TLG 0566 001 :: THEOPOMPUS :: Testimonia THEOPOMPUS Hist. Testimonia Source: FGrH #115. : 2B:526–536; 3B:742 addenda. Citation: Volume-Jacoby#-T — fragment — (line) | ||
2b,115,T1 | SUID. s. Θεόπομπος Χῖος ῥήτωρ· υἱὸς Δαμασιστράτου· γεγονὼς τοῖς χρόνοις κατὰ τὴν ἀναρχίαν Ἀθηναίων, ἐπὶ τῆς ἐνενηκοστῆς τρίτης ὀλυμπιάδος, ὅτε καὶ Ἔφορος (70 T 1). Ἰσοκράτους ἀκουστὴς ἅμα Ἐφόρωι (T 5). ἔγραψεν Ἐπιτομὴν τῶν Ἡροδότου Ἱστοριῶν ἐν βι‐ | |
5 | βλίοις β· Φιλιππικὰ ἐν βιβλίοις οβ· Ἑλληνικὰς Ἱστορίας—ἕπονται δὲ ταῖς Θουκυδίδου καὶ Ξενοφῶντος, καί εἰσιν ἐν βιβλίοις ια, ἔχουσαι τὰ ἀπὸ τοῦ Πελοποννησιακοῦ πολέμου—· καὶ λοιπά· [ἔγραψε καὶ ἕτερα πλεῖστα]. | |
---|---|---|
2b,115,T2 | PHOT. Bibl. 176 p. 120 b 19: (F 103) ἔστι δὲ Θεόπομπος Χῖος μὲν τὸ γένος, υἱὸς Δαμοστράτου. φυγεῖν δὲ λέγεται τῆς πατρίδος ἅμα τῶι πατρί, ἐπὶ λακωνισμῶι τοῦ πατρὸς ἁλόντος, ἀνασωθῆναι δὲ τῆι | |
πατρίδι τελευτήσαντος αὐτῶι τοῦ πατρός, τὴν [δὲ] κάθοδον Ἀλεξάνδρου | 526 in vol. 2B | |
5 | τοῦ Μακεδόνων βασιλέως δι’ ἐπιστολῶν τῶν πρὸς τοὺς Χίους καταπραξα‐ μένου ἐτῶν δὲ εἶναι τότε τὸν Θεόπομπον ε καὶ μ. μετὰ δὲ τὸν Ἀλεξάνδρου θάνατον πανταχόθεν ἐκπεσόντα (T 8) εἰς Αἴγυπτον ἀφι‐ κέσθαι, Πτολεμαῖον δὲ τὸν ταύτης βασιλέα οὐ προσίεσθαι τὸν ἄνδρα, ἀλλὰ καὶ ὡς πολυπράγμονα ἀνελεῖν ἐθελῆσαι, εἰ μή τινες τῶν φίλων παραιτησά‐ | |
10 | μενοι διεσώσαντο. | |
2b,115,T3a | PHOT. Bibl. 176 p. 120 b 30: συνακμάσαι δὲ λέγει αὐτὸς ἑαυ‐ τὸν Ἰσοκράτει ... καὶ Θεοδέκτηι ... καὶ Ναυκράτει κτλ. (s. F 25). | |
2b,115,T3b | CORNEL. NEP. VII 11, 1: Theopompus, post (sc. Alcibiadem) ali‐ quanto natus (F 288). | |
2b,115,T4 | ATHEN. X 2 p. 412 B: ὁ Χῖος ῥήτωρ Καύκαλος (38), ὁ Θεο‐ πόμπου τοῦ ἱστοριογράφου ἀδελφός. | |
2b,115,T5a | PHOT. Bibl. 176 p. 121 a 23: φασὶ δὲ αὐτόν τε καὶ Ἔφορον Ἰσοκράτους γενέσθαι μαθητάς. δῆλον δὲ τοῦτο ποιοῦσι καὶ οἱ λόγοι· πολὺ γὰρ ἐν τοῖς Θεοπόμπου ἡ κατὰ μίμησιν ἰδέα τῶν παρ’ Ἰσοκράτει, εἰ καὶ λείπεται τῆς κατὰ τὴν ἐργασίαν ἀκριβείας κτλ. | |
2b,115,T5b | SUID. s. Δημοσθένης· ..... συνεφιλολόγησε δὲ Αἰσίωνι τῶι Ἀθηναίωι καὶ Θεοπόμπωι τῶι Χίωι φιλοσόφωι. | |
2b,115,T6a | SUID. s. Θεοδέκτης Ἀριστάνδρου Φασηλίτης ἐκ Λυκίας· ῥήτωρ, τραπεὶς δὲ ἐπὶ τραγωιδίας .... οὗτος καὶ ὁ Ἐρυθραῖος Ναυκράτης καὶ Ἰσοκράτης ὁ ῥήτωρ ὁ Ἀπολλωνιάτης καὶ Θεόπομπος ἐπὶ τῆς ρϛ ὀλυμπιάδος εἶπον ἐπιτάφιον ἐπὶ Μαυσώλωι, Ἀρτεμισίας τῆς γυναικὸς αὐτοῦ | |
5 | προτρεψαμένης. καὶ ἐνίκησε μάλιστα εὐδοκιμήσας ἐν ἧι εἶπε τραγωιδίαι· ἄλλοι δέ φασι Θεόπομπον ἔχειν τὰ πρωτεῖα. SUID. s. Ἰσοκράτης Ἀμύκλα. | |
2b,115,T6b | GELL. X 18: (6) ad eas laudes decertandas venisse dicuntur viri nobiles ingenio atque lingua praestabili, Theopompus Theodectes Naucrates; sunt etiam qui Isocratem ipsum cum his certavisse memoriae mandaverint. sed eo certamine | |
