TLG 0566 002 :: THEOPOMPUS :: Fragmenta THEOPOMPUS Hist. Fragmenta Source: FGrH #115. : 2B:536–617; 3B:742 addenda.
Citation: Volume-Jacoby#-F — fragment — (line) | ||
2b,115,F1 | ANTIATTIC. 80, 27 Bk.: ἀναβῆναι τὸν ἵππον· ἀντὶ τοῦ ἐπιβῆναι. Θεόπομπος ἐν Ἐπιτομῆι Ἡροδότου. | |
2b,115,F2 | —104, 16: κακόβιος· Θεόπομπος ἐν τῆι Ἐπιτομῆι Ἡροδότου. | |
2b,115,F3 | —115, 18: φυγαδεῦσαι· τὸ φυγάδα ἐλάσαι· Θεόπομπος Ἐπιτομῆι Ἡροδότου. | |
2b,115,F4 | PHOT. SUID. s. σπουδάζω· ... ἐπὶ δὲ τοῦ ‘κατεπείγομαι‘ Θεόπομπος ἐν Ἐπιτομῆι τῶν Ἡροδότου· ἐπὶ δὲ τοῦ ‘βούλομαι‘ ὁ αὐτὸς ἐν τῆι Ἐπιτομῆι. | |
2b,115,F5 | ANON. vit. Thuc. 5: πέπαυται δὲ τὸ τῆς συγγραφῆς ἐν τῆι ναυμαχίαι τῆι περὶ Κυνὸς σῆμα ....... τὰ δὲ μετὰ ταῦτα ἑτέροις γράφειν κατέλιπε, Ξενοφῶντι καὶ Θεοπόμπωι· εἰσὶν δὲ καὶ αἱ ἐφεξῆς μάχαι· οὔτε γὰρ τὴν δευτέραν ναυμαχίαν τὴν περὶ Κυνὸς σῆμα, ἣν Θεό‐ | |
5 | πομπος εἶπεν, οὔτε τὴν περὶ Κύζικον, ἣν ἐνίκα Θρασύβουλος καὶ Θηρα‐ μένης καὶ Ἀλκιβιάδης οὔτε τὴν ἐν Ἀργινούσαις ναυμαχίαν, ἔνθα νικῶσιν Ἀθηναῖοι Λακεδαιμονίους, οὔτε τὸ κεφάλαιον τῶν κακῶν τῶν Ἀττικῶν, τὴν ἐν Αἰγὸς ποταμοῖς ναυμαχίαν, ὅπου καὶ τὰς ναῦς ἀπώλεσαν Ἀθηναῖοι καὶ τὰς ἑξῆς ἐλπίδας· καὶ γὰρ τὸ τεῖχος αὐτῶν καθηιρέθη καὶ ἡ τῶν | |
---|---|---|
10 | τριάκοντα τυραννὶς κατέστη καὶ πολλαῖς συμφοραῖς περιέπεσεν ἡ πόλις, | |
ἃς ἠκρίβωσε Θεόπομπος. | 536 in vol. 2B | |
2b,115,F6 | SCHOL. DEMOSTH. VII 39 p. 175, 24 Dindf.: Καρδία ... κεῖται δέ, ὥς φησι Θεόπομπος ἐν τῆι πρώτηι τῶν Ἑλλην〈ικ〉ῶν, τῆς Χερσονήσου κατὰ Μέλανα καλούμενον πόντον. | |
2b,115,F7 | STEPH. BYZ. s. Χρυσόπολις· ἐν Βιθυνίαι πλησίον Χαλκηδόνος .... Ἔφορος κγ (70 F 83) .... καὶ Θεόπομπος ἐν α Ἑλληνικῶν· «ἀνήχθησαν εἰς Χαλκηδόνα καὶ Βυζάντιον μετὰ τοῦ λοι‐ ποῦ στρατεύματος βουλόμενοι Χρυσόπολιν κατασχεῖν.» | |
2b,115,F8 | HARPOKR. s. Πεδάριτος· Ἰσοκράτης ἐν τῶι Ἀρχιδάμωι (53). τῶν ἐκ Λακεδαίμονος ἐκπεμφθέντων ἐστὶν οὗτος, ἁρμοστὴς ἀνήρ, τῶν γεγονότων καλῶν, ὥς φησι Θεόπομπος ἐν β Ἑλληνικῶν. | |
2b,115,F9 | STEPH. BYZ. s. Ἄσπενδος· πόλις Παμφυλίας ....... Θεό‐ πομπος δ Ἑλληνικῶν· «ἀποτυχὼν δὲ τῶν Ἀσπενδίων.» καὶ τὸ θηλυκὸν ὁ αὐτὸς «Ἀσπενδία». καὶ Ἀσπενδίς· ‘Ἀσπενδίδα γαῖαν‘. | |
2b,115,F10 | —s. Τρίνησσα· τόπος Φρυγίας· Θεόπομπος Ἑλληνικῶν δ. | |
2b,115,F11 | —s. Σελλασία· πόλις τῆς Λακωνικῆς· Θεόπομπος ἐν δ Ἑλληνικῶν. | |
2b,115,F12 | STEPH. BYZ. s. Ὠρωπός ...... καὶ Θεόπομπος ϛ Ἑλληνικῶν· «ἀνακοινοῦνται τῶν Ὠρωπίων Τηλέφωι καὶ τοῖς μετ’ ἐκείνου βουλομένοις τὸν Ὠρωπὸν ὑπάρχειν αὐτοῖς.» | |
2b,115,F13 | ATHEN. VI 102 p. 272 A: Θεόπομπος δ’ ἐν ζ Ἑλληνικῶν περὶ τῶν εἱλώτων λέγων ὅτι καὶ ἑλεάται καλοῦνται γράφει οὕτως· «τὸ | |
δὲ τῶν εἱλώτων ἔθνος παντάπασιν ὠμῶς διάκειται καὶ πικρῶς· εἰσὶ γὰρ οὗτοι καταδεδουλωμένοι πολὺν ἤδη | 537 in vol. 2B | |
5 | χρόνον ὑπὸ τῶν Σπαρτιατῶν, οἱ μὲν αὐτῶν ἐκ Μεσσήνης ὄντες, οἱ δ’ ἑλεάται κατοικοῦντες πρότερον τὸ καλού‐ μενον Ἕλος τῆς Λακονικῆς.» | |
2b,115,F14 | STEPH. BYZ. s. Ἔμβατον· τόπος τῆς Ἐρυθραίας· Θεό‐ πομπος Ἑλληνικῶν η. | |
2b,115,F15 | ——s. Κάλπη· πόλις Βιθυνῶν· Θεόπομπος η Ἑλληνικῶν. | |
2b,115,F16 | ——s. Λαδεψοὶ καὶ Τρανιψοί· ἔθνη Θυνῶν· Θεόπομπος η Ἑλληνικῶν. | |
2b,115,F17 | ——s. Κυτώνιον· πόλις μεταξὺ Μυσίας καὶ Λυδίας· Θεόπομπος Ἑλληνικῶν η. | |
2b,115,F18 | ATHEN. VI 61 p. 252 F: Θεόπομπος δ’ ἐν τῆι ἐνάτηι τῶν Ἑλληνικῶν Σισύφου φησὶ τοῦ Φαρσαλίου κόλακα καὶ ὑπηρέτην γενέσθαι Ἀθήναιον τὸν Ἐρετριέα. | |
2b,115,F19* | STEPH. BYZ. s. Καρπασία· πόλις Κύπρου .... ὁ πολίτης Καρπασεώτης ... Θεόπομπος ἐν ι Καρπασεῖς αὐτούς φησιν. | |
2b,115,F20 | ATHEN. XII 61 p. 543 BC: Παυσανίαν δὲ καὶ Λύσανδρον ἐπὶ τρυφῆι διαβοήτους γενέσθαι σχεδὸν πάντες ἱστοροῦσιν ...... Θεό‐ πομπος δὲ ἐν τῆι δεκάτηι τῶν Ἑλληνικῶν τἀναντία φησὶ περὶ τοῦ Λυσάν‐ δρου ὅτι «φιλόπονός τε ἦν καὶ θεραπεύειν δυνάμενος καὶ | |
5 | ἰδιώτας καὶ βασιλεῖς, σώφρων ὢν καὶ τῶν ἡδονῶν ἁπασῶν κρείττων. γενόμενος γοῦν τῆς Ἑλλάδος σχεδὸν ἁπάσης κύριος ἐν οὐδεμιᾶι φανήσεται τῶν πόλεων οὔτε πρὸς τὰς ἀφροδισίους ἡδονὰς ὁρμήσας οὔτε μέθαις καὶ πότοις ἀκαίροις χρησάμενος». | |
2b,115,F21 | PORPHYR. bei EUSEB. P E X 3 p. 465 B C: (T 27) τοῖς Ἑλληνικοῖς ἐντυγχάνων αὐτοῦ τε καὶ τοῦ Ξενοφῶντος πολλὰ τοῦ Ξενο‐ | |
φῶντος αὐτὸν μετατιθέντα κατείληφα, καὶ τὸ δεινόν, ὅτι ἐπὶ τὸ χεῖρον. τὰ γοῦν περὶ τῆς Φαρναβάζου πρὸς Ἀγησίλαον συνόδου δι’ Ἀπολλοφάνους | 538 in vol. 2B | |
5 | τοῦ Κυζικην̣οῦ καὶ τὰς [ἀμφοῖν] πρὸς ἀλλήλους ἐνσπόνδους διαλέξεις, ἃς ἐν τῆι τετάρτηι (IV 1, 29 ff.) Ξενοφῶν ἀνέγραψε πάνυ χαριέντως καὶ πρεπόντως ἀμφοῖν, εἰς τὴν ἑνδεκάτην τῶν Ἑλληνικῶν μεταθεὶς ὁ Θεό‐ πομπος ἀργά τε καὶ ἀκίνητα πεποίηκε καὶ ἄπρακτα. λόγου γὰρ δύναμιν καὶ διὰ τὴν κλοπὴν ἐξεργασίαν ἐμβάλλειν καὶ ἐπιδείκνυσθαι σπουδάζων, | |
10 | βραδὺς καὶ μέλλων καὶ ἀναβαλλομένωι ἐοικὼς φαίνεται καὶ τὸ ἔμψυχον καὶ ἐνεργὸν τὸ Ξενοφῶντος διαφθείρων. | |
2b,115,F22 | ATHEN. XIV 74 p. 657 BC: χηνῶν δὲ σιτευτῶν καὶ μόσχων Θεόπομπος ἐν ιγ Φιλιππικῶν (F 106) καὶ ια Ἑλληνικῶν, ἐν οἷς ἐμφανίζει τὸ περὶ τὴν γαστέρα τῶν Λακώνων ἐγκρατὲς γράφων οὕτως· «καὶ οἱ Θάσιοι ἔπεμψαν Ἀγησιλάωι προσιόντι πρόβατα | |
5 | παντοδαπὰ καὶ βοῦς εὖ τεθραμμένους, πρὸς τούτοις δὲ καὶ πέμματα καὶ τραγημάτων εἶδος παντοδαπῶν. ὁ δ’ Ἀγησίλαος τὰ μὲν πρόβατα καὶ τὰς βοῦς ἔλαβεν, τὰ δὲ πέμματα καὶ τὰ τραγήματα πρῶτον μὲν οὐδ’ ἔγνω (κατε‐ κεκάλυπτο γάρ), ὡς δὲ κατεῖδεν, ἀποφέρειν αὐτοὺς ἐκέ‐ | |
10 | λευσεν, εἰπὼν οὐ νόμιμον εἶναι Λακεδαιμονίοις χρῆσθαι τοιούτοις τοῖς ἐδέσμασι. λιπαρούντων δὲ τῶν Θασίων ‘δότε‘, φησίν ‘φέροντες ἐκείνοισ‘, δείξας [αὐτοῖς] τοὺς εἵλωτας, εἰπὼν ὅτι τούτους δέοι διαφθείρεσθαι τρώ‐ γοντας αὐτὰ πολὺ μᾶλλον ἢ αὐτὸν καὶ τοὺς παρόντας | |
15 | Λακεδαιμονίων.» | |
2b,115,F23 | SCHOL. EURIP. Androm. 1: τὴν ἐν Ἀσίαι λέγει Ὑποπλάκιον Θήβην ..... Φιλέας (V) δὲ καὶ ἐν Θεσσαλίαι φησὶν ἐν τῶι Φθιωτικῶι τέλει Θήβας εἶναι. Θεόπομπος δὲ ἐν τοῖς Ἑλληνικοῖς καὶ περὶ τὴν Μυκάλην ἄλλας εἶναί φησι, ταύτας δὲ Μιλησίους ἀλλάξασθαι πρὸς | |
5 | Σαμίους. | 539 in vol. 2B |
2b,115,F24 | DION. HAL. AR I 1, 1: τοὺς εἰωθότας ἀποδίδοσθαι τοῖς προοιμίοις τῶν ἱστοριῶν λόγους ἥκιστα βουλόμενος ἀναγκάζομαι περὶ ἐμαυτοῦ προειπεῖν, οὔτ’ ἐν τοῖς ἰδίοις μέλλων πλεονάζειν ἐπαίνοις ... οὔτε διαβολὰς καθ’ ἑτέρων ἐγνωκὼς ποιεῖσθαι συγγραφέων, ὥσπερ Ἀνα‐ | |
5 | ξιμένης (72 F 1) καὶ Θεόπομπος ἐν τοῖς προοιμίοις τῶν ἱστοριῶν ἐποίησαν. | |
2b,115,F25* | PHOT. Bibl. 176 p. 120 b 30: συνακμάσαι δὲ λέγει αὐτὸς ἑαυτὸν Ἰσοκράτει τε τῶι Ἀθηναίωι καὶ Θεοδέκτηι τῶι Φασηλίτηι καὶ Ναυκράτει τῶι Ἐρυθραίωι, καὶ τούτους ἅμα αὐτῶι τὰ πρωτεῖα τῆς ἐν λόγοις παιδείας ἔχειν ἐν τοῖς Ἕλλησιν. ἀλλὰ Ἰσοκράτην μὲν δι’ ἀπο‐ | |
5 | ρίαν βίου καὶ Θεοδέκτην μισθοῦ λόγους γράφειν καὶ σοφιστεύειν, ἐκπαι‐ δεύοντας τοὺς νέους κἀκεῖθεν καρπουμένους τὰς ὠφελείας· αὐτὸν δὲ καὶ Ναυκράτην αὐτάρκως ἔχοντας ἐν τούτοις ἀεὶ τὴν διατριβὴν ἐν τῶι φιλοσοφεῖν καὶ φιλομαθεῖν ποιεῖσθαι. καὶ ὡς οὐκ ἂν εἴη αὐτῶι παράλογον ἀντι‐ ποιουμένωι τῶν πρωτείων, οὐκ ἐλαττόνων μὲν ἢ δισμυρίων ἐπῶν τοὺς | |
10 | ἐπιδεικτικοὺς τῶν λόγων συγγραψαμένωι, πλείους δὲ ἢ ιε μυριάδας, ἐν οἷς τάς τε τῶν Ἑλλήνων καὶ βαρβάρων πράξεις (F 1—23?) μέχρι νῦν ἀπαγγελλομένας ἔστι λαβεῖν. ἔτι δὲ καὶ διότι οὐδείς ἐστι τόπος κοινὸς τῶν Ἑλλήνων οὐδὲ πόλις ἀξιόχρεως, εἰς οὓς αὐτὸς οὐκ ἐπιδημῶν καὶ τὰς τῶν λόγων ἐπιδείξεις ποιούμενος οὐχὶ μέγα κλέος καὶ ὑπόμνημα τῆς ἐν λόγοις | |
15 | αὐτοῦ κατέλιπεν ἀρετῆς. ταῦτα αὐτὸς περὶ αὑτοῦ λέγων τοὺς ἐν τοῖς ἔμπροσθεν χρόνοις ἔχοντας ἐν λόγοις τὸ πρωτεύειν πολὺ καταδεεστέρους ἀποφαίνεται τῶν καθ’ ἑαυτὸν οὐδὲ τῆς δευτέρας τάξεως ἀξιουμένων. καὶ τοῦτο δῆλον εἶναί φησι καὶ ἐξ αὐτῶν τῶν παρ’ ἑκατέροις ἐκπεπονημέ‐ νων καὶ καταλελειμμένων λόγων· πολλὴν γὰρ τὴν τοιαύτην παίδευσιν | |
20 | ἐπίδοσιν λαβεῖν κατὰ τὴν αὐτοῦ ἡλικίαν. ἀλλὰ τίνας λέγει τοὺς ἐν τοῖς ἔμπροσθεν χρόνοις, οὐκ ἔχω σαφῶς συμβαλεῖν· οὐ γὰρ δὴ καὶ τολμῆσαι αὐτὸν ὑπο‐ λαμβάνω εἰς Ἡρόδοτον καὶ Θουκυδίδην ἀποτείνεσθαι, πολὺ καὶ αὐτοῦ ἐν πολλοῖς ἐκείνων τῶν ἀνδρῶν ἐλαττουμένου. ἢ τάχα πρὸς Ἑλλάνικον καὶ Φίλιστον ἀφορᾶι τοὺς ἱστορικοὺς ἢ Γοργίαν καὶ Λυσίαν καὶ τοὺς τοιούτους ... αἰνίττεται, οὐδ’ | |
25 | ἐκείνων τοσοῦτον ἐνδεέστερον ἐχόντων πρὸς τοὺς λόγους. | |
2b,115,F26* | DION. HAL. ad Pomp. 6: δῆλος γάρ ἐστιν, εἰ καὶ † μηδὲν ἔγραψε, πλείστην μὲν παρασκευὴν εἰς ταῦτα παρεσκευασμένος, μεγίστας δὲ δαπάνας εἰς τὴν συναγωγὴν αὐτῶν τετελεκώς, καὶ πρὸς τούτοις πολλῶν μὲν αὐτόπτης γεγενημένος, | |
πολλοῖς δ’ εἰς ὁμιλίαν ἐλθὼν ἀνδράσι τοῖς τότε πρωτεύουσι καὶ στρατηγοῖς δημαγωγοῖς | 540 in vol. 2B | |
5 | τε καὶ φιλοσόφοις διὰ τὴν συγγραφήν. οὐ γὰρ ὥσπερ τινὲς πάρεργον τοῦ βίου τὴν ἀναγραφὴν τῆς ἱστορίας ἐποιήσατο, ἔργον δὲ τὸ πάντων ἀναγκαιότατον. | |
2b,115,F27 | POLYB. VIII 11, 1: (T 19) Θεοπόμπωι, ὅς γ’ ἐν ἀρχῆι τῆς Φιλίππου συντάξεως δι’ αὐτὸ μάλιστα παρορμηθῆναι φήσας πρὸς τὴν ἐπιβολὴν τῆς πραγματείας διὰ τὸ μηδέποτε τὴν Εὐρώπην ἐνηνοχέναι τοιοῦτον ἄνδρα παράπαν οἷον τὸν Ἀμύντου Φίλιππον, (2) μετὰ ταῦτα | |
5 | παρὰ πόδας, ἔν τε τῶι προοιμίωι καὶ παρ’ ὅλην δὲ τὴν ἱστορίαν, ἀκρα‐ τέστατον μὲν αὐτὸν ἀποδείκνυσι πρὸς γυναῖκας, ὥστε καὶ τὸν ἴδιον οἶκον ἐσφαλκέναι τὸ καθ’ αὑτὸν διὰ τὴν πρὸς τοῦτο τὸ μέρος ὁρμὴν καὶ προστασίαν, (3) ἀδικώτατον δὲ καὶ κακοπραγμονέστατον περὶ τὰς τῶν φίλων καὶ συμμάχων κατασκευάς, πλείστας δὲ πόλεις ἐξηνδραποδισμένον | |
10 | καὶ πεπραξικοπηκότα μετὰ δόλου καὶ βίας, (4) ἐκπαθῆ δὲ γεγονότα καὶ πρὸς τὰς ἀκρατοποσίας, ὥστε καὶ μεθ’ ἡμέραν πλεονάκις μεθύοντα κατα‐ φανῆ γενέσθαι τοῖς φίλοις. | |
2b,115,F28* | POLYB. XXXVIII 6, 2: (T 29) λέγω δ’ οἷον ἐπειδὰν τὰ κατὰ τὴν Θετταλίαν ἐξηγούμενοι καὶ τὰς Ἀλεξάνδρου τοῦ Φεραίου πράξεις (F 34—35?) μεταξὺ τὰς κατὰ Πελοπόννησον Λακεδαιμονίων ἐπιβολὰς διηγῶνται, καὶ πάλιν τὰς † ἀπ’ Ἀθηναίων (F 33?), ἔτι δὲ τὰς κατὰ Μακεδονίαν (F 29—33?) ἢ τὴν Ἰλλυρίδα (F 286), | |
5 | κἄπειτα διατρίψαντες λέγωσι τὴν Ἰφικράτους εἰς Αἴγυπτον στρατείαν καὶ τὰ Κλεάρχωι πραχθέντα παρανομήματα κατὰ τὸν Πόντον .... μνησθέντες πῶς Βάρδυλλις ὁ τῶν Ἰλλυριῶν βασιλεὺς (s. F 286) καὶ Κερσοβλέπτης ὁ τῶν Θραικῶν (F 307?) κατεκτήσαντο τὰς δυναστείας ...... | |
2b,115,F29 | HARPOKR. s. Ἀργαῖος· ....... περὶ τούτου καὶ Θεό‐ πομπος ἐν τῶι α τῶν Φιλιππικῶν λέγει· «τὸν Ἀρχέλαον καλοῦσι καὶ Ἀργαῖον καὶ Παυσανίαν.» | |
2b,115,F30a* | HARPOKR. EPIT. SUID. s. Τί ἐστι τὸ ἐν τοῖς Δημο‐ σθένους Φιλιππικοῖς (II 6) ‘καὶ τὸ θρυλούμενόν ποτε ἀπόρρητον ἐκεῖνο‘, | |
Θεόπομπος ἐν [λ]α δεδήλωκε. φησὶ γάρ· «καὶ πέμπει πρὸς τὸν Φίλιππον πρεσβευτὰς Ἀντιφῶντα καὶ Χαρίδημον | 541 in vol. 2B | |
5 | πράξοντας καὶ περὶ φιλίας, οἳ παραγενόμενοι συμ‐ πείθειν αὐτὸν ἐπεχείρουν ἐν ἀπορρήτωι συμπράττειν Ἀθηναίοις, ὅπως ἂν λάβωσιν Ἀμφίπολιν, ὑπισχνούμενοι Πύδναν. οἱ δὲ πρέσβεις οἱ τῶν Ἀθηναίων εἰς μὲν τὸν δῆμον οὐδὲν ἀπήγγελλον, βουλόμενοι λανθάνειν τοὺς | |
10 | Πυδναίους ἐκδιδόναι μέλλοντες ἐκείνους, ἐν ἀπορρήτωι δὲ μετὰ τῆς βουλῆς ἔπραττον.» | |
2b,115,F30b* | SCHOL. DEMOSTH. II 6 p. 85, 19 Ddf.: διὰ τί ἐν ἀπορρήτωι; ἵνα μὴ ἑκάτεροι μαθόντες φυλάξων‐ ται, οἵ τε Ποτιδαιᾶται καὶ οἱ Πυδναῖοι. Θεόπομπος δέ φησιν ὅτι περὶ Πύδνης μόνον καὶ Φιλίππου, ἵνα δῶι αὐτὸς μὲν Ἀθηναίοις Ἀμφίπολιν, | |
5 | δέξηται δὲ παρ’ αὐτῶν τὴν Πύδναν αὐτοῦ οὖσαν. καὶ τὸ ἀπόρρητον δέ, ἵνα μὴ μαθόντες οἱ Πυδναῖοι φυλάξωνται· οὐ γὰρ ἐβούλοντο εἶναι ὑπὸ τὸν Φίλιππον. | |
2b,115,F31 | ATHEN. XII 42 p. 531 E—532 A: ἐν δὲ τῆι α τῶν Φιλιππικῶν Θεόπομπος περὶ Φιλίππου λέγων φησίν· «καὶ τριταῖος εἰς Ὀνόκαρσιν ἀφικνεῖται, χωρίον τι τῆς Θράικης ἄλσος ἔχον πολὺ κατεσκευασμένον καλῶς καὶ πρὸς τὸ διαι‐ | |
5 | τηθῆναι κεχαρισμένον ἄλλως τε καὶ τὴν θερινὴν ὥραν. ἦν γὰρ καὶ τῶν ὑπὸ Κότυος προκριθέντων, ὃς ἁπάντων τῶν βασιλέων τῶν ἐν τῆι Θράικηι γεγενημένων μάλιστα πρὸς ἡδυπαθείας καὶ τρυφὰς ὥρμησε, καὶ περιὼν τὴν χώραν ὅπου κατίδοι τόπους δένδρεσι συσκίους καὶ καταρ‐ | |
10 | ρύτους ὕδασι τούτους κατεσκεύασεν ἑστιατόρια· καὶ φοιτῶν εἰς ἑκάστους ὁπότε τύχοι θυσίας τε τοῖς θεοῖς ἐποιεῖτο καὶ συνῆν μετὰ τῶν ὑπάρχων, εὐδαίμων καὶ μακαριστὸς ὢν ἕως εἰς τὴν Ἀθηνᾶν βλασφημεῖν καὶ πλημμελεῖν ἐπεχείρησεν.» διηγεῖταί τε ἑξῆς ὁ συγγραφεὺς ὅτι | |
15 | δεῖπνον κατεσκεύασεν ὁ Κότυς ὡς γαμουμένης αὐτῶι τῆς Ἀθηνᾶς καὶ θάλαμον κατασκευάσας ἀνέμενεν μεθύων τὴν θεόν. ἤδη δ’ ἔκφρων γενόμενος ἔπεμπέ τινα τῶν δορυφόρων ὀψόμενον εἰ παραγέγονεν ἡ θεὸς εἰς τὸν θάλαμον· ἀφικομένου δ’ ἐκείνου καὶ εἰπόντος μηδένα εἶναι ἐν τῶι θαλάμωι, τοξεύσας τοῦτον ἀπέκτεινεν καὶ ἄλλον δεύτερον ἐπὶ τοῖς | |
20 | αὐτοῖς, ἕως ὁ τρίτος συνεὶς παραγενομένην ἔφη πάλαι τὴν θεὸν αὐτὸν ἀναμένειν. ὁ δὲ βασιλεὺς οὗτός ποτε καὶ ζηλοτυπήσας τὴν αὑτοῦ γυναῖκα | |
ταῖς αὑτοῦ χερσὶν ἀνέτεμε τὴν ἄνθρωπον ἀπὸ τῶν αἰδοίων ἀρξάμενος. | 542 in vol. 2B | |
2b,115,F32 | STEPH. BYZ. s. Μόκαρσος· Θράικης χωρίον· Θεόπομπος α τῶν Φιλιππικῶν. | |
2b,115,F33 | ——s. Ἀλλάντη· πόλις Μακεδονίας [καὶ Ἀρκαδίας]. Θεόπομπος δ’ ἐν α Φιλιππικῶν Ἀλλάντιον αὐτὴν εἶπεν. | |
2b,115,F34 | ——s. Χάλκη· .... ἔστι καὶ ἄλλη Χάλκη Λαρισσαίας πόλις. λέγεται καὶ πληθυντικῶς Χάλκαι· Θεόπομπος α Φιλιππικῶν ** καὶ γ (F 48). «ἔτι συνεπολέμησεν ὡρμημένος ἐκ Χαλκῶν τῆς Λαρισσαίας.» | |
2b,115,F35 | HARPOKR. s. Κινέας· .... ὡμολόγηται καὶ παρὰ τοῖς ἱστορικοῖς, ὅτι Κινέας εἷς ἦν τῶν προιεμένων Φιλίππωι τὰ Θετταλῶν πράγματα, καὶ μάλιστα Θεοπόμπωι ἐν α, ἅμα καὶ διεξερχομένωι τὰ περὶ τὸν ἄνδρα. | |
2b,115,F36 | ATHEN. VI 109 p. 275 B: νῦν δέ, ὡς ὁ Θεόπομπος ἱστορεῖ ἐν τῆι πρώτηι τῶν Φιλιππικῶν, οὐδείς ἐστι καὶ τῶν μετρίως εὐπορουμένων, ὅστις οὐ πολυτελῆ μὲν τράπεζαν παρα‐ τίθεται, μαγείρους δὲ καὶ θεραπείαν ἄλλην πολλὴν | |
5 | κέκτηται καὶ πλείω δαπανᾶι τὰ καθ’ ἡμέραν ἢ πρότερον ἐν ταῖς ἑορταῖς καὶ ταῖς θυσίαις ἀνήλισκον. | |
2b,115,F37 | SUID. PHOT. ANTIATT. 107, 4 Bk: λόγον ἔχειν· ἀντὶ τοῦ φροντίζειν· Θεόπομπος Φιλιππικῶν α. | |
2b,115,F38 | ATHEN. XI 51 p. 476 DE: τοὺς δὲ Παιόνων βασιλεῖς φησι Θεόπομπος ἐν δευτέραι Φιλιππικῶν, τῶν βοῶν τῶν παρ’ αὐτοῖς γινομένων μεγάλα κέρατα φυόντων, ὡς χωρεῖν τρεῖς καὶ τέτταρας χόας, ἐκπώματα ποιεῖν ἐξ αὐτῶν, τὰ χείλη περιαργυροῦντας καὶ χρυσοῦντας. | |
2b,115,F39 | —X 60 p. 443 AB: ἐν δὲ τῆι δευτέραι τῶν Φιλιππικῶν «Ἰλλυριοί» φησί «δειπνοῦσι καθήμενοι καὶ πίνουσιν· ἄγουσι δὲ καὶ τὰς γυναῖκας εἰς τὰς συνουσίας, καὶ καλὸν αὐταῖς προπίνειν οἷς ἂν τύχωσι τῶν παρόντων. ἐκ δὲ | |
5 | τῶν συμποσίων αὗται τοὺς ἄνδρας ἀπάγουσι. καὶ κακό‐ βιοι δὲ πάντες εἰσί, καὶ ζώννυνται τὰς κοιλίας ζώναις | |
πλατείαις ὅταν πίνωσι· καὶ τοῦτο μὲν πρῶτον μετρίως ποιοῦσιν, ἐπειδὰν δὲ σφοδρότερον πίνωσι, μᾶλλον ἀεὶ συνάγουσι τὴν ζώνην.» | 543 in vol. 2B | |
2b,115,F40 | ATHEN. X 60 p. 443 B C (= VI 101 p. 271 E): «Ἀρδιαῖοι δέ» φησί «κέκτηνται προσπελατῶν ὥσπερ εἱλώτων τριά‐ κοντα μυριάδας. καθ’ ἑκάστην δὲ ἡμέραν μεθύουσιν καὶ ποιοῦνται συνουσίας καὶ διάκεινται πρὸς ἐδωδὴν καὶ | |
5 | πόσιν ἀκρατέστερον. διὸ καὶ Κελτοὶ πολεμοῦντες αὐτοῖς καὶ εἰδότες αὐτῶν τὴν ἀκρασίαν παρήγγειλαν ἅπασι τοῖς στρατιώταις δεῖπνον ὡς λαμπρότατον παρασκευάσαντας κατὰ σκηνὴν ἐμβαλεῖν εἰς τὰ σιτία πόαν τινὰ φαρμακώδη δυναμένην διακόπτειν τὰς κοιλίας καὶ διακαθαίρειν. | |
10 | γενομένου δὲ τούτου οἱ μὲν αὐτῶν καταληφθέντες ὑπὸ τῶν Κελτῶν ἀπώλοντο, οἱ δὲ καὶ εἰς τοὺς ποταμοὺς αὑτοὺς ἔρριψαν, ἀκράτορες τῶν γαστέρων γενόμενοι.» | |
2b,115,F41 | HARPOKR. s. Νέων· Δημοσθένης ἐν τῶι ὑπὲρ Κτησιφῶντος (XVIII 295). περὶ τῆς πρὸς Φίλιππον τούτου φιλίας Θεόπομπος ἐν † β Φιλιππικῶν ἱστορεῖ. | |
2b,115,F42 | —s. Ἱέραξ· ... ὅτι ὁ Ἱέραξ εἷς ἦν τῶν ὑπ’ Ἀμφι‐ πολιτῶν πεμφθέντων πρέσβεων Ἀθήναζε, βουλομένων αὐτῶν Ἀθηναίοις παραδοῦναι καὶ τὴν πόλιν καὶ τὴν χώραν, εἴρηκε Θεόπομπος ἐν γ Φιλιππικῶν. | |
2b,115,F43 | —s. Δάτος· πόλις ἐστὶ Θράικης σφόδρα εὐδαίμων· ἀπὸ ταύτης γοῦν ἐλέγετό τις καὶ παροιμία ‘Δάτος ἀγαθῶν‘. δεδηλώκασι δὲ περί τε αὐτῆς καὶ τῆς παρακειμένης χώρας ὁτὲ μὲν τὸ Δάτον οὐδετέρως λέγοντες, ὁτὲ δὲ τὴν Δάτον θηλυκῶς, ὡς ἀεὶ Ἔφορος ἐν τῆι δ (70 F 37)· | |
5 | ἅπαξ δ’ ἀρσενικῶς τὸν Δάτον Θεόπομπος γ Φιλιππικῶν. μετωνομάσθη μέντοι ἡ πόλις τῶν Δατηνῶν 〈Φίλιπποι〉, Φιλίππου τοῦ Μακεδόνων βασιλέως κρατήσαντος αὐτῆς, ὡς Ἔφορός τε φησι καὶ Φιλόχορος ἐν τῆι ε (III). | |
2b,115,F44 | STEPH. BYZ. s. Ζειρηνία· πόλις Θράικης· Θεόπομπος | |
Φιλιππικῶν γ. | 544 in vol. 2B | |
2b,115,F45 | HESYCH. s. ἱππάκη· Σκυθικὸν βρῶμα ἐξ ἱππ〈εί〉ου γάλακτος· οἱ δὲ ὀξύγαλα ἱππεῖον, ὧι χρῶνται Σκύθαι. πίνεται δὲ καὶ ἐσθίεται πηγνύμενον, ὡς Θεόπομπος ἐν γ αὐτοῦ λόγου. | |
2b,115,F46 | SCHOL. APOLL. RHOD. IV 272: Σεσόγχωσις Αἰγύπτου πάσης βασιλεὺς μετὰ Ὦρον τὸν Ἴσιδος καὶ Ὀσίριδος παῖδα τὴν μὲν Ἀσίαν ὁρμήσας πᾶσαν κατεστρέψατο, ὁμοίως καὶ τὰ πλεῖστα τῆς Εὐρώπης. ἀκριβέστερον δέ ἐστι τὰ περὶ αὐτοῦ παρὰ Ἡροδότωι (II 102 ff.). Θεό‐ | |
5 | πομπος δὲ ἐν τρίτωι Σέσωστριν αὐτὸν καλεῖ. | |
2b,115,F47 | STEPH. BYZ. s. Θάψακος· πόλις Συρίας πρὸς τῶι Εὐφράτηι· Θεόπομπος ἐν Φιλιππικῶν γ. | |
2b,115,F48 | ——s. Χάλκη· .... ἔστι καὶ ἄλλη Χάλκη Λαρισσαίας πόλις. λέγεται καὶ πληθυντικῶς Χάλκαι· Θεόπομπος α Φιλιππικῶν ** (F 34) καὶ γ· «ἔτι συνεπολέμησεν ὡρμημένος ἐκ Χαλκῶν τῆς Λαρισσαίας.» | |
2b,115,F49 | ATHEN. XII 33 p. 527 A: περὶ δὲ Θετταλῶν λέγων ἐν τῆι τετάρτηι φησὶν ὅτι· «ζῶσιν οἱ μὲν σὺν ταῖς ὀρχηστρίσιν καὶ ταῖς αὐλητρίσιν διατρίβοντες, οἱ δ’ ἐν κύβοις καὶ πότοις καὶ ταῖς τοιαύταις ἀκολασίαις διημερεύοντες· καὶ μᾶλ‐ | |
5 | λον σπουδάζουσιν ὅπως ὄψων παντοδαπῶν τὰς τραπέζας παραθήσονται πλήρεις ἢ τὸν αὑτῶν βίον ὅπως παρα‐ σχήσονται κεκοσμημένον. Φαρσάλιοι δὲ πάντων», φησίν, «ἀνθρώπων εἰσὶν ἀργότατοι καὶ πολυτελέστατοι.» | |
2b,115,F50 | HARPOKR. s. Ἁλόννησος· ... μνημονεύει δὲ τῆς ἀμφισ‐ βητήσεως τῆς περὶ Ἁλοννήσου καὶ Θεόπομπος ἐν δ καὶ Ἀναξιμένης ἐν δ Φιλιππικῶν (72 F 7). | |
2b,115,F51 | —s. Ἠιών· ...... Θεόπομπος δ’ ἐν τῆι δ φησὶν ὡς Ἀθηναῖοι ἐκβαλόντες ἐκ Ἠιόνος Ἀμφιπολίτας κατέσκαψαν τὸ χωρίον. | |
2b,115,F52 | DIDYM. zu Demosth. col. XII 43: περὶ μὲν γὰρ τὴν Μεθώνης πολιορκίαν τὸν δεξιὸν ὀφθαλμὸν ἐξεκόπη (sc. Φίλιππος) τοξεύματι πληγείς, ἐν ὧι τὰ μηχανώματα καὶ τὰς χωστρίδας λεγομένας ἐφεώρα, καθάπερ ἐν τῆι δ τῶν περὶ αὐτὸν ἱστοριῶν ἀφηγεῖται Θεόπομπος· | |
5 | οἷς καὶ Μαρσύας ὁ Μακεδὼν (135—136 F 16) ὁμολογεῖ. ὁ δὲ Δοῦρις | |
(76 F 36) ...... | 545 in vol. 2B | |
2b,115,F53 | HARPOKR. s. Παγασαί· Δημοσθένης ἐν Φιλιππικοῖς (I 9). ἐπίνειόν ἐστι Φεραίων αἱ Παγασαί, ὡς Θεόπομπος ἐν τῆι ε τῶν Φιλιππι‐ κῶν δηλοῖ. | |
2b,115,F54 | STEPH. BYZ. s. Ἀμφαναί· πόλις Δωρική· Ἑκαταῖος ἐν α Γενεαλογιῶν (1 F 3). Θεόπομπος Ἀμφαναίαν αὐτὴν καλεῖ ἐν ε Φιλιππικῶν. ἔστι καὶ χωρίον Θετταλίας ὡσαύτως. | |
2b,115,F55 | ——s. Μακκάραι· χώρα ὑπὲρ Φάρσαλον· Θεόπομπος ε Φιλιππικῶν. | |
2b,115,F56 | ——s. Ὄλυκα· πόλις Μακεδονίας· Θεόπομπος ε Φιλιππικῶν. | |
2b,115,F57 | ATHEN. IV 46 p. 157 DE (EUST. Il. Μ 330): Θεόπομπος οὖν ἐν ε Φιλιππικῶν φησι «τὸ γὰρ ἐσθίειν πολλὰ καὶ κρεα‐ φαγεῖν τοὺς μὲν λογισμοὺς ἐξαιρεῖ καὶ τὰς ψυχὰς ποι‐ εῖται βραδυτέρας, ὀργῆς δὲ καὶ σκληρότητος καὶ πολλῆς | |
5 | σκαιότητος ἐμπίπλησι.» | |
2b,115,F58 | POLLUX X 161: σάγματα μὲν οὖν ὑποζυγίων κατὰ τοὺς πολλοὺς ἐν τῆι πέμπτηι τῶν Φιλιππικῶν ἔστιν εὑρεῖν. | |
2b,115,F59* | HARPOKR. s. Πύγελα· .... πόλις ἐστὶν ἐν τῆι Ἰωνίαι τὰ Πύγελα, ἣν Θεόπομπός φησιν ἐν ϛ λαβεῖν τοὔνομα ἐπειδὴ τῶν μετ’ Ἀγαμέμνονός τινες διὰ νόσον τὴν περὶ τὰς πυγὰς ἐνταῦθα κατέμειναν. | |
2b,115,F60* | STEPH. BYZ. s. Εὖα· πόλις Ἀρκαδίας· Θεόπομπος ἐν ϛ. | |
2b,115,F61* | ——s. Εὐαίμων· πόλις Ὀρχομενίων· Θεόπομπος ἐν ϛ. | |
2b,115,F62 | ATHEN. XII 32 p. 526 D—F: καὶ τῶν παρωκεανιτῶν δέ τινάς φησι Θεόπομπος ἐν ὀγδόηι Φιλιππικῶν ἁβροδιαίτους γενέσθαι. (2) περὶ δὲ Βυζαντίων καὶ Καλχηδονίων ὁ αὐτός φησι Θεόπομπος τάδε· «ἦσαν δὲ οἱ Βυζάντιοι καὶ διὰ τὸ δημοκρατεῖσθαι πολὺν | |
5 | ἤδη χρόνον καὶ τὴν πόλιν ἐπ’ ἐμπορίου κειμένην ἔχειν καὶ τὸν δῆμον ἅπαντα περὶ τὴν ἀγορὰν καὶ τὸν λιμένα διατρίβειν ἀκόλαστοι καὶ συνουσιάζειν καὶ πίνειν εἰθισ‐ μένοι ἐπὶ τῶν καπηλείων. Καλχηδόνιοι δὲ πρὶν μὲν μετασχεῖν αὐτοῖς τῆς πολιτείας ἅπαντες ἐν ἐπιτηδεύ‐ | 546 in vol. 2B |
10 | μασι καὶ βίωι βελτίονι διετέλουν ὄντες· ἐπεὶ δὲ τῆς δημοκρατίας τῶν Βυζαντίων ἐγεύσαντο, διεφθάρησαν εἰς τρυφὴν ** καὶ τὸν καθ’ ἡμέραν βίον ἐκ σωφρονεστάτων καὶ μετριωτάτων φιλοπόται καὶ πολυτελεῖς γενόμενοι.» | |
2b,115,F63 | HARPOKR. s. Ἀμφικτύονες· συνέδριόν ἐστιν Ἑλληνικὸν συναγόμενον ἐν Θερμοπύλαις. ὠνομάσθη δὲ ἤτοι ἀπὸ Ἀμφικτύονος τοῦ Δευκαλίωνος, ὅτι αὐτὸς συνήγαγε τὰ ἔθνη βασιλεύων, ὥς φησι Θεόπομπος ἐν η—ταῦτα δ’ ἦν ιβ· Ἴωνες Δωριεῖς Περραιβοί Βοιωτοί Μάγνητες | |
5 | Ἀχαιοί Φθιῶται Μηλιεῖς Δόλοπες Αἰνιᾶνες Δελφοί Φωκεῖς—ἢ ἀπὸ τοῦ περιοίκους εἶναι τῶν Δελφῶν τοὺς συναχθέντας, ὡς Ἀναξιμένης ἐν α Ἑλλη‐ νικῶν (72 F 2). | |
2b,115,F64a | DIOG. LAERT. I 8—9: Ἀριστοτέλης δ’ ἐν πρώτωι Περὶ φιλοσοφίας (F 6 Rose) καὶ πρεσβυτέρους εἶναι τῶν Αἰγυπτίων (sc. τοὺς Μάγους)· καὶ δύο κατ’ αὐτοὺς εἶναι ἀρχάς, ἀγαθὸν δαίμονα καὶ κακὸν δαίμονα· καὶ τῶι μὲν ὄνομα εἶναι Ζεὺς καὶ Ὠρομάσδης, τῶι δὲ Ἅιδης | |
