἔφη «οὐκ ἔστι διθύραμβος, ὅκχ’ ὕδωρ πίηις». | |
3b,328,F173 | ATHEN. 14, 72 p. 656 A: Ἀθηναῖοι δέ, ὥς φησι Φιλόχορος, ταῖς Ὥραις θύοντες οὐκ ὀπτῶσιν ἀλλ’ ἕψουσι τὰ κρέα, παραιτούμενοι τὰς θεὰς ἀπείργειν τὰ περισκελῆ καύματα καὶ τοὺς αὐχμούς, μετὰ δὲ τῆς συμμέτρου θερμασίας καὶ ὑδάτων ὡραίων ἐκτελεῖν τὰ φυόμενα. τὴν μὲν γὰρ ὄπτησιν | |
5 | ἐλάττους παρέχεσθαι ὠφελείας, τὴν δὲ ἕψησιν οὐ μόνον τὴν ὠμότητα περιαιρεῖν, ἀλλὰ καὶ τὰ σκληρὰ μαλάττειν δύνασθαι καὶ τὰ λοιπὰ πεπαίνειν. | |
3b,328,F174 | BOCCACCIO Gen. deor. gent. 10, 9: .... quod autem illam (scil. Scyllam) occiderit Hercules, dicit Theodontius (p. 104 Landi) ob id fictum, quia unicus Ciclopis filius inter saxa Scyllae perierit, quam ob rem in ultionem suam Ciclops maximis molibus loco iniectis ora Scyllae clausit et invium fretum fecit et ob id mortua Scylla | |
5 | dicta est. tractu tamen temporis omnia iniecta in se retrahens mare locum redegit in formam pristinam, et sic a Phorco suscitata est filia. Scyllam autem Phorci fuisse filiam dicit Theodontius a Filocoro testari, eamque, cum ex Sardinia Stheleno Corinthio nobilissimo iuveni mitteretur in coniugem, ibidem perisse et loco reliquisse nomen. | |
3b,328,F175 | CLEM. AL. Protr. 2, 30, 3: Φιλόχορος δὲ ἐν Τήνωι Ποσει‐ δῶνά φησι τιμᾶσθαι Ἰατρόν, Κρόνωι δὲ ἐπικεῖσθαι Σικελίαν καὶ ἐνταῦθα αὐτὸν τεθάφθαι. | |
3b,328,F176 | CLEM. AL. Protr. 4, 47, 5: καὶ μὲν Τελεσί〈ν〉ου τοῦ Ἀθη‐ ναίου, ὥς φησι Φιλόχορος, ἔργον εἰσὶν ἀγάλματα ἐννεαπήχη Ποσειδῶνος καὶ Ἀμφιτρίτης ἐν Τήνωι προσκυνούμενα. | 147 |
3b,328,F177 | ET. M. p. 451, 40: Θήσειον· τέμενός ἐστι τῶι Θησεῖ, ὃ τοῖς οἰκέταις ἄσυλον ἦν (ἐλέγοντο δὲ δίκαι ἐνταῦθα), ἢ ναὸς τοῦ Θησέως, ἐφ’ ὃν οἱ ἀποδιδράσκοντες δοῦλοι προσέφευγον. Φιλόχορος δὲ οὐ μόνον τοὺς οἰκέτας τὸ παλαιόν φησι καταφεύγειν εἰς τὸ Θήσειον ἀλλὰ καὶ | |
5 | τοὺς ὁπωσοῦν ἱκετεύοντας. | |
3b,328,F178a | ET. (GEN. p. 161 Mi) M. p. 457, 32: Θυηλαί· παρὰ τὸ θύω θυηλή. κυρίως μὲν τοὺς θύλακας, εἰς οὓς τὰ θυμιάματα ἐμβάλλεται, κατα‐ | |
5 | χρηστικῶς δὲ πᾶσα θυσία· θυηλαὶ οὖν αἱ ἀπαρχαὶ τῶν θυσιῶν ἤγουν αἱ θυσίαι. Φιλόχορος Γῆς παῖδας εἶναι Θυηλάς, †ἃς πρώτας θύ‐ | |
σαι θεοῖς†. | Column end | |
3b,328,F178b | ΕΚΛ. ΔΙΑΦ. ΛΕΞ. A. O. II 448, 19 Cramer: Θυηλαί· Φιλό‐ χορος Γῆς παῖδας εἶναι Θυη‐ λάς, ἃς (?) πρῶτον θύουσιν. ⟦θυο‐ | |
5 | σκόοι δὲ οἱ ἀπὸ τῶν θυομένων διὰ τοῦ πυρὸς μαντευόμενοι, ἱερεῖς δὲ τοὺς ἀπὸ τῶν ἱερῶν σπλάγχνων μαν‐ τευομένουσ⟧. κυρίως μέντοι θυηλὰς τοὺς θυλάκους, εἰς οὓς τὰ θυμιάματα | |
10 | ἐμβάλλεται. | Column end |
3b,328,F179 | FULGENT. Myth. 1, 14 p. 24, 15 Helm: at vero amica Apollinis ab hac re vocitata est (scil. laurus), quia illi qui de somniorum interpretatione scripserunt, ut Antiphon Filocorus et Artemon et Serapion Ascalonites, promittant in libris suis quod laurum si dormientibus ad caput posueris, vera somnia esse visuros. | |
3b,328,F180 | HARPOKR. (SUD.) s.v. περίστοιχοι. Δημοσθένης (53, 15) .... «φυτευτήρια ἐλαῶν περιστοίχων κατέκλασεν». Δίδυμος (p. 315 Schm) δέ τι γένος ἐλαιῶν περιστοίχους καλεῖ, ἃς Φιλόχορος στοιχάδας προσηγόρευσε. μή‐ ποτε δὲ περιστοίχους κέκληκεν ὁ ῥήτωρ τὰς κύκλωι περὶ τὸ χωρίον ἐν στοίχωι | |