5 | vicisse Theopompum iudicatum est. is fuit Isocratis discipulus. —— | |
2b,115,T7 | EPIST. SOCRAT. 30, 12 (Σπεύσιππος Φιλίππωι): πυνθάνομαι | |
δὲ καὶ Θεόπομπον παρ’ ὑμῖν μὲν εἶναι πάνυ ψυχρόν, περὶ δὲ Πλάτωνος βλασφημεῖν, καὶ ταῦτα ὥσπερ οὐ Πλάτωνος τὴν ἀρχὴν τῆς ἀρχῆς ἐπὶ Περδίκκαι κατασκευάσαντος .... ἵνα οὖν Θεόπομπος παύσηται τραχὺς ὤν, | 527 in vol. 2B | |
5 | κέλευσον Ἀντίπατρον (69 T 1) παραναγνῶναι τῶν Ἑλληνικῶν πράξεων αὐτῶι, καὶ γνώσεται Θεόπομπος δικαίως μὲν ὑπὸ πάντων ἐξαλειφόμενος, ἀδίκως δὲ τῆς παρὰ σοῦ χορηγίας τυγχάνων. | |
2b,115,T8 | SUID. s. Ἔφορος· φυγὰς δὲ γενόμενος ὁ Θεόπομπος ἱκέτης ἐγένετο τῆς Ἐφεσίας Ἀρτέμιδος· ἐπέστελλέ τε πολλὰ κατὰ Χίων Ἀλεξάνδρωι (F 251—254), καὶ μέντοι καὶ αὐτὸν Ἀλέξανδρον ἐγκωμιάσας (F 257) πολλά. λέγεται δὲ καὶ ψόγον αὐτοῦ γεγραφέναι, ὃς οὐ φέρεται. | |
2b,115,T9 | —s. Θεόκριτος Χῖος ῥήτωρ· ..... ἀντεπολιτεύσατο δὲ Θεοπόμπωι τῶι ἱστορικῶι. —STRAB. XIV 1, 35. | |
2b,115,T10 | PAUS. VI 18, 5: ὡς δέ οἱ (sc. Ἀναξιμένει 72 T 6) διαφορὰ ἐς Θεόπομπον ἐγεγόνει τὸν Δαμασιστράτου ...... | |
2b,115,T11 | ARISTEAS Epist. 313—315 (JOSEPH. AJ XII 111—112; SYMEON LOGOTH. Cram. An Par I 14): ὁ δὲ Δημήτριος μηδένα τολμῆσαι τῆς τῶν νόμων τούτων ἀναγραφῆς ἅψασθαι διὰ τὸ θείαν αὐτὴν εἶναι καὶ σεμνὴν ἔφασκεν, καὶ ὅτι βλαβεῖεν ἤδη τινὲς τούτοις ἐγχειρήσαντες ὑπὸ τοῦ θεοῦ, δηλῶν ὡς Θεόπομπός τε βουληθεὶς | |
5 | ἱστορῆσαί τι περὶ τούτων ἐταράχθη τὴν διάνοιαν πλείοσιν ἢ τριάκοντα ἡμέραις καὶ παρὰ τὰς ἀνέσεις ἐξιλάσκετο τὸν θεόν, ἐντεῦθεν αὐτῶι γενέσθαι τὴν παραφροσύνην ὑπονοῶν· οὐ μὴν ἀλλὰ καὶ ὄναρ εἶδεν ὅτι τοῦτ’ αὐτῶι συμβαίη περιεργαζομένωι τὰ θεῖα καὶ ταῦτ’ ἐκφέρειν εἰς κοινοὺς ἀνθρώπους θελήσαντι, καὶ ἀποσχόμενος κατέστη τὴν διάνοιαν. | |
2b,115,T12 | DIOD. IV 1, 3: ὁμοίως δὲ τούτωι (sc. Ἐφόρωι 70 T 8) Καλλι‐ σθένης (124 T 24) καὶ Θεόπομπος, κατὰ τὴν αὐτὴν ἡλικίαν γεγονότες, ἀπέστησαν τῶν παλαιῶν μύθων. | |
2b,115,T13 | —XIII 42, 5: τῶν δὲ συγγραφέων Θουκυδίδης μὲν τὴν ἱστορίαν κατέστροφε .... Ξενοφῶν δὲ καὶ Θεόπομπος ἀφ’ ὧν ἀπέλιπε Θουκυδίδης τὴν ἀρχὴν πεποίηνται· καὶ Ξενοφῶν μὲν περιέλαβε χρόνον ἐτῶν τεσσαράκοντα καὶ ὀκτώ, Θεόπομπος δὲ τὰς Ἑλληνικὰς πράξεις | |
5 | διελθὼν ἐπ’ ἔτη ἑπτακαίδεκα καταλήγει τὴν ἱστορίαν εἰς τὴν περὶ Κνίδον ναυμαχίαν (a. 394) ἐν βύβλοις δώδεκα. | |
2b,115,T14 | —XIV 84, 7: Θεόπομπος δ’ ὁ Χῖος τὴν τῶν Ἑλλη‐ νικῶν σύνταξιν κατέστροφεν εἰς τοῦτον τὸν ἐνιαυτὸν καὶ εἰς τὴν περὶ Κνίδον ναυμαχίαν, γράψας βύβλους δώδεκα. ὁ δὲ συγγραφεὺς οὗτος ἦρκται μὲν ἀπὸ τῆς περὶ Κυνὸς σῆμα ναυμαχίας, εἰς ἣν Θουκυδίδης | |
5 | κατέληξε 〈τὴν〉 πραγματείαν, ἔγραψε δὲ χρόνον ἐτῶν δεκαεπτά. | |
2b,115,T15 | MARCELLIN. vit. Thuc. 45: ἀπέθανε δὲ (sc. Θουκυδίδης) μετὰ | |
