TLG 0579 009 :: ORPHICA :: Testimonia Testimonia test. 1–16 Citation: Fragment — (line) | ||
1 | SUID. Ὀρφεὺς Λειβήθρων τῶν ἐν Θράικηι (πόλις δέ ἐστιν ὑπὸ τῆι Πιερίαι), υἱὸς Οἰάγρου καὶ Καλλιόπης· ὁ δὲ Οἴαγρος πέμπτος ἦν ἀπὸ Ἄτλαντος, κατὰ Ἀλκυόνην μίαν τῶν θυγατέρων αὐτοῦ. γέγονε δὲ πρὸ ια γενεῶν τῶν Τρωικῶν· καί φασι μαθητὴν γενέσθαι αὐτὸν Λίνου, βιῶναι δὲ γενεὰς θ, οἱ δὲ ια φασίν. | |
5 | ἔγραψε: Τριαγμούς (λέγονται δὲ εἶναι Ἴωνος τοῦ τραγικοῦ [vgl. c. 36])· ἐν δὲ τούτοις τὰ Ἱεροστολικὰ καλούμενα, κλήσεις κοσμικαί. Νεωτευκτικά. Ἱεροὺς λόγους ἐν ῥαψωιδίαις κδ (λέγονται δὲ εἶναι Θεογνήτου τοῦ Θεσσαλοῦ, οἱ δὲ Κέρκωπος τοῦ Πυθαγορείου [c. 15]). Χρησμούς, οἳ ἀναφέρονται εἰς Ὀνομάκριτον. Τελετάς (ὁμοίως δέ φασι καὶ ταύτας Ὀνομακρίτου). | |
---|---|---|
10 | 〈Λιθικά〉· ἐν τούτοις δ’ ἔστι περὶ λίθων γλυφῆς, ἥτις Ὀγδοηκοντάλιθος ἐπι‐ | |
γράφεται. Σωτήρια· ταῦτα Τιμοκλέους τοῦ Συρακουσίου λέγεται ἢ Περσίνου τοῦ Μιλησίου. Κρατῆρας [1 A 1b. 2 A 7]· ταῦτα Ζωπύρου φασίν. Θρονισμοὺς μητρώιους καὶ Βακχικά· ταῦτα Νικίου τοῦ Ἐλεάτου φασὶν εἶναι. Εἰς Ἅιδου κατάβασιν· ταῦτα Ἡροδίκου τοῦ Περινθίου [vgl. c. 15]. Πέπλον καὶ Δίκτυον | 1 | |
15 | [vgl. B 10a]· καὶ ταῦτα Ζωπύρου τοῦ Ἡρακλεώτου, οἱ δὲ Βροτίνου [c. 17, 4]. Ὀνομαστικόν, ἔπη ͵ας. Θεογονίαν, ἔπη ͵ας. Ἀστρονομίαν, Ἀμμοσκο‐ πίαν [?], Θυηπολικόν, Ὠιοθυτικὰ ἢ Ὠιοσκοπικά, ἐπικῶς. Καταζωστι‐ κόν, Ὕμνους, Κορυβαντικόν, καὶ Φυσικά, ἃ Βροτίνου φασίν [Lobon fr. 7 Crönert in Χάριτες für Leo]. | |
20 | Ὀρφεὺς Κροτωνιάτης ἐποποιός, ὃν Πεισιστράτωι συνεῖναι τῶι τυράννωι Ἀσκλη‐ πιάδης φησὶν ἐν τῶι ἕκτωι βιβλίωι τῶν Γραμματικῶν· Δωδεκαετηρίδας. Ἀργο‐ ναυτικὰ καὶ ἄλλα τινά. Ὀρφεὺς Καμαριναῖος ἐποποιός, οὗ φασιν εἶναι τὴν Εἰς Ἅιδου κατάβασιν. | |
1a | SUID. Ἵππος Νισαῖος .... ἐν δὲ Δικτύωι Ὀρφεὺς λέγει, ὅτι ἡ Νίσα τόπος ἐστὶν ἐν Ἐρυθρᾶι κείμενος. | |
1b | CLEM. Str. I 131 (II 81, 7 St.) τοὺς μὲν ἀναφερομένους εἰς Μουσαῖον [2 B 20a—22] Ὀνομακρίτου εἶναι λέγουσι, τὸν Κρατῆρα δὲ τὸν Ὀρφέως Ζω‐ πύρου τοῦ Ἡρακλεώτου, τήν τε Εἰς Ἅιδου κατάβασιν Προδίκου τοῦ Σαμίου. Ἴων κτλ. | |