5 | πεφυκυίας. | |
3b,328,F181 | HARPOKR. (SUD.) s.v. πομπείας καὶ πομπεύειν· .... πομ‐ πεῖα δὲ λέγεται τὰ εἰς τὰς πομπὰς κατασκευαζόμενα σκεύη, ὡς ὁ αὐτὸς ῥήτωρ κατ’ Ἀνδροτίωνος (Demosth. 22, 48) ὑποσημαίνει. «πομπείοις δέ» φησι Φιλόχορος «πρότερον ἐχρῶντο οἱ Ἀθηναῖοι τοῖς ἐκ τῆς οὐσίας | |
5 | τῶν λ κατασκευασθεῖσιν. ὀψὲ δέ» φησί «καὶ Ἀνδροτίων (324 T 5) ἄλλα κατεσκεύασεν». | |
3b,328,F182 | HARPOKR. EPIT. (PHOT. SUD. ET. M. p. 768) s.v. Τριτο‐ | |
πάτορες· .... Φιλόχορος δὲ τοὺς Τριτοπάτορας πάντων γεγονέναι πρώτους· «τὴν μὲν γὰρ Γῆν καὶ τὸν Ἥλιον (φησίν), ὃν καὶ Ἀπόλλωνα 〈τότε〉 καλεῖν, γονεῖς αὑτῶν ἠπίσταντο οἱ τότε ἄνθρωποι, τοὺς δὲ | 148 | |
5 | ἐκ τούτων τρίτους πατέρας». | |
3b,328,F183 | LEX. RHET. p. 239, 7 Bkr: δειπνοφόρος· ἑορτῆς ὄνομα. δειπνοφορία γάρ ἐστι τὸ φέρειν δεῖπνα ταῖς Κέκροπος θυγατράσιν Ἕρσηι καὶ Πανδρόσωι καὶ Ἀγραύλωι· ἐφέρετο δὲ πολυτελῶς κατά τινα μυστικὸν λόγον. καὶ τοῦτο ἐποίουν οἱ πολλοί· φιλοτιμίας γὰρ εἴχετο. Φιλόχορος δέ φησι τὰς | |
5 | μητέρας τῶν δὶς ἑπτὰ παίδων, τῶν κατακλεισθέντων ἵνα πεμφθῶσι τῶι Μινω‐ ταύρωι, πέμπειν καθ’ ἡμέραν αὐτοῖς δεῖπνον, καὶ φοιτᾶν πρὸς αὐτούς, καὶ μετὰ τὴν ὑποστροφὴν ὥσπερ εὐχὴν † ἀποδιδοῦντας ἐν τῆι ἑορτῆι ἄγειν τοὺς παῖδας τὰ δεῖπνα, καλουμένους † δειπνοφόρους. | |
3b,328,F184 | MACROB. Sat. 3, 8, 2: nam et apud Calvum (F 7 Morel) Ateri‐ anus adfirmat legendum «pollentemque deum Venerem», non deam. signum etiam eius est Cypri barbatum corpore sed veste muliebri cum sceptro ac na‐ tura virili, et putant eandem marem ac feminam esse. Aristophanes (I 563, | |
5 | 702 K) eum Aphroditon appellat. (3) Laevius (F 26 Morel) etiam sic ait «Venerem igitur almum adorans, sive femina sive mas est, ita uti alma Noctiluca est». Philochorus quoque in Atthide eandem adfir‐ mat esse Lunam et ei sacrificium facere viros cum veste muliebri, mulieres cum virili, quod eadem et mas aesti‐ | |
10 | matur et femina. | |
3b,328,F185 | PHILODEM. Π. εὐς. Pap. 1428 A 3 v. 5: Ἐμπε̣[δοκλῆς δ’ ἐν τ]οῖς Ὕμνοις (Vorsokr. 31 [21] A 33), [ὡς καὶ π]αρὰ Φιλοχόρωι, Γῆν καὶ Δήμητρα τὴν αὐτὴν Ἑστία̣ι̣, [καθὸ] καὶ Σοφοκλῆς ἐν Ἰνάχωι (268 N2) τὴν Γῆν μ[ητέ]ρα τῶν θεῶν φη̣[σιν], ἐν Τριπτολέμ[ωι (558 N2) δὲ] | |
5 | καὶ Ἑστίαν εἶναι. | |
3b,328,F186 | PHOT. BEROL. p. 77, 10 Rei: | |
Ἀλκυονίδες ἡμέραι· περὶ τοῦ ἀριθμοῦ διαφέρονται. Σιμωνίδης μὲν γὰρ ἐν Πεντ‐ άθλοις (F 20 Diehl) ιδ φησὶν αὐτὰς καὶ Ἀριστοτέλης ἐν τοῖς Περὶ ζώιων (5, 8 p. 542 b 5), Δημαγόρας δὲ ὁ Σάμιος (VI) ἑπτά, Φιλόχορος δὲ | 149 | |
5 | ἐννέα. τὸν δὲ ἐπ’ αὐταῖς μῦθον Ἡγήσανδρος ἐν τοῖς Περὶ ὑπομνημάτων (IV) λέγει οὕτως· «Ἀλκυονέως τοῦ γίγαντος θυγατέρες ἦσαν αὗται· Χθονία, Ἄνθη, Μεθώνη, Ἀλκίππα, Παλλήνη, Δρυμώ, Ἀστερίη, αἳ μετὰ τὴν τοῦ πατρὸς τελευτὴν ἀπὸ Καναστραίου, ὅ ἐστιν ἄκρον τῆς Παλλήνης, ἔρριψαν αὑτὰς εἰς τὴν θάλασσαν· Ἀμφιτρίτη δ’ αὐτὰς ὄρνιθας ἐποίησε, καὶ ἀπὸ τοῦ πατρὸς | |
