TLG 0571 005 :: ARISTOCLES :: Fragmenta

ARISTOCLES Paradox., fiq Aristocles Hist. vel Aristocles Myth.
(3 B.C.?/A.D. 1)

Fragmenta

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 329–332.

Citation: Fragment — (line)

t1-2

ΙΤΑΛΙΚΑ. E LIBRO TERTIO.

1

Plutarch. Par. c. 25: Γάϊος Μάξιμος ἔχων υἱοὺς Σιμίλιον καὶ Ῥῆσον· τοῦτον ἐγέννησεν ἐξ Ἀμερίας
Κόνων ὁ Ῥῆσος· οὗτος ἐν κυνηγεσίῳ ἀπέκτεινε τὸν ἀδελφὸν, καὶ ὑποστρέψας, τὸ σύμπτωμα τύχης εἶπεν,329
5οὐ κρίσεως, γεγονέναι. Ὁ δὲ γνοὺς τἀληθὲς, ἐφυγάδευ‐ σεν· ὡς Ἀριστοκλῆς ἐν τρίτῳ Ἰταλικῶν.

2

Id. ibid. c. 41: Τηλέγονος Ὀδυσσέως καὶ Κίρκης, ἐπ’ ἀναζήτησιν τοῦ πατρὸς πεμφθεὶς, ἔμαθε πόλιν κτί‐ σαι, ἔνθα ἂν ἴδῃ γεωργοὺς ἐστεφανωμένους καὶ χορεύ‐ οντας. Γενόμενος δὲ κατά τινα τόπον τῆς Ἰταλίας, καὶ
5θεασάμενος ἀγροίκους πρινίνοις κλάδοις ἐστεφανωμένους καὶ ὀρχήσει προσευκαιροῦντας, ἔκτισε πόλιν, ἀπὸ τοῦ συγκυρήματος Πρίνιστον ὀνομάσας, ἣν Ῥωμαῖοι πα‐ ραγώγως Πραίνεστον καλοῦσιν, ὡς ἱστορεῖ Ἀριστοκλῆς ἐν τρίτῳ Ἰταλικῶν.

t3-5

ΠΑΡΑΔΟΞΑ.

3

(t)

E LIBRO PRIMO.
1 Stobaeus Floril. 64, 37: Ἀριστοκλέους ἐν αʹ Παρα‐ δόξων. Ἐφέσιος τῷ γένει νεανίας τῶν ἐπισήμων, υἱὸς Δημοστράτου, ταῖς δ’ ἀληθείαις Ἄρεως, οὗτος τὸ θῆλυ μισῶν γένος, νυκτὸς βαθείας εἰς τὰς πατρῴας ἔτρεχεν
5ἀγέλας, καὶ ὄνῳ συνεγένετο θηλείᾳ. Ἡ δὲ ἔγκυος γενο‐ μένη ἔτεκε κόρην εὐειδεστάτην Ὀνοσκελίαν τοὔνομα, τὴν προσηγορίαν λαβοῦσαν ἀπὸ τοῦ συμπτώματος.

4

Schol. Pind. Olymp. VII, 66: Οἱ μὲν Παλα‐ μάονα λέγουσι ῥῆξαι τὴν τοῦ Διὸς κεφαλὴν, ὅτε Ἀθηνᾶ ἐγεννᾶτο· οἱ δὲ Ἑρμῆν· οἱ δὲ Προμηθέα· Ἀριστοκλῆς δὲ ὑφίσταται τὴν γέννησιν Ἀθηνᾶς ἐν Κρήτῃ· νεφέλῃ
5γάρ φησι κεκρύφθαι τὴν θεὸν, τὸν δὲ Δία πλήξαντα τὸ νέφος προφῆναι αὐτήν.

