TLG 0574 003 :: LYSIMACHUS :: Fragmenta LYSIMACHUS Hist. Fragmenta frr. 1–25 Citation: Fragment — (line) | ||
t1-3 | ΑΙΓΥΠΤΙΑΚΑ | |
1a | Josephus C. Apionem I, 34: Ἐπιτάξω δὲ τού‐ τοις Λυσίμαχον, εἰλη‐ φότα μὲν τὴν αὐτὴν τοῖς προειρημένοις ὑπόθεσιν τοῦ ψεύσματος, ὑπερπεπαικότα δὲ τὴν ἐκείνων ἀπιθανότητα | |
5 | τοῖς πλάσμασι. Δι’ ὃ καὶ δῆλός ἐστι συντεθεικὼς κατὰ πολλὴν ἀπέχθειαν. Λέγει γὰρ ἐπὶ Βοκχόρεως τοῦ Αἰ‐ γυπτίων βασιλέως τὸν λαὸν τῶν Ἰουδαίων λεπροὺς ὄν‐ τας καὶ ψωροὺς, καὶ ἄλλα νοσήματά τινα ἔχοντας, εἰς τὰ ἱερὰ καταφεύγοντας μεταιτεῖν τροφήν. Παμπόλλων | |
---|---|---|
10 | δὲ ἀνθρώπων νοσηλίᾳ περιπεσόντων, ἀκαρπίαν ἐν τῇ Αἰγύπτῳ γενέσθαι. Βόκχοριν δὲ, τὸν τῶν Αἰγυπτίων βασιλέα, εἰς Ἄμμωνος πέμψαι περὶ τῆς ἀκαρπίας τοὺς μαντευσομένους· τὸν θεὸν δὲ εἰπεῖν τὰ ἱερὰ καθᾶραι ἀπ’ ἀνθρώπων ἀνάγνων καὶ δυσσεβῶν, ἐκβαλόντα αὐτοὺς | |
15 | ἐκ τῶν ἱερῶν εἰς τόπους ἐρήμους, τοὺς δὲ ψωροὺς καὶ λεπροὺς βυθίσαι, ὡς τοῦ ἡλίου ἀγανακτοῦντος ἐπὶ τῇ τούτων ζωῇ, καὶ τὰ ἱερὰ ἁγνίσαι, καὶ οὕτω τὴν γῆν καρποφορήσειν. Τὸν δὲ Βόκχοριν τοὺς χρησμοὺς λα‐ βόντα τούς τε ἱερεῖς καὶ ἐπιβωμίτας προσκαλεσάμενον | |
20 | κελεῦσαι ἐπιλογὴν ποιησαμένους τῶν ἀκαθάρτων τοῖς στρατιώταις τούτους παραδοῦναι κατάξειν αὐτοὺς εἰς τὴν ἔρημον, τοὺς δὲ λεπροὺς εἰς μολιβδίνους χάρτας ἐνδή‐ σαντας, ἵνα καθῶσιν εἰς τὸ πέλαγος. Βυθισθέντων δὲ τῶν λεπρῶν καὶ ψωρῶν, τοὺς ἄλλους συναθροισθέντας εἰς | |
25 | τόπους ἐκτεθῆναι ἐπ’ ἀπωλείᾳ· συναχθέντας δὲ βουλεύ‐ | |
σασθαι περὶ αὑτῶν, νυκτὸς δ’ ἐπιγενομένης πῦρ καὶ λύχνους καύσαντας φυλάττειν ἑαυτοὺς, τήν τ’ ἐπιοῦσαν νύκτα νηστεύσαντας ἱλάσκεσθαι τοὺς θεοὺς, περὶ τοῦ σῶσαι αὑτούς. Τῇ δ’ ἐπιούσῃ ἡμέρᾳ Μωϋσῆν τινα συμ‐ | 334 | |
30 | βουλεῦσαι αὐτοῖς παραβαλλομένους μίαν ὁδὸν τέμνειν, ἄχρις ἂν ἔλθωσιν εἰς τόπους οἰκουμένους, παρακελεύ‐ σασθαί τε αὐτοῖς μήτε ἀνθρώπων τινὶ εὐνοήσειν μήτε ἄριστα συμβουλεύσειν, ἀλλὰ τὰ χείρονα, θεῶν τε ναοὺς καὶ βωμοὺς, οἷς ἂν περιτύχωσιν, ἀνατρέπειν. Συναι‐ | |
