TLG 0579 007 :: ORPHICA :: Fragmentum astrologicum

ORPHICA Phil. Theol.
(Varia)

Fragmentum astrologicum

Source: Šangin, M.A. (ed.), Codices Rossici [Catalogus codicum astrologorum Graecorum 12] Brussels: Lamertin, 1936: 158–161.

Citation: Volume — page — (line)

12

.

158

(16t)

Ἐκ τῶν δώδεκα τρόπων
17tὈρφέως.
18tΠερὶ ὡροσκοπούντων ζῳδίων.
19Δύο τροπικὰ ζῴδιά εἰσιν Αἰγόκερως καὶ Καρκίνος. —
20Τῶν τροπικῶν ζῳδίων ὡροσκοπούντων μὴ ἅψῃ ὁδοῦ· χαλεπὴ γὰρ καὶ βραδεῖα καὶ οὐ μετὰ καλοῦ· ἐν τροπικοῖς μὴ ἀναχώρησον ἀπὸ ἀνδρός, ὦ γύναι· οἱ φίλοι ἔχθραν ποιήσουσιν καὶ πάλιν φίλοι
γίνονται τὴν ἔχθραν ἀποβάλοντες, ἡ δὲ τροφὸς ἐν τροπικοῖς158

12

.

159

γάλα δώσει ἀρχήν· οὐ μόνον θρέψει τὸ παιδίον, ἀλλὰ καὶ ἄλλον· ἐν τροπικοῖς σπείρειν χρὴ σπέρματα, φυτὰ δὲ φυτεύειν ἐν στερεοῖς, ἐπειδὴ τὰ μὲν σπέρματα θερίσαι ἀνάγκη, τὰ δὲ φυτευόμενα θέ‐ λομεν· μηδὲ οἴκου θεμέλιον ἐν τροπικοῖς βαλεῖν, μηδὲ γῆν πωλῆ‐
5σαι, ἐπεὶ τὰ κτίσματα οὐ μένει ἢ ἄλλως οὐ πληρώσῃ τὸ ἔργον, ἐν τροπικοῖς ἀῤῥαβῶνας δοῦναι καλόν· ναῦται δὲ καὶ ἔμποροι καὶ ὅσοι περὶ ζῷα πραγματεύονται, ἐν τροπικοῖς οἱ ἀγοράζοντες ταχὺ πιπράσκουσιν ** ἀλλὰ δι’ ἑβδομάδα λύεται τὸ πάθος, ἐὰν δὲ τῇ ὀγδόῃ τῆς κατακλίσεως μετέλθῃ ἀπὸ τῶν τροπικῶν εἰς τὰ στερεὰ θάνατον
10ἐπάγει· ἐν τροπικοῖς οὐ δεῖ ἐξελθεῖν 〈ἢ〉 ἐπιστρατεύεσθαι· ἐκκόπ‐ τεται γὰρ ἡ ὁρμή· ἐν τροπικοῖς 〈εἰ〉 φύγῃ τις, εἰσελεύσεται, ἕως μένει εἰς αὐτὸ τὸ ζῴδιον ἡ Σελήνη, ταχεῖα ἡ εὕρεσις, εἰ δὲ παρέλθῃ τῶν τροπικῶν, μετ’ ἄλλον εὑρίσκεται· ἐάν τις ἐν τροπικοῖς κατηγορήσῃ τινὸς εἰς δίκην, ταχὺ λύεται τὸ ἔγκλημα, εἰ δὲ ἐν τρο‐
15πικοῖς δικάζειν τότε ἄρξεται, οὐ μένει ὁ αὐτὸς δικασθείς, ἀλλ’ ἐπ’ ἀλλήλους μετέρχονται ἢ εἰς ἄλλους οἱ δικαζόμενοι· ἐν τροπικοῖς ἀποδημίας ἄρχεσθαι δεῖ, ταχὺ γὰρ ἀναστρέφῃ· ἐν τροπικοῖς γὰρ φιλίαν μηνύειν· ἐν τροπικοῖς ἐάν τις ὑποσχέσῃ, οὐ πληροῦται ἢ ὁ δοὺς τὴν ὑπόσχεσιν λαμβάνει αὐτήν· ἐν τροπικοῖς οἱ λεγόμενοι
20λόγοι καὶ οἱ φαινόμενοι ὄνειροι ψευδεῖς· ἐν τροπικοῖς οὐδὲ ῥή‐ τωρ ἀγῶνος ἅπτεσθαι ὀφείλει, οὐδὲ ναῦται πλεῖν, οὐδὲ φυγάδες γίνεσθαι, ὅτι ἀτέλεστά εἰσιν· εἰ δὲ ἐν τροπικοῖς ἀπὸ καταδίκης ἐξο‐ ρίζεται 〈τισ〉 τῆς πατρίδος, πάλιν ἔρχεται· βέβαιον δὲ πρᾶγμα ἐν τροπικοῖς μὴ κατάρχου.
25 Δίσωμα δὲ δʹ· Δίδυμοι, Παρθένος, Τοξότης, Ἰχθῦς. Τῶν δισώ‐ μων ζῴδίων ὡρ(οσκοπούντων) μήποτε ἀγοράζειν· δόλον γὰρ ἔχει ἡ πρᾶσις ἢ νόσος 〈ἢ〉 ἑτέρα πρόσκειται, αἱ δὲ γενόμεναι ὁμιλίαι ἄλλα τινὰ κεκρυμμένα ἔχουσιν· ἄλλον γὰρ ἔχουσι καὶ ἄλλον βούλονται·
ἐν δισώμοις οἱ γενόμενοι γάμοι εἰς μοιχείαν τρέπονται καὶ πολλαὶ159

12

.