5

Aelian. H. An. XI, 4: Τὴν Δήμητρα Ἑρμιονεῖς σέβουσι, καὶ θύουσιν αὐτῇ μεγαλοπρεπῶς τε καὶ σοβα‐ ρῶς. Καὶ τὴν ἑορτὴν Χθόνια καλοῦσιν. Μεγίστους οὖν ἀκούω βοῦς ὑπὸ τῆς ἱερείας τῆς Δήμητρος ἄγεσθαί τε
5πρὸς βωμὸν ἐκ τῆς ἀγέλης, καὶ θύειν ἑαυτὰς παρέχειν. Καὶ οἷς λέγω μάρτυς Ἀριστοκλῆς, ὅς πού φησι· Δάματερ πολύκαρπε, σὺ κἠν Σικελοῖσιν ἐναργὴς,
καὶ παρ’ Ἐρεχθείδαις· ἓν δέ τι [τοῦτο] μέγα κρίνετ’ ἐν Ἑρμιονεῦσι· τὸν ἐξ ἀγέλης γὰρ ἀφειδῆ
10 ταῦρον, ὃν οὐχ αἱροῦς’ ἀνέρες οὐδὲ δέκα, τοῦτον γραῦς στείχουσα μόνα μόνον οὔατος ἕλκει τόνδ’ ἐπὶ βωμόν· ὁ δ’ ὡς ματέρι παῖς ἕπεται. Σὸν τόδε, Δάματερ, σὸν τὸ σθένος· ἵλαος εἴης,
καὶ πάντων θάλλοι κλᾶρος ἐν Ἑρμιόνῃ.330

t6

ΠΕΡΙ ΓΙΓΑΝΤΩΝ.

6

Photius Lex.: Μίνθα, τὸ παρ’ ἐνίοις ἡδύοσμον· εἰς ὃ μεταβάλλειν φασὶ τὴν ᾍδου παλλακὴν, ἀφ’ ἧς καὶ τὸ περὶ τὴν Ἦλιν ὅρος· Ζηνόδοτος δὲ τὴν Ἴυγγα ὑπ’ ἐνίων Μίνθαν λέγεσθαι, θυγατέρα μὲν οὖσαν Πει‐
5θοῦς, Ναΐδα δὲ νύμφην· Ἀριστοκλῆς δὲ ἐν τῷ Περὶ γι‐ γάντων διαπλασθῆναι τὸν ἐπ’ αὐτῇ μῦθον διὰ τὸ καρ‐ πῶδες εὑρεθὲν τῷ καταφρονηθῆναι τὸ φυτόν.

t7

ΠΕΡΙ ΜΟΥΣΙΚΗΣ.

7

Athenaeus XIV: Καὶ οἱ καλούμενοι δὲ Ἱλαρῳδοὶ (οὓς νῦν τινὲς Σιμῳδοὺς καλοῦσιν, ὡς Ἀρι‐ στοκλῆς φησιν ἐν πρώτῳ Περὶ χορῶν, τῷ τὸν Μάγνητα Σῖμον διαπρέψαι μᾶλλον τῶν διὰ τοῦ ἱλαρῳδεῖν ποιη‐
5τῶν) συνεχῶς ἡμῖν ἐπιφαίνονται. Καταλέγει δὲ ὁ Ἀρι‐ στοκλῆς καὶ τούσδε ἐν τῷ Περὶ μουσικῆς γράφων ὧδε· «Μαγῳδός· οὗτος δέ ἐστιν ὁ αὐτὸς τῷ λυσιῳδῷ.»

t8-12

ΠΕΡΙ ΧΟΡΩΝ.

8

(t)

E LIBRO PRIMO.
1 Athen. XIV: Σεμνότερος δὲ τῶν τοιούτων ἐστὶ ποιητῶν ὁ ἱλαρῳδὸς καλούμενος. Οὐδὲ γὰρ σχινίζεται· χρῆται δ’ ἐσθῆτι λευκῇ ἀνδρείᾳ, καὶ στε‐ φανοῦται χρυσοῦν στέφανον· καὶ τὸ μὲν παλαιὸν ὑπο‐
5δήμασιν ἐχρῆτο, ὥς φησιν ὁ Ἀριστοκλῆς, νῦν δὲ κρη‐ πῖσι. Ψάλλει δ’ αὐτῷ ἄρρην ἢ θήλεια, ὡς καὶ τῷ αὐλῳδῷ. Δίδοται δὲ ὁ στέφανος τῷ ἱλαρῳδῷ καὶ τῷ αὐλῳδῷ, οὐ τῷ ψάλτῃ, οὐδὲ τῷ αὐλητῇ. Ὁ δὲ μαγῳδὸς καλούμενος τύμπανα ἔχει, καὶ κύμβαλα, καὶ πάντα τὰ
10περὶ αὐτὸν ἐνδύματα γυναικεῖα· σχινίζεταί τε, καὶ πάντα ποιεῖ τὰ ἔξω κόσμου, ὑποκρινόμενος ποτὲ μὲν γυναῖκα καὶ μοιχοὺς καὶ μαστροποὺς, ποτὲ δὲ ἄνδρα μεθύοντα καὶ ἐπὶ κῶμον παραγενόμενον πρὸς τὴν ἐρω‐ μένην.