τὸν πόλεμον τὸν Πελοποννησιακὸν .... συγγράφων τὰ πράγματα τοῦ εἰκοστοῦ καὶ πρώτου ἐνιαυτοῦ· .... τὰ δὲ τῶν ἄλλων ἓξ ἐτῶν πράγματα ἀναπληροῖ ὅ τε Θεόπομπος καὶ ὁ Ξενοφῶν, οἷς συνάπτει τὴν Ἑλληνικὴν | 528 in vol. 2B | |
5 | ἱστορίαν. | |
2b,115,T16 | ——43: ὅτι δὲ οὐδὲ Ξενοφῶντός ἐστιν ὁ χαρακτὴρ μόνον οὐχὶ βοᾶι ....... οὐ μὴν οὐδὲ Θεοπόμπου, καθά τινες ἠξίωσαν. | |
2b,115,T17 | DIOD. XVI 3, 8: τῶν δὲ συγγραφέων Θεόπομπος ὁ Χῖος τὴν ἀρχὴν τῶν Περὶ Φίλιππον ἱστοριῶν ἐντεῦθεν ποιησάμενος γέγραφεν βύβλους ὀκτὼ πρὸς ταῖς πεντήκοντα, ἐξ ὧν πέντε διαφωνοῦσιν. | |
2b,115,T18 | PHOT. Bibl. 176 p. 120 a 6: ἀνεγνώσθησαν Θεοπόμπου λόγοι ἱστορικοί. ν δὲ καὶ γ εἰσὶν οἱ σωζόμενοι αὐτοῦ τῶν ἱστορικῶν λόγοι· διαπεπτωκέναι δὲ καὶ τῶν παλαιῶν τινὲς ἔφησαν τήν τε ἕκτην καὶ ἑβ‐ δόμην, καὶ δὴ καὶ τὴν 〈ἑνδεκάτην καὶ τὴν〉 ἐνάτην καὶ εἰκοστὴν καὶ τὴν | |
5 | τριακοστήν. ἀλλὰ ταύτας μὲν οὐδ’ ἡμεῖς εἴδομεν· Μηνοφάνης δέ τις τὰ περὶ Θεόπομπον διεξιὼν (ἀρχαῖος δὲ καὶ οὐκ εὐκαταφρόνητος ὁ ἀνήρ) καὶ τὴν δωδεκάτην συνδιαπεπτωκέναι λέγει· καίτοι αὐτὴν ἡμεῖς ταῖς ἄλλαις συνανέγνωμεν (F 103). | |
2b,115,T19 | POLYB. VIII 10, 7—13, 8: ἐγὼ δ’ οὔτε λοιδορεῖν ψευδῶς φημι δεῖν τοὺς μονάρχους οὐδ’ ἐγκωμιάζειν, ὃ πολλοῖς ἤδη συμβέβηκεν ...... (11, 1) μάλιστα δ’ ἄν τις ἐπιτιμήσειε περὶ τοῦτο τὸ μέρος Θεοπόμπωι, ὅς γε ἐν ἀρχῆι τῆς Φιλίππου συντάξεως (F 27) ............. (12, 1) | |
5 | ταύτην δὲ τήν τε πικρίαν καὶ τὴν ἀθυρογλωττίαν τοῦ συγγραφέως τίς οὐκ ἂν ἀποδοκιμάσειεν; οὐ γὰρ μόνον ὅτι μαχόμενα λέγει πρὸς τὴν αὑτοῦ πρόθεσιν ἄξιός ἐστιν ἐπιτιμήσεως, ἀλλὰ καὶ διότι κατέψευσται τοῦ τε βασιλέως καὶ τῶν φίλων, καὶ μάλιστα διότι τὸ ψεῦδος αἰσχρῶς καὶ ἀπρε‐ πῶς διατέθειται. ....... (13, 2) λοιπὸν ἢ περὶ τὴν ἀρχὴν καὶ προέκθεσιν | |
10 | τῆς πραγματείας ἀνάγκη ψεύστην καὶ κόλακα φαίνεσθαι τὸν ἱστοριογράφον ἢ περὶ τὰς κατὰ μέρος ἀποφάσεις ἀνόητον καὶ μειρακιώδη τελείως, εἰ διὰ τῆς ἀλόγου καὶ ἐπικλήτου λοιδορίας ὑπέλαβε πιστότερος μὲν αὐτὸς φανή‐ σεσθαι, παρ〈αδ〉οχῆς δὲ μᾶλλον ἀξιωθήσεσθαι τὰς ἐγκωμιαστικὰς ἀπο‐ φάσεις αὐτοῦ περὶ Φιλίππου. | |
15 | (3) καὶ μὴν οὐδὲ περὶ τὰς ὁλοσχερεῖς διαλήψεις οὐδεὶς ἂν εὐδοκήσειε | |
τῶι προειρημένωι συγγραφεῖ, ὅς γ’ ἐπιβαλόμενος γράφειν τὰς Ἑλληνικὰς πράξεις ἀφ’ ὧν Θουκυδίδης ἀπέλιπεν καὶ συνεγγίσας τοῖς Λευκτρικοῖς καιροῖς καὶ τοῖς ἐπιφανεστάτοις τῶν Ἑλληνικῶν ἔργων, τὴν μὲν Ἑλλάδα μεταξὺ καὶ τὰς ταύτης ἐπιβολὰς ἀπέρριψε, μεταλαβὼν δὲ τὴν ὑπόθεσιν | 529 in vol. 2B | |
20 | τὰς Φιλίππου πράξεις προύθετο γράφειν. (4) καίτοι γε πολλῶι σεμνό‐ τερον ἦν καὶ δικαιότερον ἐν τῆι περὶ τῆς Ἑλλάδος ὑποθέσει τὰ πεπραγμένα Φιλίππωι συμπεριλαβεῖν ἤπερ ἐν τῆι Φιλίππου τὰ τῆς Ἑλλάδος .......... (6) εἰ μὴ νὴ Δί’ ὅτι ἐκείνης μὲν τῆς ὑποθέσεως τέλος ἦν τὸ καλόν, τῆς δὲ κατὰ Φίλιππον τὸ συμφέρον ....... | |
