TLG 0565 001 :: SORANUS :: Gynaeciorum libri iv

SORANUS Med.
(Ephesius: A.D. 1–2)

Gynaeciorum libri iv

Source: Ilberg, J. (ed.), Sorani Gynaeciorum libri iv, de signis fracturarum, de fasciis, vita Hippocratis secundum Soranum [Corpus medicorum Graecorum, vol. 4] Leipzig: Teubner, 1927: 3–152.

Citation: Book — chapter — section — (line)

1

t

1

〈ΣΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Α〉

1

.

1

t

Εἰς πόσους καὶ τίνας λόγους τμητέον τὴν τῶν γυναικείων
παράδοσι
ν.

1

.

1

.

1

Ἐπεὶ πρὸς τὸ τῶν ἀποδοθησομένων εὐαπόκριτον ἡ τῆς πρα‐ γματείας συμβάλλεται προδιαίρεσις, εὔχρηστον εἰς μέρη καὶ λόγους αὐτὴν διαιροῦντα προκαταγράψαι. τινὲς μὲν οὖν εἰς δύο μέρη τέμνου‐ σιν αὐτήν, εἴς τε τὸ θεωρητικὸν καὶ τὸ πρακτικόν * * * τὸ δὲ πρακτι‐

1

.

1

.

2

κὸν τὸ μὲν ὑγιεινὸν λέγουσι, τὸ δὲ θεραπευτικόν. καὶ οἱ μὲν εἰς τὸ περὶ τῶν κατὰ φύσιν καὶ τῶν παρὰ φύσιν, οἱ δὲ εἰς τὸ φυσιολογικὸν καὶ παθολογικὸν καὶ θεραπευτικόν. ἡμεῖς δὲ τὴν πραγματείαν εἰς δύο λόγους τέμνομεν, εἴς τε τὸν περὶ τῆς μαίας καὶ τὸν περὶ τῶν
5ὑποπιπτόντων τῇ μαίᾳ.

1

.

2

.

1

τούτων δὲ κατὰ τὸ ὑποβεβηκὸς τὸν μὲν περὶ τῆς μαίας εἴς τε τὸν περὶ τῆς γενησομένης (ἐν ᾧ ζητοῦμεν, τίς ἐστιν ἡ ἐπιτηδείως ἔχουσα πρὸς τὸ γενέσθαι μαῖα) καὶ εἰς τὸν περὶ τῆς ἤδη γεγενημένης (ἐν ᾧ ζητοῦμεν, τίς ἀρίστη μαῖα)· τὸν δὲ περὶ τῶν | ὑποπιπτόντων τῇ
5μαίᾳ πάλιν εἴς τε τὸν περὶ τῶν κατὰ φύσιν καὶ εἰς τὸν περὶ τῶν παρὰ

1

.

2

.

2

φύσιν. ἐξ ὧν τὸν μὲν περὶ τῶν κατὰ φύσιν εἴς τε τὸν φυσικόν (ἐν ᾧ σκεπτόμεθα περὶ σπέρματος καὶ ζῳογονίας) καὶ εἰς τὸν ὑγιεινὸν
ἅμα καὶ μαιωτικόν (ἐν ᾧ συνειληφυίας καὶ ἀποτεκούσης ἐπιμέλειαν διδάσκομεν συναποδιδόντες καὶ τὸν περὶ παιδοτροφίας λόγον)· τὸν δὲ3
5περὶ τῶν παρὰ φύσιν εἴς 〈τε〉 τὸν περὶ τῶν ὑπαγομένων τῇ διαίτῃ παθῶν (ἐν ᾧ καὶ περὶ ἐποχῆς ἐμμήνων καὶ στραγγῆς καθάρσεως καὶ πνιγὸς ὑστερικῆς καὶ τῶν ὁμοίων παθῶν ἐπιζητοῦμεν) καὶ εἰς τὸν περὶ τῶν χειρουργίαις καὶ φαρμακείαις (δι’ οὗ σκεπτόμεθα περὶ δυστοκίας καὶ

1

.

2

.

3

προπτώσεως ὑστέρας καὶ τῶν ἐμφερῶν). τὸν μὲν οὖν φυσικὸν ἄχρη‐ στον ὄντα πρὸς τὸ τέλος, φερέκοσμον δὲ πρὸς χρηστομάθειαν, κεχω‐ ρίκαμεν ἐντεῦθεν, μόνον πρὸς τὸ παρὸν ἐχόμενοι τῶν ἀναγκαίων. πρὸ δὲ τῶν ἄλλων ἐροῦμεν πρῶτον τὸν περὶ τῆς μαίας, εἶτα τὸν ὑγιεινόν,
5εἶτα τὸν περὶ τῶν παρὰ φύσιν· στιβαρώτερος γὰρ οὗτος καὶ μετὰ ποικιλίας δυσχερέστερος, διὸ καὶ τελευταῖος ὀφείλει παραδίδοσθαι.
6

1

.

3

t

Τίς ἐστιν ἐπιτήδειος πρὸς τὸ γενέσθαι μαῖα.

1

.

3

.

1

Εὔχρηστος μὲν ὁ λόγος πρὸς τὸ μὴ διὰ κενῆς πονεῖν καὶ τὰς ἀνεπιτηδείους διδάξαι προσδεχομένως. ἐπιτήδειος δέ ἐστιν ἡ γραμμά‐ των ἐντός, ἀγχίνους, μνήμων, φιλόπονος, κόσμιος καὶ κατὰ τὸ κοινὸν ἀπαρεμπόδιστος ταῖς αἰσθήσεσιν, ἀρτιμελής, εὔτονος, ὡς δ’ ἔνιοι λέ‐
5γουσιν καὶ μακροὺς καὶ λεπτοὺς ἔχουσα καὶ τοὺς τῶν χειρῶν δακτύ‐

1

.

3

.

2

λους καὶ | ὑπεσταλκότας ταῖς ῥαξὶν τοὺς ὄνυχας. γραμμάτων μὲν ἐντός [εἶναι], ἵνα καὶ διὰ θεωρίας τὴν τέχνην ἰσχύσῃ παραλαβεῖν· ἀγχίνους δὲ πρὸς τὸ ῥᾳδίως τοῖς λεγομένοις καὶ γινομένοις παρακολουθεῖν· μνήμων δέ, ἵνα καὶ τῶν παραδιδομένων ἀποκρατῇ μαθημάτων (μάθη‐

1

.

3

.

3

σις γὰρ ἐκ μνήμης γίνεται [καὶ] καταλήψεως)· φιλόπονος δὲ πρὸς τὸ ἐπιμένειν τοῖς συμβεβηκόσι (δεῖ γὰρ ἀνδρώδους τληπαθείας τῇ βουλο‐ μένῃ τοσοῦτον μάθημα παραλαβεῖν)· κόσμιος δὲ διὰ τὸ μέλλειν οἰκίας πιστεύεσθαι καὶ μυστήρια βίου, καὶ ὅτι ταῖς φαύλαις τὸ ἦθος εἰς τὸ

1

.

3

.

4

ἐπιβουλεύειν ἐφόδιόν ἐστι τὸ δοκεῖν ἰατρικὰς ἔχειν κατηχήσεις· ἀπαρ‐ εμπόδιστος δὲ ταῖς αἰσθήσεσιν, ἐπεὶ τὰ μὲν ὁρᾶν δεῖ, τῶν δὲ ἐξ ἀνακρίσεως ἀκούειν, τὰ δὲ διὰ τῆς ἁφῆς καταλαμβάνειν· ἀρτιμελὴς δὲ πρὸς τὸ τῆς ἐν τοῖς ἔργοις ὑπηρεσίας ἀπαρεμπόδιστος εἶναι· εὔτονος
5δέ, διὰ γὰρ τῆς ἐν τῷ περιοδεύειν κακοπαθείας δισσὴν τὴν πρᾶξιν

1

.

3

.

5

παραλαμβάνει· μακροὺς δὲ καὶ λεπτοὺς ἔχουσα τοὺς δακτύλους καὶ ὑπεσταλκότας τοὺς ὄνυχας, εἰς τὸ τῆς ἐν βάθει φλεγμονῆς ἀσκυλτό‐ τερον ἅπτεσθαι. τοῦτο μέντοι γε καὶ δι’ αὐτῆς ἐπιτυγχάνεται τῆς ἐν τοῖς ἔργοις σπουδαιοτέρας τριβῆς καὶ συγγυμνασίας.4
4

1

.

4

t

Τίς ἀρίστη μαῖα.

1

.

4

.

1

Τὰ συμπληροῦντα τὴν ἀρίστην μαῖαν εἰπεῖν ἀναγκαῖον, ἵνα αἱ μὲν ἄρισται γινώσκωσιν ἑαυτάς, αἱ δὲ ἀρτιμαθεῖς ὡς εἰς ἀρχετύπους ταύτας ἀποβλέπωσιν, ὁ βίος δὲ παρὰ τὰς χρείας εἰδῇ, τίνας δεῖ μετα‐

1

.

4

.

2

καλεῖσθαι. κατὰ τὸ κοινὸν μὲν οὖν τελείαν φαμὲν τὴν μόνον τοῦ τέλους τῆς ἰατρικῆς ἐπιτυγ|χάνουσαν, ἀρίστην δὲ τὴν προσειληφυῖάν τι καὶ πρὸς ταῖς προστασίαις ἐν τοῖς θεωρήμασιν πολύπειρον. μερικώ‐ τερον δὲ λέγομεν ἀρίστην μαῖαν τὴν γεγυμνασμένην ἐν πᾶσι τοῖς
5μέρεσιν τῆς θεραπείας (τὰ μὲν γὰρ διαιτῆσαι δεῖ, τὰ δὲ χειρουργῆσαι, τὰ δὲ φαρμάκοις διορθώσασθαι) καὶ τὰ ὑγιεινὰ παραγγέλματα δοῦναι δυναμένην καὶ τὸ κοινὸν καὶ τὸ προσεχὲς ἰδεῖν καὶ τὸ συμφέρον ἐκ τούτου λαμβάνουσαν καὶ μήτ’ ἀπὸ τῶν αἰτίων μήτ’ ἀπὸ τῆς πλει‐

1

.

4

.

3

στάκις τηρήσεως τῶν καθόλου συμ〈βαινόν〉των ἤ τινος τούτων· εἶτα κατὰ μέρος οὐ παρατυπουμένην ἐν ταῖς τῶν συμπτωμάτων μεταβολαῖς, παρηγοροῦσαν δὲ κατὰ τὴν πρὸς τὸ πάθος ἀκολουθίαν, ἀτάραχον, ἀκατάπληκτον ἐν τοῖς κινδύνοις, δεξιῶς τὸν περὶ τῶν βοηθημάτων
5λόγον ἀποδιδόναι δυναμένην, παραμυθίαν ταῖς καμνούσαις πορίζουσαν, συμπάσχουσαν καὶ οὐ πάντως προτετοκυῖαν, ὡς ἔνιοι λέγουσιν, ἵνα συνειδήσει τῶν ἀλγημάτων ταῖς τικτούσαις συμπαθῇ, 〈οὐ〉 μᾶλλον γὰρ

1

.

4

.

4

〈τοῦτο〉 τετοκυίας· εὔτονον δὲ διὰ τὰς ὑπουργίας καὶ οὐ πάντως νέαν, ὥς φασίν τινες, καὶ γὰρ νέα τις ἄτονος καὶ οὐ νέα τοὐναντίον εὔτονος· σώφρονα δὲ καὶ νήφουσαν ἀεὶ διὰ τὸ ἄδηλον τῶν πρὸς τὰς κινδυνευούσας μετακλήσεων· ἥσυχον δὲ ἔχουσαν θυμὸν ὡς πολλῶν τῶν
5ἐν τῷ βίῳ μυστηρίων μετέχειν μέλλουσαν· ἀφιλάργυρον ὡς μὴ διὰ μισθὸν κακῶς δοῦναι φθόριον· ἀδεισιδαίμονα χάριν τοῦ μὴ δι’ ὄνειρον ἢ διὰ κληδόνας ἢ σύνηθές τι μυστήριον καὶ βιωτικὴν θρῃσκείαν ὑπερ‐

1

.

4

.

5

ιδεῖν τὸ συμφέρον. ἐπιτηδευέτω δὲ καὶ τὴν τῶν χειρῶν τρυφερίαν, φυλαττομένη καὶ τὰς σκληρύνειν δυναμένας ἐριουργίας, διὰ χρισμάτων δὲ προσκατακτωμένη τὸ ἁπαλόν, εἰ | μὴ πάρεστιν φυσικῶς, καὶ τοῦτο. τοιαύτην μὲν εἶναι δεῖ τὴν ἀρίστην μαῖαν.5

1

.

5

.

1

ἐπειδὴ δὲ μεταβαίνειν ἐπὶ τὸν γυναικεῖον ὑγιεινὸν λόγον μέλ‐ λομεν, δεήσει πρῶτον τὴν φύσιν τῶν γυναικείων διηγήσασθαι τόπων. ἐξ ὧν τὰ μὲν αὐτόθεν καταλαμβάνεται, τὰ δὲ ἐξ ἀνατομῆς. ἥτις 〈εἰ〉 καὶ ἄχρηστός ἐστιν, ὅμως ἐπεὶ παραλαμβάνεται [ἐκ] χρηστομαθείας
5ἕνεκα, διδάξομεν καὶ τὰ ἐκ ταύτης ἐπιγνωσθέντα. ῥᾳδίως τε γὰρ πιστευθησόμεθα λέγοντες ἄχρηστον τὴν ἀνατομήν, εἰ πρότερον αὐτὴν εἰδότες εὑρεθείημεν, καὶ οὐ παρέξομεν ὑπόνοιαν τοῦ δι’ ἄγνοιαν παραιτεῖσθαί τι τῶν ὑπειλημμένων εὐχρήστων.
8

1

.

6

t

Τίς φύσις μήτρας καὶ γυναικείου αἰδοίου.

1

.

6

.

1

Ἡ μήτρα καὶ ὑστέρα λέγεται καὶ δελφύς· μήτρα μὲν οὖν, ὅτι μήτηρ ἐστὶ πάντων τῶν ἐξ αὐτῆς γεννωμένων ἐμβρύων, ἢ ὅτι τὰς ἐχούσας αὐτὴν μητέρας ποιεῖ, κατὰ δέ τινας, ὅτι μέτρον ἔχει χρόνου πρὸς κάθαρσιν καὶ ἀπότεξιν· ὑστέρα δὲ διὰ τὸ ὕστερον ἀποδιδόναι
5τὰ ἑαυτῆς ἐνεργήματα, ἢ διὰ τὸ ἐσχάτην κεῖσθαι πάντων τῶν σπλάγχνων, εἰ καὶ μὴ πρὸς ἀκρίβειαν ἀλλὰ κατὰ πλάτος· δελφὺς δὲ διὰ τὸ ἀδελ‐ φῶν αὐτὴν εἶναι γεννητικήν.

1

.

7

.

1

κεῖται δὲ ἐν τῇ τῶν ἰσχίων εὐρυχωρίᾳ [ἐντὸς τοῦ | περιτοναίου] μεταξὺ κύστεως καὶ ἀπευθυσμένου ἐντέρου, τούτῳ μὲν ἐπικειμένη, τῇ κύστει δὲ ὑποκειμένη ποτὲ μὲν ὅλη, ποτὲ δὲ ἀπὸ μέρους διὰ τὸ κατὰ

1

.

7

.

2

μέγεθος ἐξαλλάσσεσθαι. ταῖς μὲν γὰρ νηπίαις μικροτέρα τῆς κύστεώς ἐστιν (διὸ καὶ ὅλη ταύτην ὑπελήλυθεν), ταῖς δὲ ἐν ἀκμῇ παρθένοις ἴση τῇ κύστει κατὰ τὰ ὑπερκείμενα, ταῖς δὲ προηλικεστέραις καὶ ἤδη
διακεκορευμέναις καὶ μᾶλλον 〈ταῖσ〉 προκεκυηκυίαις μείζων, ὥστε ταῖς6
5πλείσταις ἐν λήξει τοῦ κόλου προσαναπαύεσθαι, μᾶλλον δὲ ἐν τῷ κυοφορεῖν (ὡς καὶ τῇ ὁράσει καταλαμβάνειν ἔστιν) εἰς πολὺ διογκου‐ μένου τοῦ περιτοναίου καὶ τοῦ ἐπιγαστρίου ἐκ τοῦ τηλικοῦτον εἶναι

1

.

7

.

3

τὸ ἀποτικτόμενον μετὰ τῶν σὺν αὐτῷ χιτώνων καὶ ὑγρῶν. μετὰ δὲ τὴν ἀπότεξιν συστέλλεται μέν, ἀλλ’ ὥστε μεῖζον ἔχειν τὸ μέγεθος τοῦ πρὸ τῆς ἀποτέξεως. τότε γοῦν ἐστι μείζων τῆς κύστεως, οὐ κατ’ ἴσον

1

.

7

.

4

δὲ ὑπελήλυθεν αὐτήν· κατὰ μὲν γὰρ τὰ ἐμπρόσθια μέρη προπαλέστε‐ ρός ἐστιν ὁ τῆς κύστεως τράχηλος (ὡς ἂν τὴν οὐρήθραν πέρας ἔχων καὶ ὅλῳ τῷ γυναικείῳ παρατεινόμενος κόλπῳ), προανακεχώρηκεν δὲ ἀπὸ τῆς ὑστέρας· κατὰ δὲ τὰ ὄπισθεν ἀνωτέρω τοῦ τῆς κύστεως
5πυθμένος ὁ τῆς μήτρας ἐστὶν πυθμὴν κείμενος ὑπὸ τὸν ὀμφαλόν, ὥστε τῆς κύστεως τὴν μὲν εὐρυχωρίαν ἐπικεῖσθαι τῷ τραχήλῳ τῆς ὑστέρας, τὸν δὲ πυθμένα τῷ κύτει. |

1

.

8

.

1

συνέχεται δὲ λεπτοῖς ὑμέσιν ἡ μήτρα πρὸς μὲν τὰ ὑπερκεί‐ μενα τῇ κύστει, πρὸς δὲ τὰ ὑποκείμενα τῷ ἀπευθυσμένῳ, πρὸς δὲ τὰ πλάγια καὶ τὰ ἐξόπισθεν τοῖς ἐκπεφυκόσιν ἀπὸ τῶν ἰσχίων καὶ τοῦ

1

.

8

.

2

ἱεροῦ ὀστέου. τούτων γοῦν συνελκομένων μὲν διὰ φλεγμονὴν ἀνασπᾶ‐ ται καὶ παρεγκλίνεται, παριεμένων δὲ καὶ χαλωμένων προπίπτει, ζῷον μὲν οὐκ οὖσα (καθὼς ἐνίοις ἔδοξε), τοῖς ἄλλοις δὲ παραπλησίως αἴσθησιν ἁπτικὴν ἔχουσα καὶ διὰ τοῦτο συστελλομένη μὲν ὑπὸ τῶν
5ψυχόντων, χαλωμένη δὲ ὑπὸ τῶν ἀραιούντων.

1

.

9

.

1

σχῆμα δὲ μήτρας· οὐχ ὡς ἐπὶ τῶν ἀλόγων ζῴων ἑλικοειδής,
ἰατρικῇ δὲ σικύᾳ παραπλήσιος· ἀπὸ γὰρ περιφεροῦς καὶ πλατέος ἀρξαμένη τοῦ κατὰ τὸν πυθμένα πέρατος πρὸς λόγον ἐπὶ στενὸν συν‐7

1

.

