TLG 0579 011 :: ORPHICA :: Lithica

ORPHICA Phil. Theol.
(Varia)

Lithica

Source: Halleux, R., Schamp, J. (eds.), Les lapidaires grecs. Paris: Les Belles Lettres, 1985: 82–123.

Citation: (Line)

tΛΙΘΙΚΑ
1Δῶρον ἀλεξικάκοιο Διὸς θνητοῖσιν ὀπάσσαι κεκλόμενος Μαίης ἐριούνιος ἦλθε κομίζων υἱός, ὅπως ἂν ἔχοιμεν ὀϊζύος ἀτρεκὲς ἄλκαρ. Γηθόσυνοι δέχνυσθε βροτοί—πινυτοῖσιν ἐνίσπω,
5οἷς ἀγαθὴ κραδίη καὶ πείθεται ἀθανάτοισι—· νηπυτίοισι δ’ ὄνειαρ ἀκήρατον οὐ θέμις εὑρεῖν. Τῷ δ’ αὐτῷ καὶ πρόσθεν ἀγαλλομένους ἐπὶ δώρῳ υἷά τε Λητοΐδης ἀκεσίμβροτον ἀθανάτοισιν ἷξεν ἄγων ἐς Ὄλυμπον ἀγάννιφον ἠδὲ σαόφρων
10Παλλὰς Ἀθηναίη λαοσσόον Ἡρακλῆα· ἆλτο δὲ καὶ Κρονίδης ταναὴν ὑπὲρ αἰθέρα Χείρων σευάμενος πρὸς Ὄλυμπον, ἐπεὶ μάθεν ἄμβροτα δῶρα. Ἀλλ’ ἤτοι κείνους μὲν ἀμώμητοι Διὸς οἶκοι χαίροντες δέξαντο, θεηγενέων ὄχ’ ἀρίστους·
15ἡμῖν δ’ ἐν γαίῃ κέλεται Χρυσόρραπις ὄλβῳ ζώειν τερπομένοισιν, ἀπειρήτοις κακότητος. Ὃν δέ κεν ἀνθρώπων πεπνυμένον ἦτορ ἀνώγῃ ἐς πολυήρατον ἄντρον ἐσελθέμεν Ἑρμείαο, ἔνθ’ ὅ γε παντοίων ἀγαθῶν κατέθηκεν ὅμιλον,82
20αἶψά κεν ἀμφοτέρῃσιν ὀνείατα πολλὰ κομίζων οἴκαδ’ ἀποστείχοι προφυγὼν πολύδακρυν ὀϊζύν· οὐδέ ἑ νοῦσος ἄκικυς ἐνὶ μεγάροισι δαμάσσει, οὐδ’ ὅ γε δυσμενέων ποθ’ ὑποτρέσσας μένος αἰνὸν ἂψ ἀναχωρήσει προλιπὼν ἐριγηθέα νίκην·
25οὐδέ οἱ ἀθλητῆρι κονισσαμένῳ ἐν ἀγῶνι ἀντιβίην τινὰ θυμὸς ἐφορμήσει μενεαίνειν, οὐδ’ εἰ χάλκεα γυῖα καὶ ἄγναμπτον σθένος ἀνὴρ ἄντικρυ στεφάνοιο πόθῳ κομίσας ἐριδαίνοι. Ναί μιν καὶ θήρεσσιν ὀρεσκῴοισι λέοντα
30δεινὸν καὶ λαοῖσιν ἐοικότα δαίμονι τεύξω, καί οἱ καὶ βασιλεῦσι διοτρεφέεσσιν ὀπάσσω ῥεῖα καὶ ἀλλοδαποῖσι μετ’ ἀνθρώποισι τίεσθαι. Τὸν δὲ καὶ ἠΐθεοι τερενόχροες ἱμερτῇσιν αἰὲν ἐφορμήσουσι περιπτύσσειν παλάμῃσι,
35καὶ μαλακὴ χρύσειον ἐπὶ λέχος αἰὲν ἐρύσσει ἄλληκτον κούρη ἐπιϊεμένη φιλότητος· εὐχομένου τε πρὸς οὔατ’ ἀφίξεται αἰὲν ἐόντων
εὐχή, καὶ πόντοιο κυκωμένου οὐκ ἀλεγίζων βήσετ’ ἐπὶ τραφερὴν χθόν’ ἀκυμάντοισι πόδεσσι.83
40Τὸν καὶ ληϊστῆρες ἀνάρσιοι οἶον ἐόντα φεύξονται, καὶ δμῶες ὀϊόμενοι πατέρ’ εἶναι τίσουσιν καὶ οἶκον ἑοῦ στέρξουσιν ἄνακτος. Ἴδμεναι αἴ κ’ ἐθέλῃσι, δαήσεται, ὅσσα τε φῶτες κρυπτάδια σφετέρῃσιν ἐνὶ φρεσὶ μηχανόωνται,
45ὅσσα τε κεκλήγασι μετὰ σφίσιν ἠεροφοῖται ἀνθρώποις ἄφραστον ἰακχάζοντες ἀοιδήν, οἰωνοί, μεγάλοιο Διὸς κραιπνοὶ ὑποφῆται. Ῥοῖζόν τε στῆσαι χαμαὶ ἐρχομένοιο δράκοντος εἴσεται ἠδ’ ὄφεων ἰὸν σβέσαι ἑρπυστήρων.

(50)

Δώσω οἱ καὶ φῶτα χόλῳ πίπτοντα σελήνης ῥύσασθαι καὶ νοῦσον ἀταρτηρὴν ἐλέφαντος, καὶ ψυχὴν ἐλάσαι τεθνηότος, αἴ κεν ἐρεμνοῦ ἐξ Ἄϊδος προμολοῦσα ποτιχρίμπτοιτο ἑκάστῳ. Ἄλλαι ἀπειρέσιοι πολυμήτιος Ἑρμείαο
55δωτῖναι κομίσαντος ἐνὶ σπήλυγγι κέονται, ἄμβροτοι, ἀτρεκέες, ῥίμφα πρήσσουσαι ἕκαστα· τάων ἡμίθεός τε καὶ ὄλβιος ὅς κ’ ἐφίκηται.
Τὰς ἐμὲ κηρύσσειν λαοσσόος Ἀργεϊφόντης ἀνθρώποισιν ὄρινε, μελιγλώσσοιο κελεύσας84
60φθόγγον ἀπὸ στήθεσφιν ἀοιδῆς γηρύσασθαι. Ἀλλ’ οὐ πάγχυ βροτοῖσι σαοφροσύνης ἀλεγίζειν ἵμερος, αἶψα δέ, πρέσβα δαημοσύνη, 〈σ’〉 ἀτίουσιν. Μητέρα δ’ ἡρώων ἀρετὴν ἀπάτερθε κλύοντες προτροπάδην φεύγουσιν, ἀοσσητῆρα δὲ μόχθον,
65μόχθον ἀοσσητῆρα βίου μάλα πεφρίκασιν. Οὐδέ σφι κρείων ἐνὶ δώμασιν ὄλβος ὁμιλεῖ, οὐδέ τις οἶδε θεοῖς ὀαριζέμεν ἀθανάτοισιν· ἐκ δ’ οἵ γε πτολίων τε καὶ ἀγρῶν ἤλασαν ἐσθλήν —ἆ δειλοί—σοφίην, Ἐριούνιον ὑβρίζοντες.
70Ὤλετο δὲ προτέροις πεπονημένον ἡμιθέοισιν ἔργον· 〈ὃ〉 δ’ ἀργαλέος καὶ ἀπεχθὴς αὐτίκα πᾶσιν, ᾧ κεν ἐπωνυμίην λαοὶ τεύξωσι μάγοιο. Καί ῥ’ ὁ μὲν 〈ἐν〉 κονίαισιν ὑπ’ ἄορι κρατὸς ἀμερθεὶς λευγαλέῳ θανάτῳ δῖος φὼς ἐκτετάνυσται·
75οἳ δ’ ἵκελοι θήρεσσιν, ἀΐδριες ἠδ’ ἀδίδακτοι,
χήτεϊ δαιμονίοιο νοήματος, οὔθ’ ὑπ’ ἀρωγὴν θεσπεσίην φυγέτην ὀλεσιμβρότου ἐκ κακότητος, οὔτε τι θέσκελον ἔργον, ὅ κεν μάλα θαυμάζοιτο, ἴσας’· ἀλλά σφιν νεφέλη πραπίδεσσι κελαινὴ85
80ἀμφιπεριπλεχθεῖσα βαδιζέμεν ἀνθεμόεντα εἰς ἀρετῆς λειμῶνα πολυστεφάνοιο μεγαίρει. Ἀλλ’ ἐμέθεν στεῦμαι κειμήλια πειθομένοισιν ἀφνειοῦ χρυσοῖο πολὺ προφερέστερα δείξειν· φῶτα δὲ δίζημαι ταλακάρδιον, ὅς κεν ἑκάστου
85ἐμμεμαὼς πειρῷτο μενοινήσαι τε κάμοι τε, ὅς κε διδάσκηται καὶ ὃς εἰδότας ἐξερεείνῃ. Οὐ γὰρ ἄτερ καμάτοιο τέλος μύθοισι καὶ ἔργοις εὐρύοπα Κρονίδης ἐθέλει δόμεν· ἀλλὰ καὶ αὐτὸν ἐς δύσιν ἀσθμαίνοντες ἀν’ αἰθέρα λαμπετόωσαν
90ἠέλιον φαέθοντα ἐφ’ ἅρματι πῶλοι ἄγουσι.86
91t[Ἡ ὙΠΟΘΕΣΙΣ]
91Μᾶλλον ἐγὼ πινυτοῖο παραίφασιν ἀνέρος εὑρὼν τέρψομαι ἤπερ χρυσὸν ἁπάντων κοίρανον ἀνδρῶν. Ἠελίῳ γὰρ ἄγων ἱερήϊον ἀντεβόλησα ἀγρόθεν ἄστυδ’ ἰόντι περίφρονι Θειοδάμαντι
95καί μιν ἑλὼν χερὶ χεῖρα προσηύδων ὧδ’ ἐπέεσσιν· «Ἐς πόλιν, εἰ μὴ πάμπαν ἐπισπέρχουσιν ἀνάγκαι ῥηϊδίως, ὦ ἑταῖρε, καὶ αὔριον ἔσσεθ’ ἱκέσθαι· νῦν δέ σέ μοι στείχοντι μετ’ εἰλαπίνην θεὸς αὐτὸς ὦρσεν ὑπαντιάσαι· τῷ μοι πρόφρων ὑπόνευσον