10 | ἀλκυόνες ἐκλήθησαν. αἱ δὲ νήνεμοι καὶ γαλήνην ἔχουσαι ἡμέραι ἀλκυονίδες καλοῦνται». | |
3b,328,F187 | POLLUX 10, 71: Φιλόχορος δὲ ἐν τῆι Ἀτθίδι παρὰ τοῖς παλαιοῖς φησὶ τὸν ἀμφορέα καλεῖσθαι κάδον καὶ τὸ ἡμιαμ‐ φόριον ἡμικάδιον· Ἐπίχαρμος μέντοι ἐν Φιλοκλίνηι (F 133 Kaibel) δια‐ κρίνειν ἔοικε κάδον καὶ ἀμφορέα, εἰπὼν «οὔτ’ ἐν κάδωι δηλοίμην οὔτ’ ἐν | |
5 | ἀμφορεῖ». | |
3b,328,F188 | SCHOL. EURIP. Hippol. 73: σοὶ τόνδε πλεκτὸν στέφανον ἐξ ἀκηράτου λειμῶνος] διαβεβόηται τοῦτο τὸ ζήτημα· καὶ οἱ μὲν ὑπέλαβον τὸν Ἱππόλυτον στέφειν τὴν Ἄρτεμιν ἀνθίνωι στεφάνωι, ο〈ἱ〉 δὲ ⟦(a) Φιλόχορος τὴν ἐν Ἄγραις Ἄρτεμιν τῶι μελιλώτωι στέφεσθαί φησιν⟧ | |
5 | ἐφ’ ἑαυτοῦ τὸν Ἱππόλυτον ταῦτα λέγειν ὅτι ἐμαυτόν σοι ἀνατίθημι, ὦ θεά, στέφανον .... ἄλλοι δὲ μηδὲν αἰνίττεσθαι τὸν ποιητήν φασιν, ἀλλὰ κυρίως λέγειν, καὶ τῶι ὄντι στέφανον φέρειν τὸν Ἱππόλυτον .... ἄλλοι δέ φασιν τὸν | |
Εὐριπίδην τροπικώτερον τὸν ἐπὶ τῆι Ἀρτέμιδι ὕμνον στέφανον λέγειν ..... (b) Φιλόχορος δέ φησι τῶι μὲν ξοάνωι πλεκτὸν στέφανον προσ‐ | 150 | |
10 | φέρειν, τῆι δὲ θεῶι τὸν ὕμνον· ἐξ ἀκηράτου δὲ τῆς ἀδόλου καὶ ἀφθάρτου μου διανοίας. | |
3b,328,F189 | SCHOL. PROKL. HESIOD. Opp. 778: ἱστάμενον μῆνα ἕως εἰ‐ κάδος ἔλεγον, μετὰ δὲ τοῦτο πρώτην φθίνοντος, δευτέραν φθίνοντος. Φιλό‐ χορος δὲ πάσας τὰς τρεῖς ἱερὰς λέγει τῆς Ἀθηνᾶς. | |
3b,328,F190 | SCHOL. PROKL. HESIOD. Opp. 808: τὴν ἐννεακαιδεκάτην ὡς καὶ τὴν ὀκτωκαιδεκάτην τὰ πάτρια τῶν Ἀθηναίων καθαρμοῖς ἀποδίδωσι καὶ ἀποτροπαῖς, ὡς Φιλόχορος λέγει καὶ 〈Κλείδημος?〉, ἀμφότεροι ἐξηγηταὶ τῶν πατρίων ἄνδρες. | |
3b,328,F191 | SCHOL. T HOM. Il. Ζ 136: Θέτις δ’ ὑπεδέξατο κόλπωι (scil. Διώνυσον)] Θέτις ἵν’ εὐλόγως τὸν ἀμφορέα λάβηι (Od. ω 73/5)· ἢ ὅτι χρησμὸς ἐδόθη † ἁλιεύειν «ἐν †τόπωι Διόνυσον ἁλιέα βαπτίζοι τε», ὡς Φιλόχορος. | |
3b,328,F192a | SCHOL. PINDAR. Ol. 12, 10d: ... Φιλόχορος δὲ τὰς ἐκ φήμης μαντείας, τουτέστι κληδόνας καὶ πταρμούς, σύμβολόν φησι λέγεσθαι, χρήσασθαι δὲ αὐτοῖς πρῶτον Δήμητραν. | |
3b,328,F192b | SCHOL. V ARISTOPH. Au. 721: σύμβολον ὄρνιν] καὶ γὰρ ταῦτα συμβόλους ἐποίουν τὰ πρῶτα συναντῶντα καὶ ἐξ ἀπαντήσεώς τι προσημαίνοντα. ταῦτα δὲ πάντα Δημήτερι ἀνέκειτο, ὥς φησι Φιλόχορος. | |
3b,328,F192c | HESYCH. s.v. ξυμβόλους· τοὺς διὰ τῶν πταρμῶν οἰωνισμοὺς ἔλεγον· ἀνετίθεντο δὲ οὗτοι Δήμητρι. τινὲς δὲ τὰς διὰ τῆς φήμης γινομένας μαντείας, ἃς Φιλόχορός φησι Δήμητρα εὑρεῖν. | |
3b,328,F193 | SCHOL. SOPHOKL. O. R. 21: ἐπ’ Ἰσμηνοῦ τε μαντείαι σποδῶι] καὶ γάρ ἐστι παρὰ τῶι Ἰσμηνῶι Ἀπόλλωνος ἱερόν· διό φησι «μαντείαι σποδῶι» (τοῦτο δὲ ἀντὶ τοῦ βωμοῦ), ὅτι διὰ τῶν ἐμπύρων ἐμαντεύοντο οἱ ἱερεῖς, ὥς φησι Φιλόχορος. | |
3b,328,F194 | SCHOL. SOPHOKL. O. K. 100 (NATAL. COM. Myth. 4, 13): (F 12) καὶ οὐ μόνον θυσίας νηφαλίους ἀλλὰ καὶ ξύλα τινὰ ἐφ’ ὧν ἔκαιον 〈νη‐ φάλια ἐκάλουν〉· Κράτης μὲν οὖν ὁ Ἀθηναῖος (362 F 4) τὰ μὴ ἀμπέλινα τῶν ξύλων πάντα νηφάλιά φησιν προσαγορεύεσθαι, ὁ δὲ Φιλόχορος ἀκρι‐ | |