9

.

2

άγεται τὸ στόμιον. κέκληται δ’ αὐτῆς τὸ μὲν πρῶτον καὶ προάγον μέρος στόμιον, τὸ δὲ μετὰ τοῦτο τράχηλος, τὸ δὲ ἑπόμενον αὐχήν, ἡ συνδρομὴ δὲ τούτων καυλός, τὰ δὲ ἑκατέρωθεν μετὰ τὴν στενό‐ τητα τοῦ τραχήλου πλατυνόμενα πρῶτα μέρη τῆς ὑστέρας ὦμοι, τὰ
5δὲ μετὰ ταῦτα πλευρά, τὸ δὲ ὕστατον πυθμήν, τὸ δὲ ὑποκείμενον βάσις, τὸ δ’ ὅλον χώρημα κύτος καὶ γάστρα καὶ κόλπος.

1

.

10

.

1

τὸ δὲ στόμιον κατὰ μέσον κεῖται τοῦ γυναικείου αἰδοίου, περισφίγγεται γὰρ ὁ τράχηλος ὑπὸ * * τῶν πτερυγωμάτων. τούτων δὲ ἀφέστηκε τὸ στόμιον ταῖς μὲν μᾶλλον, ταῖς δὲ ἧττον παρὰ τὰς ἡλι‐ κίας (ὡς ἐπὶ τὸ πολὺ δὲ ταῖς | ἤδη τελείαις πέντε ἢ ἓξ δακτύλους),
5προχειρότερον δὲ γίνεται κατὰ τὰς ἀποτέξεις ἐπεκτεινομένου τοῦ τρα‐

1

.

10

.

2

χήλου. διάφορον δὲ ἔχει καὶ τὸ μέγεθος, πλὴν ἐπί γε τῶν πλείστων ἐν τῷ κατὰ φύσιν τηλικοῦτόν ἐστιν ἡλίκον τὸ ἐκτὸς πέρας τῆς ἀκου‐ στικῆς εὐρυχωρίας. διίσταται δὲ κατά τινας καιρούς, καθάπερ ἐν τῇ ὀρέξει τῆς συνουσίας πρὸς παραδοχὴν τοῦ σπέρματος κἀν ταῖς καθάρ‐
5σεσιν πρὸς ἀπόκρισιν τοῦ αἵματος κἀν ταῖς συλλήψεσιν πρὸς λόγον τῆς τοῦ ἐμβρύου συναυξήσεως. ἐν δὲ τῇ ἀποτέξει καὶ πλεῖστον προσ‐

1

.

10

.

3

ανευρύνεται μέχρι τοῦ καὶ χεῖρας τελείων παραδέχεσθαι. κατὰ μέντοι τὴν φύσιν τρυφερόν ἐστιν καὶ σαρκῶδες ἐπὶ τῶν ἀδιακορεύτων, σομ‐ φότητι πνεύμονος ἢ τρυφερίᾳ γλώττης ἐοικός, ἐπὶ δὲ τῶν ἀποκεκυ‐ ηκυιῶν τυλωδέστερον γίνεται, κεφαλῇ πολύποδος ἢ ἄκρῳ βρόγχου,
5καθώς φησιν Ἡρόφιλος, ὅμοιον, τυλούμενον τῇ παρόδῳ τῶν ἀπο‐ κρινομένων καὶ ἀποτικτομένων.

1

.

11

.

1

ἡ δὲ ὅλη μήτρα κατὰ τὸ πλειστοδυναμοῦν ἐστιν νευρώδης. συγκέκριται γὰρ οὐκ ἐκ νεύρων μόνον, ἀλλὰ καὶ ἐκ φλεβῶν καὶ ἀρτη‐ ριῶν καὶ σαρκός· ἐξ ὧν τὰ νεῦρα μὲν ἀπὸ νωτιαίας μήνιγγος λαμ‐
βάνει τὴν καταρχήν, αἱ δὲ ἀρτηρίαι καὶ φλέβες ἀπὸ τῆς παρακειμένης8
5τῇ ῥάχει κοίλης φλεβὸς καὶ παχείας ἀρτηρίας. δύο μὲν γὰρ ἀποσχί‐ ζονται | φλέβες ἀπὸ τῆς κοίλης φλεβός, δύο δὲ ἀρτηρίαι ἀπὸ τῆς

1

.

11

.

2

παχείας ἀρτηρίας. ὧν ἀνὰ μία φλὲψ καὶ ἀρτηρία φέρονται πρὸς ἑκά‐ τερον νεφρόν, ἔπειτα πρὶν εἰς αὐτοὺς ἐμφυῆναι δισχιδεῖς γενόμεναι ταῖς μὲν δυσὶν ἐκφύσεσιν εἰς ἑκάτερον νεφρὸν ἐμφύονται, ταῖς δὲ δυσὶ τὴν ὑστέραν ἀναπλέκουσιν, ὥστε γίνεσθαι τεσσάρων εἰς αὐτὴν ἀγγείων
5ἔμφυσιν, δύο μὲν ἀρτηριῶν, δύο δὲ φλεβῶν. ἐκ τούτων δὲ καὶ εἰς ἑκάτερον τῶν διδύμων ἀνὰ μία 〈μὲν〉 φλέψ, ἀνὰ μία δὲ ἐμπέφυκεν ἀρτηρία.

1

.

12

.

1

προσπαραπεφύκασιν δὲ ἔξωθεν οἱ δίδυμοι σύνεγγυς τοῦ αὐχέ‐ νος παρ’ ἑκάτερον πλευρὸν ἀνὰ εἷς. καὶ εἰσὶν μὲν ψαφαροὶ καὶ ἀδε‐ νώδεις ἰδίῳ σκεπόμενοι ὑμένι, κατὰ σχῆμα δὲ οὐχ ὡς ἐπὶ τῶν ἀρρέ‐ νων ὑπομήκεις ὑπάρχουσιν, ὑπόσιμοι δὲ καὶ στρογγύλοι καὶ ἐπ’ ὀλίγον

1

.

12

.

2

πλατυνόμενοι κατὰ βάσιν. ὁ σπερματικὸς δὲ πόρος ἀπὸ τῆς ὑστέρας δι’ ἑκατέρου φέρεται διδύμου καὶ τοῖς πλευροῖς παραταθεὶς μέχρι τῆς κύστεως εἰς τὸν ταύτης ἐμφύεται τράχηλον. ἔνθεν δὲ δοκεῖ τὸ τοῦ θήλεος σπέρμα πρὸς ζῳογονίαν μὴ συλλαμβάνεσθαι τῷ εἰς τὸ ἐκτὸς

1

.

12

.

3

ἐκχεῖσθαι, περὶ οὗ διελάβομεν ἐν τῷ Περὶ σπέρματος λόγῳ. ἔνιοι δέ, καθὼς βούλεται καὶ †χιος, καὶ ἀνὰ ἕνα κρεμαστῆρά φασιν αὐτοῖς ἐμπεφυκέναι. καὶ ἡμεῖς δὲ τοῦτο | ἐπὶ τῆς αὐτοψίας ἱστορήκαμεν ἐπί τινος ἐντεροκηλικῆς γυναικός, ἐφ’ ἧς ἐν τῇ χειρουργίᾳ προέπιπτεν ὁ
5δίδυμος χαλασθέντων τῶν κατεχόντων αὐτὸν καὶ περιειληφότων ἀγ‐
γείων, σὺν οἷς καὶ ὁ κρεμαστὴρ ὑπεξέπεσεν.9

1

.

13

.

1

ἡ δὲ ὅλη μήτρα συνέστηκεν ἐκ δυοῖν χιτώνων ἐναντίως ἑαυ‐ τοῖς ἐσχηματισμένων ἐμφερῶς ταῖς τῶν χαρτῶν ἰσίν. ὁ μὲν οὖν ἔξωθεν νευρωδέστερός ἐστι καὶ λειότερος καὶ σκληρότερος καὶ λευκό‐ τερος, ὁ δὲ ἔσωθεν σαρκωδέστερος καὶ δασύτερος καὶ ἁπαλώτερος καὶ
5ἐνερευθέστερος, δι’ ὅλου μὲν καταπεπλεγμένος ἀγγείοις, πλείοσιν δὲ καὶ ἀξιολόγοις κατὰ τὸν πυθμένα καὶ τοῦ σπέρματος ἐκεῖ κολλωμένου καὶ

1

.

13

.

2

τῆς καθάρσεως ἐκεῖθεν φερομένης. οἱ μέντοι δύο χιτῶνες οὗτοι συν‐ έχονται πρὸς ἀλλήλους ὑμέσι λαγαροῖς καὶ νεύροις, ὥστε πολλάκις ἐπεκτεινομένων αὐτῶν προπίπτειν τὴν ὑστέραν, τοῦ μὲν νευρώδους χιτῶνος κατὰ χώραν μένοντος, τοῦ δὲ ἔσωθεν κατ’ ἐκτροπὴν προ‐
5πίπτοντος.

1

.

14

.

1

ἔτι κοινῶς ἐπὶ μὲν τῶν ἀτόκων ἡ μήτρα κατὰ τὸν πυθμένα στολίδας ἔχει δύο κατὰ τὸ πλεῖστον πιλοειδῶς ἐνδεδιπλωμένας, ἐπὶ

1

.

14

.

2

δὲ τῶν τετοκυιῶν ἐκτείνεται ὅλη καὶ περιφερὴς γίνεται. Διοκλῆς δὲ καὶ κοτυληδόνας καὶ πλεκτάνας καὶ κεραίας λεγομένας εἶναί φησιν ἐν τῇ εὐρυχωρίᾳ τῆς ὑστέρας, αἵτινες μαστοειδεῖς ἐκφύσεις ὑπάρχουσι πλατεῖαι μὲν κατὰ βάσιν, μείουροι δὲ κατὰ τὸ ἄκρον, ἑκατέρωθεν |
5κείμεναι τῶν πλευρῶν, προνοητικῶς ὑπὸ τῆς φύσεως γεγεννημέναι χάριν τοῦ τὸ ἔμβρυον προμελετᾶν τὰς θηλὰς τῶν μαστῶν ἐπισπᾶσθαι. καταψεύδονται δὲ τῆς ἀνατομῆς (οὐχ εὑρίσκονται γὰρ αἱ κοτυλη‐ δόνες), καὶ ἀφύσικός ἐστιν ὁ περὶ αὐτῶν εἰσαγόμενος λόγος, ὡς ἐν τοῖς Περὶ ζῳογονίας ὑπομνήμασιν ἀποδέδεικται.

1

.

15

.

1

τὴν μέντοι γε μήτραν οὐχ ὑποληπτέον κυριότητα πρὸς τὸ ζῆν ἔχειν· οὐ γὰρ προπίπτει μόνον, ἐπὶ ἐνίων δὲ καὶ ἀποκόπτεται δίχα τοῦ θάνατον αὐταῖς ἐπενεγκεῖν, ὡς ἱστόρηκεν Θεμίσων· ἐν Γαλατίᾳ δὲ τὰς ὗς εὐτροφωτέρας γίγνεσθαί φασι μετὰ τὴν ἐκτομὴν τῆς μήτρας.

1

.

15

.

2

πάσχουσα μέντοι πρὸς συμπάθειαν στόμαχον ἄγει καὶ μήνιγγας. ἔστι δέ τις αὐτῇ καὶ πρὸς τοὺς μαστοὺς φυσικὴ συμπάθεια· μεγεθυνομένης γοῦν αὐτῆς ἐν ταῖς ἀκμαῖς καὶ οἱ μαστοὶ συνδιογκοῦνται, καὶ αὐτὴ μὲν τὸ σπέρμα τελεσιουργεῖ, μαστοὶ δ’ εἰς τροφὴν τῶν κυηθησομένων
5γάλα παρασκευάζουσι, καὶ φερομένων μὲν τῶν καταμηνίων σβέννυται τὸ γάλα, φερομένου δὲ τοῦ γάλακτος οὐκέτι φαίνεται κάθαρσις, καθά‐ περ καὶ ἐπὶ τῶν παρηλικεστέρων συστελλομένης τῆς ὑστέρας καὶ οἱ μαστοὶ τρόπῳ τινὶ μαραίνονται καὶ πάσχοντος τοῦ ἐμβρύου στενοῦται τὸ μέγεθος αὐτῶν. ἐπὶ γοῦν τῶν κυοφορουσῶν θεασάμενοι ῥικνου‐10
10μένους τοὺς μαστοὺς καὶ συναγομένους γενησομένην προλέγομεν ἔκ‐ τρωσιν.

1

.

16

.

1

καὶ τοιαύτη μὲν ἡ φύσις τῆς μήτρας. τὸ δὲ γυναικεῖον αἰδοῖον καὶ κόλπος ὠνόμασται γυναικεῖος. ὑμὴν δέ ἐστιν νευρώδης καὶ ὑπό τι περιφερὴς ὥσπερ ἔντερον, εὐρυχωρέστερον μὲν κατὰ τὸ ἔνδον, στενότερον δὲ κατὰ τὸ ἐκτός, ἐν ᾧ καὶ τοὺς πλησιασμοὺς συμβέβηκεν

1

.

16

.

2

γίνεσθαι. τὸ μὲν οὖν ἔνδον αὐτοῦ μέρος περιπέφυκεν τῷ τραχήλῳ τῆς | μήτρας ὡς ἐπὶ τῶν ἀρρένων ἡ πόσθη τῇ βαλάνῳ, τὸ δὲ ἔξω τοῖς πτερυγώμασιν, τὸ δὲ κάτω τῇ ἕδρᾳ, τὰ δὲ πλάγια τοῖς σαρκώ‐ δεσιν τῶν ἰσχίων, τὸ δὲ ἄνω τῷ τραχήλῳ τῆς κύστεως· οὗτος γάρ,
5ὡς ἔφην, ὑπερπεσὼν τὸ στόμιον τῆς ὑστέρας καὶ παραταθεὶς ἄνωθεν τῷ αἰδοίῳ κατ’ ἄκρον εἰς τὸν οὐρητικὸν πόρον ἐμφύεται. φαίνεται τοίνυν, ὡς ὁ γυναικεῖος κόλπος ὑπόκειται μὲν τῷ τραχήλῳ τῆς κύστεως, ἐπίκειται δὲ τῷ δακτυλίῳ καὶ τῷ σφιγκτῆρι καὶ τῷ ἄκρῳ τοῦ ἀπευ‐

1

.

16

.

3

θυσμένου. κατὰ δὲ μῆκός ἐστιν, ὡς ἔμπροσθεν ὑπεδείξαμεν, ἄνισος, οὐ μόνον παρὰ τὰς ἡλικίας ἢ παρὰ τὰς συνουσίας (ἐν αἷς ἐπεκτεινόμενος ὁ τράχηλος τῆς ὑστέρας, ὥσπερ καὶ τὸ τῶν ἀρρένων αἰδοῖον, ἐπι‐ λαμβάνει τι τοῦ κόλπου), ἀλλὰ καὶ τῷ φύσει τινὰς μὲν προπετέστερον
5ἔχειν τὸν τράχηλον, τινὰς δὲ ἄγαν κολοβόν [ἢ κονδόν]· ταῖς δὲ πλεί‐

1

.

16

.

4

σταις τῶν τελείων ἕξ ἐστιν δακτύλων. συμπέπτωκε μέντοι γε καὶ στενότερός ἐστιν ἐπὶ παρθένων στολίσι κεχρημένος συνεχομέναις ὑπ’ ἀγγείων ἀπὸ τῆς ὑστέρας τὴν ἀπόφυσιν εἰληφότων, ἅπερ καὶ κατὰ τὰς διακορήσεις ἁπλουμένων τῶν στολίδων ῥήγνυται καὶ ὀδύνην ἐπι‐
5φέρει καὶ ἀποκρίνεται τὸ συνήθως ἐπιφερόμενον αἷμα.

1

.

17

.

1

τὸ γὰρ οἴεσθαι διαπεφυκέναι λεπτὸν ὑμένα διαφράσσοντα τὸν
κόλπον, τοῦτον δὲ ῥήγνυσθαι κατὰ τὰς διακορήσεις καὶ ὀδύνην ἐπι‐ φέρειν ἢ θᾶττον καθάρσεως γινομένης, ἐμμείναντα δὲ καὶ σωματο‐ ποιηθέντα τὸ ἄτρητον | λεγόμενον πάθος ἀποτελεῖν, ψεῦδός ἐστι.11

1

.

17

.

2

πρῶτον μὲν γὰρ διὰ τῆς ἀνατομῆς οὐχ εὑρίσκεται· δεύτερον δὲ ἐπὶ τῶν παρθένων ἐχρῆν ἀντικόπτειν τι τῇ μηλώσει (νυνὶ δὲ μέχρι βάθους ἄπεισιν ἡ μήλη)· τρίτον δὲ εἰ κατὰ τὰς διακορήσεις ῥηγνύμενος ὁ ὑμὴν ὀδύνης γίνεται παραίτιος, ἐχρῆν ἐξ ἀνάγκης ἐπὶ τῶν παρθένων
5ἔμπροσθεν τῆς διακορήσεως ἐπιφανείσης καθάρσεως περιωδυνίαν παρ‐

1

.

17

.

3

ακολουθεῖν, κατὰ δὲ τὴν διακόρησιν μηκέτι. καὶ ἄλλως εἰ σωματο‐ ποιηθεὶς ὁ ὑμὴν τὸ ἄτρητον ποιεῖ πάθος, ἔδει κατὰ τὸν αὐτὸν τόπον εὑρίσκεσθαι διηνεκῶς αὐτόν, ὃν τρόπον καὶ ἐπὶ τῶν ἄλλων μερῶν ἕκαστον ἐπὶ τοῦ ἰδίου πάντοτε τόπου θεωροῦμεν μένον· νυνὶ δὲ ἐπὶ
5τῶν ἀτρήτων ὁ διαφράττων ὑμὴν αὐτὸν τὸν πόρον ποτὲ μὲν κατὰ τὰ πρόχειρα μέρη τῶν πτερυγωμάτων εὑρίσκεται, ποτὲ δὲ κατὰ μέσον τοῦ αἰδοίου, ἄλλοτε δὲ κατὰ μέσον τὸ στόμιον τῆς ὑστέρας.

1

.

18

.

1

τοιοῦτος μὲν οὖν ἐστι καὶ ὁ γυναικεῖος κόλπος. τὰ δὲ ἔξω‐ θεν αὐτοῦ καὶ φαινόμενα πτερυγώματα καλεῖται, τρόπῳ τινὶ χείλη τοῦ κόλπου καθεστῶτα· παχέα δέ ἐστιν καὶ σαρκώδη καὶ πρὸς μὲν τὰ κάτω πρὸς ἑκάτερον μηρὸν ἀποτελευτᾷ, καθάπερ ἀλλήλων ἀπο‐
5σχισθέντα, πρὸς δὲ τὰ ὕπερθεν εἰς τὴν καλουμένην ἀπολήγει νύμφην.

1

.

18

.

2

αὕτη δὲ τῶν δυοῖν πτερυγωμάτων ἐστὶν ἀρχή, τῇ φύσει δὲ σαρκίδιόν ἐστιν ὡσανεὶ μυῶδες· νύμφη δὲ εἴρηται διὰ τὸ ταῖς νυμφευομέναις

1

.