2b,115,T20a | DION. HAL. ad Pomp. 6 (II 244, 11 UR): Θεόπομπος δ’ ὁ Χῖος ἐπιφανέστατος πάντων 〈τῶν〉 Ἰσοκράτους μαθητῶν γενόμενος καὶ πολλοὺς μὲν πανηγυρικούς, πολλοὺς δὲ συμβουλευτικοὺς συνταξάμενος λόγους (T 48) ἐπιστολάς τε τὰς Χιακὰς ἐπιγραφομένας (F 251 ff.) καὶ ὑποθήκας | |
5 | ἄλλας λόγου ἀξίας, ἱστορίαν πεπραγματευμένος (2) ἄξιος ἐπαινεῖσθαι πρῶτον μὲν τῆς ὑποθέσεως τῶν ἱστοριῶν (καλαὶ γὰρ ἀμφότεραι, ἡ μὲν τὰ λοιπὰ τοῦ Πελοποννησιακοῦ πολέμου περιέχουσα, ἡ δὲ τὰ Φιλίππωι πεπραγμένα), ἔπειτα τῆς οἰκονομίας (ἀμφότεραι γάρ εἰσιν εὐπαρακολούθητοι καὶ σαφεῖς), μάλιστα δὲ τῆς ἐπιμελείας τε καὶ φιλοπονίας τῆς κατὰ τὴν συγγραφήν. | |
10 | δῆλος γάρ ἐστιν, εἰ καὶ † μηδὲν ἔγραψε, πλείστην μὲν παρασκευὴν εἰς ταῦτα παρεσκευασμένος, μεγίστας δὲ δαπάνας εἰς τὴν συναγωγὴν αὐτῶν τετελεκώς (F 28), (3) καὶ πρὸς τούτοις πολλῶν μὲν αὐτόπτης γεγενημένος, πολλοῖς δ’ εἰς ὁμιλίαν ἐλθὼν ἀνδράσι τοῖς τότε πρωτεύουσι καὶ στρατηγοῖς δημαγωγοῖς τε καὶ φιλοσόφοις διὰ τὴν συγγραφήν. οὐ γὰρ ὥσπερ τινὲς | |
15 | πάρεργον τοῦ βίου τὴν ἀναγραφὴν τῆς ἱστορίας ἐποιήσατο, ἔργον δὲ τὸ πάντων ἀναγκαιότατον. γνοίη δ’ ἄν τις αὐτοῦ τὸν πόνον ἐνθυμηθεὶς τὸ πολύμορφον τῆς γραφῆς. (4) καὶ γὰρ ἐθνῶν εἴρηκεν οἰκισμοὺς καὶ πόλεων κτίσεις ἐπελήλυθε, βασιλέων τε βίους καὶ τρόπων ἰδιώματα δεδήλωκε, καὶ εἴ τι θαυμαστὸν ἢ παράδοξον ἑκάστη γῆ καὶ θάλασσα φέρει, συμπεριείληφεν | |
20 | [ἐν] τῆι πραγματείαι. καὶ μηδεὶς ὑπολάβηι ψυχαγωγίαν ταῦτ’ εἶναι μόνον —οὐ γὰρ οὕτως ἔχει—ἀλλὰ πᾶσαν ὡς ἔπος εἰπεῖν ὠφέλειαν περιέχει. (5) ἵνα δὲ πάντ’ ἀφῶ τἆλλα, τίς οὐχ ὁμολογήσει τοῖς ἀσκοῦσι τὴν φιλόσοφον ῥητορικὴν ἀναγκαῖον εἶναι πολλὰ μὲν ἔθη καὶ βαρβάρων καὶ Ἑλλήνων | |
ἐκμαθεῖν, πολλοὺς δὲ νόμους ἀκοῦσαι πολιτειῶν τε σχήματα, καὶ βίους | 530 in vol. 2B | |
25 | ἀνδρῶν καὶ πράξεις καὶ τέλη καὶ τύχας; (6) τούτοις τοίνυν ἅπασαν ἀφθονίαν δέδωκεν οὐκ ἀπεσπασμένην τῶν πραγμάτων, ἀλλὰ συμπαροῦσαν. πάντα δὴ ταῦτα ζηλωτὰ τοῦ συγγραφέως· καὶ ἔτι πρὸς τούτοις ὅσα φιλοσοφεῖ παρ’ ὅλην τὴν 〈συγγραφὴν περὶ〉 δικαιοσύνης καὶ εὐσεβείας καὶ τῶν ἄλλων ἀρετῶν πολλοὺς καὶ καλοὺς διεξερχόμενος λόγους. (7) τελευταῖόν | |
30 | ἐστι τῶν ἔργων αὐτοῦ καὶ χαρακτηρικώτατον, ὃ παρ’ οὐδενὶ τῶν ἄλλων συγγραφέων οὕτως ἀκριβῶς ἐξείργασται καὶ δυνατῶς οὔτε τῶν πρεσβυτέρων οὔτε τῶν νεωτέρων. τί δὲ τοῦτο ἐστί; τὸ καθ’ ἑκάστην πρᾶξιν μὴ μόνον τὰ φανερὰ τοῖς πολλοῖς ὁρᾶν καὶ λέγειν, ἀλλ’ ἐξετάζειν καὶ τὰς ἀφανεῖς αἰτίας τῶν πράξεων καὶ τῶν πραξάντων αὐτὰς καὶ τὰ πάθη | |
35 | τῆς ψυχῆς, ἃ μὴ ῥάιδια τοῖς πολλοῖς εἰδέναι, καὶ πάντα ἐκκαλύπτειν τὰ μυστήρια τῆς τε δοκούσης ἀρετῆς καὶ τῆς ἀγνοουμένης κακίας. (8) καί μοι δοκεῖ πως ὁ μυθευόμενος ἐν Ἅιδου τῶν ψυχῶν 〈τῶν〉 ἀπολυθεισῶν τοῦ σώματος ἐξετασμὸς ἐπὶ τῶν ἐκεῖ δικαστῶν 〈οὐχ〉 οὕτως ἀκριβὴς εἶναι ὡς ὁ διὰ τῆς Θεοπόμπου γραφῆς γιγνόμενος. διὸ καὶ βάσκανος ἔδοξεν εἶναι, | |