(100)

ἑσπέσθαι· θυσίαι 〈δ’〉 ἱεροπρεπέες τελέθουσιν, ἃς ἀγαθοὶ ῥέζουσι βροτοί· γάνυται δὲ φίλον κῆρ ἀθανάτων, εὖτ’ ἄν σφι χοροὺς ἀνάγωσιν ἄριστοι. Ἄξω δ’ οὐ μακρὴν ἐς ἀταρπιτόν· εἰσοράᾳς γὰρ ἡμετέρων με κιόντα πρὸς ἀγρῶν ἀκρώρειαν.
105Ἔνθα νεογνὸς ἐὼν ἔτλην ποτε μοῦνος ἀνελθεῖν, λαιψηρὼ πέρδικε μετασπόμενος προφυγόντε·
οἳ δ’ ἤτοι εἵως μὲν ἀκούων οὔνομ’ ἕκαστος ἱστάμενος μίμνασκεν, ὀρεξάμενον δὲ δοκεύσας, πρὶν μάρψαι χείρεσσιν ἀλυσκάζων προφύγεσκεν.87
110Αὐτὰρ ἐγὼ σπουδῇ κεν ἐπὶ στόμα κάππεσον ἐλθών· ἂψ δ’ αὖτις γαίηθεν ἀναΐξας ἐδίωκον. Ἀλλ’ ὅτε δὴ κορυφήνδε μετασπόμενος κίον ἄκρην, οἳ μὲν ἄρ’ ἐξαπίνης ἰαχὴν ὀξεῖαν ὄρον τε αἰγανέης ἔσσυντο θοώτερον ἠὲ βελέμνου
115ὑψίκομον ποτὶ φηγόν, ἐπεσσύμενον προϊδόντε αἰνὸν ὄφιν, πετάσαντα γένυν πλείην θανάτοιο. Τὸν δ’ ἐγὼ ἐγχριμφθεὶς ὑπεναντίον ἀΐξαντα οὐκ ἴδον· ὀφθαλμοὶ δέ μοι ὀρνίθων λελίηντο· πρίν περ ἀναστήσαντος ἀπὸ χθονὸς αὐχένα δεινὸν
120ἐφρασάμην ἤδη τε δέμας μεμαῶτα λαφύξαι. Ἔνθ’ εἴ τις σπεύδοντα παλίσσυτον εἰσενόησεν, οὔτε με περδίκεσσιν ἀελλοπόδεσσιν ἕπεσθαι οὔτε με νηπιάχοισιν ὀΐσατο ποσσὶ φέρεσθαι. Κέκλετο γάρ μοι δεῖμα τανύπτερον αἰετὸν εἶναι
125καὶ πνοιὴν ἀνέμου· παρὰ γὰρ ποσσὶν κακὸν ἦεν. Πολλάκι δ’ εἵματος ἄκρου ἐπιψαύεσκεν ἀκωκαῖς· καί κεν ὑπὲρ μοῖράν με πελώριος ἀμφέχανεν θήρ, εἰ μή μοι νόος ὦρτο θοῶς ἐπὶ βωμὸν ὀροῦσαι,
τόν ῥα παλαιότεροι Φαεσιμβρότῳ ἱδρύσαντο.88
130Τῷ δ’ ἄρ’ ἔπι τρύφος αὖον ἐλαϊνέης ἐλέλειπτο σχίζης, ἥν τε μαρανθὲν ἀδηφάγον ἐξέλιπεν πῦρ· τὴν ἐγὼ ἁρπάξας ὀλοοῦ κατένωπα δράκοντος ἐστρέφθην. Μαίμησε δ’ ὀρεσκῴου μένος αἰνὸν μάρνασθαι, μεμαῶτα ἰδών, εἱλεῖτο δὲ πυκνῶς
135γνάμπτων εὐκύκλως ταναὴν ῥάχιν· αὐτὰρ ἐπ’ ἄλλῳ ἄλλος, ἔπειτα δέ τ’ ἄλλος ἑλισσομένου τροχὸς ἦεν· ἠδ’ ἔτι καὶ βωμοῦ ὕπερ αὐχένας ἠέρταζε, συρίζων βοόωντος ἐμῆς πολὺ μεῖζον ἀϋτῆς. Καὶ τύπτων ἄρρηκτον ὀρεσκῴοιο κάρηνον
140ἀμφ’ αὐτῷ θραύεσκον ὑπέκπυρον ὄζον ἄκικυν· οὐδ’ ἄρα μόρσιμος ἦα δαφοινῷ θηρὶ δαμῆναι. Τοὔνεκεν αἰπολίοισιν ἀπόπροθι βοσκομένοισιν ἑσπομένω δύο πατρὸς ἐμοῦ κύνε κεκλήγοντα γνόντες ἐπεδραμέτην· μάλα γάρ σφισι μείλιχος ἔσκον.
145Οἳ μὲν ἄρ’ ὑλάσσοντες ἐπέδραμον· αὐτὰρ ὅ γ’ αἶψα ἀντίον ἔσσυτο τοῖιν, ἐγὼ δ’ ἐς γαῖαν ὀρούσας προτροπάδην, ὥς τίς τε Διὸς γαμψώνυχα φεύγων αἰετὸν ἐν πυκινοῖσι λάθῃ θάμνοισι λαγωός, τῷ ἴκελος μήλοισι μιγεὶς ὀλοοῦ ἀπὸ θηρὸς

(150)

ἐκρύφθην μέσσοισιν ἐνὶ πτήξας ἐρίφοισιν. Ὄφρα μὲν οὖν ἀκάκητα πατὴρ ἐμέθεν ζώεσκεν, αἰεὶ μόσχον ἄγεσκεν ἐμὸν πρὸς ἀμύντορα βωμόν, τίνων Ἠελίῳ ζωάγρια παιδὸς ἑοῖο. Αὐτὰρ ἐπεὶ Μοῖραί μιν ἀπήγαγον ἠελίοιο,89
155αὐτὸς ἐγὼν ἀγέληθεν ἐλάσσας πίονα μόσχον εἰαρινόν, θαλέθοντα νεήνιδος οὔθατι μητρός, ἔρχομ’ ἐς ἀκρώρειαν, ἄγων χορὸν ἡδὺν ἑταίρων· σὺν δέ σφιν καὶ τώδε δρακοντοφόνω κύνε βήτην αὐτομάτω· γλυκερὴ δὲ πέλει περὶ βωμὸν ἄνακτος
160τερπωλὴ χλοερόν τε πέδον μαλακαί τ’ ἔπι ποῖαι καὶ λασίαις πτελέῃσιν ὕπο σκιή· ἄγχι δ’ ἄρ’ αὐτῶν ὕδωρ ἀέναον λισσῆς ὑπὸ πυθμένι πέτρης λευκὸν ἀναβλύζον κελαρύζεται εἴκελον ᾠδῇ. Ἴομεν· οὔτοι δαῖτα θεῶν θέμις ἀρνήσασθαι.»
165 Ὣς ἐφάμην· ὃ δέ μ’ ὧδε προσηύδα δαιμόνιος φώς· Ἀλλά σε μὲν κρείων Φαεσίμβροτος ἐξ ἀλεγεινῆς αἰὲν ἄγοι κακότητος ἀδακρύτοιό τε πέμποι ὄλβου πρὸς μέγα δῶμα φιλοφροσύνης ἕνεκα σφῆς. Οὐδὲ μὲν οὐδέ ς’ ἐγώ περ ἀμοιβῆς αὐτὸς ἀμέρσω·
170ἀλλ’ ἐπεὶ οὖν ἄξων ἱερήιον εἰσαναβαίνεις,
ὄφρα τοι εὐχομένοιο κλύοι θεός, ἐγγυαλίξω.90
172t[κρύσταλλος]
172 Κρύσταλλον φαέθοντα διαυγέα λάζεο χερσὶ λᾶαν, ἀπόρροιαν πυριφεγγέος ἀμβρότου αἴγλης· αἴθεϊ δ’ ἀθανάτων μέγα τέρπεται ἄφθιτον ἦτορ.
175Τόν κ’ εἴ περ μετὰ χεῖρας ἔχων περὶ νηὸν ἵκηαι, οὔτις τοι μακάρων ἀρνήσεται εὐχωλῇσι. Κέκλυθι δ’ ὄφρα μάθοις μένος ἀργεννοῖο λίθοιο· Εἰ γὰρ ἄτερ κρατεροῖο θέλεις πυρὸς ἐκ φλόγας ὄρσαι κέκλομαι αὐαλέων μιν ὑπὲρ δαΐδων καταθεῖναι·
180αὐτὰρ ὅ γ’ ἠελίου κατεναντίον αὐγάζοντος αὐτίχ’ ὑπὲρ δαΐδων ὀλίγην ἀκτῖνα τανύσσει· ἣ δ’ ὅτε καρφαλέης τε θίγῃ καὶ πίονος ὕλης, καπνόν, ἔπειτα δὲ πῦρ ὀλίγον, μετὰ δὲ φλόγα πολλὴν ὄρσει· τὴν δ’ ἄρα φασὶ παλαιγενέες ἱερὸν πῦρ.
185Τάων οὐχ ἑτέρας μᾶλλον φλογὸς ἔλπομ’ ἔγωγε ἀθανάτοις οὕτω κεχαρισμένα μηρία καίειν. Πρὸς δ’ ἔτι τοι καὶ τοῦτο, φίλος, μέγα θαῦμα πιφαύσκω·
αὐτόν, ὅτις πέλεται φλογὸς αἴτιος, αἴ κε μάλ’ ὦκα ἐκ πυρὸς ἁρπάξῃς, ψυχρὸς πέλει ἀμφαφάασθαι·91
190ἀμφὶ δὲ καὶ νεφροῖσι δεθεὶς κάμνοντα σαώσει.
191t[γαλακτίτης]
191 Δεύτερον εὐχομένῳ τοι ἀρηγόνα λᾶαν ὀπάσσω, θεσπεσίοιο γάλακτος ἐνίπλεον, ἠΰτε μαζὸν πρωτοτόκου νύμφης ἢ μηκάδος οὐθατοέσσης· τόν ῥα παλαιγενέες μὲν ἀνακτίτην ἀδάμαντα
195κλεῖον, ὅτι γνάμπτει μακάρων νόον, ὄφρα θυηλὰς ἁζόμενοι ἐθέλωσιν ἐπιχθονίους ἐλεαίρειν· οἳ δ’ ἄρα μιν λήθαιον ἐφήμισαν, οὕνεκεν αἰεὶ μεμνῆσθαι κακότητος ὀϊζυρῆς ἀπερύκει θνητοὺς ἀθανάτους τε· νόον δ’ ἐριούνιον εἶναι