5 | καὶ Ἀρειμάνιος. φησὶ δὲ τοῦτο καὶ Ἕρμιππος ἐν τῶι πρώτωι Περὶ Μάγων (IV) καὶ Εὔδοξος ἐν τῆι Περιόδωι (V) καὶ Θεόπομπος ἐν τῆι ὀγδόηι τῶν Φιλιππικῶν· ὃς καὶ ἀναβιώσεσθαι κατὰ τοὺς Μάγους φησὶ τοὺς ἀνθρώπους καὶ ἔσεσθαι ἀθανάτους, καὶ τὰ ὄντα ταῖς αὐτῶν ἐπι‐ κλήσεσι διαμένειν. ταῦτα δὲ καὶ Εὔδημος ὁ Ῥόδιος ἱστορεῖ. | |
2b,115,F64b | AINEIAS V. GAZA Theophr. p. 72 Boiss: ὁ δὲ Ζωροάστρης προλέγει ὡς ἔσται ποτὲ χρόνος ἐν ὧι πάντων νεκρῶν ἀνάστασις ἔσται. οἶδεν ὁ Θεόπομπος ὃ λέγω καὶ τοὺς ἄλλους αὐτὸς ἐκδιδάσκει. | |
2b,115,F65* | PLUTARCH. De Is. et Os. 47 p. 370 B C: ἔπεισι δὲ χρόνος εἱμαρμένος, ἐν ὧι τὸν Ἀρειμάνιον λοιμὸν ἐπάγοντα καὶ λιμὸν ὑπὸ τούτων ἀνάγκη φθαρῆναι παντάπασι καὶ ἀφανισθῆναι, τῆς δὲ γῆς ἐπιπέδου καὶ ὁμαλῆς γενομένης, ἕνα βίον καὶ μίαν πολιτείαν ἀνθρώπων μακαρίων καὶ | |
5 | ὁμογλώσσων ἁπάντων γενέσθαι. Θεόπομπος δέ φησι κατὰ τοὺς Μάγους ἀνὰ μέρος τρισχίλια ἔτη τὸν μὲν κρατεῖν τὸν δὲ κρατεῖσθαι τῶν θεῶν, | |
ἄλλα δὲ τρισχίλια μάχεσθαι καὶ πολεμεῖν καὶ ἀναλύειν τὰ τοῦ ἑτέρου τὸν ἕτερον· τέλος δ’ ἀπολείπεσθαι τὸν Ἅιδην, καὶ τοὺς μὲν ἀνθρώπους εὐδαίμονας ἔσεσθαι μήτε τροφῆς δεομένους μήτε σκιὰν ποιοῦντας, τὸν | 547 in vol. 2B | |
10 | δὲ ταῦτα μηχανησάμενον θεὸν ἠρεμεῖν καὶ ἀναπαύεσθαι χρόνον, ἄλλως μὲν οὐ πολὺν ὡς θεῶι, ὥσπερ 〈δ’〉 ἀνθρώπωι κοιμωμένωι μέτριον. | |
2b,115,F66 | PHOT. Lex. s. Ζωπύρου τάλαντα· Κρατῖνος ἐν Πυλαίαι (I 67, 176 K). τοῦτόν φησι Θεόπομπος ἐν τῆι ὀγδόηι τῶν Περὶ Φίλιππον Πέρσην ὄντα ὑπὸ φιλοτιμίας χαριζόμενον βασιλεῖ μαστιγώσαντα ἑαυτὸν καὶ τῆς ῥινὸς καὶ τῶν ὤτων ἀποστερήσαντα εἰσελθεῖν εἰς Βαβυλῶνα καὶ | |
5 | πιστευθέντα διὰ ταύτην τὴν κακουχίαν καταλαβεῖν τὴν πόλιν. ἐκ μετα‐ φορᾶς οὖν εἶπε τάλαντα καὶ ζυγά, οἱονεὶ ἔργα καὶ πράξεις. | |
2b,115,F67a* | DIOG. LAERT. I 109: Ἐπιμενίδης, καθά φησι Θεόπομπος καὶ ἄλλοι συχνοί, πατρὸς μὲν ἦν Φαιστίου, οἱ δὲ | |
5 | Δωσιάδα, οἱ δὲ Ἀγησάρχου· Κρὴς τὸ γένος ἀπὸ Κνωσοῦ, καθέσει τῆς κόμης τὸ εἶδος παραλλάσσων. οὗτός ποτε πεμ‐ φθεὶς παρὰ τοῦ πατρὸς εἰς | |
10 | ἀγρὸν ἐπὶ πρόβατον, τῆς ὁδοῦ κατὰ μεσημβρίαν ἐκκλίνας ὑπ’ ἄντρωι τινὶ κατεκοιμήθη ἑπτὰ καὶ πεντήκοντα ἔτη. διαναστὰς δὲ μετὰ ταῦτα ἐζήτει τὸ πρό‐ | |
15 | βατον, νομίζων ἐπ’ ὀλίγον κε‐ κοιμῆσθαι. ὡς δὲ οὐχ εὕρισκεν, παρεγένετο εἰς τὸν ἀγρόν, καὶ μετεσκευασμένα πάντα κατα‐ λαβὼν καὶ παρ’ ἑτέρωι τὴν | |
20 | κτῆσιν, πάλιν ἧκεν εἰς ἄστυ διαπορούμενος. κἀκεῖ δὲ εἰς τὴν ἑαυτοῦ εἰσιὼν οἰκίαν περιέ‐ τυχε τοῖς πυνθανομένοις, τίς εἴη, ἕως τὸν νεώτερον ἀδελφὸν | |
25 | εὑρὼν τότε ἤδη γέροντα ὄντα, πᾶσαν ἔμαθε παρ’ ἐκείνου τὴν | |
ἀλήθειαν. | Column end | |
2b,115,F67b* | APOLLON. Hist. mir. 1: Βώλου. Ἐπιμενίδης Κρὴς λέγεται ὑπὸ τοῦ πατρὸς καὶ τῶν ἀδελφῶν [τοῦ πατρὸς] ἀποσταλεὶς εἰς ἀγρὸν πρόβατον ἀγαγεῖν εἰς τὴν πόλιν, | |
5 | καταλαβούσης αὐτὸν νυκτὸς παραλλάξαι τῆς τρίβου καὶ κατακοιμηθῆναι ἔτη ἑπτὰ καὶ πεντήκοντα, καθάπερ ἄλλοι τε πολλοὶ εἰρήκασιν, ἔτι 〈δὲ〉 καὶ Θεόπομπος ἐν ταῖς Ἱστορίαις ἐπιτρέχων τὰ | |
10 | κατὰ τόπους θαυμάσια. ἔπειτα συμβῆναι ἐν τῶι μεταξὺ χρόνωι τοὺς μὲν οἰκείους τοῦ Ἐπιμενίδου ἀποθανεῖν, αὐτὸν δὲ ἐγερθέντα ἐκ τοῦ ὕπνου ζητεῖν ἐφ’ ὃ ἀπεστάλη πρόβατον. μὴ εὑρόντα δὲ πο‐ | |
15 | ρεύεσθαι εἰς τὸν ἀγρόν—ὑπελάμβανε δὲ ἐγηγέρθαι τῆι αὐτῆι ἡμέραι ἧι περ ἔδοξεν κεκοιμῆσθαι—καὶ καταλαβὼν τὸν ἀγρὸν πεπραμένον καὶ τὴν σκευὴν ἠλλαγμένην ἀπαίρειν εἰς τὴν πόλιν. καὶ εἰσελθὼν | |
20 | εἰς τὴν οἰκίαν ἐκεῖθεν πάντα ἔγνω, ἐν οἷς καὶ τὰ περὶ τοῦ χρόνου, καθ’ ὃν ἀφανὴς ἐγένετο. λέγουσι δὲ οἱ Κρῆτες, ὥς φησιν ὁ Θεόπομπος, ἔτη βιώσαντα αὐτὸν ἑκατὸν | |
πεντήκοντα 〈ἑπτὰ〉 ἀποθανεῖν. λέγεται | 548 in vol. 2B | |
25 | δὲ περὶ τοῦ ἀνδρὸς τούτου καὶ ἄλλα οὐκ | |
ὀλίγα παράδοξα. | Column end | |
2b,115,F68a* | PROVERB. APP. BV III 97 (Paroem. Gr. I 309. EPIT. PROV. Miller Melanges 365): ἐβίω δὲ οὗτος (sc. Ἐπιμενίδης), ὥς φησιν ὁ Θεόπομπος ἔτη ἑκατὸν πεντήκοντα καὶ ἑπτά· τὰ δὲ 〈πεντήκοντα καὶ〉 ἑπτὰ ἐκαθεύδησεν. | |
2b,115,F68b* | VALER. MAX. VIII 13 ext. 5: Epimenides Cnosius, quem Theopompus dicit septem et L et centum annos vixisse. | |
2b,115,F68c* | PLIN. NH VII 154: Theopompus Epimenidi GnosioCLVII (sc. annos tribuit). | |
2b,115,F69* | DIOG. LAERT. I 115: Θεόπομπος δ’ ἐν τοῖς Θαυμασίοις κατασκευάζοντος αὐτοῦ (sc. τοῦ Ἐπιμενίδου) τὸ τῶν Νυμφῶν ἱερὸν ῥαγῆναι φωνὴν ἐξ οὐρανοῦ· ‘Ἐπιμενίδη, μὴ Νυμφῶν, ἀλλὰ Διόσ‘. Κρησίν τε προειπεῖν τὴν Λακεδαιμονίων ἧτταν ὑπὸ Ἀρκάδων, | |
5 | καθάπερ προείρηται (§ 114)· καὶ δὴ καὶ ἐλήφθησαν πρὸς Ὀρχομενῶι. γηρᾶσαί τε ἐν τοσαύταις ἡμέραις αὐτὸν ὅσαπερ ἔτη κατεκοιμήθη· καὶ γὰρ τοῦτό φησι Θεόπομπος. | |
2b,115,F70* | PORPHYR. bei EUSEB. PE X 3 p. 464 D—465 B: πραγ‐ μάτων δ’ ὑφαίρεσιν πεποίηται (sc. ὁ Θεόπομπος), μεταθεὶς τὰ ἐπ’ ἄλλων ἄλλοις, ἵνα καὶ ψεύστης ἁλῶι τοῦτον τὸν τρόπον. Ἄνδρωνος γὰρ ἐν τῶι Τρίποδι (IV) περὶ Πυθαγόρου τοῦ φιλοσόφου τὰ περὶ τὰς προρρήσεις | |
5 | ἱστορηκότος εἰπόντος τε, ὡς διψήσας ποτὲ ἐν Μεταποντίωι καὶ ἔκ τινος φρέατος ἀνιμήσας καὶ πιὼν προεῖπεν ὡς εἰς τρίτην ἡμέραν ἔσοιτο σεισμός. καὶ ἕτερά τινα τούτοις ἐπαγαγὼν ἐπιλέγει· ταῦτ’ οὖν τοῦ Ἄνδρωνος περὶ Πυθαγόρου ἱστορηκότος, πάντα ὑφείλετο Θεόπομπος. εἰ μὲν περὶ Πυθα‐ γόρου λέγων, τάχα ἂν καὶ ἕτεροι ἠπίσταντο περὶ αὐτοῦ καὶ ἔλεγον ‘ταῦτα | |
10 | καὶ αὐτὸς εἶπεν‘· νῦν δὲ τὴν κλοπὴν δήλην πεποίηκεν ἡ τοῦ ὀνόματος μετάθεσις. τοῖς μὲν γὰρ πράγμασι κέχρηται τοῖς αὐτοῖς, ἕτερον δ’ ὄνομα μετενήνοχε· Φερεκύδην γὰρ τὸν Σύριον πεποίηκε ταῦτα προλέγοντα. οὐ μόνον δὲ τούτωι τῶι ὀνόματι ἀποκρύπτει τὴν κλοπήν, ἀλλὰ καὶ τόπων μεταθέσει. τό τε γὰρ περὶ τῆς προρρήσεως τοῦ σεισμοῦ ἐν Μεταποντίωι | |
15 | ὑπ’ Ἄνδρωνος ῥηθὲν ἐν Σύρωι εἰρῆσθαί φησιν ὁ Θεόπομπος· τό τε περὶ | |
τὸ πλοῖον οὐκ ἀπὸ Μεγάρων τῆς Σικελίας, ἀπὸ δὲ Σάμου φησὶ θεωρη‐ θῆναι· καὶ τὴν Συβάρεως ἅλωσιν ἐπὶ τὴν Μεσσήνης μετατέθεικεν. ἵνα δέ τι δοκῆι λέγειν περιττόν, καὶ τοῦ ξένου προστέθεικε τοὔνομα, Περίλαον αὐτὸν καλεῖσθαι λέγων. | 549 in vol. 2B | |
2b,115,F71 | DIOG. LAERT. I 116: Φερεκύδης Βάβυος Σύριος ........ τοῦτόν φησι Θεόπομπος πρῶτον περὶ φύσεως καὶ θεῶν γράψαι. πολλὰ δὲ καὶ θαυμάσια λέγεται περὶ αὐτοῦ· καὶ γὰρ παρὰ τὸν αἰγιαλὸν τῆς Σάμου περιπατοῦντα καὶ ναῦν οὐριοδρομοῦσαν ἰδόντα εἰπεῖν ὡς οὐ μετὰ | |
5 | πολὺ καταδύσεται· καὶ ἐν ὀφθαλμοῖς αὐτοῦ καταδῦναι. καὶ ἀνιμηθέντος ἐκ φρέατος ὕδατος πιόντα προειπεῖν ὡς εἰς τρίτην ἡμέραν ἔσοιτο σεισμός· καὶ γενέσθαι. ἀνιόντα τε ἐξ Ὀλυμπίας ἐς Μεσσήνην τῶι ξένωι Περιλάωι συμβουλεῦσαι ἐξοικῆσαι μετὰ τῶν οἰκείων· καὶ τὸν μὴ πεισθῆναι, Μεσσήνην δὲ ἑαλωκέναι. (117) καὶ Λακεδαιμονίοις εἰπεῖν μήτε χρυσὸν τιμᾶν μήτε | |
10 | ἄργυρον, ὥς φησι Θεόπομπος ἐν Θαυμασίοις· προστάξαι δὲ αὐτῶι ὄναρ τοῦτο τὸν Ἡρακλέα, ὃν καὶ τῆς αὐτῆς νυκτὸς τοῖς βασιλεῦσι κελεῦσαι Φερεκύδηι πείθεσθαι. ἔνιοι δὲ Πυθαγόραι περιάπτουσι ταῦτα. | |
2b,115,F72* | CLEM. ALEX. Strom. I 62, 2 p. 39, 17 Stäh: Πυθα‐ γόρας μὲν οὖν Μνησάρχου Σάμιος, ὥς φησιν Ἱππόβοτος (IV)· ὡς δὲ Ἀριστόξενος (IV) .... καὶ Ἀριστοτέλης (F 190 Rose) καὶ Θεόπομπος, Τυρρηνὸς ἦν· ὡς δὲ Νεάνθης (84 F 29) Σύριος ἢ Τύριος. | |
2b,115,F73 | ATHEN. V 52 p. 213 F: καὶ μετ’ οὐ πολλὰς ἡμέρας τύραννον αὑτὸν ἀποδείξας ὁ φιλόσοφος (sc. ὁ Ἀθηνίων 87 F 36) καὶ τὸ τῶν Πυθαγο‐ ρικῶν ἀναδείξας δόγμα 〈τὸ〉 περὶ τῆς ἐπιβουλῆς καὶ τί ἠβούλετο αὐτοῖς ἡ φιλο‐ σοφία, ἣν ὁ καλὸς Πυθαγόρας εἰσηγήσατο, καθάπερ ἱστόρησε Θεόπομπος | |
5 | ἐν ὀγδόηι Φιλιππικῶν καὶ Ἕρμιππος ὁ Καλλιμάχειος (IV), εὐθέως καὶ οὗτος τοὺς μὲν εὖ φρονοῦντας τῶν πολιτῶν .... ἐκποδὼν εὐθὺς ἐποιή‐ σατο ...... | |
2b,115,F74a | THEON Progymn. 2 (II 66, 16 Sp.): διηγήσεως δὲ παραδείγματα ἂν εἴη κάλλιστα τῶν μὲν μυθικῶν ..... παρὰ Θεοπόμπωι ἐν τῆι ὀγδόηι τῶν Φιλιππικῶν ἡ τοῦ Σειληνοῦ. | |
2b,115,F74b | DION. HAL. ad Pomp. 6 (II 248, 2 UR): τὰ περὶ Σιληνοῦ τοῦ φανέντος ἐν Μακεδονίαι καὶ τὰ περὶ τοῦ δράκοντος τοῦ διαναυμαχήσαντος πρὸς τὴν τριήρη (F 296). | |
2b,115,F75a* | ATHEN. II 23 p. 45 C: Ἡλιόδωρος (III) δέ φησι | |
τὸν Ἐπιφανῆ Ἀντίοχον, ὃν διὰ τὰς πράξεις Πολύβιος (XXVI 1 BW) Ἐπιμανῆ καλεῖ, τὴν κρήνην τὴν ἐν Ἀντιοχείαι κεράσαι οἴνωι, καθάπερ καὶ τὸν Φρύγα Μίδαν φησὶ Θεόπομπος, ὅτε ἑλεῖν τὸν Σιληνὸν ὑπὸ μέθης | 550 in vol. 2B | |
5 | ἠθέλησεν· ἔστι δὲ ἡ κρήνη, ὥς φησι Βίων (14 F 3), μέση Μαιδῶν καὶ Παιόνων Ἴννα καλουμένη. | |
2b,115,F75b* | SERV. DAN. Verg. buc. VI 13; 26: sane hoc de Sileno non dicitur fictum a Vergilio, sed a Theopompo translatum: is enim apprehensum Silenum a Midae regis pastoribus dicit, crapula madentem et ex ea soporatum; illos dolo adgressos dor‐ | |
5 | mientem vinxisse; postea vinculis sponte labentibus liberatum de rebus naturalibus et antiquis Midae interroganti disputavisse ...... (26) haec autem omnia de Sileno a Theopompo in eo libro, qui Thau‐ masia appellatur, conscripta sunt. | |
2b,115,F75c* | AELIAN. VH III 18: περιηγεῖταί τινα Θεόπομπος συνουσίαν Μίδου τοῦ Φρυγὸς καὶ Σιληνοῦ. νύμφης δὲ παῖς ὁ Σιληνὸς οὗτος, θεοῦ μὲν ἀφανέστερος τὴν φύσιν, ἀνθρώπου δὲ κρείττων, ἐπεὶ καὶ ἀθάνατος ἦν. πολλὰ μὲν οὖν καὶ ἄλλα | |
5 | ἀλλήλοις διελέχθησαν, καὶ ὑπὲρ τούτων ὁ Σιληνὸς ἔλεγε πρὸς τὸν Μίδαν. (2) τὴν μὲν Εὐρώπην καὶ τὴν Ἀσίαν καὶ τὴν Λιβύην νήσους εἶναι, ἃς περιρρεῖν κύκλωι τὸν ὠκεανόν, ἤπειρον δὲ εἶναι μόνην ἐκείνην τὴν ἔξω τούτου τοῦ κόσμου. καὶ τὸ μὲν μέγεθος αὐτῆς ἄπειρον διηγεῖτο, τρέφειν δὲ τὰ ἄλλα ζῶια μεγάλα, καὶ τοὺς ἀνθρώπους δὲ τῶν ἐνταυθοῖ διπλα‐ | |
10 | σίονας τὸ μέγεθος, καὶ χρόνον ζῆν αὐτοὺς οὐχ ὅσον ἡμεῖς, ἀλλὰ καὶ ἐκεῖνον διπλοῦν. (3) καὶ πολλὰς μὲν εἶναι καὶ μεγάλας πόλεις καὶ βίων ἰδιότητας· καὶ νόμους αὐτοῖς τετάχθαι ἐναντίως κειμένους τοῖς παρ’ ἡμῖν νομιζομένοις. (4) δύο δὲ εἶναι πόλεις ἔλεγε μεγέθει μεγίστας, οὐδὲν δὲ ἀλλήλαις ἐοικέναι· καὶ τὴν μὲν ὀνομάζεσθαι Μάχιμον, τὴν δὲ Εὐσεβῆ. | |
15 | τοὺς μὲν οὖν Εὐσεβεῖς ἐν εἰρήνηι τε διάγειν καὶ πλούτωι βαθεῖ καὶ λαμβάνειν τοὺς καρποὺς ἐκ τῆς γῆς χωρὶς ἀρότρων καὶ βοῶν, γεωργεῖν δὲ καὶ σπείρειν οὐδὲν αὐτοῖς ἔργον εἶναι. «καὶ διατελοῦσιν» ἦ δ’ ὅς «ὑγιεῖς καὶ ἄνοσοι καὶ καταστρέφουσι τὸν ἑαυτῶν βίον γελῶντες εὖ μάλα καὶ ἡδόμενοι. οὕτω δὲ ἀναμφιλόγως | |
20 | εἰσὶ δίκαιοι, ὡς μηδὲ τοὺς θεοὺς πολλάκις ἀπαξιοῦν ἐπιφοιτᾶν αὐτοῖς. (5) οἱ δὲ τῆς Μαχίμου πόλεως μαχι‐ μώτατοι τέ εἰσι καὶ αὐτοὶ καὶ γίνονται μεθ’ ὅπλων καὶ ἀεὶ πολεμοῦσι καὶ καταστρέφονται τοὺς ὁμόρους, καὶ παμπόλλων ἐθνῶν μία πόλις κρατεῖ αὕτη. εἰσὶ δὲ οἱ | |
25 | οἰκήτορες οὐκ ἐλάττους διακοσίων μυριάδων. ἀποθνή‐ σκουσι δὲ τὸν μὲν ἄλλον χρόνον νοσήσαντες· σπάνιον | |
δὲ τοῦτο, ἐπεὶ τά γε πολλὰ ἐν τοῖς πολέμοις ἢ λίθοις ἢ ξύλοις παιόμενοι· ἄτρωτοι γάρ εἰσι σιδήρωι. χρυσοῦ δὲ ἔχουσι καὶ ἀργύρου ἀφθονίαν, ὡς ἀτιμότερον εἶναι παρ’ | 551 in vol. 2B | |
30 | αὐτοῖς τὸν χρυσὸν τοῦ παρ’ ἡμῖν σιδήρου». (6) ἐπιχειρῆσαι δέ ποτε καὶ διαβῆναι τούτους ἐς τάσδε τὰς ἡμεδαπὰς νήσους ἔλεγε καὶ διαπλεύσαντάς γε τὸν ὠκεανὸν μυριάσι χιλίαις ἀνθρώπων ἕως Ὑπερβορέων ἀφικέσθαι. καὶ πυθομένους τῶν παρ’ ἡμῖν τούτους εἶναι τοὺς εὐδαι‐ μονεστάτους, καταφρονῆσαι ὡς φαύλως καὶ ταπεινῶς πράττοντας, καὶ διὰ | |
35 | ταῦτα ἀτιμάσαι προελθεῖν περαιτέρω. (7) τὸ δὲ ἔτι θαυμασιώτερον προσετίθει. Μέροπάς τινας οὕτω καλουμένους ἀνθρώπους οἰκεῖν παρ’ αὐτοῖς ἔφη πόλεις πολλὰς καὶ μεγάλας, ἐπ’ ἐσχάτωι δὲ τῆς χώρας αὐτῶν τόπον εἶναι καὶ ὀνομάζεσθαι Ἄνοστον, ἐοικέναι δὲ χάσματι, κατειλῆφθαι δὲ οὔτε ὑπὸ σκότους οὔτε ὑπὸ φωτός, ἀέρα δὲ ἐπικεῖσθαι ἐρυθήματι | |
40 | μεμιγμένον θολερῶι. δύο δὲ ποταμοὺς περὶ τοῦτον τὸν τόπον ῥεῖν, καὶ τὸν μὲν Ἡδονῆς καλεῖσθαι τὸν δὲ Λύπης, καὶ παρ’ ἑκάτερον τούτων ἑστηκέναι δένδρα τὸ μέγεθος πλατάνου μεγάλης. φέρειν δὲ καρποὺς τὰ μὲν παρὰ τὸν τῆς Λύπης ποταμὸν τοιαύτην ἔχοντας τὴν φύσιν· ἐάν τις αὐτῶν ἀπογεύσηται, τοσοῦτον ἐκβάλλει δακρύων, ὥστε κατατήκεσθαι πάντα | |
45 | τὸν ἑαυτοῦ βίον τὸν λοιπὸν θρηνοῦντα, καὶ οὕτω τελευτᾶν. (8) τὰ δὲ ἕτερα τὰ παραπεφυκότα τῶι τῆς Ἡδονῆς ποταμῶι ἀντίπαλον ἐκφέρειν καρπόν· ὃς γὰρ ἂν γεύσηται τούτων, τῶν μὲν ἄλλων τῶν πρότερον ἐπιθυμιῶν παύεται, ἀλλὰ καὶ εἴ του ἤρα καὶ αὐτοῦ λαμβάνει λήθην, καὶ γίνεται κατὰ βραχὺ νεώτερος καὶ τὰς φθανούσας ἡλικίας καὶ τὰς ἤδη | |
2b,115,F75c*(50) | διελθούσας ἀναλαμβάνει ὀπίσω. τὸ μὲν γὰρ γῆρας ἀπορρίψας ἐπὶ τὴν ἀκμὴν ὑποστρέφει, εἶτα ἐπὶ τὴν τῶν μειρακίων ἡλικίαν ἀναχωρεῖ, εἶτα παῖς γίνεται, εἶτα βρέφος, καὶ ἐπὶ τούτοις ἐξαναλώθη. (9) καὶ ταῦτα εἴ τωι πιστὸς ὁ Χῖος λέγων, πεπιστεύσθω· ἐμοὶ δὲ δεινὸς εἶναι δοκεῖ μυθολόγος καὶ ἐν τούτοις καὶ ἐν ἄλλοις δέ. | |
2b,115,F75d* | STRAB. VII 3, 6: ἀπὸ δὲ τούτων ἐπὶ τοὺς συγγραφέας βαδίζει (sc. Ἀπολλόδωρος 244 F 157) Ῥιπαῖα ὄρη λέγοντας καὶ τὸ Ὠγύιον ὄρος καὶ τὴν τῶν Γοργόνων καὶ Ἑσπερίδων κατοικίαν (1 F 194), καὶ τὴν παρὰ Θεοπόμπωι Μεροπίδα | |
5 | γῆν. | |
2b,115,F75e* | TERTULLIAN. adv. Hermog. 25: nisi si et Sileno illi apud Midam regem adseveranti de alio orbe credendum est auctore Theopompo. | |
2b,115,F76 | APOLLON. Hist. mir. 10: Θεόπομπος δὲ ἐν τοῖς Θαυμασίοις ἐν τῶι ἀγῶνι τῶν Ὀλυμπίων πολλῶν ἐπιπολαζόντων ἰκτίνων ἐν τῆι πανηγύρει καὶ διασυριζόντων τὰ διαφερόμενα κρέα 〈τὰ〉 τῶν ἱεροθυτῶν | |
ἀθιγῆ μένειν. | 552 in vol. 2B | |
2b,115,F77 | SCHOL. ARISTOPH. Friede 1071 (SUID. s. Βάκις) = SCHOL. Vögel 962: Βάκιδες δὲ τρεῖς, ὧν πρεσβύτατος ἐξ Ἐλεῶνος τῆς Βοιωτίας, ὁ δὲ δεύτερος Ἀττικός, τρίτος δὲ ὁ Ἀρκὰς ἐκ πόλεως Καφύης, ὃς καὶ Κύδας ἐκαλεῖτο καὶ Ἀλήτης, ὥς φησι Φιλητᾶς ὁ Ἐφέσιος. Θεόπομπος | |
5 | δὲ ἐν τῆι θ τῶν Φιλιππικῶν ἄλλα τε πολλὰ περὶ τούτου τοῦ Βάκιδος ἱστορεῖ παράδοξα· καὶ ὅτι ποτὲ τῶν Λακεδαιμονίων τὰς γυναῖκας μανείσας ἐκάθηρεν, Ἀπόλλωνος αὐτοῖς τοῦτον καθαρτὴν δόντος. | |
2b,115,F78 | THEON Progymn. 2 (II 68, 12 Sp): πολλὰ δὲ καὶ ἐκπέ‐ φρασται παρὰ τοῖς παλαιοῖς ..... ἔχομεν δὲ καὶ ἐν τῆι ἐνάτηι τῶν Φιλιππικῶν Θεοπόμπου τὰ ἐν Θετταλίαι Τέμπη, ἅ ἐστι μὲν μεταξὺ δύο ὀρῶν μεγάλων τῆς τε Ὄσσης καὶ τοῦ Ὀλύμπου, ῥεῖ δὲ δι’ αὐτῶν μέσος ὁ | |
5 | Πηνειός, εἰς ὃν ἅπαντες οἱ κατὰ τὴν Θετταλίαν ποταμοὶ συρρέουσι. | |
2b,115,F79 | PRISCIAN. Inst. XVIII 267 (GrL III 346, 3 K): Attici ‘περὶ τόσουσ‘ καὶ ‘περὶ τόσοισ‘. Theopompus Philippicon IX: «τὸ μὲν μῆκος περὶ τεσσαράκοντα σταδίους». | |
2b,115,F80** | AELIAN. V H III 1: φέρε οὖν καὶ τὰ καλούμενα Τέμπη τὰ Θετταλικὰ διαγράψωμεν τῶι λόγωι ..... (2) ἔστι δὴ χῶρος μεταξὺ κείμενος τοῦ τε Ὀλύμπου καὶ τῆς Ὄσσης. ὄρη δὲ ταῦτά ἐστιν ὑπερύψηλα καὶ οἷον ὑπό τινος θείας φροντίδος διεσχισμένα· καὶ μέσον δέχεται χωρίον, οὗ τὸ μὲν μῆκος ἐπὶ τετταράκοντα διήκει | |
5 | σταδίους, τό γε μὴν πλάτος τῆι μέν ἐστι πλέθρου, τῆι δὲ καὶ μεῖζον ὀλίγωι. διαρρεῖ δὲ μέσου αὐτοῦ ὁ καλούμενος Πηνειός. ἐς τοῦτον δὲ καὶ οἱ λοιποὶ ποταμοὶ συρρέουσι καὶ ἀνακοινοῦνται τὸ ὕδωρ αὐτῶι καὶ ἐργάζονται τὸν Πηνειὸν ἐκεῖνοι μέγαν. (3) δια‐ τριβὰς δ’ ἔχει ποικίλας καὶ παντοδαπὰς ὁ τόπος οὗτος, οὐκ ἀνθρωπίνης χειρὸς ἔργα, ἀλλὰ φύσεως αὐτόματα ἐς κάλλος τότε φιλοτιμησαμένης, ὅτε ἐλάμβανε γένεσιν ὁ | |
10 | χῶρος. κιττὸς μὲν γὰρ πολὺς καὶ εὖ μάλα λάσιος ἐνακμάζει καὶ τέθηλε καὶ δίκην τῶν εὐγενῶν ἀμπέλων κατὰ τῶν ὑψηλῶν δένδρων ἀνέρπει καὶ συμπέφυκεν αὐτοῖς, πολλὴ δὲ σμίλαξ [ἡ μὲν] πρὸς αὐτὸν τὸν πάγον ἀνατρέχει καὶ ἐπισκιάζει τὴν πέτραν· καὶ ἐκείνη μὲν ὑπολανθάνει, ὁρᾶται δὲ τὸ χλοάζον πᾶν, καί ἐστιν ὀφθαλμῶν πανή‐ γυρις. ἐν αὐτοῖς δὲ τοῖς λείοις καὶ καθημένοις ἄλση τέ ἐστι ποικίλα καὶ ὑποδρομαὶ | |
15 | συνεχεῖς, ἐν ὥραι θέρους καταφυγεῖν ὁδοιπόροις ἥδιστα καταγώγια, ἃ καὶ δίδωσιν ἀσμένως ψυχάσαι. διαρρέουσι δὲ καὶ κρῆναι συχναὶ καὶ ἐπιρρεῖ νάματα ὑδάτων ψυχρῶν καὶ πιεῖν ἡδίστων. λέγεται δὲ τὰ ὕδατα ταῦτα καὶ τοῖς λουσαμένοις ἀγαθὸν εἶναι καὶ ἐς ὑγίειαν αὐτοῖς συμβάλλεσθαι. κατάιδουσι δὲ καὶ ὄρνιθες ἄλλος ἄλληι διεσπαρμένοι, καὶ μάλιστα οἱ μουσικοί, καὶ ἑστιῶσιν εὖ μάλα τὰς ἀκοὰς καὶ παρα‐ | |
20 | πέμπουσιν ἀπόνως καὶ σὺν ἡδονῆι διὰ τοῦ μέλους τὸν κάματον τῶν παριόντων ἀφανίσαντες. παρ’ ἑκάτερα δὲ τοῦ ποταμοῦ αἱ διατριβαί εἰσιν αἱ προειρημέναι καὶ | |
αἱ ἀνάπαυλαι. (4) διὰ μέσων δὲ τῶν Τεμπῶν ὁ Πηνειὸς ποταμὸς ἔρχεται, σχολῆι καὶ πράως προιὼν ἐλαίου δίκην, πολλὴ δὲ κατ’ αὐτοῦ ἡ σκιὰ ἐκ τῶν παραπεφυκότων δένδρων καὶ τῶν ἐξηρτημένων κλάδων τίκτεται, ὡς ἐπὶ πλεῖστον τῆς ἡμέρας αὐτὴν | 553 in vol. 2B | |
25 | προήκουσαν ἀποστέγειν τὴν ἀκτῖνα καὶ παρέχειν τοῖς πλέουσι πλεῖν κατὰ ψῦχος. (5) πᾶς δὲ ὁ περίοικος λεὼς συνίασιν ἄλλοι ἄλλοις καὶ θύουσι καὶ συνουσίας ποιοῦνται καὶ συμπίνουσιν. ἅτε οὖν πολλῶν ὄντων τῶν θυόντων καὶ τῶν καθαγι‐ ζόντων συνεχῶς, εἰκότως καὶ τοῖς βαδίζουσι καὶ τοῖς πλέουσιν ὀσμαὶ συμπαρο‐ μαρτοῦσιν ἥδισται· οὕτως ἄρα ἡ τιμὴ ἡ διαρκὴς ἡ περὶ τὸ κρεῖττον ἐκθεοῖ τὸν | |
30 | τόπον. (6) ἐνταῦθά τοί φασι παῖδες Θετταλῶν καὶ τὸν Ἀπόλλωνα τὸν Πύθιον καθήρασθαι κατὰ πρόσταγμα τοῦ Διός, ὅτε τὸν Πύθωνα τὸν δράκοντα κατετόξευσεν φυλάττοντα τοὺς Δελφούς, τῆς Γῆς ἔτι ἐχούσης τὸ μαντεῖον. στεφανωσάμενον οὖν ἐκ ταύτης τῆς δάφνης τῆς Τεμπικῆς καὶ λαβόντα κλάδον ἐς τὴν δεξιὰν χεῖρα ἐκ τῆς αὐτῆς δάφνης ἐλθεῖν ἐς Δελφοὺς καὶ παραλαβεῖν τὸ μαντεῖον τὸν Διὸς καὶ | |
35 | Λητοῦς παῖδα. (7) ἔστι δὲ καὶ βωμὸς ἐν αὐτῶι τῶι τόπωι, ἐν ὧι καὶ ἐστεφανώσατο καὶ τὸν κλάδον ἀφεῖλε· καὶ ἔτι καὶ νῦν δι’ ἔτους ἐνάτου οἱ Δελφοὶ παῖδας εὐγενεῖς πέμπουσι καὶ ἀρχιθέωρον ἕνα σφῶν αὐτῶν. οἳ δὲ παραγενόμενοι καὶ μεγαλοπρεπῶς θύσαντες ἐν τοῖς Τέμπεσιν ἀπίασι πάλιν στεφάνους ἀπὸ τῆς αὐτῆς δάφνης δια‐ πλέξαντες, ἀφ’ ἧσπερ οὖν καὶ τότε ὁ θεὸς ἐστεφανώσατο. καὶ τὴν ὁδὸν ἐκείνην | |
40 | ἔρχονται, ἣ καλεῖται μὲν Πυθιάς, φέρει δὲ διὰ Θετταλίας καὶ Πελασγίας καὶ τῆς Οἴτης καὶ τῆς Αἰνιάνων χώρας καὶ τῆς Μηλιέων καὶ Δωριέων καὶ Λοκρῶν τῶν Ἑσπερίων. οὗτοι δὲ καὶ παραπέμπουσιν αὐτοὺς σὺν αἰδοῖ καὶ τιμῆι οὐδὲν ἧττον ἤπερ οὖν ἐκεῖνοι, οἳ τοὺς ἐξ Ὑπερβορέων τὰ ἱερὰ κομίζοντας τῶι αὐτῶι θεῶι τούτωι τιμῶσι. (8) καὶ μὴν καὶ τοῖς Πυθίοις ἐκ ταύτης τῆς δάφνης τοὺς στεφάνους τοῖς | |
45 | νικῶσι διδόασιν. ὑπὲρ μὲν οὖν τῶν ἐν Θετταλίαι Τεμπῶν καὶ ἐμοὶ νῦν τοσαῦτα εἰρήσθω. | |
2b,115,F81 | ATHEN. VI 76 p. 259 F—260 A: καὶ Θεόπομπος γὰρ ἐν τῆι θ τῶν Φιλιππικῶν φησιν· «Ἀγαθοκλέα δοῦλον γενόμενον καὶ τῶν ἐκ Θετταλίας πενεστῶν Φίλιππος μέγα παρ’ αὐτῶι δυνάμενον διὰ τὴν κολακείαν καὶ ὅτι ἐν τοῖς | |
5 | συμποσίοις συνὼν αὐτῶι ὠρχεῖτο καὶ γέλωτα παρεσκεύ‐ αζεν ἀπέστειλε διαφθεροῦντα Περραιβοὺς καὶ τῶν ἐκεῖ πραγμάτων ἐπιμελησόμενον. τοιούτους δ’ εἶχεν ἀεὶ περὶ αὑτὸν ἀνθρώπους ὁ Μακεδών, οἷς διὰ φιλοποσίαν καὶ βωμολοχίαν πλείω χρόνον ὡς τὰ πολλὰ συνδιέτριβε | |
10 | καὶ συνήδρευε περὶ τῶν μεγίστων βουλευόμενος.» | |
2b,115,F82 | STEPH. BYZ. s. Φαρκηδών· πόλις Θεσσαλίας. Θεόπομπος ἐν θ Φιλιππικῶν Φαρκαδόνα διὰ τοῦ α φησίν. | |
2b,115,F83 | ——s. Δρόγγιλον· χωρίον Θράικης· Θεόπομπος Φιλιππικῶν θ. | |
2b,115,F84 | ——s. Κῶβρυς· πόλις Θράικης· Θεόπομπος Φιλιπ‐ | |
πικῶν θ. | 554 in vol. 2B | |
2b,115,F85* | PLUTARCH. Them. 19, 1: γενόμενος δὲ ἀπὸ τῶν πράξεων ἐκείνων εὐθὺς ἐπεχείρει (sc. Θεμιστοκλῆς) τὴν πόλιν ἀνοικοδομεῖν καὶ τειχίζειν, ὡς μὲν ἱστορεῖ Θεόπομπος, χρήμασι πείσας μὴ ἐναντιωθῆναι τοὺς ἐφόρους, ὡς δ’ οἱ πλεῖστοι, παρακρουσάμενος. | |
2b,115,F86* | ——25, 3: τῶν δὲ χρημάτων αὐτῶι (sc. Θεμιστοκλεῖ) πολλὰ μὲν ὑπεκκλαπέντα διὰ τῶν φίλων εἰς Ἀσίαν ἔπλει· τῶν δὲ φανερῶν γενο‐ μένων καὶ συναχθέντων εἰς τὸ δημόσιον Θεόπομπος μὲν ἑκατὸν τάλαντα, Θεόφραστος δὲ ὀγδοήκοντά φησι γενέσθαι τὸ πλῆθος, οὐδὲ τριῶν ἄξια | |
5 | ταλάντων κεκτημένου τοῦ Θεμιστοκλέους πρὶν ἅπτεσθαι τῆς πολιτείας. | |
2b,115,F87* | ——31, 3: οὐ γὰρ πλανώμενος περὶ τὴν Ἀσίαν, ὥς φησι Θεόπομπος, ἀλλ’ ἐν Μαγνησίαι μὲν οἰκῶν, καρπούμενος δὲ δωρεὰς μεγάλας καὶ τιμώμενος ὅμοια Περσῶν τοῖς ἀρίστοις, ἐπὶ πολὺν χρόνον ἀδεῶς διῆγεν, οὐ πάνυ τι τοῖς Ἑλληνικοῖς πράγμασι βασιλέως προσέχοντος ὑπ’ ἀσχολιῶν | |
5 | περὶ τὰς ἄνω πράξεις. | |
2b,115,F88 | SCHOL. ARISTEID. p. 528, 4 Ddf: Θεόπομπος ἐν τῶι δεκάτωι τῶν Φιλιππικῶν περὶ Κίμωνος· «οὐδέπω δὲ πέντε ἐτῶν παρεληλυθότων πολέμου συμβάντος πρὸς Λακεδαιμο‐ νίους ὁ δῆμος μετεπέμψατο τὸν Κίμωνα, νομίζων διὰ | |
5 | τὴν προξενίαν ταχίστην ἂν αὐτὸν εἰρήνην ποιήσασθαι, ὁ δὲ παραγενόμενος τῆι πόλει τὸν πόλεμον κατέλυσε.» | |
2b,115,F89 | ATHEN. XII 44 p. 533 A—C: (F 135) περὶ οὗ καὶ αὐτοῦ ἱστορῶν ἐν τῆι δεκάτηι τῶν Φιλιππικῶν ὁ Θεόπομπός φησι· «Κίμων ὁ Ἀθηναῖος ἐν τοῖς ἀγροῖς καὶ τοῖς κήποις οὐδένα τοῦ καρποῦ καθίστα φύλακα, ὅπως οἱ βουλόμενοι τῶν | |
5 | πολιτῶν εἰσιόντες ὀπωρίζωνται καὶ λαμβάνωσιν εἴ τινος δέοιντο τῶν ἐν τοῖς χωρίοις. ἔπειτα τὴν οἰκίαν παρεῖχε κοινὴν ἅπασι· καὶ δεῖπνον αἰεὶ εὐτελὲς παρα‐ σκευάζεσθαι πολλοῖς ἀνθρώποις, καὶ τοὺς ἀπόρους [προσιόντας] τῶν Ἀθηναίων εἰσιόντας δειπνεῖν. ἐθερά‐ | |
10 | πευεν δὲ καὶ τοὺς καθ’ ἑκάστην ἡμέραν αὐτοῦ τι δεομέ‐ | |
νους, καὶ λέγουσιν ὡς περιήγετο μὲν ἀεὶ νεανίσκους δύ’ ἢ τρεῖς ἔχοντας κέρματα τούτοις τε διδόναι προσέταττεν, ὁπότε τις προσέλθοι αὐτοῦ δεόμενος. καί φασι μὲν αὐτὸν καὶ εἰς ταφὴν εἰσφέρειν. ποιεῖν δὲ καὶ τοῦτο | 555 in vol. 2B | |
15 | πολλάκις, ὁπότε τῶν πολιτῶν τινα ἴδοι κακῶς ἠμφιεσ‐ μένον, κελεύειν αὐτῶι μεταμφιέννυσθαι τῶν νεανίσκων τινα τῶν συνακολουθούντων αὐτῶι. ἐκ δὴ τούτων ἁπάν‐ των ηὐδοκίμει καὶ πρῶτος ἦν τῶν πολιτῶν.» | |