40 | προσλαμβάνων τοῖς ἀναγκαίοις τινὰ ὀνειδισμοῖς κατὰ τῶν ἐνδόξων προσώπων οὐκ ἀναγκαῖα πράγματα (T 25), ὅμοιόν τι ποιῶν τοῖς ἰατροῖς, οἳ τέμνουσι καὶ καίουσι τὰ διεφθαρμένα τοῦ σώματος ἕως βάθους τὰ καυτήρια καὶ τὰς τομὰς φέροντες, οὐδὲν τῶν ὑγιαινόντων καὶ κατὰ φύσιν ἐχόντων στοχαζόμενοι. τοιοῦτος μὲν δή τις ὁ πραγματικὸς Θεοπόμπου χαρακτήρ. | |
45 | (9) ὁ δὲ λεκτικὸς Ἰσοκράτει μάλιστα ἔοικε· καθαρά τε γὰρ ἡ λέξις καὶ κοινὴ καὶ σαφής, ὑψηλή τε καὶ μεγαλοπρεπὴς καὶ τὸ πομπικὸν ἔχουσα πολύ, συγκειμένη τε κατὰ τὴν μέσην ἁρμονίαν, ἡδέως καὶ μαλακῶς ῥέουσα. διαλλάττει δὲ τῆς Ἰσοκρατείου κατὰ τὴν πικρότητα καὶ τὸν τόνον ἐπ’ ἐνίων, ὅταν ἐπιτρέψηι τοῖς πάθεσι, μάλιστα δ’ ὅταν ὀνειδίζηι πόλεσιν ἢ στρατη‐ | |
2b,115,T20a(50) | γοῖς πονηρὰ βουλεύματα καὶ πράξεις ἀδίκους—(10) πολὺς γὰρ ἐν τούτοις—, καὶ τῆς Δημοσθένους δεινότητος οὐδὲ κατὰ μικρὸν διαφέρει, ὡς ἐξ ἄλλων πολλῶν ἄν τις ἴδοι κἀκ τῶν Χιακῶν ἐπιστολῶν, ἃς τῶι 〈συμφύτωι〉 πνεύματι ἐπιτρέψας γέγραφεν. εἰ δ’ ὑπερεῖδεν ἐν τούτοις | |
ἐφ’ οἷς μάλιστα δὴ ἐσπούδακε τῆς τε συμπλοκῆς τῶν φωνηέντων γραμμάτων | 531 in vol. 2B | |
55 | (T 38) καὶ τῆς κυκλικῆς εὐρυθμίας τῶν περιόδων (T 37) καὶ τῆς ὁμοει‐ δείας τῶν σχηματισμῶν, πολὺ ἀμείνων ἂν ἦν αὐτὸς ἑαυτοῦ κατὰ τὴν φράσιν. (11) ἔστι δὲ ἃ καὶ κατὰ τὸν πραγματικὸν τόπον ἁμαρτάνει, καὶ μάλιστα κατὰ τὰς παρεμβολάς (T 30; 31)· οὔτε γὰρ ἀναγκαῖαί τινες αὐτῶν οὔτ’ ἐν καιρῶι γενόμεναι, πολὺ δὲ τὸ παιδιῶδες ἐμφαίνουσαι· | |
60 | ἐν αἷς ἐστι καὶ τὰ περὶ Σιληνοῦ τοῦ φανέντος ἐν Μακεδονίαι (F 74) καὶ τὰ περὶ τοῦ δράκοντος τοῦ διαναυμαχήσαντος πρὸς τὴν τριήρη (F 296) καὶ ἄλλα τούτοις οὐκ ὀλίγα ὅμοια. | |
2b,115,T20b | DION. HAL. De Isae. 19: οὐ δὴ δεῖν ὠιόμην Ἰσοκράτους ἐν ἅπασι πάντων τούτων ὑπερ‐ έχοντος λόγον τινὰ ποιεῖσθαι περὶ ἐκείνων οὐδέ γε περὶ τῶν συμβιω‐ σάντων Ἰσοκράτει καὶ τὸν χαρακτῆρα τῆς ἑρμηνείας ἐκείνου ἐκμιμησαμένων | |
5 | οὐθενός, Θεοδέκτου λέγω καὶ Θεοπόμπου καὶ Ναυκράτους Ἐφόρου τε (70 T 24 a) καὶ Φιλίσκου καὶ Κηφισοδώρου καὶ ἄλλων συχνῶν. οὐδὲ γὰρ ἐκεῖνοι κρίνεσθαι πρὸς τὴν Ἰσοκράτους δύναμίν εἰσιν ἐπιτήδειοι. | |
2b,115,T21 | QUINTILIAN. Inst. X 1, 74: Theopompus his (sc. Herodoto et Thucydidi) proximus ut in historia praedictis minor, ita oratori magis similis, ut qui, antequam est ad hoc opus sollicitatus, diu fuerit orator. | |
2b,115,T22 | FRONTO epp. II 6 p. 31 N: hunc (sc. Theopompum) audio aput Graecos disertissimum natum esse. | |
2b,115,T23 | HERMOG. π. ἰδ. II 12 p. 412, 1 R: περὶ δὲ Θεοπόμπου καὶ Ἐφόρου (70 T 26) καὶ Ἑλλανίκου (4 T 15) καὶ Φιλίστου (III) καὶ τῶν ὁμοίων τούτοις περιττὸν ἔδοξεν εἶναί μοι γράφειν κτλ. | |
