TLG 0565 002 :: SORANUS :: De signis fracturarum SORANUS Med. De signis fracturarum Citation: Chapter — section — (line) | ||
t1 | ΣΩΡΑΝΟΥ ΠΕΡΙ ΣΗΜΕΙΩΝ ΚΑΤΑΓΜΑΤΩΝ | |
1.1 | [Ἐπὶ κρανίου.] Κάταγμά ἐστι διαίρεσις ὀστοῦ· κατ’ εἶδος δὲ ἐπὶ κρανίου τὸ μὲν ὠνόμασται ῥωγμή, τὸ δὲ ἐγκοπή, τὸ δὲ καμάρωσις, τὸ δὲ ἐγγείσωμα, τὸ δὲ ἐμπίεσμα, τὸ δὲ ἀποσκεπαρνισμός, ὡς δὲ ἔνιοι λέγουσιν, καὶ ἀπήχημα καὶ ἕλιγμα. | |
2.1 | Ῥωγμὴ μὲν οὖν ἐστιν ἁπλῆ ῥῆξις ὀστέου παραπλησία ταῖς ὁρωμέναις ἐπὶ τῶν ὑελῶν σκευαρίων, ἡ μὲν ἄγαν στενὴ καὶ τριχο‐ ειδής, ἡ δὲ ποσῶς πλατυτέρα, διαφέρουσα κατὰ μῆκος (ἐπεὶ ποτὲ μὲν κατὰ τῶν πλείστων ἐπιδιήκει μερῶν τοῦ κρανίου, ποτὲ δὲ ἐνδοτέρω | |
5 | ῥαφῆς ὁρίζεται) καὶ κατὰ βάθος (ἢ γὰρ ἐξ ἐπιπολῆς μόνης ῥήγνυσθαι 〈συμβαίνει〉 τὴν ἐπιφάνειαν ἢ μέχρι διπλόης ἢ μέχρι μηνίγγων). | |
---|---|---|
2.2 | καταλαμβάνεται δὲ προανεσταλμένων τῶν ὑποκειμένων τῇ ὄψει, στενοῦ δὲ ὄντος τοῦ τραύματος μηλώσει, λεπτῆς γὰρ μηλωτίδος ἐντεθείσης τραχύτης ὑποπεσεῖται. διακρίνεται δὲ τῆς ῥαφῆς τῷ εὐθυτενεστέραν μὲν εἶναι τὴν ῥωγμὴν νύττειν τε καὶ τραχύνειν ἐνιάκις τὰ ἐπικείμενα, | |
2.3 | σκολιωτέραν δὲ τὴν ῥαφὴν καὶ μηδέποτε τραχύνουσαν. τὴν δὲ ἄχρι μηνίγγων καταληπτέον ἐκ τῶν παρεπομένων μήνιγγι νυσσομένῃ καὶ φλεγμαινούσῃ καὶ διαπυϊσκούσῃ, τὴν γὰρ μηδὲν τούτων ἐπιφέρουσαν οὐδὲ καταλαμβάνειν εὔχρηστον, τότε γὰρ δεῖται τῆς ἀνασκευῆς, ὅταν | |
5 | ἐπιφέρῃ τι τῶν εἰρημένων. | |
3.1 | Ἐγκοπὴ δέ ἐστι ῥῆξις ὀστέου πλαγία γινομένη διὰ πρόσπτω‐ σιν ἐπάκμου σώματος. καὶ ταύτης δὲ παρὰ τὸ βάθος ἡ διαφορὰ παρα‐ πλησία τῇ ῥωγμῇ. | καταληπτὴ δὲ τῇ ὁράσει μέχρι τοῦ ποτε καὶ τὸν τῆς μήνιγγος ὁρᾶσθαι παλμόν. | |
4.1 | Καμάρωσις δέ ἐστιν δυεῖν ὀστέων ἀνάκλασις πρὸς ἄλληλα τὴν συνέρεισιν ποιησαμένων, ὅταν ἔπακμόν τι σφηνωθὲν μετὰ βίας ἀνασπασθῇ. καταλαμβάνει δὲ τοῦτο ὄψις. πρὸς δὲ τὴν σημείωσιν ὄγκος ὑποπεσεῖται μετὰ τραχύτητος. ἔσθ’ ὁπότε δὲ καὶ τῆς διπλόης | |
5 | σῳζομένης, καθ’ ὃ συνήρεικεν ἀλλήλοις τὰ χείλη, δι’ ἧς κενεμβατεῖ | |
καθιέμενον τὸ ἄκρον τῆς μηλωτίδος. | 155 | |