2 | ALCAEUS fr. 80 Diehl τὸ γὰρ ἐμμόρμενον Ὄρ〈φευς ἐβιάσδετο V. S.〉 | |
πάρφ〉αις ἄνδρεσι τοῖς γεινο〈μένοισιν θάνατον φύγην〉, αἰ πάντ〉αι σόφος ἦι καὶ φρέσι πύκνα〈ισι κεκάσμενοσ〉. | 2 | |
5 | νήπιο〉ς, παρὰ μοῖραν Δίος οὐδὲ τρί〈χες ἔρρυεν〉. | |
2a | IBYC. fr. 17 Diehl ὀνομακλυτὸν Ὀρφήν. | |
3 | AESCHYL. Ag. 1629 Ὀρφεῖ δὲ γλῶσσαν τὴν ἐναντίαν ἔχεις· ὁ μὲν γὰρ ἦγε πάντ’ ἀπὸ φθογγῆς χαρᾶι ... | |
4 | PAUS. X 30, 6 ἀποβλέψαντι δὲ αὖθις ἐς τὰ κάτω τῆς γραφῆς ἔστιν ἐφεξῆς μετὰ τὸν Πάτροκλον οἷα ἐπὶ λόφου τινὸς Ὀρφεὺς καθεζόμενος, ἐφάπτεται δὲ καὶ τῆι ἀριστερᾶι κιθάρας, τῆι δὲ ἑτέραι χειρὶ ἰτέας κλῶνές εἰσιν ὧν ψαύει, προσανακέκλιται δὲ τῶι δένδρωι· τὸ δὲ ἄλσος ἔοικεν | |
5 | εἶναι τῆς Περσεφόνης, ἔνθα αἴγειροι καὶ ἰτέαι δόξηι τῆι Ὁμήρου [k 509] πεφύκασιν. Ἑλληνικὸν δὲ τὸ σχῆμά ἐστι τῶι Ὀρφεῖ καὶ οὔτε ἡ ἐσθὴς οὔτε ἐπίθημά ἐστιν ἐπὶ τῆι κεφαλῆι Θράικιον. | |
5 | PROCLUS Schol. Hesiod. Opp. 631 p. 361, 6 Gaisf.: Ἑλλάνικος δ’ ἐν Φορωνίδι (F GrHist. 4 F 5 I 109) 〈δέκατον〉 ἀπὸ Ὀρφέως φησὶν εἶναι τὸν Ἡσίοδον. HEROD. II 53 Ἡσίοδον γὰρ καὶ Ὅμηρον ἡλικίην τετρακοσίοισι ἔτεσι δοκέω | |
5 | μευ πρεσβυτέρους γενέσθαι καὶ οὐ πλέοσι ... οἱ δὲ πρότερον ποιηταὶ λεγόμενοι τούτων τῶν ἀνδρῶν γενέσθαι ὕστερον ἔμοιγε δοκεῖν ἐγένοντο ... τὰ δὲ ὕστερα τὰ ἐς Ἡσίοδόν τε καὶ Ὅμηρον ἔχοντα ἐγὼ λέγω. | |
6 | EURIP. Alc. 357 εἰ δ’ Ὀρφέως μοι γλῶσσα καὶ μέλος παρῆν, ὥστ’ ἢ κόρην Δήμητρος ἢ κείνης πόσιν ὕμνοισι κηλήσαντά ς’ ἐξ Ἅιδου λαβεῖν, | |
5 | κατῆλθον ἄν. | |
7 | — —962 ἐγὼ καὶ διὰ μούσας καὶ μετάρσιος ἦιξα καὶ πλείστων ἁψάμενος λόγων κρεῖσσον οὐδὲν Ἀνάγκας | |
5 | ηὗρον, οὐδέ τι φάρμακον Θρήισσαις ἐν σανίσιν, τὰς Ὀρφεία κατέγραψεν γῆρυς, οὐδ’ ὅσα Φοῖβος Ἀσκληπιάδαις ἔδωκε φάρμακα πολυπόνοις ἀντιτεμὼν βροτοῖσιν. | |
8 | HIPPOL. 952 | |
ἤδη νυν αὔχει καὶ δι’ ἀψύχου βορᾶς σῖτ’ ἐκκαπήλευ’, Ὀρφέα τ’ ἄνακτ’ ἔχων βάκχευε πολλῶν γραμμάτων τιμῶν καπνούς. | 3 | |
9 | EURIP. Cycl. 646 ἀλλ’ οἶδ’ ἐπωιδὴν Ὀρφέως ἀγαθὴν πάνυ, ὡς αὐτόματον τὸν δαλὸν εἰς τὸ κρανίον στείχονθ’ ὑφάπτειν τὸν μονῶπα παῖδα γῆς. | |
9a | —Hypsipyle [OX. Pap. VI n. 852 fr. 1 col. 3, 8 p. 36 Hunt; 51 Arnim] ὙΨ(ιπύλη) ... μέσωι δὲ παρ’ ἱστῶι Ἀσιὰς ἔλεγον ἰήιον | |