18

.

3

ὁμοίως ὑποστέλλειν τὸ σαρκίον. ὑπὸ δὲ τὴν νύμφην πάλιν ἕτερον ὑποστέλλει σαρκίδιον ἐπανεστηκός, ὃ πέρας ἐστὶ τοῦ τραχήλου τῆς κύστεως· καλεῖται δὲ οὐρήθρα, | ἡ δὲ ἔνδον στολιδώδης τραχύτης

1

.

18

.

4

χεῖλος. διαφέρει δὲ τῆς ἐπ’ ἀνδρῶν ἡ ἐπὶ θηλειῶν κύστις· ἐκείνη μὲν γὰρ μείζων ἐστὶ καὶ σκολιὸν ἔχει τὸν τράχηλον, αὕτη δὲ μικροτέρα
καὶ εὐθυτράχηλος.12

1

.

18

.

5

ὑποδεδειγμένης δὲ τῆς φύσεως τῶν γυναικείων μερῶν, ἐπεὶ τὰ τῆς μήτρας ἔργα καθάρσεις, συλλήψεις, κυοφορίαι καὶ μετὰ τελεί‐ ωσιν ἀποτέξεις, τῇ φυσικῇ χρώμενοι τάξει πρῶτον ἐροῦμεν περὶ ἐμμήνων.
4

1

.

19

t

Περὶ ἐμμήνων
καθάρσεω
ς.

1

.

19

.

1

Τὸ ἔμμηνον ὠνόμασται καὶ καταμήνιον ἀπὸ τοῦ κατὰ μῆνα γίνεσθαι, καὶ ἐπιμήνιον, ὅτι καὶ τροφὴ γίνεται τῶν ἐμβρύων, ὡς καὶ τῶν πλοϊζομένων τὰ εἰς τροφὴν παρεσκευασμένα ἐπιμήνια καλοῦμεν. λέγεται δὲ καὶ κάθαρσις, ἐπεί, καθὼς ἔνιοι λέγουσιν, ὡς περισσεῦον

1

.

19

.

2

αἷμα τοῦ σώματος ἀποκρίνουσα κάθαρσιν παρέχει τῷ σώματι. τὸ μέντοι καταμήνιον ἐπὶ μὲν τῶν πλείστων γυναικῶν εἰλικρινές ἐστιν αἷμα, ἐπ’ ἐνίων δὲ ὑγρασία ὕφαιμος ἢ ἰχώρ τις, ὡς ἐπὶ τῶν ἀλόγων ζῴων.

1

.

19

.

3

οὐθὲν δὲ τούτων παρὰ φύσιν, ὡς ἄνευ δυσχερείας ἀποκρίνεται. διὸ κατ’ ἔννοιάν ἐστιν καταμήνιον αἷμα ἢ ἀνάλογον ὑγρὸν φυσικῶς κατὰ χρόνους εὐτάκτους ἀποκρινόμενον, μάλιστα διὰ μήτρας. τὰ μὲν οὖν ἄλλα φανερά, τῷ δὲ ‘διὰ μήτρασ‘ τὸ ‘μάλιστα‘ πρόσκειται διὰ τὸ καὶ
5ἀπὸ τοῦ γυναικείου κόλπου γίνεσθαί ποτε κάθαρσιν.

1

.

20

.

1

τὸ δὲ ἔμμηνον ἐπιφαίνεται πρῶτον περὶ τὸ τεσσαρεσκαι‐ δέκατον ἔτος κατὰ τὸ πλεῖστον, ὅτε καὶ τὸ ἡβᾶν καὶ τὸ διογκοῦσθαι τοὺς μαστούς. τὸ δὲ πλῆθος τῆς ἀπο|κρίσεως ἀρξάμενον ἀπὸ ὀλίγου πρόεισιν ἐπὶ πλεῖον καὶ χρόνον 〈τινὰ〉 μεῖναν ἐπὶ τοῦ αὐτοῦ πάλιν
5ἐλαττοῦται καὶ οὕτως ἀποπαύεται τελείως, οὔτε τάχιον ἐτῶν τεσσαρά‐ κοντα κατὰ τὸ πλεῖστον οὔτε βράδιον ἐτῶν πεντήκοντα. καὶ νῦν δὲ πρόσκειται τὸ ‘κατὰ τὸ πλεῖστον‘ [γινόμενον], ἐνίαις γὰρ καὶ μέχρι

1

.

20

.

2

τῶν ἑξήκοντα παραμένει ἡ κάθαρσις. ἡ μέντοι συναύξησις καὶ ἡ μεί‐ ωσις οὐχ οὕτως γίνεται πρὸς ἀκρίβειαν, ὡς ὑπενόησεν Διοκλῆς,
λέγων 〈ἐπι〉μένον αὐτὸ μέχρι ἐτῶν ἑξήκοντα γίνεσθαι 〈πρῶτον ὀλί‐ γον, ἔπειτα〉 τέλειον, εἶτα μεῖναν ἐπί τινα χρόνον πρὸς 〈τῷ αὐτῷ13
5μετὰ〉 τοῦτο πάλιν παύεσθαι πρὸς λόγον ἐλαττού〈μενον〉. τοῦτο γὰρ οὐ διηνεκῶς, ἄλλαις δὲ ἄλλως κατὰ τὸ ἀόριστον πλεονάζει τε καὶ μειοῦται. τὸ πλεῖστον δὲ καταμήνιον δυοῖν ἐστι κοτυλῶν. καὶ τοῦτο δὲ πάλιν 〈τοῦ〉 ὡς ἐπὶ τὸ πολὺ παραστοχασάμενοι λέγομεν.

1

.

21

.

1

καθαίρονται δὲ τινὲς μὲν ἐπὶ μίαν ἡμέραν, τινὲς δὲ ἐπὶ δύο, τινὲς δὲ μέχρι καὶ τῆς ἑβδόμης καὶ περαιτέρω, 〈αἱ〉 πλεῖσται δὲ μέχρι τριῶν ἢ τεσσάρων. καὶ τοῦτο γίνεται κατὰ μῆνα, καὶ οὐ πρὸς ἀκρί‐ βειαν ἐπὶ πασῶν, ἀλλὰ κατὰ πλάτος· ἔστιν γὰρ ὅτε καὶ προπαρα‐

1

.

21

.

2

λαμβάνει τινὰς ἡμέρας ἢ ἐφυστερεῖ. τοῦτο δὲ ἑκάστῃ κατὰ τὴν ἰδίαν ἀπαντᾷ προθεσμίαν, καὶ οὐ 〈λαμβάνει〉 κατὰ τὰς αὐτὰς 〈περιόδουσ〉, ὥσπερ ὁ Διοκλῆς 〈φησιν〉, πάσας, καὶ πάλιν Ἐμπεδοκλῆς, ἐλατ‐ τουμένου τοῦ φωτὸς | τῆς σελήνης. αἱ μὲν γὰρ πρὸ εἰκάδος, αἱ δὲ ἐν
5εἰκάδι καθαίρονται, καὶ πάλιν αἱ μὲν αὐξανομένου τοῦ φωτὸς τῆς σελήνης, αἱ δὲ μειουμένου καθαίρονται, ἄλλαι δὲ ἐν τοσαύταις τισὶν

1

.

21

.

3

ἡμέραις ὡς ἔθος εἶχεν αὐταῖς. τὴν δὲ σύμμετρον ἑκάστῃ κάθαρσιν ἐκ τῆς συναριθμήσεως τῶν ἡμερῶν ἔκρινάν τινες, μὴ περαιτέρω γὰρ τῆς τρίτης ἡμέρας ἢ τετάρτης τὴν κατὰ φύσιν ἀπόκρισιν προέρχεσθαι. μεμπτέον δὲ τούτους· καὶ γὰρ μέχρι πλειόνων ἡμερῶν ἔνιαι καθαί‐
5ρονται κατὰ φύσιν τοῦ ἴσου πλήθους εἰς πλείονας ἡμέρας ἐπιμερισθέν‐ τος, καὶ πρὸς μίαν ἡμέραν δύναται πλεῖον ἀποκριθῆναι τοῦ κατὰ

1

.

21

.

4

φύσιν. συμμέτρως οὖν κεκαθάρθαι λεκτέον τὰς μετὰ τὴν ἀπόκρισιν εὐσταθεῖς, εὔπνους, ἀταράχους τήν τε δύναμιν ἀκαθαιρέτους, τὰς δὲ μὴ τοιαύτας ἀσυμμέτρως. τὸ γὰρ ἴσον καὶ ὀλιγωτέραις καὶ πλείοσιν κενώσεσιν αἵματος κατά γε τὰς ἡλικίας καὶ τὰς ἄλλας περιστάσεις καὶ
5τὸ ποτὲ μὲν παχυντικὰς προσενέγκασθαι τροφάς, ποτὲ δὲ δριμείας καὶ
λεπτυντικὰς φαίνεται.14

1

.

22

.

1

τὸ δὲ πλῆθος τῆς καθάρσεως αὐτῶν ἄνισόν ἐστι φύσει καὶ παρὰ τὴν ἡλικίαν καὶ παρὰ τὴν ὥραν καὶ παρὰ τὴν σύγκρισιν καὶ παρὰ τὸ ἐπιτήδευμα καὶ τὴν ἀγωγὴν καὶ παρ’ ἄλλας τινὰς ἐμφερεῖς

1

.

22

.

2

ἐξαλλαγάς. φύσει μέν, ἐπειδήπερ αὐτὸ τοῦτο φυσικῶς τισὶ μὲν πλεῖον

1

.

22

.

3

ἐκκρίνεται τὸ αἷμα, τισὶ δὲ ἔλαττον. παρὰ δὲ τὴν ἡλικίαν· ὀλιγώ‐ τερον γὰρ ταῖς μελλούσαις μηκέτι καθαίρεσθαι καὶ ταῖς πρῶτον ἀρχο‐ μέναις. ταύταις γοῦν πολλάκις μόνον τὸ παρακείμενον τῇ μήτρᾳ χωρίον περινοτίζεται· ὀλίγαις γὰρ παντελῶς καὶ ταύταις ὑπεράκμοις
5πρὸ τῆς διακορήσεως ἀθροῦν ἐπιφαίνεται, μόνον δέ, ὡς ἔφην, |

1

.

22

.

4

ἐπιμολύνει τοὺς τόπους. παρὰ δὲ τὴν ὥραν· ἔαρος μὲν γὰρ πλεῖον, θέρους δὲ ἔλαττον ὡς ἂν πολλῆς διαφορήσεως δι’ ὅλου γινομένης τοῦ σώματος, φθινοπώρου δὲ πλεῖον μὲν παρὰ τὸ θέρος, ἔλαττον δὲ

1

.

22

.

5

παρὰ τὸ ἔαρ, χειμῶνος δὲ πάλιν ἔλαττον τοῦ φθινοπώρου. παρὰ δὲ τὰς συγκρίσεις· καταπιμέλοις μὲν γὰρ καὶ παχείαις ὀλιγώτερον, ὡς ἂν τῆς ὕλης διὰ τὴν εὐτροφίαν τοῦ συγκρίματος ἀναλισκομένης, ταῖς ἰσχνοτέραις δὲ καὶ ἀσάρκοις πλεῖον· ὃ γὰρ οὐκ ἐδαπάνησεν εἰς εὐτρο‐

1

.

22

.

6

φίαν ἡ φύσις, τοῦτο ἐπλεόνασεν εἰς ἔκκρισιν. παρὰ δὲ τὸ ἐπιτήδευμα καὶ τὴν ἀγωγήν· ταῖς μὲν 〈γὰρ〉 ἀργῷ βίῳ χρωμέναις πλεῖον, ταῖς δὲ γυμνα‐ στικῷ καθ’ ὁνδήποτε τρόπον ἔλαττον. καὶ διὰ τοῦτο φωνασκοῖς καὶ ταῖς ἀποδημίαν τινὰ στελλομέναις, καὶ μάλιστα ταῖς ἐκ μεσογείων τό‐
5πων εἰς πελαγίους τόπους, ὑποστέλλεται τὸ πλῆθος.

1

.

23

.

1

ποτὲ δὲ καὶ τὸ μηδ’ ὅλως καθαίρεσθαι κατὰ φύσιν, οὐ μόνον παρὰ τὴν ἡλικίαν παιδικὴν οὖσαν ἢ πρεσβυτικήν, ἀλλὰ καὶ παρὰ τὸ φωνασκίαις ἀγωνιστικαῖς χρῆσθαι περιελκομένης καὶ ἀπαναλισκομένης τῆς ὕλης ἢ τοῖς ὅλοις σώμασιν ἀνδρώδεις ὑπάρχειν, ἢ διὰ τὸ ἀπὸ
5μακρᾶς εἶναι νόσου δαπανωμένης τῆς ὕλης εἰς τὸ ἐλλεῖπον, ἢ διὰ σύλληψιν ἀναλισκομένου τοῦ αἵματος εἰς τὴν τοῦ ἐμβρύου διατροφήν.

1

.

23

.

2

ἐνίαις δὲ καὶ μετὰ σύλληψιν ἐπιφαίνεται κάθαρσις ἤτοι ἀπὸ τοῦ γυναι‐ κείου κόλπου ἢ ἀπὸ τοῦ τραχήλου τῆς ὑστέρας καὶ τῶν πλευρῶν· ἡ γὰρ πρόσφυσις τοῦ σπέρματος οὐ καθ’ ὅλης γίνεται τῆς μήτρας, κατὰ μόνου δὲ τοῦ πυθμένος αὐτῆς. ποτὲ δὲ καὶ ἀπὸ τοῦ καθ’ ὃ μὴ προσπέφυκεν
5τὸ σπέρμα γίνεται διαπήδησις αἵματος, καὶ διὰ τοῦτό τινες ἐπισυλλαμ‐

1

.

23

.

3

βάνουσιν. κοινῶς 〈δὲ〉 ὅτι κατὰ φύσιν ἐστὶν τὸ μὴ γίνεσθαί ποτε τὴν
κάθαρσιν, σημειωτέον ἐκ τοῦ μηθὲν ὀχληρὸν παρακολουθεῖν. |15

1

.

24

t

Τίνα σημεῖα μελλούσης γίνεσθαι καθάρσεως.

1

.

24

.

1

Μέλλουσαν δὲ γίνεσθαι κάθαρσιν σημειωτέον ἐκ τοῦ κατὰ τὴν προθεσμίαν τοῦ συνήθους καιροῦ δυσκινησίαν παρακολουθεῖν καὶ βάρος ὀσφύος, ἔσθ’ ὅτε δὲ καὶ πόνον καὶ νωθρότητα χάσμην τε συνεχῆ καὶ κώλων ἔκτασιν, ποτὲ δὲ καὶ μήλων ἔρευθος ἤτοι μένον ἢ διαφορού‐
5μενον καὶ ἐκ διαστήματος πάλιν ἐπανθοῦν, ἐπ’ ἐνίων δὲ καὶ ἐκ τοῦ

1

.

24

.

2

ναυτιώδη τὸν στόμαχον εἶναι καὶ ἀνόρεκτον. τὴν δὲ πρῶτον γενησο‐ μένην κάθαρσιν καὶ ἐκ τούτων μέν, μάλιστα δὲ ἐκ τῆς ὡς ἐν πλάτει περὶ τὸ τεσσαρεσκαιδέκατον ἔτος ἐκφύσεως τῶν μαστῶν καὶ ἐκ τοῦ περὶ τὸ ἦτρον βάρους κνησμοῦ καὶ ἡβήσεως. * * συμβαίνει δὲ τὰς
5τῇ συνουσίᾳ προσβιαζομένας τοῦτο πάσχειν.

1

.

25

.

1

τῆς δὲ ἐπιμελείας χάριν πρὸ μὲν τοῦ ἐκκρίνεσθαι τὸ ἔμμηνον πειρᾶσθαι δεῖ συνεργεῖν ἀπὸ τῆς τρισκαιδεκαετοῦς ἡλικίας, ὅπως δι’ ἑαυτοῦ καὶ πρὸ διακορήσεως ἐνεχθῇ. πρὸς γὰρ τὴν συνουσίαν τῆς ὕλης ἐπὶ τὰ μέρη φερομένης ὡς ἐπὶ ἀρρένων οὕτως καὶ ἐπὶ θηλειῶν,
5φόβος μή πως τῇ ἀποκρίσει καθυπηρετουμένου τοῦ ζῴου διάτασις γέ‐

1

.

25

.

2

νηται καὶ φλεγμονή. διὸ πρᾷος μὲν ὁ περίπατος ἔστω καὶ ὁμαλός, ἐπιμήκης δὲ ἡ αἰώρα καὶ ἀνειμένα τὰ γυμνάσια καὶ μετὰ πολλοῦ λίπους ἀναβεβλημένη ἡ τρίψις καὶ καθ’ ἡμέραν τὸ λουτρὸν καὶ πᾶσα

1

.

25

.

3

ψυχῆς διάχυσις. συνεξανίεται γὰρ αὐτῇ τὸ σῶμα καὶ ἀπαραποδίστους φέρει τὰς ἀποκρίσεις, χωρὶς εἰ μὴ κακῶς τις ἠγμένη λίαν ἐστὶν εὔθρυ‐ πτος. τότε γὰρ ἐπιτονοῦν δεῖ τὸ σῶμα, ὡς μὴ συνεκλύεσθαι τοῖς ὅλοις καὶ τὴν ὑστέραν καὶ διὰ τοῦτο περὶ τὴν οἰκείαν ἐνέργειαν
5ἀτονεῖν. |

1

.

26

.

1

πρῶτον ἠργμένης τῆς καθάρσεως μεθ’ ὧν ἐξεθέμεθα δυσ‐ αρεστημάτων ἠρεμία τὰ πολλὰ χρήσιμος. καθάπερ γὰρ οἱ ἀπὸ κραιπά‐ λης γέμοντες συντόνοις κινήσεσιν ἐλέγχονται μέχρι τοῦ νόσῳ περι‐ πεσεῖν καὶ οἱ πλήρεις τὴν κεφαλὴν βιαιότερον ἀναφωνήσαντες εἰς
5ἄλγημα περιτρέπονται, τὸν αὐτὸν τρόπον καὶ ἡ ὑστέρα πεπληρωμένη τῆς ἐπὶ τὴν κάθαρσιν φερομένης ὕλης ὑπὸ τῶν κινήσεων εἰς κοπώδη συναίσθησιν καταπυκνοῦται. διὸ καὶ ταῖς εὐχύλοις καὶ συμμέτροις τρο‐

1

.

26

.

2

φαῖς χρῆσθαι προσῆκεν, ἔτι δὲ τοῖς δι’ ἐλαίου θερμοῦ πεσσοῖς. ἐπὶ δὲ
τῶν ἤδη πολλάκις κεκαθαρμένων ὡς ἔθος ἑκάστῃ ποιεῖν ἐπιτρεπτέον. αἱ μὲν γὰρ συνήθως ἠρεμοῦσιν, αἱ δὲ ἐπὶ μετρίας προΐασιν κινήσεις. ἀσφαλέστερον δὲ τὸ ἠρεμεῖν καὶ ἀλουτεῖν καὶ μάλιστα τῇ πρώτῃ τῶν16

1

.

26

.