35 | νεσάντων δὲ τῶν ἄλλων, τὰ δοχθέντα ποιοῦντας διὰ τῆς ἐρήμου πορεύεσθαι, ἱκανῶς δὲ ὀχληθέντας ἐλθεῖν εἰς τὴν οἰκουμένην χώραν, καὶ τούς τε ἀνθρώπους ὑβρίζοντας καὶ τὰ ἱερὰ συλῶντας καὶ ἐμπρήσαντας ἐλθεῖν εἰς τὴν νῦν Ἰουδαίαν προσαγορευομένην, κτίσαντας δὲ πόλιν | |
40 | ἐνταῦθα κατοικεῖν. Τὸ δὲ ἄστυ τοῦτο Ἱερόσυλα ἀπὸ τῆς ἐκείνων διαθέσεως ὠνομάσθαι· ὕστερον δ’ αὑτοὺς ἐπικρατήσαντας χρόνῳ διαλλάξαι τὴν ὀνομασίαν πρὸς τὸ μὴ οἰνειδίζεσθαι, καὶ τήν τε πόλιν Ἱεροσόλυμα, καὶ αὑτοὺς Ἱεροσολύμους προσαγορεύεσθαι. | |
1b | Idem II, c. 2: Λυσί‐ μαχος δὲ κατὰ Βόκχοριν τὸν βασιλέα, τουτέστι πρὸ ἐτῶν χιλίων ἑπτακοσίων (sc. ἀπαλλαγῆναί φησι τοὺς Ἰου‐ δαίους ἐξ Αἰγύπτου)· Μόλων δὲ καὶ ἄλλοι τινὲς ὡς αὐτοῖς | |
5 | ἔδοξεν. | |
2 | Josephus C. Apion. II, 2: Τὸν δὲ ἀριθμὸν τῶν ἐλασθέντων τὸν αὐτὸν Λυσιμάχῳ σχε‐ διάσας—ἕνδεκα γὰρ αὐτοὺς εἶναι φησὶ μυριάδας—. | |
3 | Idem ibid. II, 14: Καὶ Ἀπολλώνιος ὁ Μόλων καὶ Λυσίμαχος καί τινες ἄλλοι τὰ μὲν ὑπ’ ἀγνοίας, τὸ πλεῖ‐ στον δὲ κατὰ δυσμένειαν περί τε τοῦ νομοθετήσαντος ἡμῖν Μωυσέως καὶ περὶ τῶν νόμων πεποίηνται λόγους | |
5 | οὔτε δικαίους οὔτε ἀληθεῖς, τὸν μὲν ὡς γόητα καὶ ἀπα‐ τεῶνα διαβάλλοντες, τοὺς νόμους δὲ κακίας ἡμῖν καὶ οὐδεμιᾶς ἀρετῆς φάσκοντες εἶναι διδασκάλους. | 335 |
t4-8 | ΘΗΒΑΪΚΑ ΠΑΡΑΔΟΞΑ. | |
t4-5 | E LIBRO PRIMO. | |
4 | Schol. Ap. Rhod. III, 1179: Περὶ δὲ τῆς Εὐ‐ ρώπης καὶ τῆς Κάδμου εἰς Θήβας παρουσίας Λυσίμα‐ χος ἐν τῇ πρώτῃ τῶν Θηβαϊκῶν παραδόξων συνείλοχε πολλὴν τὴν ὕλην διαφωνοῦσαν. | |
5 | Schol. Eur. Phoen. 26: Οἱ δὲ τὴν Σφίγγα Μακα‐ ρέως μὲν γενέσθαι γυναῖκα, θυγατέρα δὲ Οὐκαλέγοντος, ἑνὸς τῶν ἐγχωρίων· οὗ τελευτήσαντος κατασχεῖν τὴν Σφίγγα, ἐπαναιρεθῆναι ὑπό τινος Οἰδίποδος συνελθόν‐ | |
5 | τος αὐτῇ. Τινὲς δὲ καὶ Λαΐου τὴν Σφίγγα παραδιδόα‐ σιν, ὡς Λυσίμαχος. | |
t6-8 | E LIBRO DECIMO TERTIO. | |
