TLG 0579 010 :: ORPHICA :: Fragmenta Fragmenta
Citation: Fragment — (line) | ||
1 | PLAT. Phileb. 66 C ‘ἕκτηι δ’ ἐν γενεᾶι‘, φησὶν Ὀρφεύς, ‘καταπαύσατε κόσμον ἀοιδῆσ‘, ἀτὰρ κινδυνεύει καὶ ὁ ἡμέτερος λόγος ἐν ἕκτηι καταπεπαυμένος εἶναι κρίσει. | |
2 | —Cratyl. 402BC ὥσπερ αὖ Ὅμηρος ‘Ὠκεανόν τε θεῶν γένεσίν‘ φησιν ‘καὶ μητέρα Τηθύν‘ [Ξ 201]. οἶμαι δὲ καὶ Ἡσίοδος [Theog. 337]. λέγει δέ που καὶ Ὀρφεὺς ὅτι Ὠκεανὸς πρῶτος καλλίρροος ἦρξε γάμοιο, | |
5 | ὅς ῥα κασιγνήτην ὁμομήτορα Τηθὺν ὄπυιεν. | 6 |
---|---|---|
3 | — —400BC καὶ γὰρ σῆμα τινές φασιν αὐτὸ εἶναι τῆς ψυχῆς [nämlich τὸ σῶμα], ὡς τεθαμμένης ἐν τῶι νῦν παρόντι· καὶ διότι αὖ τούτωι σημαίνει ἃ ἂν σημαίνηι ἡ ψυχή, καὶ ταύτηι σῆμα ὀρθῶς καλεῖσθαι. δοκοῦσι μέντοι μοι μάλιστα θέσθαι οἱ ἀμφὶ Ὀρφέα | |
5 | τοῦτο τὸ ὄνομα ὡς δίκην διδούσης τῆς ψυχῆς, ὧν δὴ ἕνεκα δίδω‐ σιν, τοῦτον δὲ περίβολον ἔχειν, ἵνα σώιζηται, δεσμωτηρίου εἰκόνα. εἶναι οὖν τῆς ψυχῆς τοῦτο, ὥσπερ αὐτὸ ὀνομάζεται, ἕως ἂν ἐκτείσηι τὰ ὀφειλόμενα, ‘σῶμα‘, καὶ οὐδὲν δεῖν παράγειν οὐδὲ ἓν γράμμα. Vgl. das Zeugnis des Philolaos (44 B 14) μαρτυρέονται δὲ καὶ οἱ | |
10 | παλαιοὶ θεολόγοι τε καὶ μάντιες ὡς διά τινας τιμωρίας ἁ ψυχὰ ... καθάπερ ἐν σάματι τούτωι (τῶι σώματι) τέθαπται. Vgl. auch 44 B 15. | |
4 | —rep. II 363C Μουσαῖος δὲ τούτων νεανικώτερα τἀγαθὰ καὶ ὁ υἱὸς αὐτοῦ παρὰ θεῶν διδόασι τοῖς δι‐ καίοις· εἰς Ἅιδου γὰρ ἀγαγόντες τῶι λόγωι καὶ κατακλίναντες καὶ συμπόσιον τῶν ὁσίων κατασκευάσαντες ἐστεφανωμένους ποιοῦσι τὸν | |
5 | ἅπαντα χρόνον ἤδη διάγειν μεθύοντας, ἡγησάμενοι κάλλιστον ἀρετῆς μισθὸν μέθην αἰώνιον. οἱ δ’ ἔτι τούτων μακροτέρους ἀποτίνουσιν μισθοὺς παρὰ θεῶν· παῖδας γὰρ παίδων φασὶ καὶ γένος κατόπισθεν λείπεσθαι τοῦ ὁσίου καὶ εὐόρκου. ταῦτα δὴ καὶ ἄλλα τοιαῦτα ἐγκω‐ μιάζουσιν δικαιοσύνην· τοὺς δὲ ἀνοσίους αὖ καὶ ἀδίκους εἰς πηλόν | |
10 | τινα κατορύττουσιν ἐν Ἅιδου καὶ κοσκίνωι ὕδωρ ἀναγκάζουσι φέρειν ἔτι τε ζῶντας εἰς κακὰς δόξας ἄγοντες. | |
5 | — —364E βίβλων δὲ ὅμαδον παρέχονται Μουσαίου καὶ Ὀρφέως, Σελήνης τε καὶ Μουσῶν ἐκγόνων, ὥς φασι, καθ’ ἃς θυη‐ πολοῦσι πείθοντες οὐ μόνον ἰδιώτας ἀλλὰ καὶ πόλεις, ὡς ἄρα λύσεις | |
τε καὶ καθαρμοὶ ἀδικημάτων διὰ θυσιῶν καὶ παιδιᾶς ἡδονῶν εἰσὶ | 7 | |
5 | μὲν ἔτι ζῶσιν, εἰσὶ δὲ καὶ τελευτήσασιν, ἃς δὴ τελετὰς καλοῦσιν, αἳ τῶν ἐκεῖ κακῶν ἀπολύουσιν ἡμᾶς, μὴ θύσαντας δὲ δεινὰ περιμένει. | |