5 | βέστερόν φησι τὰ μήτε ἀμπέλινα μήτε σύκινα ἀλλὰ τὰ ἀπὸ τῶν θύμων νηφάλια [φησι] καλεῖσθαι· καὶ πρώτηι φησὶν ὕληι πρὸς τὰς ἐμπύρους θυσίας ταύτηι κεχρῆσθαι, παρ’ ὃ καὶ τοὔνομα λαβεῖν τὸν θύμον ὡς παρὰ τὴν θυμίασιν καὶ τὴν θυὴν πεποιημέ‐ νης τῆς φωνῆς. εἰσὶ δέ τινες τὸ παράπαν ἄσπονδοι θυσίαι κατὰ τύχην εἰς | 151 |
10 | ἔθος παρελθοῦσαι. | |
3b,328,F195 | ZENOB. Prov. 5, 75: πολλοὶ θριοβόλοι, παῦροι δέ τε μάντιες ἄνδρες· Φιλόχορός φησιν ὅτι νύμφαι κατεῖχον τὸν Παρνασόν, τροφοὶ Ἀπόλλωνος, τρεῖς, καλούμεναι Θριαί, ἀφ’ ὧν αἵ τε μαντικαὶ ψῆφοι θριαὶ καλοῦνται καὶ τὸ μαντεύεσθαι θριᾶσθαι. | |
5 | ἄλλοι δὲ λέγουσι τὴν Ἀθηνᾶν εὑρεῖν τὴν διὰ τῶν ψήφων μαντικήν· ἧς εὐδοκι‐ μούσης μᾶλλον τῶν Δελφικῶν χρησμῶν, τὸν Δία χαριζόμενον τῶι Ἀπόλλωνι ψευδῆ καταστῆσαι τὴν διὰ τῶν ψήφων μαντικήν. πάλιν οὖν τῶν ἀνθρώπων ἐπὶ τοὺς Δελφικοὺς ἐρχομένων χρησμούς, τὴν Πυθίαν εἰπεῖν «πολλοὶ—ἄνδρες». | |
3b,328,F196 | ATHEN. 4, 65 p. 168 A: ὅτι δὲ τοὺς ἀσώτους καὶ τοὺς μὴ ἔκ τινος περιουσίας ζῶντας τὸ παλαιὸν ἀνεκαλοῦντο οἱ Ἀρεοπαγῖται καὶ ἐκόλαζον, ἱστόρησαν Φανόδημος (325 F 10) καὶ Φιλόχορος ἄλλοι τε πλείους. | |
3b,328,F197a | HARPOKR. (SUD.) s.v. ἀδύνατοι· Αἰσχίνης ἐν τῶι Κατὰ Τιμάρχου (§ 103). οἱ ἐντὸς τριῶν μνῶν κεκτημένοι 〈καὶ〉 τὸ σῶμα πεπηρω‐ μένοι. ἐλάμβανον δὲ οὗτοι δοκιμασθέντες ὑπὸ τῆς βουλῆς β ὀβολοὺς τῆς ἡμέρας ἑκάστης [ἢ ὀβολόν], ὥς φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείαι (49, 4): | |
5 | ὡς δὲ Φιλόχορός φησιν, θ δραχμὰς κατὰ μῆνα. ἔστι δὲ καὶ λόγος τις, ὡς λέγεται, Λυσίου Περὶ τοῦ ἀδυνάτου (24, 13; 26), ἐν ὧι ὡς ὀβολὸν λαμβάνοντος μέμνηται. | |
3b,328,F197b | SYNAG. LEX. p. 345, 15 Bkr (PHOT. BEROL. p. 34, 14 Rei): ἀδύνατοι· οἱ μέρος τι βεβλαμμένοι τοῦ σώματος ὡς μηδὲ〈ν ἔργον〉 ἐργάζεσθαι, οἳ καὶ ἐχορηγοῦντο τὰ πρὸς τὸ ζῆν παρὰ τῆς πόλεως, μισθοφορούντων [αὐτοῖς] τῶν ἐντὸς τριῶν μνῶν περιουσίαν κεκτημένων. ἐδοκι‐ | |
5 | μάζοντο δὲ οἱ ἀδύνατοι ὑπὸ τῆς τῶν φ βουλῆς, καὶ ἐλάμβανον τῆς ἡμέρας, ὡς μὲν Λυσίας λέγει, ὀβολὸν ἕνα, ὡς δὲ Φιλόχορος † πέντε· Ἀριστοτέλης δὲ δύο ἔφη. | 152 |
3b,328,F198 | HARPOKR. s.v. ἀντιγραφεύς· ὁ καθιστάμενος ἐπὶ τῶν κατα‐ βαλλόντων τινὰ τῆι πόλει χρήματα ὥστε ἀντιγράφεσθαι ταῦτα· Δημοσθένης ἐν τῶι Κατ’ Ἀνδροτίωνος (22, 70) καὶ Αἰσχίνης ἐν τῶι Κατὰ Κτησιφῶντος (3, 25). διττοὶ δὲ ἦσαν ἀντιγραφεῖς, ὁ μὲν τῆς διοικήσεως, ὥς φησι | |
5 | Φιλόχορος, ὁ δὲ τῆς βουλῆς, ὡς Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείαι (54, 3—4). | |
3b,328,F199* | LEX. CANTABR. p. 337, 15 Nauck: Εἰσαγγελία· κατὰ και‐ νῶν καὶ ἀγράφων ἀδικημάτων· αὕτη μὲν οὖν ἡ Καικιλίου δόξα (p. 158 Of.). Θεόφραστος (IV) δὲ ἐν τῶι τετάρτωι Περὶ νόμων φησὶ γενέσθαι, ἐάν τις καταλύηι τὸν δῆμον ῥήτωρ ἢ μὴ τὰ ἄριστα συμβουλεύηι χρήματα λαμβάνων, | |
5 | ἢ ἐάν τις προδιδῶι χωρίον (?) ἢ ναῦς ἢ πεζὴν στρατιάν, ἢ ἐάν τις εἰς τοὺς πολεμίους ἀφικνῆται, ἢ †νικοίη παρ’ αὐτοῖς, ἢ στρατεύηται μετ’ αὐτῶν, ἢ δῶρα λαμβάνηι. συνομολογεῖ δὲ τοῖς ὑπὸ Θεοφράστου ἡ κατὰ Θεμιστοκλέους εἰσαγ‐ γελία, ἣν Θεμιστοκλέα εἰσήγγειλεν, ὡς Κρατερός (342 F 11), Λεωβώτης Ἀλκμαίωνος Ἀγραυλῆθεν. ἔνιοι δὲ τῶν ῥητόρων εἰώθεσαν καλεῖν καὶ τὰ μὴ | |