5.1 | Ἐγγείσωμα δέ ἐστιν ὀστέου ῥαγέντος ὑπὸ τὸ ἀντικείμενον ὑποδρομή, θλίψιν ἐπιφέρουσα μηνίγγων, ποτὲ μὲν κατὰ πᾶν ἀπολελυ‐ μένης τῆς κατὰ βάσιν συνεχείας, ποτὲ δὲ κατά τι μενούσης· | |
6.1 | Ἐμπίεσμα δὲ ῥῆξις ὀστέου πολυμερὴς μετὰ τοῦ ὑφιζηκέναι τὸ καταγὲν ὡς καὶ θλίψιν ἀποτελεῖν. καταλαμβάνει δὲ ἑκάτερον ὄψις καὶ μήλωσις, κοῖλον γὰρ ἑκάτερον μετὰ τῆς ἐν κύκλῳ τραχύτητος ὑποπίπτει καὶ συνεῖκον τὸ καταγὲν ὀστοῦν πάντως. | |
7.1 | Ἀποσκεπαρνισμὸς δὲ ὁλοτελὴς ὀστοῦ ἀποκοπὴ παράλοξος καθάπερ ἐπὶ τῶν σκεπάρνοις ἀποπελεκωμένων ξύλων· καὶ ἀποσύρματα λέγεται συναφαιρουμένης καὶ τῆς ἐπικειμένης σαρκός. | |
8.1 | Ἀπήχημα δέ ἐστιν κατ’ ἐνίους ἡ ἐκ τῶν ἀντικειμένων τοῖς πεπληγόσι μέρεσιν τοῦ κρανίου γενομένη ῥωγμὴ δίχα τραύματος τῶν ἐπικειμένων· | |
9.1 | Θλάσμα δὲ κατ’ ἐνίους τὸ ἐπὶ τῶν παιδίων τοῦ ὀστέου κοίλωμα, παραπλησίως τοῦ ἐπὶ τῶν δερματίνων ἢ μολυβίνων ληκύθων ἄνευ ῥήξεως. ὁ μέντοι Δημήτριος τοῦτο ἐμπίεσμα καλεῖ. | |
10.1 | Περὶ δὲ τοῖς ἄλλοις τόποις κατάγματα γίνεται τὰ μὲν σχιδακηδόν, ὅσα ἀπ’ εὐθείας σχίζεται, τὰ δὲ καυληδὸν ἢ ῥαφανηδὸν ἢ σικυηδόν, τὰ δὲ εἰς ὄνυχα ἢ καλαμηδὸν ὑπολόξως κατὰ πέρας εἰς ἄλληλα, ὥστε περιφέρειαν ἔπακμον | γίνεσθαι σχήματι ὄνυχος παρα‐ | |
5 | πλησίαν, τὰ δὲ κατὰ ἀπόθραυσιν ὡς πανταχόθεν ἀπολελυμένην ἔχειν τὴν συνέχειαν, τὰ δὲ ἀλφιτηδὸν καὶ καρυηδόν, ὅσα εἰς ἄραγμα πολυ‐ μερῶς εἰς λεπτὰ μέρη ῥήγνυται. | |
11.1 | Περὶ ῥινός. ῥινὸς μὲν οὖν καταγείσης σημείωσις γίνεται ἡ σκολίωσις, ἐνίοτε 〈δὲ〉 καὶ ἀποθραύεταί τι μέρος αὐτῆς καὶ διὰ τῶν δακτύλων μετάγεται. τὴν δὲ ἄνευ πάσης διαστροφῆς ῥῆξιν διὰ μηλωτίδος καταλαμβάνομεν ἢ καὶ δακτύλων, ἐπινυσσομένων τῶν ἐπι‐ | |
5 | κειμένων. | |
12.1 | Περὶ γένυος. γένυς δὲ ῥαφανηδὸν μὲν πολλάκις, σχιδα‐ κηδὸν δὲ ὀλιγάκις κατάγνυται, ποτὲ δὲ καὶ κατὰ θραῦσιν ἀδιάστροφος μένει ἢ διαστρέφεται συννεύουσα ἢ παραλλάσσουσα ἄνω ἢ κάτω, ἔσω ἢ ἔξω περιτρεπομένη. σημειωτέον δὲ τὸ ἐπὶ ταύτης κάταγμα τῇ | |
5 | ὑπεροχῇ καὶ τῇ κοιλότητι καὶ τῇ διαστροφῇ τῇ πρός τι τῶν εἰρημένων μερῶν, ὥστε μὴ κεῖσθαι τοὺς ὀδόντας αὑτοῖς καταλλήλως, καὶ τῷ πρὸς | |