5a | PLAT. Legg. II 669 D ποιηταὶ δ’ ἀνθρώπινοι σφόδρα τὰ τοιαῦτα [unpassende Töne] ἐμπλέκοντες καὶ συγκυκῶντες ἀλόγως γέλωτ’ ἂν παρασκευάζοιεν τῶν ἀνθρώπων ὅσους φησὶν Ὀρφεὺς λαχεῖν ὥραν τῆς τέρψιος. | |
6 | — —IV 715 E ὁ μὲν δὴ θεός, ὥσπερ καὶ ὁ παλαιὸς λόγος, ἀρχήν τε καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων, εὐθείαι περαίνει κατὰ φύσιν περιπορευόμενος. τῶι δ’ ἀεὶ ξυνέπεται Δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός, ἦς ὁ | |
5 | μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς καὶ κεκοσμη‐ μένος, ὁ δέ τις ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας, ἢ χρήμασιν ἐπαιρόμενος ἢ τιμαῖς, ἢ καὶ σώματος εὐμορφίαι ἅμα νεότητι καὶ ἀνοίαι φλέγεται τὴν ψυχὴν μεθ’ ὕβρεως ..., καταλείπεται ἔρημος θεοῦ, καταλειφθεὶς δὲ καὶ ἔτι ἄλλους τοιούτους προσλαβὼν σκιρτᾶι ταράττων πάντα ἅμα, | |
10 | καὶ πολλοῖς τισιν ἔδοξεν εἶναί τις, μετὰ δὲ χρόνον οὐ πολὺν ὑποσχὼν τιμωρίαν οὐ μεμπτὴν τῆι Δίκηι ἑαυτόν τε καὶ οἶκον καὶ πόλιν ἄρδην ἀνάστατον ἐποίησεν. Vgl. PSEUDARIST. de mundo 7 [Orph. fr. 21a, 2 Kern] Ζεὺς κεφαλή, Ζεὺς μέσσα, Διὸς δ’ ἐκ πάντα τέτυκται. | |
6a | — —VIII 829 D E μηδέ τινα τολμᾶν ἄιδειν ἀδόκιμον μοῦσαν μὴ κρινάντων τῶν νομοφυλάκων, μηδ’ ἂν ἡδίων ἦι τῶν Θαμύρου τε | |
καὶ Ὀρφείων ὕμνων. | 8 | |
7 | —Symp. 218B πάντες γὰρ κεκοινωνήκατε τῆς φιλοσόφου [Sokrates] μανίας τε καὶ βακχείας· διὸ πάντες ἀκούσεσθε ... οἱ δὲ οἰκέται, καὶ εἴ τις ἄλλος ἐστὶν βέβηλός τε καὶ ἄγροικος, πύλας πάνυ μεγάλας τοῖς ὠσὶν ἐπίθεσθε. Vgl. IUST. coh. 15 [Orph. fr. 245, 1 K.] | |
5 | φθέγξομαι οἷς θέμις ἐστί· θύρας δ’ ἐπίθεσθε βέβηλοι. | |
8 | —Tim. p. 40D περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ’ ἡμᾶς, πειστέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐκγόνοις μὲν θεῶν οὖσιν, ὡς ἔφασαν, σαφῶς δέ που τούς γε αὑτῶν προγόνους εἰδόσιν ... οὕτως οὖν κατ’ ἐκείνους ἡμῖν | |
5 | ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ λεγέσθω· Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγενέσθην, τού‐ των δὲ Φόρκυς Κρόνος τε καὶ Ῥέα καὶ ὅσοι μετὰ τούτων, ἐκ δὲ Κρόνου καὶ Ῥέας Ζεὺς Ἥρα τε καὶ πάντες ὅσους ἴσμεν ἀδελφοὺς λεγομένους αὐτῶν, ἔτι τε τούτων ἄλλους | |
10 | ἐκγόνους. | |
9 | ARIST. Metaph. Λ 6. 1071 b 26 καίτοι εἰ ὡς λέγουσιν οἱ θεολόγοι οἱ ἐκ Νυκτὸς γεννῶντες ἢ ὡς οἱ φυσικοὶ ‘ἦν ὁμοῦ πάντα χρήματα‘ [59 B 1] φασί, τὸ αὐτὸ ἀδύνατον. N 4. 1091 b 4 οἱ δὲ ποιηταὶ οἱ ἀρχαῖοι ταύτηι ὁμοίως, ἧι βασιλεύειν καὶ ἄρχειν φασὶν οὐ τοὺς πρώ‐ | |