2b,115,F90* | CYRILL. c. Julian. VI p. 188 A Spanh: γράφει δὲ περὶ αὐτοῦ (sc. Κίμωνος) Θεόπομπος, ὡς καὶ κλεπτίστατος γένοιτό τις καὶ λημμάτων αἰσχρῶν ἡττώμενος οὐχ ἅπαξ ἐξήλεγκται, καὶ τὸ τῆς δωροδοκίας μάθημα παρ’ αὐτοῦ καὶ πρώτου τοῖς Ἀθήνησι στρατηγοῖς ὁρᾶται ἐνσκῆψαι. | |
2b,115,F91* | SCHOL. V ARISTOPH. Wesp. 947: ὅπερ ποτὲ φεύγων ἔπαθε καὶ Θουκυδίδης] ὁ γενόμενος ὀστρακισμὸς ἐμφαίνει τὸν Μελησίου καὶ τὸν ὀστρακισθέντα. Θεόπομπος μέντοι ὁ ἱστορικὸς τὸν Πανταιν〈έτ〉ου φησὶν ἀντιπολιτεύσασθαι (F 261) Περικλεῖ· ἀλλ’ οὐκ Ἀνδροτίων (III), | |
5 | ἀλλὰ καὶ αὐτὸς τὸν Μελησίου. | |
2b,115,F92* | SCHOL. LUKIAN. Tim. 30 p. 115, 13 Ra: Κλέων δημα‐ γωγὸς ἦν Ἀθηναίων προστὰς αὐτῶν ἑπτὰ ἔτη, ὃς πρῶτος δημηγορῶν ἀνέκραγεν ἐπὶ βήματος καὶ ἐλοιδορήσατο, θρασὺς ὢν καὶ οὕτως ὥστε, καθὼς Θεόπομπος ἱστορεῖ, συνεληλυθότων Ἀθηναίων παρελθεῖν εἰς τὴν | |
5 | ἐκκλησίαν στέφανον ἔχοντα καὶ κελεῦσαι αὐτοὺς ἀναβαλέσθαι τὸν σύλλο‐ γον—τυγχάνειν γὰρ αὐτὸν θύοντα καὶ ξένους ἑστιᾶν μέλλοντα—καὶ διαλῦσαι τὴν ἐκκλησίαν. | |
2b,115,F93 | SCHOL. ARISTOPH. Ritter. 226: Θεόπομπος ἐν δεκάτωι Φιλιππικῶν φησιν ὅτι οἱ ἱππεῖς ἐμίσουν αὐτόν (sc. τὸν Κλέωνα). προπη‐ λακισθεὶς γὰρ ὑπ’ αὐτῶν καὶ παροξυνθεὶς ἐπετέθη τῆι πολιτείαι καὶ διετέλεσεν εἰς αὐτοὺς κακὰ μηχανώμενος. κατηγόρησε γὰρ αὐτῶν ὡς | |
5 | λειποστρατούντων. | |
2b,115,F94* | ——Ach. 6 τοῖς πέντε ταλάντοις οἷς Κλέων ἐξήμεσεν] παρὰ τῶν νησιωτῶν ἔλαβε πέντε τάλαντα ὁ Κλέων ἵνα πείσηι τοὺς Ἀθη‐ ναίους κουφίσαι αὐτοὺς τῆς εἰσφορᾶς. αἰσθόμενοι δὲ οἱ ἱππεῖς ἀντέλεγον καὶ ἀπήιτησαν αὐτόν. μέμνηται Θεόπομπος. | |
2b,115,F95 | SCHOL. LUKIAN. Tim. 30 p. 114, 21 Ra: Ὑπέρβολος οὗτος, ὡς Ἀνδροτίων (III) φησίν, Ἀντιφάνους ἦν Περιθοίδης .... Ἀνδο‐ κίδης (F 5 Bl) ... ξένον αὐτὸν εἶναι καὶ βάρβαρον βούλεται. .... | |
Πολύζηλος (I 791, 5 K) .... Φρύγα αὐτὸν εἶναί φησιν .... Πλάτων δὲ | 556 in vol. 2B | |
5 | ὁ κωμικὸς (I 645, 170 K) ... Λυδὸν .... καὶ ἄλλοι ἄλλως. ἔστι δὲ τῆι ἀληθείαι Χρέμητος, ὡς Θεόπομπος ἐν τῶι Περὶ δημαγωγῶν. | |
2b,115,F96a | ——p. 115, 8 Ra: Θεόπομπος δὲ πάλιν ἐν δεκάτωι Φιλιππικῶν ἐν Σάμωι φησὶν ἐπιβουλευθέντα ὑπὸ τῶν Ἀθήνηθεν ἐχθρῶν ἀναιρεθῆναι (sc. τὸν Ὑπέρβολον), τὸ δὲ νεκρὸν αὐτοῦ εἰς σάκκον βληθὲν ῥιφῆναι εἰς τὸ πέλαγος. | |
2b,115,F96b | SCHOL. V ARISTOPH. Wesp. 1007: Θεόπομπος δέ φησι καὶ τὸν νεκρὸν αὐτοῦ καταποντωθῆναι, γράφων ὅτι «ἐξωστράκισαν τὸν Ὑπέρβολον ἓξ ἔτη· ὁ δὲ καταπλεύσας εἰς Σάμον καὶ τὴν οἴκησιν αὐτοῦ ποιησάμενος ἀπέθανε, | |
5 | καὶ τούτου τὸν νεκρὸν εἰς ἀσκὸν ἀγαγόντες εἰς τὸ πέλα‐ γος κατεπόντωσαν.» | |
2b,115,F97 | ATHEN. IV 61 p. 166 E: «Καλλί‐ στρατος δέ» φησίν «ὁ Καλλικράτους 〈ὁ〉 δημαγωγὸς καὶ αὐτὸς πρὸς μὲν τὰς ἡδονὰς ἦν ἀκρατής, τῶν δὲ πολιτι‐ κῶν πραγμάτων [ἦν] ἐπιμελής.» | |
2b,115,F98 | HARPOKR. s. σύνταξις· .... ἔλεγον δὲ καὶ τοὺς φόρους συντάξεις, ἐπειδὴ χαλεπῶς ἔφερον οἱ Ἕλληνες τὸ τῶν φόρων ὄνομα, Καλλι‐ στράτου οὕτω καλέσαντος, ὥς φησι Θεόπομπος ἐν ι Φιλιππικῶν. | |
2b,115,F99 | HARPOKR. s. Εὔβουλος· .... ὅτι δὴ δημαγωγὸς ἦν ἐπι‐ φανέστατος, ἐπιμελής τε καὶ φιλόπονος, ἀργύριόν τε συχνὸν πορίζων τοῖς Ἀθηναίοις διένειμε, διὸ καὶ τὴν πόλιν ἐπὶ τῆς τούτου πολιτείας ἀνανδροτάτην καὶ ῥαιθυμοτάτην συνέβη γενέσθαι, Θεόπομπος ἐν τῆι ι τῶν Φιλιππικῶν. | |
2b,115,F100 | ATHEN. IV 61 p. 166 DE: Θεόπομπος δ’ ἐν τῆι δεκάτηι τῶν Φιλιππικῶν, ἀφ’ ἧς τινες τὸ τελευταῖον μέρος χωρίσαντες, ἐν ὧι ἐστιν τὰ περὶ τῶν Ἀθήνησι δημαγωγῶν, Εὔβουλόν φησι τὸν δημαγωγὸν ἄσωτον γενέσθαι. τῆι | |
5 | λέξει δὲ ταύτηι ἐχρήσατο· «καὶ τοσοῦτον ἀσωτίαι καὶ πλεονε‐ ξίαι διενήνοχε τοῦ δήμου τοῦ Ταραντίνων ὅσον ὁ μὲν περὶ τὰς ἑστιάσεις εἶχε μόνον ἀκρατῶς, ὁ δὲ τῶν Ἀθηναίων καὶ τὰς προσόδους καταμισθοφορῶν διατε‐ τέλεκε.» | |
2b,115,F101 | HARPOKR. s. Ἀμάδοκος· .... δύο γεγόνασιν οὗτοι, | |
πατὴρ καὶ υἱός, ὃς καὶ Φιλίππωι συμμαχήσων ἦλθεν εἰς τὸν πρὸς Κερσο‐ βλέπτην πόλεμον. ἀμφοτέρων μέμνηται Θεόπομπος ἐν τῆι ια τῶν Φιλιπ‐ πικῶν. | 557 in vol. 2B | |
2b,115,F102 | PORPHYR. bei EUSEB. PE X 3 p. 464 C: (T 27) τὸν Θεόπομπον .... ἐν μὲν τῆι ἑνδεκάτηι Τῶν περὶ Φιλίππου ἐκ τοῦ Ἰσο‐ κράτους Ἀρεοπαγιτικοῦ μεταγράψαντα αὐτοῖς ὀνόμασιν ἐκεῖνα ὅτι «τῶν ἀγαθῶν καὶ τῶν κακῶν οὐδὲν αὐτὸ καθ’ αὑτὸ παραγίνεται τοῖς ἀνθρώ‐ | |
5 | ποις» καὶ τὰ ἑξῆς. | |
2b,115,F103 | PHOT. Bibl. 176 p. 120 a 14: καὶ περιέχει ὁ δωδέκατος λόγος περί τε Ἀκώριος τοῦ Αἰγυπτίων βασιλέως ὡς πρός τε τοὺς Βαρκαίους ἐσπείσατο καὶ ὑπὲρ Εὐαγόρου ἔπραττε τοῦ Κυπρίου, ἐναντία πράττων τῶι Πέρσηι· (2) ὅν τε τρόπον παρὰ δόξαν Εὐαγόρας τῆς Κυπρίων ἀρχῆς | |
5 | ἐπέβη, Ἀβδύμονα κατασχὼν τὸν Κιτιέα ταύτης ἐπάρχοντα· (3) τίνα τε τρόπον Ἕλληνες οἱ σὺν Ἀγαμέμνονι τὴν Κύπρον κατέσχον ἀπελάσαντες τοὺς μετὰ Κινύρου, ὧν εἰσιν ὑπολιπεῖς Ἀμαθούσιοι· (4) ὅπως τε ὁ βασιλεὺς Εὐαγόραι συνεπείσθη πολεμῆσαι, στρατηγὸν ἐπιστήσας Αὐτοφραδάτην τὸν Λυδίας ἐξατράπην, ναύαρχον δὲ Ἑκατόμνων· (5) καὶ περὶ τῆς εἰρήνης | |
10 | ἣν αὐτὸς τοῖς Ἕλλησιν ἐβράβευσεν· (6) ὅπως τε πρὸς Εὐαγόραν ἐπι‐ κρατέστερον ἐπολέμει, καὶ περὶ τῆς ἐν Κύπρωι ναυμαχίας· (7) καὶ ὡς Ἀθηναίων ἡ πόλις ταῖς πρὸς βασιλέα συνθήκαις ἐπειρᾶτο ἐμμένειν, Λακε‐ δαιμόνιοι δὲ ὑπέρογκα φρονοῦντες παρέβαινον τὰς συνθήκας· (8) τίνα τε τρόπον τὴν ἐπὶ Ἀνταλκίδου ἔθεντο εἰρήνην· (9) καὶ ὡς Τιρίβαζος | |
15 | ἐπολέμησεν, ὅπως τε Εὐαγόραι ἐπεβούλευσεν, ὅπως τε αὐτὸν Εὐαγόρας πρὸς βασιλέα διαβαλὼν συνέλαβε μετ’ Ὀρόντου· (10) καὶ ὡς Νεκτενίβιος παρειληφότος τὴν Αἰγύπτου βασιλείαν πρὸς Λακεδαιμονίους πρέσβεις ἀπέστειλεν Εὐαγόρας· (11) τίνα τε τρόπον ὁ περὶ Κύπρον αὐτῶι πόλεμος διελύθη· (12) καὶ περὶ Νικοκρέοντος ὡς ἐπεβούλευσεν, ὡς παραδόξως | |
20 | ἐφωράθη, ὡς ἔφυγε· καὶ ὡς τῆι ἐκείνου παιδὶ καταλειφθείσηι κόρηι Εὐαγόρας τε καὶ ὁ τούτου παῖς Πνυταγόρας λανθάνοντες ἀλλήλους συνεκά‐ θευδον, Θρασυδαίου τοῦ εὐνούχου, ὃς ἦν Ἠλεῖος τὸ γένος, αὐτοῖς παρὰ | |
μέρος ὑπηρετουμένου τῆι πρὸς τὴν κόρην ἀκολασίαι· καὶ ὡς τοῦτο αὐτοῖς αἴτιον ὀλέθρου γέγονε, Θρασυδαίου τὴν ἐκείνων ἀναίρεσιν κατεργασαμένου· | 558 in vol. 2B | |
25 | (13) εἶτα τίνα τρόπον Ἄκωρις ὁ Αἰγύπτιος πρὸς τοὺς Πισίδας ἐποιήσατο συμμαχίαν, περί τε τῆς χώρας αὐτῶν καὶ τῶν Ἀσπενδίων· (14) περί τε τῶν ἐν Κῶι καὶ Κνίδωι ἰατρῶν, ὡς Ἀσκληπιάδαι, καὶ ὡς ἐκ Σύρνου οἱ πρῶτοι ἀφίκοντο ἀπόγονοι Ποδαλειρίου· (15) καὶ περὶ Μόψου τοῦ μάντεως καὶ τῶν θυγατέρων Ῥόδης καὶ Μηλιάδος (?) καὶ Παμφυλίας, ἐξ ὧν ἥ τε | |
30 | Μοψουεστία καὶ ἡ ἐν Λυκίαι Ῥοδία καὶ ἡ Παμφυλία χώρα τὰς ἐπωνυμίας ἔλαβον· (16) τίνα τε τρόπον ὑφ’ Ἑλλήνων ἡ Παμφυλία κατωικίσθη (F 346; 351 ?) καὶ ὁ πρὸς ἀλλήλους συνέστη πόλεμος· (17) καὶ ὡς Λύκιοι πρὸς Τελμισσεῖς, ἡγουμένου αὐτοῖς τοῦ σφῶν βασιλέως Περικλέους, ἐπο‐ λέμησαν καὶ οὐκ ἀνῆκαν πολεμοῦντες ἕως αὐτοὺς τειχήρεις ποιήσαντες | |
35 | καθ’ ὁμολογίαν παρεστήσαντο. ἃ μὲν οὖν ὁ ἠφανισμένος Μηνοφάνει δωδέκατος λόγος περιέχει ταῦτά ἐστιν. | |
2b,115,F104 | SCHOL. ARISTOPH. Vögel 880 Χίοισιν ἥσθην] καὶ τοῦτο ἀφ’ ἱστορίας ἔλαβεν. εὔχοντο γὰρ Ἀθηναῖοι κοινῆι ἐπὶ τῶν θυσιῶν ἑαυτοῖς τε καὶ Χίοις, ἐπειδὴ ἔπεμπον οἱ Χῖοι συμμάχους εἰς Ἀθήνας ὅτε χρεία πολέμου προσῆν, καθάπερ Θεόπομπος ἐν τῶι ιβ τῶν Φιλιππικῶν | |
5 | φησιν οὕτως· «οἱ δὲ πολλοὶ τοῦ ταῦτα πράττειν ἀπεῖχον, ὥστε τὰς εὐχὰς κοινὰς καὶ περὶ ἐκείνων καὶ σφῶν αὐτῶν ἐποιοῦντο, καὶ σπένδοντες ἐπὶ ταῖς θυσίαις ταῖς δημο‐ τελέσιν ὁμοίως ηὔχοντο τοῖς θεοῖς Χίοις διδόναι τἀγαθὰ καὶ σφίσιν αὐτοῖς.» λέγει δὲ περὶ τῆς Χίου καὶ Εὔπολις ἐν Πόλεσιν | |
10 | (I 321, 232 K) ‘αὕτη Χίος, καλὴ πόλις· πέμπει γὰρ ὑμῖν ναῦς μακρὰς ἄνδρας θ’ ὅταν δεήσηι ....‘ τὰ αὐτὰ τοῖς Θεοπόμπου καὶ Θρασύμαχός φησιν ἐν τῆι Μεγάληι Τέχνηι. ὁ δὲ Ὑπερίδης ἐν τῶι Χιακῶι (F 194 Bl) καὶ ὅτι Χῖοι εὔχοντο Ἀθηναίοις δεδήλωκεν. | |
2b,115,F105 | ATHEN. XII 43 p. 532 AB: ἐν δὲ τῆι τρισκαιδεκάτηι τῶν Φιλιππικῶν περὶ Χαβρίου τοῦ Ἀθηναίων 〈στρατηγοῦ〉 ἱστορῶν φησιν· «οὐ δυνάμενος δὲ ζῆν ἐν τῆι πόλει τὰ μὲν διὰ τὴν ἀσέλ‐ | |
γειαν καὶ διὰ τὴν πολυτέλειαν τὴν αὑτοῦ τὴν περὶ τὸν | 559 in vol. 2B | |
5 | βίον, τὰ δὲ διὰ τοὺς Ἀθηναίους· ἅπασι γάρ εἰσι χαλεποὶ 〈τοῖς εὐδοκιμοῦσιν〉. διὸ καὶ εἵλοντο αὐτῶν οἱ ἔνδοξοι 〈σχεδὸν πάντεσ〉 ἔξω τῆς πόλεως καταβιοῦν, Ἰφικράτης (F 161; 289) μὲν ἐν Θράικηι, Κόνων δ’ ἐν Κύπρωι, Τιμόθεος δ’ ἐν Λέσβωι, Χάρης δ’ ἐν Σιγείωι, καὶ αὐτὸς ὁ Χαβρίας | |
10 | ἐν Αἰγύπτωι.» | |
2b,115,F106a | ATHEN. IX 32 p. 384 A: Θεόπομπος μὲν ἔφη ὁ Χῖος ἐν ταῖς Ἑλληνικαῖς (F 22) κἀν τῆι τρισκαιδεκάτηι δὲ τῶν Φιλιππικῶν Ἀγησιλάωι τῶι Λάκωνι εἰς Αἴγυπτον ἀφικομένωι πέμψαι τοὺς Αἰγυπτίους χῆνας καὶ μόσχους σιτευτούς. | |
2b,115,F106b | —XV 18 p. 676 CD: γελοῖοι οὖν εἰσιν καὶ οἱ λέγοντες Ναυκρατίτην εἶναι στέφανον τὸν ἐκ τῆς βύβλου τῆς στεφανωτρίδος καλουμένης παρ’ Αἰγυπτίοις [στεφόμενον], παρατιθέμενοι Θεοπόμπου ἐκ τῆς τρι〈σκαιδεκάτης τῶν Φιλιππικῶν καὶ τῆς ἑνδεκά〉της τῶν | |
5 | Ἑλληνικῶν, ὅς φησιν Ἀγησιλάωι τῶι Λάκωνι παραγενομένωι εἰς Αἴγυπτον δῶρα πέμψαι τοὺς Αἰγυπτίους ἄλλα τέ τινα καὶ δὴ καὶ τὴν στεφανωτρίδα βύβλον. | |
2b,115,F107 | PLUT. Ages. 36, 6: ὅθεν ἀθροίσας μισθοφόρους (sc. ὁ Ἀγησίλαος) ἀφ’ ὧν ὁ Ταχὼς αὐτῶι χρημάτων ἔπεμψε .... ἐπεὶ δὲ κατέπλευσεν εἰς τὴν Αἴγυπτον, εὐθὺς οἱ πρῶτοι τῶν βασιλικῶν ἡγεμόνων καὶ διοικητῶν ἐβάδιζον ἐπὶ ναῦν θερα‐ πεύοντες αὐτόν. ἦν δὲ καὶ τῶν ἄλλων Αἰγυπτίων σπουδή τε μεγάλη καὶ προσδοκία | |
5 | διὰ τοὔνομα καὶ τὴν δόξαν τοῦ Ἀγησιλάου, καὶ συνετρόχαζον ἅπαντες ἐπὶ τὴν θέαν. ὡς δὲ ἑώρων λαμπρότητα μὲν καὶ κατασκευὴν οὐδεμίαν, ἄνθρωπον δὲ πρεσβύτην κατακείμενον ἔν τινι πόαι παρὰ τὴν θάλασσαν, εὐτελῆ καὶ μικρὸν τὸ σῶμα, τραχὺ καὶ φαῦλον ἱμάτιον ἀμπεχόμενον, σκώπτειν αὐτοῖς καὶ γελωτοποιεῖν ἐπήιει καὶ λέγειν, ὅτι τοῦτ’ ἦν τὸ μυθολογούμενον ‘ὠδίνειν ὄρος, εἶτα μῦν ἀποτεκεῖν‘. ἔτι δὲ | |
10 | μᾶλλον αὐτοῦ τὴν ἀτοπίαν ἐθαύμασαν, ὅτε ξενίων προσκομισθέντων καὶ προσαχθέν‐ των ἄλευρα μὲν καὶ μόσχους καὶ χῆνας ἔλαβε, τραγήματα δὲ καὶ πέμματα καὶ μύρα διωθεῖτο, καὶ προσβιαζομένων λαβεῖν καὶ λιπαρούντων ἐκέλευσε τοῖς εἵλωσι διδόναι κομίζοντας. τῆι μέντοι στεφανωτρίδι βύβλωι φησὶν αὐτὸν ἡσθέντα Θεόπομπος διὰ τὴν λειότητα καὶ καθαριότητα τῶν στεφάνων αἰτήσασθαι καὶ λαβεῖν, ὅτε ἀπέπλει, | |
15 | παρὰ τοῦ βασιλέως. | |
2b,115,F108 | ATHEN. XIV 6 p. 616 DE: καὶ Ταχὼς δ’ ὁ Αἰγυπτίων βασιλεὺς Ἀγησίλαον σκώψας ... ὅτ’ ἦλθεν αὐτῶι συμμαχήσων—ἦν γὰρ βραχὺς τὸ σῶμα—ἰδιώτης ἐγένετο ἀποστάντος ἐκείνου τῆς συμμαχίας. τὸ δὲ σκῶμμα τοῦτ’ ἦν· ‘ὤδινεν ὄρος, Ζεὺς δ’ ἐφοβεῖτο, τὸ δ’ ἔτεκεν μῦν.‘ | |
5 | ὅπερ ἀκούσας ὁ Ἀγησίλαος καὶ ὀργισθεὶς ἔφη ‘φανήσομαί σοί ποτε καὶ | |
λέων.‘ ὕστερον γὰρ ἀφισταμένων τῶν Αἰγυπτίων, ὥς φησι Θεόπομπος καὶ Λυκέας ὁ Ναυκρατίτης ἐν τοῖς Αἰγυπτιακοῖς (III), οὐδὲν αὐτῶι συμπράξας ἐποίησεν ἐκπεσόντα τῆς ἀρχῆς φυγεῖν εἰς Πέρσας. | 560 in vol. 2B | |
2b,115,F109 | LEX. RHETOR. 675, 2 Meier: ἄγγαροι δὲ οἱ πρεσ‐ βευταί· Θεόπομπος ἐν τῆι τρισκαιδεκάτηι οὕτως· «κατέπεμψε πρέσ‐ βεις, οὓς ἐκεῖνοι ἀγγάρους καλοῦσιν.» | |
2b,115,F110 | SUID. s. Δούλων πόλις· [παροιμία] ἐν Λιβύηι· Ἔφορος ε (70 F 50). καὶ ἑτέρα ἱεροδούλων .... ἔστι δὲ καὶ ἐν Κρήτηι Δου‐ λόπολις, ὡς Σωσικράτης ἐν τῆι α τῶν Κρητικῶν (III). ἔστι δέ τις καὶ περὶ Θράικην Πονηρόπολις, ἣν Φίλιππόν φασι συνοικίσαι, τοὺς ἐπὶ | |
5 | πονηρίαι διαβαλλομένους αὐτόθι συναγαγόντα, συκοφάντας, ψευδομάρτυρας καὶ τοὺς συνηγόρους καὶ τοὺς ἄλλους πονηροὺς ὡς δισχιλίους, ὡς Θεόπομπος ἐν ιγ τῶν Φιλιππικῶν φησιν. | |
2b,115,F111 | SCHOL. (R) V ARISTOPH. Friede 363: ὁ γάρ τοι Κιλλικῶν ἐπὶ πονηρίαι διαβόητός ἐστιν. φασὶ γὰρ αὐτὸν οἱ μὲν Σάμον ἢ Μίλητον προδοῦναι Πριηνεῦσι. Θεόπομπος δὲ ἐν τῶι ιγ τῶν Ἱστοριῶν τῶν ἑαυτοῦ Σύρον φησὶν αὐτὸν τὴν νῆσον προδεδωκέναι Σαμίοις. | |
5 | πυνθανομένων δὲ πολλάκις αὐτοῦ τινῶν τί μέλλοι ποιεῖν, ἔλεγε ‘πάντα ἀγαθά‘. (πάντα οὖν ἀγαθά φησι ποιεῖν, ὡς ἔφη καὶ Κιλλικῶν). τῆς δὲ προδοσίας τοιαύτην ὑποσχεῖν τιμωρίαν. Θεαγένην τινὰ ἄνδρα Σύριον, τῆς νήσου τῆς ὑπὸ τοῦ Κιλλικῶντος προδοθείσης πολίτην, πρὸ πολλοῦ μετοικήσαντα εἰς τὴν Σάμον κρεοπωλεῖν καὶ οὕτως ἀπάγειν τὸν ἑαυτοῦ | |
10 | βίον. ἀγανακτήσαντα δὴ ἐπὶ τῆι προδοσίαι τῆς πατρίδος, ἐπιστάντος τοῦ Κιλλικῶντος ὠνήσασθαι παρ’ αὐτοῦ κρέας, δοῦναι κρατεῖν αὐτῶι, ἵνα ἀποκόψηι τὸ περιττόν. τοῦ δὲ πεισθέντος καὶ κρατοῦντος [τοῦ Κιλλι‐ κῶντος], προφάσει τοῦ πλεονάζον ἀποκόψαι τὸ κρέας, ἐπανατεινάμενον τὴν κοπίδα κόψαι τὴν χεῖρα τοῦ Κιλλικῶντος καὶ εἰπεῖν ὡς ‘ταύτηι τῆι | |
15 | χειρὶ ἑτέραν οὐ προδώσεις πόλιν‘. μέμνηται δὲ Καλλίμαχος (F 227 Schn)· ‘μὴ σύ γε Θειογένης κόψηις χέρα Κιλλικόωντος.‘ | |
2b,115,F112 | STEPH. BYZ. s. Ἄνδειρα· πόλις 〈τῆς Τρωάδοσ〉, οὐδε‐ τέρως· ἐν ἧι λίθος, ‘ὃς καιόμενος σίδηρος γίνεται· εἶτα μετὰ γῆς τινος καμινευθεὶς ἀποστάζει ψευδάργυρον· εἶτα κραθεὶς χαλκῶι ὀρείχαλκος | |
γίνεται‘. ὁ Στράβων ιγ (1, 56) καὶ Θεόπομπος ιγ. | 561 in vol. 2B | |
2b,115,F113 | ATHEN. IV 25 p. 145 A: ὁ δ’ αὐτὸς Θεόπομπος ἐν τῆι τεσσαρεσκαιδεκάτηι τῶν Φιλιππικῶν «ὅταν» φησί «βασιλεὺς εἴς τινας ἀφίκηται τῶν ἀρχομένων, εἰς τὸ δεῖπνον αὐτοῦ δαπανᾶσθαι εἴκοσι τάλαντα, ποτὲ δὲ καὶ τριάκοντα· οἱ | |
5 | δὲ καὶ πολὺ πλείω δαπανῶσιν. ἑκάσταις γὰρ τῶν πόλεων κατὰ τὸ μέγεθος ὥσπερ ὁ φόρος καὶ τὸ δεῖπνον ἐκ παλαιοῦ τεταγμένον ἐστίν.» | |
2b,115,F114 | ATHEN. XII 41 p. 531 A—D (AELIAN. VH VII 2): Θεόπομπος δ’ ἐν πεντεκαιδεκάτηι Φιλιππικῶν ἱστοριῶν Στράτωνά φησι τὸν Σιδωνίων βασιλέα ὑπερβαλεῖν ἡδυπαθείαι καὶ τρυφῆι πάντας ἀνθρώπους. οἷα γὰρ τοὺς Φαίακας Ὅμηρος ποιεῖν μεμυθολόγηκεν ἑορτάζοντας καὶ | |
5 | πίνοντας καὶ κιθαρωιδῶν καὶ ῥαψωιδῶν ἀκροωμένους, τοιαῦτα καὶ ὁ Στράτων διετέλει ποιῶν πολὺν χρόνον. καὶ τοσούτωι μᾶλλον ἐκείνων παρεκεκινήκει πρὸς τὰς ἡδονάς, ὅσον οἱ μὲν Φαίακες, ὥς φησιν Ὅμηρος, μετὰ τῶν οἰκείων γυναικῶν καὶ θυγατέρων ἐποιοῦντο τοὺς πότους, ὁ δὲ Στράτων μετ’ αὐλητρίδων καὶ ψαλτριῶν καὶ κιθαριστριῶν κατεσκευάζετο | |
10 | τὰς συνουσίας. καὶ μετεπέμπετο πολλὰς μὲν ἑταίρας ἐκ Πελοποννήσου, πολλὰς δὲ μουσουργοὺς ἐξ Ἰωνίας, ἑτέρας δὲ παιδίσκας ἐξ ἁπάσης τῆς Ἑλλάδος, τὰς μὲν ὠιδικάς, τὰς δὲ ὀρχηστρικάς, ὧν εἴθιστο μετὰ τῶν φίλων ἀγῶνας τιθέναι καὶ μεθ’ ὧν συνουσιάζων διέτριβεν, χαίρων μὲν [καὶ] τῶι βίωι τῶι τοιούτωι καὶ 〈αὐτὸσ〉 δοῦλος ὢν φύσει τῶν ἡδονῶν, ἔτι δὲ | |
15 | μᾶλλον πρὸς τὸν Νικοκλέα φιλοτιμούμενος. ἐτύγχανον γὰρ ὑπερφιλοτίμως ἔχοντες πρὸς ἀλλήλους καὶ σπουδάζων ἑκάτερος αὐτὸς ἥδιον καὶ ῥαιθυ‐ μότερον ποιεῖσθαι τὸν βίον· οἵ γε προῆλθον εἰς τοσαύτην ἅμιλλαν, ὡς ἡμεῖς ἀκούομεν, ὥστε πυνθανόμενοι παρὰ τῶν ἀφικνουμένων τάς τε παρασκευὰς τῶν οἰκιῶν καὶ τὰς πολυτελείας τῶν θυσιῶν τὰς παρ’ ἑκα‐ | |
20 | τέρωι γινομένας ἐφιλονίκουν ὑπερβάλλεσθαι τοῖς τοιούτοις ἀλλήλους. ἐσπούδαζον δὲ δοκεῖν εὐδαίμονες εἶναι καὶ μακαριστοί· οὐ μὴν περί γε τὴν τοῦ βίου τελευτὴν διηυτύχησαν, ἀλλ’ ἀμφότεροι βιαίωι θανάτωι διεφθάρησαν. | |
2b,115,F115 | STEPH. BYZ. s. Διωνία· πόλις, ἣν συγκαταλέγει ταῖς | |
Κυπρίαις πόλεσι Θεόπομπος ιε Φιλιππικῶν. | 562 in vol. 2B | |
2b,115,F116 | STEPH. BYZ. s. Κρήσιον· πόλις Κύπρου. Θεόπομπος Φιλιππικῶν ιε. | |
2b,115,F117 | ATHEN. XII 31 p. 526 C: Θεόπομπος δ’ ἐν πεντεκαι‐ δεκάτηι Ἱστοριῶν χιλίους φησὶν ἄνδρας αὐτῶν (sc. τῶν Κολοφωνίων) ἁλουργεῖς φοροῦντας στολὰς ἀστυπολεῖν· ὃ δὴ καὶ βασιλεῦσιν σπάνιον τότ’ ἦν καὶ περισπούδαστον. ἰσοστάσιος γὰρ ἦν ἡ πορφύρα πρὸς ἄργυρον | |
5 | ἐξεταζομένη. τοιγαροῦν διὰ τὴν τοιαύτην ἀγωγὴν ἐν τυραννίδι καὶ στάσεσι γενόμενοι αὐτῆι πατρίδι διεφθάρησαν. ταὐτὰ εἴρηκεν περὶ αὐτῶν καὶ Διογένης ὁ Βαβυλώνιος ἐν τῶι α τῶν Νόμων. | |
2b,115,F118 | HARPOKR. s. Νότιον· ... ὅτι δέ ἐστι χωρίον προκεί‐ μενον τῆς Κολοφωνίων πόλεως Θεόπομπος ἐν τῆι ιε φησίν. | |
2b,115,F119 | —s. Κερκίδας· Δημοσθένης ἐν τῶι ὑπὲρ Κτησιφῶντος (XVIII 295) τοὺς προδότας καταλέγων φησὶν ‘Ἀρκάδας Κερκίδασ‘. ὅτι δ’ οὗτος τῶν τὰ Μακεδονικὰ φρονούντων ἦν εἴρηκε καὶ Θεόπομπος ἐν ιε Φιλιππικῶν. | |
2b,115,F120 | [PLUTARCH.] Vit. X or. 833 AB: μετὰ δὲ τὴν κατά‐ λυσιν τῶν τετρακοσίων εἰσαγγελθεὶς σὺν Ἀρχεπτολέμωι, ἑνὶ τῶν τετρα‐ κοσίων, ἑάλω (sc. Ἀντιφῶν,) καὶ τοῖς περὶ τῶν προδοτῶν ἐπιτιμίοις ὑπα‐ χθεὶς ἄταφος ἐρρίφη, καὶ σὺν τοῖς ἐκγόνοις ἄτιμος ἀνεγράφη. οἱ δ’ ὑπὸ | |
5 | τῶν τριάκοντα ἀνηιρῆσθαι αὐτὸν ἱστοροῦσιν, ὥσπερ Λυσίας ἐν τῶι Ὑπὲρ τῆς Ἀντιφῶντος θυγατρὸς λόγωι (p. 348 Thalh) ..... ὅτι δ’ ὑπὸ τῶν τριάκοντα ἀπέθανεν, ἱστορεῖ καὶ Θεόπομπος ἐν τῆι πεντεκαιδεκάτηι τῶν Φιλιππικῶν. ἀλλ’ οὗτός γ’ ἂν εἴη ἕτερος, Λυσιδωνίδου πατρός, 〈οὗ〉 καὶ Κρατῖνος ἐν Πυτίνηι (I 74, 201 K) ὡς πονηροῦ μνημονεύει. | |
2b,115,F121 | ATHEN. X 63 p. 444 E—445 A: Θεόπομπος δ’ ἐν τῆι ἑκκαιδεκάτηι τῶν Ἱστοριῶν περὶ ἄλλου Ῥοδίου διαλεγόμενός φησι· «τοῦ δὲ Ἡγησιλόχου τὰ μὲν ἀχρείου γεγονότος ὑπὸ οἰνοφλυ‐ γίας καὶ κύβων καὶ παντάπασιν οὐκ ἔχοντος ἀξίωμα | |
5 | παρὰ τοῖς Ῥοδίοις, ἀλλὰ διαβεβλημένου διὰ τὴν ἀσωτίαν τὴν τοῦ βίου καὶ παρὰ τοῖς ἑταίροις καὶ παρὰ τοῖς ἄλλοις πολίταις.» εἶθ’ ἑξῆς λέγων περὶ τῆς ὀλιγαρχίας ἣν κατεστή‐ σατο μετὰ τῶν φίλων ἐπιφέρει· «καὶ πολλὰς μὲν γυναῖκας | |
εὐγενεῖς καὶ τῶν πρώτων ἀνδρῶν ἤισχυναν, οὐκ ὀλί‐ | 563 in vol. 2B | |
10 | γους δὲ παῖδας καὶ νεανίσκους διέφθειραν. εἰς τοῦτο δὲ προέβησαν ἀσελγείας, ὥστε καὶ κυβεύειν ἠξίωσαν πρὸς ἀλλήλους περὶ τῶν γυναικῶν τῶν ἐλευθέρων καὶ διωμολογοῦντο τοὺς ἐλάττω τοῖς ἀστραγάλοις βάλλον‐ τας ἥντινα χρὴ τῶν πολιτίδων τῶι νικῶντι εἰς συνου‐ | |
15 | σίαν ἀγαγεῖν, οὐδεμίαν ὑπεξαιρούμενοι πρόφασιν, ἀλλ’ ὅπως ἂν ἕκαστος ἦι δυνατὸς πείθων ἢ βιαζόμενος, οὕτω προστάττοντες ἄγειν. καὶ ταύτην τὴν κυβείαν ἔπαιζον μὲν καὶ τῶν ἄλλων Ῥοδίων τινές, ἐπιφανέστατα δὲ καὶ πλειστάκις αὐτὸς ὁ Ἡγησίλοχος ὁ προστατεῖν τῆς πόλεως | |
20 | ἀξιῶν.» | |
2b,115,F122a | ATHEN. VI 88 p. 265 BC: πρώτους δ’ ἐγὼ τῶν Ἑλλήνων οἶδα ἀργυρωνήτοις δούλοις χρησαμένους Χίους, ὡς ἱστορεῖ Θεό‐ πομπος ἐν τῆι ἑβδόμηι καὶ δεκάτηι τῶν Ἱστοριῶν· «Χῖοι πρῶτοι τῶν Ἑλλήνων μετὰ Θετταλοὺς καὶ Λακεδαιμονίους ἐχρή‐ | |
5 | σαντο δούλοις, τὴν μέντοι κτῆσιν αὐτῶν οὐ τὸν αὐτὸν τρόπον ἐκείνοις 〈ἐποιήσαντο〉. Λακεδαιμόνιοι μὲν γὰρ καὶ Θετταλοὶ φανήσονται κατασκευασάμενοι τὴν δου‐ λείαν ἐκ τῶν Ἑλλήνων τῶν οἰκούντων πρότερον τὴν χώραν ἣν ἐκεῖνοι νῦν ἔχουσιν, οἱ μὲν Ἀχαιῶν, Θετταλοὶ | |
10 | δὲ Περραιβῶν καὶ Μαγνήτων, καὶ προσηγόρευσαν τοὺς καταδουλωθέντας οἱ μὲν εἵλωτας, οἱ δὲ πενέστας. Χῖοι δὲ βαρβάρους κέκτηνται τοὺς οἰκέτας καὶ τιμὴν αὐτῶν καταβάλλοντες.» | |
2b,115,F122b | SCHOL. THEOKR. XVI 35: Θεόπομπός φησι τοὺς δουλεύοντας τῶν ἐλευθέρων πενέστας καλεῖσθαι παρὰ Θεσσα‐ λοῖς, ὡς παρὰ Λακεδαιμονίοις εἵλωτας. | |
2b,115,F123 | STEPH. BYZ. s. Ἀσσησσός· πόλις Μιλησίας γῆς· Θεό‐ πομπος Φιλιππικῶν ιζ. | |
2b,115,F124 | ATHEN. VI 60 p. 252 A—C: Θεόπομπος δ’ ἐν ὀκτωκαι‐ δεκάτηι Ἱστοριῶν περὶ Νικοστράτου Ἀργείου λέγων ὡς ἐκολάκευε τὸν | |
Περσῶν βασιλέα γράφει καὶ ταῦτα· «Νικόστρατον δὲ τὸν Ἀργεῖον πῶς οὐ χρὴ φαῦλον νομίζειν, ὃς προστάτης γενόμενος | 564 in vol. 2B | |
5 | τῆς Ἀργείων πόλεως καὶ παραλαβὼν καὶ γένος καὶ χρή‐ ματα καὶ πολλὴν οὐσίαν παρὰ τῶν προγόνων ἅπαντας ὑπερεβάλετο τῆι κολακείαι καὶ ταῖς θεραπείαις, οὐ μόνον τοὺς τότε στρατείας μετασχόντας, ἀλλὰ καὶ τοὺς ἔμπροσθεν γενομένους. πρῶτον μὲν γὰρ οὕτως ἠγάπησε | |
10 | τὴν παρὰ τοῦ βαρβάρου τιμὴν ὥστε βουλόμενος ἀρέσκειν καὶ πιστεύεσθαι μᾶλλον ἀνεκόμισε πρὸς βασιλέα τὸν υἱόν, ὃ τῶν ἄλλων οὐδεὶς πώποτε φανήσεται ποιήσας. ἔπειτα καθ’ ἑκάστην ἡμέραν ὁπότε μέλλοι δειπνεῖν τράπεζαν παρετίθει χωρὶς ὀνομάζων τῶι δαίμονι τῶι | |
15 | βασιλέως, ἐμπλήσας σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων, ἀκούων μὲν τοῦτο ποιεῖν καὶ τῶν Περσῶν τοὺς περὶ τὰς θύρας διατρίβοντας, οἰόμενος δὲ διὰ τῆς θεραπείας ταύτης χρηματιεῖσθαι μᾶλλον παρὰ τοῦ βασιλέως· ἦν γὰρ αἰσχροκερδὴς καὶ χρημάτων ὡς οὐκ οἶδ’ εἴ τις ἕτερος | |
20 | ἥττων.» | |
2b,115,F125 | STEPH. BYZ. s. Σίρρα· πόλις Θράικης· Θεόπομπος ἐν Φιλιππικῶν κ. | |
2b,115,F126a | ATHEN. IX 63 p. 401 AB: Θεόπομπος δ’ ἐν τῆι κ τῶν Ἱστοριῶν περὶ τὴν Βισαλτίαν φησὶ λαγωοὺς γίγνεσθαι δύο ἥπατα ἔχοντας. —AELIAN. NA V 27. GELLIUS XVI 15, 1. | |
2b,115,F126b | STEPH. BYZ. s. Βισαλτία· πόλις καὶ χώρα Μακεδονίας .... περὶ ταύτην οἱ λαγοὶ σχεδὸν πάντες ἁλίσκονται δύο ἥπατα ἔχοντες, ὡς Θεόπομπος ἱστορεῖ καὶ Φαβωρῖνος (IV). | |
2b,115,F127 | THEON Progym. 2 (II 66, 9 Sp.): μύθου δὲ (sc. παρα‐ δείγματα) ὁποῖός ἐστι παρὰ Ἡροδότωι τοῦ αὐλητοῦ (I 141) καὶ παρὰ Φιλίστωι (III) τοῦ ἵππου .... καὶ ἐν τῆι εἰκοστῆι Θεοπόμπου τῶν Φιλιππικῶν ὁ τοῦ πολέμου καὶ τῆς ὕβρεως, ὃν ὁ Φίλιππος διεξέρχεται | |
5 | πρὸς τοὺς αὐτοκράτορας τῶν Χαλκιδέων. | |
2b,115,F128a | SCHOL. APOLL. Rhod. IV 308: τὸ Ἰόνιον πέλαγος | |
τῆς Ἰταλίας, εἰς ὃ ἐκδίδωσιν ὁ Ἀδρίας· διὸ καί τινες αὐτὸ Ἀδρίαν ὀνομά‐ ζουσιν. ὠνομάσθη δὲ ἀπὸ Ἰονίου τὸ γένος Ἰλλυριοῦ, ὥς φησιν Θεό‐ πομπος ἐν εἰκοστῶι πρώτωι ..... τινὲς (Aischyl. Prom. 839) δὲ ἀπὸ | 565 in vol. 2B | |
5 | τῆς γενομένης πλάνης τῆι Ἰοῖ. | |
2b,115,F128b | SCHOL. PIND. P III 120 c: τὸ Ἰόνιον πέλαγος τὸ περὶ Σικελίαν τὸ ὄνομα ἔλαβεν, ὡς μὲν ἔνιοι ἀπὸ Ἰοῦς· Θεόπομπος δὲ ἀπὸ Ἰονίου ἀνδρὸς Ἰλλυριοῦ· Ἀρχέμαχος (III) δὲ ἀπὸ τῶν ἀπολομένων ἐν αὐτῶι Ἰαόνων. | |
2b,115,F128c | SCHOL. LYKOPHR. 631: καὶ ὁ μὲν Λυκόφρων ἀπ’ Ἰοῦς ὠνόμασεν αὐτό· Θεόπομπος δὲ καὶ ἄλλοι πολλοὶ ἀπ’ Ἰονίου [ἰοῦ] Ἰλλυρικοῦ τὸ γένος βασιλεύσαντος τῶν τόπων ἐκείνων | υἱοῦ Ἀδρίου τοῦ περὶ τοῦτο τὸ πέλαγος κτίσαντος πόλιν τὴν | |