3

ἡμερῶν. ἐπὶ δὲ τῶν ἤδη μηκέτι καθαίρεσθαι μελλουσῶν διὰ τὸν παρα‐ βεβηκότα χρόνον φροντιστέον, ὅπως μὴ ἀθρόα τῶν ἐμμήνων ἡ ἀπο‐ κοπὴ γένηται. πᾶν γὰρ τὸ αἰφνίδιον ἐν μεταβολῇ, κἂν ἐπὶ τὸ βέλτιον [ἢ] μεταφέρηται, διὰ ξενοπάθειαν λυπεῖ τὸν ὄγκον· οὐκ ἐπιγινώσκεται
5γὰρ τὸ μὴ προμελετηθέν, ἀλλ’ ὡς ἄηθες δυσαρέστημά τι σύνεστιν.

1

.

26

.

4

ὅσα 〈δὲ〉 παραλαμβάνομεν ἐπὶ τῆς πρώτης γενησομένης καθάρσεως, ταῦτα νῦν συντακτέον ἐπὶ τῆς ἤδη καταπαυομένης διὰ τὸν χρόνον· ἃ γὰρ τὴν μὴ ὑπάρχουσαν ἔκκρισιν ἱκανὰ προσκαλεῖν, ταῦτα καὶ τὴν

1

.

26

.

5

ἔτι ἀκμὴν παροῦσαν ἱκανώτερα μέχρι τινὸς φυλάξαι. προσπαραλαμ‐ βανέσθωσαν δὲ καὶ πεσσοὶ οἱ μαλάσσειν δυνάμενοι καὶ οἱ τῆς 〈αὐτῆσ〉 δυνάμεως ἐγχυματισμοὶ 〈σὺν〉 πᾶσι τοῖς τὰ σκληρυνόμενα σώματα τρυφερὰ ποιεῖν δυναμένοις. εἰ δὲ πλείων ἡ κάθαρσις τῆς δυνάμεως
5εἴη ἤ τισιν | ἔμπαλιν ἐπέχοιτο παρὰ φύσιν, τότε χρεία θεραπευτικῆς ἐπιμελείας, ἣν ἐν τῷ περὶ τῶν παρὰ φύσιν λόγῳ συντάξομεν.
6

1

.

27

t

Εἰ ἐπὶ συμφέροντι γέγονεν ἡ τῶν ἐμμήνων κάθαρσις.

1

.

27

.

1

Ἐπεὶ τοῖς μὲν συμφερόντως γιγνομένοις δεῖ συνεργεῖν, τοῖς δὲ ἀσυμφόρως ἀποσυνεργεῖν, ἀναγκαίως τὸν περὶ τοῦ προκειμένου ποιούμεθα λόγον. σημαίνειν δὲ 〈δεῖ〉 ἐκ τῆς προτάσεως δύο, τὸ μὲν εἰ πρὸς ὑγείαν, τὸ δὲ εἰ πρὸς παιδογονίαν 〈ἐπὶ〉 συμφέροντι γέγονεν

1

.

27

.

2

ἡ κάθαρσις, καὶ περὶ ἀμφοτέρων αὐτῶν ἐστιν ἡ σκέψις. ἔνιοι μὲν οὖν τῶν ἔμπροσθεν, ὡς καὶ Ἡρόφιλος ἐν τῷ Πρὸς τὰς κοινὰς δόξας ἐμνημόνευσεν, ἐπὶ συμφέροντι λέγουσιν γεγονέναι τὴν κάθαρσιν καὶ πρὸς ὑγείαν καὶ πρὸς παιδοποιίαν, Θεμίσων δὲ καὶ οἱ πλεῖστοι
5τῶν ἡμετέρων πρὸς μόνην παιδογονίαν, τινὲς δὲ τῶν ἐπισημοτέ‐ ρων οὔτε πρὸς ὑγείαν οὔτε πρὸς παιδοποιίαν. Ἡρόφιλος δὲ καὶ Μνασέας κατὰ διαφόρους ἐπιβολὰς τισὶ μὲν τῶν γυναικῶν πρὸς

1

.

27

.

3

ὑγείαν ὠφέλιμον λέγουσιν εἶναι τὴν κάθαρσιν, τισὶ δὲ βλαβεράν. οἱ
πρῶτοι μὲν οὖν φασιν, ὅτι προνοητικὴ τῶν ἀνθρώπων ἐστὶν ἡ φύσις· ὁρῶσα τοίνυν τοὺς ἄρρενας γυμνασίοις τὸ περιττὸν ἀποκενοῦντας, τὰς δὲ θηλείας διὰ τὸ οἰκουρὸν καὶ καθέδριον διάγειν βίον πλῆθος17
5ὑποσυλλεγούσας, προνοοῦσα τοῦ μηδὲ ταύτας κινδύνῳ περιπεσεῖν, διὰ τῆς καθάρσεως ἐπενόησεν τὸ περιττὸν ἀποχετεύειν. ἔνθεν στραγγοτέρας γινομένης καθάρσεως παρακολουθεῖ βάρος κεφαλῆς καὶ ἀμβλυωπία καὶ πόνος ἄρθρων καὶ τῶν ἐν ὀφθαλμοῖς βάσεων ὀσφύος τε καὶ ἤτρου συναίσθησις, ἀπορία, ῥιπτασμός, ἀνατροπὴ στομάχου, ποτὲ δὲ φρίκη
10καὶ πυρετός, ὧν ἕκαστον λύεται τῆς καθάρσεως πάλιν ἐπιφανείσης. |

1

.

28

.

1

πρὸς τούτους δὲ λεκτέον, ὅτι τὸ προνοητικὴν εἶναι τὴν φύσιν διαπεφώνηται καὶ βαρυτέραν ἔχει τοῦ νῦν ζητουμένου τὴν ἐπίκρισιν, εἴτε δύναται προνοοῦσα τῶν ἀνθρώπων μετρῆσαι τὰς ὀρέξεις, ὅπως μὴ πλείονα λάβωσι τὴν τροφήν, ἢ κωλῦσαι γενέσθαι τι περισσόν. ἧς
5γὰρ ἴδιον κηδεμονικῶς ἀποκρῖναι τὸ πλεονάσαν, τῆς αὐτῆς καὶ τὸ

1

.

28

.

2

κωλῦσαι τὸν πλεονασμὸν γενέσθαι τῆς ὕλης. εἰ δὲ καὶ προνοητικῶς ἐγέννησε τὴν κάθαρσιν, οὐ πρὸς ὑγείας τήρησιν ἀλλὰ πρὸς παιδο‐ ποιίαν ἐπενόησεν αὐτήν. ἔνθεν οὔτε ταῖς μήπω συλλαμβάνειν δυνα‐ μέναις, οἷον ταῖς νηπίαις, παρέσχε τὴν κάθαρσιν οὔτε ταῖς μηκέτι,
5καθάπερ ταῖς παρήλιξιν, ἀλλὰ τῇ περιγραφῇ τῆς χρείας συναπέσβεσε

1

.

28

.

3

τὸ ἔργον. ἐπεχομένης δὲ τῆς καθάρσεως ὀχλεῖ〈ται〉 τὸ σῶμα διὰ τὴν στέγνωσιν, ὑφ’ ἧς κεκώλυται φέρεσθαι τὸ ἔμμηνον. διὸ καὶ ἡ φορὰ τῆς καθάρσεως ἀλυσιτελὴς ἔδοξεν, οὐκ ἀνασκευάζουσα τὴν στέγνωσιν ἤ τι τῶν συμπτωμάτων αὐτῆς, λυομένης δὲ τῆς στεγνώσεως ἐπιφαινο‐
5μένη καθάπερ καὶ ἡ τῶν σκυβάλων καὶ ἡ τῶν ἱδρώτων ἀπόκρισις.

1

.

28

.

4

ἐπὶ πολὺ δὲ διαφέρει νόσος ὑγείας· οὐκέτι τοίνυν τὸ ὠφέλιμον εἰς τὸ ἀνασκευάσαι πάθος τοῦτο καὶ εἰς τὸ τηρῆσαι τὴν ὑγείαν εὔχρηστον. ἡ γοῦν φλεβοτομία λύουσα τὴν στέγνωσιν οὐ τηρεῖ τὴν ὑγείαν.

1

.

28

.

5

ἀλλ’ οὐδὲ πρὸς παιδοποιίαν ὠφελεῖν οἱ τὴν κάθαρσιν ὑπο‐ λαμβάνοντές φασιν, ὅτι τῆς ὑστέρας ἑλκουμένης ἡ κάθαρσις γίνεται, πᾶσα δὲ ἕλκωσις παρὰ φύσιν, οὐδὲν δὲ τῶν παρὰ φύσιν ἀποδοτικόν ἐστιν τοῦ κατὰ φύσιν ἐνεργήματος [αἵματος], ὥστε οὐδὲ πρὸς σύλληψίν
5ἐστιν εὔχρηστος. ἀμέλει τινὲς μὲν ἐξ ὅλου 〈μὴ〉 κεκαθαρμέναι συλ‐ λαμβάνουσιν, αἱ δὲ πρὸ τῆς καθάρσεως συλλαμβάνουσαι μετὰ τὴν

1

.

28

.

6

σύλληψιν ἐκαθάρθησαν. καὶ τούτους δὲ ἐπιμεμπτέον. οὐ γὰρ ἑλκου‐ μένης τῆς μήτρας ἡ κάθαρσις γίνεται, κατὰ διαπήδησιν δὲ καὶ περι‐ ίδρωσιν, ὃν τρόπον καὶ τὰ οὖλα | παρατριβόμενα χωρὶς ἑλκώσεως προΐησιν αἷμα, καὶ ὡς ἐπὶ τῶν ἄνευ τραύματος καταγμάτων αἱμοβα‐
5φεῖς ἐν ταῖς ἐπιλύσεσιν τοὺς τελαμῶνας εὑρίσκομεν. τὸ δέ τινας ἐξ
ὅλου μὴ καθαιρομένας συλλαμβάνειν ψεῦδός ἐστιν. καὶ γὰρ εἰ μὴ δι’ αἵματος, διά τινος γοῦν ἄλλης ὑγρασίας καθαίρονται, καθάπερ καὶ τῶν ἀλόγων ζῴων τινά. μετὰ δὲ τὴν σύλληψιν ἐπικαθαίρονταί τινες ἀπ’ ἄλλων μερῶν, ὡς ἔμπροσθεν ἐδείξαμεν, καὶ οὐκ ἐξ ἐκείνων, οἷς τὸ18
10σπέρμα προσπέφυκεν.

1

.

29

.

1

Ἡρόφιλος δὲ ποτὲ μὲν καί τισιν τῶν γυναικῶν βλαβεράν φησιν εἶναι τὴν κάθαρσιν, καὶ γὰρ ἀνεμποδίστως τινὰς ὑγιαίνειν μὴ καθαιρομένας καὶ πολλάκις τοὐναντίον καθαιρομένας ὠχροτέρας γίνε‐ σθαι καὶ ἰσχνοτέρας καὶ παθῶν λαμβάνειν ἀφορμάς, ποτὲ δὲ καὶ ἐπί
5τινων ὠφέλιμον, ὥστε πρότερον ἀχροούσας καὶ ἀτροφούσας ὕστερον

1

.

29

.

2

καὶ μετὰ τὴν κάθαρσιν εὐχροῆσαί τε καὶ εὐτροφῆσαι. Μνασέας δὲ τὰς μὲν σφοδρὸν ἔχειν τὸ κατὰ φύσιν, τὰς δὲ ἀμυδρόν, καὶ τῶν ἀμυδρὸν τὰς μὲν στεγνότερον, τὰς δὲ ῥοωδέστερον. ταῖς μὲν οὖν στεγνότερον ἐχούσαις τὸ κατὰ φύσιν ὑγιεινήν φησιν εἶναι τὴν κάθαρ‐
5σιν, ταῖς δὲ ῥοωδέστερον οὐχ ὑγιεινήν· ὃν τρόπον καὶ τὴν φλεβοτο‐ μίαν τοῖς μὲν στεγνοπαθοῦσιν ἁρμόζειν διαχαλῶσαν, τοῖς δὲ ῥευματι‐

1

.

29

.

3

ζομένοις βλαβερὰν εἶναι διὰ τὸ συναύξειν τὴν εὐδιαφορησίαν. λεληθό‐ τως δὲ οὗτος εἰσάγει τὰ κατὰ Διονύσιον, στεγνόν τι καὶ ῥοῶδες ὀνομάζων κατὰ φύσιν, ὅπερ οὐχ ὑγιές ἐστιν, ὡς ἐν τῷ δευτέρῳ Περὶ κοινοτήτων ἐπελογίσθη. τό γε μὴν στεγνότερον κατὰ φύσιν
5καὶ τῆς μικροτάτης παθητικῆς στεγνώσεως ἀμυδρότερόν ἐστιν. ὡς οὖν οὐ μόνον τοῖς ῥευματιζομένοις ἐπιβλαβὴς ἡ φλεβοτομία καθέστηκεν, ἀλλὰ καὶ τοῖς ἀμυδρῶς στεγνοπαθοῦσιν τῷ πλείονα τῆς ὠφελείας τὴν βλάβην ἐπιτελεῖν, καλουμένης τῆς δυνάμεως πρὸς τὴν συναναληψίαν, οὕτως καὶ ἡ κάθαρσις | ἐπιβλαβὴς γένοιτο ἂν οὐ μόνον ταῖς ῥοωδέ‐

1

.

29

.

4

στερον τὸ κατὰ φύσιν ἐχούσαις, ἀλλὰ καὶ ταῖς στεγνότερον. κοινῇ δὲ πρὸς τοῦτον καὶ πρὸς Ηρόφιλον λεκτέον, ὅτι βλάπτει μὲν ἡ κάθαρ‐ σις πρὸς τὸ ὑγιαίνειν ἁπάσας, ἤδη δὲ τῶν μὲν εὐπαθεστέρων καθ‐ άπτεται μᾶλλον, διαλανθάνει δὲ τὸ βλαβερὸν αὐτῆς ἐφ’ ὧν δυσπαθῆ

1

.

29

.

5

τὰ σώματα κέκτηνται. τὰς οὖν πλείονας τῶν μὴ καθαιρομένων εὐτο‐ νωτέρας θεωροῦμεν, ὥσπερ τὰς ἀνδρώδεις τε καὶ στείρας. καὶ τὰς παρήλικας δὲ τὸ μηκέτι καθαίρεσθαι πρὸς τὸ ὑγιαίνειν οὐδὲν ἀδικεῖ, πάντη δὲ τοὐναντίον τὰς πολλὰς θηλυτέρας καθίστησιν ἡ τοῦ αἵματος

1

.

29

.

6

ἀπάντλησις. ἔδει δὲ καὶ τὰς μήπω καθαιρομένας τῶν παρθένων ἧττον ὑγιαίνειν· εἰ δὲ τῆς ὑγείας μετέχουσιν ἀνελλιπῶς, μὴ δήποτε μὲν πρὸς τὸ ὑγιαίνειν ἡ κάθαρσις οὐ συμβάλλεται, πρὸς μόνον δὲ τὸ παιδο‐
ποιεῖν· χωρὶς γὰρ τῆς καθάρσεως σύλληψις οὐ γίνεται.19

1

.

30

t

Εἰ ὑγιεινή ἐστιν ἡ διηνεκὴς παρθενία.

1

.

30

.

1

Τὴν διηνεκῆ παρθενίαν οἱ μὲν ὑγιεινὴν ἔλεξαν, οἱ δὲ οὐχ ὑγιεινήν. οἱ πρῶτοι δέ φασιν, ὅτι κάμνει τὰ σώματα διὰ τὰς ἐπι‐ θυμίας. ἀμέλει τῶν ἐρώντων ὠχρὸν καὶ ἄτονον καὶ ἰσχνὸν τὸ σῶμα βλέπομεν, ἡ παρθενία δὲ διὰ τὴν ἀπειρίαν τῶν ἀφροδισίων παρῆκεν
5τὰς ἐπιθυμίας. ἔπειτα πᾶσα σπέρματος ἔκκρισις ἐπιβλαβὴς ὡς ἐπὶ τῶν ἀρρένων οὕτως καὶ ἐπὶ τῶν θηλειῶν. ἡ παρθενία τοίνυν ὑγιεινή,

1

.

30

.

2

κωλύουσα τῇ τῶν σπερμάτων ἐκκρίσει χρῆσθαι. μαρτυρεῖ δὲ τῷ εἰρη‐ μένῳ καὶ τὰ ἄλογα ζῷα· τῶν μὲν γὰρ ἵππων αἱ μὴ ὀχευθεῖσαι δρομι‐ κώτεραι μᾶλλόν εἰσιν, τῶν δὲ συῶν αἱ τὰς μήτρας ἐκτμηθεῖσαι μείζους καὶ εὐτροφώτεραί τε καὶ | ἰσχυρότεραι καὶ τοῖς ἄρρεσιν ἐμφερῶς

1

.

30

.

3

ἐσφιγμέναι. πρόδηλον δὲ τοῦτο καὶ ἐπὶ τῶν ἀνθρώπων· ἐπεὶ γὰρ τῶν ἀρρένων οἱ μένοντες ἄφθοροι ῥωμαλεώτεροί τε τῶν ἄλλων εἰσὶ καὶ μείζονες καὶ ὑγιεινότερον διαβιοῦσιν, ἀκόλουθόν ἐστιν καὶ ταῖς θηλείαις ὑγιεινὴν ἐν τῷ καθόλου συνομοταγεῖν τὴν παρθενίαν. αἱ γὰρ
5συλλήψεις καὶ ἀποτέξεις δαπανῶσι τὰ σώματα τῶν θηλειῶν καὶ ἀθρόως ἀπομαραίνουσιν, ἡ παρθενία δὲ τῶν ἐντεῦθεν ἀδικημάτων τὰς θηλείας ὑφαιροῦσα δεόντως ἂν ὑγιεινὴ λέγοιτο.

1

.

31

.

1

οἱ δὲ τῆς ἐναντίας ὑπολήψεώς φασιν, ὅτι τὸ ἐπιθυμεῖν τῶν ἀφροδισίων οὐ μόνον γυναικῶν ἐστιν ἀλλὰ καὶ παρθένων. ἔνιαι γοῦν παρθένοι βαρυτέρους γυναικῶν ἔρωτας ὑπέμειναν· μία γὰρ τῆς ὀρέξεως ἄνεσις ἡ τῆς μίξεως χρῆσις, οὐκ ἀπαλλαγή. οὐκ ἀναιρεῖ τοίνυν τὴν

1

.

31

.

2

ἐπιθυμίαν τὸ παρθενοτροφεῖσθαι. τὴν δὲ τοῦ σπέρματος ἀπόκρισιν ἔνιοι μέν φασιν μήτε ἐπὶ τῶν ἀρρένων μήτε ἐπὶ τῶν θηλειῶν κατὰ γένος εἶναι βλαβεράν, κατὰ δὲ τὴν ἀμετρίαν· βλάπτεσθαι 〈μὲν γὰρ〉 τὰ σώματα πρὸς τὴν συνεχῆ τοῦ σπέρματος ἀπόκρισιν, ὠφελεῖσθαι δὲ
5πρὸς τὴν ἐκ διαστήματος, ὥστε καὶ δυσκινησίας ἀπολύεσθαι καὶ δυσφο‐ ρίας. πολλοὶ γοῦν μετὰ συνουσίαν εὐκινητότεροι κατέστησαν καὶ γεν‐

1

.