5 | τους οἶον Νύκτα καὶ Οὐρανὸν ἢ Χάος ἢ Ὠκεανόν, ἀλλὰ τὸν Δία. | |
10 | — —A 3. 983b 27 εἰσὶ δέ τινες οἳ καὶ τοὺς παμπαλαίους καὶ πολὺ πρὸ τῆς νῦν γενέσεως καὶ πρώτους θεολογήσαντας οὕτως [wie Thales] οἴονται περὶ τῆς φύσεως ὑπολαβεῖν· Ὠκεανόν τε γὰρ καὶ Τηθὺν ἐποίησαν τῆς γενέσεως πατέρας [s. B 2] καὶ τὸν ὅρκον | |
5 | τῶν θεῶν ὕδωρ, τὴν καλουμένην ὑπ’ αὐτῶν Στύγα τῶν ποιητῶν· τιμιώτατον μὲν γὰρ τὸ πρεσβύτατον· ὅρκος δὲ τὸ τιμιώτατόν ἐστιν. εἰ μὲν οὖν ἀρχαία τις αὕτη καὶ παλαιὰ τετύχηκεν οὖσα περὶ τῆς | |
φύσεως ἡ δόξα, τάχ’ ἂν ἄδηλον εἴη [s. B 11]. | 9 | |
10a | ARIST. de gen. anim. B 1. 734a 16 ἢ γάρ τοι ἅμα πάντα γίγνεται τὰ μόρια, οἶον καρδία πλεύμων ἧπαρ ὀφθαλμὸς καὶ τῶν ἄλλων ἕκαστον, ἢ ἐφεξῆς ὥσπερ ἐν τοῖς καλουμένοις Ὀρφέως ἔπε‐ σιν· ἐκεῖ γὰρ ὁμοίως φησὶ γίγνεσθαι τὸ ζῶιον τῆι τοῦ δικτύου | |
5 | πλοκῆι. | |
11 | — de anima A 5. 410 b 22 φαίνεται γὰρ τά τε φυτὰ ζῆν οὐ μετέχοντα φορᾶς οὐδ’ αἰσθήσεως καὶ τῶν ζώιων πολλὰ διάνοιαν οὐκ ἔχειν. εἰ δέ τις καὶ ταῦτα παραχωρήσειε καὶ θείη τὸν νοῦν μέρος τι τῆς ψυχῆς, ὁμοίως δὲ καὶ τὸ αἰσθητικόν, οὐδ’ ἂν οὕτω λέγοιεν | |
5 | καθόλου περὶ πάσης ψυχῆς οὐδὲ περὶ ὅλης οὐδεμιᾶς. τοῦτο δὲ πέ‐ πονθε καὶ ὁ ἐν τοῖς Ὀρφικοῖς ἔπεσι καλουμένοις λόγος· φησὶ γὰρ τὴν ψυχὴν ἐκ τοῦ ὅλου εἰσιέναι ἀναπνεόντων, φερομένην ὑπὸ τῶν ἀνέμων. Dazu Philop. p. 186, 24 ‘λεγομένοισ‘ εἶπεν, ἐπειδὴ μὴ δοκεῖ Ὀρφέως εἶναι τὰ ἔπη, ὡς καὶ αὐτὸς ἐν τοῖς Περὶ φιλοσοφίας λέγει [fr. 7 Rose]: | |
10 | αὐτοῦ μὲν γάρ εἰσι τὰ δόγματα, ταῦτα δέ φασιν Ὀνομάκριτον ἐν ἔπεσι κατατεῖναι. AELIAN. V. H. VIII 6 τῶν ἀρχαίων φασὶ Θραικῶν μηδένα ἐπίστασθαι γράμματα ... ἔνθεν τοι καὶ τολμῶσι λέγειν μηδὲ τὸν Ὀρφέα σοφὸν γεγονέναι Θρᾶικα ὄντα, ἀλλ’ ἄλλως τοὺς μύθους αὐτοῦ κατεψεῦσθαι· ταῦτα Ἀνδροτίων λέγει | |
15 | [fr. 36 FHG I 375]. TATIAN 41 p. 42, 4 Ὀρφεὺς δὲ κατὰ τὸν αὐτὸν χρόνον Ἡρακλεῖ γέγονεν, ἄλλως τε καὶ τὰ εἰς αὐτὸν ἐπιφερόμενά φασιν ὑπὸ Ὀνομακρίτου τοῦ Ἀθηναίου συντετάχθαι γενομένου κατὰ τὴν Πεισιστρατιδῶν ἀρχὴν περὶ τὴν πεντηκοστὴν ὀλυμπιάδα [580 —577]. τοῦ δὲ Ὀρφέως Μουσαῖος μαθητής. | |
12 | DAMASC. d. princ. 124 [I 319, 8 Ruelle] ἡ δὲ παρὰ τῶι Περιπατητικῶι Εὐδήμωι [fr. 117 Speng.] ἀναγεγραμμένη ὡς τοῦ Ὀρ‐ φέως οὖσα Θεολογία πᾶν τὸ νοητὸν ἐσιώπησεν ... ἀπὸ δὲ τῆς Νυκτὸς ἐποιήσατο τὴν ἀρχήν, ἀφ’ ἧς καὶ Ὅμηρος, εἰ καὶ μὴ συνεχῆ | |