(200)

θέλγει ἐποτρύνων ἀγανὰ φρεσὶ βουλεύεσθαι. Ἄλλοι δ’ ἐσκέψαντο γαλακτίδα φέρτερον εἶναι κικλήσκειν πέτρην, ὅτι τοι τρίψαντι γάλακτος ἐκπρορέει λευκοῖο πανείκελος ἔνδοθεν ἰχώρ. Πεῖρα δέ τοι καὶ τοῦδε παρέσσεται, αἴ κ’ ἐθέλῃσθα.
205Οὔθατα γὰρ μήλων ὅτε κεν μινύθοντα ἴδηαι, πῶς ἔρξεις, φίλε τέκνον, ἐπὴν ἐρίφοισι τεοῖσιν, οὕς ποτε θῆρα πέλωρον ὑπεκπροφυγὼν ἱκέτευσας,
τοῖσι παρασταίης τετληόσιν, οἳ δ’ ἐνὶ σηκῷ ἀμφί σε λεπταλέοι γοερὸν περιμηκήσωνται;92
210Τῶν μὲν ἀκηχεμένας ἐπιτέλλεο μητέρας αἶψα λούειν πηγάων κυαναυγέσιν ἐν δίνῃσι· στήσας δ’ ἠελίου κατεναντίον ἀντέλλοντος, ἁγνίζειν μὲν πρῶτον ἐποιχόμενος περὶ πάσας, ἅλμην δ’ ἐν κρητῆρι καὶ ἄλφιτα λεπτὰ λίθοιο
215χευάμενος, διὰ πῶϋ καὶ αἰγῶν ἔρχευ ὅμιλον, ῥαίνων καρποφόρῳ λάσιον κατὰ νῶτον ἑκάστης θαλλῷ· ταὶ δ’ ἄρα πᾶσαι ἰαινόμεναι περὶ σηκοὺς ἐξαπίνης μετὰ τέκνα φερεγλαγέες στιχόωνται· οἳ δ’ ἄρ’ ὑπαὶ μαζοῖσι κορεσσάμενοι γαλαθηνοὶ
220σκιρτηθμῶν ἐξαῦτις ἀναμνήσοντ’ ἀγέρωχοι. Σὴν δὲ μελικρήτοιο μετὰ γλυκεροῖο μιγέντα ὄρνυε πινέμεναι νύμφην, ἵνα νήπιον υἷα μαστοῖσιν μεθύοντα παρ’ ἀενάοισι κομίζῃ. Ἀμφὶ δ’ ἄρ’ αὐχένι παιδὸς ἀερτάζουσα τιθήνη
225λᾶαν, ἐρητύσει κακομήτιος ὄσσε Μεγαίρης. Καὶ δέ σε 〈καὶ〉 βασιλῆες ἀμύμονες αἰδέσσονται
ἐν χερὶ λᾶαν ἔχοντα, καὶ ἄπλετα φῦλ’ ἀνθρώπων· ἀθάνατοι δὲ μάλιστα θεοὶ καταθύμια σεῖο πάντα τελευτήσουσιν ἐπ’ ἀράων αἴοντες.93
230 Χρὴ δὲ καὶ εὐπέταλον τετραυγέα λᾶαν ἔχοντας ἀρᾶσθαι παρὰ βωμὸν ἐναιρομένης ἑκατόμβης.
232t[ἀχάτης]
232Εἰ καὶ δενδροφύτοιο φέροις τρύφος ἐν χερὶ πέτρης, μᾶλλόν κεν θάλποιτο θεῶν νόος αἰὲν ἐόντων. δένδρεα γὰρ μάλα πολλὰ κατόψεαι, ὡς ἐνὶ κήπῳ
235ἀνθεμόεντι, κλάδοισιν ἐπασσυτέροις κομόωντα. Τοὔνεκά οἱ καὶ φῶτες ἀχάτῃ δενδρήεντι θῆκαν ἐπωνυμίην, ὅτι οἱ τὸ μὲν ἔπλετ’ ἀχάτου, ἄλλο δ’ ἔχει λασίης ὕλης δέμας εἰσοράασθαι. Τὸν δὲ τεοῖσι βόεσσιν ἀνασχίζουσιν ἄρουραν
240ἀμφὶ κέρα δοιὼ βαλέειν ἢ καρτερὸν ἀμφὶς ὦμον ἀροτρεύοντος ἀτειρέος ἀγροιώτου· καί κεν ἀπ’ οὐρανόθεν σταχυοπλόκαμος Δημήτηρ
μεστὸν ἴοι φερέκαρπον ἐς αὔλακα κόλπον ἔχουσα.94
244t[περὶ κέρατος ἐλάφου]
244Σκέπτεο καὶ θηητὸν ἔχων ἐλάφοιο πέλαζε
245ἀθανάτοισι κέρας· ποτὶ γὰρ νόος οὐρανιώνων μειδιάει φύσεως πολυδαιδάλου ἔργον ἰδόντων· ἤτοι μὲν κέρας ἐστί, ταναύποδος οἷα φύονται ἐκ κεφαλῆς ἐλάφοιο· φύει γε μὲν οὔ ποτε κόρση πέτρην, ἀλλ’ ἔμπης πέλεται κρατερὴ τό γε πέτρη.

(250)

Οὐδέ κεν ἂν γνοίης, κέρας ἀτρεκὲς ἢ λίθος ἐστί, πρίν κέ μιν ἀμφαφόων εὕρῃς νημερτέα λᾶαν. Αἰεί τοι θήσει λασίην ἐπὶ κράατι λάχνην, εἰ καὶ ψεδνοκάρηνος ἔοις· εἰ γάρ μιν ἐλαίῳ τριβόμενος χρίοις κροτάφους πάντ’ ἤματα σεῖο
255αἶψ’ ἁδιναὶ περὶ βρέγμα τεὸν τρίχες ἀνθήσουσι. Πρωτόγαμον δ’ αἰζηὸς ἄγων ἐς δέμνια κούρην τερπωλῆς ἐρατῆς ἐπιμάρτυρα τόνδε φέροιτο λᾶαν· ὃ δ’ ἀρρήκτοισιν ὁμοφροσύνῃσιν ἅμ’ ἄμφω
ὕστατον ἐς γῆρας καὶ ἐς ἤματα πάντα καθέξει.95
260 Ποιμένι δ’ ἀγραύλων ταύρων, Διὸς αἰγιόχοιο υἱέϊ κισσοχίτωνι, λίθον καταθύμιον εἶναι βάρβαρον ἀγγέλλω, Συριηγενέος κελαδεινοῦ ὕδασιν Εὐφρήταο διαινόμενον ζαμίλαμπιν· ὅς τοι φυταλιῆς ἕνεκεν ῥέξαντι θυηλὰς
265κλήμασιν αὐτίκα σεῖο φερεσταφύλοισιν ἀλωὴν ἀμφιέσας, πολλόν τοι ἀφύσσασθαι μέθυ δώσει.
267t[ἴασπις]
267 Καὶ γλαφυρὴν κομίσας ἐαρόχροον αἴ κεν ἴασπιν ἱερά τις ῥέζῃ, μακάρων ἰαίνεται ἦτορ, καί οἱ καρφαλέας νεφέλαις κορέσουσιν ἀρούρας·
270ἥδε γὰρ αὐχμηρῇσιν ἄγει πολὺν ὄμβρον ἀρούραις. Λύχνι, 〈σὺ〉 δ’ ἐκ πεδίου ῥόθιόν τ’ ἀπόεργε χάλαζαν ἡμετέρου καὶ κῆρας, ὅσαι στιχόωνται ἐπ’ ἀγρούς· καί σε γὰρ ἀθανάτων φιλέει νόος, ἐκ δ’ ἄρα βωμῶν ἠΰτε περ κρύσταλλος ἄνευ πυρὸς ἐκ φλόγα πέμπεις·
275ἐν δέ σοι ἀντίπαλον κεῖται μένος· ὁππότε δὴ πῦρ
νηδὺν ἀμφιέσῃσιν ἐνιπλείοιο λέβητος, ψυχρὸν ἐπειγομένοιο πυρὸς μένει ἔνδοθεν ὕδωρ· εἰ δέ τις ἐν ψυχρῇσι λίπῃ κονίῃσι λέβητα, παφλάζει κρατεροῖο κυκώμενον ἔνδοθι χαλκοῦ.96
280t[τόπαζος]
280 Ἐσθλοὶ δ’ αὖτ’ ἐπὶ τοῖσι καὶ ὑαλοειδέες εἶναι κλείονται θνητοῖσι θυηπολέουσι τόπαζοι.
282t[ὀπάλλιος]
282 Φημὶ δέ τοι τέρπειν καὶ ὀπάλλιον οὐρανίωνας ἀγλαόν, ἱμερτοῦ τέρενα χρόα παιδὸς ἔχοντα· καί ἑ καὶ ὀφθαλμοῖσιν ἀοσσητῆρα τετύχθαι.
285 Καὶ πίτυος δακρύοισι λίθου μένος ὀψιανοῖο καὶ σμύρνην μίσγειν εὐώδεα καὶ φολίδεσσιν ἀργυφέαις λεπιδωτὸν ἀποστίλβοντα κελεύω. Αὐτίκα γάρ τοι ταῦτα πυρὸς καθύπερθε πάσαντι ἀθάνατοι δώσουσι θεοπροπίας ἀγαθῶν τε
290ἐσσομένων λυγρῶν τε· καὶ εἴσεαι ἅσς’ ἐθέλῃσθα.
καὶ νεύρων ἀλεγεινὰ πάθη λεπιδωτὸς ἀμύνει. Δοιὼ δ’ Ἠελίου χρυσότριχε λᾶε πέλονται, ἄμφω θεσπεσίω· θάμβος δέ τοι ἔσσετ’ ἰδόντι. Ἀμφοτέροις ἀκτῖνες ἐτήτυμοι ἐμπεφύασιν,97
295ὀρθαί, λαμπετόωσαι· ἰδεῖν γε μὲν οἷον ἔθειραι, εἶδος δέ σφι λίθων ἄλλων· τὸν μέν τε νοήσεις κρύσταλλον λευκήν· εἰ δ’ οὐκ ἔχεν ἔνδον ἐθείρας, κρύσταλλός κεν ἔην· ὃ δὲ χρυσολίθῳ δέμας ἄντην εἴκελος εἰσιδέειν· εἰ δ’ οὐκ ἔχεν οὐδ’ ὅ γ’ ἐθείρας