2b,115,T24 | PHILOSTRAT. Vit. Soph. I 17, 4: ἐλλογιμώτατος (sc. τῶν Ἰσο‐ κράτους μαθητῶν) Ὑπερείδης ὁ ῥήτωρ· Θεόπομπον γὰρ τὸν ἐκ τῆς Χίου καὶ τὸν Κυμαῖον Ἔφορον (70 T 27) οὔτ’ ἂν διαβάλοιμι οὔτ’ ἂν θαυμάσαιμι. | |
2b,115,T25a | LUKIAN. πῶς δεῖ ἱστ. 59: Θεοπόμπωι ... φιλαπεχθημόνως κατηγοροῦντι τῶν πλείστων καὶ διατριβὴν ποιουμένωι τὸ πρᾶγμα, ὡς κατηγορεῖν μᾶλλον ἢ ἱστορεῖν τὰ πεπραγμένα. | |
2b,115,T25b | CIC. ad Att. II 6, 2: itaque ἀνέκδοτα, quae tibi uni legamus, Theopompio genere aut etiam asperiore multo pangentur. | |
2b,115,T26a | CIC. De legg. I 5: quippe quom in illa (sc. historia) 〈omnia〉 ad veritatem, Quinte, referantur, in hoc (sc. poemate) ad delectationem | |
pleraque; quamquam et apud Herodotum, patrem historiae, et apud Theopompum sunt innumerabiles fabulae. | 532 in vol. 2B | |
2b,115,T26b | AELIAN. VH III 18: ἐμοὶ δὲ δεινὸς εἶναι δοκεῖ μυθολόγος καὶ ἐν τούτοις (F 75) καὶ ἐν ἄλλοις δέ. | |
2b,115,T27 | PORPHYR. bei EUSEB. PE X 3 p. 464 CD: οὐ γὰρ ἔγνως ὅτι καὶ τὸν Θεόπομπον ... κατείληφε τουτὶ τὸ πάθος (sc. τὸ κλέπτειν) ......... (F 102) πραγμάτων δ’ ὑφαίρεσιν πεποίηται μεταθεὶς τὰ ἐπ’ ἄλλων ἄλλοις, ἵνα καὶ ψεύστης ἁλῶι τοῦτον τὸν τρόπον (F 70; 21). | |
3b,115,T27 | PORPHYR. bei EUSEB. P.E. 10, 3, 4: add. (23) ... Πολ‐ λίωνος δὲ ἐπιστολὴ πρὸς Σωτηρίδαν περὶ τῆς Κτησίου κλοπῆς· τοῦ δ’ αὐτοῦ καὶ περὶ τῆς Ἡροδότου κλοπῆς ἐστι βιβλίον· καὶ ἐν τῶι ἐπιγραφομένωι Ἰχνευταὶ πολλὰ περὶ Θεοπόμπου λέγεται. Ἀρητάδου τέ ἐστι Περὶ συνεμπτώ‐ | |
5 | σεως πραγματεία, ἐξ ὧν τοιαῦτα πολλὰ ἔστι γνῶναι. | |
2b,115,T28a | ATHEN. III 29 p. 85 A: Θεοπόμπου τοῦ Χίου, ἀνδρὸς φιλαλήθους καὶ πολλὰ χρήματα καταναλώσαντος εἰς τὴν περὶ τῆς ἱστορίας ἐξέτασιν ἀκριβῆ (F 181) ....... | |
2b,115,T28b | SUID. s. Ἔφορος (70 T 28 a): ὁ δὲ Θεόπομπος τὸ ἦθος πικρὸς καὶ κακοήθης, τῆι δὲ φράσει πολὺς καὶ συνεχὴς καὶ φορᾶς μεστός, φιλαλήθης ἐν οἷς ἔγραψεν. | |
2b,115,T29 | POLYB. XXXVIII 6: (verteidigung seiner dispositionsweise) διὸ καὶ τῶν ἀρχαίων συγγραφέων οἱ λογιώτατοι δοκοῦσί μοι προσαναπεπαῦσθαι τῶι τρόπωι τούτωι, τινὲς μὲν μυθικαῖς καὶ διηγηματικαῖς κεχρημένοι παρεκβάσεσι, τινὲς δὲ καὶ πραγματικαῖς, ὥστε μὴ μόνον ἐν αὐτοῖς τοῖς κατὰ τὴν Ἑλλάδα τόποις ποιεῖσθαι | |
5 | τὰς μεταβάσεις, ἀλλὰ καὶ τῶν ἐκτὸς περιλαμβάνειν (F 28) ...... ἐξ ὧν κεχρημένους μὲν ἅπαντας εὕροι τις ἂν τῶι τοιούτωι χειρισμῶι, κεχρημένους γε μὴν ἀτάκτως, ἡμᾶς δὲ τεταγμένως. ἐκεῖνοι μὲν γὰρ μνησθέντες πῶς Βάρδυλλις ... καὶ Κερσοβλέπτης ...... κατεκτήσαντο τὰς δυναστείας, οὐκέτι προστιθέασι τὸ συνεχὲς οὐδ’ ἀνατρέχουσιν ἐπὶ τἀκόλουθον ἐκ διαστήματος, ἀλλὰ καθάπερ ἐν ποιήματι χρησάμενοι πάλιν | |
10 | ἐπανάγουσιν ἐπὶ τὰς ἐξ ἀρχῆς ὑποθέσεις. | |