5 | Θρῆισς’ ἐβόα κίθαρις Ὀρφέως μακροπόδων πιτύλων ἐρέτηισι κε‐ λεύσματα μελπομένα, τοτὲ μὲν ταχύ‐ πλουν τοτὲ δ’ εἰλατίνας ἀνάπαυμα πλάτας. | |
9b | — —[fr. 64 col. 2 p. 70 Hunt; 66 Arnim] ἜΥ(νεως) Ἀργώ με καὶ τόνδ’ ἤγαγ’ εἰς Κόλχων πόλιν ὙΨ(ιπύλη) ἀπομαστίδιόν γ’ ἐμῶν στέρνων. ΕΥ ἐπεὶ δ’ Ἰάσων ἔθαν’ ἐμός, μῆτερ, πατήρ, | |
5 | ΥΨ οἴμοι κακὰ λέγεις, δάκρυά τ’ ὄμμασιν, τέκνον, ἐμοῖς δίδως— ΕΥ Ὀρφεύς με καὶ τόνδ’ ἤγαγ’ εἰς Θράικης τόπον, ΥΨ τίνα πατέρι ποτὲ χάριν ἀθλίωι τιθέμενος; ἔνεπέ μοι, τέκνον. | |
10 | ΕΥ μοῦσάν με κιθάρας Ἀσιάδος διδάσκεται, τοῦτον δ’ ἐς Ἄρεως ὅπλ’ ἐκόσμησεν μάχης. | |
10 | [—]Rhes. 943 μυστηρίων τε τῶν ἀπορρήτων φανάς ἔδειξεν Ὀρφεύς, αὐτανέψιος νεκροῦ τοῦδ’ ὃν κατακτείνεις σύ· Μουσαῖόν τε σόν | |
5 | σεμνὸν πολίτην κἀπὶ πλεῖστον ἄνδρ’ ἕνα | |
ἐλθόντα Φοῖβος σύγγονοί τ’ ἠσκήσαμεν. | 4 | |
11 | ARISTOPH. Ran. 1032 Ὀρφεὺς μὲν γὰρ τελετάς θ’ ἡμῖν κατέδειξε φόνων τ’ ἀπέχεσθαι, Μουσαῖος δ’ ἐξακέσεις τε νόσων καὶ χρησμούς. | |
12 | —Av. 693 Χάος ἦν καὶ Νὺξ Ἔρεβός τε μέλαν πρῶτον καὶ Τάρταρος εὐρύς, Γῆ δ’ οὐδ’ Ἀὴρ οὐδ’ Οὐρανὸς ἦν· Ἐρέβους δ’ ἐν ἀπείροσι κόλποις τίκτει πρώτιστον ὑπηνέμιον Νὺξ ἡ μελανόπτερος ὠιόν, | |
5 | ἐξ οὖ περιτελλομέναις ὥραις ἔβλαστεν Ἔρως ὁ ποθεινός στίλβων νῶτον πτερύγοιν χρυσαῖν, εἰκὼς ἀνεμώκεσι δίναις. οὗτος δὲ Χάει πτερόεντι μιγεὶς νυχίωι κατὰ Τάρταρον εὐρύν ἐνεόττευσεν γένος ἡμέτερον καὶ πρῶτον ἀνήγαγεν εἰς φῶς. πρότερον δ’ οὐκ ἦν γένος ἀθανάτων, πρὶν Ἔρως ξυνέμειξεν ἅπαντα· | |
10 | ξυμμειγνυμένων δ’ ἑτέρων ἑτέροις γένετ’ Οὐρανὸς Ὠκεανός τε καὶ Γῆ πάντων τε θεῶν μακάρων γένος ἄφθιτον. | |
12a | TIMOTHEUS Pers. 234 Wilamowitz πρῶτος ποικιλόμουσος Ὀρ‐ φεὺς 〈χέλ〉υν ἐτέκνωσεν υἱὸς Καλλιόπας Πιερίας ἔπι. | |
5 | Τέρπανδρος δ’ ἐπὶ τῶι δέκα τεῦξε μοῦσαν ἐν ὠιδαῖς. | |
13 | CLEM. Strom. VI 15 (II 434, 19 St.) aus HIPPIAS [86 B 6] τούτων ἴσως εἴρηται τὰ μὲν Ὀρφεῖ τὰ δὲ Μουσαίωι κατὰ βραχὺ ἄλλωι ἀλλαχοῦ, τὰ δὲ Ἡσιόδωι τὰ δὲ Ὁμήρωι. | |
13a | OLYMPIODOR. b. Phot. bibl. c. 80. 61 a 31 ταύτην καλεῖ Ἡρό‐ δοτος [III 26] ‘μακάρων νήσουσ‘, Ἡρόδωρος δὲ ὁ τὴν Ὀρφέως καὶ Μουσαίου συγ‐ γράψας ἱστορίαν Φαιακίδα ταύτην καλεῖ. | |