5 | πεποίηται τὴν γενεαλογίαν, ἵστησιν· οὐ γὰρ ἀποδεκτέον Εὐδήμου λέγοντος ὅτι ἀπὸ Ὠκεανοῦ καὶ Τηθύος ἄρχεται [Homer C 302 Ὠκεα‐ νόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν]· φαίνεται γὰρ εἰδὼς καὶ τὴν Νύκτα μεγίστην οὕτω θεόν, ὡς καὶ τὸν Δία σέβεσθαι αὐτήν· ‘ἅζετο γὰρ μὴ Νυκτὶ θοῆι ἀποθύμια ῥέζοι‘ [Ξ 261]. ἀλλ’ Ὅμηρος μὲν καὶ | |
10 | αὐτὸς ἀρχέσθω ἀπὸ Νυκτός. Ἡσίοδος δέ μοι δοκεῖ πρῶτον γενέσθαι τὸ Χάος ἱστορῶν τὴν ἀκατάληπτον τοῦ νοητοῦ καὶ ἡνωμένην παν‐ τελῶς φύσιν κεκληκέναι Χάος, τὴν δὲ Γῆν [πρώτην] ἐκεῖθεν παράγειν ὥς τινα ἀρχὴν τῆς ὅλης γενεᾶς τῶν θεῶν. εἰ μὴ ἄρα Χάος μὲν τὴν δευτέραν τῶν δυεῖν ἀρχῶν, Γῆν δὲ καὶ Τάρταρον καὶ Ἔρωτα τὸ τρι‐ | 10 |
15 | πλοῦν νοητόν, τὸν μὲν Ἔρωτα ἀντὶ τοῦ τρίτου, ὡς κατὰ ἐπιστροφὴν θεωρούμενον (τοῦτο γὰρ οὕτως ὀνομάζει καὶ Ὀρφεὺς ἐν ταῖς Ῥα‐ ψωιδίαις) ... [Vgl. 123 = 60 K. (316, 18 R.) ἐν μὲν τοίνυν ταῖς φερο‐ μέναις ταύταις Ῥαψωιδίαις Ὀρφικαῖς ἡ θεολογία ἥδε τίς ἐστιν ἡ περὶ τὸ νοητόν, ἣν καὶ οἱ φιλόσοφοι διερμηνεύουσιν, ἀντὶ μὲν τῆς μιᾶς | |
20 | τῶν ὅλων ἀρχῆς τὸν Χρόνον τιθέντες, ἀντὶ δὲ τοῖν δυεῖν Αἰθέρα καὶ Χάος, ἀντὶ δὲ τοῦ ὄντος ἁπλῶς τὸ ὠιὸν ἀπολογιζόμενοι, καὶ τριάδα ταύτην πρώτην ποιοῦντες· εἰς δὲ τὴν δευτέραν τελεῖν ἤτοι τὸ κυούμενον καὶ τὸ κύον ὠιὸν τὸν θεὸν ἢ τὸν ἀργῆτα χιτῶνα ἢ τὴν νεφέλην, ὅτι ἐκ τούτων ἐκθρώσκει ὁ Φάνης· ἄλλοτε γὰρ ἄλλα | |
25 | περὶ τοῦ μέσου φιλοσοφοῦσιν ... τὴν δὲ τρίτην τὸν Μῆτιν ὡς νοῦν, τὸν Ἠρικεπαῖον ὡς δύναμιν, τὸν Φάνητα αὐτὸν ὡς πατέρα ... τοιαύτη μὲν ἡ συνήθης Ὀρφικὴ θεολογία. ACHILL. isag. 4 p. 33, 17 Maass τὴν δὲ τάξιν, ἣν δεδώκαμεν τῶι σφαιρώματι, οἱ Ὀρφικοὶ λέγουσι παραπλησίαν εἶναι τῆι ἐν τοῖς ὠιοῖς· ὃν γὰρ ἔχει λόγον τὸ | |
30 | λέπυρον ἐν τῶι ὠιῶι, τοῦτον ἐν τῶι παντὶ ὁ οὐρανός, καὶ ὡς ἐξήρτηται τοῦ οὐρανοῦ κυκλοτερῶς ὁ αἰθήρ, οὕτως τοῦ λεπύρου ὁ ὑμήν.] | |
13 | DAMASC. 123 bis [I 317, 15 R.] ἡ δὲ κατὰ τὸν Ἱερώνυμον φερομένη καὶ Ἑλλάνικον (näml. Ὀρφικὴ θεολογία), εἴπερ μὴ καὶ ὁ αὐτός ἐστιν, οὕτως ἔχει· ‘ὕδωρ ἦν, φησίν, ἐξ ἀρχῆς καὶ ὕλη, ἐξ ἧς ἐπάγη ἡ γῆ, δύο ταύτας ἀρχὰς ὑποτιθέμενος πρῶτον, ὕδωρ καὶ | |
5 | γῆν ... τὴν δὲ τρίτην ἀρχὴν μετὰ τὰς δύο γεννηθῆναι μὲν ἐκ τούτων, ὕδατός φημι καὶ γῆς, δράκοντα δὲ εἶναι κεφαλὰς ἔχοντα προσπε‐ φυκυίας ταύρου καὶ λέοντος, ἐν μέσωι δὲ θεοῦ πρόσωπον, ἔχειν δὲ καὶ ἐπὶ τῶν ὤμων πτερά, ὠνομάσθαι δὲ Χρόνον ἀγήραον καὶ Ἡρα‐ κλῆα τὸν αὐτόν. συνεῖναι δὲ αὐτῶι τὴν Ἀνάγκην, φύσιν οὖσαν | 11 |
