TLG 0582 001 :: PARADOXOGRAPHUS VATICANUS :: Admiranda PARADOXOGRAPHUS VATICANUS Paradox., vel Anonymus Vaticanus Admiranda Citation: Section — (line) | ||
t | PARADOXOGRAPHUS VATICANUS | |
1 | Ἁγησίας ὁ Μεγαρεὺς τὰς γεράνους φησίν, ὅταν ἐκ τῆς Θρᾴκης ἀπαίρειν μέλλωσιν, ὑπὸ μιᾶς περιρραίνεσθαι κύκλῳ πάσας· εἶθ’ ὅταν βοήσῃ ἐκείνη, τὴς μὲν ἐξαίρειν καθαπερεὶ κελευστοῦ παραγγείλαντος, τὴν δ’ ἁγνίσασαν καταμένειν αὐ‐ | |
5 | τοῦ. ὅταν δὲ τὸ πέλαγος διαπεραιῶνται, δύο μὲν ἐκτείνειν τὰς πτέρυγας, τὴν δὲ γινομένην ὑπόκοπον ἐπὶ τούτων ἐφίζου‐ σαν ἀναπαύεσθαι. | |
---|---|---|
2 | Δαλίων φησίν, ἐν τῇ πρώτῃ τῶν Αἰθιοπικῶν ἐν τῇ Αἰθιο‐ πίᾳ θηρίον γίνεσθαι κροκότταν καλούμενον· τοῦτο ἐρχόμενον πρὸς τὰς ἐπαύλεις κατακούειν τῶν λαλουμένων, καὶ μάλιστα τὰ ὀνόματα τῶν παιδίων. νυκτὸς δὲ ἐρχόμενον λαλεῖ τὰ ὀνόματα | |
5 | καὶ ἐξερχόμενα τὰ παιδία καταβιβρώσκονται ὑπ’ αὐτοῦ. | |
3 | Πολίτης τὴν πηλαμύδα ἐν τῷ Πόντῳ ἐκ πηλοῦ γίνεσθαί φησι· διὸ καὶ ταύτης τυχεῖν τῆς προσηγορίας λέγει. | |
4 | Ἀριστοτέλης φησὶν ἐν τοῖς περὶ ζῴων τὰ χερσαῖα πάντα ἀναπνεῖν, ὅσα πνεύμονας ἔχει, σφῆκαν δὲ καὶ μέλισσαν οὐκ ἀναπνεῖν. ὅσα τε κύστιν ἔχει, πάντα καὶ κοιλίαν· οὐχ ὅσα δὲ κοιλίαν καὶ κύστιν. | |
5 | Ἄναιμα πολλὰ τῶν ζῴων, καθόλου δὲ ὅσα πλείους | |
πόδας ἔχουσι τῶν τεσσάρων. | 332 | |
6 | Οἱ ἰχθύες οὐκ ἔχουσι στόμαχον· διό, ἐὰν διώκηται ὁ ἐλάττων ὑπὸ μείζονος, ἄγει τὴν κοιλίαν ὑπὸ τὸ στόμα. | |
7 | Οἱ ὄφεις πλευρὰς ἔχουσι τριάκοντα. καὶ τὰ ὄμματα αὐτῶν, ἐάν τις ἐκκεντήσῃ, πάλιν γίνονται, καθὰ καὶ τὰ τῶν χελιδόνων. | |
8 | Τοῦ λέοντος τὰ ὀστᾶ οὕτως εἰσὶ στερεά, ὥστε πολλάκις κοπτόμενα πῦρ ἐκλάμπειν. | |
9 | Πολύκλειτος χελώνας γίνεσθαί φησιν κἂν τῷ Γάγγῃ, ὧν τὸ χελώνιον μεδίμνας χωρεῖν πέντε. ὁ Ἀγαθαρ‐ χίδης δὲ τοῖς χελωνίοις χρῆσθαι †πλήοις† ὡς ὀροφώμασι τῶν καλυβῶν. | |
10 | Ὁ Σκάμανδρος ξανθὰς ποιεῖ τὰς τρίχας· ὅθεν καὶ Ξάνθος παρ’ Ὁμήρῳ προσηγορεύθη. | |