5 | λεγομένην Ἀδρίαν, | ἣν Ἀδρίαν ἕτεροί φασιν ὑπὸ Διονυσίου τοῦ προτέρου ... κτισθῆναι. | |
2b,115,F129* | STRABON VII 5, 9: τὸ μὲν οὖν στόμα κοινὸν ἀμφοῖν ἐστι, διαφέρει δὲ ὁ Ἰόνιος, διότι τοῦ πρώτου μέρους τῆς θαλάττης ταύτης ὄνομα τοῦτ’ ἐστίν, ὁ δ’ Ἀδρίας τῆς ἐντὸς μέχρι τοῦ μυχοῦ, νυνὶ δὲ καὶ τῆς συμπάσης. φησὶ δὲ ὁ Θεόπομπος τῶν ὀνομάτων τὸ μὲν ἥκειν ἀπὸ | |
5 | ἀνδρὸς ἡγησαμένου τῶν τόπων, ἐξ Ἴσσης τὸ γένος, τὸν Ἀδρίαν δὲ ποταμοῦ ἐπώνυμον γεγονέναι. στάδιοι δ’ ἀπὸ τῶν Λιβυρνῶν ἐπὶ τὰ Κεραύνια μικρῶι πλείους ἢ δισχίλιοι. Θεόπομπος δὲ τὸν πάντα ἀπὸ τοῦ μυχοῦ πλοῦν ἡμερῶν ἓξ εἴρηκε, πεζῆι δὲ τὸ μῆκος τῆς Ἰλλυρίδος καὶ τριάκοντα· πλεονάζειν δέ μοι δοκεῖ. καὶ ἄλλα δ’ οὐ πιστὰ λέγει, τό τε συντετρῆσθαι | |
10 | τὰ πελάγη ἀπὸ τοῦ εὑρίσκεσθαι κέραμόν τε Χῖον καὶ Θάσιον ἐν τῶι Νάρωνι, καὶ τὸ ἄμφω κατοπτεύεσθαι τὰ πελάγη ἀπό τινος ὄρους, καὶ τῶν νήσων τῶν Λιβυρνίδων τι〈νὰς τοσαύτας εἶναι τὸ μέγε〉θος, ὥστε κύκλον ἔχειν σταδίων καὶ πεντακοσίων, καὶ τὸ τὸν Ἴστρον ἑνὶ τῶν στομά‐ των εἰς τὸν Ἀδρίαν ἐμβάλλειν. τοιαῦτα δὲ καὶ τοῦ Ἐρατοσθένους (V) | |
15 | ἔνια παρακούσματά ἐστι λαοδογματικά, καθάπερ Πολύβιός φησι καὶ περὶ αὐτοῦ καὶ τῶν ἄλλων λέγων συγγραφέων. | |
2b,115,F130* | [SCYMN.] Perieg. 369—390: εἶτ’ ἔστιν Ἀδριανὴ θάλαττα λεγομένη. Θεόπομπος ἀναγράφει δὲ ταύτης τὴν θέσιν· ὡς δὴ συνισθμίζουσα πρὸς τὴν Ποντικὴν | |
5 | νήσους ἔχει ταῖς Κυκλάσιν ἐμφερεστάτας, | |
τούτων δὲ τὰς μὲν λεγομένας Ἀψυρτίδας Ἠλεκτρίδας τε, τὰς δὲ καὶ Λιβυρνίδας. τὸν κόλπον ἱστοροῦσι τὸν Ἀδριατικὸν τῶν βαρβάρων πλῆθός τι περιοικεῖν κύκλωι | 566 in vol. 2B | |
10 | ἑκατὸν σχεδὸν μυριάσι πεντήκοντά τε χώραν ἀρίστην νεμομένων καὶ καρπίμην· διδυμητοκεῖν γάρ φασι καὶ τὰ θρέμματα. ἀὴρ διαλλάττων δὲ παρὰ τὸν Ποντικὸν ἐστὶν ὑπὲρ αὐτούς, καίπερ ὄντας πλησίον· | |
15 | οὐ γὰρ νιφετώδης οὐδ’ ἄγαν ἐψυγμένος, ὑγρὸς δὲ παντάπασι διὰ τέλους μένει, ὀξὺς ταραχώδης ὤν τε πρὸς τὰς μεταβολάς, μάλιστα τοῦ θέρους δέ, πρηστήρων τε καὶ βολὰς κεραυνῶν τούς τε λεγομένους ἔχει | |
20 | τυφῶνας. Ἐνετῶν δ’ εἰσὶ πεντήκοντά που πόλεις ἐν αὐτῶι κείμεναι πρὸς τῶι μυχῶι, οὓς δὴ μετελθεῖν φασιν ἐκ τῆς Παφλαγόνων χώρας κατοικῆσαί τε περὶ τὸν Ἀδρίαν. s. F 274. | |
2b,115,F131 | STEPH. BYZ. s. Λάδεστα ἢ Λάδεστον· μία τῶν Λιβυρ‐ νίδων νήσων· Θεόπομπος κα Φιλιππικῶν. | |
2b,115,F132 | ATHEN. XII 32 p. 526 F——527 A: κἀν τῆι πρώτηι δὲ πρὸς ταῖς εἴκοσι τῶν Φιλιππικῶν τὸ τῶν Ὀμβρικῶν φησιν ἔθνος—ἔστι δὲ περὶ τὸν Ἀδρίαν—ἐπιεικῶς εἶναι ἁβροδίαιτον παραπλησίως τε βιο‐ τεύειν τοῖς Λυδοῖς χώραν τε ἔχειν ἀγαθήν, ὅθεν προελθεῖν εἰς εὐδαι‐ | |
5 | μονίαν. | |
2b,115,F133 | —XIV 62 p. 650 A: Θεόπομπός τε ἐν εἰκοστῆι πρώτηι Φιλιππικῶν μνημονεύει αὐτῶν (sc. τῶν κοννάρων καὶ παλιούρων). | |
2b,115,F134 | —VI 77 p. 261 A B: καὶ περὶ Διονυσίου δὲ τὰ παρα‐ πλήσια ἱστορεῖ ἐν τῆι πρώτηι πρὸς ταῖς εἴκοσι· «Διονύσιος ὁ Σικελίας τύραννος τοὺς ἀποβάλλον‐ τας τὰς οὐσίας εἰς μέθας καὶ κύβους καὶ τὴν τοιαύτην | |
5 | ἀκολασίαν· ἠβούλετο γὰρ ἅπαντας εἶναι διεφθαρμένους καὶ φαύλους· οὓς καὶ εὖ περιεῖπε.» | |
2b,115,F135 | —XII 44 p. 532 F—533 A: καίτοι ὁ πατὴρ αὐτῶν Πεισίστρατος μετρίως ἐχρῆτο ταῖς ἡδοναῖς· ὅς γε οὐδ’ ἐν τοῖς χωρίοις | |
οὐδ’ ἐν τοῖς κήποις φύλακας καθίστα, ὡς Θεόπομπος ἱστορεῖ ἐν τῆι πρώτηι καὶ εἰκοστῆι, ἀλλ’ εἴα τὸν βουλόμενον εἰσιόντα ἀπολαύειν καὶ | 567 in vol. 2B | |
5 | λαμβάνειν ὧν δεηθείη, ὅπερ ὕστερον ἐποίησε καὶ Κίμων μιμησάμενος ἐκεῖνον. | |
2b,115,F136 | HARPOKR. SUID. s. Λύκειον· .... ἓν τῶν παρ’ Ἀθη‐ ναίοις γυμνασίων ἐστὶ τὸ Λύκειον, ὃ Θεόπομπος μὲν ἐν τῆι κα Πεισί‐ στρατον ποιῆσαι, Φιλόχορος δ’ ἐν τῆι δ (III) Περικλέους φησὶν ἐπιστα‐ τοῦντος αὐτὸ γενέσθαι. | |
2b,115,F137 | STEPH. BYZ. s. Ὀμάριον· πόλις Θετταλίας· Θεόπομπος Φιλιππικῶν κβ. ἐν ταύτηι τιμᾶται Ζεὺς καὶ Ἀθηνᾶ. | |
2b,115,F138 | ——s. Σύμαιθα· πόλις Θετταλίας. ὁ πολίτης Συμαι‐ θεύς, ὡς Θεόπομπος Φιλιππικῶν κβ. | |
2b,115,F139 | ATHEN. X 60 p. 442 E—F: Θεόπομπος δ’ ἐν τῆι δευτέραι καὶ εἰκοστῆι περὶ Χαλκιδέων ἱστορῶν τῶν ἐν Θράικηι φησίν· «ἐτύγχανον γὰρ τῶν μὲν βελτίστων ἐπιτηδευμάτων ὑπερορῶντες, ἐπὶ δὲ τοὺς πότους καὶ ῥαιθυμίαν καὶ | |
5 | πολλὴν ἀκολασίαν ὡρμηκότες ἐπιεικῶς.» | |
2b,115,F140 | HARPOKR. s. Θέρμαν· ......... Θράικιον τοῦτό ἐστι πόλισμα, ὡς καὶ Θεόπομπος ἐν κβ φησίν. | |
2b,115,F141 | STEPH. BYZ. s. Χυτρόπολις· Θράικης χωρίον. Θεόπομπος Φιλιππικῶν εἰκοστῶι δευτέρωι· «παρῆλθεν εἰς Χυτρόπολιν χωρίον ἀπωικισμένον ἐξ Ἀφύτεως.» τὸ ἐθνικὸν ἑξῆς ἐπάγει· «εἰσδεξαμένων δὲ τῶν Χυτροπολιτῶν αὐτόν.» | |
2b,115,F142 | —s. Θέστωρος· ... πόλις Θράικης· Θεόπομπος κβ. | |
2b,115,F143 | ATHEN. X 47 p. 436 BC: ἐν δὲ τῆι τρίτηι καὶ εἰκοστῆι περὶ Χαριδήμου τοῦ Ὠρείτου διηγούμενος, ὃν Ἀθηναῖοι πολίτην ἐποιήσαντο, φησίν· «τήν τε γὰρ δίαιταν ἑωρᾶτο τὴν καθ’ ἡμέραν ἀσελγῆ καὶ τοιαύτην ποιούμενος ὥστε πίνειν καὶ | |
5 | μεθύειν αἰεί, καὶ γυναῖκας ἐλευθέρας ἐτόλμα δια‐ φθείρειν· καὶ εἰς τοσοῦτον προῆλθεν ἀκρασίας ὥστε | |
μειράκιόν τι παρὰ τῆς βουλῆς τῆς τῶν Ὀλυνθίων αἰτεῖν ἐπεχείρησεν, ὃ τὴν μὲν ὄψιν ἦν εὐειδὲς καὶ χαρίεν, ἐτύγχανε δὲ μετὰ Δέρδου τοῦ Μακεδόνος αἰχμάλωτον | 568 in vol. 2B | |
10 | γεγενημένον.» | |
2b,115,F144 | STEPH. BYZ. s. Αἰόλειον· τῆς Θράικης χερρονήσου πόλις. Θεόπομπος ἐν Φιλιππικῶν κγ· »† ἐπορεύθην εἰς πόλιν Αἰόλειον τῆς Βοττικῆς μὲν οὖσαν, πολιτευομένην δὲ μετὰ τῶν Χαλκιδέων.» | |
2b,115,F145 | ——s. Βρέα· πόλις 〈Θράικησ〉, εἰς ἣν ἀποικίαν ἐστείλαντο Ἀθηναῖοι. τὸ ἐθνικὸν ἔδει Βρεάτης. ἔστι δὲ Βρεαῖος παρὰ Θεοπόμπωι κγ. | |
2b,115,F146 | STEPH. BYZ. s. Βαίτιον· πόλις Μακεδονίας· Θεόπομ‐ πος κδ. | |
2b,115,F147 | ——s. Ἄσσηρα· οὐδετέρως· πόλις Χαλκιδέων. Θεό‐ πομπος κδ. | |
2b,115,F148 | ——s. Ἄρης· Ἄρητος .... χωρίον Εὐβοίας· Θεόπομπος κδ Φιλιππικῶν. | |
2b,115,F149 | ——s. Δύστος· πόλις Εὐβοίας. Θεόπομπος ἐν Φιλιππικῶν κδ· «ἀποστήσας δὲ τοὺς ἐν αὐτῆι τῆι περιοικίδι τῶν Ἐρετριέων ἐστράτευσεν ἐπὶ πόλιν Δύστον.» | |
2b,115,F150 | ——s. Ὄκωλον· χωρίον Ἐρετριέων· Θεόπομπος Φιλιππικῶν κδ. | |
2b,115,F151 | ——s. Σκάβαλα· χωρίον Ἐρετριέων· Θεόπομπος κδ Φιλιππικῶν. | |
2b,115,F152 | STEPH. BYZ. s. Μίλκωρος· Χαλκιδικὴ πόλις ἐν Θράικηι. ὁ πολίτης Μιλκώριος. Θεόπομπος κε Φιλιππικῶν. | |
2b,115,F153 | THEON. Progym. 2 (II 67, 22 Sp): παρὰ δὲ Θεοπόμπου ἐκ τῆς πέμπτης καὶ εἰκοστῆς τῶν Φιλιππικῶν, ὅτι 〈ὁ〉 Ἑλληνικὸς ὅρκος καταψεύδεται, ὃν Ἀθηναῖοί φασιν ὀμόσαι τοὺς Ἕλληνας πρὸ τῆς μάχης | |
τῆς ἐν Πλαταιαῖς πρὸς τοὺς βαρβάρους, καὶ αἱ πρὸς βασιλέα [Δαρεῖον] | 569 in vol. 2B | |
5 | Ἀθηναίων [πρὸς Ἕλληνας] συνθῆκαι· ἔτι δὲ καὶ τὴν ἐν Μαραθῶνι μάχην οὐχ οἵαν ἅπαντες ὑμνοῦσι γεγενημένην, «καὶ ὅσα ἄλλα» φησίν «ἡ Ἀθηναίων πόλις ἀλαζονεύεται καὶ παρακρούεται τοὺς Ἕλληνας.» | |
2b,115,F154 | HARPOKR. s. Ἀττικοῖς γράμμασιν ..... Θεόπομπος δ’ ἐν τῆι κε τῶν Φιλιππικῶν ἐσκευωρῆσθαι λέγει τὰς πρὸς τὸν βάρβαρον συνθήκας, ἃς οὐ τοῖς Ἀττικοῖς γράμμασιν ἐστηλιτεῦσθαι, ἀλλὰ τοῖς τῶν Ἰώνων. | |
2b,115,F155* | PHOT. SUID. s. Σαμίων ὁ δῆμος· .... τοὺς δὲ Ἀθη‐ ναίους ἔπεισε χρῆσθαι τοῖς τῶν Ἰώνων γράμμασιν Ἀρχῖνος [δ’ Ἀθηναίοις] ἐπὶ ἄρχοντος Εὐκλείδου (403/2) .... περὶ δὲ τοῦ πείσαντος ἱστορεῖ Θεόπομπος. | |
2b,115,F156 | SCHOL. V ARISTOPH. Vögel 556: καλεῖται δὲ ἱερὸς (sc. ὁ πόλεμος), ὅτι περὶ τοῦ ἐν Δελφοῖς ἱεροῦ ἐγένετο. ἱστορεῖ περὶ αὐτοῦ καὶ Θουκυδίδης (I 112, 5) καὶ Ἐρατοσθένης ἐν τῶι θ (241 F 38) καὶ Θεόπομπος ἐν τῶι κε. | |
2b,115,F157 | HARPOKR. s. Ἡδύλειον· ........ ὄρος ἐστὶν ἐν Βοιωτίαι τὸ Ἡδύλειον, ὡς καὶ Θεόπομπος ἐν τῆι κε φησίν. vgl. F 385. | |
2b,115,F158 | SCHOL. APOLL. RHOD. IV 973: φασὶν ὀρείχαλκον εἶδος χαλκοῦ, ἀπὸ Ὀρείου τινὸς γενομένου εὑρετοῦ ὠνομασμένον. Ἀριστοτέλης δὲ ἐν Τελεταῖς φησι (III) μηδὲ ὑπάρχειν τὸ ὄνομα μηδὲ τὸ τούτου εἶδος· τὸν γὰρ ὀρείχαλκον ἔνιοι ὑπολαμβάνουσι λέγεσθαι μέν, μὴ εἶναι δέ ...... | |
5 | ἄλλοι δὲ ἀνδριαντοποιοῦ λέγουσιν ὄνομα, ὡς Σωκράτης (III) καὶ Θεόπομπος ἐν εἰκοστῶι πέμπτωι. οὕτως ἦν ἐν τῆι Κωμικῆι λέξει τῆι συμμίκτωι. | |
2b,115,F159 | AMMON. De diff. verb. s. ἱερά· .... καὶ τὰ ξόανα, ὡς Θεόπομπος ἐν εἰκοστῆι ἕκτηι. | |
2b,115,F160 | STEPH. BYZ. s. Ἄπρος· θηλυκόν· πόλις Θράικης. Θεό‐ πομπος κϛ· «τοῦ δ’ Ἀντιπάτρου διατρίβοντος περὶ τὴν Ἄπρον.» | |
2b,115,F161 | HARPOKR. s. Δρῦς· .... πόλις ἐν Ἠπείρωι. ἔστι δὲ καὶ ἑτέρα ἐν Θράικηι .... ταύτην Θεόπομπος ἐν κϛ φησὶν ὑπὸ Ἰφικράτους κατοικισθῆναι. | 570 in vol. 2B |
2b,115,F162 | ATHEN. VI 76 p. 260 BC: Θεόπομπος δ’ ἐν ἕκτηι καὶ εἰκοστῆι Ἱστοριῶν «τοὺς Θεσσαλούς» φησίν «εἰδὼς ὁ Φίλιππος ἀκολάστους ὄντας καὶ περὶ τὸν βίον ἀσελγεῖς συνουσίας αὐτῶν κατεσκεύαζε καὶ πάντα τρόπον ἀρέσκειν αὐτοῖς | |
5 | ἐπειρᾶτο. καὶ γὰρ ὀρχούμενος καὶ κωμάζων καὶ πᾶσαν ἀκολασίαν ὑπομένων (ἦν δὲ καὶ φύσει βωμολόχος) καὶ καθ’ ἑκάστην ἡμέραν μεθυσκόμενος καὶ χαίρων τῶν ἐπιτηδευμάτων τοῖς πρὸς ταῦτα συντείνουσι καὶ τῶν ἀνθρώπων τοῖς εὐφυέσι καλουμένοις καὶ τὰ γέλοια | |
10 | λέγουσι καὶ ποιοῦσι πλείους [τε] τῶν Θετταλῶν τῶν αὐτῶι πλησιασάντων † ἡιρεῖτο μᾶλλον ἐν ταῖς συνουσίαις ἢ ταῖς δωρεαῖς.» | |
2b,115,F163 | —X 46 p. 435 A: καὶ Φίλιππος δ’ ὁ τοῦ Ἀλεξάνδρου πατὴρ φιλοπότης ἦν, ὡς ἱστορεῖ Θεόπομπος ἐν τῆι ἕκτηι καὶ εἰκοστῆι τῶν Ἱστοριῶν. | |
2b,115,F164 | DIDYM. i. Demosth. XIV 52: καταράτους εἶπε τοὺς Μεγα‐ ρέας, παρόσον δυσνόως εἶχον αὐτοὶ καὶ Βοιωτοὶ πρὸς Ἀθηναίους, καθάπερ ἐν τῆι κϛ Θεόπομπος ἀπομαρτυρεῖ, ἐν οἷς Φιλοκράτης ὁ δημαγωγὸς αὐτῶι παράγεται λέγων ταῦτα· «ἐνθυμεῖσθε τοίνυν, ὡς οὐδὲ καιρὸς | |
5 | οὐδείς ἐστι φιλονικεῖν οὐδὲ καλῶς ἔχειν τὰ πράγματα τῆς πόλεως, ἀλλὰ πολλοὶ καὶ μεγάλοι κίνδυνοι περι‐ εστᾶσιν ἡμᾶς. ἐπιστάμεθα γὰρ Βοιωτοὺς καὶ Μεγαρεῖς δυσμενῶς ἡμῖν διακειμένους, Πελοποννησίων δὲ τοὺς μὲν Θηβαίοις, τοὺς δὲ Λακεδαιμονίοις τὸν νοῦν προσέ‐ | |
10 | χοντας, Χίους δὲ καὶ Ῥοδίους καὶ τοὺς τούτων συμμάχους πρὸς μὲν τὴν πόλιν ἐχθρῶς διακειμένους, Φιλίππωι δὲ περὶ φιλίας διαλεγομένους.» | |
2b,115,F165 | PAP. OX. 1012 C col. II 8: πά[λιν δὲ τῶν πο|τ]ε̣ (?) παρὰ Φιλίππο̣[υ εἰς Ἀθήνας] | πρεσβευσάντων [οὐκ εἴρηκε (Demosth. XVIII 28)]| τὰ ὀνόματα· ἦσαν δ[ὲ Ἀντίπατρος] | καὶ Παρμενίων κ[αὶ Εὐρύλοχος (?)]. | | |
ὡς ἱστορεῖ Θεόπομ[πος ἐν τῆι κ] | ἕ[κ]τηι τῶν Φιλιππικῶν. | 571 in vol. 2B | |
2b,115,F166 | DIDYM. i. Demosth. VIII 58: περὶ τοῦ τετρακόσια τάλαντα πρόσοδον ἔχειν τοὺς Ἀθηναίους κατὰ τοὺς Φιλίππου χρόνους καὶ Θεό‐ πομπος ἐν τῆι ἑβδόμηι [καὶ εἰ]κοστῆι τῶν Περὶ Φίλιππον ἐπιμαρτυρεῖ, ἐν οἷς Ἀριστοφῶν ὁ δημαγωγὸς αὐτῶι παράγεται λέγων ταῦτα· «ἐνθυ‐ | |
5 | μεῖσθε δ’ ὡς πάντων ἂν ποιήσαιμεν ἀνανδρότατον, εἰ τὴν εἰρήνην δεξαίμεθα παραχωρήσαντες Ἀμφιπόλεως, μεγίστην μὲν πόλιν τῶν Ἑλληνίδων οἰκοῦντες, πλείσ‐ τους δὲ συμμάχους ἔχοντες, τριακοσίας δὲ τριήρεις κε‐ κτημένοι καὶ σχεδὸν τετρακοσίων ταλάντων προσόδους | |
10 | λαμβάνοντες· ὧν ὑπαρχόντων τίς οὐκ ἂν ἡμῖν ἐπι‐ τιμήσειεν, εἰ τὴν Μακεδόνων δύναμιν φοβηθέντες συγ‐ χωρήσαιμέν τι παρὰ τὸ δίκαιον.» | |
2b,115,F167 | HARPOKR. s. Κορσιαί ...... πόλις ἐστὶ τῆς Βοι‐ ωτίας Κορσιαί, ὡς Θεόπομπος ἐν τῆι λ. | |
2b,115,F168 | —s. Πύλαι· .... ὅτι δέ τις ἐγίγνετο σύνοδος τῶν Ἀμφικτυόνων εἰς Πύλας Ὑπερείδης τε ἐν Ἐπιταφίωι (VI 18) καὶ Θεό‐ πομπος ἐν τῆι λ εἰρήκασιν. | |
2b,115,F169 | —s. ἱερομνήμονες· .... οἱ πεμπόμενοι εἰς τὸ τῶν Ἀμφικτυόνων συνέδριον ἐξ ἑκάστης πόλεως τῶν τοῦ συνεδρίου μετεχουσῶν οὕτω καλοῦνται, ὡς σαφὲς ποιεῖ Θεόπομπος ἐν τῆι λ. | |
2b,115,F170 | ATHEN. VI 65 p. 254 F: διὸ καὶ Θετταλοὶ καλῶς ποιήσαντες κατέσκαψαν τὴν καλουμένην πόλιν Κολακείαν, ἣν Μηλιεῖς ἐνέμοντο, ὥς φησι Θεόπομπος ἐν τῆι τριακοστῆι. | |
2b,115,F171 | ATHEN. VI 101 p. 271 CD: περὶ δὲ τῶν παρὰ Λακε‐ δαιμονίοις ἐπευνάκτων καλουμένων (δοῦλοι δ’ εἰσὶ καὶ οὗτοι) σαφῶς | |
ἐκτίθεται Θεόπομπος διὰ τῆς δευτέρας καὶ τριακοστῆς τῶν Ἱστοριῶν λέγων οὕτως· «ἀποθανόντων πολλῶν Λακεδαιμονίων ἐν τῶι | 572 in vol. 2B | |
5 | πρὸς Μεσσηνίους πολέμωι οἱ περιλειφθέντες εὐλαβη‐ θέντες μὴ καταφανεῖς γένωνται τοῖς ἐχθροῖς ἐρημω‐ θέντες ἀνεβίβασαν τῶν εἱλώτων ἐφ’ ἑκάστην στιβάδα τῶν τετελευτηκότων τινάς· οὓς καὶ πολίτας ὕστερον ποιήσαντες προσηγόρευσαν ἐπευνάκτους, ὅτι κατετά‐ | |
10 | χθησαν ἀντὶ τῶν τετελευτηκότων ἐπὶ τὰς στιβάδας.» | |
2b,115,F172 | STEPH. BYZ. s. Θαλάμαι· πόλις τῆς Μεσ〈σ〉ηνίας. Θεόπομπος λβ Φιλιππικῶν. | |
2b,115,F173 | ——s. Ἀσαί· κώμη Κορίνθου. Θεόπομπος λβ Φιλιππικῶν· «Ἀσαὶ καὶ Μαυσὸς κῶμαι μεγάλαι καὶ πολυ‐ άνθρωποι.» | |
2b,115,F174 | ——s. Μαυσός· κώμη Κορίνθου. Θεόπομπος λβ. | |
2b,115,F175 | ——s. Νοστία· κώμη Ἀρκαδίας. Θεόπομπος λβ Φιλιππικῶν. | |
2b,115,F176 | ATHEN. VI 101 p. 271 D: (F 171) ὁ δ’ αὐτὸς ἱστορεῖ κἀν τῆι τριακοστῆι καὶ τρίτηι τῶν Ἱστοριῶν παρὰ Σικυωνίοις κατωνακοφόρους καλεῖσθαι [δούλους] τινὰς παραπλησίους ὄντας τοῖς ἐπευνάκτοις. τὰ παρα‐ πλήσια ἱστορεῖ καὶ Μέναιχμος ἐν τοῖς Σικυωνιακοῖς (131 F 1). s. F 311? | |
2b,115,F177 | STEPH. BYZ. s. Μελανδία· χώρα † Σικυωνίας. Θεόπομ‐ πος λγ Φιλιππικῶν. | |
2b,115,F178 | SCHOL. ARISTOPH. Vögel 1013: περὶ τῆς ἐν Λακεδαί‐ μονι ξενηλασίας Θεόπομπός φησιν ἐν τῆι τρίτηι καὶ τριακοστῆι. —ποτὲ γὰρ ἐκεῖσε σιτοδείας γενομένης ξενηλασία γέγονεν, ὡς Θεόπομπος ἐν τῆι τριακοστῆι ϛ φησίν. | |
2b,115,F179 | ATHEN. IV 25 p. 144 F: Θεόπομπος δ’ ἐν τῆι τρια‐ κοστῆι καὶ πέμπτηι τῶν Ἱστοριῶν τὸν Παφλαγόνων φησὶ βασιλέα Θῦν ἑκατὸν πάντα παρατίθεσθαι δειπνοῦντα ἐπὶ τὴν τράπεζαν ἀπὸ βοῶν ἀρξάμενον· καὶ ἀναχθέντα αἰχμάλωτον ὡς βασιλέα καὶ ἐν φυλακῆι | |
5 | ὄντα πάλιν τὰ αὐτὰ παρατίθεσθαι ζῶντα λαμπρῶς. διὸ καὶ ἀκούσαντα Ἀρταξέρξην εἰπεῖν ὅτι οὕτως αὑτῶι δοκοίη ζῆν ὡς ταχέως ἀπολούμενος. | 573 in vol. 2B |
2b,115,F180 | STEPH. BYZ. s. Κατάνειρα· οὐδετέρως· πόλις **, ὡς Θεόπομπος λε Φιλιππικῶν. | |
2b,115,F181a | ATHEN. III 29 p. 85 A B: τούτοις εἴ τις ἀπιστεῖ, μαθέτω καὶ παρὰ Θεοπόμπου τοῦ Χίου, ἀνδρὸς φιλαλήθους καὶ πολλὰ χρήματα καταναλώσαντος εἰς τὴν περὶ τῆς ἱστορίας ἐξέτασιν ἀκριβῆ. φησὶ γὰρ οὗτος ἐν τῆι ὀγδόηι καὶ τριακοστῆι τῶν Ἱστοριῶν περὶ Κλεάρχου | |
5 | διηγούμενος τοῦ Ἡρακλεωτῶν τῶν ἐν τῶι Πόντωι τυράννου, ὡς βιαίως ἀνήιρει πολλοὺς καὶ ὡς τοῖς πλείστοις ἐδίδου κώνειον πιεῖν· «ἐπειδὴ οὖν» φησί «πάντες ἔγνωσαν τὴν τοῦ φαρμάκου ταύτην φιλοτη‐ σίαν, οὐ προήιεσαν τῶν οἰκιῶν πρὶν φαγεῖν πήγανον.» τοῦτο γὰρ τοὺς προφαγόντας μηδὲν πάσχειν πίνοντας τὸ ἀκόνιτον· ὃ καὶ | |
10 | κληθῆναί φησι διὰ τὸ φύεσθαι ἐν τόπωι Ἀκόναις καλουμένωι ὄντι περὶ τὴν Ἡράκλειαν. | |
2b,115,F181b | ANTIGON. Hist. mir. 119: Θεόπομπος δέ φησιν ὁ ἱστοριογράφος τὸ καλούμενον ἀκόνιτον γίνεσθαι μὲν περὶ Ἡράκλειαν τὴν ἐν τῶι Πόντωι ταῖς ὀνομαζομέναις Ἀκόναις, ὅθεν καὶ τῆς προσηγορίας τετυχηκέναι, δυναμικὸν ἐναργῶς ὂν οὐκ ἐνεργεῖν οὐδέν, ἂν πίηι τις πήγανον | |
5 | ταύτην τὴν ἡμέραν· ὥστε Κλεάρχου τοῦ τυράννου πολλοὺς ἀποκτείναντος φαρμάκωι καὶ πειρωμένου λανθάνειν, ὡς ἐγένετο συμφανές, τοὺς πλεί‐ στους Ἡρακλεωτῶν οὐ πρότερον ἐξιέναι πρὸ τοῦ φαγεῖν πήγανον. γράφει δὲ καὶ τὴν πρόφασιν καὶ τὴν ἀρχὴν ἐξ ἧς ὤφθη σφόδρα μακρῶς, διὸ καὶ παρελείπομεν. | |
2b,115,F181c | ANON. π. ἰοβ. κ. δηλ. φαρμ. (Rohde Rh. M. XXVIII 283): τὸ ἀκόνιτον φύεται μὲν ἐν Ἀκόναις· λόφος δέ ἐστιν ἐν Ἡρακλείαι οὕτω καλούμενος Ἀκόναι, ὡς ἱστορεῖ Θεόπομπος καὶ Εὐφορίων ἐν τῶι Ξενίωι (F 35 Scheidw). | |
2b,115,F182 | STEPH. BYZ. s. Οἰδάντιον· πόλις Ἰλλυριῶν. Θεόπομπος | |
Φιλιππικῶν λη. | 574 in vol. 2B | |
2b,115,F183 | STEPH. BYZ. s. Αἰθικία· .... Θεόπομπος λθ Φιλιπ‐ πικῶν. | |
2b,115,F184 | DIOD. XVI 71, 3: τῶν δὲ συγγραφέων Θεόπομπος ὁ Χῖος ἐν τῆι τῶν Φιλιππικῶν ἱστορίαι κατέταξε τρεῖς (?) βύβλους περιεχούσας Σικελικὰς πράξεις· ἀρξάμενος δὲ ἀπὸ τῆς τοῦ Διονυσίου τοῦ πρεσβυτέρου τυραννίδος διῆλθε χρόνον ἐτῶν πεντήκοντα καὶ κατέστρεψεν εἰς τὴν ἔκπτωσιν Διονυσίου τοῦ νεωτέρου. | |
5 | εἰσὶ δὲ αἱ βύβλοι τρεῖς (?) ἀπὸ τῆς μιᾶς τεσσαρακοστῆς (?) ἄχρι τῆς τρίτης καὶ τεσσαρακοστῆς. | |
2b,115,F185 | ATHEN. X 47 p. 435 F—436 A: ἐν δὲ τῆι τριακοστῆι ἐνάτηι φησίν· «Ἀπολλοκράτης ὁ Διονυσίου τοῦ τυράννου υἱὸς ἀκό‐ λαστος ἦν καὶ φιλοπότης· καὶ τῶν κολακευόντων τινὲς αὐτὸν παρεσκεύαζον ὡς ἔνι μάλιστα ἀλλοτριώτατα | |
5 | πρὸς τὸν πατέρα διακεῖσθαι.» | |
2b,115,F186* | —X 47 p. 436 A: καὶ Ἱππαρῖνον δὲ τὸν Διονυσίου φησὶν ὑπὸ μέθης τυραννοῦντα ἀποσφαγῆναι. | |
2b,115,F187* | —X 47 p. 436 AB: περὶ δὲ τοῦ Νυσαίου καὶ τάδε γράφει· «Νυσαῖος ὁ Διονυσίου τοῦ προτέρου υἱὸς κύριος τῶν ἐν Συρακούσαις γενόμενος πραγμάτων κατεσκευάσατο τέ‐ θριππον καὶ τὴν ἐσθῆτα τὴν ποικίλην ἀνέλαβεν, ἔτι δὲ | |
5 | καὶ τὴν ὀψοφαγίαν καὶ τὴν οἰνοφλυγίαν καὶ τὴν τῶν παίδων καὶ τὴν τῶν γυναικῶν ὕβριν καὶ [τὴν] τῶν ἄλλων ὅσα συντελῆ τούτοις πέφυκε, καὶ τὴν δίαιταν διῆγεν οὕτως.» | |
2b,115,F188 | ATHEN. X 47 p. 435 E F: ἔπινε δὲ πλεῖστον καὶ Νυσαῖος ὁ τυραννήσας Συρακοσίων καὶ Ἀπολλοκράτης· Διονυσίου δὲ τοῦ προτέρου οὗτοι υἱοί, ὡς ὁ Θεόπομπος ἱστορεῖ ἐν τῆι μ κἀν τῆι ἑξῆς τῶν Ἱστοριῶν. γράφει δὲ οὕτως περὶ τοῦ Νυσαίου· «Νυσαῖος ὁ τυραν‐ | |
5 | νήσας ὕστερον Συρακοσίων ὥσπερ ἐπὶ θανάτωι συνει‐ λημμένος καὶ προειδὼς ὅτι μῆνας ὀλίγους ἤμελλε 〈ἐπι〉‐ βιώσεσθαι γαστριζόμενος καὶ μεθύων διῆγεν.» | |
2b,115,F189 | STEPH. BYZ. s. Μερούσιον· χωρίον 〈Σικελίασ〉, ὡς Θεό‐ | |
πομπος Φιλιππικῶν λθ. οἱ οἰκήτορες ὁμοίως Μερούσιοι· καὶ Μερόεσσα ἡ Ἄρτεμις. ἀπέχει δὲ ὁ τόπος Συρακουσῶν στάδια ἑβδομήκοντα. τινὲς δὲ ἀπὸ Μερόης τῆς Αἰθιοπίας. | 575 in vol. 2B | |
2b,115,F190 | STEPH. BYZ. s. Ξιφωνία· πόλις Σικελίας. Θεόπομπος Φιλιππικῶν λθ. | |
2b,115,F191 | ——s. Ὑδροῦς· φρούριον. ἀρσενικῶς. Θεόπομπος λθ Φιλιππικῶν. | |
2b,115,F192 | ATHEN. XII 51 p. 536 B C: ἐτρύφησεν δὲ καὶ Φάραξ ὁ Λακεδαιμόνιος, ὡς Θεόπομπος ἐν τῆι τεσσαρακοστῆι ἱστορεῖ· καὶ ταῖς ἡδοναῖς οὕτως ἀσελγῶς ἐχρήσατο καὶ χύδην ὥστε πολὺ μᾶλλον διὰ τὴν δίαιταν αὐτὸν ὑπολαμβάνεσθαι Σικελιώτην ἢ διὰ τὴν πατρίδα Σπαρτιάτην. | |
2b,115,F193 | —VI 20 p. 231 E—232 B: καὶ τὰ ἐν Δελφοῖς δὲ ἀναθήματα τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ ὑπὸ πρώτου Γύγου τοῦ Λυδῶν βασιλέως ἀνετέθη· καὶ πρὸ τῆς τούτου βασιλείας ἀνάργυρος, ἔτι δὲ ἄχρυσος ἦν ὁ Πύθιος, ὡς Φαινίας τέ φησιν ὁ Ἐρέσιος (III) καὶ Θεό‐ | |
5 | πομπος ἐν τῆι τεσσαρακοστῆι τῶν Φιλιππικῶν. ἱστοροῦσι γὰρ οὗτοι κοσμηθῆναι τὸ Πυθικὸν ἱερὸν ὑπό τε τοῦ Γύγου καὶ τοῦ μετὰ τοῦτον Κροίσου, μεθ’ οὓς ὑπό τε Γέλωνος καὶ Ἱέρωνος τῶν Σικελιωτῶν, τοῦ μὲν τρίποδα καὶ Νίκην χρυσοῦ πεποιημένα ἀναθέντος καθ’ οὓς χρόνους Ξέρξης ἐπεστράτευε τῆι Ἑλλάδι, τοῦ δ’ Ἱέρωνος τὰ ὅμοια. λέγει δ’ οὕτως ὁ Θεόπομ‐ | |
10 | πος· «ἦν γὰρ τὸ παλαιὸν τὸ ἱερὸν κεκοσμημένον χαλκοῖς ἀναθήμασιν, οὐκ ἀνδριᾶσιν, ἀλλὰ λέβησι καὶ τρίποσι χαλκοῦ πεποιημένοις. Λακεδαιμόνιοι 〈μὲν〉 οὖν χρυ‐ σῶσαι βουλόμενοι τὸ πρόσωπον τοῦ ἐν Ἀμύκλαις Ἀπόλ‐ λωνος καὶ οὐχ εὑρίσκοντες ἐν τῆι Ἑλλάδι χρυσίον πέμ‐ | |
15 | ψαντες εἰς θεοῦ ἐπηρώτων τὸν θεὸν παρ’ οὗ χρυσίον πρίαιντο. ὁ δ’ αὐτοῖς ἀνεῖλεν παρὰ Κροῖσον τὸν Λυδὸν πορευθέντας ὠνεῖσθαι παρ’ ἐκείνου. καὶ οἱ πορευ‐ θέντες [παρὰ Κροίσου] ὠνήσαντο. Ἱέρων δ’ ὁ Συρακόσιος βουλόμενος ἀναθεῖναι τῶι θεῶι τὸν τρίποδα καὶ τὴν | |
20 | Νίκην ἐξ ἀπέφθου χρυσοῦ ἐπὶ πολὺν χρόνον ἀπορῶν χρυσίου ὕστερον ἔπεμψε τοὺς ἀναζητήσοντας εἰς τὴν Ἑλλάδα· οἵτινες μόλις ποτ’ εἰς Κόρινθον ἀφικόμενοι καὶ ἐξιχνεύσαντες εὗρον παρ’ Ἀρχιτέλει τῶι Κορινθίωι, | |
ὃς πολλῶι χρόνωι συνωνούμενος κατὰ μικρὸν θησαυροὺς | 576 in vol. 2B | |
25 | εἶχεν οὐκ ὀλίγους. ἀπέδοτο γοῦν τοῖς παρὰ τοῦ Ἱέρωνος 〈ὅσ〉ον ἠβούλοντο, καὶ μετὰ ταῦτα πληρώσας καὶ τὴν ἑαυτοῦ χεῖρα ὅσον ἠδύνατο χωρῆσαι ἐπέδωκεν αὐτοῖς. ἀνθ’ ὧν Ἱέρων πλοῖον σίτου καὶ ἄλλα πολλὰ δῶρα ἔπεμψεν ἐκ Σικελίας.» | |
2b,115,F194 | STEPH. BYZ. s. Δύμη· πόλις Ἀχαίας ... ὁ πολίτης Δυμαῖος ..... Θεόπομπος μ· «προστάται δὲ τῆς πόλεως ἦσαν τῶν μὲν Συρακοσίων Ἄθηνις καὶ Ἡρακλείδης, τῶν δὲ μισθοφόρων Ἀρχέλαος ὁ Δυμαῖος.» | |
2b,115,F195 | ——s. Ἐλευθερίς· πόλις Βοιωτίας, Ὠρωποῦ πλησίον, Κόθου καὶ Ἀίκλου 〈κτίσμα〉. Θεόπομπος μ ?. | |
2b,115,F196 | ——s. Ταλαρία· πόλις Συρακοσίων. Θεόπομπος ἐν Φιλιππικῶν μ. | |
2b,115,F197 | STEPH. BYZ. s. Ἵππος· νῆσος † Ἐρετρίας. Θεόπομπος μβ. ἔστι καὶ πόλις Σικελίας. | |
2b,115,F198 | ——s. Μίσκερα· πόλις Σικανίας. Θεόπομπος μβ Φιλιππικῶν. | |
2b,115,F199 | STEPH. BYZ. s. Ξηρά· πόλις περὶ τὰς Ἡρακλείους στήλας. Θεόπομπος μγ. | |
2b,115,F200 | ——s. Μασσία· χώρα παρακειμένη τοῖς Ταρτησσίοις. τὸ ἐθνικὸν Μασσιανός. Θεόπομπος μγ. | |
2b,115,F201 | ——s. Τλῆτες· ἔθνος Ἰβηρικὸν περιοικοῦν τοὺς Ταρτησσίους. Θεόπομπος μγ. | |
2b,115,F202 | ——s. Δριλώνιος· πόλις μεγάλη, ἐσχάτη τῶν Κελτι‐ κῶν. τὸ ἐθνικὸν Δριλώνιος, ὡς Θεόπομπος μγ. | |
2b,115,F203a | ——s. Ἰψίκουροι· ἔθνος Λιγυστικόν. Θεό‐ πομπος μγ· «ἣν ἐνέμοντο πρότερον Ἰψίκουροι καὶ Ἀρβα‐ ξανοὶ καὶ Εὔβιοι, Λίγυες τὸ γένος.» | |
2b,115,F203b | —s. Ἀρβαξανοί· ἔθνος Λιγυστικόν. 〈Θεόπομποσ〉· «παρέπλεον δὲ τὴν χώραν τὴν μὲν πρώτην ἔρημον, ἣν ἐνέμοντο 〈πρότερον〉 Ἰψίκο〈υ〉ροι καὶ Ἀρβαξανοί.» | |
2b,115,F204 | ATHEN. XII 14 p. 517 D—518 B: Θεόπομπος δὲ ἐν | |
τῆι τεσσαρακοστῆι τρίτηι τῶν Ἱστοριῶν καὶ νόμον εἶναί φησιν παρὰ τοῖς Τυρρηνοῖς κοινὰς ὑπάρχειν τὰς γυναῖκας. ταύτας δ’ ἐπιμελεῖσθαι σφόδρα τῶν σωμάτων καὶ γυμνάζεσθαι πολλάκις καὶ μετ’ ἀνδρῶν, ἐνίοτε δὲ καὶ | 577 in vol. 2B | |