10 | τὴν αὐτὴν καὶ Ἀδράστειαν, ἀσώματον διωργυιωμένην ἐν παντὶ τῶι κόσμωι, τῶν περάτων αὐτοῦ ἐφαπτομένην. ταύτην οἶμαι λέγε‐ σθαι τὴν τρίτην ἀρχὴν κατὰ τὴν οὐσίαν ἑστῶσαν, πλὴν ὅτι ἀρσενό‐ θηλυν αὐτὴν ὑπεστήσατο πρὸς ἔνδειξιν τῆς πάντων γεννητικῆς αἰτίας ... ὁ Χρόνος οὗτος ὁ δράκων γεννᾶται τριπλῆν γονήν· | |
15 | Αἰθέρα, φησί, νοτερὸν καὶ Χάος ἄπειρον καὶ τρίτον ἐπὶ τούτοις Ἔρεβος ὀμιχλῶδες ... ἀλλὰ μὴν ἐν τούτοις ὁ Χρόνος ὠιὸν ἐγέννη‐ σεν ... καὶ τρίτον ἐπὶ τούτοις θεὸν ἀσώματον, πτέρυγας ἐπὶ τῶν ὤμων ἔχοντα χρυσᾶς, ὃς ἐν μὲν ταῖς λαγόσι προσπεφυκυίας εἶχε ταύρων κεφαλάς, ἐπὶ δὲ τῆς κεφαλῆς δράκοντα πελώριον παντοδαπαῖς | |
20 | μορφαῖς θηρίων ἰνδαλλόμενον ... καὶ ἥδ’ ἡ θεολογία Πρωτόγονον ἀνυμνεῖ καὶ Δία καλεῖ πάντων διατάκτορα καὶ ὅλου τοῦ κόσμου· διὸ καὶ Πᾶνα καλεῖσθαι. ATHENAG. 18 p. 20 Schw. ... Ὀρφέως δὲ ὃς καὶ τὰ ὀνόματα αὐτῶν [der Götter] πρῶτος ἐξηῦρεν καὶ τὰς γενέσεις διεξῆλθεν καὶ ὅσα ἑκάστοις πέπρακται εἶπεν καὶ πεπίστευται παρ’ | |
25 | αὐτοῖς ἀληθέστερον θεολογεῖν, ὧι καὶ Ὅμηρος τὰ πολλὰ καὶ περὶ θεῶν μάλιστα ἕπεται, καὶ αὐτοῦ τὴν πρώτην γένεσιν αὐτῶν ἐξ ὕδατος συνιστάντος ‘Ὠκεανός, ὅσπερ γένεσις πάντεσσι τέτυκται‘ [Ξ 201]. ἦν γὰρ ὕδωρ ἀρχὴ κατ’ αὐτὸν τοῖς ὅλοις, ἀπὸ δὲ τοῦ ὕδατος ἰλὺς κατέστη, ἐκ δὲ ἑκατέρων ἐγεννήθη ζῶιον δράκων προσ‐ | |
30 | πεφυκυῖαν ἔχων κεφαλὴν λέοντος, διὰ μέσου δὲ αὐτῶν θεοῦ πρόσω‐ πον, ὄνομα Ἡρακλῆς καὶ Χρόνος. οὗτος ὁ Ἡρακλῆς ἐγέννησεν ὑπερμέγεθες ὠιόν, ὃ συμπληρούμενον ὑπὸ βίας τοῦ γεγεννηκότος ἐκ παρατριβῆς εἰς δύο ἐρράγη. τὸ μὲν οὖν κατὰ κορυφὴν αὐτοῦ Οὐρανὸς εἶναι ἐτελέσθη, τὸ δὲ κάτω ἐνεχθὲν Γῆ· προῆλθε δὲ καὶ | |
35 | θεός τις δισώματος. Οὐρανὸς δὲ Γῆι μιχθεὶς γεννᾶι θηλείας μὲν Κλωθὼ Λάχεσιν Ἄτροπον, ἄνδρας δὲ Ἑκατόγχειρας Κόττον Γύγην Βριάρεων καὶ Κύκλωπας Βρόντην καὶ Στερόπην | |
καὶ Ἄργην· οὓς καὶ δήσας κατεταρτάρωσεν, ἐκπεσεῖσθαι αὐτὸν ὑπὸ τῶν παίδων τῆς ἀρχῆς μαθών. διὸ καὶ ὀργισθεῖσα ἡ Γῆ τοὺς Τιτᾶ‐ | 12 | |
40 | νας ἐγέννησεν· κούρους δ’ Οὐρανίωνας ἐγείνατο πότνια Γαῖα, οὓς δὴ καὶ Τιτῆνας ἐπίκλησιν καλέουσιν, οὕνεκα τεισάσθην μέγαν Οὐρανὸν ἀστερόεντα. | |
14 | [DEMOSTH.] c. Aristog. I 11 καὶ τὴν ἀπαραίτητον καὶ σεμνὴν Δίκην ἣν ὁ τὰς ἁγιωτάτας τελετὰς ἡμῖν καταδείξας Ὀρφεὺς παρὰ τὸν τοῦ Διὸς θρόνον φησὶ καθημένην πάντα τὰ τῶν ἀνθρώπων ἐφορᾶν. | |
15 | MARM. PAR. FGrHist. 239 A 14 II 995 〈ἀφ’ οὗ Ὀρφεὺς ὁ Οἰάγρου καὶ Καλλιόπησ〉 υἱὸς τὴν ἑαυτοῦ ποίησιν ἐξέθηκε, Κόρης τε ἁρπαγὴν καὶ Δήμητρος ζήτησιν καὶ τὸν αὐτου〈ργηθέντα αὐτῆι σπόρον, ὃν ἐδίδαξε τὸ πλῆ〉θοσ(?) τῶν ὑποδεξαμένων τὸν | |