11 | Ἀντίγονος τὸ μὲν ἐν Ἱεραπόλει θερμὸν ὕδωρ πάντα ἀπολιθοῦν φησι, καὶ αὐτὸ δὲ πέσσεσθαι καὶ λίθον γίνεσθαι. | |
12 | Θεόπομπος ἐν Λυγκήσταις φησίν τι εἶναι ὕδωρ ὀξύ, ὃ τοὺς πίνοντας μεθύσκει. | |
13 | Ἡρακλείδης [φησὶ] τὴν ἐν Σαυρομάταις λίμνην οὐδὲν τῶν ὀρνέων ὑπεραίρειν φησί, τὸ δὲ προσελθὸν ὑπὸ τῆς ὀσμῆς τελευτᾶν. ὃ δὴ καὶ περὶ τὴν ἄορνιν κατὰ τὴν Ἰτα‐ | |
λίαν δοκεῖ γίνεσθαι. | 334 | |
14 | Κατὰ μέρος τι τοῦ κατὰ Προῦσαν Ὀλύμπου ἱστο‐ ροῦσι τὴν Δάφνην καταπεπόσθαι διωκομένην ὑπὸ Ἀπόλλωνος ἐρῶντος· καὶ ἕως τοῦ νῦν πέταλα δάφνης ἐν τοῖς λίθοις ἀναμε‐ μιγμένα εὑρίσκεσθαι. | |
15 | Ἔν τινι τῶν κατὰ τὸν Ὄλυμπον δένδρα ἐστὶν ἰτέᾳ λεπτοφύλλῳ ἐοικότα, ἃ παρθένους γεγενῆσθαι ἱστοροῦσι· εἰς 〈δὲ〉 δένδρα ταύτας ἀμειφθῆναι τὸν Βορρᾶν φευγούσας ἐρῶντα. Καὶ νῦν ἔτι, εἴ τις θίγοι τῶν φυλλῶν, χολοῦσθαι τὸν ἄνεμον | |
5 | λέγουσι καὶ σφοδρὸν αὐτίκα πνεῖν καὶ μόλις διὰ τρίτης παύ‐ εσθαι. | |
16 | Μέστος ποταμὸς ἐν Θρᾴκῃ τὰς μοιχευομένας ἐξε‐ λέγχει, τῶν ἀνδρῶν ποτιζόντων αὐτὰς ἀπὸ τοῦ ὕδατος τούτου καὶ λεγόντων· «εἰ μὲν οὐκ ἐμοιχεύθης, ἄρρεν τέκοις, εἰ δ’ οὖν, θῆλυ.» | |
17 | Καὶ παρὰ Γερμανοῖς ὁ Ῥῆνος ἐλέγχει· ἐμβληθὲν γὰρ τὸ παιδίον εἰ μὲν μοιχευθείσης ἐστί, θνῄσκει, εἰ δ’ οὐ, ζῇ. | |
18 | Πέρινθος ποταμὸς ἐν Θρᾴκῃ, ὅθεν καὶ Πέρινθος ἡ πόλις· ἐκ τούτου εἰ πίοι τις, τὰ σπλάγχνα ἐξογκοῦται. Ἡ δ’ αἰτία, ὅτι σταγόνες ἐκ τῆς κεφαλῆς Γοργόνος ἐν τούτῳ ἐρρύησαν βασταζομένης ὑπὸ Περσέως. | |
19 | Ἐν Κελαιναῖς τῆς Φρυγίας ποταμός ἐστι Μαρσύας· οὗτος ἔν πως αὐλοῦ ἀκούσῃ, βομβεῖ μέγα, ἢν δὲ κιθάρας, μετὰ | |
σιγῆς ῥεῖ, ἀποπνιγέντος ἐν αὐτῷ Μαρσύου τοῦ αὐλητοῦ. | 336 | |
20 | Ταυρομένιος ποταμός ἐστιν ἐν Σικελίᾳ παρὰ τὴν ὁμώνυμον πόλιν· οὗτος βροντῆς ἀκούων φοβεῖται καὶ κατα‐ δύεται εἰς τὴν γῆν, ἢν δὲ παύσηται ἡ βροντή, πάλιν ἄνεισιν ἐκ τῆς γῆς καθάπερ πηγή. | |
21 | Ποταμὸς ψυχρὸς ὄνομα 〈Ἄκισ〉 διὰ τῆς Σικελίας ῥεῖ· οὗτος τοῦ μὲν θέρους ἰλυῶδες ἔχει ὕδωρ, τοῦ δὲ χειμῶνος καλόν τε καὶ διαυγές. | |