(300)

χρυσόλιθός κεν ἔην· ἀτὰρ ἐσθλώ φημι τετύχθαι. Ἐν γάρ σφιν μέγα δή τι φερέσβιος ἔμβαλε πνεῦμα Ἠέλιος, ῥέζειν ἐρικυδέας αὐτίκα φῶτας σεμνοτέρους τ’ ἰδέειν· καί τοι σέβας ἔσσεται αὐτῶν. Αἶψα γὰρ ἡρώων σφιν ἐπέρχεται εἶδος ἀγαυόν,
305οἵ κε θεοῦ μέγα δῶρον ἐπισταμένως φορέωσι.
306t[μαγνῆτις]
306 Τόλμα δ’ ἀθανάτους καὶ ἐνηέϊ μειλίσσεσθαι μαγνήσσῃ· τὴν δ’ ἔξοχ’ ἐφίλατο θούριος Ἄρης, οὕνεκεν, ὁππότε κεν πελάσῃ πολιοῖο σιδήρου,
ἠΰτε παρθενικὴ γλαγερόχροα χερσὶν ἑλοῦσα98
310ἠΐθεον στέρνῳ προσπτύσσεται ἱμερόεντι, ὣς ἥ γ’ ἁρπάζουσα ποτὶ σφέτερον δέμας αἰεὶ ἂψ πάλιν οὐκ ἐθέλει μεθέμεν πολεμιστὰ σίδηρον. Ἤτοι μέν μίν φασι καὶ Ἠελίοιο πέλεσθαι ἀμφίπολον κούρης, ὅτε κεν θέλγητρα παλύνῃ·
315καί μιν ὑπέρθυμος τεκεοκτόνος Αἰήταο κύδηνεν κούρη πολυμήχανος. Αὐτὰρ ἔγωγε σῆς ἀλόχου κέλομαί σε δαήμεναι, εἰ ἕθεν ἁγνὸν ἀνδρὸς ἀπ’ ἀλλοτρίοιο λέχος καὶ σῶμα φυλάσσει. Ἐς γάρ μιν κομίσας, ὑπὸ δέμνια κάτθεο λάθρῃ,
320χείλεσιν ἀείδων θελξίμβροτον ἀτρέμας ᾠδήν· ἣ δὲ κατακνώσσουσα καὶ ἡδέϊ περ μάλ’ ἐν ὕπνῳ, ἀμφὶ σε χεῖρ’ ὀρέγουσα ποτιπτύσσειν μενεαίνει· εἰ δέ ἑ μαχλοσύνῃσιν ἐλαύνοι δῖ’ Ἀφροδίτη, ὑψόθεν ἐς γαῖαν τετανύσσεται ἐκπροπεσοῦσα.
325Καὶ δοιὼ μάγνησσαν ἀδελφειὼ φορεόντων, θυμὸν ἀπειρεσίης φυγέειν ἔριδος ποθέοντε· καὶ λαοὺς ἀγορήνδε συναγρομένους ὀπὶ καλῇ θέλξεις ἐν στήθεσσιν ἄγων μελιηδέα πειθώ. Καί τοι πολλά κεν ἄλλα δυνησόμενος καταλέξαι
330θέσκελα τοῖο λίθοιο, τί τοι πλέον οὐρανιώνων φθέγγωμαι; Τῶν αἶψα καὶ ὑψόθι περ μάλ’ ἐόντων
ἦτορ ἐπιγνάμπτει καὶ ἐφέλκεται, ὄφρα κε σεῖο ὦκα μάλ’, ὥστε τοκῆες, ἐέλδωρ ἐκτελέσωσιν. Ἀλλ’ ἤτοι τάδε μὲν καὶ ἐπαυτίκα πειρηθῆναι99
335πάντα μάλ’ ὅσς’ ἀγόρευσα, παρέσσεται, εἴ κ’ ἐπὶ βωμὸν ἔλθωμεν· καὶ γάρ τοι ἐπισπόμενός μοι ὅ γ’ ἀνὴρ ὤμοισι κρατεροῖσι λίθων φέρει αἰόλον ὕλην. Νῦν δ’ ἐπεὶ ἀτραπιτοῖο πολὺ πλέον ἄμμι λέλειπται, σεῖο δ’ ἔτι κραδίην κλονέει μέγα δέργμα δράκοντος,
340μάνθανε καὶ δολιχῶν ὄφεων μὴ δειδέμεν ἰούς· τρῖψαι γὰρ λεπτὴν ὀφιήτιδα κέκλεο πέτρην, ἤν ποτέ τις κρατεροῖσι πεπαρμένος ἔλθῃ ὀδοῦσι, καί μιν ἐφ’ ἕλκεϊ πάσσε· καὶ ἀτρεκὲς ἔσσετ’ ὄνειαρ.
344t[ὀστρίτης]
344Σὺν δὲ καὶ ὀστρίτην οἴνῳ λίθον ἐντρίψαντας
345ἀκρήτῳ κέλομαι πίνειν ὀδυνήφατον εἰδώς. Καὶ σέο, δαιμονίη, μεμνήσομαι αὐτίκα, πέτρη, αὐτοκασιγνήτη πολιῆς καὶ ὁμώνυμ’ ἐχίδνης· ἥ ῥά ποτ’ εἰναετῆ λώβην ἀμενηνὸν ἔθηκας
ῥίμφα Φιλοκτήταο Μαχαονίης ὑπὸ τέχνης.100

(350)

Οὐ μέν πως κείνην Ποιάντιος ἔλπετο θυμῷ νοῦσον ὑπεκφεύξεσθαι ἀταρτηρήν, ποθέων περ· ἀλλ’ ὅ γ’ ἀλεξικάκοιο μαθὼν παρὰ πατρὸς ἀρωγήν, λᾶαν, ὅτις κ’ ἀκέοιτο, βαλὼν ἔπι φάρμακα μηρῷ, σεῦεν ἐπὶ Τρώεσσιν Ἀλεξάνδροιο φονῆα·
355τόν ῥα μεθ’ ὑσμίνην ἥκειν ποσὶν ἀρτεμέεσσι Πριαμίδης Πάρις αὐτός, ἀποθνῄσκων περ, ἀπίστει. Ἔκτανε δ’ ἠπεροπῆα Πάριν Ποιάντιος ἥρως, κεκλομένου Δαναοῖς Ἑλένου Τροίηνδε κομίσσαι λοιγὸν ἀδελφειοῖο μιαιφόνον ἐκ Λήμνοιο.
360Τῷ γὰρ Ἀπόλλων Φοῖβος ἔχειν λίθον αὐδήεντα δῶκε, σιδηρίτην νημερτέα· τόν ῥα βροτοῖσιν ἥνδανεν ἄλλοισιν καλέειν ἔμψυχον ὀρείτην, γυρόν, ὑπότρηχυν, στιβαρόν, μελανόχροα, πυκνόν· ἀμφὶ δέ μιν κύκλῳ περί τ’ ἀμφί τε πάντοθεν ἶνες
365ἐμφερέες ῥυτίδεσσιν ἐπιγράβδην τανύονται. Ἤματα μὲν τρί’ ἐφ’ ἑπτὰ βίην Ἑλένοιο πέπυσμαι
θηλυτέρης τε λέχος φεύγειν καὶ κοινὰ λοετρά, καὶ μίμνειν ἀμίαντον ἐδωδῆς ἐμψύχοιο· ἀενάῳ δ’ ἐνὶ πέτρον ἐχέφρονα πίδακι λούων,101
370φάρεσιν ἐν λιπαροῖσιν, ἅτε βρέφος, ἀλδήσασκε, καὶ θεὸν ὣς ἐπ’ ἀρῇσιν ἀρεσσάμενος θυσίῃσι λᾶαν ὑπερμενέεσσιν ἀοιδαῖς ἔμπνοον ἔρδεν. Ἐν καθαρῷ δὲ φάος μεγάρῳ λύχνοισιν ἀνάπτων, χερσὶν ἑαῖς ἀτίταλλε θεουδέα πέτρον ἀείρων,
375μητέρι νήπιον υἱὸν ἐοικὼς δὴ〈ν〉 κατεχούσῃ. Καὶ σὺ δ’, ἐπὴν ἐθέλῃς ὄπα δαιμονίην ἐπακοῦσαι, ὧδ’ ἔρδειν, ἵνα θαῦμα μετὰ φρεσὶ σῇσι δαείης· ὁππότε γάρ μιν πάγχυ κάμῃς ἐνὶ χείρεσι πάλλων, ἐξαπίνης ὄρσει νεογιλοῦ παιδὸς ἀϋτήν,
380μαίης ἐν κόλπῳ κεκληγότος ἀμφὶ γάλακτι. Χρὴ δέ σε τετληῶτι νόῳ 〈ἔνι〉 αἰνέμεν αἰεί μή πως ἠπεδανοῖο λυθεὶς ὑπὸ δείματος ἔξω ἐκ χειρῶν οὖδάσδε βαλὼν χόλον αἰνὸν ὀρίνῃς ἀθανάτων. Τόλμα δὲ θεοπροπίην ἐρεείνειν·
385πάντα γὰρ ἐξερέει νημερτέα. Καί μιν ἔπειτα πλησίον ὀφθαλμῶν, ὅτε κεν λήγῃσι, πελάσσας, δέρκεο· θεσπεσίως γὰρ ἀποψύχοντα νοήσεις. Τῷδε μὲν Ἀτρείδῃσιν ἁλώσιμον ἔφρασε πάτρην Λαομεδοντιάδης, φοιβήτορι λᾶϊ πιθήσας.102
390Σοὶ δέ τι καὶ σθένος ἄλλο σιδηρίταο πιφαύσκω· ἑρπετὰ γὰρ δὴ πάμπαν ὑποτρομέοντι ἔοικας. Σεῖο δ’ ἔχεν πολὺ μεῖζον ἀκοιμήτοιο νόοιο δεῖμα Φιλοκτήτης, μεμνημένος αἰὲν ἐχίδνης. Τοὔνεκα Πριαμίδαο σαόφρονος οὔ ποτε νόσφιν
395ἤθελεν ἔρχεσθαι, γουνούμενος, ὄφρα τιν’ εἴπῃ θαλπωρήν, εἴ πέρ ποτ’ ἐπὶ χθόνα μητέρα θηρῶν ἔρχηται, πῶς κεν πολιὸν γένος ἐκπροφύγῃσι. Τῷ δ’ ὅ γε Λητοΐδην ἐπέων ἐπιμάρτυρα Φοῖβον κικλήσκων ἀγόρευε, τὰ δὴ νῦν σοι καταλέξω.