5 | πρὸς ἑαυτάς· οὐ γὰρ αἰσχρὸν εἶναι αὐταῖς φαίνεσθαι γυμναῖς. δειπνεῖν δὲ αὐτὰς οὐ παρὰ τοῖς ἀνδράσι τοῖς ἑαυτῶν, ἀλλὰ παρ’ οἷς ἂν τύχωσι τῶν παρόντων, καὶ προπίνουσιν οἷς ἂν βουληθῶσιν. εἶναι δὲ καὶ πιεῖν δεινὰς καὶ τὰς ὄψεις πάνυ καλάς. τρέφειν δὲ τοὺς Τυρρηνοὺς πάντα τὰ γινόμενα παιδία, οὐκ εἰδότας ὅτου πατρός ἐστιν ἕκαστον. «ζῶσι δὲ | |
10 | καὶ οὗτοι τὸν αὐτὸν τρόπον τοῖς θρεψαμένοις, πότους τὰ πολλὰ ποιούμενοι καὶ πλησιάζοντες ταῖς γυναιξὶν ἁπάσαις. οὐδὲν δ’ αἰσχρόν ἐστι Τυρρηνοῖς οὐ μόνον αὐτοὺς ἐν τῶι μέσωι τι ποιοῦντας, ἀλλ’ οὐδὲ πάσχοντας 〈φαίνεσθαι〉· ἐπιχώριον γὰρ καὶ τοῦτο παρ’ αὐτοῖς ἐστι. | |
15 | καὶ τοσούτου δέουσιν αἰσχρὸν ὑπολαμβάνειν ὥστε καὶ λέγουσιν, ὅταν ὁ μὲν δεσπότης τῆς οἰκίας ἀφροδισιά‐ ζηται, ζητῆι δέ τις αὐτόν, ὅτι πάσχει τὸ καὶ τό, προσα‐ γορεύοντες αἰσχρῶς τὸ πρᾶγμα. ἐπειδὰν δὲ συνου‐ σιάζωσι καθ’ ἑταιρίας ἢ κατὰ συγγενείας, ποιοῦσιν | |
20 | οὕτως· πρῶτον μὲν ὅταν παύσωνται πίνοντες καὶ μέλ‐ λωσι καθεύδειν, εἰσάγουσι παρ’ αὐτοὺς οἱ διάκονοι τῶν λύχνων ἔτι καιομένων ὁτὲ μὲν ἑταίρας, ὁτὲ δὲ παῖδας πάνυ καλούς, ὁτὲ δὲ καὶ γυναῖκας· ὅταν δὲ τούτων ἀπο‐ λαύσωσιν, αὖθις αὐτοῖς 〈εἰσάγουσιν〉 νεανίσκους ἀκμά‐ | |
25 | ζοντας, οἳ πλησιάζουσιν αὐτοῖς ἐκείνοις. ἀφροδισιά‐ ζουσιν δὲ καὶ ποιοῦνται τὰς συνουσίας ὁτὲ μὲν ὁρῶντες ἀλλήλους, ὡς δὲ τὰ πολλὰ καλύβας περιβάλλοντες περὶ τὰς κλίνας, αἳ πεπλεγμέναι 〈μέν〉 εἰσιν ἐκ ῥάβδων, ἐπι‐ βέβληται δ’ ἄνωθεν ἱμάτια. καὶ πλησιάζουσι μὲν σφόδρα | |
30 | καὶ ταῖς γυναιξί, πολὺ μέντοι γε 〈μᾶλλον〉 χαίρουσι συνόντες τοῖς παισὶ καὶ τοῖς μειρακίοις· καὶ γὰρ γίνονται παρ’ αὐτοῖς πάνυ καλοὶ τὰς ὄψεις, ἅτε τρυ‐ φερῶς διαιτώμενοι καὶ λεαινόμενοι τὰ σώματα. πάντες δὲ οἱ πρὸς ἑσπέραν οἰκοῦντες βάρβαροι πιττοῦνται καὶ | |
35 | ξυροῦνται τὰ σώματα· καὶ παρά γε τοῖς Τυρρηνοῖς ἐργαστήρια κατεσκεύασται πολλὰ καὶ τεχνῖται τούτου | |
τοῦ πράγματός εἰσιν, ὥσπερ παρ’ ἡμῖν οἱ κουρεῖς· παρ’ οὓς ὅταν εἰσέλθωσιν, παρέχουσιν ἑαυτοὺς πάντα τρόπον, οὐθὲν αἰσχυνόμενοι τοὺς ὁρῶντας οὐδὲ τοὺς παριόντας.» | 578 in vol. 2B | |
40 | χρῶνται δὲ τούτωι τῶι νόμωι πολλοὶ καὶ τῶν Ἑλλήνων [καὶ] τῶν τὴν Ἰταλίαν οἰκούντων, μαθόντες παρὰ Σαυνιτῶν καὶ Μεσαπίων. | |
2b,115,F205 | CLEM. ALEX. Strom. I 21, 117, 8—9 p. 74, 14 Stä: ναὶ μὴν Θεόπομπος μὲν ἐν τῆι τεσσαρακοστῆι τρίτηι τῶν Φιλιππικῶν μετὰ ἔτη πεντακόσια τῶν ἐπὶ Ἰλίωι στρατευσάντων γεγονέναι τὸν Ὅμηρον ἱστορεῖ. Εὐφορίων δ’ ἐν τῶι περὶ Ἀλευαδῶν (IV) κατὰ Γύγην αὐτὸν | |
5 | τίθησι γεγονέναι, ὃς βασιλεύειν ἤρξατο ἀπὸ τῆς ὀκτωκαιδεκάτης ὀλυμπιάδος ὃν καί φησι πρῶτον ὠνομάσθαι τύραννον. | |
2b,115,F206 | HARPOKR. s. Ἐλάτεια· Δημοσθένης ὑπὲρ Κτησιφῶντος (XVIII 143 ö.). πόλις δὲ ἦν μεγίστη τῶν ἐν Φωκεῦσι. τοῦ δὲ ῥήτορος πάλιν ἐν ζ Φιλιππικῶν (32), εἰ γνήσιος, τάδε ‘ἐν Κασσωπίαι τρεῖς πόλεις, Πανδοσίαν καὶ Βούχετα καὶ Ἐλάτειαν‘, ῥητέον ὅτι βέλτιον ἐν ἐνίοις | |
5 | γέγραπται διὰ τοῦ ρ Ἐλάτρεια· Θεόπομπος γοῦν ἐν μγ τέτταρας πόλεις φησὶν εἶναι τῶν Κασσωπαίων .... Ἐλάτρειάν τε καὶ Πανδοσίαν καὶ Βιτίαν καὶ Βούχετα. | |
2b,115,F207 | HARPOKR. s. Πανδοσία· Δημοσθένης Φιλιππικοῖς (VII 32). περὶ τῆς ἁλώσεως τῶν ἐν Κασσωπίαι πόλεων, ὧν ἐστι καὶ Πανδοσία, Θεόπομπος ἐν 〈μ〉γ ἱστόρηκεν. | |
2b,115,F208 | HARPOKR. s. τετραρχία· Δημοσθένης Φιλιππικοῖς (IX 26). τεττάρων μερῶν ὄντων τῆς Θετταλίας ἕκαστον μέρος τετρὰς ἐκαλεῖτο, καθά φησιν Ἑλλάνικος ἐν τοῖς Θετταλικοῖς (4 F 52) ...... καὶ Ἀριστοτέλης δὲ ἐν τῆι κοινῆι Θετταλῶν Πολιτείαι (III) ἐπὶ Ἀλεύα τοῦ | |
5 | πυρροῦ διηιρῆσθαί φησιν εἰς δ μοίρας τὴν Θετταλίαν. .... ὅτι δὲ Φίλιππος καθ’ ἑκάστην τούτων τῶν μοιρῶν ἄρχοντα κατέστησε δεδηλώκασιν ἄλλοι τε καὶ Θεόπομπος ἐν τῆι μδ. | |
2b,115,F209 | ATHEN. VI 55 p. 249 C: Φίλιππον δέ φησι Θεόπομπος ἐν τῆι τετάρτηι καὶ τεσσαρακοστῆι τῶν Ἱστοριῶν Θρασυδαῖον τὸν Θεσσαλὸν (F 328) καταστῆσαι τῶν ὁμοεθνῶν τύραννον, μικρὸν μὲν ὄντα τὴν γνώμην, κόλακα δὲ μέγιστον. | 579 in vol. 2B |
2b,115,F210 | ATHEN. X 47 p. 436 B: ἐν δὲ τῆι τεσσαρακοστῆι πέμπτηι ὁ αὐτὸς περὶ Τιμολάου λέγων τοῦ Θηβαίου φησίν· «οὐκ ὀλίγων γὰρ ἤδη γενομένων ἀσελγῶν περὶ τὸν βίον τὸν καθ’ ἡμέραν καὶ τοὺς πότους οὐδένα νομίζω τῶν ἐν ταῖς | |
5 | πολιτείαις ὄντων οὔτ’ ἀκρατέστερον οὔτε λιχνότερον οὔτε δοῦλον γεγονέναι μᾶλλον τῶν ἡδονῶν, εἰ μή, ὥσπερ εἶπον, Τιμόλαον.» | |
2b,115,F211 | STEPH. BYZ. s. Χαλία· πόλις Βοιωτίας. Θεόπομπος με· «τὴν δὲ Χαλίαν καὶ τὴν καλουμένην Ὑρίαν, ἥπερ ἐστὶν ἐφεξῆς ἐκείνης, τῆς Βοιωτίας.» | |
2b,115,F212 | ——s. Χαλία· .... τὸ ἐθνικὸν Χάλιος ὁ αὐτός· «ὕστερον δὲ οἱ Χαλκιδεῖς πολεμήσαντες Αἰολεῦσι τοῖς τὴν ἤπειρον ἔχουσι Χαλίοις καὶ Βοιωτοῖς καὶ Ὀρχο‐ μενίοις καὶ Θηβαίοις.» | |
2b,115,F213 | ATHEN. XII 43 p. 532 B—D: καὶ περὶ τοῦ Χάρητος ἐν τῆι πέμπτηι καὶ τεσσαρακοστῆι φησιν· «Χάρητός τε νωθροῦ τε ὄντος καὶ βραδέος, καίτοι γε καὶ πρὸς τρυφὴν ἤδη ζῶντος· ὅς γε περιήγετο στρατευόμενος αὐλητρίδας καὶ | |
5 | ψαλτρίας καὶ πεζὰς ἑταίρας, καὶ τῶν χρημάτων τῶν εἰσφερομένων εἰς τὸν πόλεμον τὰ μὲν εἰς ταύτην τὴν ὕβριν ἀνήλισκε, τὰ δ’ αὐτοῦ κατέλειπεν Ἀθήνησιν τοῖς τε λέγουσιν καὶ τὰ ψηφίσματα γράφουσιν καὶ τῶν ἰδιω‐ τῶν τοῖς δικαζομένοις. ἐφ’ οἷς ὁ δῆμος ὁ τῶν Ἀθηναίων | |
10 | οὐδεπώποτε ἠγανάκτησεν, ἀλλὰ διὰ ταῦτα καὶ μᾶλλον αὐτὸν ἠγάπα τῶν πολιτῶν. καὶ δικαίως· καὶ γὰρ αὐτοὶ τοῦτον τὸν τρόπον ἔζων, ὥστε τοὺς μὲν νέους ἐν τοῖς αὐλητριδίοις [καὶ] παρὰ ταῖς ἑταίραις διατρίβειν, τοὺς | |
δὲ μικρὸν ἐκείνων πρεσβυτέρους ἐν πότοις 〈καὶ〉 κύβοις | 580 in vol. 2B | |
15 | καὶ ταῖς τοιαύταις ἀσωτίαις, τὸν δὲ δῆμον ἅπαντα πλείω καταναλίσκειν εἰς τὰς κοινὰς ἑστιάσεις καὶ κρεα‐ νομίας ἤπερ εἰς τὴν τῆς πόλεως διοίκησιν.» | |
2b,115,F214 | STEPH. BYZ. s. Ζηράνιοι· ἔθνος Θράικης. Θεόπομ‐ πος με. | |
2b,115,F215 | ATHEN. IV 31 p. 149 D: Θεόπομπος δ’ ἐν τῆι ἕκτηι καὶ τεσσαρακοστῆι τῶν Φιλιππικῶν «οἱ Ἀρκάδες» φησίν «ἐν ταῖς ἑστιάσεσιν ὑποδέχονται τοὺς δεσπότας καὶ τοὺς δούλους καὶ μίαν πᾶσι τράπεζαν παρασκευάζουσι καὶ τὰ σιτία | |
5 | 〈ταὐτὰ〉 πᾶσιν εἰς τὸ μέσον παρατιθέασι καὶ κρατῆρα τὸν αὐτὸν πᾶσι κιρνᾶσι.» | |
2b,115,F216 | —XIV 24 p. 627 DE: Θεόπομπος δ’ ἐν τεσσαρακοστῆι ἕκτηι τῶν Ἱστοριῶν «Γέται» φησί «κιθάρας ἔχοντες καὶ κιθαρίζοντες τὰς ἐπικηρυκείας ποιοῦνται.» | |
2b,115,F217 | PAP. RYLAND I 19: [τάδε ἔνεστι]ν ἐν τῆι ἑβδόμ[ηι καὶ τεσσαρακο]στῆι τῶν Θεοπόμ[που Φιλιπ]πικῶν· [τοῦ πρὸς Φίλι]ππον πολέμου [Ἀθηναίοι]ς ἀρχή· καὶ Περίν[θου καὶ Βυζα]ν̣τ̣ί̣ο̣[υ πολιο]ρ[κία] *** / Θραικῶν τῶν Τετρ[αχωριτῶν] καλουμένων· Ἀνγισσοῦ Θραικίας | |
5 | [πόλεως ὑ]π’ Ἀντιπάτρου κα[τὰ κράτος ἅ]λωσις· Ἀντιπάτρωι κα̣[ὶ] Παρ‐ [μενίωνι] περὶ τοὺς Τετραχωρ[ίτας οὖσι ἃ ἔγρ]α̣[ψε] Φίλιππ[ος ....... ......]των[...................]παν *** | |
2b,115,F218 | STEPH. BYZ. s. Ἀγησσός· πόλις Θράικης, ὡς Θεό‐ πομπος ἐν μζ. | |
2b,115,F219 | ——s. Ἀστακός· πόλις Βιθυνίας ... ἔστι καὶ χώρα Βυζαντίων, ὡς Θεόπομπος ἐν μζ. | |
2b,115,F220 | HARPOKR. s. Καβύλη· Δημοσθένης ἐν η Φιλιππικῶν (VIII 44). χωρίον ἐστὶ τῆς Θράικης, ὥς φησι Θεόπομπός τε ἐν μζ καὶ | |
Ἀναξιμένης ἐν η Φιλιππικῶν (72 F 12). | 581 in vol. 2B | |
2b,115,F221 | STEPH. BYZ. s. Δανθαλῆται· ἔθνος Θραικικόν. Θεό‐ πομπος μη. | |
2b,115,F222 | DIDYM. i. Demosth. IX 43: δύο Ἀριστομήδεις εἰσίν, [ἕτερος μὲν] ὁ Φεραῖος ὁ συμπολεμῶν τοῖς [βα]σιλ̣[έως] σ̣τρα̣[τη]γοῖς Φιλίππωι, περὶ̣ [οὗ] ἄλ̣[λοι] τε καὶ αὐτὸς [ὁ] Φίλιππος ἐν τῆι πρὸς Ἀθηναίους ἐπιστολῆι διείλεκται καὶ Θεό[πομπος] ἐν τῆι η καὶ μ τῶν | |
5 | Περὶ Φίλιππον. τῶι Ἀλεξάνδρωι δὲ περὶ Κιλικίαν ἀντιταξάμενος σὺν Δαρείωι εἰς Κύπρον διέδρα, καθά φησιν Ἀναξιμένης ἐν τῆι † θ τῶν Περὶ Ἀλέξανδρον (72 F 17). | |
2b,115,F223 | STEPH. BYZ. s. Μελινοφάγοι· ἔθνος Θράικης. Ξενοφῶν ἐν Ἀναβάσεως ζ (5, 7) καὶ Θεόπομπος ἐν τῶι μθ. | |
2b,115,F224 | ATHEN. IV 62 p. 166 F—167 C: περὶ δὲ τῆς ἀσωτίας καὶ τοῦ βίου Φιλίππου καὶ τῶν ἑταίρων αὐτοῦ ἐν τῆι μθ τῶν Ἱστοριῶν ὁ Θεόπομπος τάδε γράφει· «Φίλιππος ἐπεὶ ἐγκρατὴς πολλῶν ἐγένετο χρημάτων, οὐκ ἀνάλωσεν αὐτὰ ταχέως, ἀλλ’ | |
5 | ἐξέβαλε καὶ ἔρριψε, πάντων ἀνθρώπων κάκιστος ὢν οἰκονόμος οὐ μόνον αὐτός, ἀλλὰ καὶ οἱ περὶ αὐτόν· ἁπλῶς γὰρ οὐδεὶς αὐτῶν ἠπίστατο ζῆν ὀρθῶς οὐδὲ σωφρόνως οἰκεῖν οἰκίαν. τοῦ δ’ αὐτὸς αἴτιος ἦν ἄπλη‐ στος καὶ πολυτελὴς ὤν, προχείρως ἅπαντα ποιῶν καὶ | |
10 | κτώμενος καὶ διδούς. στρατιώτης γὰρ ὢν λογίζεσθαι τὰ προσιόντα καὶ τἀναλισκόμενα δι’ ἀσχολίαν οὐκ ἠδύνατο. ἔπειτα δ’ οἱ ἑταῖροι αὐτοῦ ἐκ πολλῶν τόπων ἦσαν συνερρυηκότες· οἱ μὲν γὰρ ἐξ αὐτῆς τῆς χώρας, οἱ δὲ ἐκ Θετταλίας, οἱ δὲ ἐκ τῆς ἄλλης Ἑλλάδος, οὐκ ἀρι‐ | |
15 | στίνδην ἐξειλεγμένοι, ἀλλ’ εἴ τις ἦν ἐν τοῖς Ἕλλησιν ἢ τοῖς βαρβάροις λάσταυρος ἢ βδελυρὸς ἢ θρασὺς τὸν τρόπον, οὗτοι σχεδὸν ἅπαντες εἰς Μακεδονίαν ἀθροι‐ σθέντες ἑταῖροι Φιλίππου προσηγορεύοντο. εἰ δὲ καὶ μὴ τοιοῦτός τις 〈ὤν〉 ἐληλύθει, ὑπὸ τοῦ βίου καὶ τῆς | |
20 | διαίτης τῆς Μακεδονικῆς ταχέως ἐκείνοις ὅμοιος ἐγί‐ νετο. τὰ μὲν γὰρ οἱ πόλεμοι καὶ αἱ στρατεῖαι, 〈τὰ δὲ〉 καὶ αἱ πολυτέλειαι θρασεῖς αὐτοὺς εἶναι προετρέποντο καὶ ζῆν μὴ κοσμίως ἀλλ’ ἀσώτως καὶ τοῖς ληισταῖς | |
παραπλησίως.» | 582 in vol. 2B | |
2b,115,F225a | POLYB. VIII 11, 5—13: (F 27) εἰ δέ τις ἀναγνῶναι βουληθείη τὴν ἀρχὴν τῆς ἐνάτης καὶ τετταρακοστῆς αὐτῶι βύβλου, | |
5 | παντάπασιν ἂν θαυμάσαι τὴν ἀτο‐ πίαν τοῦ συγγραφέως, ὅς γε χωρὶς τῶν ἄλλων τετόλμηκε καὶ ταῦτα λέγειν—αὐταῖς γὰρ λέξεσιν αἷς ἐκεῖνος κέχρηται κατατετάχαμεν· | |
10 | «εἰ γάρ τις ἦν ἐν τοῖς Ἕλλη‐ σιν ἢ τοῖς βαρβάροις» φησί «λάσταυρος ἢ θρασὺς τὸν τρόπον, οὗτοι πάντες εἰς Μακεδονίαν ἀθροιζόμενοι | |
15 | πρὸς Φίλιππον ἑταῖροι τοῦ βασιλέως προσηγορεύοντο (= F 224). καθόλου γὰρ ὁ Φίλιππος τοὺς μὲν κοσ‐ μίους τοῖς ἤθεσι καὶ τῶν | |
20 | ἰδίων βίων ἐπιμελουμένους ἀπεδοκίμαζε, τοὺς δὲ πολυ‐ τελεῖς καὶ ζῶντας ἐν μέθαις καὶ κύβοις ἐτίμα καὶ προ‐ ῆγεν. τοιγαρ〈οῦν〉 οὐ μόνον | |
25 | ταῦτ’ ἔχειν αὐτοὺς παρε‐ σκεύαζεν, ἀλλὰ καὶ τῆς ἄλλης ἀδικίας καὶ βδελυρίας ἀθλη‐ τὰς ἐποίησεν. τί γὰρ τῶν αἰσχρῶν ἢ δεινῶν αὐτοῖς | |
30 | οὐ προσῆν, ἢ τί τῶν καλῶν καὶ σπουδαίων οὐκ ἀπῆν; ὧν οἱ μὲν ξυρόμενοι καὶ λεαινόμενοι διετέλουν ἄν‐ | |
δρες ὄντες, οἱ δ’ ἀλλήλοις | 583 in vol. 2B | |
35 | ἐτόλμων ἐπανίστασθαι πώ‐ γωνας ἔχουσι. καὶ περι‐ ήγοντο μὲν δύο καὶ τρεῖς τοὺς ἑταιρευομένους, αὐτοὶ δὲ τὰς αὐτὰς ἐκείνοις χρή‐ | |
40 | σεις ἑτέροις παρείχοντο. ὅθεν καὶ δικαίως ἄν τις αὐτοὺς οὐχ ἑταίρους 〈ἀλλ’ ἑταίρασ〉 ὑπελάμβανεν εἶναι οὐδὲ †στρατιώτας ἀλλὰ χα‐ | |
45 | μαιτύπους προσηγόρευσεν· ἀνδροφόνοι γὰρ τὴν φύσιν ὄντες ἀνδρόπορνοι τὸν τρό‐ πον ἦσαν. ἁπλῶς δ’ εἰπεῖν, ἵνα παύσωμαι» φησί «μακρο‐ | |
2b,115,F225a(50) | λογῶν, ἄλλως τε καὶ τοσού‐ των μοι πραγμάτων ἐπι‐ κεχυμένων, ἡγοῦμαι τοι‐ αῦτα θηρία γεγονέναι καὶ τοιούτους τὸν τρόπον τοὺς | |
55 | φίλους καὶ τοὺς ἑταίρους Φιλίππου προσαγορευθέν‐ τας οἵους οὔτε τοὺς Κενταύ‐ ρους τοὺς τὸ Πήλιον κατα‐ σχόντας οὔτε τοὺς Λαιστρυ‐ | |
60 | γόνας τοὺς τὸ Λεοντίνων πεδίον οἰκήσαντας οὔτ’ ἄλ‐ | |
λους οὐδ’ ὁποίους.» | Column end | |
2b,115,F225b | ATHEN. VI 77 p. 260 D —261 A: ἱστορεῖ δὲ περὶ ἑκατέρου (sc. Διονυσίου καὶ Φιλίππου) Θεό‐ πομπος ἐν μὲν τῆι ἐνάτηι καὶ | |
5 | τεσσαρακοστῆι γράφων οὕτως· «Φίλιππος τοὺς μὲν κοσ‐ μίους τὰ ἤθη καὶ τοὺς τῶν ἰδίων ἐπιμελουμένους ἀπε‐ δοκίμαζε, τοὺς δὲ πολυ‐ | |
10 | τελεῖς καὶ ζῶντας ἐν κύβοις καὶ πότοις ἐπαινῶν ἐτίμα. τοιγαροῦν οὐ μόνον αὐ‐ τοὺς τοιαῦτ’ ἔχειν παρε‐ σκεύαζεν, ἀλλὰ καὶ τῆς ἄλλης | |
15 | ἀδικίας καὶ βδελυρίας ἀθλη‐ τὰς ἐποίησεν. τί γὰρ τῶν αἰσχρῶν ἢ δεινῶν αὐτοῖς οὐ προσῆν, ἢ τί τῶν καλῶν καὶ σπουδαίων οὐκ ἀπῆν; | |
20 | οὐχ οἱ μὲν ξυρούμενοι καὶ λεαινόμενοι διετέλουν ἄν‐ δρες ὄντες, οἱ δ’ ἀλλήλοις ἐτόλμων ἐπανίστασθαι πώ‐ γωνας ἔχουσι; καὶ περι‐ | |
25 | ήγοντο μὲν δύο καὶ τρεῖς ἑταιρουμένους, αὐτοὶ δὲ τὰς αὐτὰς ἐκείνοις χρήσεις ἑτέροις παρεῖχον. ὅθεν δικαίως ἄν τις αὐτοὺς οὐχ | |
30 | ἑταίρους 〈ἀλλ’ ἑταίρασ〉 ὑπέλαβεν οὐδὲ † στρατιώτας ἀλλὰ χαμαιτύπας προση‐ γόρευσεν· ἀνδροφόνοι γὰρ τὴν φύσιν ὄντες ἀνδρό‐ | |
35 | πορνοι τὸν τρόπον ἦσαν. πρὸς δὲ τούτοις ἀντὶ μὲν τοῦ νήφειν τὸ μεθύειν ἠγά‐ πων, ἀντὶ δὲ τοῦ κοσμίως ζῆν ἁρπάζειν καὶ φονεύειν | |
40 | ἐζήτουν. καὶ τὸ μὲν ἀλη‐ θεύειν καὶ ταῖς ὁμολογίαις ἐμμένειν οὐκ οἰκεῖον αὑτῶν ἐνόμιζον, τὸ δ’ ἐπιορκεῖν καὶ φενακίζειν ἐν τοῖς σεμ‐ | |
45 | νοτάτοις ὑπελάμβανον. καὶ τῶν μὲν ὑπαρχόντων ἠμέ‐ λουν, τῶν δὲ ἀπόντων ἐπε‐ θύμουν, καὶ ταῦτα μέρος τι τῆς Εὐρώπης ἔχοντες. | |
2b,115,F225b(50) | οἴομαι γὰρ τοὺς ἑταίρους οὐ πλείονας ὄντας κατ’ ἐκεῖνον τὸν χρόνον ὀκτα‐ κοσίων οὐκ ἐλάττω καρπί‐ ζεσθαι γῆν ἢ μυρίους τῶν | |
55 | Ἑλλήνων τοὺς τὴν ἀρίστην καὶ πλείστην χώραν κε‐ | |
κτημένους.» | 584 in vol. 2B | |
2b,115,F225c | DEMETR. De eloc. 27: ἐκλύει γὰρ τὴν δεινότητα ἡ περὶ αὐτὰ (sc. τὰ ὁμοιοτέλευτα) τερθρεία καὶ φροντίς. δῆλον δ’ ἡμῖν τοῦτο ποιεῖ Θεόπομπος· κατηγορῶν γὰρ τῶν Φιλίππου φίλων φησίν «ἀνδροφόνοι δὲ τὴν φύσιν ὄντες ἀνδρόπορνοι τὸν τρόπον ἦσαν» καὶ | |
5 | «ἐκαλοῦντο μὲν ἑταῖροι, ἦσαν δὲ ἑταῖραι.» | |
2b,115,F226 | STEPH. BYZ s. Καρὸς κῆποι· χωρίον Θράικης. Θεό‐ πομπος ν. τὸ ἐθνικὸν Καροκηπίτης, ὡς αὐτός. | |
2b,115,F227 | ATHEN. X 60 p. 442 F—443 A: ἐν δὲ τῆι πεντηκοστῆι ὁ Θεόπομπος περὶ Μηθυμναίων τάδε λέγει· «καὶ τὰ μὲν ἐπιτήδεια προσφερομένους πολυτελῶς, μετὰ τοῦ κατακεῖσθαι καὶ πίνειν, ἔργον δ’ οὐδὲν ἄξιον τῶν ἀναλωμάτων ποι‐ | |
5 | οῦντας. ἔπαυσεν οὖν αὐτοὺς τούτων Κλεομένης ὁ τύραν‐ νος, ὁ καὶ τὰς μαστροποὺς τὰς εἰθισμένας προαγωγεύειν τὰς ἐλευθέρας γυναῖκας 〈καὶ〉 τρεῖς ἢ τέτταρας τὰς ἐπι‐ φανέστατα πορνευομένας ἐνδήσας εἰς σάκκους κατα‐ ποντίσαι τισὶν προστάξας.» | |
2b,115,F228 | HARPOKR. SUID. s. σκιράφια· .... σκιράφια ἔλεγον τὰ κυβευτήρια, ἐπειδὴ διέτριβον ἐν Σκίρωι οἱ κυβεύοντες, ὡς Θεόπομπος ἐν τῆι ν ὑποσημαίνει. | |
2b,115,F229 | STEPH. BYZ. s. Κράνεια· χωρίον Ἀμβρακιωτῶν. Θεό‐ πομπος να. | |
2b,115,F230 | HARPOKR. s. Ἱερώνυμος· .... ἕτερος δ’ ἐστὶν Ἱερώ‐ νυμος Μεγαλοπολίτης, οὗ μνημονεύει Δημοσθένης ἐν τῶι κατ’ Αἰσχίνου (XIX 11). ὅτι δ’ οὗτος ἦν τῶν μακεδονιζόντων μάλιστα καὶ Θεόπομπος εἴρηκεν ἐν τῆι να. | |
2b,115,F231 | HARPOKR. SUID. s. Μύρτις· Δημοσθένης ἐν τῶι ὑπὲρ Κτησιφῶντος (XVIII 295) καταλέγων τοὺς προδεδωκότας ἑκάστην πόλιν φησίν· ‘Ἀργείους Μύρτις, Τελέδαμος, Μνασέασ‘. Θεόπομπος δ’ ἐν τῆι να Πασέαν καὶ Ἀμυρταῖον ὀνομάζει τῶν Ἀργείων τοὺς μακεδονίζοντας. | |
5 | ἰδεῖν οὖν εἰ γραφικά ἐστιν ἁμαρτήματα. | 585 in vol. 2B |
2b,115,F232 | ATHEN. XII 51 p. 536 CD: ἐν δὲ τῆι δευτέραι 〈καὶ〉 πεντηκοστῆι φησὶν ὡς Ἀρχίδαμος ὁ Λάκων ἀποστὰς τῆς πατρίου διαίτης συνηθίσθη ξενικῶς καὶ μαλακῶς· διόπερ οὐκ ἠδύνατο τὸν οἴκοι βίον ὑπομένειν, ἀλλ’ ἐσπούδαζεν αἰεὶ δι’ ἀκρασίαν ἔξω διατρίβειν. καὶ Ταραν‐ | |
5 | τίνων πρεσβευσαμένων περὶ συμμαχίας ἔσπευσε συνεξελθεῖν αὐτοῖς βοηθός· κἀκεῖ γενόμενος καὶ ἐν τῶι πολέμωι ἀποθανὼν οὐδὲ ταφῆς κατηξιώθη, καίτοι Ταραντίνων πολλὰ χρήματα ὑποσχομένων τοῖς πολεμίοις ὑπὲρ τοῦ ἀνελέσθαι αὐτοῦ τὸ σῶμα. | |
2b,115,F233 | —IV 61 p. 166 EF: περὶ δὲ τῶν Ταραντίνων ἱστορῶν ἐν τῆι δευτέραι 〈καὶ〉 πεντηκοστῆι τῶν Ἱστοριῶν γράφει οὕτως· «ἡ πόλις ἡ τῶν Ταραντίνων σχεδὸν καθ’ ἕκαστον μῆνα (?) βουθυτεῖ καὶ δημοσίας ἑστιάσεις ποιεῖται. τὸ δὲ τῶν ἰδιωτῶν | |
5 | πλῆθος αἰεὶ περὶ συνουσίας καὶ πότους ἐστί. λέγουσι δὲ καί τινα τοιοῦτον λόγον οἱ Ταραντῖνοι, τοὺς μὲν ἄλλους ἀνθρώπους διὰ τὸ φιλοπονεῖσθαι καὶ περὶ τὰς ἐργασίας διατρίβειν παρασκευάζεσθαι ζῆν, αὐτοὺς δὲ διὰ τὰς συνουσίας καὶ τὰς ἡδονὰς οὐ μέλλειν, ἀλλ’ ἤδη | |
10 | βιῶναι.» | |
2b,115,F234 | STEPH. BYZ. s. Βαρήτιον· χωρίον πρὸς τῶι Ἀδρίαι. Θεόπομπος νβ. | |
2b,115,F235a | SUID. s. φρουρήσεις ἐν Ναυπάκτωι· τοῖς Ναύπακτον φρουροῦσιν ὀλίγου μισθοῦ διδομένου, τῶν δ’ ἐπιτηδείων πολλοῦ πιπρασκο‐ μένων, τὴν παροιμίαν γενέσθαι. ἔνιοι δὲ ὅτι Φίλιππος ἑλὼν Ναύπακτον Ἀχαιῶν † γνώμηι τοὺς φρουροὺς αὐτῆς ἀπέκτεινε πάντας. ἱστορεῖ δὲ | |
5 | τοῦτο καὶ Θεόπομπος ἐν 〈ν〉 δευτέρωι. | |
2b,115,F235b | ZENOB. Prov. VI 33: φρουρῆσαι ἐν Ναυπάκτωι· Φιλίππου Ναύπακτον ἑλόντος † Ἀχαιοὶ τοὺς φρουροὺς ἀπέσφαξαν καὶ Παυσανίαν τὸν ἄρχοντα τῆς φρουρᾶς ἀπέκτειναν, ὥς φησι Θεόπομπος. | |
2b,115,F236 | ATHEN. X 46 p. 435 BC: ἐν δὲ τῆι τρίτηι καὶ πεντη‐ | |
κοστῆι περὶ τῶν ἐν Χαιρωνείαι γενομένων εἰπὼν καὶ ὡς ἐπὶ δεῖπνον ἐκάλεσε τοὺς παραγενομένους τῶν Ἀθηναίων πρέσβεις φησίν· «ὁ δὲ Φίλιππος ἀποχωρησάντων ἐκείνων εὐθέως μετεπέμπετό | 586 in vol. 2B | |
5 | τινας τῶν ἑταίρων, καλεῖν δ’ ἐκέλευε τὰς αὐλητρίδας καὶ Ἀριστόνικον τὸν κιθαρωιδὸν καὶ Δωρίωνα τὸν αὐλη‐ τὴν καὶ τοὺς ἄλλους τοὺς εἰθισμένους αὐτῶι συμπίνειν· περιήγετο γὰρ πανταχοῦ τοὺς τοιούτους ὁ Φίλιππος καὶ κατασκευασάμενος ἦν ὄργανα πολλὰ συμποσίου καὶ | |
10 | συνουσίας. ὢν γὰρ φιλοπότης καὶ τὸν τρόπον ἀκόλαστος καὶ βωμολόχους εἶχε περὶ αὑτὸν συχνοὺς καὶ τῶν περὶ τὴν μουσικὴν ὄντων καὶ τῶν τὰ γέλοια λεγόντων. πιὼν δὲ τὴν νύκτα πᾶσαν καὶ μεθυσθεὶς πολὺ καὶ πατάξας ἀφεὶς ἅπαντας τοὺς ἄλλους ἀπαλλάττεσθαι ἤδη πρὸς | |
15 | ἡμέραν ἐκώμαζεν ὡς τοὺς πρέσβεις τοὺς τῶν Ἀθη‐ ναίων.» | |
2b,115,F237a | ATHEN. III 12 p. 77 D E: ὁ Θεόπομπος δὲ ἐν τῆι πεντηκοστῆι τετάρτηι τῶν Ἱστοριῶν κατὰ τὴν Φιλίππου φησὶν ἀρχὴν περὶ τὴν Βισαλτίαν καὶ Ἀμφίπολιν καὶ Γραιστωνίαν τῆς Μακεδονίας ἔαρος μεσοῦντος τὰς μὲν συκᾶς σῦκα, τὰς δ’ ἀμπέλους βότρυς, τὰς δ’ ἐλαίας ἐν | |
5 | ὧι χρόνωι βρύειν εἰκὸς ἦν αὐτὰς ἐλαίας ἐνεγκεῖν, καὶ εὐτυχῆσαι πάντα Φίλιππον. | |
2b,115,F237b | STEPH. BYZ. s. Γαστρωνία· χώρα Μακεδονίας. Θεόπομπος νδ. | |
2b,115,F238 | STEPH. BYZ. s. Καρύα· χωρίον τῆς Λακωνικῆς. Θεό‐ πομπος νε. | |
2b,115,F239 | ——s. Τρικάρα〈νον〉· φρούριον τῆς Φλιασίας. Θεό‐ πομπος νε. | |
2b,115,F240 | ATHEN. XIII 89 p. 609 B: Θεόπομπος δὲ ἐν τῆι ἕκτηι καὶ πεντηκοστῆι τῶν Ἱστοριῶν Ξενοπείθειαν τὴν Λυσανδρίδου μητέρα | |
πασῶν τῶν κατὰ Πελοπόννησον γυναικῶν γεγονέναι καλλίονα. ἀπέκτειναν δὲ αὐτὴν Λακεδαιμόνιοι καὶ τὴν ἀδελφὴν αὐτῆς Χρύσην, ὅτε καὶ τὸν | 587 in vol. 2B | |
5 | Λυσανδρίδαν ἐχθρὸν ὄντα Ἀγησίλαος ὁ βασιλεὺς καταστασιάσας φυγαδευ‐ θῆναι ἐποίησεν ὑπὸ Λακεδαιμονίων. | |
2b,115,F241 | STEPH. BYZ. s. Αἰγείρουσσα· πόλις τῆς Μεγαρίδος, ὡς Στράβων (IX 1, 10). λέγεται καὶ Αἴγειρος, ὡς Θεόπομπος νϛ. | |
2b,115,F242 | ——s. Ἀλέα· πόλις Ἀρκαδίας. Θεόπομπος νϛ. | |
2b,115,F243 | ——s. Εὔγεια· χωρίον Ἀρκαδίας. Θεόπομπος νϛ. | |
2b,115,F244 | ——s. Λύκαια· πόλις Ἀρκαδίας. Θεόπομπος νϛ. παρὰ δὲ Μενελάωι Λύκαιθα μετὰ τοῦ θ. | |
2b,115,F245 | STEPH. BYZ. s. Μεσσαπέαι· χωρίον Λακωνικῆς. τὸ ἐθνικὸν Μεσσαπεεύς· οὕτω γὰρ ὁ Ζεὺς ἐκεῖ τιμᾶται. Θεόπομπος νζ. | |
2b,115,F246 | HARPOKR. s. στεφανῶν τοὺς νενικηκότας· Δημοσθένης ἐν τῶι κατ’ Αἰσχίνου ἀντὶ τοῦ τιμῶν .... καὶ παρ’ ἄλλοις ἐπὶ ταύτης τῆς ἐννοίας τὸ στεφανοῦν, ὡς παρά τε Θεοπόμπωι ἐν νζ καὶ Μενάνδρωι ἐν Αὑτὸν πενθοῦντι (III 26, 84 K). | |
2b,115,F247 | ATHEN. XIII 83 p. 604 F—605 A: Θεόπομπος δὲ ἐν τῶι Περὶ τῶν συληθέντων ἐκ Δελφῶν χρημάτων Ἀσώπιχόν φησι τὸν Ἐπαμινώνδου ἐρώμενον τὸ Λευκτρικὸν τρόπαιον ἐντετυπωμένον ἔχειν ἐπὶ τῆς ἀσπίδος καὶ θαυμαστῶς αὐτὸν κινδυνεύειν ἀνακεῖσθαί τε τὴν | |
5 | ἀσπίδα ταύτην ἐν Δελφοῖς ἐν τῆι στοᾶι. | |
2b,115,F248 | —XIII 83 p. 605 A—D: ἐν δὲ τῶι αὐτῶι συγγράμματι Θεόπομπος φιλογύναιον μέν φησι γεγονέναι Φάυλλον τὸν Φωκέων τύραννον, φιλόπαιδα δὲ Ὀνόμαρχον· καὶ ἐκ τῶν τοῦ θεοῦ χαρίσασθαι τοῦτον εἰς Δελφοὺς παραγενομένωι * τῶι Πυδοδώρου τοῦ Σικυωνίου υἱῶι ἀποκειρο‐ | |
5 | μένωι τὴν κόμην, ὄντι καλῶι συγγενόμενον τὰ Συβαριτῶν ἀναθήματα, στλεγγίδια χρυσᾶ τέσσαρα· τῆι Δεινιάδου δὲ αὐλητρίδι Βρομιάδι(?) | |
Φάυλλος καρχήσιον ἀργυροῦν Φωκαέων καὶ σ〈τέφανον χρυσοῦ〉ν κιττοῦ Πεπαρηθίων. «αὕτη δέ» φησί «καὶ ἔμελλε τὰ Πύθια αὐλεῖν, εἰ μὴ ὑπὸ τοῦ πλήθους ἐκωλύθη. τῶι δὲ Λυκόλα τῶι | 588 in vol. 2B | |
10 | τοῦ Τριχονείου υἱῶι Φυσκίδαι ὄντι καλῶι Ὀνόμαρχος ἔδωκεν» φησί «στέφανον 〈χρυσοῦν〉 δάφνης, Ἐφεσίων ἀνάθημα. οὗτος ὁ παῖς πρὸς Φίλιππον ἀχθεὶς ὑπὸ τοῦ πατρὸς κἀκεῖ προαγωγευόμενος οὐδὲν λαβὼν ἀπεστάλη. τῶι Ἐπιλύκου τοῦ Ἀμφιπολίτου υἱῶι ὄντι καλῶι Δαμίππωι * Πλεισθένους ἀνάθημα Ὀνό‐ | |
15 | μαρχος ἔδωκε. Φαρσαλίαι τῆι Θεσσαλίδι ὀρχηστρίδι δάφνης στέφανον χρυσοῦν Φιλόμηλος ἔδωκε Λαμψακηνῶν ἀνάθημα. αὕτη ἡ Φαρσαλία ἐν Μεταποντίωι ὑπὸ τῶν ἐν τῆι ἀγορᾶι μάντεων, γενομένης φωνῆς ἐκ τῆς δάφνης τῆς χαλκῆς, ἣν ἔστησαν Μεταποντῖνοι κατὰ τὴν Ἀριστέα τοῦ Προκονησίου ἐπιδημίαν, ὅτ’ ἔφησεν ἐξ Ὑπερβορέων παραγεγονέναι, ὡς | |
20 | τάχιστα ὤφθη εἰς τὴν ἀγορὰν ἐμβαλοῦσα, ἐμμανῶν γενομένων τῶν μάντεων διεσπάσθη ὑπ’ αὐτῶν. καὶ τῶν ἀνθρώπων ὕστερον ἀναζητούντων τὴν αἰτίαν εὑρέθη διὰ τὸν τοῦ θεοῦ στέφανον ἀνηιρημένη.» | |
2b,115,F249 | ATHEN. XII 43 p. 532 D E: ἐν δὲ τῶι ἐπιγραφομένωι τοῦ Θεοπόμπου συγγράμματι Περὶ τῶν ἐκ Δελφῶν συληθέντων χρημάτων «Χάρητι» φησί «τῶι Ἀθηναίωι διὰ Λυσάνδρου τάλαντα ἑξήκοντα, ἀφ’ ὧν ἐδείπνισεν Ἀθηναίους ἐν τῆι ἀγορᾶι | |
5 | θύσας τὰ ἐπινίκια τῆς γενομένης μάχης πρὸς τοὺς Φιλίππου ξένους· ὧν ἡγεῖτο μὲν Ἀδαῖος ὁ Ἀλεκτρυὼν ἐπικαλούμενος.» | |
2b,115,F250 | Didym. i. Demosth. V 21: (F 291) ὁ δ’ α[ὐτὸς ἐν τῆι Πρ]ὸς Φί[λιπ‐ πον ἐπ]ι̣σ̣τολῆι καὶ ἣν π[αρεσκεύαστο (sc. Ἑρμείας) π]αρ[ὰ τοῖς] Ἕλλησι δόξαν ἱστορε̣[ῖ· «..........]ρ̣[......]λ̣ως δὲ χαρίεις καὶ φιλ[όμουσ]ος γεγ̣[ον]ώς· καὶ [βάρβ]αρος μὲν ὢν μετὰ τῶν Π[λατ]ωνείων | |