14 | PLATO Symp. 179D Ὀρφέα δὲ τὸν Οἰάγρου ἀτελῆ ἀπέπεμψαν ἐξ Ἅιδου, φάσμα δείξαντες τῆς γυναικὸς ἐφ’ ἣν ἧκεν, αὐτὴν δὲ οὐ δόντες, ὅτι μαλθακίζεσθαι ἐδόκει, ἅτε ὢν κιθαρωιδός, καὶ οὐ τολμᾶν ἕνεκα τοῦ ἔρωτος ἀποθνήισκειν ὥσπερ Ἄλκηστις, ἀλλὰ διαμηχανᾶσθαι ζῶν εἰσιέναι εἰς Ἅιδου. τοιγάρτοι διὰ ταῦτα δίκην | |
5 | αὐτῶι ἐπέθεσαν, καὶ ἐποίησαν τὸν θάνατον αὐτοῦ ὑπὸ γυναικῶν γενέσθαι. | |
14a | —Ion 536 B ἐκ δὲ τούτων τῶν πρώτων δακτυλίων, τῶν ποιητῶν, ἄλλοι ἐξ ἄλλου αὖ ἠρτημένοι εἰσὶ καὶ ἐνθουσιάζουσιν, οἱ μὲν ἐξ Ὀρφέως, οἱ δ’ ἐκ Μουσαίου, οἱ δὲ πολλοὶ ἐξ Ὁμήρου κατέχονταί τε καὶ ἔχονται. | |
14b | ISOCR. XI 38 τοιούτους δὲ λόγους περὶ αὐτῶν τῶν θεῶν εἰρήκασιν | |
οἵους οὐδεὶς ἂν περὶ τῶν ἐχθρῶν εἰπεῖν τολμήσειεν· οὐ γὰρ μόνον κλοπὰς καὶ μοιχείας καὶ παρ’ ἀνθρώποις θητείας αὐτοῖς ὠνείδισαν, ἀλλὰ καὶ παίδων βρώσεις καὶ πατέρων ἐκτομὰς καὶ μητέρων δεσμοὺς καὶ πολλὰς ἄλλας | 5 | |
5 | ἀνομίας κατ’ αὐτῶν ἐλογοποίησαν. (39) ὑπὲρ ὧν τὴν μὲν ἀξίαν δίκην οὐκ ἔδοσαν, οὐ μὴν ἀτιμώρητοί γε διέφυγον, ἀλλ’ οἱ μὲν ... Ὀρφεὺς δ’ ὁ μάλιστα τούτων τῶν λόγων ἁψάμενος διασπασθεὶς τὸν βίον ἐτελεύτησεν. | |
15 | DIOD. V 64, 4 ἔνιοι δ’ ἱστοροῦσιν, ὧν ἐστι καὶ Ἔφορος [FGrHist. 70 F 104 II 68], τοὺς Ἰδαίους Δακτύλους γενέσθαι μὲν κατὰ τὴν Ἴδην τὴν ἐν Φρυγίαι, διαβῆναι δὲ μετὰ Μυγδόνος εἰς τὴν Εὐρώπην· ὑπάρξαντας δὲ γόητας ἐπιτηδεῦσαι τάς τε ἐπωιδὰς καὶ τελετὰς καὶ μυστήρια, καὶ περὶ Σαμοθράικην | |
5 | διατρίψαντας οὐ μετρίως ἐν τούτοις ἐκπλήττειν τοὺς ἐγχωρίους· καθ’ ὃν δὴ χρόνον καὶ τὸν Ὀρφέα, φύσει διαφόρωι κεχορηγημένον πρὸς ποίησιν καὶ μελωι‐ δίαν, μαθητὴν γενέσθαι τούτων καὶ πρῶτον εἰς τοὺς Ἕλληνας ἐξενεγκεῖν τελετὰς καὶ μυστήρια. | |
16 | THEOPHR. char. 16, 11 καὶ ὅταν ἐνύπνιον ἴδηι [der δεισιδαίμων], πορεύ‐ εσθαι πρὸς τοὺς ὀνειροκρίτας, πρὸς τοὺς μάντεις, πρὸς τοὺς ὀρνιθοσκόπους ἐρωτήσων τίνι θεῶν ἢ θεᾶι εὔχεσθαι δεῖ, καὶ τελεσθησόμενος πρὸς τοὺς Ὀρφεο‐ τελεστὰς κατὰ μῆνα πορεύεσθαι μετὰ τῆς γυναικὸς (ἐὰν δὲ μὴ σχολάζηι ἡ γυνή, | |
5 | μετὰ τῆς τίτθης) καὶ τῶν παίδων. |