(400)

Εὖτέ με παῖδ’ ἐδίδασκεν Ἀκειρεκόμης ἀγορεύειν μαντοσύνας, μέγαν ὅρκον ἐκέκλετο πρῶτον ὀμόσσαι, ψευδέα μή ποτε μῦθον ἐνισπέμεν ἀνθρώποισι. Τοὔνεκεν ἀτρεκέως μάλα τοι ἐρέω τὰ ἕκαστα.
Φράζεο νῦν, ἥρως ἑκατηβόλε, μῦθον ἐμεῖο.103
405 Αὐτὴ γαῖα μέλαινα πολυκλαύτοισι βροτοῖσι τίκτει καὶ κακότητα καὶ ἄλγεος ἄλκαρ ἑκάστου· γαῖα μὲν ἑρπετὰ τίκτε, τέκεν δ’ ἐπὶ τοῖσιν ἀρωγήν· ἐκ γαίης δὲ λίθων πάντων γένος, ἐν δ’ ἄρα τοῖσι κάρτος ἀπειρέσιον καὶ ποικίλον· ὅσσα δύνανται
410ῥίζαι, τόσσα λίθοι· μέγα μὲν σθένος ἔπλετο ῥίζης, ἀλλὰ λίθου πολὺ μεῖζον· ἐπεὶ μένος ἄφθιτον αἰεὶ γεινομένῳ μήτηρ καὶ ἀγήραον ἐγγυάλιξεν· ἣ δὲ καταθνήσκει τε, μινυνθάδιον θαλέθουσα, καὶ τόσον αὐτῆς καρπός, ἐφ’ ὁππόσον ἔμπνοός ἐστιν·
415εἰ δέ κ’ ἀποπνεύσῃ, τίς ἔτ’ ἐλπωρὴ παρὰ νεκρῆς; Ἐν μὲν δὴ βοτάναις ἄγυριν λυγρῶν τε καὶ ἐσθλῶν δήεις, ἐν δὲ λίθοις ἄτην οὐ ῥεῖά κεν εὕροις. Ἤτοι ὅσαι βοτάναι, τόσσοι λίθοι. Ἀλλὰ σύ γ’ ἥρως, λᾶϊ σιδηρίτῃ πεφυλαγμένος, ἑρπετὰ πάντα
420θαρσαλέως, εἰ καί τοι ὁμιλαδόν ἀντιόωσιν, ἔρχεσθαι διὰ μέσσα, κελαινῆς οὐκ ἀλεγίζων λώβης· οὐ γὰρ ἔτι σφι θέμις μεμνῆσθαι ὀδόντων, οὐδ’ εἴ κεν στείχοντος ἐνιχρίμπτοιντο πόδεσσιν. Οὐδὲ γὰρ οὐδὲ μένειν περ ἔτι προφανέντα δύνανται,
425ἀλλὰ μετά σφισι θάμβος, ἐλαυνομένοισι δ’ ὁμοῖα ἔσσυνται· τὰ δὲ καί περ ἐναντίον ἀΐξαντα,
ἂψ ὀπίσω παλίνορσα μεθερπύζειν μενεαίνει· καί σφισιν ἐξαπίνης ῥόθος ἵσταται, οὐδέ τι πρόσσω νίσσεται, ἀλλ’ ὀρέγοντα πέλας περιμήκεα δειρὴν104
430γλώσσῃσιν μεμάασι περισσαίνειν σκύλακες ὥς. Πολλάκι καὶ κατέδαρθε δαφοινῶν ἄγχι δρακόντων ἀμφὶ κυνηγεσίῃσι μένων ἐν τάρφεσιν Ἴδης θηρητὴρ Εὔφορβος ἀρωγῇ τῇδε πεποιθώς. Δῶκα γὰρ ἀντομένῳ λίθον ἱερόν· οὐδέ ποτ’ αὐτῷ
435ἐκ μάλα περ πολλῶν ἐλθεῖν κατεναντίον ἔτλη. Τέρπετο δ’ Εὐφόρβῳ περικαλλέϊ φέρτατος ἀνδρῶν αἰχμητὴς Μελάνιππος, ἀνεψιὸς ἐσθλὸς ἐμεῖο, εἶδος ἀμώμητον καὶ 〈ἐπ’〉 εἴδεϊ κάρτος ἄρειον αἰζηοῦ ποθέων δουρικλυτοῦ, εὐπλοκάμοιο.
440τοὔνεκα καὶ μετὰ θῆρας ἀλωμένου οὔ ποτε νόσφιν ἔσθενεν Εὐφόρβοιο μένειν Ἱκετάονος υἱός· ἀλλ’ αἰεὶ λασίοισιν ἐν οὔρεσιν ἀντιθέοιο καγχαλόων κούροιο μετ’ ἴχνια σύν τε κύνεσσιν
ἕσπετο σύν θ’ ἑτάροις ἔθελέν τέ οἱ οἶος ἕπεσθαι.105
445Ἦ μέν κέν μιν πολλὰ πατὴρ μενέαινεν ἐρύκειν, ἀσχαλόων ἑὸν υἷα φίλον θήρεσσι μάχεσθαι· καὶ Πριάμοιο βίη μιν ἐρήτυεν· οὐδ’ ὅ γε θυμῷ πείθετο. Τίς κ’ ἐθέλεσκε τότ’ Εὐφόρβοιο λιπέσθαι; Ῥεῖά γε μὴν ἀέκοντα μέλας ἠρύκακεν ὕδρος,

(450)

νέρθεν ὑπὸ κνήμην ὀλεσίμβροτον ἰὸν ἐλάσσας· τὸν μὲν ἔπειτ’ ὀλοὴ νόσος ἔλλαβεν, οὕνεκ’ ἔμελλεν αὖθι λελείψεσθαι, τό ῥά μιν καὶ μᾶλλον ἔτειρεν. Οἰκτείρων δ’ ὀρέγοντα χέρας ποτὶ γούνατ’ ἐμεῖο, αὐτοῦ τοῦδε λίθοιο διατρίψαντα κέλευσα
455λεπταλέην ἄχνην ἐπιπασσέμεν ἕλκεϊ λυγρῷ· καί ῥα μάλ’ αὐτίκα φῶτα κραταιὴ κάλλιπε νοῦσος. Τοῖον γαῖα βροτοῖσιν ἀρηγόνα τίκτεν ὀρείτην, ὅστε καὶ οὐταμένοις ἄκος ἡρώεσσι κομίζει καὶ στείρῃσι γυναιξὶ τεκεῖν φίλα τέκνα δίδωσι.
460Ποικίλα γὰρ θνητοῖσι λίθους ἔρδειν ἀγορεύω. Ὡς καὶ ἑῆς ποτε μητρὸς Ἀβαρβαρέης ἐπακούσας, ἀνδρῶν εὖ μάλα νοῦσον ἐπισταμένης ἀκέσασθαι, Βουκολίδης Εὔφορβος ἀγαυοῦ φάσκεν ὀφίτου
φάρμακα μὴ μούνων ὄφεων κατένωπα δύνασθαι,106
465ἀλλὰ καὶ ὀφθαλμοῖσι φέρειν φάος ἠδὲ βαρεῖαν ἐκ κεφαλῆς ἕλκειν ὀδύνην· ἤδη δέ τιν’ ἀνδρῶν οὔασι δηθύνοντα καθήρας ὤπασεν αἶψα καὶ δὴ καὶ λεπτῆς ἐριήκοον ἔμμεν ἀϋτῆς. Ἤδη καί τινα φῶτα χόλῳ χρυσέης Ἀφροδίτης
470ἔργα πρὸς ἱμερόεντα γάμων ἀμενηνὸν ἐόντα μεμνῆσθαι φιλότητος ἀκεσσάμενος προΐαλλεν. Ἐν πυρὶ δ’ εἴ κε βάλῃς μιν, ὀδωδὴν ἑρπετὰ τοῖο φεύξεται, οὐδ’ ἔτι πω μενέει σχεδόν, οὐδ’ ἐνὶ χειῇ.
474t[γαγάτης]
474Φεύγει καὶ κνίσσῃσι γαγάτην ὀρνυμένῃσι,
475τείροντα θνητοὺς ἐχεπευκέϊ πάντας ἀϋτμῇ. χροιὴν δ’ αἰθαλόεις, πλατύς, οὐ μέγας ἔπλετ’ ἰδέσθαι, καρφαλέῃ δ’ ἴκελον πεύκῃ φλόγα δῖαν ὀρίνει. ἀλλ’ ὀλοὸν ποτὶ ῥῖνας ἄγει μένος· οὐδέ τι φῶτες λήσονθ’ ὧν κ’ ἐθέλοις ἱερὴν ἀπὸ νοῦσον ἐλέγξαι.
480Γνάμπτει γάρ σφεας αἶψα χαμαὶ προπρηνέας ἕλκων· οἳ δ’ ἄρ’ ὑπὸ σφετέρου πεπαλαγμένοι ἀφλοισμοῖο στρωφῶντ’ ἔνθα καὶ ἔνθα κυλινδόμενοι κατὰ γαῖαν. Τοῖσι δέ χωομένη φρένα τέρπεται, ὁππότ’ ἴδῃσι πήματα πάσχοντας κεραὴ πόδας ὠκέα Μήνη.107
485Θηλυτέρη δ’ εἴ κεν πολυφάρμακον ἀμφιβεβῶσα καπνὸν ὑπὸ σπλάγχνοισιν ἀναΐσσοντα δέχηται, ἀθρόος ἔνδοθεν ὦκα μέλας καταλείβεται ἰχώρ, ὅστε γυναικοφόνος νεάτῃ μίμνων ἐνὶ γαστρὶ κέκληται. Τότε δ’ αὐτὸν ὑπὸ πνοιῇσι λίθοιο
490δερκομένη γάνυταί τις ἑῆς θολὸν ἐκβλύζοντα νηδύος· ἐκ γὰρ νοῦσον ἀπειρεσίην ἀλεείνει. Ἄλλα τε πόλλ’ ἐπὶ τοῖσι γαγάτην θέσκελα ῥέζειν οἶδα· σὲ δὲ κνίσσῃσιν ἐλαύνων ἑρπετὰ τέρψει.
494t[σκορπίος]
494Σκορπίε, σεῖο δὲ λᾶαν ὁμώνυμον ἔμμεναι ἥρως
495ἀγλαὸς Ὠρίων οὐκ ἔκλυεν· ἦ γάρ, ὀΐω, πικρῇσιν τότε γυῖα πεπαρμένος ἀμφ’ ὀδύνῃσι,
μᾶλλον σφωϊτέρων κεν ἔχειν ἐθέλεσκέ μιν ἄστρων.108
498t[κορυφώδης]
498 Οὐδ’ ὅ γε κορσήεντα λίθον κλύεν, οὕνεκα μιχθεὶς δριμέϊ σὺν σκορόδοιο καρήατι, τοξευτῆρα