22 | Ἐν Λυγκήσταις κρήνη ἐστίν, ἀφ’ ἧς ἐάν τις πίῃ, μεθύσκεται. | |
23 | Κατὰ τῆν Αἴγυπτον ἀνδριὰς ἵσταται Μέμνονος, ὃς ἀνατέλλοντος τοῦ ἡλίου ᾄδει οἱονεὶ προσαγορεύων αὐτόν. | |
24 | Οἱ Κελτοί, ὅταν ἢ ἀφορία ἢ λοιμὸς γένηται, τὰς γυναῖκας αὐτῶν κολάζουσιν ὡς αἰτίας τῶν κακῶν. | |
25 | Παρὰ τοῖς Ἴβηρσιν ἔθνος ἐστὶ ἐν ἑορτῇ τινι τὰς γυναῖκας τιμῶν δώροις, ὅσαι ἂν πλεῖστα καὶ κάλλιστα ἱμάτια ὑφήνασαι τότε ἐπιδείξωσιν. | |
26 | Παρὰ Κροβύζοις ἔθος ἐστὶ τὸ μὲν γεννώμενον βρέφος θρηνεῖν, τὸν δὲ θανόντα εὐδαιμονίζειν. | |
27 | Παρὰ Νασαμῶσι τοῖς ἐν Λιβύῃ νόμος ἐστὶ τὴν γαμουμένην τῇ πρώτῃ ἡμέρᾳ συγγίνεσθαι πᾶσι τοῖς παροῦσι καὶ παρ’ αὐτῶν δῶρα λαμβάνειν καὶ μετὰ τοῦτο τῷ γήμαντι μόνῳ μίγνυσθαι. | |
28 | Αἱ τῶν Σαυροματῶν γυναῖκες οὐ πρότερον γαμοῦν‐ | |
ται, ἂν μὴ ἄνδρα κτάνωσι πολέμιον. | 338 | |
29 | Πέρσαι τοῖς οἰκείοις κυσὶ βοράν, 〈οἵαν〉 τοῖς πλου‐ σίοις καὶ ἐνδόξοις, τιθέασιν. | |
30 | Φερεκύδης ὁ Σύριος ἀπό τινος ἐν Σύρῳ τῇ νήσῳ πηγῆς ὕδωρ πιὼν μαντικώτατος γέγονε καί τινας προεμήνυσε σεισμοὺς καὶ ἄλλα. | |
31 | Τειρεσίας 〈ὁ〉 Εὐήρους δύο δράκοντας μιγνυμένους θεασάμενος κτείνει αὐτοὺς καὶ παραυτίκα γυνὴ ’κγίνεται, με‐ τ’ οὐ πολὺ δὲ ἀνήρ, καὶ δικαστὴς ἡδονῆς γυναικὸς καὶ ἀνδρὸς τῆς ἐν τῆ μίξει παραλαμβάνεται πρὸς Διὸς καὶ Ἥρας· καὶ πλείονα | |
5 | λέγει τὴν τῆς γυναικός. | |
32 | Παρ’ Ὁμήρῳ Πρωτεὺς εἰς πάντα μετεμορφοῦτο, καθὰ Θέτις παρὰ Πινδάρῳ καὶ Νηρεὺς παρὰ Στησιχόρῳ καὶ Μήστρα 〈παρ’ Ἡσιόδῳ〉. | |
33 | Ἀρίστων ὁ περιπατητικὸς ἐν τῇ νήσῳ Κία πηγήν φησιν ὕδατος εἶναι, ἀφ’ ἧς τοὺς πιόντας ἀναισθήτους γίνεσθαι. | |
34 | Περὶ τὴν Ἰνδικὴν ἔστι λίμνη, ἥτις πάντα †δέχεται† πλὴν χρυσοῦ καὶ ἀργύρου. | |
35 | Ἑλλάνικος ἐν Ἰνδοῖς εἶναί φησι κρήνην Σίλαν κα‐ λουμένην, ἐφ’ ἧς καὶ τὰ ἐλαφρότατα καταποντίζεται. | |
36 | Ἐν Ἱεραπόλει τόπος ἐστὶ Χαρώνιος λεγόμενος, ἐν | |
ᾧ οὐδὲν ζῷον δῆτα βαίνει· πίπτει γὰρ παραυτίκα. | 340 | |
37 | Σέλεμνος ποταμὸς ῥέει διὰ τῆς Ἀρκαδίας, καὶ ἔστι τὸ ὕδωρ αὐτοῦ ἔρωτος φάρμακον. | |