9

(t)

E LIBRO OCTAVO.
1 Athenaeus XIV: Καλεῖται δ’ ἡ μὲν σατυρικὴ ὄρχησις, ὥς φησιν Ἀριστοκλῆς ἐν ὀγδόῳ τῶν Περὶ χορῶν, σίκιννις, καὶ οἱ σάτυροι σικιννισταί.

10

Idem XIV: Ὅτι δ’ ἐκαλοῦντο οἱ ῥα‐ ψῳδοὶ καὶ Ὁμηρισταὶ, Ἀριστοκλῆς εἴρηκεν ἐν τῷ Περὶ
χορῶν.331

11

Athen. I: Ἀριστοκλῆς γοῦν φησιν, ὅτι Τελέστης, ὁ Αἰσχύλου ὀρχηστὴς, οὕτως ἦν τεχνίτης, ὥστε ἐν τῷ ὀρχεῖσθαι τοὺς Ἑπτὰ ἐπὶ Θήβας φανερὰ ποιῆσαι τὰ πράγματα δι’ ὀρχήσεως.

12

Idem IV: Ἱστορεῖ Ἀριστοκλῆς ἐν τῷ Περὶ χορῶν οὑτωσί πως λέγων· «Ζητεῖται πότερα τῶν ἐμπνευστῶν ἐστὶν ὀργάνων ἡ ὕδραυλις ἢ τῶν ἐντατῶν. Ἀριστόξενος μὲν οὖν τοῦτο οὐκ οἶδε. Λέγεται δὲ Πλά‐
5τωνα μικράν τινα ἔννοιαν δοῦναι τοῦ κατασκευάσματος νυκτερινὸν ποιήσαντα ὡρολόγιον ἐοικὸς τῷ ὑδραυλικῷ, οἷον κλεψύδραν μεγάλην λίαν. Καὶ τὸ ὑδραυλικὸν δὲ ὄρ‐ γανον δοκεῖ κατὰ κλεψύδραν εἶναι. Ἐντατὸν οὖν καὶ κα‐ θαπτὸν οὐκ ἂν νομισθείη, ἐμπνευστὸν δ’ ἂν ἴσως ῥηθείη,
10διὰ τὸ ἐμπνεῖσθαι τὸ ὄργανον ὑπὸ τοῦ ὕδατος. Κατε‐ στραμμένοι γάρ εἰσιν οἱ αὐλοὶ εἰς τὸ ὕδωρ, καὶ ἀρασσο‐ μένου τοῦ ὕδατος ὑπό τινος νεανίσκου, ἔτι δὲ διικνου‐ μένων ἀξινῶν διὰ τοῦ ὀργάνου, ἐμπνέονται οἱ αὐλοὶ καὶ ἦχον ἀποτελοῦσι προσηνῆ. Ἔοικε δὲ τὸ ὄργανον βωμῷ
15στρογγύλῳ. Καί φασι τοῦτο εὑρῆσθαι ὑπὸ Κτησιβίου κουρέως, ἐνταῦθα οἰκοῦντος ἐν τῇ Ἀσπενδίᾳ, ἐπὶ τοῦ δευτέρου Εὐεργέτου· διαπρέψαι τέ φασι μεγάλως. Του‐
τονὶ οὖν καὶ τὴν αὑτοῦ διδάξαι γυναῖκα Θαΐδα.»332