6 | Schol. Sophocl. Oed. C. 91: Εἰσί γε οἵ φασι τὸ μνῆμα τοῦ Οἰδίποδος ἐν ἱερῷ Δήμητρος εἶναι ἐν Ἐτεω‐ νῷ, μεταγαγόντων αὐτὸν ἐκ Κεοῦ τινὸς ἀσήμου χωρίου, καθάπερ ἱστορεῖν φησὶν Ἀρίζηλον Λυσίμαχος ὁ Ἀλε‐ | |
5 | ξανδρεὺς ἐν ιγʹ [ἐν γʹ?] τῶν Θηβαϊκῶν, γράφων οὕτως· «Οἰδίπου δὲ τελευτήσαντος, καὶ τῶν φίλων ἐν Θήβαις θάπτειν αὐτὸν διανοουμένων, ἐκώλυον οἱ Θηβαῖοι διὰ τὰς προγεγενημένας συμφορὰς, ὡς ὄντος ἀσεβοῦς. Οἱ δὲ κομίσαντες αὐτὸν εἴς τινα τόπον τῆς Βοιωτίας καλού‐ | |
10 | μενον Κεὸν ἔθαψαν αὐτόν. Γινομένων δὲ τοῖς ἐν τῇ κώμῃ κατοικοῦσιν ἀτυχημάτων τινῶν, οἰηθέντες αἰτίαν εἶναι | |
τὴν Οἰδίπου ταφὴν, ἐκέλευον τοὺς φίλους ἀναιρεῖν αὐτὸν ἐκ τῆς χώρας. Οἱ δὲ ἀπορούμενοι τοῖς συμβαίνουσιν, ἀνελόντες ἐκόμισαν εἰς Ἐτεωνόν. Βουλόμενοι δὲ λάθρᾳ | 336 | |
15 | τὴν ταφὴν ποιήσασθαι, καταθάπτουσιν νυκτὸς ἐν ἱερῷ Δήμητρος, ἀγνοήσαντες τὸν τόπον. Καταφανοῦς δὲ γε‐ νομένου, πέμψαντες οἱ τὸν Ἐτεωνὸν κατοικοῦντες, τὸν θεὸν ἐπηρώτων, τί ποιῶσιν. Ὁ δὲ θεὸς εἶπεν, μὴ κινεῖν τὸν ἱκέτην τῆς θεοῦ. Διόπερ αὐτοῦ τέθαπται. Τὸ δὲ ἱερὸν | |
20 | Οἰδιπόδειον κληθῆναι.» | |
7 | Schol. Pind. Isthm. IV, 104: Περὶ τῶν Ἡρακλέος παίδων Λυσίμαχός φησί τινας ἱστορεῖν, μὴ ὑπὸ Ἡρα‐ κλέος, ἀλλ’ ὑπό τινων δολοφονηθῆναι ξένων. | |
8 | Schol. Eurip. Hippol. 545: Λυσίμαχος δέ φησιν ἐν τοῖς Θηβαϊκοῖς παραδόξοις, τριάκοντα ἀργυρίου τά‐ λαντα ἀπαιτούντων (τῶν Οἰχαλιέων sc.) ποινὴν ἐπὶ Ἰφίτῳ, οὕτως ἐπ’ αὐτοὺς Ἡρακλέα στρατεῦσαι. | |
t9-20 | ΝΟΣΤΟΙ. | |
t9 | E LIBRO PRIMO. | |
9a | Schol. Pind. Pyth. V, 108: Περὶ τῆς εἰς Κυρή‐ νην ἀφίξεως τῶν Ἀντηνοριδῶν Λυσίμαχος ἐν πρώτῳ τῶν Νόστων ἱστορεῖ, παρ’ Ἄμνακι (Ἀκαμνάκει?) βασιλεῖ Λιβύων αὐτοὺς ᾠκηκέναι, μὴ βουλομένους συνοικεῖν τοῖς | |
5 | τὸ Ἴλιον πεπορθηκόσι, καὶ ὅτι ἔκτισαν μεθ’ ἱκανὸν χρόνον τὸν μεταξὺ Κυρήνης καὶ τῆς θαλάσ‐ σης κείμενον λόφον Ἀντηνοριδῶν ἐπικεκλημένον. | |