31

.

3

ναιότερον ἠνέχθησαν. ἔνιοι δέ φασιν βλαβερὰν μὲν εἶναι τὴν τοῦ σπέρματος πρόεσιν ὡς ἀτονίας οὖσαν ἀποτελεστικήν, ἤδη δέ ποτε καὶ κατὰ τοῦτο λυποῦσαν, ἐπ’ ὀλίγον δὲ καὶ προσκαίρως εἰς ἄλλο τι πλεῖον
ὠφελεῖν, τοῦτ’ ἔστιν εἰς τὴν ἀπαραπόδιστον τῶν ἐμμήνων ἀπόκρισιν.20
5ὥσπερ γὰρ τὸν ἱδρῶτα προσκαλεῖν μὲν ἡ τῶν ὅλων σωμάτων κίνησις εἴωθεν, ἐπέχειν δὲ καὶ παρακρατεῖν ἡ ἀκινησία, καὶ ὡς τὸ σίελον ἡ προφορὰ τῆς φω|νητικῆς ἐνεργείας πρὸς ἔκκρισιν ἄγει μᾶλλον, ταῖς δὲ διόδοις τοῦ πνεύματος πέφυκεν συνεπακολουθεῖν, οὕτως καὶ ἡ περὶ τὰ γυναικεῖα μόρια συγκίνησις ἐν τοῖς ἀφροδισίοις συναναχαλᾷ
10τὸν ὄγκον ὅλον· διὰ τοῦτο δὲ καὶ τὴν ὑστέραν ἀνίησιν, ὥστε καὶ τὴν κάθαρσιν ἀπαραπόδιστον φυλαχθῆναι. πολλαὶ γοῦν διὰ μακρὰν χηρείαν στραγγῶς καὶ μετὰ πόνου καθαιρόμεναι γαμηθεῖσαι πάλιν ἐκαθάρθησαν

1

.

31

.

4

ἀπαραποδίστως. αἱ δὲ ἐκτμηθεῖσαι τὰς μήτρας ὕες ἐρρωμενέστεραι γίνονται διὰ τὸ μηδ’ ὅλως ἔχειν τὸ τὴν ἔμμηνον ἔκκρισιν [τὸ] ὑπο‐ μένον σπλάγχνον. ὡς οὖν οὐδὲ ποδαγρὸς ἄν τις γένοιτο πόδας οὐκ ἔχων οὐδὲ στραβὸς τοὺς ὀφθαλμοὺς ἐκκεκομμένος, τῷ μὴ ἔχειν τὸ
5μέλος ὃ νοσήσει, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ ταῖς μὴ ἐχούσαις τὴν μήτραν δύναται παρακολουθῆσαι τὰ κατὰ τὴν ὑστέραν γινόμενα δυσχερῆ. ταῖς δὲ παρθένοις πάρεστιν ἡ μήτρα· κίνδυνος οὖν δι’ ὅλου τῆς συμπλοκῆς ἀπεχομένων αὐτῶν παραπολέσθαι τὴν τῆς ὑστέρας

1

.

31

.

5

ἐνέργειαν. πρὸς δὲ τὸ τὰς μὴ συνουσιαζούσας ἀπαλλάσσεσθαι τῆς ἐκ τοῦ τίκτειν κακώσεώς φασιν, ὅτι πρὸς ἕτερα πολλῷ χείρονα διὰ τὸ μὴ συνουσιάζειν βλάπτονται παραποδιζομένης τῆς ἐμμήνου καθάρσεως· ἀμέλει καὶ καταπίμελοι γίνονται καὶ τοῖς συγκρίμασιν περιπληθεῖς
5ὑποσωρευομένου κατ’ ὀλίγον τοῦ διὰ τῆς καθάρσεως ὀφείλοντος ἐξ‐ αναλοῦσθαι. βλαβερὰ τοίνυν ἡ δι’ ὅλου παρθενία.

1

.

32

.

1

καὶ τοιαῦτα μὲν λέγουσιν ἑκατέρωθεν. ἡμεῖς δὲ τὴν διηνεκῆ παρθενίαν ὑγιεινὴν εἶναί φαμεν, ὅτι βλαβερὰ κατὰ γένος ἡ συνουσία, καθάπερ ἐν τῷ Ὑγιεινῷ διὰ πλειόνων ἀποδέδεικται. βλέπομεν δὲ καὶ τῶν ἀλόγων ζῴων ἐν τοῖς θηλυκοῖς ὄντα ἐρρωμενέστερα τὰ
5κωλυόμενα τῇ συνουσίᾳ χρῆσθαι, καὶ τῶν γυναικῶν δυσαλωτοτέρας πρὸς νόσους τὰς | διὰ νόμον καὶ τὴν εἰς θεοὺς θρῃσκείαν ἀποτετα‐

1

.

32

.

2

γμένας ταῖς μίξεσιν καὶ τὰς ἐννόμῳ [ἐν] παρθενίᾳ διαφυλαχθείσας. τὸ δὲ στραγγῶς καθαίρεσθαι καὶ εἰς πιμελώδη καὶ ἄμετρον ὄγκον παρ‐ εκχεῖσθαι διὰ τὴν ἀργίαν καὶ τὴν ἀκινησίαν γίνεται τοῦ σώματος. ἐπεὶ γὰρ πολλαὶ τῶν οὕτως παρθενοτροφουμένων 〈ἐν τη〉ρήσει καὶ
5φυλακῇ μένουσαι τῶν ὀφειλομένων γυμνασίων οὐ μεταλαμβάνουσιν
οὐδὲ αἰωρῶν οὐδὲ τῆς ἐντεῦθεν εὐαρεστήσεως, διὰ τοῦτο τοῖς εἰρη‐21

1

.

32

.

3

μένοις ὀχληροῖς ἁλίσκονται. διόπερ ὑγιεινὴ μὲν ἡ διηνεκής ἐστιν παρ‐ θενία καθάπερ ἐπὶ τῶν ἀρρένων καὶ ἐπὶ τῶν θηλειῶν, τῷ κοινῷ δὲ τῆς φύσεως λόγῳ, καθ’ ὃν 〈χάριν〉 τοῦ μένειν ἑκάτερα 〈τηρεῖ〉 τὰ γένη τὴν τῶν ζῴων διαδοχήν, ἡ μίξις ἀκόλουθος ἂν εἴη. καὶ περὶ
5τούτων ἑξῆς διαλαβεῖν ἀναγκαῖον.
5

1

.

33

t

Μέχρι τίνος τὸ θῆλυ παρθενοτροφητέον.

1

.

33

.

1

Ἐπεὶ τὸ μὲν ἄρρεν μόνον προετικὸν σπέρματος ὑπάρχον οὐδένα κίνδυνον ἔχει ἐκ τῆς πρώτης μίξεως, τὸ δὲ θῆλυ καὶ δεκτικόν ἐστιν σπερμάτων καὶ συλληπτικὸν εἰς ὑπόστασιν τοῦ ζῴου καὶ παρ’ αὐτὸ τοῦτο κινδυνεῦσαν εὑρίσκεται θᾶττον ἢ προσῆκεν ἐπὶ τὰς δια‐
5κορήσεις ἀγόμενον ἢ βράδιον, εὐλόγως περὶ τοῦ προκειμένου σκέμμα‐ τος ἐπιζητοῦμεν.

1

.

33

.

2

ἔνιοι μὲν οὖν μέχρι τοσούτου διατελεῖν ἐν παρθενίᾳ τὸ | θῆλυ καλῶς ἔχειν ὑπέλαβον μέχρις οὗ μήπω πρὸς τὴν μίξιν ἔσχηκεν ὁρμήν· αὐτὴ γὰρ ἡ φύσις, ὡς ἐπὶ τῶν ἀλόγων ζῴων οὕτως καὶ ἐπὶ τῶν ἀν‐ θρώπων, καθ’ ἣν δεῖ προθεσμίαν ἐπὶ τὴν μίξιν ἐλθεῖν, οἴστρους τινὰς
5ἐφύτευσεν καὶ ὁρμὰς ἐκίνησεν, ὁρμῶντος ἤδη τοῦ σώματος ἐπὶ τὴν

1

.

33

.

3

τῶν ἀφροδισίων ἀπόλαυσιν ἐλθεῖν. λέληθεν δὲ τούτους, ὅτι τὰ μὲν ἄλογα ζῷα μόνῃ φύσει καὶ ἀλόγῳ τύχῃ διοικούμενα παρ’ ἑαυτῶν οὐδὲν εἰς ἐπιθυμίαν συνεισφέρει. διὸ καὶ τῶν πλείστων ἐμπρόθεσμος 〈καθέστηκεν〉 ὁ χρόνος τῆς ἐπὶ τὴν μίξιν ὁρμῆς, ἐπὶ δὲ τῶν ἀνθρώ‐
5πων ἀπρόθεσμος, πολλαχοῦ καὶ τοῦ λόγου διὰ καινάς τινας ἡδονὰς

1

.

33

.

4

ἢ δόξας σαλεύοντος τὰς ὁρμάς. ἐπεὶ τοίνυν αἱ μὴ σωφρονικῶς ἀγό‐ μεναι παρθένοι διὰ τὸ ἀπαιδαγώγητον προωροτέρας ἕλκουσι τὰς ἐπι‐ θυμίας, διὰ τοῦτο ταῖς ὁρμαῖς οὐ καταπιστευτέον. μέχρι δὲ τοσούτου διατηρεῖν ἐν παρθενίᾳ συμφέρει, μέχρις οὗ δι’ ἑαυτῆς γένηται κάθαρ‐
5σις· ἔσται γὰρ τεκμήριον τοῦ δύνασθαι τὴν ὑστέραν ἤδη τὰς ἰδίας ἀποτελεῖν ἐνεργείας, ὧν 〈ἐστιν〉 μία καὶ ἡ σύλληψις, ὡς ἔμπροσθεν

1

.

33

.

5

εἰρήκαμεν. κίνδυνος 〈γὰρ〉 τὸ καταβληθὲν σπέρμα συλληφθῆναι μικρο‐ μεγέθους ἔτι τῆς μήτρας ὑπαρχούσης καὶ διὰ τοῦτο θλιβησομένου μετὰ τὴν ὄγκωσιν τοῦ ἐμβρύου καὶ οὕτως ἤτοι φθαρησομένου παντε‐
λῶς ἢ τοὺς χαρακτῆρας ἀπολέσαντος ἢ πάντως ἐν τῷ καιρῷ τῆς22
5ἀποτέξεως κίνδυνον παρεξομένου τῇ κυοφορούσῃ τῷ διὰ στενῶν ἔτι καὶ ἀτελειώτων ἀκμὴν τῶν περὶ τὸ στόμιον τῆς ὑστέρας μερῶν διέρ‐ χεσθαι. συμβαίνει δὲ οὕτως καὶ ἀτροφεῖν ἔνια τῷ μήπω τὴν ὑστέραν μεγάλοις ἀγγείοις καταπεπλέχθαι, λεπτοῖς δὲ καὶ οὐχ ἱκανοῖς τοσοῦ‐ τον αἷμα παρακομίζειν, ὅσον ἱκανόν ἐστιν τὸ κατὰ γαστρὸς διαθρέψαι.

1

.

33

.

6

τὸ | μέντοι τὴν κάθαρσιν ἐπιφαίνεσθαι πρῶτον κατὰ τὸ πλεῖστον περὶ τὸ τεσσαρεσκαιδέκατον ἔτος ἀπαντᾷ· τοῦτο τοίνυν ὄντως ἐστὶ φυσικὸν καὶ τὸν τῆς διακορήσεως ἐμφαῖνον χρόνον. οὐκ ἀσφαλὴς δὲ πάλιν οὐδ’ ἡ μετὰ πολυετῆ χρόνον διακόρησις· μένει γὰρ συμπεπτωκὼς ὁ
5τράχηλος τῆς ὑστέρας, ὃν τρόπον καὶ τὰ τῶν ἀρρένων μόρια παρὰ

1

.

33

.

7

τὸ μὴ χρῆσθαι τοῖς ἀφροδισίοις. οὕτως οὖν ἐν εὐρυχώρῳ μὲν τῷ κύτει τῆς ὑστέρας τὸ σπέρμα διαπλασθὲν καὶ τελειωθὲν εἰς ζῷον, διὰ στενοῦ δὲ τοῦ τραχήλου κατὰ τὴν ἀπότεξιν οὐκ εὐμαρῶς διελθεῖν δυνάμενον μεγάλας ὀχλήσεις καὶ κινδύνους ἐπιφέρει. διόπερ ὁ προ‐
5ειρημένος χρόνος, ἐν ᾧ τελειούμενον τὸ χωρίον τῆς γενέσεως δύναται τὴν σύλληψιν ὑπομένειν, ἐπιτήδειός ἐστιν εἰς διακόρησιν.
6

1

.

34

t

Πῶς σημειωτέον τὰς δυναμένας συλλαμβάνειν.

1

.

34

.

1

Ἐπεὶ τέκνων ἕνεκα καὶ διαδοχῆς, ἀλλ’ οὐχὶ ψιλῆς ἡδυπαθείας αἱ πολλαὶ γάμοις συγκαταζεύγνυνται, παντελῶς 〈δ’〉 ἐστὶν ἄτοπον περὶ μὲν τῆς προγονικῆς αὐτῶν εὐγενείας ἐξετάζειν καὶ τῆς τῶν χρη‐ μάτων περιουσίας, περὶ δὲ τοῦ πότερον δύνανται συλλαμβάνειν ἢ μή,
5καὶ εἰ πρὸς τὸ τίκτειν εὐφυῶς ἔχουσιν ἢ οὔ, ἀνεξέταστον ἀπολιπεῖν,

1

.

34

.

2

δεόντως τὸν περὶ τοῦ προκειμένου ποιούμεθα λόγον. εὐφυῶς δὴ πρὸς σύλληψιν διακεῖσθαι σημειωτέον τὰς ἀπὸ πεντεκαιδεκαετοῦς ἡλικίας ἕως τεσσαρακονταετοῦς κατὰ τὸ πλεῖστον· μήθ’ οἷον ἀνδρώδεις καὶ πυκνὰς καὶ καταπαγίους [ἢ καταπιμέλους εἶναι] μήτε ἄγαν ἐκλελυ‐
5μένας καὶ καθύγρους, 〈ὥστε〉 καὶ τὴν ὑστέραν | ἐμφερῆ τοῖς ὅλοις 〈σώμασιν〉 ὑπάρχουσαν ἢ διὰ πολλὴν σκληρίαν 〈ἀρχὴν〉 μὴ δέχεσθαι ῥᾳδίως τὴν πρόσφυσιν τοῦ σπέρματος ἢ δι’ ὑπερτεταμένην ἔκλυσιν

1

.

34

.

3

καὶ ἀτονίαν 〈αὐτὸ πάλιν ἀφιέναι〉· καὶ μήτε κάθυγρον τὴν μήτραν
ἐχούσας μήτ’ αὐχμηρὰν μηδ’ ἄγαν εὔπορον ἢ πάλιν ἐσφιγμένην, εὐτάκτως δὲ καθαιρομένας καὶ οὐ διά τινος ὑγρασίας ἢ ἰχώρων ἑτερο‐ γενῶν, αἵματος δέ, καὶ τούτου μήτε ἄγαν πολλοῦ μήτε πάλιν [ἄγαν]23
5παντελῶς ὀλίγου· καὶ τὸ στόμιον τῆς ὑστέρας ἐχούσας προκοπώτερον μᾶλλον καὶ κατ’ εὐθὺ κείμενον (καὶ γὰρ φύσει παρεγκεκλικὸς καὶ πορ‐ ρωτέρω τοῦ γυναικείου κόλπου κείμενον πρὸς ἐπισπασμὸν καὶ παρα‐

1

.

34

.

4

δοχὴν τοῦ σπέρματος ἀφυέστερον)· καὶ τὰς εὐμαρῶς πεττούσας τὴν τροφὴν καὶ μὴ καθυγραινομένας διηνεκῶς τὴν κοιλίαν, εὐσταθεῖς δὲ τὴν διάνοιαν καὶ ἱλαράς (καὶ γὰρ αἱ συνεχεῖς ἀπεψίαι * τοῖς συλλαμ‐ βανομένοις ἀνθίστανται, καὶ ῥευματισμὸς τῆς κοιλίας ἐξίει τὸ κρατού‐
5μενον δυσέργητον, 〈τὸ δ’〉 ἐπίλυπόν τε καὶ θυμικὸν τῆς ψυχῆς 〈διὰ〉 τὴν ταραχὴν τοῦ πνεύματος ἀπωθεῖ τὸ συλλαμβανόμενον).

1

.

35

.

1

οἱ δὲ καὶ τὰς μήτε χαρὰς μήτε λύπας τοῖς ὄμμασιν 〈ἐμφαι‐ νούσας καὶ τὰσ〉 δὲ τῷ χρώματι ταχέως τρεπομένας, καὶ μάλιστα ἐπὶ τὸ μελανώτερον, ἀνεπιτηδειοτέρας ἔλεξαν· πολλὴν γὰρ εἶναι θερμασίαν ἐπὶ τούτων τῆς ὀρέξεως τρέπουσαν καὶ μελαίνουσαν, δι’ ἣν καὶ τρόπῳ

1

.

35

.

2

τινὶ τὸ σπέρμα φρυγόμενον ἐξαφανίζεσθαι. βεβαιοτέρα δὲ 〈καὶ〉 πρώτη ση|μείωσίς ἐστιν, 〈ὥς φησιν〉 Διοκλῆς, δύνασθαι συλλαμβάνειν τὰς κατ’ ὀσφὺν καὶ λαγόνας εὐσάρκους, πλατυτέρας, φακώδεις, πυρράς, ἀρρενω‐ πούς, ἀγόνους τὰς ἐναντίας δὲ πάλιν· ἀτρόφους, ἰσχνὰς ἢ καταπιμέλους,
5πρεσβυτέρας λίαν ἢ νέας. μάλιστα δὲ προσέχει σημειώσει τῇ διὰ τῶν προσθέτων, οἷον ῥητίνης, πηγάνου, σκόρδου, καρδάμου, κοριάνδρου· εἰ μὲν γὰρ ἡ ποιότης προστεθέντων αὐτῶν μέχρι τοῦ στόματος ἀναφέ‐ ροιτο, δύνασθαί φησιν συλλαμβάνειν αὐτάς, εἰ δὲ μή, τοὐναντίον.

1

.

35

.

3

Εὐήνωρ δὲ καὶ Εὐρυφῶν ἐπὶ δίφρου μαιωτικοῦ καθίσαντες τοῖς

1

.

35

.

4

αὐτοῖς ὑπεθυμίασαν. ἅπερ ψευδῆ· καὶ γὰρ οὐκ εὔσαρκος κατ’ ὀσφὺν οὖσα συνέλαβε, τὰ προστεθέντα δὲ καὶ εἰλητικὰ καὶ [ἡ] διὰ τῶν λόγῳ
θεωρητῶν ἀναδοθήσεται πόρων, 〈εἰ〉 καὶ μὴ δυνηθήσεταί τις συλλαμ‐24

1

.

35

.