5 | [φ]ιλο[σο]φεῖ, δοῦλος δὲ γενόμενο̣ς̣ ἀδ̣ηφάγοις ζεύγεσιν ἐν ταῖς πανηγύρεσιν ἀγ̣ωνίζεται, σκοπέλους δὲ [καὶ] μικρ[ὰ χωρί]α̣ | |
κεκτημένος ἔτυχε μὲν τῆς [τ(ῶν)] εὐέκ̣[τ(ων) δόξ(ης), τ(ὴν)] δὲ πόλιν τὴν Ἠλ〈ε〉ίων ἐπ̣[αγγέλλ]ειν [πρὸς αὐτὸν τὴν] ἐκεχει‐ ρία[ν] ἔ̣[π]ε̣ι̣σ̣[εν ...]. | [.......... ἐκ]είνου τ̣ε ὀρ..ζ..ε....... *** | 589 in vol. 2B | |
2b,115,F251 | CIC. ad Att. XII 40, 2: Συμβουλευτικὸν saepe conor; nihil reperio et quidem mecum habeo et Ἀριστοτέλους et Θεοπόμπου libros πρὸς Ἀλέξανδρον. sed quid simile? illi et quae ipsis honesta essent scribebant et grata Alexandro. | |
2b,115,F252 | ATHEN. VI 18 p. 230 EF: Θεόπομπος δ’ ὁ Χῖος ἐν ταῖς Πρὸς Ἀλέξανδρον συμβουλαῖς περὶ Θεοκρίτου τοῦ πολίτου τὸν λόγον ποιούμενός φησιν: «ἐξ ἀργυρωμάτων δὲ καὶ χρυσῶν πίνει καὶ τοῖς σκεύεσιν χρῆται τοῖς ἐπὶ τῆς τραπέζης ἑτέροις τοιούτοις, ὁ πρότερον | |
5 | οὐχ ὅπως ἐξ ἀργυρωμάτων [οὐκ] ἔχων πίνειν ἀλλ’ οὐδὲ χαλ‐ κῶν, ἀλλ’ ἐκ κεραμέων καὶ τούτων ἐνίοτε κολοβῶν.» | |
2b,115,F253 | —XIII 67 p. 595 A—C: Θεόπομπος δ’ ἐν τῆι Πρὸς Ἀλέξανδρον ἐπιστολῆι τὴν Ἁρπάλου διαβάλλων ἀκολασίαν φησίν· «ἐπίσκεψαι δὲ καὶ διάκουσον σαφῶς παρὰ τῶν ἐκ Βαβυλῶνος ὃν τρόπον Πυθιο‐ νίκην περιέστειλεν τελευτήσασαν, ἣ Βακχίδος μὲν ἦν δούλη | |
5 | τῆς αὐλητρίδος, ἐκείνη δὲ Σινώπης τῆς Θράιττης τῆς ἐξ Αἰγίνης Ἀθήναζε μετενεγκαμένης τὴν πορνείαν, ὥστε γίνεσθαι μὴ μόνον τρίδουλον ἀλλὰ καὶ τρίπορνον αὐτήν. ἀπὸ πλειόνων δὲ ταλάν‐ των ἢ διακοσίων δύο μνήματα κατεσκεύασεν αὐτῆς· ὃ καὶ πάν‐ τες ἐθαύμαζον, ὅτι τῶν μὲν ἐν Κιλικίαι τελευτησάντων ὑπὲρ | |
10 | τῆς σῆς βασιλείας καὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας οὐδέπω νῦν οὔτε ἐκεῖνος οὔτ’ ἄλλος οὐδεὶς τῶν ἐπιστατῶν κεκόσμηκε τὸν τάφον, Πυθιονίκης δὲ τῆς ἑταίρας φανήσεται τὸ μὲν Ἀθή‐ νησι, τὸ δ’ ἐν Βαβυλῶνι μνῆμα πολὺν ἤδη χρόνον ἐπιτετε‐ λεσμένον. ἣν γὰρ πάντες ἤιδεσαν ὀλίγης δαπάνης κοινὴν τοῖς | |
15 | βουλομένοις γιγνομένην, ταύτης ἐτόλμησεν ὁ φίλος εἶναι σοῦ φάσκων ἱερὸν καὶ τέμενος ἱδρύσασθαι καὶ προσαγορεῦσαι τὸν ναὸν καὶ τὸν βωμὸν Πυθιονίκης Ἀφροδίτης, ἅμα τῆς τε παρὰ θεῶν τιμωρίας καταφρονῶν καὶ τὰς σὰς τιμὰς προπηλακίζειν ἐπιχειρῶν.» | |
2b,115,F254a | —XIII 50 p. 586 C: φησὶν Θεόπομπος ἐν τοῖς Περὶ τῆς Χίας ἐπιστολῆς, ὅτι μετὰ τὸν τῆς Πυθιονίκης θάνατον ὁ Ἅρπαλος μετεπέμψατο τὴν Γλυκέραν Ἀθήνηθεν, ἣν καὶ ἐλθοῦσαν οἰκεῖν ἐν τοῖς βασιλείοις τοῖς ἐν Ταρσῶι καὶ προσκυνεῖσθαι ὑπὸ τοῦ πλήθους βασίλισσαν προσαγορευομένην· ἀπειρῆσθαί τε πᾶσι | |
5 | μὴ στεφανοῦν Ἅρπαλον, ἐὰν μὴ καὶ Γλυκέραν στεφανῶσιν. ἐν Ῥωσσῶι δὲ καὶ εἰκόνα χαλκῆν αὐτῆς ἱστάναι τολμῆσαι παρ’ αὐτὴν 〈τὴν Ἀλεξάνδρου καὶ τὴν〉 ἑαυτοῦ. | |
2b,115,F254b | —XIII 68 p. 595 D E: μετὰ δὲ τὴν Πυθιονίκης τελευτὴν ὁ Ἅρπαλος Γλυκέραν | |
μετεπέμψατο καὶ ταύτην ἑταίραν, ὡς ὁ Θεόπομπος ἱστορεῖ, φάσκων ἀπειρηκέναι τὸν Ἅρπαλον μὴ στεφανοῦν ἑαυτόν, εἰ μή τις στεφανώσειε καὶ τὴν πόρνην. «ἔστησέν τε εἰκόνα χαλκῆν τῆς Γλυκέρας ἐν Ῥωσσῶι τῆς Συρίας, οὗπερ | 590 in vol. 2B | |
5 | καὶ σὲ καὶ αὑτὸν ἀνατιθέναι μέλλει, παρέδωκέν τε αὐτῆι κατοικεῖν ἐν τοῖς βασιλείοις τοῖς ἐν Ταρσῶι καὶ ὁρᾶι ὑπὸ τοῦ λαοῦ προσκυνουμένην καὶ βασίλισσαν προσαγορευομένην καὶ ταῖς ἄλλαις δωρεαῖς τιμωμένην, αἷς πρέπον ἦν τὴν σὴν μητέρα καὶ τὴν σοὶ συνοικοῦσαν.» | |
2b,115,F255 | THEON Progym. 2 (II 68, 24 Sp): ἔχομεν δὲ καὶ Ἰσοκράτους μὲν τὰ ἐγκώμια, Πλάτωνος δὲ καὶ Θουκυδίδου καὶ Ὑπερίδου καὶ Λυσίου τοὺς ἐπιταφίους, καὶ Θεοπόμπου τὸ Φιλίππου ἐγκώμιον καὶ Ἀλεξάνδρου, καὶ Ξενοφῶντος τὸν Ἀγη‐ σίλαον. | |
2b,115,F256 | ——8 (II 110, 27 Sp): χρήσιμον δὲ καὶ τὸ εἰκάζειν ἐκ τῶν παρεληλυθότων τὰ μέλλοντα .... ὡς Θεόπομπος ἐν τῶι Φιλίππου ἐγκωμίωι, ὅτι εἰ βουληθείη Φίλιππος τοῖς αὐτοῖς ἐπιτηδεύμασιν ἐμμεῖναι, καὶ τῆς Εὐρώπης πάσης βασιλεύσει | |
2b,115,F259 | ATHEN. XI 118 p. 508 CD: καὶ γὰρ Θεόπομπος ὁ Χῖος ἐν τῶι Κατὰ τῆς Πλάτωνος διατριβῆς «τοὺς πολλούς» φησί «τῶν διαλόγων αὐτοῦ ἀχρείους καὶ ψευδεῖς ἄν τις εὕροι, ἀλλοτρίους δὲ τοὺς πλείους, ὄντας ἐκ τῶν Ἀριστίππου διατριβῶν, ἐνίους δὲ κἀκ | |
5 | τῶν Ἀντισθένους, πολλοὺς δὲ κἀκ τῶν Βρύσωνος τοῦ Ἡρα‐ κλεώτου.» | |
2b,115,F260 | AMMIAN. Marcell. XXII 9, 6—7: quam autem ob rem hoc nomine oppidum (sc. Pessinus) sit appellatum, variant rerum scriptores: quidam enim figmento deae caelitus lapso, ἀπὸ τοῦ πεσεῖν | |
... urbem adseruere cognominatam; alii memorant Ilum, Trois filium | 591 in vol. 2B | |
5 | Dardaniae regem, bello cum *** sic appellasse; at Theopompus non Ilum id egisse, sed Midam adfirmat, Frygiae quondam potentissimum regem. | |
2b,115,F261 | AMMON. De diff. verb.: διαπολιτεύεσθαι καὶ ἀντι‐ πολιτεύεσθαι διαφέρει. διαπολιτεύεσθαι μὲν γὰρ λέγουσι τοὺς ἐκ τῆς αὐτῆς πόλεως, ἀντιπολιτεύεσθαι δὲ τοὺς ἐξ ἑτέρας δι’ ἑτέρας ἀντιδιαστα‐ τοῦντας ἀλλήλοις. Θεόπομπος δὲ καὶ τοὺς ἐν μιᾶι πόλει φιλοτιμου‐ | |
5 | μένους πρὸς ἀλλήλους ἀντιπολιτεύεσθαι ἔφη. | |
2b,115,F262 | ANON. Π. ὕψ. 31, 1: (T 41) «δεινὸς ὤν» φησίν «ὁ Φίλιππος ἀναγκοφαγῆσαι 〈τὰ〉 πράγματα.» | |
2b,115,F263a | ——43, 2: ὁμοίως καὶ ὁ Θεόπομπος ὑπερφυῶς σκευάσας τὴν τοῦ Πέρσου κατάβασιν ἐπ’ Αἴγυπτον ὀνοματίοις τισὶ τὰ ὅλα διέβαλεν. «ποία γὰρ πόλις ἢ ποῖον ἔθνος τῶν κατὰ τὴν Ἀσίαν οὐκ ἐπρεσβεύετο πρὸς βασιλέα; τί δὲ τῶν ἐκ τῆς | |
5 | γῆς γεννωμένων ἢ τῶν κατὰ τέχνην ἐπιτελουμένων καλῶν ἢ τιμίων οὐκ ἐκομίσθη δῶρον ὡς αὐτόν; οὐ πολλαὶ μὲν καὶ πολυτελεῖς στρωμναὶ καὶ χλανίδες, τὰ μὲν ἁλουργῆ, τὰ δὲ ποικιλτά, τὰ δὲ λευκά, πολλαὶ δὲ σκηναὶ χρυσαῖ κατεσκευασμέναι πᾶσι τοῖς χρησίμοις, πολλαὶ | |
10 | δὲ καὶ ξυστίδες καὶ κλῖναι πολυτελεῖς; ἔτι δὲ καὶ κοῖλος ἄργυρος καὶ χρυσὸς ἀπειργασμένος καὶ ἐκπώματα καὶ κρατῆρες, ὧν τοὺς μὲν λιθοκολλήτους, τοὺς δ’ ἄλλως ἀκριβῶς καὶ πολυτελῶς εἶδες ἂν ἐκπεπονημένους. πρὸς δὲ τούτοις ἀναρίθμητοι μὲν ὅπλων μυριάδες τῶν μὲν | |
15 | Ἑλληνικῶν, τῶν δὲ βαρβαρικῶν, ὑπερβάλλοντα δὲ τὸ πλῆθος ὑποζύγια καὶ πρὸς κατακοπὴν ἱερεῖα σιτευτά, καὶ πολλοὶ μὲν ἀρτυμάτων μέδιμνοι, πολλοὶ δὲ [οἱ θύ‐ λακοι] καὶ σάκοι [καὶ χάρται] βυβλίων καὶ τῶν ἄλλων ἁπάντων 〈τῶν〉 χρησίμων 〈πρὸς τὸν βίον〉· τοσαῦτα δὲ | |
20 | κρέα τεταριχευμένα παντοδαπῶν ἱερείων, ὡς σωροὺς αὐτῶν γενέσθαι τηλικούτους, ὥστε τοὺς προσιόντας | |
πόρρωθεν ὑπολαμβάνειν ὄχθους εἶναι καὶ λόφους ἀντωθουμένους.» | 592 in vol. 2B | |
2b,115,F263b | ATHEN. II 77 p. 67 F: καὶ Θεό‐ πομπος δέ φησι· «πολλοὶ μὲν ἀρτυμάτων μέδιμνοι, πολλοὶ δὲ σάκκοι [καὶ θύλακοι] βιβλίων καὶ τῶν ἄλλων ἁπάντων τῶν χρησίμων πρὸς τὸν βίον.» | |
2b,115,F264 | ANTIATTIC. 86, 16 Bekk: γειτονιᾶν· ἀντὶ τοῦ γειτνιᾶν. Θεόπομπος Φιλιππικοῖς. καὶ γειτονεῖν. | |
2b,115,F265 | —104, 15 Bekk: κατᾶραι· ἀντὶ τοῦ ἐλθεῖν. Θεόπομπος. | |
2b,115,F266 | ANTIGON. Hist. mir. 14: Θεόπομπος δέ φησιν κατὰ τοὺς ἐν Θράικηι Χαλκιδεῖς εἶναί τινα τόπον τοιοῦτον, εἰς ὃν ὅ τι μὲν τῶν ἄλλων ζώιων εἰσέλθηι, πάλιν ἀπαθὲς ἀπέρχεται, τῶν δὲ κανθάρων οὐδεὶς διαφεύγει, κύκλωι δὲ στρεφόμενοι τελευτῶσιν αὐτοῦ· διὸ δὴ καὶ τὸ | |
5 | χωρίον ὀνομάζεσθαι Κανθαρόλεθρον. | |
2b,115,F267a | ANTIGON. Hist. mir. 15: ἐν δὲ Κράννωνι τῆς Θεττα‐ λίας δύο φασὶν μόνον εἶναι κόρακας· διὸ καὶ ἐπὶ τῶν προξεν〈ι〉ῶν τῶν ἀναγραφομένων τὸ παράσημον τῆς πόλεως (καθάπερ ἐστὶν ἔθιμον πᾶσι προσπαρατιθέναι) ὑπογράφονται δύο κόρακες ἐφ’ ἁμαξίου χαλκοῦ, διὰ τὸ | |
5 | μηδέ ποτε πλείους τούτων ὦφθαι. ἡ δὲ ἅμαξα προσπαράκειται διὰ τοιαύτην αἰτίαν—ξένον γὰρ ἴσως ἂν καὶ τοῦτο φανείη—· ἔστιν αὐτοῖς 〈ἅμαξα〉 ἀνακειμένη χαλκῆ, ἣν ὅταν αὐχμὸς ἦι σείοντες ὕδωρ αἰτοῦνται τὸν θεὸν, καί φασι γίνεσθαι. τούτου δέ τι ἰδιώτερον ὁ Θεόπομπος λέγει· φησὶν γὰρ ἕως τούτου διατρίβειν αὐτοὺς ἐν τῆι Κράννωνι ἕως ἂν τοὺς | |
10 | νεοττοὺς ἐκνεοττεύσωσιν, τοῦτο δὲ ποιήσαντας τοὺς μὲν νεοττοὺς κατα‐ λείπειν, αὐτοὺς δὲ ἀπιέναι. | |
2b,115,F267b | STEPH. BYZ. s. Κραννών ..... πόλις Ἀθαμανίας, ἀπὸ Κράννωνος τοῦ Πελασγοῦ. ἐν ταύτηι δύο κόρακας εἶναί φασι μόνους, ὡς Καλλίμαχος ἐν τοῖς Θαυμασίοις (IV) καὶ Θεόπομπος. ὅταν δὲ ἄλλους ἐκν〈ε〉οσσεύσωσιν, ἴσους αὐτοὺς καταλιπόντες ἀπέρχονται | |
2b,115,F268a | ANTIGON. Hist. mir. 136 (EXC. VAT. De reb. mir. 19 Stef): περὶ δὲ τὴν τῶν Ἀγρι〈έ〉ων Θραικῶν χώραν φησὶν (sc. Καλλί‐ μαχος ἱστορεῖν Θεόπομπον) ποταμὸν προσαγορευόμενον Πόντον καταφέρειν λίθους ἀνθρακώδεις, τούτους δὲ κάεσθαι μέν, πᾶν δὲ τοὐναντίον πάσχειν | |
5 | τοῖς ἐκ τῶν ξύλων ἀνθρακευομένοις· ὑπὸ μὲν γὰρ τῶν ῥιπίδων πνευματι‐ ζομένους σβέννυσθαι, τῶι δὲ ὕδατι ῥαινομένους βέλτιον κάεσθαι, τὴν δ’ ὀσμὴν αὐτῶν οὐδὲν ὑπομένειν ἑρπετόν. | 593 in vol. 2B |
2b,115,F268b | STEPH. BYZ. s. Ἀγρίαι· ... ἔθνος Παιονίας μεταξὺ Αἵμου καὶ Ῥοδόπης. παρὰ Πολυβίωι (XVIII 5, 8) δὲ διὰ τοῦ α .... λέγονται καὶ Ἀγράιοι τετρασυλλάβως καὶ Ἀγριεῖς, ὡς Θεόπομπος. | |
2b,115,F269 | ANTIGON. Hist. mir. 137: τὴν δ’ ἐν Λούσοις κρήνην, καθάπερ παρὰ τοῖς Λαμψακηνοῖς, ἔχειν ἐν ἑαυτῆι μῦς ὁμοίους τοῖς κατοικιδίοις· ἱστορεῖν δὲ ταῦτα Θεόπομπον. | |
2b,115,F270a | ——141: Θεόπομπον δέ φησιν (sc. Καλλίμαχος) γράφειν τῆς μὲν ἐν Κίγχρωψιν (sc. κρήνης) τοῖς Θραιξὶν τὸν ἀπογευσά‐ μενον τελευτᾶν εὐθύς. | |
2b,115,F270b | PARAD. VAT. ROHD. 39: Θεόπομπος κρήνην ἐν Θράικηι λέγει εἶναι, ἐξ ἧς οἱ λουσάμενοι μεταλλάττουσι τὸν βίον. | |
2b,115,F270c | PARAD. FLORENT. 15: Θεόπομπος ἱστορεῖ κρήνην ἐν Χρωψὶ τῆς Θράικης, ἐξ ἧς τοὺς λουσαμένους παραχρῆμα μεταλλάσσειν. | |
2b,115,F270d | PLIN. NH XXXI 27: necari aquis Theopompus et in Thracia apud Cychros dicit. | |
2b,115,F271a | ANTIGON. Hist. mir. 142: ἐν Σκοτούσσηι δ’ εἶναι κρηνίδιον οὐ μόνον ἀνθρώπων ἕλκη, ἀλλὰ καὶ βοσκημάτων ὑγιάζειν δυνά‐ μενον· κἂν ξύλον δὲ σχίσας ἢ θραύσας ἐμβάληις, συμφύειν. | |
2b,115,F271b | PLIN. NH XXXI 17: Theopompus in Scotusaeis lacum esse dicit qui vol‐ neribus medeatur. | |
2b,115,F272 | ANTIGON. Hist. mir. 143: ἐκ δὲ τῆς περὶ Χαονίαν, ὅταν ἀφεψηθῆι τὸ ὕδωρ, ἅλας γίνεσθαι. | |
2b,115,F273 | ——170: περὶ δὲ Θεσπρωτοὺς ἐκ τῆς γῆς ἄνθρακας ὀρύττεσθαι δυναμένους κάεσθαι Θεόπομπόν φησιν (sc. Καλλίμαχος καταγράφειν. | |
2b,115,F274a | ——173: τοὺς δὲ περὶ τὸν Ἀδρίαν ἐνοικοῦντας Ἐνετοὺς Θεόπομπον φάσκειν κατὰ τὸν σπόρου καιρὸν τοῖς κολοιοῖς ἀπο‐ στέλλειν δῶρα, ταῦτα δ’ εἶναι ψαιστὰ καὶ μάζας. προθέντας δὲ τοὺς ταῦτα κομίζοντας ἀποχωρεῖν, τῶν δὲ ὀρνέων τὸ μὲν πλῆθος ἐπὶ τοῖς | |
5 | ὁρίοις μένειν τῆς χώρας συνηθροισμένον, δύο δ’ ἢ τρεῖς προσπτάντας καὶ καταμαθόντας ἀφίπτασθαι πάλιν καθαπερεί τινας πρέσβεις ἢ κατα‐ σκόπους. ἐὰν μὲν οὖν τὸ πλῆ** | 594 in vol. 2B |
2b,115,F274b | AELIAN. NA XVII 16: Θεόπομπος λέγει τοὺς περὶ τὸν Ἀδρίαν οἰκοῦντας Ἐνετούς, ὅταν ἀρότου καὶ σπόρου ἦι ὥρα, τοῖς κολοιοῖς ἀποστέλλειν δῶρα· εἴη δ’ ἂν τὰ δῶρα ψαιστὰ ἄττα καὶ μεμαγμέναι μάζαι καλῶς τε καὶ εὖ. βούλεται δ’ ἄρα | |
5 | ἡ τῶνδε τῶν δώρων πρόθεσις μειλίγματα τοῖς κολοιοῖς εἶναι καὶ σπονδῶν ὁμολογίαι, ὡς ἐκείνους τὸν καρπὸν τὸν Δημήτρ〈ε〉ιον μὴ ἀνορύττειν καταβληθέντα ἐς τὴν γῆν μηδὲ παρεκλέγειν. Λύκος (III) δ’ ἄρα καὶ ταῦτα μὲν ὁμολογεῖ, καὶ ἐκεῖνα δὲ ἐπὶ τούτοις προστίθησι ** καὶ φοι‐ νικοῦς ἱμάντας τὴν χρόαν, καὶ τοὺς μὲν προθέντας ταῦτα εἶτα ἀναχωρεῖν. | |
10 | καὶ τὰ μὲν τῶν κολοιῶν νέφη τῶν ὅρων ἔξω καταμένειν, δύο δὲ ἄρα ἢ τρεῖς προηιρημένους κατὰ τοὺς πρέσβεις τοὺς ἐκ τῶν πόλεων πέμπεσθαι κατασκεψομένους τῶν ξενίων τὸ πλῆθος· οἵπερ οὖν ἐπανίασι θεασάμενοι καὶ καλοῦσιν αὐτούς, ἧι πεφύκασιν οἱ μὲν καλεῖν, οἱ δὲ ὑπακούειν. ἔρχονται μὲν 〈οὖν〉 κατὰ νέφη. ἐὰν δὲ γεύσωνται τῶν προειρημένων, | |
15 | ἴσασιν οἱ Ἐνετοὶ ὅτι ἄρα αὐτοῖς πρὸς τοὺς ὄρνιθας τοὺς προειρημένους ἔνσπονδά ἐστιν· ἐὰν δὲ ὑπερίδωσι καὶ ἀτιμάσαντες ὡς εὐτελῆ μὴ γεύσωνται, πεπιστεύκασιν οἱ ἐπιχώριοι ὅτι τῆς ἐκείνων ὑπεροψίας ἐστὶν αὐτοῖς λιμὸς τὸ τίμημα. ἄγευστοι γὰρ ὄντες οἱ προειρημένοι καὶ ἀδέκαστοί γε ὡς εἰπεῖν ἐπιπέτονταί τε ταῖς ἀρούραις καὶ τό γε πλεῖστον τῶν κατε‐ | |
20 | σπαρμένων συλῶσι πικρότατά γε ἐκεῖνοι σὺν τῶι θυμῶι καὶ ἀνορύττοντες καὶ ἀνιχνεύοντες. | |
2b,115,F275 | ARRIAN. Epict. diss. II 17, 5—6: τὸ δ’ ἐξαπατῶν τοὺς πολλοὺς τοῦτ’ ἔστιν, ὅπερ καὶ Θεόπομπον τὸν ῥήτορα, ὅπου καὶ Πλάτωνι ἐγκαλεῖ ἐπὶ τῶι βούλεσθαι ἕκαστα ὁρίζεσθαι. τί γὰρ λέγει; «οὐδεὶς ἡμῶν πρὸ σοῦ ἔλεγεν ἀγαθὸν ἢ δίκαιον; ἢ μὴ | |
5 | παρακολουθοῦντες τί ἐστι τούτων ἕκαστον ἀσήμως καὶ κενῶς 〈ἐ〉φθεγγόμεθα τὰς φωνάς;» | |
2b,115,F276 | ATHEN. I 47 p 26 BC (EUST. Il. Λ 527): Θεόπομπος 〈ἐν ιζ Φιλιππικῶν〉 δέ φησι παρὰ Χίοις πρώτοις γενέσθαι τὸν μέλανα οἶνον, καὶ τὸ φυτεύειν δὲ καὶ θεραπεύειν ἀμπέλους Χίους πρώτους μαθόντας παρ’ Οἰνοπίωνος τοῦ Διονύσου, ὃς καὶ συνώικισε τὴν νῆσον, τοῖς ἄλλοις ἀνθρώποις μετα‐ | |
5 | δοῦναι. | |
2b,115,F277 | —I 61 p. 34 A: ὅτι [ὁ] Θεόπομπος ὁ Χῖος τὴν ἄμπελον | |
ἱστορεῖ εὑρεθῆναι ἐν Ὀλυμπίαι παρὰ τὸν Ἀλφειόν. καὶ ὅτι τῆς Ἠλείας τόπος ἐστὶν ἀπέχων ὀκτὼ στάδια, ἐν ὧι οἱ ἐγχώριοι κατακλείοντες τοῖς Διονυσίοις χαλκοῦς λέβητας τρεῖς κενοὺς παρόντων τῶν ἐπιδημούντων | 595 in vol. 2B | |
5 | ἀποσφραγίζονται καὶ ὕστερον ἀνοίγοντες εὑρίσκουσιν οἴνου πεπληρωμένους. | |
2b,115,F278a | ATHEN. II 18 p. 43 D: Θεόπομπος δέ φησι περὶ τὸν Ἐριγῶνα ποταμὸν ὀξὺ εἶναι ὕδωρ καὶ τοὺς πίνοντας αὐτὸ μεθύσκεσθαι καθὰ καὶ τοὺς τὸν οἶνον. | |
2b,115,F278b | ANTIGON. Hist. mir. 164: ἐν δὲ Λυ〈γ〉κη‐ 〈σ〉ταῖς Θεόπομπον φάσκειν τι εἶναι ὕδωρ ὀξύ, τοὺς δὲ ἐκ τούτου πίνοντας ὥσπερ ἐπὶ τῶν οἴνων ἀλλοιοῦσθαι. καὶ τοῦθ’ ὑπὸ πλειόνων μαρτυρεῖται. | |
2b,115,F278c | PARAD. VATIC. ROHD. 13: Θεόπομπος ἐν Λυγκησταῖς φησὶν εἶναι ὕδωρ ὀξύ, ὃ τοὺς πίνοντας μεθύσκει. | |
2b,115,F278d | PARAD. FLORENT. 20: Θεόπομπος ἐν † Λυγκήστωι φησὶ πηγὴν εἶναι, τῆι μὲν γεύσει ὀξίζουσαν, τοὺς δὲ πίνοντας μεθύσκεσθαι ὡς ἀπὸ οἴνου. | |
2b,115,F278e | PLIN. N H XXXI 16 Theopompus inebriari fontibus his quos diximus (sc. II 230 Lyncestis aqua quae vocatur acidula vini modo temulentos facit. item in Paphla‐ gonia et in agro Caleno). | |
2b,115,F279 | ATHEN. V 58 p. 217 D: Περδίκκας τοίνυν πρὸ Ἀρχελάου βασιλεύει, ὡς μὲν ὁ Ἀκάνθιός φησιν Νικομήδης (III), ἔτη μα, Θεόπομπος δὲ λε, Ἀναξιμένης (72 F 27) μ, Ἱερώνυμος (154 F 1) κη, Μαρσύας (135 —136 F 15) δὲ καὶ Φιλόχορος (III) κγ. | |
2b,115,F280 | ATHEN. VI 55 p. 249 CD: ἀλλ’ οὐκ Ἀρκαδίων ὁ Ἀχαιὸς κόλαξ ἦν, περὶ οὗ ὁ αὐτὸς ἱστορεῖ Θεόπομπος καὶ Δοῦρις ἐν πέμπτηι Μακεδονικῶν (76 F 3)· οὗτος δὲ ὁ Ἀρκαδίων μισῶν τὸν Φίλιππον ἑκούσιον ἐκ τῆς πατρίδος φυγὴν ἔφυγεν. ἦν δ’ εὐφυέστατος καὶ πλείους ἀποφάσεις | |
5 | αὐτοῦ μνημονεύονται. ἔτυχεν δ’ οὖν ποτε ἐν Δελφοῖς ἐπιδημοῦντος Φιλίππου παρεῖναι καὶ τὸν Ἀρκαδίωνα· ὃν θεασάμενος ὁ Μακεδὼν καὶ προσκαλεσάμενος ‘μέχρι τίνος φεύξηι‘, φησίν ‘Ἀρκαδίων‘; καὶ ὅς· ‘ἔς τ’ ἂν τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι Φίλιππον‘. | |
2b,115,F281 | —VI 65 p. 254 B: ἣν (sc. τὴν πόλιν τῶν Ἀθηναίων) ὁ μὲν Πύθιος ἑστίαν τῆς Ἑλλάδος ἀνεκήρυξε, πρυτανεῖον δὲ Ἑλλάδος ὁ δυσμενέστατος Θεόπομπος, ὁ φήσας ἐν ἄλλοις πλήρεις εἶναι τὰς Ἀθήνας Διονυσοκολάκων καὶ ναυτῶν καὶ λωποδυτῶν, ἔτι δὲ ψευδομαρτύρων καὶ | |
5 | συκοφαντῶν καὶ ψευδοκλητήρων. | |
2b,115,F282 | —X 46 p. 435 B: κἀν ἄλλωι δὲ μέρει τῆς ἱστορίας γράφει· «Φίλιππος ἦν τὰ μὲν φύσει μανικὸς καὶ προπετὴς ἐπὶ τῶν κινδύνων, τὰ δὲ διὰ μέθην· ἦν γὰρ πολυπότης | |
καὶ πολλάκις μεθύων ἐξεβοήθει.» | 596 in vol. 2B | |
2b,115,F283a | ATHEN. X 47 p. 435 D: φιλοπότας δὲ καὶ μεθύσους καταλέγει Θεόπομπος Διονύσιον τὸν νεώτερον Σικελίας τύραννον, ὃν καὶ τὰς ὄψεις ὑπὸ τοῦ οἴνου διαφθαρῆναι. | |
2b,115,F283b | AELIAN. VH VI 12: λέγει δὲ Θεόπομπος ὑπὸ τῆς ἀκρατοποσίας τῆς ἄγαν αὐτὸν διαφθαρῆναι τὰς ὄψεις, ὡς ἀμυδρὸν βλέπειν· ἀποκαθῆσθαι δὲ ἐν τοῖς κουρείοις καὶ γελωτο‐ ποιεῖν. | |
2b,115,F284 | ATHEN. XI 34 p. 468 D: περὶ δὲ τὴν Μολοσσίδα οἱ βόες ὑπερφυῆ ἱστοροῦνται κέρατα ἔχειν· περὶ ὧν τῆς κατασκευῆς Θεόπομπος ἱστορεῖ. | |
2b,115,F285a | —XIII 32 p. 573 C—E: νόμιμόν ἐστιν ἀρχαῖον ἐν Κορίν‐ θωι, ὡς καὶ Χαμαιλέων ὁ Ἡρακλεώτης ἱστορεῖ ἐν τῶι Περὶ Πινδάρου (IV), ὅταν ἡ πόλις εὔχηται περὶ μεγάλων τῆι Ἀφροδίτηι, συμπαραλαμβάνεσθαι πρὸς τὴν ἱκετείαν τὰς ἑταίρας ὡς πλείστας, καὶ ταύτας προσεύχεσθαι τῆι θεῶι καὶ ὕστερον ἐπὶ τοῖς ἱεροῖς | |
5 | παρεῖναι. καὶ ὅτε δὴ ἐπὶ τὴν Ἑλλάδα τὴν στρατείαν ἦγεν ὁ Πέρσης ὡς καὶ Θεόπομπος ἱστορεῖ καὶ Τίμαιος ἐν τῆι ἑβδόμηι (III), αἱ Κορίνθιαι ἑταῖραι εὔξαντο ὑπὲρ τῆς τῶν Ἑλλήνων σωτηρίας εἰς τὸν τῆς Ἀφροδίτης ἐλθοῦσαι νεών. διὸ καὶ Σιμωνίδης ἀναθέντων τῶν Κορινθίων πίνακα τῆι θεῶι τὸν ἔτι καὶ νῦν διαμένοντα καὶ τὰς ἑταίρας ἰδίαι γραψάντων τὰς τότε ποιησαμένας τὴν ἱκετείαν | |
10 | καὶ ὕστερον παρούσας συνέθηκε τόδε τὸ ἐπίγραμμα (F 137 Bgk4): Αἵδ’ ὑπὲρ Ἑλλήνων τε καὶ εὐθυμάχων πολιητᾶν ἐστάθεν εὔχεσθαι Κύπριδι δαιμονίαι· οὐ γὰρ τοξοφόροισιν ἐμήσατο δῖ’ Ἀφροδίτα Πέρσαις Ἑλλάνων ἀκρόπολιν προδόμεν. | |
2b,115,F285b | SCHOL. PIND. O XIII 32 b: Θεόπομπος δέ φησι καὶ τὰς γυναῖκας αὐτῶν (sc. τῶν Κορινθίων) εὔξασθαι τῆι Ἀφροδίτηι ἔρωτα ἐμπεσεῖν τοῖς ἀνδράσιν αὐτῶν μάχεσθαι ὑπὲρ τῆς Ἑλλάδος τοῖς Μήδοις, εἰσελθούσας εἰς τὸ ἱερὸν τῆς Ἀφροδίτης, ὅπερ ἱδρύσασθαι τὴν Μήδειαν λέγουσιν Ἥρας | |
5 | προσταξάσης. εἶναι δὲ καὶ νῦν ἀναγεγραμμένον ἐλεγεῖον εἰσιόντι εἰς τὸν ναὸν ἀριστερᾶς χειρός· Αἵδ’ ὑπὲρ Ἑλλάνων τε καὶ ἀγχεμάχων πολιητᾶν ἔστασαν εὐχόμεναι Κύπριδι δαιμονίαι. οὐ γὰρ τοξοφόροισιν ἐβούλετο δῖ’ Ἀφροδίτα | |
10 | Μήδοις Ἑλλάνων ἀκρόπολιν δόμεναι. | |
2b,115,F286 | CICERO De off. II 40: itaque propter aequabilem praedae partitionem et Bardulis Illyrius latro, de quo est apud Theo‐ | |
pompum, magnas opes habuit. | 597 in vol. 2B | |
2b,115,F287 | CLEM. ALEX. Strom. VI 2, 21, 4 p. 439, 14 St: Θεόπομ‐ πος γράφει· «εἰ μὲν γὰρ ἦν τὸν κίνδυνον τὸν παρόντα διαφυγόντας ἀδεῶς διάγειν τὸν ἐπίλοιπον χρόνον, οὐκ ἂν ἦν θαυμαστὸν φιλοψυχεῖν· νῦν δὲ τοσαῦται κῆρες | |
5 | τῶι βίωι παραπεφύκασιν ὥστε τὸν ἐν ταῖς μάχαις θάνατον αἱρετώτερον εἶναι δοκεῖν.» | |
2b,115,F288 | CORNEL. NEP. Alkib. 11: hunc (sc. Alcibiadem) in‐ famatum a plerisque tres gravissimi historici summis laudibus extulerunt: Thucydides .... Theopompus .... et Timaeus: qui quidem duo maledicentissimi nescio quo modo in illo uno laudando consentiunt. | |
5 | (2) namque ea quae supra scripsimus de eo praedicarunt atque hoc amplius: cum Athenis splendidissima civitate natus esset, omnes splendore ac dignitate superasse vitae; (3) postquam inde expulsus Thebas venerit, adeo studiis eorum inservisse, ut nemo eum labore corporisque viribus posset aequiperare—omnes enim Boeotii magis firmitati corporis quam ingenii acumini inserviunt. | |
10 | (4) eundem apud Lacedaemonios, quorum moribus summa virtus in patientia ponebatur, sic duritiae se dedisse, ut parsimonia victus atque cultus omnes Lacedaemonios vinceret. fuisse apud Thracas, homines vinolentos rebusque veneriis deditos; hos quoque in his rebus antecessisse. (5) venisse ad Persas, apud quos summa laus esset fortiter venari, luxuriose vivere; horum sic imi‐ | |
15 | tatum consuetudinem, ut illi ipsi eum in his maxime admirarentur. (6) quibus rebus effecisse, ut, apud quoscumque esset, princeps poneretur habereturque carissimus. | |
2b,115,F289 | ——Iphicr. 3: fuit autem (sc. Iphicrates) et animo magno et corpore imperatoriaque forma, ut ipso aspectu cuivis iniceret admirationem sui, sed in labore nimis remissus parumque patiens, ut Theopompus memoriae prodidit, bonus vero civis fideque | |
5 | magna. (2) quod cum in aliis rebus declaravit, tum maxime in Amyntae Macedonis liberis tuendis. namque Eurydice, mater Perdiccae et Philippi, cum his duobus pueris Amynta mortuo ad Iphicratem con‐ fugit eiusque opibus defensa est. | |
2b,115,F290 | DEMETR. De eloc. 240: Θεόπομπος τὰς ἐν τῶι Πειραιεῖ αὐλητρίας καὶ τὰ πορνεῖα καὶ τοὺς αὐλοῦντας καὶ ἄιδοντας καὶ ὀρχου‐ μένους (sc. λέγων). | |
2b,115,F291 | DIDYM. i. Demosth. IV 63: αὐ[τίκα γὰρ οἱ μὲν] ἐπὶ τῶι βελτίστωι μνημονεύου[σι τἀνδρός (sc. Ἑρμείου), ο]ἱ δὲ πάλιν ἐπὶ τῶι φαυλοτάτωι· [ὧν εἰσὶν ἄλλοι τ]ε̣ καὶ Θεόπομπος ἐν τῆι ἕ̣κ̣τ̣η̣ι̣ [καὶ ... | |
..]ακοστῆι τῶν Περὶ Φίλιππον. [οὑτωσὶ γὰρ γρ]άφει· «ὥρμησε δὲ Ἑρ‐ | 598 in vol. 2B | |
5 | μείας ἐπὶ [ταύτην τὴν] ὁδὸν εὐνοῦχος ὢ[ν καὶ διεφ]θο‐ [ρ]ὼς τὸ [εἶδος διὰ καυτ]ῆρα (?), τρίτον δὲ ἐπ’ [ἀδ]ι[κί]αι (?) σ[υγγεν]όμενος [τῶι κυρί]ωι νοσ[οῦντι], ἔλαβεν [....... Ἀσ]σὸν / τὸν ἐκείν[ου πύργον καὶ] Ἀταρνέα καὶ τὸ χωρίον τὸ πλησίον ἅπαν, [κρατῶν ἀδικώ]τατα καὶ κακουργό‐ | |
10 | τατα. καὶ τοῖς δ[ὲ φίλοις καὶ τοῖ]ς ἄλλοις διετέλεσε προφερό[μενος ὠμότατα· τὸν μὲν γ]ὰρ φαρμάκοις, τὸν δὲ [β]ρό[χωι διεχρήσατο. καὶ] τ(ῆς) χώρ(ας), ἧς Χῖοι καὶ Μιτυληνα[ῖοι ἐπίσκοπον αὐτ]ὸν καθίστασαν, ἐκεί[νω]ν ἀ[ξιούντων οὐκ ἤθελε μ](ετὰ) τῶν ἀμίσθων στρατευ‐ | |
15 | μάτων π[ροστατεύειν]. καὶ προεπηλάκισε πλείστους Ἰώνων· ἀ[ργυρώ]νητος γὰρ ὢν καὶ καθεζόμενος ἐπὶ τρά‐ πεζαν ἀργυραμοιβικὴν καὶ συγκεί[μενος πᾶς ἐκ σ]υμφο‐ ρῶν οὐχ ἡσυχίαν ἦ[γεν, ἀλλ’ ἐκτενῶς] θη[σαυρίζω]ν ἅμ[α τ]ὸ πρέπον [διαβάλλων πλείστους ἠδίκη]σε, πολλῶν δὲ | |
20 | [......]ησε [.. τυγχ]άνε[ιν ἐ]πεχ[είρησ]ε, παρ’ ἐνί[ου]ς δὲ συνε[.....]τας (?) τὰς ὑσ[τ]άτ[ας ο]ὔσ(ας) πολιτείας κ(ατά)‐ γ(ειν ?) [προείλετ]ο. οὐ μὴν ἀθῶιός γε διέφυγεν οὐδὲ κ(ατ)[ώρθωσεν π]ᾶσ[ι]ν ἀσεβῆ καὶ πονηρὸν αὑτὸν παρα‐ σχ[(ών), ἀλλά π]οτ[ε] ἀνάσπαστος ὡς βασιλέα γενόμενο[ς καὶ | |