12.2 | τὴν διὰ τῶν δακτύλων κίνησιν ψόφον γίνεσθαι καὶ νυγμόν. ἐν δὲ τῇ συννεύσει τὴν ὑπεροχὴν ἐν τῇ εὐρυχωρίᾳ τοῦ στόματος εὑρίσκομεν. | |
γινομένης δὲ περιοχῆς ἢ κοιλότητος κἀν ταῖς ἐξαρθρήσεσι διακριτέον τὸ πρὸς τοῖς κορωνοῖς ῥαφανηδὸν γινόμενον κάταγμα διὰ τοῦ κινεῖ‐ | 156 | |
5 | σθαι κατὰ τὴν διὰ τῶν δακτύλων παραγωγήν, τὸ ἐξάρθρημα δὲ ἀκίνη‐ τον εἶναι μέχρι τῆς διαστάσεως. | |
13.1 | Περὶ κλειδός. κλειδὸς δὲ καταγείσης σχιδακηδὸν μὲν πλατυ‐ τέραν αὐτῆς τὴν θέσιν ὁρῶμεν, πρός τε τὴν ἐπέρεισιν τῶν δακτύλων ἐντυποῦται τὸ δέρμα εἰς παραμήκη κοιλότητα καὶ προσεπινύττεται· ῥαφανηδὸν δέ, πρὸς τὴν ἐπέρεισιν τῶν δα|κτύλων κινούμενον ὑπο‐ | |
5 | πίπτει τὸ ὀστοῦν καὶ πρὸς τὴν παραγωγὴν διὰ τῆς ψαύσεως τρίζει, ὁ δὲ θώραξ φαίνεται στενότερος περιτροπῆς γενομένης, ὁρᾶται δὲ καὶ διαστροφὴ καὶ ὄγκος καὶ κοιλότης· εἰς ὄνυχα δέ, τὸ ἄκρον τοῦ κατά‐ γματος στεγνότερον ὑποπίπτει καὶ σκόλοπι παραπλησίως νύσσει τὸ σύγκριμα· ἀλφιτηδὸν δέ, πολλάκις καὶ ἀνωμαλία τοῖς δακτύλοις ὑπο‐ | |
10 | πίπτει. | |
14.1 | Περὶ ὠμοπλάτης. τῆς ὠμοπλάτης τὸ μὲν τραπεζῶδες, εἰ καὶ σπανίως, ῥήγνυται καὶ ἐμπιεζεῖται, | |
15.1 | Περὶ ῥάχεως. —ἡ δὲ ῥάχις θραύεται. καταλαμβάνεται δὲ τραύματος μὲν γενομένου διὰ τῆς ὄψεως, χωρὶς δὲ τραύματος ἡ μὲν ἁπλῆ ῥῆξις διὰ τῆς πρὸς τοὺς δακτύλους ὑποπιπτούσης ἀνωμαλίας σὺν τῷ τοπικῷ πόνῳ, τὸ δὲ ἐμπίεσμα διὰ τῆς κοιλότητος καὶ ἀλγήματος | |
5 | νυγματώδους καὶ νάρκης τοῦ παρακειμένου βραχίονος καὶ εἴξεως καὶ ψόφου. | |
16.1 | Περὶ στέρνου. στέρνου δὲ ἡ μεσότης μὲν διαιρεῖται καὶ ἐμπιεζεῖται, τὸ δὲ ἄκρον ἀποθραύεται. τὴν μὲν οὖν ῥῆξιν σημειωτέον διὰ τῆς πρὸς τοὺς δακτύλους | ἀνωμαλίας καὶ τοῦ ψόφου, ἐμπίεσμα 〈δὲ〉 διὰ τῆς κοιλότητος καὶ τῆς συνείξεως, ἑπομένης δυσπνοίας καὶ | |
5 | βηχὸς καὶ νύξεως, ποτὲ δὲ καὶ αἵματος ἀναγωγῆς. | |
17.1 | Περὶ πλευρᾶς. πλευρᾶς δὲ καταγείσης ἀνωμαλία πρὸς τοὺς δακτύλους ὑποπεσεῖται καὶ ψόφος καὶ διαστροφὴ καὶ ὡς ἐπὶ τὸ πλεῖστον εἰς τὸ ἔνδον ἀπόνευσις ἄλγημά τε νυγματῶδες μετὰ δυσπνοίας καὶ βηχός, ἐνιάκις δὲ καὶ ἀναγωγῆς αἵματος. | |