5

βάνειν. ὁ γοῦν Ἀσκληπιάδης φησὶν ἐπιτιθεμένης τῆς διὰ πηάνου κηρωτῆς ἑλκωμένῳ τὰ σκέλη ἀντίληψιν τῷ κάμνοντι [ἢ] γενέσθαι τῆς

1

.

35

.

6

ποιότητος κατὰ διάδοσιν. ἐν τῷ καθόλου δὲ ζητητέον τὰς κατὰ φύσιν ἐχούσας τῷ τε ὅλῳ σώματι καὶ τῇ ὑστέρᾳ. καθάπερ γὰρ οὐδὲ λυπρὸν χωρίον τελειοῖ σπέρματα καὶ φυτά, τῇ δὲ παρ’ ἑαυτοῦ κακίᾳ καὶ τὰς ἀρετὰς τῶν φυτῶν τε καὶ σπερμάτων ἀπόλλυσιν, οὕτω καὶ τὰ σώματα
5τὰ τῶν θηλειῶν παρὰ φύσιν διακείμενα οὐ κρατεῖ τῶν μεθιεμένων εἰς αὐτὰ σπερμάτων, ἀλλὰ τῇ παρ’ ἑαυτῶν κακίᾳ συννοσεῖν ἢ καὶ ἀπόλλυσθαι ταῦτα ἀναγκάζει. |
7

1

.

36

t

Τίς ἄριστος καιρὸς συνουσίας πρὸς σύλληψιν.

1

.

36

.

1

Καθάπερ ἐπὶ τῶν ἔξωθεν σπερμάτων οὐ πᾶς καιρὸς ἐπιτή‐ δειος πρὸς τὸ κατὰ τῆς γῆς αὐτὰ βληθέντα καρποὺς ἐνεγκεῖν, οὕτως οὐδὲ ἐπὶ τῶν ἀνθρώπων [ὁ] πᾶς καιρὸς ἐπιτήδειος πρὸς σύλληψίν ἐστι τῶν ἐν ταῖς μίξεσιν μεθιεμένων σπερμάτων. ἵν’ οὖν διὰ τῆς εὐκαιρίας
5τῆς χρήσεως τῶν ἀφροδισίων τὸ ζητούμενον ἔργον ἐπιτευχθῇ, χρήσιμον

1

.

36

.

2

τὸν καιρὸν εἰπεῖν. ἄριστος συνουσίας καιρὸς πρὸς σύλληψιν ὁ παυομέ‐ νης τε 〈καὶ〉 παρακμαζούσης τῆς καθάρσεως, 〈καὶ〉 ὁρμῆς καὶ ὀρέξεως πρὸς συμπλοκὴν ὑπαρχούσης, καὶ τοῦ σώματος μήτ’ ἐνδεοῦς ὄντος μήτ’ ἄγαν πλήρους καὶ βαρέος ἐκ μέθης καὶ ἀπεψίας, καὶ ὁ μετὰ τὴν
5ἀποθεραπείαν τοῦ σώματος ἐμβρωματίου λημφθέντος ὀλίγου καὶ κατὰ

1

.

36

.

3

πᾶν εὐαρέστου τοῦ καταστήματος ὑπάρχοντος. παυομένης τῆς καθάρ‐ σεως καὶ παρακμαζούσης· ὁ μὲν γὰρ πρὸ τῆς καθάρσεως ἀνεπιτήδειος, βαρουμένης ἤδη τῆς ὑστέρας καὶ δυσαρέστως ἐχούσης διὰ τὴν ἐπι‐ φορὰν τῆς ὕλης καὶ μὴ δυναμένης δύο κινήσεις ἐναντίας ἀλλήλαις
5ἐνεγκεῖν, τὴν μὲν εἰς τὸ ἐκκρῖναι τὴν ὕλην, τὴν δὲ εἰς τὸ παραδέξα‐

1

.

36

.

4

σθαι. καθάπερ γὰρ ὁ βαρούμενος ὑπό τινος ὕλης στόμαχος εἰς μὲν τὸ ἀπορρῖψαι τὸ θλῖβον ἐπιτηδείως ἔχει παρυπτιώμενος 〈διὰ τὴν〉 ναυτίαν, πρὸς δὲ τὸ 〈παρα〉δέξασθαι τροφὴν ἀπέστραπται, κατὰ τὴν αὐτὴν ἐπιβολὴν καὶ ἡ μήτρα πλήρης 〈ἐπὶ〉 τοῦ καιροῦ τῆς καθάρσεως
5ὑπάρχουσα πρὸς μὲν τὴν ἀποκένωσιν τοῦ συνερρυηκότος εἰς αὐτὴν
αἵματος εὐφυῶς ἔχει, | πρὸς δὲ τὴν ἀνάληψιν τοῦ σπέρματος καὶ25

1

.

36

.

5

διακράτησιν ἀνεπιτηδείως. ὁ δ’ ἀρχομένης τῆς καθάρσεως καιρὸς ἄθετος διὰ τὴν ἁπάντων ἐπίτασιν, ὡς εἰρήκαμεν, ὁ δὲ αὐξανομένης καὶ ἀκμαζούσης διὰ τὸ καθυγραίνειν τὸ σπέρμα καὶ τῷ πλήθει τοῦ

1

.

36

.

6

ἀποκρινομένου αἵματος συνεκβλύζειν. ὡς γὰρ οὐδὲ τὸ τραῦμα παρα‐ κολλᾶται παρεπομένης αἱμορραγίας, ἀλλὰ κἂν παραχρῆμα συγκολληθῇ, ταύτης ἐπιφερομένης διίσταται πάλιν, οὕτως οὐδὲ τὸ σπέρμα δύναται κολληθῆναί τε καὶ συμφυῆναι πρὸς τὸν πυθμένα τῆς ὑστέρας ὑπὸ τῆς

1

.

36

.

7

ἐκεῖθεν ἀποκρινομένης αἱματικῆς οὐσίας ἀνωθούμενον. μόνος οὖν και‐ ρὸς ἐπιτήδειος ὁ κατὰ τὴν ἀπόλειψιν τῆς καθάρσεως· κεκούφισται μὲν γὰρ ἡ μήτρα καὶ σύμμετρος παρέπεται θερμασία καὶ ὑγρασία. πάλιν γὰρ οὐκ ἐνδέχεται τὸ σπέρμα κολληθῆναι μὴ προτετραχυμμένης 〈καὶ

1

.

36

.

8

οἷον〉 ἐξεσμένης κατὰ τὸν πυθμένα τῆς ὑστέρας. ὡς οὖν ἐπὶ τῶν νοσούντων ἐν ἀνέσει λαμβανόμενον τὸ σιτίον πρὸ παροξυσμοῦ 〈κατέ‐ χεται〉, κατὰ δὲ τὸν παροξυσμὸν αὐτὸν εἰς ἔμετον ἀνακόπτεται, κατὰ τὸν αὐτὸν τρόπον καὶ τὸ σπέρμα βεβαίως κατέχεται παρατεθέν, ὅτε

1

.

36

.

9

παρακμάζουσιν αἱ καθάρσεις. εἰ δέ τινες συνέλαβον κατὰ τὸν ἄλλον χρόνον καὶ μάλιστα ὅτε καθαίρονται κατ’ ὀλίγον, οὐ δεῖ τὴν ἐν ὀλί‐ γαις ἐπιτυχίαν μεταδιώκειν, ἀλλὰ τὸν ἐκ τῶν τῆς τεχνικῆς θεωρίας λαμβανόμενον καιρὸν ὑποδεικνύναι.

1

.

37

.

1

προσεθήκαμεν δὲ ὅτι καὶ ὁρμῆς καὶ ὀρέξεως πρὸς συνουσίαν ὑπαρχούσης. ὡς γὰρ χωρὶς ὀρέξεως οὐκ ἐνδεχόμενον ὑπὸ τῶν ἀρρέ‐ νων τὸ σπέρμα καταβληθῆναι, τὸν αὐτὸν τρόπον χωρὶς ὀρέξεως ὑπὸ

1

.

37

.

2

τῶν θηλειῶν οὐκ ἐνδεχόμενον αὐτὸ συλληφθῆναι. καὶ ὡς ἡ τροφὴ χωρὶς ὀρέξεως καταποθεῖσα καὶ μετά τινος ἀποστροφῆς οὐ καλῶς | κατατάσσεται καὶ τῆς ἐπιβαλλούσης 〈ἀπο〉τυγχάνει πέψεως, οὕτως οὐδὲ τὸ σπέρμα δύναται ἀναληφθῆναί τε καὶ κρατηθὲν κυοφορηθῆναι

1

.

37

.

3

δίχα τοῦ παρεῖναι πρὸς συνουσίαν ὁρμὴν καὶ ὄρεξιν. καὶ γὰρ εἴ τινες βιασθεῖσαι συνέλαβον, ἔστι καὶ ἐπὶ τούτων εἰπεῖν, ὅτι τὸ μὲν τῆς ὀρέξεως πάντως πάθος καὶ ταύταις παρῆν, ἐπεσκοτεῖτο δὲ ὑπὸ ψυχι‐ κῆς κρίσεως· ὃν τρόπον καὶ ταῖς πενθούσαις ἡ μὲν πρὸς τὴν τροφὴν
5ὄρεξις πολλάκις ὕπεστιν, ἐπισκοτεῖται δὲ ὑπὸ τῆς διὰ τὴν συμφορὰν λύπης· ὕστερον γοῦν ἀναγκάζονται παρωσάμεναι τὴν κρίσιν τραφῆναι
διὰ τὸν ὑπερβάλλοντα λιμόν.26

1

.

38

.

1

καιρὸς οὖν ἐπιτήδειος ὁ κατὰ τὴν ὄρεξιν, πλὴν τοῦ σώματος μήτε βαρουμένου μήτε ἐνδεοῦς ὄντος· οὐ γὰρ ἱκανὸν τὸ πρὸς συνου‐ σίαν ὁρμητικῶς ἔχειν, ἐὰν μὴ καὶ τὸ κατάστημα τοῦ σώματος ἐπιτη‐

1

.

38

.

2

δείως ἔχῃ. καθάπερ γὰρ καὶ τροφῆς ὀρεγόμεθα πολλάκις ἐν ἀπεψίᾳ καὶ διαφθορᾷ τῶν παρακειμένων, ὁπότε, εἰ λάβοιμέν τι τῷ τῆς ὀρέ‐ ξεως ἐπακολουθοῦντες κινήματι, καὶ τοῦτο προσδιαφθείρομεν, οὕτως οὐδὲ [ἐν] τῷ τῆς συνουσίας ὀρέγεσθαι [καιρῷ] τὸ εὔκαιρον σύνεστιν, εἰ
5μὴ καὶ τἆλλα συνεποπτεύομεν· ταῖς μὲν γὰρ καταφερεστέραις ἐν παντὶ

1

.

38

.

3

καιρῷ τὸ πρὸς συνουσίαν ὁρμητικὸν συμπάρεστιν. ἔστω δὴ μήτε ἐν‐ δεὲς τὸ σῶμα καὶ ἄτονον, τῷ γὰρ ὅλῳ καὶ τὰ μέρη συνατονεῖν εὔλο‐ γον. οὕτως δὲ καὶ τὴν ὑστέραν ἀτονωτέραν οὖσαν εἰκὸς καὶ περὶ τὴν ἐνέργειαν τοιαύτην ἔσεσθαι, τὸ δὲ συλλαβεῖν ὑστέρας ἔργον. μήτ’ ἐν‐
5δεοῦς οὖν τοῦ σώματος ὄντος ἡ συνουσία παραλαμβανέσθω μήτε δὲ

1

.

38

.

4

πάλιν βαρέος, [καὶ] ὁποῖον ἐν ἀπεψίαις ἐστὶ καὶ μέθαις. πρῶτον μέν, ὅτι κατὰ φύσιν διακείμενον τὸ σῶμα τῶν ἰδίων ἐνεργημάτων ἀπο‐ δοτικὸν | γίνεται, κατὰ φύσιν δὲ οὐ διάκειται, καθ’ ὃν καιρὸν ἐν μέθῃ καὶ ἀπεψίᾳ καθέστηκεν· ὡς οὖν οὐδὲ ἄλλο τι φυσικὸν ἔργον ἐν τοι‐

1

.

38

.

5

ούτῳ καταστήματι διοικεῖσθαι δύναται, οὕτως οὐδὲ ἡ σύλληψις. δεύ‐ τερον δέ, ὅτι κολληθὲν δεῖ τὸ σπέρμα διατρέφεσθαι, λαμβάνει δὲ τρο‐ φὴν ἀπὸ τῆς ἐπιφερομένης ὕλης αἱματικῆς τε καὶ πνευματικῆς· ἐν δὲ ταῖς μέθαις καὶ ταῖς ἀπεψίαις πᾶς ἀτμὸς ἔφθαρται καὶ συντεθόλωται
5καὶ τὸ πνεῦμα· κίνδυνος οὖν ὑπὸ φαύλων τῶν ἐπιχορηγουμένων καὶ

1

.

38

.

6

τὸ σπέρμα ἐπὶ τὸ φαυλότερον μεταβαλεῖν. εἶτα καὶ 〈ἡ〉 διὰ τὴν μέθην πολυυλία κωλυτικὴ 〈τῆσ〉 πρὸς τὴν ὑστέραν γίνεται κολλήσεως τοῦ σπέρματος· ὡς γὰρ τὰ ἐπὶ τῶν μεθυόντων τραύματα δυσσύμφυτα ποιεῖ διὰ τὴν πολλὴν ἀναφορὰν ὁ οἶνος, οὕτως εὔλογον καὶ τὴν τοῦ
5σπέρματος κόλλησιν ὑπὸ τῆς αὐτῆς αἰτίας ἐπιταράττεσθαι.

1

.

39

.

1

τί δεῖ λέγειν, ὅτι καὶ τὸ ποιὸν τῆς ψυχῆς κατάστημα φέρει τινὰς περὶ τοὺς τύπους τῶν συλλαμβανομένων μεταβολάς; οὕτως ἐν τῷ συνουσιάζειν πιθήκους ἰδοῦσαί τινες πιθηκομόρφους ἐκύησαν· ὁ δὲ τῶν Κυπρίων τύραννος κακόμορφος ὢν εἰς ἀγάλματα περικαλλῆ κατὰ
5τοὺς πλησιασμοὺς τὴν γυναῖκα βλέπειν ἀναγκάζων [ὁ] πατὴρ εὐμόρ‐ φων ἐγένετο παίδων· οἱ δ’ ἱπποτρόφοι κατὰ τὰς ὀχείας ἔμπροσθεν

1

.

39

.

2

τῶν θηλειῶν εὐγενεῖς ἱστᾶσιν ἵππους. ἵνα οὖν μήτε ἄμορφον ἀπο‐ τελεσθῇ τὸ γεννώμενον ἀλλοκότους φαντασίας ἐν τῷ μεθύειν τῆς ψυχῆς ὑπομενούσης, νηφέτωσαν αἱ γυναῖκες ἐν τοῖς πλησιασμοῖς, εἶθ’ ὅτι καὶ πρὸς τὰς μητέρας ὁμοιότης τις οὐ κατὰ σῶμα μόνον, ἀλλὰ καὶ
5κατὰ ψυχὴν ἀναφέρεται τῶν γεννωμένων. καλὸν οὖν εὐσταθούσῃ τῇ
ψυχῇ καὶ μὴ παρακόπῳ διὰ μέθην ὅμοιον ἀποτελεσθῆναι τὸ γεννώ‐27

1

.

39

.

3

μενον. παντελῶς γε μὴν ἄτοπόν ἐστι τὸν μὲν γεωργὸν φυλάττεσθαι τὸ μὴ | κατὰ διύγρων καὶ λιμναζομένων χωρίων ἀφεῖναι τὰ σπέρματα, τοὺς δὲ ἀνθρώπους ὑπολαμβάνειν, ὅτι καλῶς περιγενήσεται τῆς ζῳογο‐ νίας ἡ φύσις διύγροις καὶ κατακεκλυσμένοις τοῖς σώμασιν 〈ὑπὸ〉 πο‐
5λυυλίας ἐναποτιθεμένων τῶν σπερμάτων.

1

.

40

.

1

σὺν δὲ τούτοις ἄριστος καιρὸς εἴρηται καὶ ὁ μετὰ τὴν ἀπο‐ θεραπείαν ἐμβρωματίου ληφθέντος ὀλίγου, τοῦ μὲν ἐμβρώματος παρ‐ έξοντος ἐπανάστασιν ὁρμητικὴν πρὸς τὸν πλησιασμὸν γενέσθαι μὴ περι‐ σπωμένης τῆς ἐπὶ συνουσίαν ὁρμῆς τῇ πρὸς τὸ σιτίον ὀρέξει, τῆς δὲ
5ἀποθεραπείας τὸ ἑτοιμότερον τοῦ καταβληθέντος κρατῆσαι σπέρματος.

1

.

40

.

2

ὥσπερ γὰρ καὶ πρὸς τὴν ἀνάδοσιν τῆς τροφῆς συνεργεῖν ἡ ἀποθερα‐ πεία πέφυκεν, οὕτως καὶ πρὸς τὴν ἀνάληψιν καὶ κατοχὴν τοῦ σπέρ‐ ματος, ἀποπεφορτισμένων μὲν τῶν χθιζῶν ὡς ἂν εἴποι τις περιττω‐ μάτων, διακεκαθαρμένου δὲ τοῦ σώματος καὶ πρὸς τὰς φυσικὰς οἰκονο‐

1

.

40

.

3

μίας εὐσταθῶς ἔχοντος. ὡς οὖν καὶ ὁ γεωργὸς τὴν γῆν προεκκαθάρας καὶ τὴν ἀλλοτρίαν ὑπεξελόμενος ὕλην τότε σπείρει, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡμεῖς παραινοῦμεν προαποθεραπευθέντος τοῦ σώματος τὴν

1

.

40

.

4

εἰς γέννησιν ἀνθρώπου σπορὰν μετέρχεσθαι. τοῦτο δὲ οὐκ ἔστι μαχό‐ μενον τῷ λέγειν ἐν τῷ Ὑγιεινῷ συνουσίας ἄριστον καιρὸν εἶναι τὸν πρὸ τῆς ἀποθεραπείας. ἐκεῖ μὲν γὰρ κοινῶς περὶ πάσης τῆς ἄλλης εἴρηται συνουσίας, καὶ ἐπ’ ἀνδρῶν, ἐνταῦθα δὲ ἐξαιρέτως ἐπὶ
5τῆς κατ’ ἐπιτήδευσιν τεκνοποιίας. ὅσον μὲν γὰρ ἐφ’ ἑαυτῷ τὸ ἀπο‐ θεραπεύεσθαι μετὰ τὴν ἐκ τῶν ἀφροδισίων ταραχὴν ὑγιεινόν, ὅσον δὲ ἐπὶ τὸ διακρατηθῆναι τὸ σπέρμα ἠρεμεῖν κατάλληλον.

1

.

41

.