9b | Tzetzes ad Lyc. 874: Λυσίμαχος ἐν πρώτῳ τῶν Νόστων οὕτω πως λέγει· «Γλαῦκος, Ἀκάμας, Ἱππό‐ λοχος, οἱ Ἀντηνορίδαι, παρ’ Ἀκαμνάκει βασιλεῖ Λι‐ βύων ᾤκησαν, μὴ βουλόμενοι συνοικεῖν τοῖς τὸ Ἴλιον | |
5 | πορθήσασιν, οἳ μεθ’ ἱκανὸν χρόνον τὸν μεταξὺ Κυρήνης καὶ τῆς θαλάσσης Ἀντηνοριδῶν λόφον ἔκτισαν καὶ ᾤκη‐ | |
σαν.» | 337 | |
t10-15 | E LIBRO SECUNDO. | |
10 | Plutarch. De fluv. c. 18, 12: Ἀθηναῖον δ’ ὄρος ἔλαβε τὴν προσηγορίαν ἀπ’ Ἀθηνᾶς. Μετὰ γὰρ τὴν τοῦ Ἰλίου πόρθησιν Διομήδης, εἰς Ἄργος ὑποστρέψας, εἰς τὸν Κεραύνιον ἀνέβη λόφον, καὶ τέμενος Ἀθηνᾶς κα‐ | |
5 | τασκευάσας, τὸ ὄρος ἀπὸ τῆς θεᾶς Ἀθηναῖον μετωνό‐ μασε. Γεννᾶται δ’ ἐν τῇ ἀκρωρείᾳ ῥίζα παρόμοιος πη‐ γάνῳ· ἣν ἐὰν γυνὴ φάγῃ τις κατ’ ἄγνοιαν, ἐμμανὴς γίνεται· καλεῖται δ’ Ἀδράστεια· καθὼς ἱστορεῖ Πλησί‐ μαχος (scr. Λυσίμαχος) ἐν βʹ Νόστων. | |
11 | Schol. Apoll. Rh. I, 558, de Achille: Διαπεφω‐ νήκασι δὲ καὶ περὶ τῆς αὐτοῦ μητρός ... Λυσίμαχος ὁ Ἀλεξανδρεὺς ἐν τῷ δευτέρῳ τῶν Νόστων κατὰ λέξιν λέγων· «Σουΐδας γὰρ καὶ Ἀριστοτέλης, οἱ περὶ Εὐβοίας | |
5 | πεπραγματευμένοι, καὶ ὁ τοὺς Φρυγίους λόγους γρά‐ ψας καὶ Δαΐμαχος καὶ Διονύσιος ὁ Χαλκιδεὺς οὐ τὴν περὶ Ἀχιλλέως διεσπαρμένην ἀφῆκαν ἡμῖν ἐπὶ χώρας δόξαν· ἀλλὰ τοὐναντίον οἱ μὲν ἐκ Θέτιδος αὐτὸν νομί‐ ζουσι γεγονέναι τῆς Χείρωνος, Δηίμαχος δὲ ἐκ Φιλο‐ | |
10 | μήλης τῆς Ἄκτορος· ἄλλοι δὲ ἄλλως περὶ αὐτοῦ ἀπο‐ φαίνονται.» | |
12 | Hesy‐ chii: Σκύρος, πόλις ἢ νῆσος ἢ λατύπη. Σκῦρος, ἀρ‐ γιλώδης· Λυσίμαχος, τὴν λατύπην. | |
13 | Schol. Venet. Eurip. Androm. 24: Ἰδίως ἕνα φησὶ παῖδα γενέσθαι τῷ Νεοπτολέμῳ, ἄλλων τρεῖς λε‐ γόντων, Πύρρον, Μολοσσὸν, Αἰακίδην [καὶ Τρωάδα]. Λυσίμαχος δὲ ἐν τῷ δευτέρῳ τῶν Νόστων φησὶ Πρόξε‐ | |
5 | νον καὶ τὸν Ἀκάνθιον Νικομήδην ἐν τοῖς Λακεδαιμονι‐ κοῖς ἱστορεῖν μὲν ἐκ τῆς Ἀνδρομάχης γενέσθαι τοὺς προειρημένους, ἐκ δὲ Λεωνάσσης τῆς Κλεωδαίου Ἄρ‐ γον, Πέργαμον, Πάνδαρον, Δωριέα, Ἔραον, Δανάην, Εὐρύμαχον. Φασὶ δὲ Πύρρῳ μὲν ἐγχειρίσαι τὴν βασι‐ | |