5 | καρπόν ... Vgl. Themist. or. 30 p. 422 Dind. ORPH. ARGON. 26 Δήμη‐ τρός τε πλάνην καὶ Φερσεφόνης μέγα πένθος, θεσμοφόρος θ’ ὡς ἦν. | |
15a | PAPYR. BEROL. 44 s. II v. Chr. [Berl. Klassikertexte v 1, 8]. col. 1, 1ff. 〈Ὀρφεὺς υἱὸς ἦν Οἰάγ〉ρου καὶ Καλλιόπης τῆς 〈Μούσης, ὁ δὲ Μουσ〉ῶν βασιλεὺς Ἀπόλλων τού〈τωι ἐπέπνευσεν, ὅθεν〉 ἔνθεος | |
5 | γενόμενος 〈ἐποίησεν τοὺς ὕμνους,〉 οὓς ὀλίγα Μουσαῖος ἐπα〈νορθώσας κατέγρ〉αψεν· παρέδωκεν δὲ 〈τὰ Ὀρφέως ὄργι〉α σέβεσθαι Ἕλλησίν τε καὶ 〈βαρβάροις, καὶ κ〉α〈θ’〉 ἕκαστον σέβημα ἦν ἐ〈πιμελέστατος | |
περὶ〉 τελετὰς καὶ μυστήρια καὶ 〈καθαρμοὺς καὶ〉 μαντεῖα. τ〈ὴ〉ν Δ〈ή〉μητρα θε〈ὰν〉 ... col. 2, 1ff. 〈ἣν Ὀ〉ρφεὺς 〈μὲ〉ν Διὸς ἀδελφὴν | 13 | |
10 | παραδέδωκεν, οἱ δὲ μητέρα· ὧν οὐθὲν τῶν εὐσεβούντων εἰς ἐπίμνη‐ σιν ποιητέον. ἔχει γὰρ ἐκ Διὸς καὶ Δήμητρος θυγατρὸς ἀρχήν, Φερ‐ σεφόνη〈ς ἴα πλ〉εκούσης συμπαρουσῶν τῶν 〈Ὠκεα〉νοῦ θυγατέρων ὧν ὀνόματα τα〈ῦτα ἐκ τῶν〉 Ὀρφέως ἐπῶν. | |
18 | col 4 τὴν συμφοράζουσαν στενάχειν ὑπὲρ τῆς θυγατρός· Καλλιόπης δὲ καὶ Κλεισιδίκης καὶ | |
20 | Δημωνάσσησ[?] μετὰ τῆς βασιλίσσης ἐφ’ ὑδρείαν ἐλθουσῶν πυν‐ θάνεσθαι τῆς Δήμητρος ὡς θνητῆς τινος, χρείας δ’ ἕνεκά τινος αὐτὴν παραγεγονέναι ὁ Μουσαῖος διὰ τῶν ἐπῶν αὐτοῦ λέγων ἐστίν. | |
25 | col. 6: | |
29 | ἄφρονες ἄνθρωποι δυστλήμονες 〈οὔτε κακοῖο ὔμμιν ἐπ〉ερ〈χομένου | |
30 | πρ〉ογνώμονες οὔτ’ ἀγαθοῖο. col. 7: εἰμὶ δὲ Δημήτηρ ὡρηφόρ〈ος ἀγλαό〉δωρος. τίς θεὸς οὐράνιος ἠὲ θνητῶν ἀνθρώπων ἥρπασε Φερσεφόνην καὶ 〈ἑὸν φίλον ἤπα〉φε θυμόν; | |
35 | ὅθεν Κάθοδος λέγεται. | |
16 | APOLLON. RHOD. I 494 ἀν δὲ καὶ Ὀρφεύς λαιῆι ἀνασχόμενος κίθαριν πείραζεν ἀοιδῆς. | |
ἤειδεν δ’ ὡς γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα τὸ πρὶν ἐπ’ ἀλλήλοισι μιῆι συναρηρότα μορφῆι | 14 | |
5 | νείκεος ἐξ ὀλοοῖο διέκριθεν ἀμφὶς ἕκαστα· ἠδ’ ὡς ἔμπεδον αἰὲν ἐν αἰθέρι τέκμαρ ἔχουσιν ἄστρα σεληναίη τε καὶ ἠελίοιο κέλευθοι· οὔρεά θ’ ὡς ἀνέτειλε, καὶ ὡς ποταμοὶ κελάδοντες αὐτῆισιν νύμφηισι καὶ ἑρπετὰ πάντ’ ἐγένοντο. — | |
10 | ἤειδεν δ’ ὡς πρῶτον Ὀφίων Εὐρυνόμη τε Ὠκεανὶς νιφόεντος ἔχον κράτος Οὐλύμποιο· ὥς τε βίηι καὶ χερσὶν ὁ μὲν Κρόνωι εἴκαθε τιμῆς, ἡ δὲ Ῥέηι, ἔπεσον δ’ ἐνὶ κύμασιν Ὠκεανοῖο· οἱ δὲ τέως μακάρεσσι θεοῖς Τιτῆσιν ἄνασσον, | |
15 | ὄφρα Ζεὺς ἔτι κοῦρος, ἔτι φρεσὶ νήπια εἰδώς Δικταῖον ναίεσκεν ὑπὸ σπέος, οἱ δέ μιν οὔπω γηγενέες Κύκλωπες ἐκαρτύναντο κεραυνῶι βροντῆι τε στεροπῆι τε· τὰ γὰρ Διὶ κῦδος ὀπάζει. | |