(500)

ἠπεδανῶν ὤκιστα βελέμνων σκορπίον εἴργει. Τὸν μὲν ἐγὼ κόρσῃ μάλ’ ἐοικότα φημὶ βροτείῃ παύειν, ὀξυτάτῳ τετριμμένον ἄμμιγα Βάκχῳ, ἀμφίπολον θανάτοιο κελαινῆς ἀσπίδος ἰόν. Μέτρῳ δ’ ὅς κεν ἴσῳ μίξῃ ῥοδόεντος ἐλαίου,
505κόψας ἐκ πυρὸς ὀπτόν, ἐν αὐχενίαις ὀδύνῃσιν ἄλκαρ ἄγει· μέλιτος δὲ μέτα γλυκεροῖο κερασθεὶς ὕδατος ἀτηρὴν ὀλέκει κατὰ γαστέρος ἰλύν, ἥ τε καταΐγδην ὑπὸ νέρτερα νηδύος ἀνδρῶν δυομένη φέρει ὄγκον ἀεικέα βουβώνεσσιν.
510t[κουράλιον]
510 Ἴσθι δ’ ἀμαλδύνειν σκορπήϊα κέντρα δύνασθαι καὶ Περσηϊάδαο μένος μέγα κουραλίοιο
ἠδὲ παλαμναίην ἀνεμώλιον ἀσπίδα θεῖναι. Τοῦδε δέ μοι πάντων περιώσιον, ὅσσα φύονται, Φοῖβος ἀκειρεκόμης φύσιν ἔμμεναι ἐξ ἑτέροιο109
515μυθεῖτ’ εἰς ἕτερον στρωφωμένου εἶδος· ὅ τίς τοι ψεῦδός κεν φαίη· τὸ δ’ ἐτήτυμον οἶδα τετύχθαι. Χλωρὴ γὰρ βοτάνη πρῶτον φύει, οὐδ’ ἐνὶ γαίῃ, ἥν γε φυτῶν ἴσμεν στερεὴν τροφόν, ἀλλ’ ἐνὶ πόντῳ ἀτρυγέτῳ, ἵνα φύκι’, ἵνα βρύα γίνετ’ ἐλαφρά.
520αὐτὰρ ἐπεί κ’ ἔλθῃσι μαραινομένη ποτὶ γῆρας, ἤτοι μέν οἱ φύλλα περιφθινύθουσιν ὑφ’ ἅλμης· αὐτὴ δ’ ἐν βένθεσσιν ὑπὸ φλοίσβοιο θαλάσσης νήχεται, ὄφρα ἑ κύματ’ ἀποπτύσῃ αἰγιαλόνδε. Ἔνθα δ’ ἄρ’ ἐξαπίνης μιν ἀναπλησθεῖσαν ὑπ’ αἴθρην
525βάζους’, οἵ περ ἴδοντο, κρατυνομένην ὁράασθαι. Δηρὸν δ’ οὐ μετέπειτα πάγῳ περιπαχνωθεῖσα πετροῦται, καὶ χερσὶν ἐν ὀκριόεντα τεῇσιν ἀμφαφάεις λίθον, ὃς πρὶν ἔχων ὑγρὸν δέμας ἦεν. Σχῆμα μὲν οὖν βοτάνης ἔτι οἱ μένει, οἷον ἔην περ,
530οἵ τε κλάδοι, ὅσα τέ σφιν ἀκρόδρυα προσπεφύασιν,
ἥ τέ οἱ ἐβλάστησε καὶ ἐτράφη εἰν ἁλὶ ῥίζα, φλοιός θ’ ὅσπερ ἔην· φλοιὸς δέ γε λάϊνός ἐστι. Τερπωλὴ δ’ ἡδεῖα θεωμένου ἐς φρένα σεῖο βήσετ’· ἐγὼ δ’ οὐκ οἶδα τί μοι θέλγητρον ἰδόντι110
535αἰὲν ἐπὶ πραπίδας καταλείβεται· οὐδὲ δύνανται ὄσσε κορεσθῆναι θηευμένου, ἀλλά με θάμβος σεύεται ἐν στέρνοισιν ὀϊόμενον τέρας εἶναι· καί οἱ πιστεύων περ ἔολπά μιν εἶναι ἄπιστον. Ἀλλ’ οὐ Γοργείην μὲν ἐτώσιος ἀνθρώποισι
540σμερδαλέην κεφαλὴν φάτις ἔμμεναι· οὐδ’ ἄρα Περσεὺς ὠκυπέτης πέλεται ψευδὲς τέρας ἡγήσασθαι. Γοργόνα γὰρ Περσῆϊ δρακοντοέθειραν ἀκούεις Ἄτλαντος νεάτοισιν ὑπὸ κρημνοῖσι δαμῆναι, παρθένον ἀργαλέην, ἐρεβώπιδα, κῆρα μέλαιναν
545ἀνθρώπων, οἷσίν κεν ἐπ’ ἀνδροφόνω βάλεν ὄσσε· οἵ μιν δεῖμα πέλωρον ἀάσχετον ἀθρήσαντες αἴσῃ λαϊνέῃ τεθνηότες ἑστήκασι. Τὴν δ’ οὔτ’ εὐρύστερνος ἐναντίον Ἀτρυτώνη δέρκεσθαι μενέαινεν, ἀδείμαντός περ ἐοῦσα,

(550)

οὔτε κασιγνήτῳ κέλετο, κρατερόφρονι φωτί,
χρυσογόνῳ Περσῆϊ φονευομένην περ ἰδέσθαι, ἀλλὰ δόλῳ θήρειον ἀφήρπασεν αὐχένα κούρης, ἦκα μάλ’ ἐξόπιθεν γαμψώνυχον οὐ προϊδούσης ἀμφιβαλὼν ἅρπην Κυλληνίδα λευκανίῃσι.111
555Τῆς δ’ ἄρα καὶ φθιμένης περ ὀλέθριος ἔσκεν ὀπωπή, καὶ στυγεροῦ Κρονίδαο μολεῖν ὑπὸ δῶμα κελαινὸν πολλοῖς αἴσιμον ἔπλετ’ ἐναιρομένοις ὑπὸ νεκρῆς. Αλλὰ τότ’ αἰλιαλόνδε φόνῳ πεπαλαγμένος ἥρως ἐλθών, εἰσόκε λύθρον ἀποπλύνειε θαλάσσῃ,
560θερμὴν ἐξ ὁμάδου κεφαλὴν ἔτι καὶ τρομέουσαν Γοργείην κατέθηκεν ἐπὶ χλοεραῖς βοτάνῃσιν. Ὄφρα δ’ ὅ γ’ ἐν δίνῃσιν ἀναψύχεσκε θαλάσσης, στείχων ἔκ τ’ ὀλοοῖο πόνου δολιχῆς τε κελεύθου, τόφρα δὲ πορφυρέοιο διαινόμενοι κορέσαντο
565αἵματος οἵ ῥα κέχυντο χαμαὶ ὑπὸ κράατι θάμνοι. Ἀμφὶ δ’ ἄρα σφίσιν αἶψα θοαὶ πόντοιο θύγατρες λύθρον ἐπεσσύμεναι θάμνοις περιπήγνυον αὖραι· πήγνυτο δ’ ὥστε σε πάγχυ λίθον στερεὴν ὀΐσασθαι· οὐδ’ ἔτ’ ἔην ὀΐσασθαι, ἐπεὶ στερεὴ λίθος ἦεν.
570Ἐκ δ’ ὄλεσεν βοτάνης ὑγρὸν δέμας· ἀλλὰ καὶ ἔμπης
ὀλλυμένης πάμπαν βοτάνης οὐκ ὤλεσεν εἶδος. Τὴν μὲν ἄρα χροιὴν ἐξ αἵματος ἔσχεν ἐρυθρήν, ἀμφασίη δ’ ἥρωα λάβε θρασύν, ὡς ἐνόησεν ἐξαπίνης μέγα θαῦμα· τὸ καὶ πέλας αἶψα κιοῦσα112
575διογενὴς πολύμητις ἐθαύμασεν Ὀβριμοπάτρη. Θῆκε δ’, ἀδελφειοῦ κλέος ἄφθιτον ὥς κε πέλοιτο, αἰεὶ κουράλιον προτέρην φύσιν ἀλλάσσεσθαι. Ἐν δὲ βίην οἱ δῶκεν ἀπειρεσίην Ἀγελείη, φῦλα φυλασσέμεναι κρυερὴν ἐς δῆριν ἰόντα,
580ἢ δολιχὴν ἕρπων ἐς ἀταρπιτὸν εἴ μιν ἔχει τις, ἢ περόων ἅλα δῖαν ἐϋσσέλμῳ ἐνὶ νηΐ. Καὶ γὰρ Ἐνυαλίοιο θοὸν δόρυ μαινομένοιο καὶ λόχον ἀνδροφόνων φεύγειν ἄπο ληϊστήρων, καὶ πολιὸν Νηρῆα κυκώμενον ἐξυπαλύξαι
585ἐσθλὴ κουραλίοιο βίη θνητοῖσιν ὀπάσσει. Γλαυκὴν δ’ ἐγρεκύδοιμον ἀταρβέα Τριτογένειαν σφωϊτέρων καμάτων ἐπαμύντορα κικλήσκουσι. Φάρμακα δ’ ὅσσα πέλονται ἀτάσθαλα καὶ κατάδεσμοι ἀραί τ’ ἀγνάμπτοισιν Ἐριννύσι πάγχυ μέλουσαι,
590εἴτε μύσος κεύθων οἰκοφθόρον οὐκ ἐνόησεν
ἀνήρ, εἴθ’ ὅσα λύματ’ ἐπὶ σφίσιν ἠδ’ ἐπαοιδὰς σχέτλιοι ἀλλήλοισι μεγαίροντες τελέουσιν, πάντων ἀντίλυτρον δήεις κρατερώτατον εἶναι. Κόψας δὲ σπείρειν ξανθῇ Δημήτερι μίσγων,113
595καί τοι λοιγὸν ἅπαντα τεῆς ἀπάτερθεν ἀρούρης αὐχμούς τ’ ἐξελάσει σταχύων γλάγος ἐκπίνοντας ἀτηρήν τε χάλαζαν, ἀπειρεσίοισι βελέμνοις ἀγρῷ τραῦμα φέρουσαν ἀμήχανον ἐξακέσασθαι. Βρωτήρων τ’ ἐπὶ τοῖσι γένος πάντων ἀλαπάξει,