1

τινὲς δὲ τῶν παλαιῶν καὶ τοὺς ἀπὸ τῶν ἔξωθεν καιροὺς ὥρισαν· ἐπιτήδειον γὰρ εἶναι τὸν καιρὸν πληρουμένης τῆς σελήνης. συμπαθεῖν γὰρ τὰ ἐπίγεια τοῖς μεταρ|σίοις, καὶ ὡς τὰ πλεῖστα τῶν θαλασσίων εὐτροφεῖν μὲν πληρουμένης τῆς σελήνης, ἀτροφεῖν δὲ
5μειουμένης καὶ τῶν κατοικιδίων μυῶν τοὺς λοβοὺς τοῦ ἥπατος αὔξε‐ σθαι μὲν πληρουμένης τῆς σελήνης, ἐλαττοῦσθαι δὲ μειουμένης, οὕτως καὶ τὰς σπερματικὰς δυνάμεις ἐν ἡμῖν τε καὶ τοῖς ἄλλοις ζῴοις αὔξε‐

1

.

41

.

2

σθαι μὲν πληρουμένης τῆς σελήνης, ἐλαττοῦσθαι δὲ μειουμένης. ἔτι δὲ κράτιστον καιρὸν εἶναι πρὸς τὸ γενέσθαι σύλληψιν τὸν ἐαρινόν. ἐν μὲν γὰρ τῷ χειμῶνι πεπυκνωμένων τῶν σωμάτων δυσσύλληπτα γίνεσθαι τὰ σπέρματα, κἂν συλληφθῇ δέ, μένειν ἄτροφα παραπλησίως
5τοῖς ἀφεθεῖσι κατὰ γῆς (καὶ γὰρ ταῦτα κωλύεσθαι χειμῶνος ἀναφῦναι τῶν τε ζῴων ὅσα χειμῶνος ἀποτίκτεται, ταῦτα δύστροφα γίνεσθαι)· τὸ θέρος δὲ πάντα ποιεῖν ἄτονα τῇ πολλῇ διαφορήσει, διὰ τοῦτο δὲ καὶ τὰ σπέρματα καὶ τὰ συλληπτικὰ μέρη τούτων, ὃν τρόπον καὶ ὅλα28

1

.

41

.

3

τὰ σώματα. ταῦτα δὲ καὶ δίχα λόγου δυσωπεῖν ἱκανὴ καθέστηκεν ἡ ἀπὸ τῶν φαινομένων μαρτύρησις· ἐν παντὶ γὰρ χρόνῳ καὶ γινομένας καὶ τελεσφορουμένας τὰς συλλήψεις θεωροῦμεν. εἰ δέ τινες κακοθερεῖς οὖσαι φύσεις χεῖρον ἔχουσιν θέρους ἢ πάλιν κακοχείμεροι χειμῶνος,
5οὐκ εἰς τὰς ὥρας ἀποβλέψομεν, εἰς δὲ τὸ ποιὸν κατάστημα τοῦ σώμα‐

1

.

41

.

4

τος. κοινῶς γὰρ τοῦτον ὑποτιθέμεθα τὸν καιρόν, ἐν ᾧ καὶ ἀνενδεὲς καὶ ἀβαρὲς καὶ πανταχόθεν εὐάρεστόν ἐστι τὸ σῶμα. πρὸς δὲ τὰς μεταβολὰς τῆς σελήνης εἴ τις ἐγένετο καὶ τῶν ἡμετέρων μετακόσμησις σωμάτων, πάντως ἂν καὶ ταύτην τετηρήκειμεν, ὃν τρόπον ἐπὶ τῶν
5μυῶν καὶ τῶν ὀστρέων· εἰ δὲ μηδέν τι τοιοῦτον ἐπὶ τῶν ἡμετέρων γινόμενον τετήρηται σωμάτων, ἔσται μὲν πιθανός, ψευδὴς δὲ πᾶς ὁ τοιοῦτος λόγος. |
7

1

.

42

t

Εἰ ὑγιεινή ἐστιν ἡ σύλληψις.

1

.

42

.

1

Ἔνιοι τὴν σύλληψιν ὑγιεινὴν εἶναι νομίζουσιν, ὅτι πᾶν φυσι‐ κὸν ἔργον ὠφέλιμόν ἐστιν, φυσικὸν δὲ ἐνέργημα καὶ ἡ σύλληψις· δεύ‐ τερον, ὅτι στραγγῶς τινὲς καθαιρόμεναι καὶ ὑστερικὰς ὑπομένουσαι

1

.

42

.

2

θλίψεις συλλήψεσι χρησάμεναι τῶν ὀχληρῶν ἀπηλλάγησαν. πρὸς ταῦτα δὲ λεκτέον, ὅτι καὶ ἡ κάθαρσις φυσικὸν ἔργον, ἀλλ’ οὐχ ὑγιεινόν, ὡς ὑπεμνήσαμεν. οὐ πάντως γε μὴν εἴ τι ὠφέλιμόν ἐστιν, τοῦτο καὶ ὑγιεινόν. ἀμέλει καὶ τὸ καθαίρεσθαι καὶ συλλαμβάνειν ὠφέλιμον μέν

1

.

42

.

3

ἐστιν εἰς γένεσιν ἀνθρώπων, οὐ μὴν ὑγιεινὸν ταῖς κυοφορούσαις. συλ‐ λαβοῦσαι μὲν γὰρ οὐκ ἀπαλλάσσονται τῶν προϋπαρχόντων περὶ τὴν ὑστέραν ὀχληρῶν, ἀπαλλασσόμεναι δὲ τούτων τότε συλλαμβάνουσιν. εἰ δὲ καὶ ὑπὸ τῆς συλλήψεως ἀπαλλάσσονται, βοήθημα γίνεται νόσων
5ἡ σύλληψις, οὐ τηρητικὸν τοῦ ὑγιαίνειν, ὥσπερ οὐδ’ ἡ φλεβοτομία διὰ

1

.

42

.

4

τοῦτο ὑγιεινὸν γίνεται παράλημμα, διότι λύει νόσους. κατὰ δὲ τὸ προηγούμενον λεκτέον, ὡς πολλὰ μὲν δυσχερῆ παρέπεται ταῖς κυοφο‐ ρούσαις βαρουμέναις καὶ τὴν κίσσαν ὑπομενούσαις. ἤδη 〈δὲ〉 γνωστέον, ὅτι καὶ τὴν ἑνὶ τῷ ζῴῳ αὐτάρκη τροφὴν μερισθῆναι δεῖ πρὸς δύο
5ζῴων θρέψιν τε καὶ αὔξησιν, ὥστε μηκέτι μένειν αὐτάρκη τῇ κυοφο‐ ρούσῃ· ὅ τι γὰρ τῷ κυοφορουμένῳ προσμερίζεται, τοῦτο κατ’ ἀνάγκην ἀφαιρεῖται τῆς κυοφορούσης. οὐ γὰρ ἐνδέχεται πλείονα λαμβάνειν
αὐτὴν ὡς καὶ ἀπαναλώσεως γινομένης πλείονος, οὐδὲ γὰρ οἴσει τὴν οἰκονομίαν τῆς πλείονος τὸ τῆς πέψεως ἔργον. εἰ τοίνυν λαμβάνει29
10μὲν ὅσην δύναται πέσσειν, τῆς δὲ πεσσομένης τὸ προστιθέμενον τῷ κυοφορουμένῳ τῆς κυοφορούσης ἀφαι|ρεῖται, τὸ δ’ ἐλαττωτικὸν οὐχ

1

.

42

.

5

ὑγιεινόν, οὐδὲ ἡ σύλληψις ὑγιεινή. ὅτι δὲ τὴν ἀτροφίαν καὶ τὴν ἀτονίαν καὶ τὸ προωρότερον γῆρας αἱ κυήσεις ἀποτελοῦσι, πρόδηλον μὲν κἀκ τῶν ἐναργῶν, ἔτι δὲ καὶ ἐκ τῆς πρὸς τὴν γῆν ὁμοιότητος, ἥτις ἐπὶ τοσοῦτον ἐξαναλοῦται πρὸς τὰς ἐπαλλήλους καρπογονίας,
5ὥστε μὴ δύνασθαι τοὺς καρποὺς κατ’ ἔτος ἀναφέρειν.
5

1

.

43

t

Τίνα σημεῖα συλλήψεως.

1

.

43

.

1

σύλληψις ὠνόμασται μὲν ἀπὸ τοῦ συγκράτησις εἶναι τοῦ σπέρματος, καλεῖται δὲ κύησις παρὰ τὸ κεύθησις εἶναι, τοῦτ’ ἔστιν ἀπόκρυψις· τὸ γὰρ κεύθειν ἐστὶ τὸ κρύπτειν, καὶ τὸ ἐν τῇ μήτρᾳ δὲ συνειλημμένον κρύπτεται. κατ’ ἔννοιαν δὲ σύλληψίς ἐστιν κράτησις
5ἐπίμονος σπέρματος ἢ ἐμβρύου ἢ ἐμβρύων ἡ ἐν ὑστέρᾳ διὰ φυσικὴν

1

.

43

.

2

αἰτίαν. ‘κράτησισ‘ μέν, κατοχὴ γάρ ἐστιν ἡ σύλληψις· ‘ἐπίμονοσ‘ δὲ διὰ τὸ σχετικῶς ἐνιάκις κρατεῖσθαι τὸ σπέρμα καὶ παραυτίκα πάλιν

1

.

43

.

3

ἀποπτύεσθαι, τὸ δὲ τοιοῦτον μὴ εἶναι σύλληψιν. ‘σπέρματοσ‘ δὲ ‘〈ἢ〉 ἐμβρύου‘, ὅτι κατὰ μὲν τοὺς πρώτους χρόνους, ὅτε ἀκμὴν ἀδιατύ‐ πωτός ἐστιν ὁ γόνος, ἡ σύλληψις σπέρματος ὑπάρχει, μετὰ δὲ τοὺς πρώτους χρόνους, τετυπωμένου τοῦ κατὰ γαστρὸς καὶ μηκέτι ὄντος
5τοῦ σπέρματος, οὐ παύεται μὲν οὖσα σύλληψις, ἔστιν δὲ οὐ σπέρματος, ἀλλ’ ἐμβρύου· μεταβέβληται γὰρ ἤδη τὸ σπέρμα καὶ φύσις ἐστί, κατὰ

1

.

43

.

4

προκοπὴν δὲ καὶ ψυχή, καὶ οὐκέτι σπέρμα. διὸ καὶ τῆς συλλήψεως διαφοράν τινες 〈εἰσ〉άγοντες τὴν μὲν ἀτελῆ λέγουσιν ὡς τὴν πρώτην, τὴν δὲ τελείαν ὡς τὴν δευ|τέραν. ἕνεκα δὲ τοῦ τὰ δύο τῆς συλλήψεως εἴδη περιλαβεῖν ‘σπέρματοσ‘ ἔφαμεν ‘ἢ ἐμβρύου‘, διὰ δὲ τὸ καὶ δίδυμά

1

.

43

.

5

ποτε ἢ τρίδυμα συλλαμβάνεσθαι προσεθήκαμεν ‘〈ἢ〉 ἐμβρύων‘. ‘ἐν μήτρᾳ‘, παρ’ ὅσον οὐκ ἐν ὁποιῳδήποτε μέρει κράτησις ἐπίμονος τοῦ σπέρματος ἡ σύλληψίς ἐστιν, ἀλλ’ ἡ ἐν ὑστέρᾳ· καθ’ ὃν γὰρ καιρὸν ἐν τοῖς σπερματικοῖς περιέχεται πόροις, κρατεῖται μὲν ἐπιμόνως, ἀλλ’

1

.

43

.

6

οὐκ ἔστιν τοῦτο σύλληψις. ἐπὶ τέλει δὲ πρόσκειται ‘διὰ φυσικὴν αἰτίαν‘, ἐπεὶ πολλάκις κρατεῖται τὸ σπέρμα καὶ ἐπιμόνως καὶ ἐν ὑστέρᾳ καὶ διὰ ψύξιν μεμυκότος τοῦ στομίου τῆς ὑστέρας, καὶ τὸ ἔμβρυον δὲ ἐν
ταῖς δυστοκίαις. ἀλλ’ αἱ τοιαῦται κρατήσεις οὐκ εἰσὶ συλλήψεις, οὐ γὰρ30
5ὑπὸ τῆς κατὰ φύσιν ἐνεργείας, ὑπὸ δὲ τῆς παρὰ φύσιν ἀποτελοῦνται.

1

.

43

.

7

διαφέρει δὲ ἀνάληψις συλλήψεως. ἀνάληψις μὲν γάρ ἐστιν ἡ φορὰ τοῦ σπέρματος ἐπὶ τὸν πυθμένα τῆς ὑστέρας, σύλληψις δὲ ἡ μετὰ τὴν φορὰν κράτησίς τε καὶ συγκόλλησις· καὶ ἀνάληψις μὲν μόνου ἐστὶ σπέρ‐ ματος, σύλληψις δὲ καὶ ἐμβρύου.

1

.

44

.

1

τούτων οὕτως προδιακεκαθαρμένων ἰστέον ὡς τινὲς μὲν ἀκατάληπτον ἔφασαν συναντᾶν 〈αὐτήν〉. καθ’ ἡμᾶς οὖν ἐκ τῶν πλει‐ όνων ὑφ’ ἓν καὶ μετὰ διορισμοῦ ποιήσασθαι δεῖ τὴν σημείωσιν τῆς συλλήψεως, οἷον ἐκ τοῦ κατὰ τὸ πέρας τοῦ πλησιασμοῦ φρικώδους
5συναισθήσεως ἀντίληψιν γεγονέναι τῇ γυναικὶ καὶ τὸ στόμιον μεμυκέναι τῆς ὑστέρας [τὸ] μετ’ εὐαφείας καὶ τρυφερίας (ἐν γὰρ ταῖς ψύξεσιν καὶ ταῖς φλεγμοναῖς συμπίπτει μέν, ἀλλὰ μετ’ ἀπηνείας καὶ σκληρίας), μὴ ἐπικαθυγραίνεσθαι δὲ τῷ σπέρματι τὸ γυναικεῖον αἰδοῖον ἢ | ἐπ’

1

.

44

.

2

ὀλίγον, ἀνιεμένου παντὸς 〈ἢ〉 τοῦ πλείονος ὑγροῦ· μετὰ δέ τινα χρόνον κἀκ τοῦ τὴν ἐπίμηνον κάθαρσιν ἐπέχεσθαι ἢ ἐπ’ ὀλίγον φαίνεσθαι, βαρυτέραν δὲ γίνεσθαι τὴν ὀσφὺν καὶ λεληθότως ἐπαίρεσθαι τοὺς μαστοὺς μετά τινος ἐπιπόνου συναισθήσεως, ὑπανατρέπεσθαι δὲ τὸν
5στόμαχον καὶ τὰ ἐπὶ τοῦ στήθους ἀγγεῖα κυρτὰ καὶ πελιὰ φαίνεσθαι καὶ τὰ κύλα τῶν ὀφθαλμῶν ὑπόχλωρα, ποτὲ δὲ καὶ σπίλους μελανί‐ ζοντας ἐπιπολῆς ταῖς ὄψεσιν ἐπιτρέχειν καὶ τὴν λεγομένην ἔφηλιν

1

.

44

.

3

γενέσθαι· μετὰ δὲ ταῦτα τήν τε κίσσαν ἐπιφαίνεσθαι καὶ πρὸς λόγον τῆς τοῦ χρόνου προκοπῆς διογκοῦσθαι τὸ ἐπιγάστριον, εἶτα καὶ κινή‐ σεως τοῦ κατὰ γαστρὸς ἀντιλαμβάνεσθαι τὴν κυοφοροῦσαν.
3

1

.

45

t

Τίνα κατὰ τοὺς ἀρχαίους σημεῖα τοῦ ἄρρεν εἶναι τὸ
κυοφορούμενον ἢ θῆλ
υ.

1

.

45

.

1

Ἱπποκράτης τοῦ μὲν ἄρρεν κύειν φησὶν εἶναι 〈σημεῖα〉 τό τ’ εὐχρουστέραν ὑπάρχειν τὴν κύουσαν καὶ εὐκινητοτέραν καὶ 〈τὸ〉 τὸν δεξιὸν μαζὸν μείζονα ἔχειν καὶ εὐογκότερον καὶ πληρέστερον καὶ μάλιστα τὴν θηλὴν ἐπαίρεσθαι, τοῦ δὲ θῆλυ τὸ μετ’ ὠχριάσεως ὀγκω‐
5δέστερον εἶναι τὸν εὐώνυμον μαζὸν καὶ μάλιστα τὴν θηλήν, ἀπὸ ψευδοῦς ὑπολήψεως ἐπὶ ταύτην ἐλθὼν τὴν ἀπόφασιν. ᾤετο γὰρ ἐν μὲν τοῖς δεξιοῖς μέρεσιν τῆς ὑστέρας συλληφθέντος τοῦ σπέρματος ἄρρεν ἀποτελεῖσθαι, ἐν δὲ τοῖς εὐωνύμοις θῆλυ. τοῦτο δὲ ὡς οὐκ ἀληθές, ἐν τοῖς φυσικοῖς Περὶ ζῳογονίας παρίσταμεν ὑπο|μνήμασιν.31

1

.

45

.

2

οἱ δὲ εἰ μὲν ἄρρεν εἴη τὸ κατὰ γαστρός, ὀξυτέρας καὶ σφοδροτέρας παρέπεσθαι τὰς κινήσεις φασὶν αὐτοῦ πρὸς τὴν ἀντίληψιν τῆς κυούσης, εἰ δὲ θῆλυ, καὶ βραδυτέρας καὶ νωθροτέρας μετὰ τοῦ καὶ τὴν κύουσαν δυσκινητοτέραν εἶναι καὶ ἀσωδεστέραν τῇ δυνάμει. τὴν μὲν γὰρ εὔχροιαν
5ἐπὶ τῶν ἀρρενοτόκων γίνεσθαι διὰ τὴν ἀπὸ τῆς κινήσεως τοῦ κατὰ γαστρὸς γυμνασίαν, τὴν δὲ δύσχροιαν ἐπὶ τῶν θηλυτόκων διὰ τὴν

1

.

45

.

3

περὶ τὸ κυούμενον ἀργίαν. ταῦτα δὲ τοῦ πιθανοῦ μᾶλλον ἢ τοῦ ἀλη‐ θοῦς ἔχεται, παρ’ ὅσον ἐπὶ τῆς ἐναργείας ὁρῶμεν τοτὲ ταῦτα, 〈το〉τὲ καὶ τὰ ἐναντία [τε] παρηκολουθηκότα.
3

1

.

46

t

Τίς ἡ τῶν συνειληφυιῶν ἐπιμέλεια.

1

.

46

.

1

Ἡ τῶν συνειληφυιῶν ἐπιμέλεια τρίχρονός ἐστιν. ἡ μὲν γάρ ἐστι τῶν πρώτων χρόνων εἰς τήρησιν τοῦ καταβληθέντος σπέρματος, ἡ δὲ τῶν δευτέρων πρὸς παρηγορίαν τῶν ἐπιγινομένων συμπτωμάτων, καθάπερ ἡ τῆς ἐπιγινομένης κίσσης, ἡ δὲ τῶν τελευταίων καὶ πλησίον
5ἤδη τῆς ἀποκυήσεως εἰς τὴν τοῦ ἐμβρύου τελείωσιν καὶ εἰς εὐχερῆ τῆς ἀποτέξεως ὑπομονήν. ἐξ ὧν περὶ τῆς πρώτης κατὰ τὸ παρὸν ποιησόμεθα τὴν ἐπίσκεψιν.

1

.

46

.