10 | μεγάλα ἀδικήματα εἰσαγγελίαν. ἔστι δ’ ὅτε †ἐμβάλλοντες τοὺς συκοφαντου‐ μένους εἰσήγγελλον, ὡς μὲν Φιλόχορος, χιλίων καθεζομένων, ὡς δὲ Δημήτριος ὁ Φαληρεὺς (228 F 12), χιλίων πεντακοσίων. | |
3b,328,F200 | SCHOL. V ARISTOPH. Au. 1106: ἡ γλαῦξ ἐπὶ χαράγματος ἦν | |
τετραδράχμου, ὡς Φιλόχορος. ἐκλήθη δὲ τὸ νόμισμα τὸ τετράδραχμον [τότε ἡ] γλαῦξ· τότε γὰρ γλαῦξ ἐπίσημον καὶ πρόσωπον Ἀθηνᾶ, τῶν προτέρων διδράχ‐ μων ὄντων ἐπίσημόν τε βοῦν ἐχόντων. | 153 | |
3b,328,F201 | PHOT. Lex. s.v. κρηπίς· τόπος Ἀθήνησιν· οὕτω Φιλόχορος. | |
3b,328,F202 | SCHOL. RV ARISTOPH. Ach. 220: Λακρατ〈ε〉ίδης ἀρχαῖος ἄρ‐ χων Ἀθήνησιν, ὡς καὶ Φιλόχορος. ἦρξε δὲ ἐπὶ τῶν χρόνων Δαρείου, ἐφ’ οὗ πλείστη χιὼν ἐγένετο καὶ ἀπέπηξε πάντα, ὡς μὴ δύνασθαί τινα προιέναι. διό‐ περ τὰ ψυχρὰ πάντα Λακρατ〈ε〉ίδου ἐκάλουν. | |
3b,328,F203 | SCHOL. V ARISTOPH. Pax 145: ἐν Πειραιεῖ δήπου ’στιν Κανθάρου λιμήν] μέρος τοῦ Πειραιῶς, ὡς Καλλικράτης φησὶν ἢ Μενεκλῆς ἐν τῶι Περὶ Ἀθηνῶν γράφων οὕτως (370 F 1) «ἔχει δὲ ὁ Πειραιεὺς λιμένας τρεῖς, πάντας κλειστούς· εἷς μέν ἐστιν ὁ Κανθάρου λιμὴν καλούμενος, ἐν ὧι τὰ | |
5 | νεώρια ἑξήκοντα (?), εἶτα Ἀφροδίσιον, εἶτα κύκλωι τοῦ λιμένος στοαὶ πέντε». ἄλλως· μήποτε ὅπου ἡ τῶν τοιούτων πλοίων στάσις ἦν, οὕτως ἐκράτησε κα‐ λεῖσθαι· τῶι ὄντι γάρ ἔστιν ἐν τῆι Ἀττικῆι κώμηι λεγομένη οὕτως Κανθάρου λιμήν, οὐχὶ Κάνθαρος, ὡς Φιλόχορος ἱστορεῖ, ἀπὸ ἥρωος ἐγχωρίου τινός. | |
3b,328,F204 | SCHOL. V ARISTOPH. Pax 242: Πρασιαὶ πόλις Λακωνική· ... ἔστι δὲ καὶ τῆς Ἀττικῆς ἐπίνειον, ὥς φησι Θουκυδίδης (8, 95, 1) καὶ Φιλόχορος. | |
3b,328,F205 | STEPH. BYZ. s.v. Ξυπέτη· δῆμος Κεκροπίδος φυλῆς. ὁ δημότης Ξυπετεών ..... τὸ τοπικὸν ἐκ Ξυπετεώνων .... Φιλόχορος δὲ Ξυπετέ‐ ωνον τὸν δῆμόν φησι διὰ τοῦ ω καὶ τοῦ ο μικροῦ ἐν τέλει. | |
3b,328,F206 | STEPH. BYZ. s.v. Σημαχίδαι· δῆμος Ἀττικῆς ἀπὸ Σημάχου, ὧι καὶ ταῖς θυγατράσιν ἐπεξενώθη Διόνυσος, ἀφ’ ὧν αἱ ἱέρειαι αὐτοῦ. ἔστι δὲ τῆς Ἀντιοχίδος φυλῆς. Φιλόχορος δὲ τῆς Ἐπακρίας φησὶ τὸν δῆμον. | |
3b,328,F207* | SCHOL. BT EUST. (Paris. gr. 2766; Cramer A. P. 3, 289) Hom. Il. Σ 570: Ἀρίσταρχος εἶδος ὠιδῆς τὸν λίνον φησὶν ὡς παιᾶνα καὶ εἴ τι τοιοῦτον, ἀπὸ Λίνου τοῦ ἥρωος. ἡ δὲ περὶ τὸν Λίνον ἱστορία καὶ παρὰ Φιλοχόρωι (?) ἐν τῆι ιθ καὶ παρὰ Μελανιππίδηι (III 592, 8 Bgk4)· | 154 |
5 | ἥ τε καλουμένη Σφαῖρα ποίημά ἐστιν εἰς τὸν Λίνον, ἀναφέρεται δὲ εἰς Ὀρφέα. ὁ δὲ Φιλόχορος ὑπ’ Ἀπόλλωνός φησιν αὐτὸν ἀναιρεθῆναι, ὅτι τὸ λίνον καταλύσας πρῶτος χορδαῖς ἐχρήσατο εἰς τὰ ὄργανα. φασὶ δὲ αὐτὸν ἐν Θήβαις ταφῆναι καὶ τιμᾶσθαι ὑπὸ ποιητῶν ἐν θρηνώδεσιν ἀπαρχαῖς. ἐπιγραφή ἐστιν ἐν Θήβαις «ὦ Λίνε, πᾶσι θεοῖς τετιμημένε, σοὶ γὰρ | |
10 | ἔδωκαν / ἀθάνατοι πρώτωι μέλος ἀνθρώποισιν ἀεῖσαι / ἐν ποδὶ δεξιτερῶι· Μοῦσαι δέ σε θρήνεον αὐταί / μυρόμεναι μολπῆισιν, ἐπεὶ λίπες ἡλίου αὐγάς». ἄλλως· «κρύπτω τὸν θεὸν ἄνδρα Λίνον, Μουσῶν θεράποντα, / τὸν πολυθρήνητον Λίνον Αἴλινον· ἡ δὲ πατρώια / Φοιβείοις βέλεσιν γῆ κατέχει φθίμενον». καὶ Ἡσίοδος (F 192 Rz) «Οὐρανίη δ’ ἄρ’ ἔτικτε Λίνον πολυήρατον υἱόν, / ὃν δὴ ὅσοι | |