2b,115,T30 | THEON Prog. 4 (II 80, 27 Sp.): παραιτητέον δὲ καὶ τὸ παρεκ‐ βάσεις ἐπεμβάλλεσθαι μεταξὺ διηγήσεως μακράς. οὐ γὰρ ἁπλῶς χρὴ πᾶσαν παραιτεῖσθαι, καθάπερ ὁ Φίλιστος (III)—ἀναπαύει γὰρ τὴν διάνοιαν τῶν ἀκροατῶν—, ἀλλὰ τὴν τηλικαύτην τὸ μῆκος, ἥτις ἀπαλλοτριοῖ τὴν | |
5 | διάνοιαν τῶν ἀκροωμένων, ὥστε δεῖσθαι πάλιν ὑπομνήσεως τῶν προει‐ ρημένων, ὡς Θεόπομπος ἐν ταῖς Φιλιππικαῖς· δύο γάρ που καὶ τρεῖς καὶ πλείους ἱστορίας ὅλας κατὰ παρέκβασιν εὑρίσκομεν, ἐν αἷς οὐχ ὅπως Φιλίππου, ἀλλ’ οὐδὲ Μακεδόνος τινὸς ὄνομά ἐστιν. | |
2b,115,T31 | PHOT. Bibl. 176 p. 121 a 35: πλείσταις μὲν οὖν παρεκβάσεσι παντοδαπῆς ἱστορίας τοὺς ἱστορικοὺς αὑτοῦ λόγους Θεόπομπος παρατείνει. διὸ καὶ Φίλιππος ὁ πρὸς Ῥωμαίους πολεμήσας ἐξελὼν ταύτας καὶ τὰς Φιλίππου συνταξάμενος πράξεις, αἳ σκοπός εἰσι Θεοπόμπωι, εἰς | |
5 | ιϛ βίβλους μόνας, μηδὲν παρ’ ἑαυτοῦ προσθεὶς ἢ ἀφελὼν πλήν, ὡς εἴρηται, τῶν παρεκτροπῶν, τὰς πάσας ἀπήρτισε. | |
2b,115,T32 | POLYB. XII 25 f 6: τὸ δ’ αὐτὸ συμβαίνει καὶ Θεοπόμπωι καὶ μάλιστα | |
Τιμαίωι (III). | 533 in vol. 2B | |
2b,115,T33 | PLUTARCH. Praec. rei publ. ger. 6 p. 803 B: ἐπὶ δὲ τῶν Ἐφόρου (70 T 21) καὶ Θεοπόμπου καὶ Ἀναξιμένους (72 T 15) ῥητορειῶν καὶ περιόδων, ἃς περαίνουσιν ἐξοπλίσαντες τὰ στρατεύματα καὶ παρατά‐ ξαντες, ἔστιν εἰπεῖν· ‘οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλασ‘. | |
2b,115,T34 | PHOT. Bibl. 176 p. 121 a 41: Δοῦρις μὲν οὖν ὁ Σάμιος ἐν τῆι πρώτηι τῶν αὐτοῦ Ἱστοριῶν (76 F 1) οὕτως φησίν· ‘Ἔφορος (70 T 22) δὲ καὶ Θεόπομπος τῶν γενομένων πλεῖστον ἀπελείφθησαν· οὔτε γὰρ μιμήσεως μετέλαβον οὐδεμιᾶς οὔτε ἡδονῆς ἐν τῶι φράσαι, αὐτοῦ δὲ τοῦ | |
5 | γράφειν μόνον ἐπεμελήθησαν‘. | |
2b,115,T36 | CIC. Brut. 66: nam ut horum (sc. Philisti et Thucydidis) concisis sententiis, interdum etiam non satis apertis cum brevitate tum nimio acumine, officit Theopompus elatione atque altitudine orationis suae ....... | |
2b,115,T37 | —Or. 207: ergo in aliis, id est in historia et in eo quod appellamus ἐπιδεικτικόν, placet omnia dici Isocrateo Theopompeoque more illa circumscriptione ambituque, ut tamquam in orbe inclusa currat oratio, quoad insistat in singulis perfectis absolutisque sententiis. | |
2b,115,T38 | —Or. 151: in quo quidam etiam Theopompum reprehendunt, quod eas litteras (d. h. die vocalium concursio) tanto opere fugerit, etsi idem magister eius Isocrates fecerat. | |
2b,115,T39 | —De or. III 36: exsultantem verborum audacia | |
2b,115,T40 | —Hortens. fr. 18 Us.: quid .... Philisto brevius aut Theo‐ pompo acrius aut Ephoro mitius inveniri potest? | |
2b,115,T41 | ANON. π. ὕψ. 31, 1: ταύτηι καὶ τὸ τοῦ Θεοπόμπου καινὸν ἐπαινετόν· διὰ τὸ ἀνάλογον ἐμοί γε σημαντικώτατα ἔχειν δοκεῖ· ὅπερ ὁ Κεκίλιος οὐκ οἶδ’ ὅπως καταμέμφεται. ‘δεινὸς ὤν‘, φησίν, ‘ὁ Φίλιππος ἀναγκοφαγῆσαι 〈τὰ〉 πράγματα (F 262)‘. ἔστιν ἄρ’ ὁ ἰδιωτισμὸς ἐνίοτε | |