38 | Θεόπομπος κρήνην ἐν Θρᾴκῃ λέγει εἶναι, ἐξ ἧς οἱ λουσάμενοι μεταλλάττουσι τὸν βίον. | |
39 | Ἀκύλιος ὁ Ῥωμαῖος ἱστορικός φησι τὴν Σικελίαν πρὸ τοῦ κατακλυσμοῦ μὴ νῆσον εἶναι ὡς σήμερον, ἀλλ’ ἤπειρον γενέσθαι συνημμένην τῇ ὕστερον Ἰταλίᾳ· ἐκ δὲ τῆς ἐπικλύσεως τῶν ῥευμάτων τῶν ῥιζῶν ἀποσπασθεῖσαν τοῦ Ἀπεννίνου, | |
5 | κατὰ τὸ Σκύλλαιον ῥαγείσης τῆς ἠπείρου, νῆσον ἀποκαταστῆ‐ ναι καὶ διὰ τοῦτο Ῥήγιον ἀποκληθῆναι τὸ πλευρὸν τῆς Ἰτα‐ λίας ἐκεῖνο. | |
40 | Πέρσαι τοὺς προσφέροντας τῷ πυρὶ βλάβος ἢ ποτα‐ μῷ ἐνουροῦντας ἢ ἐναπονιζομένους θανάτῳ ζημιοῦσιν. | |
41 | Γέτας φασὶ ταῖς τοῦ Διὸς βρονταῖς ἐπιτυμπανίζειν καὶ τοξεύοντας εἰς τὸν ἀέρα ἀπειλεῖν τῷ θεῷ. | |
42 | Ἐν Παδαίοις, Ἰνδικῷ ἔθνει, ὁ συνετώτατος τῶν παρόντων κατάρχεται τῶν ἱερῶν· αἰτεῖται δὲ παρὰ τῶν θεῶν οὐδὲν ἄλλο πλὴν δικαιοσύνης. | |
43 | Ἀλέξανδρος ὁ Φιλίππου τὴν τῶν Μακεδόνων ἀρχὴν 〈ἦρξεν〉 τεσσαρεσκαιδέκατος. ἐνίκησε δὲ Πέρσας ἐπὶ Γρανικῷ κδ’· διὸ καὶ τὴν ἡμέραν σφόδρα ἐτίμα καὶ θεοῖς ἔθυεν, ὅτι ἐν ταύτῃ τῇ τετάρτῃ δηλονότι τὰ μέγιστα κατεπράχθη. καὶ | |
5 | εἴ ποτέ τι δρᾶν ἐβούλετο, περιέμενε τὴν τετράδα. | |
44 | Παρὰ Γαλάταις ἐάν, 〈ὅσ〉τις τὰ μέγιστα ἀδική‐ | |
σας κατέφυγεν, ἐπι〈δῷ〉 ἵππον ἢ σάλπιγγα, ἀπελύετο. οὗτοι περὶ πολέμου βουλευόμενοι ταῖς γυναιξὶν ἀνα‐ κοινοῦνται, καὶ ὅ τι ἂν γνῶσιν αἱ γυναῖκες, τοῦτο κρατεῖ· | 342 | |
5 | ἐὰν δὲ ἡττηθῶσι πολεμοῦντες, τῶν γυναικῶν, αἳ συνεβουλεύ‐ σαντο πόλεμον ἄρασθαι, τὰς κεφαλὰς ἀποτεμόντες ἔξω ῥίπτουσι τῆς γῆς. | |
45 | Λιβύρνιοι κοινὰς τὰς γυναῖκας ἔχουσι καὶ τὰ τέκνα ἐν κοινῷ τρέφουσι μέχρι ἐτῶν πέντε· εἶτα τῷ ἔκτῳ συνενέγκαν‐ τες ἅπαντα τὰ παιδία τὰς ὁμοιότητας πρὸς τοὺς ἄνδρας εἰκά‐ ζουσι, καὶ ἑκάστῳ τὸν ὅμοιον ἀποδιδόασι, καὶ λοιπὸν ἐκεῖνος | |
5 | ὡς υἱὸν ἔχει. | |
46 | Δαρδανεῖς, Ἰλλυρικὸν ἔθνος, τρὶς ἐν τῷ βίῳ λούονται, ὅταν γεννῶνται καὶ ὅταν τελευτῶ‐ σιν. ὅταν δὲ ἐπικηρυκεύωνται τοῖς πολεμίοις, ἄρνα κομί‐ ζουσι καὶ κλάδον δένδρου· καὶ ἐὰν μὲν δέχωνται οἱ πολέμιοι | |