15 | βροτοί εἰσιν ἀοιδοὶ καὶ κιθαρισταί, / πάντες μὲν θρήνουσιν ἐν εἰλαπίναις τε χοροῖς τε, / ἀρχόμενοί τε Λίνον καὶ λήγοντες καλέουσιν». ὁ μέντοι Ἡρακλέα διδάξας μουσικὴν ἕτερος παρὰ τοῦτόν ἐστιν. | |
3b,328,F208 | SCHOL. RV ARISTOPH. Ran. 1033: τὸν Μουσαῖον παῖδα Σελήνης καὶ Εὐμόλπου Φιλόχορός φησιν. οὗτος δὲ περιλύσεις (?) καὶ τελετὰς καὶ καθαρμοὺς συνέθηκεν· ὁ δὲ Σοφοκλῆς (F 1012 N2) χρησμολόγον αὐτόν φησι. | |
3b,328,F209 | VIT. HOM. ROM. p. 31, 1 Wil: κατὰ Φιλόχορον δ’ Ἀργεῖος (scil. Ὅμηρος). | |
3b,328,F210 | GELL. N. A. 3, 11, 2: super aetate Homeri atque Hesiodi non consentitur: alii Homerum quam Hesiodum maiorem natu | |
fuisse scripserunt, in quis Philochorus et Xenophanes (Vorsokr.5 21 [11] B 13), alii minorem, in quis L. Accius poeta (FPL. p. 35, 6 Morel) | 155 | |
5 | et Ephorus historiae scriptor (70 F 1; 97—103). | |
3b,328,F211a | TATIAN. Πρ. Ἑλλ. 31 (EUSEB. P. E. 10, 11, 4; Chron. a. Abr. 914 = SYNKELL. Chronogr. p. 340, 3 Bonn): Φιλόχορος δὲ μετὰ τὴν Ἰωνικὴν ἀποικίαν (scil. φησὶν Ὅμηρον ἠκμακέναι), ἐπὶ ἄρχοντος Ἀθήνησιν Ἀρχίππου, τῶν Ἰλιακῶν ὕστερον ἔτεσιν ἑκατὸν | |
5 | ὀγδοήκοντα. | |
3b,328,F211b | CLEM. AL. Strom. 1, 117, 1: ἀπὸ δὲ τῶν Τρωικῶν ἐπὶ τὴν Ὁμήρου γένεσιν κατὰ μὲν Φιλόχορον ἑκατὸν ὀγδοήκοντα ἔτη γίνεται, ὕστερον τῆς Ἰωνικῆς ἀποικίας. | |
3b,328,F212 | SCHOL. PINDAR. Nem. 2, 1d: ὅθεν περ καὶ Ὁμηρίδαι / ῥαπ‐ τῶν ἐπέων ... ἀοιδοί] τοὺς ῥαψωιδοὺς οἱ μὲν ῥαβδωιδοὺς ἐτυμολογοῦσι διὰ τὸ μετὰ ῥάβδου δηλονότι τὰ Ὁμήρου ἔπη διεξιέναι· Καλλίμαχος (F 138 Schn; F 26 Pf) «καὶ τὸν ἐπὶ ῥάβδωι μῦθον ὑφαινόμενον / ἠνεκὲς ἀείδω δειδεγμένος». | |
5 | οἱ δέ φασι τῆς Ὁμήρου ποιήσεως μὴ ὑφ’ ἓν συνηγμένης, σποράδην δὲ ἄλλως καὶ κατὰ μέρη διηιρημένης, ὁπότε ῥαψωιδοῖεν αὐτήν, εἱρμῶι τινι καὶ ῥαφῆι παραπλήσιον ποιεῖν, εἰς ἓν αὐτὴν συνάγοντας. (οὕτω καὶ ὁ Πίνδαρος ἐκδέδεκ‐ ται). οἱ δὲ ..... Φιλόχορος δὲ ἀπὸ τοῦ συντιθέναι καὶ ῥάπτειν τὴν ὠιδὴν οὕτω φησὶν αὐτοὺς προσκεκλῆσθαι. δηλοῖ δὲ ὁ Ἡσίοδος (F 265 | |
10 | Rz) λέγων «ἐν Δήλωι τότε πρῶτον ἐγὼ καὶ Ὅμηρος ἀοιδοὶ / μέλπομεν, ἐν νεαροῖς ὕμνοις ῥάψαντες ἀοιδήν, / Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὃν τέκε Λητώ». ῥαψωιδῆσαι δέ φησι πρῶτον τὸν Ἡσίοδον Νικοκλῆς (376 F 8). Μέναιχμος (131 F 9) δὲ ἱστορεῖ τοὺς ῥαψωιδοὺς 〈καὶ〉 στιχωιδοὺς καλεῖσθαι διὰ τὸ τοὺς στίχους ῥάβδους λέγεσθαι ὑπό τινων. | |
3b,328,F213 | SCHOL. PROKL. HESIOD. Opp. 268: ἰστέον δὲ ὅτι υἱὸς Ἡσι‐ όδου †Μνασέας ἐστί· Φιλόχορος δὲ Στησίχορόν φησι τὸν ἀπὸ Κλυ‐ μένης· ἄλλοι δὲ Ἀρχιέπης. | |
3b,328,F214 | ATHEN. 9, 49 p. 393 E: Βοῖος δ’ ἐν Ὀρνιθογονίαι ἢ Βοιώ, ὥς φησι Φιλόχορος ... | |
3b,328,F215 | STRABON 8, 4, 10: καὶ γὰρ εἶναί φησιν (scil. Τυρταῖος) ἐκεῖθεν (scil. ἐκ Λακεδαίμονος) ἐν τῆι ἐλεγείαι ἣν ἐπιγράφουσιν Εὐνομίαν (F 2—3 Diehl) .... ὥστ’ ἢ ταῦτα ἠκύρωται τὰ ἐλεγεῖα ἢ Φιλοχόρωι ἀπιστητέον τῶι φή‐ σαντι Ἀθηναῖόν τε καὶ Ἀφιδναῖον καὶ Καλλισθένει (124 F 24) καὶ | 156 |
5 | ἄλλοις πλείοσι τοῖς εἰποῦσι ἐξ Ἀθηνῶν ἀφικέσθαι, δεηθέντων Λακεδαιμονίων κατὰ χρησμὸν ὃς ἐπέταττε παρ’ Ἀθηναίων λαβεῖν ἡγεμόνα. | |