17(2) | [I. G. XIV n. 638 Kaib. Harrison—Murray Prolegomena 1. Auflage S. 661ff. Comparetti Laminette Orfiche (Fir. 1910) 32]. | |
6 | εὑρήσσεις δ’ Ἀίδαο δόμων ἐπ’ ἀριστερὰ κρήνην, παρ’ δ’ αὐτῆι λευκὴν ἑστηκυῖαν κυπάρισσον· ταύτης τῆς κρήνης μηδὲ σχεδὸν ἐμπελάσειας. εὑρήσεις δ’ ἑτέραν, τῆς Μνημοσύνης ἀπὸ λίμνης | |
10 | ψυχρὸν ὕδωρ προρέον· φύλακες δ’ ἐπίπροσθεν ἔασιν. εἰπεῖν· ‘Γῆς παῖς εἰμι καὶ Οὐρανοῦ ἀστερόεντος, αὐτὰρ ἐμοὶ γένος οὐράνιον· τόδε δ’ ἴστε καὶ αὐτοί· δίψηι δ’ εἰμ(ὶ) αὔη καὶ ἀπόλλυμαι· ἀλλὰ δότ’ αἶψα ψυχρὸν ὕδωρ προρέον τῆς Μνημοσύνης ἀπὸ λίμνησ‘. | |
15 | καὐ〈τοί〉 σ〈ο〉ι δώσουσι πιεῖν θείης ἀπ〈ὸ κρήν〉ης, | |
καὶ τότ’ ἔπειτ’ ἄ〈λλοισι μεθ’〉 ἡρώεσσι ἀνάξει〈ς. | 15 | |
17a(2) | [B. C. Hell. XVII 121. Harr.—Murr. 662. Comp. 37] Α. δίψαι αὖος ἐγὼ καὶ ἀπόλλυμαι. Β. ἀλλὰ πιέμ 〈μ〉οι κράνας αἰενάω ἐπὶ δεξιά, τῆ κυφάρισσος. | |
5 | τίς δ’ ἐσί; πῶ δ’ ἐσί; Α. Γᾶς υἱός ἠμι καὶ Ὠρανῶ ἀστερόεντος. | |
18 | [I. G. XIV, 641, 1. Comp. 1] ἔρχομαι ἐκ κοθαρῶ〈ν〉, κοθαρὰ χθονί〈ων〉 βασίλεια, Εὐκλῆς, Εὐβουλεύς τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι· | |
5 | καὶ γὰρ ἐγὼν ὑμῶν γένος ὄλβιον εὔχομαι εἶμεν, ἀλλά με Μοῖρ(α) ἐδάμασσε καὶ ἀθάνατοι θεοὶ ἄλλοι 〈***〉 καὶ ἀστεροβλῆτα κεραυνόν. κύκλου δ’ ἐξέπταν βαρυπενθέος ἀργαλέοιο, ἱμερτοῦ δ’ ἐπέβαν στεφάνου ποσὶ καρπαλίμοισι, | |
10 | Δεσποίνας δ(ὲ) ὑπὸ κόλπον ἔδυν χθονίας βασιλείας· ἱμερτοῦ δ’ ἀπέβαν στεφάνου ποσὶ καρπαλίμοισι. ‘ὄλβιε καὶ μακαριστέ, θεὸς δ’ ἔσηι ἀντὶ βροτοῖο‘. ἔριφος ἐς γάλ’ ἔπετον. | |
19 | —[I. G. XIV, 641, 2. Comp. 21] ἔρχομαι ἐκ καθαρῶν [χθονίων] καθαρά, χθονίων βασίλεια, Εὖκλε καὶ Εὐβουλεῦ καὶ 〈ὅσοι〉 θεοὶ δαίμονες ἄλλοι· καὶ γὰρ ἐγὼν ὑμῶν γένος εὔχομαι ὄλβιον εἶναι, | |
5 | ποινὰν δ’ ἀνταπέτεισ(α) ἔργων ἕνεκ(α) οὔτι δικαίων, εἴτε με Μοῖρ(α) ἐδαμάσατο (?) 〈*** | |
***〉 στεροπῆτι κεραυνῶι. νῦν δ’ ἱκέτι〈ς ἥ〉κω παρ’ ἀγαυὴν Φερσεφόνειαν, ὥς με πρόφρων πέμψηι ἕδρας εἰς εὐαγε〈όν〉τω〈ν〉. | 16 | |
19a | Diels in Kleinerts Philotesia (Berl. 1907) 39. Comp. 43. ἔρχεται ἐκ καθαρῶν καθαρά, χθονίων βασίλεια, Εὔκλεες Εὐβουλεῦ τε, Διὸς τέκος ἀγλά’, ἔχω δὲ | |
5 | Μνημοσύνης τόδε δῶρον ἀοίδιμον ἀνθρώποισιν. ‘Καικιλία Σκουνδεῖνα, νόμωι ἴθι δῖα γεγῶσα‘. | |
20 | [I. G. XIV 642. Comp. 6] ἀλλ’ ὁπόταμ ψυχὴ προλίπηι φάος ἀελίοιο, δεξιὸν ε〈ἴ〉σ〈ι〉θι ἇς δεῖ τινα πεφυλαγμένον εὖ μάλα πάντα. χαῖρε παθὼν τὸ πάθημα· τὸ δ’ οὔπω πρόσθ(ε) ἐπεπόνθεις· | |