5 | τὰς σπονδάς, καταλείπουσιν ἃ ἐκόμισαν, εἰ δὲ μή, πάλιν αὐτὰ ἀποφέρουσιν. | |
47 | Σκυθῶν οἱ ἀνδροφάγοι λεγόμενοι ἐκ μὲν κρα‐ νίων πίνουσιν ἀνθρωπίνων, τὸ δὲ δέρμα τῆς κεφαλῆς τῶν πο‐ λεμίων ἐργαζόμενοι ποιοῦσι χειρόμακτρον, τὸ δὲ λοιπὸν σῶμα ἐκδείραντες σὺν τοῖς ὄνυξιν ἐπιβάλλουσιν ἐπὶ τοὺς ἵππους. | |
48 | Σαυρομάται διὰ τριῶν ἡμερῶν σιτοῦνται εἰς πλή‐ ρωσιν. ταῖς γυναιξὶ δὲ πάντα πείθονται, καὶ αὐτοὶ δὲ φοροῦσι γυναικεῖαν ἐσθῆτα. ἐὰν δέ τις τῶν πολεμίων καταφύγῃ πρὸς τῷ ἐπὶ τῆς ἑστίας πυρὶ καὶ τοῖς ἄνθραξι τὸ | |
5 | πρόσωπον μολύνῃ, οὐκέτι αὐτόν, ὡς οἰκέτην, ἀδικοῦσιν. παρθένον δὲ οὐ πρότερον συνοικίζουσιν εἰς ἄνδρα, πρὶν | |
ἂν πολέμιον κτάνῃ. | 344 | |
49 | Παρὰ Φρυξίν, ἐάν τις γεωργὸν βοῦν ἀποκτείνῃ ἢ σκεῦος τῶν περὶ τὴν γεωργίαν κλέψῃ, θανάτῳ ζημιοῦται. | |
50 | Λύκιοι τὰς γυναῖκας μᾶλλον ἢ τοὺς ἄνδρας τιμῶσι καὶ καλοῦνται μητρόθεν, οὐ πατρόθεν· τὰς δὲ κληρονομίας ταῖς θυγατράσιν ἀπολείπουσιν, οὐ τοῖς υἱοῖς. ὃς δ’ ἂν ἐλεύθερος ἁλῷ κλέπτων, δοῦλος γίνεται. τὰς δὲ μαρτυρίας | |
5 | ἐν ταῖς δίκαις οὐκ εὐθὺς παρέχονται, ἀλλὰ μετὰ μῆνα. | |
51 | Ἀσσύριοι τὰς παρθένους ἐν ἀγορᾷ πωλοῦσι τοῖς θέλουσι συνοικεῖν, πρῶτον μὲν τὰς εὐγενεστάτας καὶ καλλί‐ στας, εἶτα τὰς λοιπὰς ἐφεξῆς· ὅταν δὲ ἔλθωσι ἐπὶ τὰς φαυ‐ λοτάτας, κηρύττουσι πόσον τις θέλει προσλαβὼν ταύταις | |
5 | συνοικεῖν, καὶ τὸ συναχθὲν ἐκ τῆς τῶν εὐπρεπῶν τιμῆς ταύταις προστίθενται [ταῖς παρθένοις]. | |
52 | Πέρσαι, ὃ μὴ ποιεῖν ἔξεστιν, οὐδὲ λέγουσιν. παρὰ Πέρσαις, ὃς ἂν ἡδονὴν καινὴν ἐπινοήσῃ, σῶρα λαμβάνει. [Παρὰ Πέρσαις] ὃς ἂν καταγνωσθῇ παρὰ βασιλέως, πενθεῖ διὰ βίον καὶ ποτηρίῳ πίνει πετρίνῳ. | |
5 | ὅταν δὲ ὁ βασιλεὺς ἀποθάνῃ, ἀφίενται τῶν ἐγκλημάτων πάντες καὶ ἁρπάζουσιν ἂ θέλουσι καὶ παρανομοῦσιν ἐπὶ τρεῖς ἡμέρας, ἕως ἂν ἐπὶ τὰς βασιλείους θύρας ἐλθόντες αἰτή‐ σωνται βασιλέα, ὅστις αὐτοὺς ἀπαλλάξει τῆς ἀνομίας. [Παρὰ Πέρσαις] ἐάν τινα προστάξῃ βασιλεὺς μαστιγῶσαι, | |