25 | εὐθ]ὺ[ς] (?) τῶι σώματι λύμ(ας) π(αρ)υπομείνας ἀνα[σταυ‐ ρω]θεὶς τὸν βί[ον ἐτελε]ύτησεν.» | |
2b,115,F292 | DIDYM. i. Demosth. X 34: ἐξήφθη δ’ ὁ πρὸς [τὸν] Μακε‐ δόνα πόλεμος Ἀθηναίω[ν καὶ] δ[ιὰ τ]ἆλλα μὲν ὅσα Φίλιππος εἰρήνην προσποιούμενος ἄγειν ἐπλημμέλει 〈περὶ〉 τῶ̣ν̣ (?) Ἀθηναίων, μάλιστα δ’ ἡ ἐπὶ τὸ Βυζάντιον καὶ Πέρινθον αὐτοῦ στρατεία 〈αὐτοὺς παρώξυνε. | |
5 | ταύτας δὲ〉 τὰς πόλεις ἐφιλοτιμεῖτο παραστήσασθαι δυοῖν ἕνεκα, τοῦ τε ἀφελέσθαι τὴν σιτοπομπίαν τῶν Ἀθηναί(ων) καὶ ἵνα μὴ πόλεις ἔχωσιν ἐπιθαλαττίους ναυτικῶι προύχοντες ὁρμητήρια καὶ καταφυγὰς τοῦ πρὸς αὐτὸν πολέμου, ὅτε δὴ καὶ τ[ὸ] παρανομώτατον ἔργον διεπράξατο τὰ ἐφ’ Ἱερῶι πλοῖα τῶν ἐμπόρων καταγαγών, ὡς μὲν ὁ Φιλόχορος (III) λ | |
10 | πρὸς τοῖς διακοσίοις, ὡς δ’ ὁ Θεόπομπος ρπ, ἀφ’ ὧν ἑπτακόσια τάλαντα ἤθροισε. | |
2b,115,F293 | DIOD. I 37, 4: οἱ δὲ περὶ τὸν Ἔφορον (70 F 65) καὶ Θεόπομπον μάλιστα πάντων εἰς ταῦτ’ (sc. περὶ τῆς τοῦ Νείλου πλη‐ ρώσεως) ἐπιταθέντες ἥκιστα τῆς ἀληθείας ἐπέτυχον. | 599 in vol. 2B |
2b,115,F294 | DIOG. LAERT. III 40: καὶ ἐτελεύτα μὲν (sc. Πλάτων) ὃν εἴπομεν τρόπον Φιλίππου βασιλεύοντος ἔτος τρισκαιδέκατον, καθὰ καὶ Φαβωρῖνός φησιν Ἀπομνημονευμάτων γ (IV)· ὑφ’ οὗ καὶ ἐπιτιμηθῆναί φησιν αὐτὸν Θεόπομπος. | |
2b,115,F295 | ——VI 14: τοῦτον (sc. Ἀντισθένη) μόνον ἐκ πάντων Σωκρατικῶν Θεόπομπος ἐπαινεῖ καί φησι δεινόν τε εἶναι καὶ δι’ ὁμιλίας ἐμμελοῦς ὑπαγαγέσθαι πάνθ’ ὁντινοῦν. | |
2b,115,F296 | DION. HAL. ad Pomp. 6: τὰ περὶ τοῦ δράκοντος τοῦ διαναυμαχήσαντος πρὸς τὴν τριήρη. | |
2b,115,F297 | HARPOKR. s. Ἀρτεμισία· .... ἡ δὲ νεωτέρα, ἧς ὁ Δημοσθένης (sc. μνημονεύει XV 11 ö.), θυγάτηρ μὲν ἦν Ἑκατόμνω, γυνὴ δὲ καὶ ἀδελφὴ Μαυσώλου, ἥν φησι Θεόπομπος φθινάδι νόσωι ληφθεῖσαν διὰ τὴν λύπην τὴν ἐπὶ τοῦ ἀνδρὸς καὶ ἀδελφοῦ Μαυσώλου ἀποθανεῖν. | |
2b,115,F298 | —s. Θρόνιον· Αἰσχίνης ἐν τῶι παραπρεσβείας (132). πόλις ἐστὶ τῆς Λοκρίδος Θρόνιον, ὡς Θεόπομπος ἐν τῆι *. | |
2b,115,F299 | —(SUID.) s. Μαύσωλος (= SCHOL. DEMOSTH. XV 3)· .... ἄρχων Καρῶν. φησὶ δὲ αὐτὸν Θεόπομπος μηδενὸς ἀπέχεσθαι πράγματος χρημάτων ἕνεκα. | |
2b,115,F300 | —(SUID. s. ὅμηρον) s. ὁμηρεύοντας· .... ὅμηροι δέ εἰσιν οἱ ἐπὶ συμβάσει διδόμενοι· ὁμηρῆσαι γὰρ τὸ συμβαλεῖν· Ὅμηρος (Od. π 468) ‘ὡμήρησε δέ μοι παρ’ ἑταίρων ἄγγελος ἐλθών.‘ Θεόπομπος δὲ ὁμηρεῖν φησι παρὰ τοῖς ἀρχαίοις λέγεσθαι τὸ ἀκολουθεῖν· τοὺς οὖν | |
5 | ἐπ’ ἀκολουθίαι τῶν ὁμολογουμένων διδομένους ἐντεῦθεν ὁμήρους φησὶ λέγεσθαι. | |
2b,115,F301 | —s. Τιλφώσσαιον· Δημοσθένης κατ’ Αἰσχίνου (XIX 148). ὄρος ἐστὶ μικρὸν ἀπέχον τῆς λίμνης τῆς Κωπαίδος, ὡς Θεόπομπος ἐν ταῖς Φιλιππικαῖς. | |
2b,115,F302 | HESYCH. s. Βισύρας· ἥρως Θρᾶιξ. Θεόπομπος δὲ Χερσοννησίτην λέγει [Βισσύρας]. | |
2b,115,F303 | —s. Δονάκταν· τὸν Ἀπόλλωνα. Θεόπομπος. | |
2b,115,F304 | —s. ζειρά· οἱ μὲν εἶδος χιτῶνος, οἱ δὲ ζώνην. βέλτιον δὲ ἄλλο τι ἐπιβόλαιον κατὰ τῶν ὤμων φορούμενον, ἐοικὸς ἐφαπτίδι· | |
καὶ Ἡρόδοτος μαρτυρεῖ ἐν ζ (69; 75) καὶ Θεόπομπος ὁ Χῖος. | 600 in vol. 2B | |
2b,115,F305 | INSCHR. PRIENE 37, 118: ἁμὲς δὲ θεωροῦντες τοὺς γράψαντας τὸμ [πόλεμον τὸμ] Μελιακὸν καὶ τὰν διαίρεσιν τᾶς χώρας τοὺς μὲν ἄλλους πάντας φαμένους ἐκ τᾶς διαιρέσιος λ[αχ]ό[ντας Σαμίους] Φύγελα, καίπερ ὄντας τέσσερας μὲν Σαμίους Οὐλιάδην (III) καὶ Ὀλύμπιχον | |
5 | (III) καὶ Δοῦριν (76 F 25) καὶ Εὐάγωνα (III), δύο δὲ Ἐφεσίους Κρεώ‐ φυλον (III) καὶ Εὐάλκη (III), Χῖον δὲ τὸν Θεόπομπον, οὓς πάντας ἐν ταῖς ἱστορίαις εὑρίσκομεν κατακεχωρικότας διότι ἔλαχον [Σάμιοι] Φύγελα. | |
2b,115,F306 | JOSEPH. c. Ap. I 220—221: καὶ γὰρ ἐθνῶν τινες καὶ τῶν ἐνδοξοτάτων πόλεων ῥυπαίνειν τὴν εὐγένειαν καὶ τὰς πολιτείας ἐπεχείρησαν λοιδορεῖν, Θεόπομπος μὲν τὴν Ἀθηναίων, τὴν δὲ Λακεδαιμονίων Πολυκράτης. | |
2b,115,F307 | LEXIC. IN DEMOSTH. Aristocr. (P Berol. 5008) A 1: ὅτι δὲ ἀπέσ[τη (sc. Μιλτοκύθης) Κότυ]ος Φιλόχορος (III) δεδήλωκεν ἐν τῆι ε τῆς Ἀ̣[τθίδος. ὅτι] δὲ ὑ̣π̣ὸ̣ Κερσοβλέπτου ἁλοὺς Μιλτοκύ[θης ἐτελεύτησ]εν, φ̣η̣[σὶ καὶ] Θεόπομπος [ἐν τῆι * τῶν Φιλιππικῶν λέγων | |
5 | οὕτως]· «ὁρμώμενος δ’ ἐκ τῆς π̣ό[λ]εως ............ ξενολογήσας διὰ τοῦ Ἡρακλείδ[ο]υ [καὶ Π]ύ̣θ̣[ωνος] τῶν Ἀρχελάου παίδων, [τὸ] μὲν πρ̣[ῶτον ἐ]κράτει τῶι πολέ‐ μωι καὶ [τ]ῶ̣ν̣ ἐπ̣ὶ̣ [........ ἔλα]βεν καὶ τὴν χώραν ἐπέδ̣[ρ]αμεν κακο̣π̣[οιῶν καὶ] πορθῶν ἅπασαν τ̣[...]‐ | |
10 | π̣ρ̣...εν̣[......... Σμι]κυθ〈ί〉ωνος στρατιώτα̣ς̣ .... ωρ.......... [λα]βεῖν καὶ ω[......]τον...... τ̣ρ̣ω̣‐ ........... ἀ[π]ῆχθ̣α̣ι̣(?) πρ̣ὸς τὸν Κερσο[βλέπ]τ̣η̣ν̣ ἄνδ̣ρ̣[α] καὶ π̣———. | |
2b,115,F308 | ——A 33: καὶ Θ[εό]π̣[ομπος δ’ ἐν ........] τ̣ὰ̣ παραπλ[ήσια ἱστορεῖ τούτοις Ξενοφῶν] δὲ (Resp. Lac. 11, 4) κτλ. | |
2b,115,F309 | LEXIC. SEGUER. 214, 32; 465, 3 Bk (SUID. s. v. gl. 2; ET. M. 174, 2): αὐτοβοεί· τὸ παραχρῆμα συντελεσθῆναι ἐν πολεμικοῖς ἔργοις, οἷον ταχέως καὶ ἅμα τῶι πολεμικῶι ἀλαλαγμῶι. οὕτω Θουκυδίδης (II 81, 3; III 113, 6 ö.). παρὰ Θεοπόμπωι δὲ ἀντὶ τοῦ κατὰ κράτος. | |
2b,115,F310 | [LUKIAN.] Macrob. 10: Τήρης δὲ Ὀδρυσῶν βασιλεύς, καθά φησι Θεόπομπος, δύο καὶ ἐνενήκοντα ἐτῶν ἐτελεύτησεν. | |
2b,115,F311 | MOERIS p. 201, 6 Bk.: κατωνάκη· τοῖς εἰς χρόνον | |
φεύγουσιν ὅτε κατίοιεν νάκους τι τοῖς ἱματίοις προσερράπτετο, ὡς καὶ Θεόπομπος· «ἠναγκάσθησαν δὲ ὑπὸ τῶν τυράννων, ἵνα μὴ κατίωσιν εἰς ἄστυ, κατωνάκην φορεῖν.» | 601 in vol. 2B | |
2b,115,F312 | PAUSAN. III 10, 3: Ἀρχιδάμου δὲ τοῦ Ἀγησιλάου βασι‐ λεύοντος κατέλαβον τὸ ἱερὸν Φωκεῖς τὸ ἐν Δελφοῖς. Θηβαίοις μὲν δὴ πολεμεῖν τοῖς Φωκεῦσιν ἀφίκετο μὲν καὶ ἰδίαι συμμαχικὰ ἐπὶ χρήμασιν, ἀπὸ δὲ κοινοῦ λόγου Λακεδαιμόνιοί τε καὶ Ἀθηναῖοί σφισιν ἤμυνον, οἱ | |
5 | μὲν ἀρχαίαν δή τινα ἐκ τῶν Φωκέων μνημονεύοντες εὐεργεσίαν, Λακεδαι‐ μόνιοι δὲ προφάσει μὲν καὶ οὗτοι φιλίας, κατὰ ἔχθος δὲ ἐμοὶ δοκεῖν τὸ Θηβαίων. Θεόπομπος δὲ ὁ Δαμασιστράτου τόν τε Ἀρχίδαμον μετασχεῖν τῶν χρημάτων αὐτὸν καὶ ἔτι Δεινίχαν τὴν Ἀρχιδάμου γυναῖκα παρὰ τῶν δυναστευόντων ἐν Φωκεῦσιν ἔφη λαμβάνουσαν δωρεὰν ἑτοιμότερον ποιεῖν | |
10 | σφισιν ἐς τὴν συμμαχίαν Ἀρχίδαμον. (4) τὸ μὲν δὴ χρήματα ἱερὰ δέξασθαι ... οὐκ ἐς ἔπαινον τίθεμαι, τοσοῦτον δέ οἱ πρόσεστιν ἐς ἔπαινον· Δελφῶν γὰρ τούς τε ἡβῶντας ἀποκτεῖναι καὶ γυναῖκας καὶ τέκνα ἐξανδραποδίσασθαι, καταβαλεῖν δὲ καὶ αὐτὴν ἐς ἔδαφος τὴν πόλιν ἐτόλμων οἱ Φωκεῖς· ταῦτα οὖν μὴ παθεῖν ὑπὸ τῶν Φωκέων αὐτοὺς παρηιτήσατο Ἀρχίδαμος. (5) διέβη δὲ καὶ ἐς Ἰταλίαν ὕστερον | |
15 | (F 232) Ταραντίνοις βαρβάρων πόλεμον συνδιοίσων σφίσιν ὁμόρων· καὶ ἀπέθανέ τε αὐτόθι ὑπὸ τῶν βαρβάρων καὶ αὐτοῦ τὸν νεκρὸν ἁμαρτεῖν τάφου τὸ μήνιμα ἐγένετο ἐμποδὼν τὸ ἐκ τοῦ Ἀπόλλωνος. | |
2b,115,F313 | PHOT. LEX. p. 104, 1 Rei: ἀμφισβητήσιμον· Πλάτων (Soph. 231 E ö.) καὶ [ὁ] Θεόπομπος. ἀμφισβητήτου δὲ Θουκυδίδης (VI 6). | |
2b,115,F314 | ——(SUID.) s. κιλικισμόν· Θεόπομπος ὁ ἱστορικὸς τὸν ἐκ παρανομίας φόνον λέγει. | |
2b,115,F315 | ——s. τὸ νῦν εἶναι· παρέλκει τὸ εἶναι. Θεόπομπος. | |
2b,115,F316 | PLIN. NH II 237: nam si intermisit ille iucundus frondemque densi supra se nemoris non adurens et iuxta gelidum fontem semper ardens Nymphaei crater, dira Apolloniatis suis portendit, ut Theopompus tradidit; augetur imbribus egeritque bitumen temperandum | |
5 | fonte illo ingustabili 〈et〉 alias omni bitumine dilutius. | |
2b,115,F317 | ——III 57: Theophrastus, qui primus externorum aliqua de Romanis diligentius scripsit—nam Theopompus, ante quem nemo mentionem habuit, urbem dumtaxat a Gallis captam dixit, Clitarchus (137 F 31) ab eo proximus legationem tantum ad Alexandrum | |
5 | missam—hic iam plus quam ex fama— ...... | |
2b,115,F318 | ——III 98: Mandoniam (?) Lucanorum urbem fuisse | |
Theopompus (sc. auctor est), in qua Alexander Epirotes occubuerit. | 602 in vol. 2B | |
2b,115,F319 | PLIN. NH IV 2 (SOLIN. 7, 1): Molossi, apud quos Dodonaei Iouis templum oraculo inlustre, Tmarus mons centum fontibus circa radices Theopompo celebratus. | |
2b,115,F320 | ——XVI 59: Theopompus scripsit in Apollonia‐ tarum agro picem fossilem non deteriorem Macedonica inveniri. | |
2b,115,F321 | PLUTARCH. Ages. 10, 9—10: καὶ καθ’ ὁδὸν ὢν (sc. εἰς Φρυγίαν) σκυτάλην δέχεται παρὰ τῶν οἴκοι τελῶν κελεύουσαν ἄρχειν αὐτὸν ἅμα καὶ τοῦ ναυτικοῦ· τοῦτο μόνωι πάντων ὑπῆρξεν Ἀγησιλάωι. καὶ μέγιστος μὲν ἦν ὁμολογουμένως καὶ τῶν τότε ζώντων ἐπιφανέστατος, | |
5 | ὡς εἴρηκέ που καὶ Θεόπομπος, ἑαυτῶι γε μὴν ἐδίδου δι’ ἀρετὴν φρονεῖν μεῖζον ἢ διὰ τὴν ἡγεμονίαν. | |
2b,115,F322 | ——31, 1:(Epameinondas) παρῆν εἰς τὴν Λακωνικὴν .... διήρπαζον ἄχρι τοῦ ποταμοῦ καὶ τῆς πόλεως, μηδενὸς ἐπεξιόντος. (4) ὁ γὰρ Ἀγησίλαος οὐκ εἴα πρὸς τοσοῦτον, ὥς φησι Θεόπομπος, ῥεῦμα καὶ κλύδωνα πολέμου μάχεσθαι τοὺς Λακεδαιμονίους. | |
2b,115,F323 | ——32, 13—33, 2: ἀναχωρῆσαι δὲ τοὺς Θηβαίους ἐκ τῆς Λακωνικῆς οἱ μὲν ἄλλοι λέγουσι χειμώνων γενομένων καὶ τῶν Ἀρκάδων ἀρξαμένων ἀπιέναι καὶ διαρρεῖν ἀτάκτως, [οἱ δὲ] τρεῖς μῆνας ἐμμεμενηκότας ὅλους καὶ τὰ πλεῖστα τῆς χώρας διαπεπορθηκότας· Θεό‐ | |
5 | πομπος δέ φησιν, ἤδη τῶν βοιωταρχῶν ἐγνωκότων ἀπαίρειν, ἀφικέσθαι πρὸς αὐτοὺς Φρίξον ἄνδρα Σπαρτιάτην παρ’ Ἀγησιλάου δέκα τάλαντα κομίζοντα τῆς ἀναχωρήσεως μισθόν, ὥστε τὰ πάλαι δεδογμένα πράττουσιν αὐτοῖς ἐφόδιον παρὰ τῶν πολεμίων προσπεριγενέσθαι. (33) τοῦτο μὲν οὖν οὐκ οἶδ’ ὅπως ἠγνόησαν οἱ ἄλλοι, μόνος δ’ ὁ Θεόπομπος ἤισθετο. | |
10 | τοῦ δὲ σωθῆναι τὴν Σπάρτην τότε πάντες αἴτιον ὁμολογοῦσι γενέσθαι τὸν Ἀγησίλαον, ὅτι τῶν ἐμφύτων αὐτῶι παθῶν φιλοτιμίας καὶ φιλονικίας ἀποστὰς ἐχρήσατο τοῖς πράγμασιν ἀσφαλῶς. | |
2b,115,F324 | —Alkib. 32: ἃ δὲ Δοῦρις (76 F 70) .... προστίθησι τούτοις ..... οὔτε Θεόπομπος οὔτ’ Ἔφορος (70 F 200) οὔτε Ξενοφῶν (Hell. I 4) γέγραφεν ...... | |
2b,115,F325 | —Demosth. 4, 1: Δημοσθένης ὁ πατὴρ Δημοσθένους ἦν μὲν τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν, ὡς ἱστορεῖ Θεόπομπος, ἐπεκαλεῖτο δὲ μαχαιροποιός, ἐργαστήριον ἔχων μέγα καὶ δούλους τεχνίτας τοὺς τοῦτο πράττοντας. | |
2b,115,F326 | ——13, 1: ὅθεν οὐκ οἶδ’ ὅπως παρέστη Θεοπόμπωι λέγειν αὐτὸν (sc. Δημοσθένην) ἀβέβαιον τῶι τρόπωι γεγονέναι καὶ μήτε πράγμασι μήτ’ ἀνθρώποις πολὺν χρόνον τοῖς αὐτοῖς ἐπιμένειν δυνάμενον. (2) φαίνεται γὰρ εἰς ἣν ἀπ’ ἀρχῆς τῶν πραγμάτων μερίδα καὶ τάξιν αὑτὸν ἐν τῆι | 603 in vol. 2B |
5 | πολιτείαι κατέστησε, ταύτην ἄχρι τέλους διαφυλάξας καὶ οὐ μόνον ἐν τῶι βίωι μὴ μεταβαλόμενος, ἀλλὰ καὶ τὸν βίον ἐπὶ τῶι μὴ μεταβαλέσθαι προέμενος. | |
2b,115,F327 | PLUTARCH. Demosth. 14, 4: ἱστορεῖ δὲ καὶ Θεόπομπος ὅτι τῶν Ἀθηναίων ἐπί τινα προβαλλομένων αὐτὸν κατηγορίαν, εἶθ’ ὡς οὐχ ὑπήκουε, θορυβούντων, ἀναστὰς εἶπεν· ‘ὑμεῖς ἐμοί, ὦ ἄνδρες Ἀθηναῖοι, συμβούλωι μέν, κἂν μὴ θέλητε, χρήσεσθε, συκοφάντηι δ’ οὐδ’ ἂν θέλητε‘. | |
2b,115,F328 | ——18, 1: οὐ μὴν ἀλλ’ ἐπεὶ Φίλιππος ὑπὸ τῆς περὶ τὴν Ἄμφισσαν εὐτυχίας ἐπαιρόμενος εἰς τὴν Ἐλάτειαν ἐξαίφνης ἐνέπεσε καὶ τὴν Φωκίδα κατέσχεν, ἐκπεπληγμένων τῶν Ἀθηναίων καὶ μηδενὸς τολμῶν‐ τος ἀναβαίνειν ἐπὶ τὸ βῆμα μηδ’ ἔχοντος ὅ τι χρὴ λέγειν, ἀλλ’ ἀπορίας | |
5 | οὔσης ἐν μέσωι καὶ σιωπῆς, παρελθὼν μόνος ὁ Δημοσθένης συνεβούλευε τῶν Θηβαίων ἔχεσθαι· καὶ τἆλλα παραθαρρύνας καὶ μετεωρίσας, ὥσπερ εἰώθει, ταῖς ἐλπίσι τὸν δῆμον ἀπεστάλη πρεσβευτὴς μεθ’ ἑτέρων εἰς Θήβας. (2) ἔπεμψε δὲ καὶ Φίλιππος, ὡς Μαρσύας (135—136 F 20) φησίν, Ἀμύνταν μὲν καὶ Κλέαρχον Μακεδόνας, Δάοχον δὲ Θεσσαλὸν καὶ Θρασυ‐ | |
10 | δαῖον (s. F 209) ἀντεροῦντας. τὸ μὲν οὖν συμφέρον οὐ διέφευγε τοὺς τῶν Θηβαίων λογισμούς ........., ἡ δὲ τοῦ ῥήτορος δύναμις, ὥς φησι Θεόπομπος, ἐκριπίζουσα τὸν θυμὸν αὐτῶν καὶ διακαίουσα τὴν φιλο‐ τιμίαν ἐπεσκότησε τοῖς ἄλλοις ἅπασιν, ὥστε καὶ φόβον καὶ λογισμὸν καὶ χάριν ἐκβαλεῖν αὐτοὺς ἐνθουσιῶντας ...... (3) οὕτω δὲ μέγα καὶ λαμπρὸν | |
15 | ἐφάνη τὸ τοῦ ῥήτορος ἔργον, ὥστε τὸν μὲν Φίλιππον εὐθὺς ἐπικηρυκεύ‐ εσθαι δεόμενον εἰρήνης, ὀρθὴν δὲ τὴν Ἑλλάδα γενέσθαι καὶ συνεξανα‐ στῆναι πρὸς τὸ μέλλον, ὑπηρετεῖν δὲ μὴ μόνον τοὺς στρατηγοὺς τῶι Δημοσθένει ποιοῦντας τὸ προσταττόμενον, ἀλλὰ καὶ τοὺς βοιωτάρχας, διοικεῖσθαι δὲ καὶ τὰς ἐκκλησίας ἁπάσας οὐδὲν ἧττον ὑπ’ ἐκείνου τότε τὰς | |
20 | Θηβαίων ἢ τὰς Ἀθηναίων, ἀγαπωμένου παρ’ ἀμφοτέροις καὶ δυναστεύ‐ οντος οὐκ ἀδίκως οὐδὲ παρ’ ἀξίαν, ὥσπερ ἀποφαίνεται Θεόπομπος, ἀλλὰ καὶ πάνυ προσηκόντως. | |
2b,115,F329 | ——21, 1: τότε δὲ τῆς ἀτυχίας τοῖς Ἕλλησι γεγενημένης οἱ μὲν ἀντιπολιτευόμενοι ῥήτορες ἐπεμβαίνοντες τῶι Δημοσθένει κατεσκεύαζον εὐθύνας καὶ γραφὰς ἐπ’ αὐτόν· (2) ὁ δὲ δῆμος οὐ μόνον τούτων ἀπέλυεν, ἀλλὰ καὶ τιμῶν διετέλει καὶ προκαλούμενος | |
5 | αὖθις ὡς εὔνουν εἰς τὴν πολιτείαν, ὥστε καὶ τῶν ὀστέων ἐκ Χαιρωνείας | |
κομισθέντων καὶ θαπτομένων τὸν ἐπὶ τοῖς ἀνδράσιν ἔπαινον εἰπεῖν ἀπέδωκεν, οὐ ταπεινῶς οὐδ’ ἀγεννῶς φέρων τὸ συμβεβηκός, ὡς γράφει καὶ τραγωιδεῖ Θεόπομπος, ἀλλὰ τῶι τιμᾶν μάλιστα καὶ κοσμεῖν τὸν σύμβουλον ἐπιδεικνύμενος τὸ μὴ μεταμέλεσθαι τοῖς βεβουλευμένοις. | 604 in vol. 2B | |
2b,115,F330 | PLUTARCH. Demosth. 25, 7—8: τότε μὲν οὖν ἀπέ‐ πεμψαν (sc. οἱ Ἀθηναῖοι) ἐκ τῆς πόλεως τὸν Ἅρπαλον, δεδιότες δὲ μὴ λόγον ἀπαιτῶνται τῶν χρημάτων, ἃ διηρπάκεισαν οἱ ῥήτορες, ζήτησιν ἐποιοῦντο νεανικὴν καὶ τὰς οἰκίας ἐπιόντες ἠρεύνων, πλὴν τῆς Καλλικλέους τοῦ | |
5 | Ἀρρεν〈ε〉ίδου· μόνην γὰρ τὴν τούτου νεωστὶ γεγαμηκότος οὐκ εἴασαν ἐλεγ‐ χθῆναι, νύμφης ἔνδον οὔσης, ὡς ἱστορεῖ Θεόπομπος. | |
2b,115,F331 | —Dion 24: μετὰ δὲ τὰς σπονδὰς καὶ τὰς νενομισμένας κατευχὰς ἐξέλιπεν ἡ σελήνη. καὶ τοῖς μὲν περὶ τὸν Δίωνα θαυμαστὸν οὐδὲν ἦν .... ἐπεὶ δὲ τοῖς στρατιώταις διαταραχθεῖσιν ἔδει τινὸς παρηγορίας, Μίλτας ὁ μάντις ... ἐκέλευε θαρρεῖν αὐτούς ....· σημαίνειν | |
5 | γὰρ τὸ δαιμόνιον ἔκλειψίν τινος τῶν νῦν ἐπιφανῶν, ἐπιφανέστερον δὲ μηδὲν εἶναι τῆς Διονυσίου τυραννίδος ........ τὸ δὲ τῶν μελισσῶν, αἳ περὶ τὰ πλοῖα τοῦ Δίωνος ὤφθησαν ἑσμὸν λαμβάνουσαι κατὰ πρύμναν, ἰδίαι πρὸς αὐτὸν καὶ τοὺς φίλους ἔφραζε δεδιέναι, μὴ καλαὶ μὲν αἱ πράξεις αὐτοῦ γένωνται, χρόνον δ’ ὀλίγον ἀνθήσασαι μαρανθῶσι. λέγεται | |
10 | δὲ καὶ τῶι Διονυσίωι πολλὰ τερατώδη παρὰ τοῦ δαιμονίου γενέσθαι σημεῖα. ἀετὸς μὲν γὰρ ἁρπάσας δοράτιόν τινος τῶν δορυφόρων ἀράμενος ὑψοῦ καὶ φέρων ἀφῆκεν εἰς τὸν βυθόν· ἡ δὲ προσκλύζουσα πρὸς τὴν ἀκρόπολιν θάλασσα μίαν ἡμέραν τὸ ὕδωρ γλυκὺ καὶ πότιμον παρέσχεν, ὥστε γευσαμένοις πᾶσι κατάδηλον εἶναι. χοῖροι δ’ ἐτέχθησαν αὐτῶι τῶν | |
15 | μὲν ἄλλων οὐδενὸς ἐνδεεῖς μορίων, ὦτα δ’ οὐκ ἔχοντες. ἀπεφαίνοντο δ’ οἱ μάντεις τοῦτο μὲν ἀποστάσεως καὶ ἀπειθείας εἶναι σημεῖον, ὡς οὐκέτι τῶν πολιτῶν ἀκουσομένων τῆς τυραννίδος, τὴν δὲ γλυκύτητα τῆς θαλάσσης μεταβολὴν καιρῶν ἀνιαρῶν καὶ πονηρῶν εἰς πράγματα χρηστὰ φέρειν Συρακουσίοις· ἀετὸς δὲ θεράπων Διός, λόγχη δὲ παράσημον ἀρχῆς καὶ | |
20 | δυναστείας, ἀφανισμὸν οὖν καὶ κατάλυσιν τῆι τυραννίδι βουλεύειν τὸν τῶν θεῶν μέγιστον. ταῦτα μὲν οὖν Θεόπομπος ἱστόρηκε. | |
2b,115,F332 | —Lys. 17, 2—3: οἱ δὲ φρονιμώτατοι τῶν Σπαρτιατῶν οὐχ ἥκιστα καὶ διὰ τοῦτο τὴν τοῦ νομίσματος ἰσχὺν φοβηθέντες .... τόν τε Λύσανδρον ἐλοιδόρουν καὶ διεμαρτύραντο τοῖς ἐφόροις ἀποδιοπομπεῖσθαι πᾶν τὸ | |
5 | ἀργύριον καὶ τὸ χρυσίον ὥσπερ κῆρας ἐπαγωγίμους· οἱ δὲ προύθεσαν γνώμην. καὶ Θεόπομπος μέν φησι Σκιραφίδαν, Ἔφορος (70 F 205) δὲ Φλογίδαν εἶναι τὸν ἀποφηνάμενον, ὡς οὐ χρὴ προσδέχεσθαι νόμισμα | |
χρυσοῦν καὶ ἀργύριον εἰς τὴν πόλιν, ἀλλὰ χρῆσθαι τῶι πατρίωι. | 605 in vol. 2B | |
2b,115,F333 | PLUTARCH. Lys. 30, 2: καὶ γὰρ ἡ πενία τοῦ Λυσάνδρου τελευτήσαντος ἐκκαλυφθεῖσα φανερωτέραν ἐποίησε τὴν ἀρετήν, ἀπὸ χρημάτων πολλῶν καὶ δυνάμεως θεραπείας τε πόλεων καὶ βασιλέως τοσαύτης μηδὲ μικρὸν ἐπιλαμπρύναντος τὸν οἶκον εἰς χρημάτων λόγον, ὡς ἱστορεῖ Θεόπομ‐ | |
5 | πος, ὧι μᾶλλον ἐπαινοῦντι πιστεύσειεν ἄν τις ἢ ψέγοντι· ψέγει γὰρ ἥδιον ἢ ἐπαινεῖ. χρόνωι δὲ ὕστερον Ἔφορός φησι (70 F 207) .... | |
2b,115,F334a | PLUTARCH. Timol. 4: (Timoleon erhebt sich gegen die tyrannis des Timophanes) παραλαβὼν τῶν μὲν οἰκείων Αἰσχύλον, ἀδελ‐ φὸν ὄντα τῆς Τιμοφάνους γυναικός, τῶν δὲ φίλων τὸν μάντιν, ὃν Σάτυρον μὲν Θεόπομπος, Ἔφορος (70 F 221) δὲ καὶ Τίμαιος (III) Ὀρθαγόραν | |
5 | ὀνομάζουσιν ....... | |
2b,115,F334b | Clem. Alex. Strom. I 21, 135, 1 p. 83, 24 Stäh: Θεόπομπος δὲ καὶ Ἔφορος καὶ Τίμαιος Ὀρθαγόραν τινὰ μάντιν ἀναγράφουσι. | |
2b,115,F335 | PLUTARCH. De Is. 69 p. 378 E: τοὺς δὲ πρὸς ἑσπέραν οἰκοῦντας ἱστορεῖ Θεόπομπος ἡγεῖσθαι καὶ καλεῖν τὸν μὲν χειμῶνα Κρόνον, τὸ δὲ θέρος Ἀφροδίτην, τὸ δ’ ἔαρ Περσεφόνην· ἐκ δὲ Κρόνου καὶ Ἀφρο‐ δίτης γεννᾶσθαι πάντα. | |
2b,115,F336 | —De Pyth. or. 19 p. 403 EF: ὃ δ’ ἐστὶν μέγιστον, αἱ ῥῆτραι, δι’ ὧν ἐκόσμησε τὴν Λακεδαιμονίων πολιτείαν Λυκοῦργος, ἐδόθησαν αὐτῶι καταλογάδην. μυρίους τοίνυν καὶ Ἡροδότου καὶ Φιλο‐ χόρου (III) καὶ Ἴστρου (III), τῶν μάλιστα τὰς ἐμμέτρους μαντείας φιλο‐ | |
5 | τιμηθέντων συναγαγεῖν, ἄνευ μέτρου χρησμοὺς γεγραφότων, Θεόπομπος οὐδενὸς ἧττον ἀνθρώπων ἐσπουδακὼς περὶ τὸ χρηστήριον, ἰσχυρῶς ἐπιτε‐ τίμηκε τοῖς μὴ νομίζουσι κατὰ τὸν τότε χρόνον ἔμμετρα τὴν Πυθίαν θεσπίζειν· εἶτα τοῦτο βουλόμενος ἀποδεῖξαι, παντάπασιν ὀλίγων χρησμῶν ηὐπόρηκεν, ὡς τῶν ἄλλων καὶ τότ’ ἤδη καταλογάδην ἐκφερομένων. | |
2b,115,F337 | —Non posse 10 p. 1093 C: τίς δ’ ἂν ἡσθείη συνανα‐ παυσάμενος τῆι καλλίστηι γυναικὶ μᾶλλον ἢ προσαγρυπνήσας οἷς γέγραφε περὶ Πανθείας Ξενοφῶν (Kyrup. VI 1 ff.) ἢ περὶ Τιμοκλείας Ἀριστόβουλος (139 F 2) ἢ Θήβης Θεόπομπος. | |
2b,115,F338 | POLLUX III 58: παμπόνηροι δ’ οἱ Θεοπόμπου τοῦ συγ‐ γραφέως «ἀποπολῖται» καὶ «ἀφέταιροι» καὶ «ἀπαθηναῖοι.» | |
2b,115,F339 | —IV 93: τὸ μέντοι ὄνομα ὁ «ἀποκήρυκτος» οὐκ ἔστιν ἐν χρήσει τῆι παλαιᾶι, Θεόπομπος δ’ αὐτῶι κέχρηται ὁ συγγραφεύς· ἀλλ’ οὐδὲν Θεοπόμπωι σταθμητὸν εἰς ἑρμηνείας κρίσιν. | |
2b,115,F340 | —V 42: ἔνδοξος δὲ καὶ ὁ Ἠπειρωτικὸς Κέρβερος καὶ ὁ Ἀλεξάνδρου Περίτας, τὸ θρέμμα τὸ Ἰνδικόν· ἐκράτει δ’ οὗτος λέοντος, ἑκατὸν μνῶν ἐωνημένος. καὶ ἀποθανόντι αὐτῶι πόλιν φησὶ Θεόπομπος | |
Ἀλέξανδρον ἐποικίσαι. | 606 in vol. 2B | |
2b,115,F341 | POLYB. XII 4a 2: Θεοπόμπου μὲν κατηγορεῖ (sc. Τίμαιος) διότι Διονυσίου ποιησαμένου τὴν ἀνακομιδὴν ἐκ Σικελίας εἰς Κόρινθον ἐν μακρᾶι νηί, Θεόπομπός φησιν ἐν στρογγύληι παραγενέσθαι τὸν Διονύσιον. | |
2b,115,F342 | —XII 27, 8—9: ὁ δὲ Θεόπομπος τοῦτον μὲν ἄριστον ἐν τοῖς πολεμικοῖς (sc. φησίν) τὸν πλείστοις κινδύνοις παρατετευχότα, τοῦτον δὲ δυνατώτατον ἐν λόγωι τὸν πλείστων μετεσχηκότα πολιτικῶν ἀγώνων. τὸν αὐτὸν δὲ τρόπον συμβαίνειν ἐπ’ ἰατρικῆς καὶ κυβερνητικῆς. | |
2b,115,F343 | —XVI 12, 7: τὸ γὰρ φάσκειν ἔνια τῶν σωμάτων ἐν φωτὶ τιθέμενα μὴ ποιεῖν σκιὰν ἀπηλγηκυίας ἐστὶ ψυχῆς· ὃ πεποίηκε Θεόπομπος φήσας τοὺς εἰς τὸ τοῦ Διὸς ἄβατον ἐμβάντας κατ’ Ἀρκαδίαν ἀσκίους γίνεσθαι. | |
2b,115,F344 | PORPHYR. De abst. II 16: τὰ παραπλήσια δὲ καὶ Θεό‐ πομπος ἱστόρηκεν, εἰς Δελφοὺς ἀφικέσθαι ἄνδρα Μάγνητα ἐκ τῆς Ἀσίας φάμενος, πλούσιον σφόδρα, κεκτημένον συχνὰ βοσκήματα. τοῦτον δ’ εἰθίσθαι τοῖς θεοῖς καθ’ ἕκαστον ἐνιαυτὸν θυσίας ποιεῖσθαι πολλὰς καὶ | |
5 | μεγαλοπρεπεῖς, τὰ μὲν δι’ εὐπορίαν τῶν ὑπαρχόντων, τὰ δὲ δι’ εὐσέβειαν καὶ τὸ βούλεσθαι τοῖς θεοῖς ἀρέσκειν. οὕτω δὲ διακείμενον πρὸς τὸ δαιμόνιον ἐλθεῖν εἰς Δελφούς, πομπεύσαντα δὲ ἑκατόμβην τῶι θεῶι καὶ τιμήσαντα μεγαλοπρεπῶς τὸν Ἀπόλλωνα παρελθεῖν εἰς τὸ μαντεῖον χρηστηριασόμενον. οἰόμενον δὲ κάλλιστα πάντων ἀνθρώπων θεραπεύειν | |
10 | τοὺς θεοὺς ἐρέσθαι τὴν Πυθίαν τὸν ἄριστα καὶ προθυμότατα τὸ δαιμόνιον γεραίροντα θεσπίσαι καὶ τὸν ποιοῦντα τὰς θυσίας προσφιλεστάτας, ὑπο‐ λαμβάνοντα δοθήσεσθαι αὑτῶι τὸ πρωτεῖον. τὴν δὲ ἱέρειαν ἀποκρίνασθαι πάντων ἄριστα θεραπεύειν τοὺς θεοὺς Κλέαρχον κατοικοῦντα ἐν Μεθυδρίωι τῆς Ἀρκαδίας. τὸν δ’ ἐκπλαγέντα ἐκτόπως ἐπιθυμῆσαι τὸν ἄνθρωπον | |
15 | ἰδεῖν καὶ ἐντυχόντα μαθεῖν, τίνα τρόπον τὰς θυσίας ἐπιτελεῖ. ἀφικομένου οὖν ταχέως εἰς τὸ Μεθύδριον πρῶτον μὲν καταφρονῆσαι μικροῦ καὶ ταπεινοῦ ὄντος τὸ μέγεθος τοῦ χωρίου, ἡγούμενον οὐχ ὅπως ἄν τινα τῶν ἰδιωτῶν, ἀλλ’ οὐδ’ ἂν αὐτὴν τὴν πόλιν δύνασθαι μεγαλοπρεπέστερον αὑτοῦ καὶ κάλλιον τιμῆσαι τοὺς θεούς. ὅμως δ’ οὖν συντυχόντα τῶι | |
20 | ἀνδρὶ ἀξιῶσαι φράσαι αὐτῶι, ὅντινα τρόπον τοὺς θεοὺς τιμᾶι. τὸν δὲ Κλέαρχον φάναι ἐπιτελεῖν καὶ σπουδαίως θύειν ἐν τοῖς προσήκουσι χρόνοις, κατὰ μῆνα ἕκαστον ταῖς νουμηνίαις στεφανοῦντα καὶ φαιδρύνοντα τὸν Ἑρμῆν καὶ τὴν Ἑκάτην καὶ τὰ λοιπὰ τῶν ἱερῶν (s. F 159), ἃ δὴ | |
τοὺς προγόνους καταλιπεῖν, καὶ τιμᾶν λιβανωτοῖς καὶ ψαιστοῖς καὶ | 607 in vol. 2B | |
25 | ποπάνοις· κατ’ ἐνιαυτὸν δὲ θυσίας δημοτελεῖς ποιεῖσθαι, παραλείποντα οὐδεμίαν ἑορτήν· ἐν αὐταῖς δὲ ταύταις θεραπεύειν τοὺς θεοὺς οὐ βουθυτοῦντα οὐδὲ ἱερεῖα κατακόπτοντα, ἀλλ’ ὅτι ἂν παρατύχηι ἐπιθύοντα, σπουδάζειν μέντοι ἀπὸ πάντων τῶν περιγιγνομένων καρπῶν καὶ τῶν ὡραίων, ἃ ἐκ τῆς γῆς λαμβάνεται, τοῖς θεοῖς τὰς ἀπαρχὰς ἀπονέμειν· | |
30 | καὶ τὰ μὲν παρατιθέναι, τὰ δὲ καθαγίζειν αὐτοῖς· † αὐτὸν δὲ τῆι αὐταρ‐ κείαι προσεσχηκότα τὸ θῦσαι βοῦς προεῖσθαι. | |
2b,115,F345 | Porphyr. bei Euseb. P E X 3 p. 464 C: (voraufgeht F 102) καίτοι ὑπερφρονεῖ τὸν Ἰσοκράτην καὶ νενικῆσθαι ὑφ’ ἑαυτοῦ λέγει κατὰ τὸν ἐπὶ Μαυσώλωι ἀγῶνα τὸν διδάσκαλον. | |