10 | λείαν τὸν πατέρα, Μολοσσῷ δὲ τὴν ἐκ τῆς προσηγορίας τιμὴν προστάξαντα τὴν χώραν Μολοσσίαν ὀνομάζειν. Διὸ τὸν Αἰακίδην ὑπ’ αὐτῆς ὑπεκτεθῆναι Ἀνδρο‐ μάχης, πρὸς τὸ, εἰ διὰ τὴν ἀπαιδίαν Ἑρ‐ | |
15 | μιόνης καὶ τὴν ἑαυτῆς ἀσθένειαν γένοιτό τι τοῖς τέκνοις | |
δυσχερὲς, μὴ ὑποχειρίους πάντας ληφθῆναι. | 338 | |
14 | Idem ibid. 33: Ὁ μὲν Εὐριπίδης ἀπὸ Νεοπτολέμῳ φησὶν εἶναι τὴν Ἑρμιόνην, ὁ δὲ Λυσίμαχος ταύτην πα‐ ραινείου, ὃς γράφει· «Γήμας ... (Γήμαντι πρῶτον?) Ἑρμιόνην τὴν Μενέλεω καὶ Ἑλένης, μετὰ ταῦτα Λεώ‐ | |
5 | νασσαν τὴν Κλεοδαίου τοῦ [Ἡρακλέους], ἐξ ἐκείνης μὲν γενέσθαι Μολοσσὸν ὁμώνυμον τῇ χώρᾳ καὶ [ταύτην ἀπ’ αὐτοῦ] κληθῆναι· ἐκ δὲ τῆς Λεωνάσσης .....γενον, Δωριέα, Πέργαμον, ......χωρον.» Ταῦτα μὲν Λυσί‐ μαχος ... δὲ ὁ τραγῳδιοποιὸς .... ὕστερον δὲ Διομήδει συν‐ | |
10 | οικῆσαι ..... [Νεοπτο]λέμῳ Ἀγχίαλον γενέσθαι ...... δὲ ἐν μὲν Ἀνδρομάχῃ .... δὲ καὶ Ἀπολλόδωρος ...... | |
15 | Photius: [Σαμίων ὁ δῆμός ἐστιν· ὡς πολυ‐ γράμματος] ... Οἱ δὲ ὅτι Ἀθηναῖοι μὲν τοὺς ληφθέντας ἐν πολέμῳ Σαμίους ἔστιζον γλαυκὶ, Σάμιοι δὲ (sc. τοὺς ληφθέντας ἐν πολέμῳ Ἀθηναίους) σαμαίνῃ· ὅ ἐστι | |
5 | πλοῖον δίκροτον, ὑπὸ Πολυκράτους πρῶτον κατασκευ‐ ασθὲν τοῦ Σαμίων τυράννου, ὡς Λυσίμαχος ἐν δευτέρῳ Νόστων. Τὸ δὲ πλάσμα Δούριδος. | |
t16-20 | E LIBRO TERTIO. | |
16 | Athenaeus IV: Οἶδα δὲ καὶ τὴν Ὀδυσ‐ σέως ... ἀδελφὴν Φακῆν καλουμένην, ἣν ἄλλοι τινὲς Καλλιστὼ ὀνομάζουσιν, ὡς ἱστορεῖν Μνασέαν τὸν Πα‐ τρέα ἐν τρίτῳ Εὐρωπιακῶν φησι Λυσίμαχος ἐν τρίτῳ | |
5 | Νόστων. | |
17 | Eustath. ad Od.: Κατὰ δὲ Λυσίμαχον | |
αὐτῷ (τῷ Ὀδυσσεῖ) ἐξ Εὐίππης Θεσπρωτίδος Λεον‐ τόφρων, ὃν ἄλλοι Δόρυκλόν φασιν. | 339 | |
17a | Servius ad Virgil. Aen. II, 211: Hos dracones Lysimachus Curifin et Periboeam (Porcen et Char‐ riboeam?) dicit; filios vero Laocoontis Ethronem et Melanthum Thessandrus (?) dicit. | |