(600)

εὐλάς τε κάμπας τε καὶ αἰθερίην ἐρυσίβην, ἥ τε κατ’ οὐρανόθεν πταμένη ποτὶ καρπὸν ἐρυθρὴ ἀμφὶ περὶ σταχύεσσι περισμύχουσα κάθηται. Ἔκ τε μυῶν ἀγέλας, ἔκ τ’ ἀκρίδος ἄπλετον ἔθνος ῥαίσει, καὶ Κρονίδαο παραΐσσουσι κεραυνοί,
605παιδὸς ἑοῦ κλέος ἔρξαι ἐτώσιον ἁζομένοιο. Κεῖνο πολὺ πρώτιστον ἀνερχόμενος περάτηθεν κουράλιον θνητοῖσι φέρων πόρεν Ἀργεϊφόντης. τύνη δ’ ἀκρήτοιο μετ’ οἴνου πινέμεν αἰεὶ
μέμνεο πευκεδανῆς ἕνεκ’ ἀσπίδος, ὥσπερ ἔειπον.114
610t[ἀχάτης]
610 Καὶ πολυειδέα πῖνε μετ’ ἀκρήτου Βρομίοιο μορφὴν παντοίην ἐπιειμένον ἐσθλὸν ἀχάτην. Πολλὰ μὲν οὖν ῥέα γ’ ἐστὶν ἀχάτου χρώματ’ ἰδέσθαι· ἐν γάρ οἱ δήεις ὁρόων ὑάλωπιν ἴασπιν σάρδιά θ’ αἱματόεντα καὶ αἰγλήεντα μάραγδον.
615Ἐν δ’ ὅ γε μιλτοπάρῃος· ἀτὰρ καὶ χαλκὸν ἐν αὐτῷ δήεις καὶ χροιὴν ἐαροτρεφέος μήλοιο. Ἀλλ’ οἶος πάντων προφερέστατος, εἴ κέ μιν εὕρῃς εἶδος ἔχοντα δαφοινὸν ἀμαιμακέτοιο λέοντος· τῷ καί μιν προτέροισι λεοντοδέρην ὀνομῆναι
620ἥνδανεν ἡμιθέοισι, κατάστικτον σπιλάδεσσι πυρσῇσιν λευκαῖς τε, μελαινομέναις χλοεραῖς τε. Τὸν δ’, εἰ σκορπείην ὀλοφυρόμενός τις ἀκωκὴν ἔλθοι, ἀερτάζειν περὶ ἕλκεϊ κέκλεο λυγρῷ ἤ μιν ἐπιπλάσσειν· ἀπὸ γὰρ μινύθουσιν ἀνῖαι.
625Ἱμερτόν τε γυναιξὶ δυνήσεαι ἀνέρα θεῖναι, καὶ θέλξεις μύθοισι βροτούς, καὶ πάντα κομίζων ὅσσα κεν αἰτήσειας ἀφίξεαι οἴκαδε χαίρων.
Καὶ νούσῳ κάμνοντα σαωθῆναι θέμις ἐστίν, ὅς μιν ἐνὶ σφετέρῃσι λαβὼν χείρεσσι κατάσχῃ·115
630εἰ δὲ Ζεύς τοι τόν γε βιωσέμεν ἀρνήσηται, ἀλλὰ νόει σὺ τεῇσιν ἐνὶ φρεσίν, οὕνεκεν αὐτῷ ῥῆξε λίνον Κλωθώ· τὸ δέ κ’ ἔρχεται ὕστατον ἦμαρ.
633t[ἔτι περὶ τοῦ ἀχάτου]
633 Εἰ δὲ πυριφλεγέθων ἑτερήμερος ἄνδρα θαμίζων ἢ κρυερὸς μάρπτων πυρετὸς παραδηθύνῃσιν,
635ἠὲ τεταρταίης πῆμα βραδύ, μή ποτε λήγειν βουλομένης, ἀλλ’ αἰέν, ὅπῃ πελάσῃσι, μενούσης, τόνδε σύ γ’ ἰᾶσθαι δι’ ἀμύμονος ἀντιαχάτου· οὗτος γὰρ πυρετῶν πολὺ φέρτερος. Αἶψα δὲ σῆμα ἐξερέω, τό περ ὦκα βίην δείκνυσι λίθοιο.
640Ἐν γάρ μιν κεράεσσι βαλὼν μέσον ἑψομένοισι,
τυτθὸν ἀνασχέσθαι· τὰ δὲ τήκεται ἔνδοθι πάντα. Οὐ μέν τοι καὶ τόνδε πρὸς ἑρπετά φημι δύνασθαι, ἀλλ’ ἕτερον δώσω χατέοντί τοι ἰητῆρα οὐρανόθεν γεγαῶτα· σὺ δ’ ἐν φρεσὶ βάλλεο μῦθον.116
645Εὖτε γὰρ αἰγλῆεν σφέτερον δέμας εὐρύστερνος Οὐρανός, ὠμηστῆρος ὑπαὶ παλάμῃσι Κρόνοιο δῃωθεὶς εἵλιξεν ἀπειρεσίην ἐπὶ γαῖαν, αἰθέρος ἐκ δίης πεσέειν οὖδάσδε μενοινῶν, ὄφρα κε πάντ’ ἀΐδηλα πολύτροχον ἀμφιπετάσσας,

(650)

νῶτον ἑὸν τεύξαι, μηδ’ Οὐρανοῦ ἀστερόεντος θυμὸν ἀνιήσας Κρόνος οὐρανὸν εἰσέτι ναίοι· δή ῥα τότ’ ἀμβροσίοιο κατειβόμεναι φορέοντο αἵματος ὠτειλῆθεν ἐπὶ τραφερὴν ῥαθάμιγγες, τὰς οὐ μόρσιμον ἦεν ἀπ’ ἀθανάτοιο κιούσας
655σώματος ὄλλυσθαι· μενέμεν δ’ ἐριβώλακι Μοῖραι ἐν γαίῃ προγόνοιο θεῶν σόον αἷμα κέλοντο. Μεῖνε μὲν οὖν, αὖον δὲ πυρίγληνοι θέσαν ἵπποι Ἠελίου· καί κέν τις ἐπιψαύων ἐρίσειε λᾶαν ἔχειν ἐνὶ χερσίν, ἔχοι γε μὲν αἷμα πεπηγός.
660Ἐν γάρ οἱ χρὼς αὐτὸς ἐτήτυμον αἵματός ἐστιν,
ἐν δὲ καὶ ὕδατι ῥεῖα δαμασθεὶς ἀτρεκὲς αἶμα γίνεται· αἱματόεις δὲ καὶ οὔνομα λᾶας ἔτ’ ἀνδρῶν ἐκ προτέρων κέκληται· ἀκήρατα δ’ οὕνεκ’ ἔοικε φάρμακ’ ἔχειν, νημερτὲς ἀπόρροιάν μιν ἀοιδοὶ117
665οὐρανίην κλείουσιν ἐς ἀνθρώπους ἀφικέσθαι. Οὐ γὰρ ὅ γ’ οὔτε νέην ἐθέλει θνητοῖσιν ὀϊζὺν ἔρχεσθαι ποτὶ ὄσσε, παλαιοτέρην δ’ ἀπερύκει πινόμενος λευκοῖο μετὰ γλάγεος· κεράσας δὲ ἰχῶρι σφετέρῳ γλυκερὸν μέλι, τὴν δὲ δαμάσσας
670ἐκ βλεφάρων ἀπὸ πᾶσαν ἄγεις νόσον· ἀσχαλάᾳ γὰρ εἴργεσθαι θνητοὺς ὁράαν ἐρατεινὰ πρόσωπα πρεσβυτάτου μακάρων ἀστροβλεφάρου βασιλῆος. Καὶ γλήνῃσι τεῇσιν, ὁμιλήσας κυλίκεσσιν **************************
675************************* ἀνέρος αἰδοίων ἄκος ἔσσεται, ὅς κε πίῃσι.
675Καί μιν ἐγὼν Αἴαντι δαΐφρονι πόλλ’ ἐπέτελλον, ἔντεσι δηρινθῆναι ἀμύμονος ἀμφ’ Ἀχιλῆος ἐσσυμένῳ, νίκης ἐπαρηγόνα χειρὶ κομίζειν. Καί κεν Ὀδυσσῆος ταλασίφρονος ἀντίον αὐτῷ
κῦδος Ἀθηναίη περ ἑλέπτολις ἐγγυάλιξεν·118
680ἀλλ’ οὔ οἱ μοῖρ’ ἔσκε παραιφαμένοιο πιθέσθαι· τοὔνεκα θεσπέσιόν μιν ἀνὴρ ἀθέριζεν ὄνειαρ, λάζετο δ’ οὐλοὸν ἆορ. Ἀτὰρ σύ γε τοῖο μὲν αἶσαν ἅζεο, πρὸς δὲ μέλαιναν ὀλισθηροῖο γενέθλην ἑρπετοῦ αἱματόεντα δαεὶς λίθον, αἰὲν ἑταίρους
685πινέμεναι νύμφαις ἐνὶ νηϊάδεσσι κέλευε. Καὶ μὲν ἐγὼ λαιψηρὸν ἐμὸν θεράποντα Δόλωνα αὐτοκασιγνήτῳ μεμαὼς φίλον Ἕκτορι θεῖναι, πρόφρων ὤπασα λᾶαν Ὀλύμπιον αἰτήσαντι· αὐτὰρ ὅ γ’ ἐξαπίνης Τρώων προπάροιθεν ἁπάντων
690Ἕκτορι πατρί τ’ ἐμῷ κεχαρισμένος ἔπλεθ’ ἑταῖρος. Τοῖο δ’ ἕκητί μ’ ἐκεῖνος ἀμοιβήδην ἀρέσασθαι ἱέμενος, λιπαραῖον ἐπίκλησιν παρὰ πατρὸς ὤπασεν ἀφνειοῖο λαβὼν λίθον, ὅν ποτ’ ἄρ’ αὐτὸς ἐλθὼν Ἰλιόθεν κρατερὸν μετὰ Μέμνονα κῆρυξ,
695σήματ’ ἐμεῖο πορόντος ἀνευρὼν Ἀσσυρίηθεν χρυσοῦ τιμήεντος ἀρείονα δεῦρο κόμισσε, μυρία κεῖθι μάγοισι πορὼν πολυΐδμοσι δῶρα. Εἰ δ’ ἄγε δέχνυσο μῦθον· ἐγὼ δ’ ἐδάην, τά κε λέξω. Πρῶτα μὲν οὖν σπένδοντας ἀναιμάκτων ἐπὶ βωμῶν