18.1 | Περὶ ἰσχίων. τὰ δὲ τῶν ἰσχίων ὀστᾶ κατὰ πέρας θραύεται καὶ κατὰ τὴν μεσότητα παρὰ μῆκος ῥήγνυται καὶ ἐμπιεζεῖται νυγμα‐ τώδεις πόνους ἀποτελοῦντα καὶ τοῦ παρακειμένου σκέλους νάρκαν. μετακτέον οὖν τὴν ἐπὶ τῆς ὠμοπλάτης σημείωσιν, ὡσαύτως δὲ κἀπὶ | |
5 | τῶν τῆς ἥβης ὀστῶν. | 157 |
19.1 | Περὶ βραχίονος καὶ μηροῦ. βραχίονος δὲ καταγέντος ἢ μηροῦ διαστροφὴ γίνεται πρὸς τοὺς τέσσαρας τόπους, πλεοναζόντως δὲ ἐπὶ μηροῦ γίνεται πρὸς τὸν ἔμπροσθεν 〈καὶ πρὸς τὸν ἔξω〉, καὶ γὰρ εἰς τούτους φυσικῶς γεγαύσωται. παρέπεται δὲ ὄγκος εἰς ὃ δια‐ | |
5 | στρέφεται, κοιλότης δὲ ἐξ οὗ μετάγεται, κίνησις δὲ πρὸς τὴν διὰ τῶν χειρῶν παραγωγὴν καὶ ψόφος καὶ συναίρεσις τοῦ μήκους, | |
20.1 | Περὶ πήχεος καὶ κνήμης. —τῶν δὲ τοῦ πήχεος ὀστῶν καὶ τῶν τῆς κνήμης ἑκατέρων μὲν καταγέντων τὰ ὅμοια τοῖς ἐπὶ βραχίονος καὶ μηροῦ. τοῦ δὲ ἑτέρου τῶν ὀστῶν ἡ διαστροφὴ μὲν ἥττων, παραλλάττει δὲ εἰς δύο τόπους, τὸν ἔμπροσθεν καὶ τὸν ὀπίσω, | |
5 | καὶ εἰ μὲν ὁ πῆχυς ἔπαθεν, τὸν ἔσω, εἰ δὲ κερκίς, τὸν ἔξω, καὶ εἰ μὲν ἡ κνήμη, καὶ τὸν ὀπίσω, εἰ δὲ ἡ περόνη, καὶ τὸν ἔμπροσθεν. | |
21.1 | Περὶ ἐπιγονατίδος. ἐπιγονατίδος δὲ καταγείσης κίνησις ὑποπίπτει τῆς κατ’ αὐτὴν συνεχείας καὶ κοιλότης καὶ ψόφος. | | |
22.1 | Περὶ καρποῦ καὶ μετακαρπίου καὶ σκυταλίδων καὶ ταρσοῦ καὶ δακτύλων. τὰ δὲ τοῦ καρποῦ καὶ μετακαρπίου καὶ σκυταλίδων καὶ ταρσοῦ καὶ δακτύλων ἁπάντων ὀστᾶ καταγνύμενα κινεῖται καὶ ψοφεῖ, παραπλησίως δὲ καὶ τὸ κυβοειδές. | |
23.1 | Περὶ ἀστραγάλου. ἀστράγαλος δὲ οὐ κατάγνυται διὰ τὸ περιέχεσθαι περόνῃ καὶ κυβοειδεῖ, διὰ δὲ τὴν αὐτὴν αἰτίαν οὔτε τοῦ ὠτὸς οὔτε τοῦ τραχήλου ὁ σπόνδυλος, κέκρυπται γὰρ τῇ κοιλότητι. | |
24.1 | Κοινῶς δὲ ἐπὶ πάντων σημειωτέον κίνδυνον, ὅπου μετὰ τραύματος καὶ μετ’ ἐκπορπήσεως τῶν καταγέντων ὀστῶν γέγονεν ἡ πεῖσις, ἐπινύσσεται δὲ κύρια μέρη καὶ συμπάθεια παρακολουθεῖ καὶ μελασμοὶ καὶ ἀφωνίαι καὶ καταψύξεις. καὶ 〈τὰ〉 εἰς τὰ παρὰ τοῖς | |
5 | ἄρθροις δὲ γινόμενα τῶν κατὰ μέσα τὰ κῶλα χαλεπώτερα σημειωτέον, οὐ γὰρ ἐξ ἴσου δέχεται τὴν ἐπίδεσιν. καὶ περὶ καταγμάτων ἀπόχρη | |
τοσαῦτα. | 158 |