5 | θεὸς ἐγένου ἐξ ἀνθρώπου· ἔριφος ἐς γάλα ἔπετες. χαῖρε, χαῖρε, δεξιὰν ὁδοιπορ〈ῶν〉 λειμῶνάς τ(ε) ἱεροὺς καὶ ἄλσεα Φερσεφονείας. | |
21 | [Diels, Orphischer Demeterhymnus (Fest‐ | |
schr. f. Gomperz) S. 1ff. Comp. 10]. | 17 | |
4 | πρατογόνωι Γῆι ματρὶ ἔφη Κυβελήια Κόρρα· | |
5 | .... Δήμητρος ... πανόπτα Ζεῦ ........ Ἥλιε Πῦρ διὰ πάντ’ ἄστη νίσεαι, ὅτε Νίκαις ἠδὲ Τύχαις ἐφάνης 〈καὶ ὁμοῦ〉 παμμήστορι Μοίραι, τῆι τοι γάννυα πιαίνεις τῆι σῆι, κλυτὲ δαῖμον, δεσποτείαι· τὶν πάντα δαμαστά, 〈τὰ〉 πάντα κρατυντά, | |
10 | ἐμβρόντητα δὲ πάντα· 〈τὰ〉 Μοίρης τλητέα πάντη. μητέρι Πῦρ μέν μ’ ἆγ(ε), εἰ νῆστις οἶδ’ 〈ὑπομεῖναι〉, ἑπτά τε νῆστιν νυξὶν ἢ μεθ’ ἡμέραν (?) ἐλινύεν. ἑπτῆμαρ τὶν νῆστις ἔην, Ζεῦ Ὀλύμπιε καὶ πανόπτα Ἅλιε .................... | |
22 | CLEM. Strom. V 49 (II 360 St.) οὐχὶ καὶ Ἐπιγένης ἐν | |
τῶι Περὶ τῆς Ὀρφέως ποιήσεως τὰ ἰδιάζοντα παρ’ Ὀρφεῖ ἐκτιθέμενός φησι ‘κερκίσι καμπυλόχοισι‘ τοῖς ἀρότροις μηνύεσθαι, ‘στήμοσι‘ δὲ τοῖς αὔλαξι, ‘μίτον‘ δὲ τὸ σπέρμα ἀλληγορεῖσθαι καὶ ‘δάκρυα | 18 | |
5 | Διός‘ τὸν ὄμβρον δηλοῦν, ‘Μοίρας‘ τε αὖ τὰ μέρη τῆς σελήνης, τριακάδα καὶ πεντεκαιδεκάτην καὶ νουμηνίαν· διὸ καὶ ‘λευκοστό‐ λους‘ αὐτὰς καλεῖν τὸν Ὀρφέα φωτὸς οὔσας μέρη. πάλιν ‘ἄνθιον‘ μὲν τὸ ἔαρ διὰ τὴν φύσιν, ‘ἀργίδα‘ δὲ τὴν νύκτα διὰ τὴν ἀνάπαυσιν καὶ ‘Γοργόνιον‘ τὴν σελήνην διὰ τὸ ἐν αὐτῆι πρόσωπον, ‘Ἀφρο‐ | |
10 | δίτην‘ τε τὸν καιρὸν καθ’ ὃν δεῖ σπείρειν λέγεσθαι παρὰ τῶι θεο‐ λόγωι. | |
23 | ||
3 | [Greek Papyri from Gurob edited by G. Smyly, Cunningham Memoirs n. 12, Dublin 1921 n. 1; M. Tierney Classic. | |
5 | Quart. 16 (1922) 77]. .ασταε.. 〈ἵ〉να εὕρ̣η̣ι̣ ωμα...υνλεγε διὰ̣ τὴ̣ν τελετήν ἔτεμον ποινὰς πατέ〈ρων | |
10 | σῶισόμ με Βριμώ με Δημήτηρ τε Ῥέα Κούρητές τε ἔνοπλοι ωμεν ἵ〉να ποιῶμεν ἱερὰ καλά | |
15 | .νηι κριός τε τράγος τε ἀπερίσια δῶρα .ου καὶ ἐπὶ ποταμοῦ νομῶι ανων τοῦ τράγου τὰ δὲ λ̣ο̣ι̣π̣ὰ̣ ⟦κρα⟧ κρέα ἐσθιέτω | |
20 | βέβηλ〉ος μὴ ἐφοράτω λ̣λου ἀναθεὶς εἰς τὸ ἀνηιρε αλων εὐχή (vacat) νον καὶ Εὐβουλέα καλῶ .ας ευιηας κικλήσκω | |
25 | ..ιτοφιλους σὺ ἀπαυάνας Δ〉ήμητρος καὶ Παλλάδος ἡμῖν | |
βασι〉λεῦ Ἰρικεπαῖγε σῶισόμ με Φάν〉η̣τα· εἷς Διόνυσος σύμβολα υρα θεὸς διὰ κόλπου | 19 | |
30 | ν ἔπιον ὄνος βουκόλος γιας σύνθεμα· ἄνω κάτω τοῖς κ̣α̣ὶ̣ ὅ̣ σοι ἐδόθη ἀνηλῶσαι ε〉ἰς τὸν κάλαθον ἐμβαλῖν κ〉ῶνος ῥόμβος ἀστράγαλοι | |
35 | ἡ ἔσοπτρος (vacat) |