18 | Schol. Venet. et Vatican. in Eurip. Androm. 888: [Ἥνπερ μόνην (sc. Ἑρμιόνην) γε Τυνδαρὶς τίκτει κόρη Ἑλένη κατ’ οἴκους πατρί (Μενε‐ λάῳ)] Λυσίμαχος καὶ ἄλλοι τινὲς ἱστοροῦσι γενέσθαι | |
5 | ἐξ Ἑλένης καὶ Νικόστρατον. Ὁ δὲ τὰς Κυπριακὰς ἱστορίας συντάξας Πλεισθένην φησὶ, μεθ’ οὗ εἰς Κύπρον ἀφῖχθαι τὸν ἐξ αὐτῆς τεχθέντα Ἀλεξάνδρῳ Ἀγανόν. | |
19 | Schol. Vat. et Neapol. in Eurip. Troad. 31: [Αἰχμαλωτίδων (Trojanarum) ... τὰς μὲν Ἀρ‐ κὰς, τὰς δὲ Θεσσαλὸς λεὼς εἴληχ’ Ἀθηναίων τε Θησεῖδαι πρόμοι] Ἔνιοι ταῦτά φασι κατὰ | |
5 | χάριν εἰρῆσθαι· μηδὲν γὰρ εἰληφέναι τοὺς περὶ Ἀκάμαντα καὶ Δημο‐ φῶντα ἐκ τῶν λαφύρων, ἀλλὰ μόνην τὴν Αἴθραν, δι’ ἣν καὶ ἀφίκοντο εἰς Ἴλιον Μενεσθέως ἡγουμένου. Λυσίμα‐ χος δὲ τὸν τὴν Περσηίδα (l. Πέρσιν Ἰλίου; Cobet. | |
10 | scr. Περσίδα) πεποιηκότα φησὶ γράφειν οὕτως· Θησείδαις δ’ ἔπορεν δῶρα κρείων Ἀγαμέμνων ἠδὲ Μενεσθῆϊ μεγαλήτορι ποιμένι λαῶν. | |
20 | Schol. Eur. Hecub. 892: Λυσίμαχος δέ φησι Δη‐ μοφῶντος Ἀθήνησι βασιλεύοντος ἔτους τετάρτου Θαρ‐ γηλιῶνος [ἱσταμένου] δωδεκάτῃ (sc. τὴν τῆς Τροίας ἅλωσιν συμβῆναι). | |
t21-24 | (ΛΥΣΙΜΑΧΙΔΟΥ?) ΠΕΡΙ ΤΩΝ ΑΘΗΝΗΣΙ ΜΗΝΩΝ ΚΑΙ ΕΟΡ‐ ΤΩΝ. | |
21 | Harpocratio: Μεταγειτνιών ... ὁ βʹ μὴν παρ’ Ἀθη‐ ναίοις οὕτω καλεῖται· ἐν δὲ τούτῳ Ἀπόλλωνι Μεταγει‐ τνίῳ θύουσιν, ὡς Λυσιμαχίδης ἐν τῷ Περὶ τῶν Ἀθήνησι | |
μηνῶν. | 340 | |
22 | Idem: Μαιμακτηριὼν, ὁ εʹ μὴν παρ’ Ἀθηναίοις ... ὠνόμασται δὲ ἀπὸ Διὸς μαιμάκτου· μαιμάκτης δ’ ἐστὶν ὁ ἐνθουσιώδης καὶ ταρακτικὸς, ὥς φησι Λυσιμαχίδης ἐν τῷ Περὶ τῶν Ἀθήνησι μη‐ | |
5 | νῶν· ἀρχὴν δὲ λαβόντος τοῦ χειμῶνος ἐν τούτῳ τῷ μηνὶ ὁ ἀὴρ ταράττεται καὶ μεταβολὴν ἔχει. | |
23 | Harpocratio: Σκίρα ἑορτὴ παρ’ Ἀθηναίοις, ἀφ’ ἧς καὶ ὁ μὴν Σκιροφοριών. Φασὶ δὲ οἱ γράψαντες Περί τε ἑορτῶν καὶ μηνῶν Ἀθήνησι, ὧν ἐστὶ καὶ Λυσιμα‐ χίδης, ὡς τὸ σκίρον σκιάδιόν ἐστι μέγα, ὑφ’ ᾧ φερο‐ | |