3b,328,F216 | ATHEN. 14, 29 p. 630 F: Φιλόχορος δέ φησιν κρατήσαντας Λα‐ κεδαιμονίους Μεσσηνίων διὰ τὴν Τυρταίου στρατηγίαν ἐν ταῖς στρατείαις ἔθος ποιήσασθαι, ἂν δειπνοποιήσωνται καὶ παιωνίσωσιν, ἄιδειν καθ’ ἕνα 〈τὰ〉 Τυρταίου· κρίνειν δὲ τὸν πολέμαρχον καὶ ἆθλον διδόναι τῶι νικῶντι κρέας. | |
3b,328,F217 | DIOG. LAERT. 9, 55: φησὶ δὲ Φιλόχορος, πλέοντος αὐτοῦ (scil. Πρωταγόρου) εἰς Σικελίαν, τὴν ναῦν καταποντωθῆναι, καὶ τοῦτο αἰνίτ‐ τεσθαι Εὐριπίδην ἐν τῶι Ἰξίονι (p. 490 N2). | |
3b,328,F218 | SUDA s.v. Εὐριπίδης· οὐκ ἀληθὲς δέ, ὡς λαχανόπωλις ἦν ἡ μήτηρ αὐτοῦ· καὶ γὰρ τῶν σφόδρα εὐγενῶν ἐτύγχανεν, ὡς ἀποδείκνυσι Φιλό‐ χορος. | |
3b,328,F219 | GELL. N. A. 15, 20, 5: Philochorus refert in insula Salamine speluncam esse taetram et horridam (quam nos vidimus), in qua Euripides tragoedias scriptitarit. | |
3b,328,F220 | VIT. EURIP. 2 p. 3, 3 Schw: ἐτελεύτησε δὲ (scil. Εὐριπίδης), ὥς φησι Φιλόχορος, ὑπὲρ τὰ ο ἔτη γεγονώς· ὡς δὲ Ἐρατοσθένης (241 F 12) οε. | |
3b,328,F221 | DIOG. LAERT. 2, 44: Εὐριπίδης δὲ καὶ ὀνειδίζει αὐτοῖς (scil. τοῖς Ἀθηναίοις) ἐν τῶι Παλαμήδει (F 588 N2) λέγων «ἐκάνετ’ ἐκάνετε τὰν πάνσοφον, τὰν οὐδὲν ἀλγύνουσαν ἀηδόνα Μουσᾶν». καὶ τάδε μὲν ὧδε· Φιλό‐ χορος δέ φησι προτελευτῆσαι τὸν Εὐριπίδην τοῦ Σωκράτους. | |
3b,328,F222 | PLUTARCH. An seni 3 p. 785 B: Πῶλον δὲ τὸν τραγωιδὸν Ἐρατοσθένης (241 F 33) καὶ Φιλόχορος ἱστοροῦσιν ἑβδομήκοντ’ ἔτη γεγενη‐ μένον ὀκτὼ τραγωιδίας ἐν τέτταρσιν ἡμέραις διαγωνίσασθαι, μικρὸν ἔμπροσθεν τῆς τελευτῆς. | |
3b,328,F223 | VIT. ARISTOT. MARC. p. 428, 6 Rose: ἐπέζησε δὲ (scil. Ἀρισ‐ τοτέλης) Πλάτωνι ἔτη κγ, πῆ μὲν παιδεύων ... Ἀλέξανδρον, πῆ δὲ συμπε‐ ριιὼν αὐτῶι πολλὴν γῆν, πῆ δὲ συγγράφων, πῆ δὲ διδασκαλείου προεστώς. οὐκ ἄρα ἀντωικοδόμησεν Ἀριστοτέλης Πλάτωνι τὸ Λύκειον, ὡς Ἀριστόξενος (IV) | |
5 | πρῶτος ἐσυκοφάντησε ..., εἰ μέχρι τελευτῆς συνῆν Πλάτωνι. καὶ ὅτι Πλάτων μὲν ἐτέχθη ἐπὶ Διοτίμου ἄρχοντος Ἀθήνησι καὶ βιοὺς ἔτη πβ μετ‐ ήλλαξε τὸν βίον ἐπὶ Θεοφίλου, Ἀριστοτέλης δὲ τεχθεὶς ἐπὶ Διοτρέφους | |
καὶ βιοὺς ἔτη ξγ τελευτᾶι ἐπὶ Φιλοκλέους, φοιτᾶι δὲ Πλάτωνι Ἀριστοτέλης ἐπὶ Ναυσιγένους καὶ ἀπὸ Θεοφίλου, ἐφ’ οὗ τελευτᾶι Πλά‐ | 157 | |
10 | των, ἕως Φιλοκλέους, ἐφ’ οὗ τελευτᾶι Ἀριστοτέλης, ἔτη κγ ἐπέζησε Πλάτωνι— οὐκ ἄρα οὖν, ὡς αὐτοὶ συκοφαντοῦντες φασίν, τεσσερακοντούτης Ἀριστοτέλης φοιτᾶι Πλάτωνι ἐπὶ Εὐδόξου· τοῦ γὰρ Ἀριστοτέλους ξγ ἔτη βιώσαντος, τρία ἔτη ἐστὶν ἀπὸ θανάτου Πλάτωνος, ἀφηιρημένων τῶν κ ἐτῶν ἃ ἐσχόλασε Πλά‐ τωνι· ἐν δὲ τοῖς τρισὶν ἔτεσιν οὐ μόνον οὐκ ἦν τοσαῦτα ἐκθέσθαι ἀλλ’ οὐδὲ | |
15 | ῥάιδιον ἀναγνῶναι. οὕτω Φιλόχορος ἱστόρησε, καὶ ὅτι οὐδὲ εἰκὸς ἦν Ἀριστοτέλη ξένον ὄντα τοῦτο δύνασθαι ποιεῖν κατὰ Πλά‐ τωνος πολίτου τυγχάνοντος καὶ μέγα δυναμένου διὰ Χαβρίαν καὶ Τιμόθεον τοὺς Ἀθήνησι στρατηγήσαντας καὶ κατὰ γένος αὐτῶι προσήκοντας. | |
3b,328,F224* | PHILODEM. Ind. Ac. Herc. col. 6, 28 p. 37 Mekl: Σπε[ύσιπ‐ πος] μ̣ὲ̣ν οὖν πα[ρ’ α]ὐτοῦ διεδέ[ξ]α̣το τ̣ὴν δ[ια/τριβή]ν. [Σπεύ]σιππ[ο]ν [δ’ εἰκόνας Χαρίτων ἔ]τ’ οὔ[σας ἀναθεῖναι φησ]ὶ Φιλ[όχορος ἤδη κατέ]χο[ντα] (?) τὸ Μουσεῖ[ον], ἐφ’ αἷς ἐ[πιγέ]γραπται· «τά̣[σ]/δε] θ[εαῖσι] θεὰς Χάριτας | |