2b,115,F346 | SCHOL. APOLL. RHOD. I 308 Κλάρον] τόπος Κολοφῶνος ἀνιερωμένος Ἀπόλλωνι καὶ χρηστήριον τοῦ θεοῦ, ὑπὸ Μαντοῦς τῆς Τειρεσίου θυγατρὸς καθιδρυμένον ἢ ὑπὸ Κλάρου τινὸς ἥρωος, ὡς Θεό‐ πομπος. Νέαρχος (133 F 29) δὲ ....... | |
2b,115,F347a | SCHOL. ARISTOPH. Ach. 1076 (SUID. s. Χύτροι): Θεόπομπος τοὺς διασωθέντας ἐκ τοῦ κατακλυσμοῦ ἑψῆσαί φησι χύτραν πανσπερμίας, ὅθεν οὕτω κληθῆναι τὴν ἑορτήν· «καὶ θύειν 〈αὐ〉τοῖς 〈ἔθος ἔ〉χουσι Ἑρμῆι Χθονίωι·» τῆς δὲ χύτρας οὐδένα γεύσασθαι. | |
5 | τοῦτο δὲ ποιῆσαι τοὺς περισωθέντας ἱλασκομένους τὸν Ἑρμῆν [καὶ] ὑπὲρ τῶν ἀποθανόντων. ἤγετο δὲ ἡ ἑορτὴ Ἀνθεστηριῶνος τρίτηι ἐπὶ δέκα, ὡς Φιλόχορος (III). | |
2b,115,F347b | ——Frösche 218: Χύτροι ἑορτὴ παρ’ Ἀθηναίοις. ἄγεται δὲ παρὰ ταύτην τὴν αἰτίαν ἣν καὶ Θεόπομπος ἐκτίθεται γράφων οὕτως· «διασωθέντας οὖν τοὺς ἀνθρώπους, ἧιπερ ἐθάρρησαν ἡμέραι, τῶι ταύτης ὀνόματι προσα‐ | |
5 | γορεῦσαι καὶ τὴν ἑορτὴν ἅπασαν.» ἔπειτα· «θύειν αὐτοῖς ἔθος ἔχουσι τῶν μὲν Ὀλυμπίων θεῶν οὐδενὶ τὸ παρά‐ παν, Ἑρμῆι δὲ Χθονίωι· καὶ τῆς χύτρας ἣν ἕψουσι πάντες οἱ κατὰ τὴν πόλιν οὐδεὶς γεύεται τῶν ἱερέων. τοῦτο δὲ ποιοῦσι τῆι ἡμέραι.» καὶ· «τοὺς τότε περι‐ | |
10 | γενομένους ὑπὲρ τῶν ἀποθανόντων ἱλάσασθαι τὸν Ἑρμῆν.» ἤγοντο δὲ ἀγῶνες αὐτόθι οἱ Χύτρινοι καλούμενοι, καθά φησι Φιλόχορος ....... | |
2b,115,F348 | SCHOL. DEMOSTH. Ol. II 17: Θεόπομπός φησιν ὅτι ἐκ πάντων τῶν Μακεδόνων ἐπίλεκτοι οἱ μέγιστοι καὶ ἰσχυρότατοι ἐδορυ‐ | |
φόρουν τὸν βασιλέα καὶ ἐκαλοῦντο πεζέταιροι. | 608 in vol. 2B | |
2b,115,F349 | SCHOL. DEMOSTH. Ol. VIII 45 οὐ γὰρ οὕτω γ’ εὐήθης οὐδεὶς ὃς ὑπολαμβάνει τὸν Φίλιππον τῶν μὲν ἐν Θράικηι κακῶν—τί γὰρ ἂν ἄλλο τις εἴποι Δρογγίλον (F 83) καὶ Καβύλην (F 220) καὶ Μάστειραν .... —τούτων μὲν ἐπιθυμεῖν .... τῶν δ’ Ἀθηναίων λιμένων ... οὐκ ἐπι‐ | |
5 | θυμεῖν, ἀλλὰ ταῦτα μὲν ὑμᾶς ἐάσειν ἔχειν, ὑπὲρ δὲ τῶν μελινῶν καὶ τῶν ὀλυρῶν τῶν ἐν τοῖς Θραικίοις σιροῖς ἐν τῶι βαράθρωι χειμάζειν] σιροῖς· τὰ κατάγεια· Θεόπομπος καὶ Σοφοκλῆς ἐν Ἰνάχωι (F 254 N2) ‘σιροὶ κριθῶν‘. | |
2b,115,F350 | SCHOL. A HOM. Il. Α 38 Κίλλαν τε ζαθέην] ἱστορία. Πέλοψ ὁ Ταντάλου καὶ * κατὰ μισθὸν παιδικῆς ὥρας λαβὼν παρὰ Ποσειδῶνος ἵππους ἀδαμάστους σὺν τῶι ὀχήματι ἔσπευσεν εἰς Πῖσαν τῆς Πελοποννήσου ἐπὶ τὸν Ἱπποδαμείας γάμον, τὸν μνηστηροκτόνον αὐτῆς | |
5 | πατέρα Οἰνόμαον καταγωνίσασθαι ἐπιθυμῶν. γενομένωι δὲ αὐτῶι περὶ Λέσβον Κίλλος ὁ ἡνίοχος τελευτᾶι τὸν βίον, ὃς καὶ καθ’ ὕπνον ἐπιστὰς τῶι Πέλοπι σφόδρα ὀδυνηρῶς ἐπ’ αὐτῶι ἔχοντι ἀπωδύρετό τε τὴν ἑαυτοῦ ἀπώλειαν καὶ περὶ κηδείας ἠξίου. διόπερ ἀναστὰς ἐξερυπάρου τὸ εἴδωλον διὰ πυρός, εἶθ’ οὕτως ἔθαψε τὴν τέφραν ἐπιφανῶς τοῦ Κίλλου, ἠρίον ἐπ’ | |
10 | αὐτῶι ἐγείρας· καὶ πρὸς τῶι ἠρίωι αὐτοῦ ἐδείματο ἱερόν, Κιλλαίου Ἀπόλλωνος προσαγορεύσας, διὰ τὸ αἰφνιδίως τὸν Κίλλον ἀποθανεῖν. οὐ μὴν ἀλλὰ καὶ πόλιν κτίσας Κίλλαν ὠνόμασεν. ὁ μέντοι Κίλλος καὶ μετὰ θάνατον τῶι Πέλοπι δοκεῖ συλλαβέσθαι, ὅπως περιγένηται τοῦ Οἰνομάου περὶ τὸν δρόμον. ἡ ἱστορία παρὰ Θεοπόμπωι. | |
2b,115,F351 | SCHOL. BT HOM. Il. Β 135 καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται] ταῦτα δὲ ἀμφοτέροις συνάιδει, τῶι μὲν ἀπιέναι πρὶν διαφθαρῆναι τέλεον τὰς νῆας, καὶ τῶι μένειν διὰ τὸ τέως σεσηπέναι καὶ μὴ δύνασθαι πλεῖν. Θεόπομπος δὲ ταύτην αἰτίαν αὐτοῖς τοῦ | |
5 | ναυαγίου φησίν, ὡς καὶ τοὺς περὶ Κάλχαντα καὶ Ἀμφίλοχον πεζοὺς ἀπαλλάττεσθαι. | |
2b,115,F352 | SCHOL. T HOM. Il. Ω 428: καὶ Θεόπομπός φησιν Ἀλέξανδρον Φεραῖον Διόνυσον τὸν ἐν Παγασαῖς, ὃς ἐκαλεῖτο Πελάγιος, εὐσεβεῖν διαφόρως· καταποντωθέντος δὲ Ἀλεξάνδρου Διόνυσος ὄναρ ἐπιστάς τινι τῶν ἁλιέων ἐκέλευσεν ἀναλαβεῖν τὸν φορμὸν τῶν ὀστῶν. ὁ | |
5 | δὲ ἀπελθὼν ἐς Κραννῶνα τοῖς οἰκείοις ἀπέδωκεν· οἱ δὲ ἔθαψαν. | |
2b,115,F353 | SCHOL. EUST. Hom. Od. θ 393: τὸ μέντοι ἀνενεγκεῖν ἔχει πλείω τινὰ διατριβήν. ὅτι μὲν γὰρ ἀνενεγκεῖν λέγεται καὶ τὸ ἀνα‐ γαγεῖν τι καὶ τὸ ἀναβῆναι, δηλοῖ τὸ ‘εἰς τὸ Κωρύκιον ἀνενείκαντο‘ | |
(Herod. VIII 36), ἤγουν ἀνέβησαν. .... ὅτι δὲ καὶ ἀντὶ τοῦ ‘ἀνέπνευσε‘ | 609 in vol. 2B | |
5 | κεῖται κατὰ Παυσανίαν (p. 110 Schw), δηλοῖ Θεόπομπος εἰπών· «ἄφωνος ἐγένετο, ἔπειτα μέντοι πάλιν ἀνηνέχθη‘, καὶ Ἡρόδοτος (I 116) ‘ἐκπλαγεὶς δὲ τούτοισιν ἐπὶ χρόνον ἄφθογγος ἦν· μόγις δέ τε ἀνενεχθεὶς εἶπε‘ καὶ πάλιν (I 86) ..... | |
2b,115,F354 | SCHOL. LYKOPHR. 806 ἐν Γορτυναίαι] Θεόπομπός φησιν ὅτι παραγενόμενος ὁ Ὀδυσσεὺς καὶ τὰ περὶ τὴν Πηνελόπην ἐγνωκὼς ἀπῆρεν εἰς Τυρσηνίαν καὶ ἐλθὼν ὤικησε τὴν Γορτυναίαν, ἔνθα καὶ τελευτᾶι ὑπ’ αὐτῶν μεγάλως τιμώμενος. | |
2b,115,F355 | ——1439: ἡ δὲ Ὀλυμπιὰς ἡ μήτηρ αὐτοῦ (sc. Ἀλε‐ ξάνδρου) εἰς Πύρρον τὸν Ἀχιλλέως καὶ Ἕλενον τὸν Πριάμου τὸ γένος τὸ ἀνέκαθεν ἀνέφερεν, ὥς φησι Θεόπομπος καὶ Πύρανδρος (III). ἀναφέρεται δὲ ὁ Πύρρος εἰς Αἰακόν, ὁ δὲ Ἕλενος εἰς Δάρδανον. | |
2b,115,F356a | SCHOL. PIND. O XIII 74e: τὴν δὲ Μήδειαν ἐρασθῆναι Σισύφου φησὶ Θεόπομπος. | |
2b,115,F356b | TZETZ. Lykophr. 174: περὶ δὲ τῆς Ἡλίου βασιλείας εἰς τοὺς αὐτοῦ παῖδας Αἰήτην καὶ Ἀλωέα διαιρέσεως Θεόπομπος ὁ Χῖος Εὐμήλου τοῦ Κορινθίου ἱστορικοῦ ποιητοῦ μέμνηται λέγοντος· ‘ἀλλ’ ὅτε δ’ Αἰήτης καὶ Ἀλωεὺς ἐξεγένοντο Ἠελίου τε καὶ Ἀντιόπης, τότε δ’ ἄνδιχα χώρην δάσσατο | |
5 | παισὶν ἑοῖς Ὑπερίονος ἀγλαὸς υἱός. ἣν μὲν ἔχ’ Ἀσωπός, ταύτην πόρε δίωι Ἀλωεῖ· ἢν δ’ Ἐφύρη κτεάτισς’, Αἰήτηι δῶκεν ἅπασαν. Αἰήτης δ’ ἄρ’ ἑκὼν Βούνωι παρέδωκε φυλάσσειν εἰσόκεν αὐτὸς ἵκοιτ’ ἢ ἐξ αὐτοῖό τις ἄλλος, ἢ παῖς ἢ υἱωνός· ὁ δ’ ἵκετο Κολχίδα γαῖαν.‘ | |
2b,115,F357 | SCHOL. THEOKRIT. V 83 b: Κάρνεια ἑορτὴ τελουμένη τῶι Καρνείωι Ἀπόλλωνι κατὰ τὴν Πελοπόννησον, ἀπὸ Κάρνου μάντεως, ὃς ἔχρησε τοῖς Ἡρακλείδαις· ἀπὸ δ’ αὐτοῦ Κάρνειον Ἀπόλλωνα προσα‐ γορεύουσιν. ἡ δὲ ἱστορία παρὰ Θεοπόμπωι. ὅτι τὸν αὐτὸν καὶ Δία καὶ | |
5 | Ἡγήτορα καλοῦσιν Ἀργεῖοι διὰ τὸ κἀκεῖνον ἡγήσασθαι τοῦ στρατοῦ. τὸν οὖν Κάρνον οἱ Ἡρακλεῖδαι ἀπέκτειναν κατερχόμενοι εἰς Πελοπόννησον ὑπολαβόντες κατάσκοπον εἶναι τοῦ στρατεύματος· ὃν ὕστερον ἐτίμησαν ὑπὸ λοιμοῦ φθειρόμενοι. | |
2b,115,F358 | SCHOL. THUKYD. VI 4, 3 ἀπὸ τοῦ Γέλα ποτα‐ μοῦ] ἐξ Ἀντιφήμου δ’ αὖ γέλωτός τις λέγει· —ὁ Θεόπομπος— ‘χρησμῶι μαθὼν γὰρ ὡς πόλιν μὲν ἐκκτίσει, γελᾶι δοκήσας τῶν ἀνελπίστων | |
τόδε, κλῆσιν ὅθεν τέθεικε τῆι πόλει Γέλαν‘. | 610 in vol. 2B | |
2b,115,F359 | SIMPLIC. i. Arist. Cat. 56 A (Comm. Arist. Gr. VIII 216, 16): καὶ Θεόπομπος δὲ τὸ μὲν γλυκὺ σῶμα διὰ ταῦτα ἀπεφήνατο συνεστηκέναι, τὴν δὲ γλυκύτητα οὐκέτι. | |
2b,115,F360 | STEPH. BYZ. s. Ἀδράνη· πόλις Θράικης, ἣ μικρὸν ὑπὲρ τῆς Βερενίκης κεῖται, ὡς Θεόπομπος. | |
2b,115,F361 | ——s. Αἶγυς· πόλις Λακωνικῆς, ὡς Εὐφορίων (F 139 Scheid.). οἱ πολῖται Αἰγῦται, ὡς Παυσανίας (III 2, 5 VIII 27, 4). Λυκόφρων (Al. 850) δὲ τὸ ἐθνικὸν Αἴγυος, τὸ θηλυκὸν λέγων οὕτως ‘καὶ πάντα τλήσεσθ’ οὕνεκ’ Αἰγύας κυνός ......‘ .... Θεόπομπος δὲ | |
5 | Αἰγυέας αὐτούς φησιν. | |
2b,115,F362 | ——s. Ἀκραιφία· πόλις Βοιωτίας. οἱ δὲ Ἀκραίφιον· Παυσανίας (IX 23, 5) δὲ 〈Ἀκραίφνιον〉, καὶ οὐδετέρως. .... τὸ ἐθνικὸν Ἀκραιφιαῖος καὶ Ἀκραίφιος (οὕτω γὰρ Ἀπόλλων τιμᾶται) καὶ 〈Ἀκραιφιεὺς καὶ〉 Ἀκραιφιάς ... Ἔφορος (70 F 229) δὲ καὶ Ἀκραιφνίους καὶ Ἀκραι‐ | |
5 | φνεώτας. Θεόπομπος δὲ τὰ Ἀκραίφνια φησί, καὶ τὸ ἐθνικὸν Ἀκραι‐ φνιεύς. | |
2b,115,F363 | ——s. Ἀκυλῖνα· πόλις Ἰλλυρική. Θεόπομπος. | |
2b,115,F364 | ——s. Ἀκύφας· πόλις μία τῆς Δωρικῆς τετραπό‐ λεως, ὡς Θεόπομπος. | |
2b,115,F365 | ——s. Ἁλικύαι· πόλις Σικελίας. Θεόπομπος. | |
2b,115,F366 | ——s. Ἁλίσαρνα· πόλις τῆς Τρωάδος χώρας. Θεό‐ πομπος. τὸ ἐθνικὸν ὁ αὐτὸς Ἁλισαρναῖος. | |
2b,115,F367 | ——s. Ἀχανοί· ἔθνος πρὸς τῆι Σκυθίαι, οἳ καὶ Ἀχαρνοὶ λέγονται παρὰ Θεοπόμπωι. | |
2b,115,F368 | ——s. Βούβαστος· πόλις Αἰγύπτου ... καὶ νομὸς Βουβαστίτης. λέγεται καὶ Βουβάστιος παρὰ Θεοπόμπωι. | |
2b,115,F369 | ——s. Βουθία· πόλις Ἰωνίας. Θεόπομπος δὲ χωρίον φησί. | |
2b,115,F370 | ——s. Ἑρμώνασσα· νῆσος μικρὰ πόλιν ἔχουσα ἐν τῶι Κιμμερίωι Βοσπόρωι Ἰώνων ἄποικος, ὡς ὁ Περιηγητής .... Μένιππος δὲ χωρίον Τραπεζοῦντος ἐν Περίπλωι τῶν δύο Πόντων (V). Ἑκαταῖος (1 F 208) δὲ καὶ Θεόπομπος πόλιν αὐτήν φασιν. | |
2b,115,F371 | ——s. Ἰνδάρα· Σικανῶν πόλις. Θεόπομπος. | 611 in vol. 2B |
2b,115,F372 | STEPH. BYZ. s. Μελίβοια· πόλις Θετταλίας. Στράβων θ (5, 16. 22) τὸ ἐθνικὸν Μελιβοεύς, ὡς Θεόπομπος. | |
2b,115,F373 | ——s. Μελίταια· πόλις Θετταλίας. Ἀλέξανδρος (V) Ἀσίαι. Θεόπομπος δὲ Μελίτειαν αὐτήν φησιν. ...... Ἔφορος λ (70 F 95)· ‘οἱ δὲ τύραννοι τῶν Φερῶν καὶ Μελιταιεῖς φίλοι πρότερον ὑπάρχοντεσ‘. | |
2b,115,F374 | ——s. Νεάνδρεια· πόλις Τρωάδος ἐν Ἑλλησπόντωι .... λέγεται καὶ Νεάνδρ〈ε〉ιον οὐδετέρως, ὡς Θεόπομπος. | |
2b,115,F375 | ——s. Σκίθαι· πόλις Θράικης πλησίον Ποτιδαίας. τὸ ἐθνικὸν Σκιάθιος, ὥς φησι Θεόπομπος. | |
2b,115,F376 | ——s. Σκύβρος· χωρίον Μακεδονίας, ὡς Θεόπομπος. | |
2b,115,F377 | ——s. Τραλλία· μοῖρα τῆς Ἰλλυρίας. λέγοντα καὶ Τράλλοι· καὶ Τράλλ〈ε〉ις παρὰ Θεοπόμπωι. | |
2b,115,F378 | ——s. Τρῆρος· χωρίον Θράικης. καὶ Τρῆρες Θράι‐ κιον ἔθνος ..... Θεόπομπος Τρᾶρας αὐτοὺς καλεῖ. | |
2b,115,F379 | ——s. Ὑπερησία· πόλις τῆς Ἀχαίας ... τὸ ἐθνικὸν ... Ὑπερησιεύς ... Θεόπομπος δὲ Ὑπερασιεῖς φησι διὰ τοῦ α. | |
2b,115,F380 | STOB. Flor. III 16, 16: Θεοπόμπου· «εἴ τις πλεῖστα τῶν ἀγαθῶν κεκτημένος μετὰ τοῦ λυπεῖσθαι διάγοι τὸν βίον, ἁπάντων ἂν εἴη καὶ τῶν ὄντων καὶ τῶν ἐσομένων ἀθλιώτατος.» | |
2b,115,F381 | STRAB. I 2, 35: Θεόπομπος δὲ ἐξομολογεῖται φήσας, ὅτι καὶ μύθους ἐν ταῖς ἱστορίαις ἐρεῖ κρεῖττον ἢ ὡς Ἡρόδοτος καὶ Κτησίας (III) καὶ Ἑλλάνικος (4) καὶ οἱ τὰ Ἰνδικὰ συγγράψαντες (III). | |
2b,115,F382 | —VII 7, 5: τῶν μὲν οὖν Ἠπειρωτῶν ἔθνη φησὶν εἶναι Θεόπομπος τετταρεσκαίδεκα. τούτων δ’ ἐνδο‐ ξότατα Χάονες καὶ Μολοττοὶ διὰ τὸ ἄρξαι ποτὲ πάσης τῆς Ἠπειρώτιδος πρότερον μὲν Χάονας, ὕστερον δὲ Μολοττούς, οἳ καὶ διὰ τὴν συγγένειαν | |
5 | τῶν βασιλέων ἐπὶ πλέον ηὐξήθησαν (τῶν γὰρ Αἰακιδῶν ἦσαν) καὶ διὰ τὸ παρὰ τούτοις εἶναι τὸ ἐν Δωδώνηι μαντεῖον (s. F 319) ..... Χάονες μὲν οὖν καὶ Θεσπρωτοὶ καὶ μετὰ τούτους ἐφεξῆς Κασσωπαῖοι—καὶ οὗτοι δ’ εἰσὶ Θεσπρωτοί—τὴν ἀπὸ τῶν Κεραυνίων ὀρῶν μέχρι τοῦ Ἀμβρακικοῦ κόλπου παραλίαν νέμονται, χώραν εὐδαίμονα ἔχοντες ..... | |
10 | ἐγγὺς δὲ τῆς Κιχύρου πολίχνιον Βουχέτιον Κασσωπαίων, μικρὸν ὑπὲρ τῆς θαλάττης ὄν, καὶ Ἐλάτρια καὶ Πανδοσία καὶ Βατίαι ἐν μεσογείαι· καθήκει δὲ αὐτῶν ἡ χώρα μέχρι τοῦ κόλπου. | 612 in vol. 2B |
2b,115,F383 | STRAB. VIII 6, 11: οἱ δ’ ἐκ τῆς Ἀ〈σίνης—ἔστι δ’〉 αὕτη κώμη τῆς Ἀργείας πλησίον Ναυπλ〈ίας—ὑπὸ Λα〉κεδαιμονίων εἰς τὴν Μεσσηνίαν μετωικίσθ〈ησαν, ὅπου〉 καὶ ἡ ὁμώνυμος τῆι Ἀργολικῆι Ἀσίνηι πολίχ〈νη〉. οἱ γὰρ Λακεδαιμόνιοι, φησὶν ὁ Θεόπομπος, πολλὴν κατα‐ | |
5 | κτησάμενοι τῆς ἀλλοτρίας εἰς ταύτην κατώικιζον, οὓς ἂν ὑποδέξαιντο τῶν φυγόντων ἐπ’ αὐτο〈ύς· καὶ οἱ〉 ἐκ τῆς Ναυπλίας ἐκεῖσε ἀνεχώρησαν. | |
2b,115,F384 | —VIII 6, 15: μεταξὺ δὲ Τροιζῆνος καὶ Ἐπι‐ δαύρου χωρίον ἦν ἐρυμνὸν Μέθανα καὶ χερρόνησος ὁμώνυμος τούτωι· παρὰ Θουκυδίδηι (IV 45, 2) δὲ ἔν τισιν ἀντιγράφοις Μεθώνη φέρεται ὁμωνύμως τῆι Μακεδονικῆι, ἐν ἧι Φίλιππος ἐξεκόπη τὸν ὀφθαλμὸν πολιορ‐ | |
5 | κῶν (F 52)· διόπερ οἴεταί τινας ἐξαπατηθέντας ὁ Σκήψιος Δημήτριος (V) τὴν ἐν τῆι Τροιζηνίαι Μεθώνην ὑπονοεῖν, καθ’ ἧς ἀράσασθαι λέγεται τοὺς ὑπ’ Ἀγαμέμνονος πεμφθέντας ναυτολόγους, μηδέποτε παύσασθαι τειχοδομεῖν, οὐ τούτων, ἀλλὰ τῶν Μακεδόνων ἀνανευσάντων, ὥς φησι Θεόπομπος· τούτους δ’ οὐκ εἰκὸς ἐγγὺς ὄντας ἀπειθῆσαι. | |
2b,115,F385 | —IX 3, 16: Παραποτάμιοι δ’ εἰσὶ κατοικία τις ἐπὶ τῶι Κηφισσῶι ἱδρυμένη πλησίον Φανοτεῦσι καὶ Χαιρωνεῦσι καὶ Ἐλατείαι. φησὶ δὲ Θεόπομπος τὸν τόπον τοῦτον διέχειν τῆς μὲν Χαιρωνείας ὅσον τετταράκοντα σταδίους, διορίζειν δὲ τοὺς Ἀμβρυσέας καὶ Πανοπέας καὶ | |
5 | Δαυλιέας· κεῖσθαι δ’ ἐπὶ τῆς ἐμβολῆς τῆς ἐκ Βοιωτίας εἰς Φωκέας ἐν λόφωι μετρίως ὑψηλῶι, μεταξὺ τοῦ τε Παρνασσοῦ καὶ τοῦ 〈Ἁδυλίου ὄ〉ρους πενταστάδιον σχεδόν τι ἀπολειπόντων ἀν〈ὰ μέσον χω〉ρίον, διαιρεῖν δὲ τὸν Κηφισσόν, στενὴν ἑκατέρωθεν διδόντα πάροδον, τὰς μὲν ἀρχὰς ἐκ Λιλαίας ἔχοντα Φωκικῆς πόλεως—καθάπερ καὶ Ὅμηρός φησιν (Il. Β 523) | |
10 | ‘οἵ τε Λίλαιαν ἔχον πηγῆις’ ἔπι Κηφισσοῖο‘—, εἰς δὲ τὴν Κωπαίδα λίμνην ἐκδιδόντα· τὸ δὲ Ἁδύλιον παρατείνειν ἐφ’ ἑξήκοντα σταδίους μέχρι τοῦ † Ὑφαντείου, ἐφ’ ὧι κεῖται ὁ Ὀρχομενός. καὶ Ἡσίοδος (F 38) δ’ ἐπὶ πλέον περὶ τοῦ ποταμοῦ λέγει καὶ τῆς ῥύσεως, ὡς δι’ ὅλης ῥέοι τῆς | |
Φωκίδος σκολιῶς καὶ δρακοντοειδῶς· ‘παρὲκ Πανοπῆα διὰ Γλήχωνά τ’ | 613 in vol. 2B | |
15 | ἐρυμνὴν καί τε δι’ Ὀρχομενοῦ εἱλιγμένος εἶσι δράκων ὥσ‘. τὰ δὲ στενὰ τὰ περὶ τοὺς Παραποταμίους ἢ τὴν Παραποταμίαν—λέγεται γὰρ ἀμφο‐ τέρως—περιμάχητα ὑπῆρξεν ἐν τ〈ῶι Φωκικῶι πολέ〉μωι, μίαν ἐχόντων ταύτην ἐμβολὴν 〈εἰς τὴν Φωκίδα (?)〉. | |
2b,115,F386 | STRAB. IX 5, 19: καὶ ἐν Πελοποννήσωι ἥ τε τῶν Ἀργείων ἄκρα καὶ ὁ τὴν Ἠλείαν ἀπὸ Δύμης διορίζων Λάρισος ποταμός. Θεόπομπος δὲ καὶ πόλιν λέγει ἐν τῆι αὐτῆι μεθορίαι κειμένην Λάρισαν. | |
2b,115,F387 | —X 1, 3: μετώικησαν δ’ εἰς τὴν Ἱστίαιαν οἱ Ἐλλοπι‐ εῖς καὶ ηὔξησαν τὴν πόλιν Φιλιστίδου τοῦ τυράννου βιασαμένου μετὰ τὰ Λευκτρικά. Δημοσθένης (IX 33) δ’ ὑπὸ Φιλίππου κατασταθῆναι τύραννόν φησι καὶ τῶν Ὠρειτῶν τὸν Φιλιστίδην· οὕτω γὰρ ὠνομάσθησαν ὕστερον | |
5 | οἱ Ἱστιαιεῖς, καὶ ἡ πόλις ἀντὶ Ἱστιαίας Ὠρεός. ἔνιοι δ’ ὑπ’ Ἀθηναίων ἀποικισθῆναί φασι τὴν Ἱστίαιαν ἀπὸ τοῦ δήμου τοῦ Ἱστιαιέων, ὡς καὶ ἀπὸ τοῦ Ἐρετριέων τὴν Ἐρέτριαν. Θεόπομπος δέ φησι Περικλέους χειρου‐ μένου Εὔβοιαν τοὺς Ἱστιαιεῖς καθ’ ὁμολογίας εἰς Μακεδονίαν μεταστῆναι, δισχιλίους δ’ ἐξ Ἀθηναίων ἐλθόντας τὸν Ὠρεὸν οἰκῆσαι, δῆμον ὄντα | |
10 | πρότερον τῶν Ἱστιαιέων. | |
2b,115,F388 | —XII 3, 4: τίνες δὲ καὶ πόθεν (sc. οἱ Μαριαν‐ δυνοί), οὐδὲν εἴρηται· οὐδὲ διάλεκτος οὐδ’ ἄλλη διαφορὰ ἐθνικὴ περὶ τοὺς ἀνθρώπους φαίνεται, παραπλήσιοι δ’ εἰσὶ τοῖς Βιθυνοῖς· ἔοικεν οὖν καὶ τοῦτο Θράικιον ὑπάρξαι τὸ φῦλον. Θεόπομπος δὲ Μαριανδυνόν φησι | |
5 | μέρους τῆς Παφλαγονίας ἄρξαντα ὑπὸ πολλῶν δυναστευομένης, ἐπελθόντα τὴν τῶν Βεβρύκων κατασχεῖν, ἣν δ’ ἐξέλιπεν ἐπώνυμον ἑαυτοῦ κατα‐ λιπεῖν. | |
2b,115,F389 | —XII 3, 14: Ἀμισός .... φησὶ δ’ αὐτὴν Θεόπομπος πρώτους Μιλησίους κτίσαι, 〈εἶτα **〉 Καππαδόκων ἄρχοντα, τρίτον δ’ ὑπ’ Ἀθηνοκλέους καὶ Ἀθηναίων ἐποικισθεῖσαν Πειραιᾶ μετονομασθῆναι. | |
2b,115,F390 | —XIII 1, 22: περὶ δὲ Σηστοῦ καὶ τῆς ὅλης Χερρονήσου προείπομεν ἐν τοῖς περὶ τῆς Θράικης τόποις. φησὶ δὲ τὴν Σηστὸν Θεό‐ πομπος βραχεῖαν μέν, εὐερκῆ δέ· καὶ σκέλει διπλέθρωι συνάπτειν πρὸς τὸν λιμένα, καὶ διὰ ταῦτ’ οὖν καὶ διὰ τὸν ῥοῦν κυρίαν εἶναι τῶν παρόδων. | |
2b,115,F391 | —XIII 4, 12: ὁ μέν γε Τμῶλος ἱκανῶς συνῆκται καὶ περιγραφὴν ἔχει μετρίαν, ἐν αὐτοῖς ἀφοριζόμενος τοῖς Λυδίοις μέρεσιν, ἡ | |
δὲ Μεσωγὶς εἰς τὸ ἀντικείμενον μέρος διατείνει μέχρι Μυκάλης, ἀπὸ Κελαι‐ νῶν ἀρξάμενον, ὥς φησι Θεόπομπος· ὥστε τὰ μὲν αὐτοῦ Φρύγες κατέ‐ | 614 in vol. 2B | |
5 | χουσι, τὰ πρὸς ταῖς Κελαιναῖς καὶ τῆι Ἀπαμείαι, τὰ δὲ Μυσοὶ καὶ Λυδοί, τὰ δὲ Κᾶρες καὶ Ἴωνες. | |
2b,115,F392 | SUID. s. Φορμίων· περὶ τούτου καὶ Θεόπομπος ἐν Φιλιππικοῖς. ἦν δὲ Κροτωνιάτης καὶ ἐν τῆι ἐπὶ Σάγραι μάχηι ἐτρώθη. δυσιάτου δ’ ὄντος τοῦ τραύματος χρησμὸν ἔλαβεν εἰς Λακεδαίμονα ἐλθεῖν· τοῦτον γὰρ αὐτοῦ ἰατρὸν ἔσεσθαι, ὃς [ἂν] αὐτὸν πρῶτος καλέσειεν ἐπὶ | |
5 | δεῖπνον. ὡς οὖν ἧκεν εἰς τὴν Σπάρτην, καταβάντα αὐτὸν ἀπὸ τοῦ ὀχή‐ ματος ἐκάλεσεν ἐπὶ δεῖπνον νεανίσκος, δειπνήσαντος δὲ ἤρετο ἐφ’ ὅ τι ἥκει. ὡς δὲ ἤκουσε περὶ τοῦ χρησμοῦ, ἀποξύσας τοῦ δόρατος ἐπιτίθησιν. ὡς δὲ ἀνέλυσαν ἀπὸ τοῦ δείπνου, δοκῶν ἀναβαίνειν ἐπὶ τὸ ἅρμα, τῆς θύρας αὑτοῦ τοῦ οἴκου τοῦ ἐν Κρότωνι ἐπιλαμβάνεται. ἀλλὰ καὶ θεοξένια αὐτοῦ | |
10 | ἄγοντος ἐκάλεσαν αὐτὸν οἱ Διόσκουροι πρὸς Βάττον ἐς Κυρήνην· καὶ ἀνέστη τε ἔχων σιλφίου καυλόν. | |
2b,115,F393 | SYNKELL. p. 499, 5: οὗτος ὁ Κάρανος ἀπὸ μὲν Ἡρακλέους ια ἦν, ἀπὸ δὲ Τημένου ... ἕβδομος. γενεαλογοῦσι δ’ αὐτὸν οὕτως, ὥς φησιν ὁ Διόδωρος 〈καὶ〉 οἱ πολλοὶ τῶν συγγραφέων, ὧν εἷς καὶ Θεόπομπος. Κάρανος Φείδωνος τοῦ Ἀριστοδαμίδα τοῦ Μέροπος τοῦ Θεστίου τοῦ Κισσίου | |
5 | τοῦ Τημένου τοῦ Ἀριστομάχου τοῦ Κλεαδάτους τοῦ Ὕλλου τοῦ Ἡρακλέους. | |
2b,115,F394 | TERTULLIAN. De an. 44: sed et Neronem Suetonius (Ner. 46) et Thrasymedem Theopompus negant unquam somniasse, | |
2b,115,F395 | THEON Progymn. 1 (II 63, 18 Sp): ὁ δὲ Θεόπομπος· «ἐπίσταμαι γάρ, ὅτι τοὺς μὲν ζῶντας πολλοὶ μετὰ δυσ‐ μενείας ἐξετάζουσι, τοῖς δὲ τετελευτηκόσι διὰ τὸ πλῆθος τῶν ἐτῶν ἐπανιᾶσι τοὺς φθόνους.» | |
2b,115,F396 | ZENOB. Prov. V 26: Ξένος ἔλθοι ὅστις ὀνήσει· ταύτην φησὶ Θεόπομπος ὑπὸ Φιλίππου πρῶτον λεχθῆναι. Θετταλῶν γὰρ κατα‐ στρεψάμενος πόλιν καὶ τοὺς αὐτόθι ξένους πωλήσας χλευάζων εἶπεν ‘ἔλθοι ξένος ὅστις ὀνήσει.‘ | |
2b,115,F397 | Gellius XV 20, 1: Euripidi poetae matrem Theopompus agrestia olera vendentem victum quaesisse dicit. | |
2b,115,F398 | Lex. Seguer. p. 371, 5 Bk: ἄκατος· φιάλη, διὰ τὸ ἐοικέναι στρογγύλωι πλοίωι. οὕτω Θεόπομπος. | |
2b,115,F399 | ——p. 385, 14 Bk: ἄλυπος· ὁ μὴ λυπούμενος. λέγεται δὲ καὶ | |
ἀλύπητος. Θεόπομπος. | 615 in vol. 2B | |
2b,115,F400 | LEX. SEGUER. p. 403, 23: ἀνθήλιος· ἡ σελήνη· καὶ τὸ ἀποσκίασμα τῆς τοῦ ἡλίου ἀνταυγείας. ἐνίοτε δὲ καὶ τὸ μίμημα ἢ ἀντάλλαγμα, ὡς Θεόπομπος. | |
2b,115,F401 | LIBAN. Hypoth. Demosth. VI (Phil. II): παραινεῖ διὰ τούτου τοῦ λόγου τοῖς Ἀθηναίοις ὁ ῥήτωρ πολέμιον ὑποπτεύειν τὸν Φίλιππον ... ἐπιβουλεύειν γὰρ αἰτιᾶται καὶ τοῖς Ἀθηναίοις καὶ πᾶσι τοῖς Ἕλλησι τὸν Φίλιππον, καὶ τοῦτ’ αὐτοῦ καταμαρτυρεῖν τὰς πράξεις φησίν. ἐπαγγέλλεται δὲ καὶ ἀποκρίσεις δώσειν | |
5 | πρός τινας πρέσβεις ἥκοντας, ἀπορούντων τῶν Ἀθηναίων ὅ τί ποτ’ ἀποκρίνασθαι δεῖ. πόθεν δ’ οὗτοι καὶ περὶ τίνων ἥκουσιν, ἐν τῶι λόγωι μὲν οὐ δηλοῦται, ἐκ δὲ τῶν Φιλιππικῶν ἱστοριῶν μαθεῖν δυνατόν. κατὰ γὰρ τοῦτον τὸν καιρὸν ἔπεμψε πρέσβεις ὁ Φίλιππος πρὸς τοὺς Ἀθηναίους, αἰτιώμενος ὅτι διαβάλλουσιν αὐτὸν μάτην πρὸς τοὺς Ἕλληνας ὡς ἐπαγγειλάμενον αὐτοῖς πολλὰ καὶ μεγάλα, ψευσάμενον | |
10 | δέ· οὐδὲν γὰρ ὑπεσχῆσθαί φησιν οὐδ’ ἐψεῦσθαι· καὶ περὶ τούτων ἐλέγχους ἀπαιτεῖ. ἔπεμψαν δὲ μετὰ Φιλίππου καὶ Ἀργεῖοι καὶ Μεσσήνιοι πρέσβεις εἰς Ἀθήνας, αἰτιώμενοι καὶ οὗτοι τὸν δῆμον ὅτι Λακεδαιμονίοις καταδουλουμένοις τὴν Πελοπόν‐ νησον εὔνους τ’ ἐστὶ καὶ συγκροτεῖ, αὐτοῖς δὲ περὶ ἐλευθερίας πολεμοῦσιν ἐναντιοῦται. | |
2b,115,F402 | Phot. Lex. s. λάβδα· ἐπὶ ταῖς ἀσπίσιν οἱ Λακεδαιμόνιοι ἐπέγραφον, ὥσπερ οἱ Μεσσήνιοι Μ. Εὔπολις (I 354, 359 K)· ‘ἐξεπλάγη γὰρ ἰδὼν στίλβοντα τὰ λάβδα‘. οὕτως καὶ Θεόπομπος. | |
2b,115,F403 | ——s. τετύχηκεν· οἷον συμβέβηκεν ..... τὸ μέντοι γεγράφηκεν παρὰ Θεοπόμπωι καὶ ἑτέροις βάρβαρον. | |
2b,115,F404 | PLUTARCH. Demosth. 17, 3—4: ἔπειτα πρεσβεύων καὶ διαλεγόμενος τοῖς Ἕλλησι καὶ παροξύνων συνέστησε πλὴν ὀλίγων ἅπαντας ἐπὶ τὸν Φίλιππον, ὥστε σύνταξιν γενέσθαι πεζῶν μὲν μυρίων καὶ πεντακισχιλίων, ἱππέων δὲ δισχιλίων, ἄνευ τῶν πολιτικῶν δυνάμεων, χρήματα δὲ καὶ μισθοὺς εἰσφέρεσθαι τοῖς ξένοις προθύμως. | |
5 | ὅτε καί φησι Θεόφραστος, ἀξιούντων τῶν συμμάχων ὁρισθῆναι τὰς εἰσφοράς, εἰπεῖν Κρωβύλον τὸν δημαγωγόν, ὡς οὐ τεταγμένα σιτεῖται πόλεμος. | |
2b,115,F405 | SCHOL. APOLL. RHOD. IV 1187: Θεόπομπος ἀμφιφορεῖς λέγεσθαί φησι τοὺς ὑπ’ ἐνίων μετρητάς· Λυσανίας δέ φησι τὸν ἀμφιφορέα ὑπὸ Ἀθηναίων ἀμφορέα καλεῖσθαι. | |
2b,115,F406 | SCHOL. ARISTOPH. Wesp. 525: ἔθος δὲ ἦν, ὁπότε μέλλοι ἡ τράπεζα αἴρεσθαι, ἀγαθοῦ δαίμονος ἐπιρροφεῖν, ὡς Θεόπομπός φησιν. ὁ δὲ Ἀπολλόδωρος (244 F 215) .... | |
2b,115,F407 | STEPH. BYZ. s. Χαιρώνεια· ... κέκληται ἀπὸ Χαίρωνος ..... τοῦτον δὲ μυθολογοῦσιν Ἀπόλλωνος καὶ Θηροῦς, ὡς Ἑλλάνικος ἐν β Ἱερειῶν Ἥρας (4 F 81) ** «Ἀθηναῖοι καὶ 〈οἱ〉 μετ’ αὐτῶν ἐπὶ τοὺς ὀρχομενί‐ ζοντας τῶν Βοιωτῶν ἐπερχόμενοι καὶ Χαιρώνειαν πόλιν Ὀρχο‐ | |
5 | μενίων εἷλον.» | |
2b,115,F408a | SUID. s. λοπάς· παρὰ Συρακουσίοις τὸ τήγανον· παρὰ δὲ Θεο‐ πόμπωι ἡ σορός, καὶ παρὰ τοῖς κωμικοῖς. | |
2b,115,F408b | PHOT. s. λοπάδα· τὴν † θεόν. | |
Θεόπομπος. | 616 in vol. 2B | |
2b,115,F409 | SUID. s. παρ’ οὐδὲν θέμενος· τοῦτο ἀντὶ τοῦ καταφρονήσας, παρα‐ λογισάμενος. «τὰς σπονδὰς πατήσας καὶ τοὺς ὅρκους παρ’ οὐδὲν θέμενος Ἀλέξανδρος Πελοπίδαν καθείρξας ἐφρούρει.» | |
2b,115,F410 | FULGENT. Myth. I 3 p. 19, 1 Helm: nam et Teopompus in Cipriaco carmine et Hellanicus in Dios Politia (4 F 90) quam descripsit ait Iunonem ab Iove vinctam catenis aureis et degravatam incudibus ferreis. | |
2b,115,F411 | NATAL. COM. Mythol. VII 12: memoriae prodidit Nymphodorus libro III Historiarum et Theopompus libro XVII Gorgones dictas fuisse a nonnullis non squamosarum anguium spiris capita habuisse implicita, sed ipsa capita fuisse draconum squamosorum, dentesque in morem aprorum habuisse ac | |
5 | oculum singulas, manus ferreas, alasque quibus volarent. | |
3b,115,F412 | NATAL. COM. Myth. 9, 3 p. 948 ed. Genev.: scriptum fuit a Theopompo libro septimo Rerum Philippicarum, Chimaeram non sagittis fuisse transfixam, sed hasta petitam fuisse, quae plumbum haberet in summa parte collo‐ catum. quam partem hastae cum Bellerophon in os Chimaerae intrusisset, plumbum | |
5 | igne colliquefactum in ventrem Chimaerae defluxit et illi combussit omnia intestina, | |
quare mortua est. | 617 in vol. 2B |