(700)

—οὐ γὰρ ἄγειν θέμις ἐστὶ θυηλὴν ἐμψύχοιο— Ἥλιον εὐρύοπα κλῄζειν ὕμνοισιν ἄνωγα καὶ χθόνα πίειραν, πάντων τροφὸν οὐθατόεσσαν.
Δεύτερον αὖτ’ αἴθωνος ὑπὲρ λίθον Ἡφαίστοιο τήκειν, ἡδείῃ ταναοὺς θέλγοντα δράκοντας119
705ὀδμῇ, τὴν ἄρα κεῖνοι ἀνερχομένην ἐσορῶντες, σπερχόμενοι ποτὶ βωμόν, ἀολλέες ἐκπρομολόντες χηραμόθεν, ῥώονται ἐφερπύζοντες ἅπαντες. Αὐτὰρ ἔπειτα λίνοιο νεόπλυτα φάρεα κοῦροι ἑσσάμενοι τρεῖς, ὀξὺ φέρων ἄμφηκες ἕκαστος
710ἆορ, ἀναρπάζειν ὄφιν αἰόλον, ὅς κε μάλιστα κνίσσης ἱμείρων πυρὸς ἐγγύθι δινεύῃσι. Τοῦ δὲ διαμελεϊστὶ δαΐζειν ἐννέα μοίρας· τρεῖς μὲν ἐπὶ κλῆσιν πανδερκέος ἠελίοιο, τρεῖς δ’ ἑτέρας γαίης ἐριβώλου λαοβοτείρης,
715τρεῖς δὲ θεοπροπίης πολυΐδμονος, ἀψεύστοιο· τὰς δὲ λέβης κεράμοιο τετυγμένος αἱματοέσσας δεξάσθω· καὶ δῶρον ἐλάϊνον Ἀτρυτώνης ἠδὲ μέθυ Βρομίοιο καλεσσιχόρου καταχεύειν, ἐν δ’ ἅλας ἀργεννοὺς βαλέειν, θεράποντας ἐδωδῆς·
720ἐν δέ σφιν καὶ δριμὺν ἐπήλυδα κόκκον ἄνωγα μῖξαι ῥυσοχίτωνα, μελαγχροίην, ἐρίτιμον· ἐν δὲ καὶ ὅσσα περ ἄλλα μετ’ ἀλλήλοισι μιγέντα ἵμερον ἐσπέμπουσιν ἐδητύος ἀνθρώποισιν.
Ὄφρα δ’ ἐνὶ τρίποδος κρέα γαστέρι δάμνατ’ ἐόντα,120
725τόφρα δὲ κικλήσκειν μακάρων ἄρρηκτον ἑκάστων οὔνομα· τέρπονται γάρ, ἐπεί κέ τις ἐν τελετῇσι μυστικὸν ἀείδῃσιν ἐπώνυμον οὐρανιώνων. ἀρᾶσθαι δὲ Μέγαιραν ἀπόπροθι παφλάζοντος σευέμεναι τρίποδος κακομήχανον· ἐς δ’ ἄρα τούς γε
730πνεῦμα διϊπετὲς ἔνδον ἄγειν ἱερὰς ἐπὶ μοίρας. Ὁππότε δ’ ἑψομένοισιν ἐπὶ κρεάεσσιν ἵκηται, δαίνυσθαι τότ’ ἔπειτα κορέννυσθαι μεμαῶτας αὐτόθεν ἐκ τρίποδος· τὰ δὲ λείψανα γαῖα καλύπτοι· καί σφιν ἐπισπεῖσαι λευκὸν γάλα καὶ μέθυ ἡδὺ
735καὶ λίπ’ ἐπήρατον αὖτε μελίσσης ἄνθιμον εἶδαρ καὶ στέψαι πλέξαντας ἀκρόδρυα καρποφόροιο παρθενικῆς ἀφελόντας ἐλαίης, ἀμφὶ δὲ κόρσαις σφωϊτέραις πέπλους ἑλέειν οἶκόνδε κιόντας· μηδὲ μεταστρωφᾶσθαι, ἐπεί κ’ ἀπονόσφι τράπησθε,
740ἀλλ’ αἰεὶ προτέρην ἐς ἀταρπιτὸν ὄσσε φέροντας ἔρχεσθ’ ἐς μέγαρον μηδὲ προτιμυθήσασθαι, εἴ κέν τις ξύμβληται ὁδίτης ἔστ’ ἂν ἵκησθε ἐς δόμον· ἔνθα δ’ ἔπειτα θυηλὰς ἀθανάτοισιν
ἐξαῦτις ῥέζοντας ἀρώματα ποικίλα καίειν.121
745 Ταῦτ’ ἐγὼ ἐκτελέσας, ὅσα τ’ ἔσσεται, ὅσσα τε κοῦφοι ὄρνιθες κλάζουσιν, ἐπίσταμαι, ὅσσα τε θῆρες ὠμησταὶ τετράπεζοι ἐνὶ σφίσιν ὠρύονται. Ἔνθεν ἐγὼν ἐδάην καὶ Βακχικὰ νεβρίταο δῶρα λίθου, Βρομίῳ κεχαρισμένα· τόν περ ἔχοντες,

(750)

ἄνθρωποι, θύοιτε· καὶ ἀράων ἀΐουσιν Οὐρανίδαι. Γυμνῷ δὲ ῥάχιν ποδὶ πευκεδανοῖο εἴ κέν τις θλίψας ὄφεως διὰ σάρκας ἀκάνθῃ δῃωθῇ σφετέρας, ὀδυνήφατος ἔσσεται αὐτῷ νευρίτης. Ἔρδει δ’ ἀλόχῳ πόσιν ἱμερόεντα.
755 Ἔνθεν καὶ κατένωπα κελαινῆς ἀσπίδος ἔγνων καρτερὰ φάρμακα σεῖο, βροτοσσόε θέσκελε πέτρη, τῆς ὄνομα χροιή τε πέλει χλοεροῖο πράσοιο. Ἔνθεν καὶ σέο, δῖε χαλάζιε, πειρηθῆναι ἐν θυμῷ βαλόμην, καί σευ μένος εὗρον ἄριστον.
760Ἄμφω γὰρ καὶ νοῦσον ἀναψύχεις πυρόεσσαν καί μοι σκορπιόθεν βεβολημένῳ ἦρα κομίζεις. Λητοΐδης ἕο μὲ〈ν〉 χρησμοῦ, Ποιάντιος ἥρως
ἐσσυμένος τάδε πάντα 〈μ’〉 ἀμήχανά φησι πιφαύσκειν Αὐτοκασιγνήτην κεχολωμένος Ἀργυρότοξος122
765Κασσάνδρην ἐκέλευσεν ἀκουόντεσσιν ἄπιστα θεσπίζειν Τρώεσσιν ἐτήτυμά περ φρονέουσαν· Αὐτὰρ ἐγὼ καὶ πρόσθεν ἀπώμοσα καρτερὸν ὅρκον, ψευδέα μή ποτε μῦθον ἐνισπεῖν ἀνθρώποισι. Καὶ νῦν ἀτρεκέως μάλα τοι λέξαντος ἕκαστα
770ἡμετέροις, ἥρως ἑκατηβόλε, πείθεο μύθοις. Ὣς ἄρ’ ἔφη Πριάμοιο διοτρεφέος φίλος υἱός, ἀτρέστου θεράποντι φέρων χάριν Ἡρακλῆος· νῶϊ δὲ ποιήεσσαν ἐς ἀκρώρειαν ἰοῦσι
τρηχεῖαν μάλα μῦθοι ἀταρπιτὸν ἐπρήϋναν.123