10 | εὐχαριστεῖ ὡς ἀγαθοῦ τυχών. | |
53 | Παρὰ τοῖς Ἰνδοῖς ὁ τεχνίτου πηρώσας χεῖρα ἢ ὀφθαλμὸν θανάτῳ ζημιοῦται. | |
54 | Παρ’ Αἰγυπτίοις μαρτυρεῖν ἀγραμμάτῳ οὐκ ἔξεστιν. | 346 |
55 | Ἀτάραντες Λίβυες τῶν θυγατέρων ἀρίστας κρί‐ νουσι τὰς πλεῖστον χρόνον μεμενηκυίας παρθένους. | |
56 | Παρὰ Καρχηδονίοις οὐκ ἔξεστι τοῖς ἀστρατεύτοις φορεῖν ἐνώτιον χρυσοῦν· ὅσας δ’ ἂν στρατεύσωνται στρατείας, τοσαῦτα ἀεὶ φοροῦσιν ἐνώτια. | |
57 | Λακεδαιμόνιοι τοὺς γέροντας αἰσχύνονται οὐδὲν ἧττον ἢ πατέρας. γυμνάσια δ’ ὥσπερ ἀνδρῶν ἐστιν, οὕτω καὶ παρθένων. ξένοις δ’ ἐμβιοῦν οὐκ ἔξεστιν ἐν Σπάρτῃ οὔτε Σπαρτιάταις ξενιτεύειν. οὗτοι ταῖς γυναιξὶν παρα‐ | |
5 | κελεύονται ἐκ τῶν εὐειδεστάτων κύειν καὶ ἀστῶν καὶ ξένων. | |
58 | Κρῆτες πρῶτοι Ἑλλήνων νόμους ἔσχον Μίνωος θεμένου· προσεποιεῖτο δὲ Μίνως παρὰ τοῦ Διὸς αὐτοὺς μεμα‐ θηκέναι ἐννέα ἔτη εἴς τι ὄρος φοιτήσας, ὃ Διὸς ἄντρον ἐλέγετο. Οἱ Κρητῶν παῖδες ἀγελάζονται κοινῇ μετ’ ἀλλήλων | |
5 | σκληραγωγούμενοι καὶ τὰ πολέμια διδασκόμενοι καὶ θήρας δρόμους τε ἀνάντεις ἀνυπόδετοι ἀνύοντες καὶ τὴν ἐνόπλιον πυρρίχην ἐκπονοῦντες, ἥντινα πρῶτος εὗρε Πύρριχος. | |
59 | Λίγυες τοὺς γονεῖς, ὅταν μηκέτι ὦσι διὰ γῆρας χρήσιμοι, κατακρημνίζουσιν. | |
60 | 〈Ταῦροι, Σκυθικὸν ἔθνος, τοῖς βασιλεῦσι τοὺς εὐνουστάτους τῶν φίλων συγκαταθάπτουσιν〉. ὁ δὲ βασιλεὺς ἀποθανόντος φίλου μικρόν τι τοῦ ὠτίου ἀποτέμνει, ἀναγκαιο‐ τέρου δὲ τελευτήσαντος πλεῖον ἀφαιρεῖ· ὅταν δὲ ὁ πάντων | |
5 | εὐνούστατος ἀποθάνῃ, 〈τὸ ὅλον〉. | 348 |
61 | Σκυθῶν τινες τὸν τελευτήσαντα κρεονομήσαντες καὶ ἁλίσαντες ξηραίνουσιν ἐν ἡλίῳ· μετὰ ταῦτα δὲ ἐνείραντες ἁρπεδόνι τὰ κρέα ἐξάπτουσι τῷ ἑαυτῶν τραχήλῳ, καὶ μαχαί‐ ριον λαβόντες, ᾧ ἂν ἐντύχωσι τῶν φίλων, τεμόντες κρέα διδόασι. | |
5 | καὶ τοῦτο ποιοῦσι μέχρις ἂν πάντα δαπανήσωσιν. | |
62 | Ἀθηναῖοι τοὺς τελευτήσαντες ἐπὶ τὸν τάφον ἄγοντες καὶ πᾶν ὄσπριον ἐπέφερον, σύμβολον τῆς παρ’ αὐτῶν εὑρέσεως | |
τῶν καρπῶν τῶν ἁπάντων. | 350 |