5 | τοῦ κόσμου παρὰ πολὺ ἐμφανιστικώτερον· ἐπιγινώσκεται γὰρ αὐτόθεν ἐκ τοῦ κοινοῦ βίου, τὸ δὲ σύνηθες ἤδη πιστότερον. οὐκοῦν ἐπὶ τοῦ τὰ αἰσχρὰ καὶ ῥυπαρὰ τλημόνως καὶ μεθ’ ἡδονῆς ἕνεκα πλεονεξίας καρτεροῦντος τὸ ‘ἀναγκοφαγεῖν τὰ πράγματα‘ ἐναργέστατα παρείληπται. | |
2b,115,T42 | ——43, 1: δεινὴ δ’ αἰσχῦναι τὰ μεγέθη καὶ ἡ μικρότης τῶν ὀνομάτων ...... (2) ὁμοίως καὶ ὁ Θεόπομπος ὑπερφυῶς σκευάσας τὴν τοῦ Πέρσου κατάβασιν ἐπ’ Αἴγυπτον ὀνοματίοις τισὶ τὰ ὅλα διέβαλεν | |
(F 263) ..... ἐκ τῶν ὑψηλοτέρων εἰς τὰ ταπεινότερα ἀποδιδράσκει, | 534 in vol. 2B | |
5 | δέον ποιήσασθαι τὴν αὔξησιν ἔμπαλιν. ἀλλὰ τῆι θαυμαστῆι τῆς ὅλης παρασκευῆς ἀγγελίαι παραμίξας τοὺς θυλάκους καὶ τὰ ἀρτύματα καὶ τὰ σακκία μαγειρείου τινὰ φαντασίαν ἐποίησεν. | |
2b,115,T43 | DEMETR. π. ἑρμ. 240: καὶ τὰ περὶ τῆς δεινότητος δὲ δῆλα .... καὶ γὰρ πράγματά τινα ἐξ ἑαυτῶν ἐστι δεινά, ὥστε τοὺς λέγοντας αὐτὰ δεινοὺς δοκεῖν, κἂν μὴ δεινῶς λέγωσιν, καθάπερ ὁ Θεόπομπος (F 290) .... ταῦτα πάντα δεινὰ ὄντα καίτοι ἀσθενῶς εἰπὼν δεινὸς δοκεῖ. | |
2b,115,T44 | ——247: τὰ δὲ ἀντίθετα καὶ παρόμοια ἐν ταῖς περιόδοις φευκτέον· ὄγκον γὰρ ποιοῦσιν, οὐ δεινότητα, πολλαχοῦ δὲ καὶ ψυχρότητα ἀντὶ δεινότητος, οἷον ὡς ὁ Θεόπομπος κατὰ τῶν ἑταίρων τῶν Φιλίππου λέγων ἔλυσεν τῆι ἀντιθέσει τὴν δεινότητα, ‘ἀνδροφόνοι δὲ τὴν φύσιν ὄντεσ‘, | |
5 | λέγων ‘ἀνδρόπορνοι τὸν τρόπον ἦσαν (F 225 c)‘· τῆι γὰρ περισσοτεχνίαι, μᾶλλον δὲ κακοτεχνίαι προσέχων ὁ ἀκροατὴς ἔξω γίνεται θυμοῦ παντός. | |
2b,115,T45 | DION CHRYS. XVIII 10 (II 253 v. Arn.): τῶν δὲ ἄκρων Θουκυ‐ δίδης ἐμοὶ δοκεῖ καὶ τῶν δευτέρων Θεόπομπος· καὶ γὰρ ῥητορικόν τι περὶ τὴν ἀπαγγελίαν τῶν λόγων ἔχει, καὶ οὐκ ἀδύνατος οὐδὲ ὀλίγωρος περὶ τὴν ἑρμηνείαν, καὶ τὸ ῥάιθυμον περὶ τὰς λέξεις οὐχ οὕτω φαῦλον | |
5 | ὥστε σε λυπῆσαι. | |
2b,115,T46 | POLLUX IV 93: ἀλλ’ οὐδὲν Θεοπόμπωι σταθμητὸν εἰς ἑρμη‐ νείας κρίσιν. | |
2b,115,T47 | POLYB. XII 4a 2: Θεοπόμπου μὲν κατηγορεῖ (sc. Τίμαιος). | |
2b,115,T48 | BÜCHERLISTE VON RHODOS c. 100 a. Chr. (Maiuri Nuova Silloge epigr. Florenz 1925 no. 11 col. I 13—27): | Θ[εοπόμπ]ου Λακωνι‐ κός, ἕν· | [Κοριν]θ[ια]κός, ἕν· | [Μαύσσω]λος, ἕν· | [Ὀλυμ]πικός, ἐν· | [Φί‐ λιπ]πος, ἕν· | [Ἀλεξάνδ]ρ̣ου (?) ἐγκώμιον, ἕν· | Περὶ ..κω...η..., ἕν· | | |
5 | ...ρ.ο..........ου, ἕν· | Πρὸς Εὐαγόραν ....... (?), [ἕν ]· | Ἐπι‐ | |
στο[λὴ] πρὸς——, ἕν· | Συμβουλευ[ικὸς πρὸς] | Ἀλέξαν[δρον, —]· | Πανα‐ θηναικό[ς, ἕν]· | Καταδρομὴ τῆ[ς Πλάτωνος] | διατριβῆ[ς]. | Θεοπόμπου ἄλλου | Περὶ βασιλείας. | 535 in vol. 2B | |
2b,115,T50 | LISTEN D. GRIECH. PROFANSCHRIFTSTELLER C 51 (Rabe Rh. M. LXV 339): ἱστορικοὶ ι· Θουκυδίδης Ἡρόδοτος Ξενοφῶν Φίλιστος | |
Θεόπομπος Ἔφορος Ἀναξιμένης Καλλισθένης Ἑλλάνικος Πολύβιος. | 536 in vol. 2B |