160

μάχαι καὶ ὀδύναι γίνονται εἰς τοὺς τοιούτους γάμους, καὶ τὰς φιλίας τῶν γυναικῶν κωλύουσι τὰ δίσωμα· εἰ δέ τις ἐν δισώμοις εἰς ἔγκλημα πέσῃ, ταχὺ ἐκφεύξεται, ὁμοίως δὲ κἂν δεθῇ τις ἐν δισώμοις, ταχὺ τοὺς δεσμοὺς ἐκφεύξεται, εἰ δέ τις λυθῇ ἀπὸ δεσ‐
5μῶν ἐν δισώμοις, πάλιν δεθήσεται· εἰ δέ τις φύγῃ ἐν δισώμοις 〈καὶ〉 κρατηθῇ, πάλιν φυγὰς γίνεται· ἐν δισώμοις μισθὸν ἐὰν ὑποσχεθῇ τις, οὐ δώσει ὅσον εἶπεν· ἐν δισώμοις αἱ χάριτες καὶ δωρεαὶ καλαί εἰσιν· καὶ φυτεύειν χρὴ ἐν δισώμοις καὶ ὑποτιθέναι ᾠὰ ὄρνεσιν, ἐὰν δὲ παράκλισις γίνηται ἐν δισώμοις, πάλιν πυρετὸν φέρει καὶ
10ὑποστρέφει νόσημα· ἐὰν ἐν δισώμοις καλόν τι καὶ ἀγαθόν συμβῇ, διπλασιάζεται· καλὸν δὲ καὶ ὁδοῦ κατάρχεσθαι ἐν δισώμοις· προ‐ κόπτουσι γάρ, οἳ μισθὸν τριπλάσιον λαμβάνουσι, εἰ δέ τις ἐν δι‐ σώμοις ἀποθάνῃ, ἄλλος εἷς ἐκ τοῦ οἴκου ἐκείνου ἀποθανεῖν μέλλει, ἐὰν νοσήσῃ τις ἐν δισώμοις, νοσήσουσι καὶ ἄλλοι ἐν 〈τῷ〉 αὐτῷ
15οἴκῳ· νίκη ἐν δισώμοις καλή, ἧττα δὲ κακὴ διπλασιάζεται· παι‐ δευταῖς καὶ ἰατροῖς μανθάνειν καλὸν 〈εἰσ〉 τὰ δίσωμα. Στερεὰ δὲ δʹ· Ταῦρος, Λέων, Σκορπίος Ὑδροχόος. — 〈Τῶν〉 στερεῶν ζῳδίων ὡρ(οσκοπούντων) αἱ κτήσεις καὶ ἀγο‐ ρασίαι βέβαιαι· ἐν στερέῳ δεῖ γυναῖκα λαμβάνειν καὶ
20πράγματα αὐτῆς· ἐν στερεοῖς τέχνας καὶ ἔργον ἀποθέσθαι δεῖ. πληροῦνται γὰρ αἱ βουλαί· ἐν στερεοῖς χωρισμὸς γυναικῶν τις· φυγάδες οὐκ ὑποστρέφουσιν, οὐδὲ ὁ κλέπτης εὐκαίρως εὑ‐ ρίσκεται, ἀποδημεῖν δὲ βέβαιόν ἐστιν· ἐν στερεοῖς ἐχθρὸς γενό‐ μενος οὐ ταχὺ φιλιοῦται· ἐν στερεοῖς κρίσις βεβαία ἐστὶν καὶ
25οἱ δίκαιοι οὐκ ἀθετοῦνται· νόσος ἐν στερεοῖς κακή· ἢ γὰρ θάνα‐ τον φέρει ἢ μῆκος νόσου, ἐὰν μὴ εἴσω ἑβδομάδος παύσηται· δε‐ σμοὶ ἐν στερεῷ κακοί, ὁ γὰρ ὀργισθεὶς οὐ μεταβάλλεται· ἐάν τις αἰτήσῃ χρήματα παρασχεῖν ἐν στερεοῖς, οὐ δίδωσιν· ἀγαθῶν λόγων καὶ μουσικῆς ἐν στερεοῖς ἄρξασθαι· ἐν στερεοῖς καλὸν
30συμβόλαια γράφειν· γράμματα γὰρ καλά· ἐν στερεοῖς εἰ τις160

12

.

161

στρατεύεται, πάντα μένει ἐν τῇ αὐτοῦ στρατείᾳ καὶ οὐ μετα‐ στρατεύεται· πανηγύρεων καὶ χορῶν ἄρξασθαι ἐν στερεοῖς καὶ πάντων τῶν καλῶν ὥσπερ ἐν τροπικοῖς πάντων τῶν κακῶν· ἐν μὲν τοῖς στερεοῖς ἀσάλευτα μένει τὰ γενόμενα, μεταβάλλει δὲ ἐν τρο‐
5πικοῖς, πολύμορφα γάρ ἐστιν ἐν δισώμοις· ὡσαύτως δὲ καὶ τὴν Σελήνην ἔχοντα· τὰ προειρημένα ζῴδια ταῦτα δηλοῖ ἅπερ ὡρο‐
σκοποῦντα.161