5 | μένῳ ἐξ ἀκροπόλεως εἴς τινα τόπον καλούμενον Σκίρον πορεύονται ἥ τε τῆς Ἀθηνᾶς ἱέρεια καὶ ὁ τοῦ Ποσει‐ δῶνος ἱερεὺς καὶ ὁ τοῦ Ἡλίου· κομίζουσι δὲ τοῦτο Ἐτεο‐ βουτάδαι. Σύμβολον δὲ τοῦτο γίνεται τοῦ δεῖν οἰκοδο‐ μεῖν καὶ σκέπας ποιεῖν, ὡς τούτου τοῦ χρόνου ἀρίστου | |
10 | ὄντος πρὸς οἰκοδομίαν. Καὶ Ἀθηνᾶν δὲ Σκιράδα τιμῶσιν Ἀθηναῖοι, ἣν Φιλόχορος μὲν ἐν βʹ Ἀτθίδος ἀπὸ Σκίρου τινὸς Ἐλευσινίου μάντεως κεκλῆσθαι, Πραξίων δὲ ἐν βʹ Μεγαρικῶν ἀπὸ Σκίρωνος. | |
24 | Schol. Soph. Oed. C. 56: Περὶ τοῦ τὸν Προμηθέα περὶ τὴν Ἀκαδήμειαν καὶ τὸν Κολωνὸν ἱδρῦσθαι Ἀπολ‐ λόδωρος γράφει οὕτως· «Συντιμᾶται δὲ καὶ ἐν τῇ Ἀκαδημίᾳ τῇ Ἀθηνᾷ, καθάπερ ὁ Ἥφαιστος. Καὶ ἔστιν | |
5 | αὐτοῦ παλαιὸν ἵδρυμα καὶ βωμὸς ἐν τῷ τεμένει τῆς θεοῦ.» Δείκνυται δὲ καὶ βάσις ἀρχαία κατὰ τὴν εἴσο‐ δον, ἐν ᾗ τοῦ τε Προμηθέως ἐστὶ τύπος καὶ τοῦ Ἡφαί‐ στου. Πεποίηται δὲ, ὡς καὶ Λυσιμαχίδης φησὶν, ὁ μὲν Προμηθεὺς πρῶτος καὶ πρεσβύτερος, ἐν δεξιᾷ σκῆπτρον | |
10 | ἔχων, ὁ δὲ Ἥφαιστος νέος καὶ δεύτερος. Καὶ βωμὸς ἀμφοῖν κοινός ἐστιν ἐν τῇ βάσει ἀποτετυπωμένος. | |
t25 | ΠΕΡΙ ΤΩΝ ΠΑΡ’ ΑΤΤΙΚΟΙΣ ΡΗΤΟΡΩΝ. Πρὸς Καικίλιον. | |
25 | Ammonius: Θεωρὸς καὶ θεατὴς διαφέρει. Θεω‐ ρὸς μὲν γάρ ἐστιν ὁ εἰς θεοὺς πεμπόμενος, θεατὴς δὲ ὁ ἀγώνων καὶ θεάτρων. [Εὐριπίδης ἐν Ἴωνι·] πότερον θεατὴς ἢ χάριν μαντευμάτων; | |
5 | καὶ Αἰσχύλος· βοᾷς τοιοῦδε πράγματος θεωρὸς ὤν. Ἁμαρτάνουσιν οὖν οἱ λέγοντες θεωρῆσαί με δεῖ τὸν ἀγῶνα, δέον εἰπεῖν θεάσασθαι. Διαστέλλει οὖν τοῦτο ἐπιμελῶς Λυσιμαχίδης ἐν τῷ πρὸς Καικίλιον περὶ τῶν | |
10 | παρὰ τοῖς Ἀττικοῖς ῥητόρων, καὶ πολλῶν παραθέσεις ποιεῖται. Καὶ ἔστι τὸ θεάσασθαι, ὥσπερ πρόκειται, παρὰ τὴν θέαν, τὸ δὲ θεωρεῖν, φησὶν, οὐκ ἄλλο τι ἢ τὸ | |
τῶν θεῶν ὠρεῖν, τοῦτο δὲ τὸ φροντίζειν. Διὸ καὶ τοὺς τῶν θεαμάτων [μὲν] ἕνεκα πεμπομένους σὺν θυσίαις δὲ καὶ | 341 | |
15 | εὐσεβείᾳ, πάντας ὠνόμαζον θεωρούς. Καὶ τὸ τοῖς Ἀθη‐ ναίοις διδόμενον θεωρικὸν, οὐχὶ διὰ τὰς θέας (ὡς Και‐ κίλιος ὑπέλαβεν), ἀλλὰ διὰ τὸ ἐν ταῖς ἑορταῖς εἰς τοὺς θεοὺς εὐσεβεῖν καὶ ἐπιθεῖν καὶ εὐ‐ | |
φραίνεσθαι. | 342 |