5 | Μ̣[ού]σ̣αις ἀν̣έ[θη]κεν / Σπεύσιππ̣[ος] λο[γί]ων [εἵν]εκα δῶρα τελῶν». καὶ γράφει διότι [ἔσχεν ἤ]δ[η τὰ] μέλ̣η διαλυθέντα κατέστρεψέν τ’ ἔτη κατας/χὼν ὀκτὼ τὸν περίπατον, οἱ δὲ νεανίσκοι ψηφοφορήσαντες ὅστις αὐτῶν ἡγήσεται, Ξενοκράτην εἵλοντο τὸν [Κα]λχ̣η̣δ̣όνιον, Ἀριστο//τέλους μὲν ἀποδεδημηκότος εἰς Μακεδονίαν, Μενεδήμου δὲ τοῦ Πυρραίου καὶ Ἡρακλείδου τοῦ Ἡρακλε/‐ | |
10 | ώτου παρ’ ὀλίγας ψήφους ἡττηθέντων κτλ. | |
3b,328,F225 | STRABON 7, 7, 10: περὶ μὲν οὖν τῶν Πελασγῶν ἐν τοῖς Τυρρηνικοῖς εἴρηται, περὶ δὲ Δωδώνης τοὺς μὲν περιοικοῦντας τὸ ἱερὸν διότι βάρβαροι διασαφεῖ καὶ Ὅμηρος (Il. Π 234/5) ἐκ τῆς διαίτης «ἀνιπτόποδας χαμαιεύνας» λέγων. πότερον δὲ χρὴ λέγειν Ἑλλούς, ὡς Πίνδαρος (F 59 Bgk4) | |
5 | ἢ Σελλούς, ὡς ὑπονοοῦσι παρ’ Ὁμήρωι κεῖσθαι, ἡ γραφὴ ἀμφίβολος οὖσα οὐκ | |
ἐᾶι διισχυρίζεσθαι. Φιλόχορος δέ φησι καὶ τὸν περὶ Δωδώνην τόπον, ὥσπερ τὴν Εὔβοιαν, Ἑλλοπίαν κληθῆναι· καὶ γὰρ Ἡσίοδον (F 134 Rz) οὕτω λέγειν «ἔστι τις Ἑλλοπίη, πολυλήιος ἤδ’ εὐλεί‐ μων· / ἔνθα δὲ Δωδώνη τις ἐπ’ ἐσχατιῆι πεπόλισται». οἴονται | 158 | |
10 | δέ, φησὶν ὁ Ἀπολλόδωρος (244 F 198) ἀπὸ τῶν ἑλῶν τῶν περὶ τὸ ἱερὸν οὕτω καλεῖσθαι ..... | |
3b,328,F226 | BOCCACCIO Gen. deor. gent. 4, 20: mutatos autem in ranas rusticos ideo dictum est, quia, ut scribit Filocorus, bellum fuit Rhodiis olim in Lycios. Rhodiis auxiliares venere Delones (?), qui cum aquatum ad lacum quendam Lyciorum ivissent, rustici loci incolae aquas prohibuere; in quos Delones irruentes omnes inter‐ | |
5 | emere et in lacus corpora occisorum eiecere. tractu tandem temporis cum montani Lycii venissent ad lacum nec occisorum agrestium corpora comperissent et ranas in circuitu coaxantes sensissent, rudes et ignari arbitrati sunt ranas animas esse caesorum; et cum sic referunt, aliis fabulae causam adinvenere. | |
3b,328,F227 | APULEIUS De orthogr.: Pasiphae Daphnis dicebatur Spartanis, quod certissima oracula daret. fuit et Cretensis regina, Minotauri partu famosa. quo inter‐ fecto Theseus abduxit Ariadnen uxorem sibi et filio Hippolyto Phaedram, cui Serapione Rhodio et Philochoro 〈auctoribus〉 vim intulit, eius forma captus uxore necata. at | |
5 | Phaedra indignata filium patri incusavit, quod se appellasset, qui diras in filium iactavit, quae ratae fuerunt: a suis enim equis in rabiem versis innocens discerptus est. sic illam de se et sorore ultionem scripsit Lupus Anilius. idem scribit in Helene tragoedia. | |
3b,328,F228 | NATAL. COM. Myth. 7, 6 p. 722 ed. Genev.: alii, inter quos Philochorus, hos Thynum et Mariandynum vocarunt (scil. Phinei filios). | |
3b,328,F229 | P. OX. 853 col. 10, 7: τὸ ἐν Λ[ίμνα]ις Διονύσο[υ (Thukyd. 2, 15, 4)· Καλλίμαχος (F 66a Schn; 305 Pf)] / μέν φησ[ιν] «ευδεδιονυ[ς... ..... / .]η̣, τόν [πο]τ’ Ἐλευθὴρ εἵ[σατο, Λιμναίωι / δὲ χ]οροστά[δ]ας ἦγον ἑ[ορτάς». Ἀπολλό/δωρ]ος (?) δὲ οὕτ[ω]ς φησὶν [καλεῖσθαι / δ]ιὰ τὸ ἐκλελ[ι]μνάσθαι [τὸν τόπον. / | |
5 | ἔσ]τι δὲ καὶ ἐν [τ]ῆι Λακωνι[κῆι τόπος / ὅπ]ου Λιμνᾶτ[ί]ς ἐστιν Ἄρτ[εμις]. | 159 |