2

δεῖ τοίνυν τῆς συλλήψεως γενομένης φυλάττεσθαι πᾶσαν ὑπερ‐ βολὴν καὶ κίνησιν σωματικήν τε καὶ ψυχικήν. ἐξίεται γὰρ τὸ σπέρμα καὶ διὰ φόβον καὶ διὰ λύπην καὶ χαρὰν αἰφνίδιον καὶ καθόλου δια‐ νοίας ἰσχυρὰν ταραχὴν καὶ γυ|μνασίαν σφοδρὰν καὶ βιαίους κατοχὰς
5πνεύματος, βῆχας, πταρμούς, πληγάς, πτώματα, καὶ μᾶλλον τὰ ἐπὶ τῶν ἰσχίων, βάρους ἄρσεις, πηδήματα, σκληρὰς καθέδρας, φαρμακείας,
δριμέων καὶ πταρμικῶν προσφοράν, ἔνδειαν, ἀπεψίαν, μέθην, ἔμετον, κοιλιολυσίαν, ῥύσιν αἵματος διὰ ῥινῶν καὶ αἱμορροΐδος ἢ ἄλλου τόπου καὶ χαλασμὸν διά τινος τῶν θερμαίνειν δυναμένων καὶ διὰ πυρετὸν32
10δὲ σφοδρὸν καὶ ῥῖγος καὶ σπασμὸν καὶ τὸ κοινότερον πᾶν τὸ βιαίαν

1

.

46

.

3

κίνησιν ἐπάγον, δι’ ὧν ἔκτρωσις ἀποτελεῖται. τούτων οὖν τὰ ἐπὶ τῆς ἡμετέρας ἐξουσίας ὑπάρχοντα πεφυλάχθαι προσῆκεν, καὶ δι’ ἠρεμίας κλινήρη τὴν συνειληφυῖαν τηρεῖν πρὸς μίαν ἢ δευτέραν ἡμέραν, ἀπεριέργως χρωμένην ἀλείμματι χάριν τοῦ καὶ ὄρεξιν ἀνακύψαι καὶ
5τὴν δοθεῖσαν τροφὴν ἐξοικειωθῆναι, παραιτεῖσθαι δὲ καὶ τὴν τοῦ ἐπι‐ γαστρίου τρίψιν, ἵνα μὴ διὰ τῆς τοπικῆς συγκινήσεως ἀποσπασθῇ τὸ κολλώμενον σπέρμα, συναλείφειν δὲ αὐτὴν ἐλαίῳ νεοτριβεῖ καὶ ὀμφακί‐

1

.

46

.

4

ζοντι καὶ τροφὴν σιτώδη διδόναι καὶ ὀλιγωτέραν. τὸ λουτρὸν δὲ παραπέμπειν, εἰ δυνατόν, ἕως ἑπτὰ ἡμερῶν· ὑποπῖπτον γὰρ τῇ τοῦ ὅλου σώματος ἀραιώσει καὶ τὴν τρυφερίαν τοῦ σπέρματος συνεκλύσει, χωρὶς εἰ μὴ νομίζοι τις, ὅτι τὰ μὲν μήπω βεβαίως κεκολλημένα τραύ‐
5ματα προσδιίστησιν τὸ βαλανεῖον καὶ τὰ πυκνότατα τῶν ἀθλητῶν ἀνίησιν σώματα, τὸ σπέρμα δὲ οὐκ ἂν ἐκτήξειεν τρυφερὰν ἔτι καὶ

1

.

46

.

5

νεοπαγῆ τὴν σύστασιν ἔχον. ἔνθεν οὐκ ἀλλότριον καὶ τὸν οἶνον ἀπο‐ δοκιμάσαι μέχρι καὶ τῶν ἴσων ἡμερῶν εἰς τὸ μὴ βιαίας καὶ πληκτικὰς γίνεσθαι τὰς ἀναδόσεις. ὡς γὰρ τὰ κατεαγέντα τῶν ὀστῶν μὴ κινού‐ μενα πήγνυται τοῖς μορίοις, οὕτως καὶ τὸ σπέρμα πρὸς τὴν ὑστέραν
5ἔμφυσιν ἀσφαλῆ καὶ ἰσχυρὰν | ἀπολαμβάνει μὴ συντινασσόμενον ὑπὸ τῶν κινεῖν δυναμένων. οὐ μὴν ἕως πλείονος τούτοις πάλιν ἐνδιατρι‐ πτέον, ἵνα μὴ τοῦ σώματος ἐξασθενοῦντος διὰ τὴν ὑφαίρεσιν τοῦ οἴνου καὶ τῆς τροφῆς καὶ ἡ μήτρα συνατονήσῃ, κατ’ ὀλίγον δὲ μετα‐

1

.

46

.

6

θετέον. ἐπ’ αὐτῇ δὲ τῇ δευτέρᾳ ἡμέρᾳ τῇ διὰ δίφρου ἢ μακρᾶς καθέδρας χρηστέον αἰώρᾳ (τὴν γὰρ διὰ τῶν ὑποζυγίων ὡς κατασείου‐ σαν ἰσχυρῶς ἀποδοκιμαστέον), εἶτα περιπάτῳ σχολαίῳ τε καὶ κούφῳ καὶ ὀλίγῳ πρὸς λόγον ἑκάστης ἡμέρας αὐξανομένῳ· καὶ τροφαῖς ταῖς
5ἐκ τῆς μέσης ὕλης, οἷον ἰχθύων τοῖς μὴ λιπαροῖς καὶ κρεῶν τοῖς μὴ

1

.

46

.

7

καταπιμέλοις καὶ λαχάνοις τοῖς μὴ δριμέσιν. φεύγειν δὲ πᾶν τὸ δριμύ, καθάπερ σκόρδα, κρόμμυα, πράσα, τάριχα, καὶ τὰ δίυγρα τῶν βρωμά‐ των· ταῦτα μὲν γὰρ φθείρεται ῥᾳδίως, τὰ δριμέα δὲ πνευματοῖ καὶ ἄλλως ἐστὶν τμητικὰ καὶ λεπτυντικά, παρ’ ὃ καὶ ἐπὶ τῶν χρονίως

1

.

46

.

8

νοσούντων εἰς τὴν οἷον ἐκτύλωσιν δοκιμάζομεν. παντελῶς δέ ἐστιν ἀνεπιλόγιστον μὴ συνιδεῖν, ὅτι τὰ ξαίνοντα καὶ ἰσχναίνοντα καὶ ῥινῶντα
τὴν ὅλην σύγκρισιν καὶ τὰ πεπυκνωμένα διεκτυλοῦντα, ταῦτα πάντα διὰ τῆς ἀναδόσεως προσμερισθέντα τοῖς τῆς ὑστέρας τόποις πολὺ33
5μᾶλλον 〈ἂν〉 διατήξειεν τὸ σπέρμα μυξῶδες ὂν ὅσον καὶ οὔπω δια‐

1

.

46

.

9

κεκρατυμμένον τῇ πήξει. φυλάττεσθαι δὲ καὶ συνουσίαν· καὶ γὰρ αὕτη κίνησιν ἐμποιεῖ κοινότερον μὲν τοῖς ὅλοις σώμασιν, μάλιστα δὲ τοῖς περὶ τὴν ὑστέραν τόποις ἠρεμίας δεομένοις. ὡς γὰρ ὁ στόμαχος ἠρεμῶν μὲν ἐγκατέχει τὴν τροφήν, τινασσόμενος δὲ πολλάκις ἀπορ‐
5ρίπτει τὸ ληφθὲν δι’ ἐμέτων, οὕτως καὶ ἡ μήτρα μὴ | τινασσομένη

1

.

46

.

10

μὲν κρατεῖ τὸ σπέρμα, σαλευομένη δὲ ἀφίησιν. βαλανείῳ δὲ χρῆσθαι θερμοτέρῳ καὶ τῶν ἀέρων ἕνεκα καὶ τῶν ὑδάτων, χωρὶς ἐγχρονισμοῦ καὶ πολλῆς ἐξιδρώσεως, εἰς τὸ μὴ θρυπτόμενον ἐξατονίζεσθαι τὸ σῶμα· χρῆσθαι δὲ καὶ ψυχρῷ συμμέτρως, ὡς μὴ φρικώδη γενέσθαι συναίσθη‐
5σιν. μετὰ δὲ τὴν ἀποθεραπείαν δεῖ νηστεύειν, ἕως ἂν ἠρεμήσῃ τὸ σῶμα καὶ ἡ ταραχὴ τοῦ πνεύματος καὶ ὁ σάλος τῶν ὑγρῶν ἀπογαλη‐ νωθῇ. προπίνειν δὲ μέχρι πλείονος ὕδωρ ὕστερον, ἀλλ’ εἰ σύνηθες, καὶ οἰνάριον ὀλίγον.

1

.

47

.

1

μηδεὶς δὲ ὑπολαμβανέτω, διότι, κἂν παραβαινούσης τινὸς ἔνια τῶν εἰρημένων ἢ πάντα μὴ γίνηται τοῦ συλληφθέντος ἔκτρωσις, οὐχὶ πάντως ἠδίκηται τὸ συλληφθέν. βέβλαπται γὰρ ὥστε καὶ ἀτονώτερον γίνεσθαι καὶ ἀναυξητότερον καὶ δυστροφώτερον καὶ τὸ κοινὸν εὐαδί‐
5κητον εὐάλωτόν τε τοῖς βλάπτουσιν καὶ κακόμορφον καὶ κατὰ ψυχὴν

1

.

47

.

2

ἀγενές. χωρὶς εἰ μὴ τῶν μὲν οἰκοδομουμένων ὅστις ἂν πεπηγόσιν ἐποικοδομῆται τοῖς θεμελίοις οἶκος, δυσπερίτρεπτος μένει πλείοσιν χρόνοις, ὅσα δὲ σαθροῖς καὶ ἀπήκτοις, ῥᾳδίως καὶ πρὸς ὀλίγην ἀφορ‐ μὴν ἀπορρίπτεται, τῶν δὲ ζῴων ἡ γέννησις οὐκ ἂν εἴη διάφορος
5παρὰ τὸ τοῖς πρώτοις ὡσανεὶ στοιχείοις καὶ θεμελίοις διαφόροις ἐξ‐

1

.

47

.

3

ερεισθῆναι. τοῦ σπέρματος δὲ ἀποπτυσθέντος καταληφθήσεται μὲν τὸ γεγονὸς ἐκ τοῦ κάθυγρον τὸν γυναικεῖον κόλπον ὑπάρχειν, διορθώ‐ σεως δὲ τεύξεται πρὸς τὸ μὴ καὶ δεύτερον τὴν αὐτὴν τῆς συλλήψεως ἀποτυχίαν γενέσθαι. καὶ διὰ τοῦτο περιαιρεῖν μέν, εἴ τις σωματικὴ
5κίνησις, παραμυθεῖσθαι δὲ | τὴν ψυχήν, εἰ βιωτικαὶ φροντίδες συνετά‐ ραξαν αὐτήν, τονοῦν δὲ τὰ μέρη μετὰ τῶν ὅλων, εἰ περὶ τὴν ὑστέραν

1

.

47

.

4

ἡ ἀτονία. καὶ τοιαύτη μὲν ἡ περὶ τὸν πρῶτον χρόνον τῆς συνει‐ ληφυίας ἐπιμέλεια· ἐπεὶ δὲ προκοπτούσης τῆς κυοφορίας ἡ καλουμένη
γίνεται κίσσα, καὶ περὶ ταύτης λέγομεν ἀκολούθως.34

1

.

48

t

Περὶ κίσσης.

1

.

48

.

1

[Τὸ περὶ τὸν δεύτερον μῆνα συμβαῖνον ταῖς κυούσαις πάθος κίσσα ὠνόμασται.] λέγουσιν δὲ ταύτην οἱ μὲν ἐκ μεταφορᾶς ὄρνιθός τινος κίσσης οὕτω λεγομένης, ὡς γὰρ τὴν πτηνὴν κίσσαν ποικίλην εἶναι πτιλώσεως ἕνεκα καὶ φωνῆς, οὕτως καὶ τὸ προκείμενον σύμ‐
5πτωμα ποικίλων ὀρέξεων ἀποτελεσματικὸν ὑπάρχειν, τινὲς δὲ ἀπὸ

1

.

48

.

2

τοῦ κισσοῦ, καὶ γὰρ οὗτος ποικίλος ἐν περιπλοκαῖς. ἐπιγίνεται δὲ ταῖς πλείσταις τῶν κυοφορουσῶν περὶ 〈τὴν〉 τεσσαρακοστὴν κατὰ τὸ πλεῖστον ἡμέραν, ἔτι δὲ μέχρι τεσσάρων μηνῶν ὡς ἐπὶ τὸ πλεῖστον ἕπεται. ἐνίαις δὲ καὶ τάχιον καὶ βράδιον ἔρχεται, καὶ παραμένει πάλιν
5τισὶ μὲν ὀλιγωτέρως, τισὶ δὲ μέχρι πλείονος, σπανίως δέ τισι μέχρι

1

.

48

.

3

τῆς ἀποτέξεως, τισὶ δ’ οὐδ’ ὅλως ἐπηκολούθησεν. | παρέπεται δὲ ταῖς ἐν τῷ 〈συμ〉πτώματι τυγχανούσαις ἀνατροπὴ στομάχου, ἤτοι πλάδος, ναυτία τε καὶ ἀνορεξία, ποτὲ μὲν πρὸς πάντα, ποτὲ δὲ πρὸς τινά, καὶ τῶν ἀσυνήθων ὄρεξις οἷον γῆς, ἀνθράκων, ἑλίκων ἀμπέλου καὶ ὀπώρας
5ἀώρου τε καὶ ὀξώδους, σιέλου ῥοῦς καὶ δυσαρεστήσεις, ὀξυρεγμία, βρα‐

1

.

48

.

4

δυπεψία καὶ ταχεῖα διαφθορὰ σιτίων· ἐνίαις δὲ καὶ ἔμετος ἐκ διαστη‐ μάτων κατὰ πᾶσαν προσφοράν, ἢ καὶ βάρος καὶ σκοτώματα καὶ ἀλ‐ γήματα κεφαλῆς ἀπορία τε καὶ ὠμῶν χυμῶν πλῆθος καὶ ὠχρότης καὶ ἀτροφία καὶ κοιλίας σκληρία, τισὶ δὲ καὶ διάτασις στομάχου, θώρα‐
5κος ἄλγημα, ταῖς αὐταῖς ἐνίοτε καὶ πυρέτια λεπτὰ καὶ μαστῶν ἐπι‐ διογκώσεις (τὸ δὲ ἔπαρμα τῶν ἀγγείων τισὶ μὲν πρασίζον [τι], τισὶ δὲ πελιδνόν), ἐνίαις δὲ καὶ ἀνάχυσις ἰκτεριώδης.

1

.

49

.

1

τῆς πρώτης οὖν συναισθήσεως γενομένης πρὸς μίαν ἡμέραν συστολὴν παραλαμβάνειν, ἕνεκα τοῦ μὴ κινούμενον τὸν στόμαχον πρὸς τὸ κατὰ φύσιν διὰ τῆς ἠρεμίας ἀτάραχον φυλαχθῆναι, μηδὲν εὐλαβού‐
μενον, ὡς οἱ πολλοὶ λέγουσιν, ὅτι δυσὶν ζῴοις ὁσηνδήποτε δεῖ παρα‐35

1

.

49

.

2

θεῖναι τροφήν. ἡ γὰρ οὐκ ἐπιτηδείως τῷ σώματι διδομένη τροφὴ φθείρεται καὶ οὐ μόνον οὐ τρέφει, ἀλλὰ προσκακοῖ καθάπερ τὰ τέλεια τῶν σωμάτων οὕτως καὶ τὰ νεοπαγῆ σπέρματα. διόπερ ἀνατάσει χρη‐ στέον. καὶ γὰρ οἱ πλέοντες συστολῇ χρησάμενοι πρὸ μιᾶς ἡμέρας τὴν

1

.

49

.

3

ναυτίαν οὐχ ὑπομένουσιν ἢ οὐκ ἐπὶ τοσοῦτον. τῇ δὲ ἑξῆς ἡμέρᾳ σὺν ἀλείμματι μὲν ἀποθεραπευτέον, τροφὴν δὲ δοτέον ὀλίγην εὐκατέρ‐ γαστον, οἷον ᾠὸν ἁπαλὸν | ἢ πόλτον καί τι τῶν μὴ καταπιμέλων πτηνῶν καὶ ποτὸν ὕδωρ, οὐ πολύ, ψυχρὸν δὲ εἰ σύνηθες, χάριν τοῦ
5παραστέλλεσθαι τὸν πλάδον τοῦ στομάχου. ταῖς δὲ ἑξῆς ἡμέραις πρὸ τοῦ ἀλείμματος προκαταψᾶν αὐτῶν τὸ σῶμα δι’ ὀθονίων τρυφερῶν

1

.

49

.

4

ἄχρι συμμέτρου φοινιγμοῦ. μετὰ δὲ τὰς πρώτας ἡμέρας λουτρῷ χρῆ‐ σθαι ζεστοτέρῳ καὶ οἰναρίῳ συμμέτρῳ καὶ κινήσεσι ταῖς δι’ αἰώρας, φορείῳ τὸ πρῶτον καὶ καθέδρᾳ κἄπειτα ζευκτῷ, καὶ περιπάτοις ἀναφωνήσεσίν τε καὶ ἀναγνώσεσιν μετὰ πλάσματος καὶ γυμνασίοις
5τοῖς δι’ ὀρχήσεως κωρύκου τε καὶ σφαίρας καὶ τρίψεως· τονωτικῶν δὲ τοῦ στομάχου τι μέρος ἐπὶ τοῦ ἄρτου ξηροφαγεῖν. οὕτως γὰρ εὐμαρῶς ἀποκουφίζεται τὰ σώματα τῶν τῆς κίσσης ὀχληρῶν, ὑφαιρου‐ μένου τοῦ καθ’ ἡμέραν λουτροῦ καὶ παρὰ μίαν δὲ καὶ παρὰ δύο παραλαμβανομένου.

1

.

50

.

1

πολλῆς δὲ οὔσης ἀνατροπῆς καὶ πλαδήσεως τοῦ στομάχου πυκνωτικαῖς χρηστέον ἐμβροχαῖς κατὰ τὸν στόμαχον καὶ τὴν κοιλίαν δι’ ἐλαίου ὠμοτριβοῦς καὶ ὀμφακίζοντος ἐρίων προσπεριειληθέντων. καὶ ῥόδινον δὲ καὶ μήλινον καὶ μύρσινον καὶ μαστίχινον καὶ νάρδινον
5ἐπισυστροφεῖ τὸν στόμαχον ὑπτιωμένον, ἢ διά τινος τούτων κηρωτά‐

1

.

50

.

2

ριον ἐπαλείφειν. εἰ δὲ εὐτονωτέρας χρεία στύψεως γένοιτο διὰ τοὺς ἐμέτους, ἐπιθέμασι χρηστέον, ἐξ ὧν εἰσι φοίνικες ξηροὶ προβρεχθέντες ἢ ἑψηθέντες ἐν οἴνῳ αὐστηρῷ ἢ ὀξυκράτῳ, καὶ μῆλα καὶ κυδώνια παραπλησίως ἑφθά, κατ’ ἰδίαν ἢ μετὰ τῆς πρὸς τοὺς φοίνικας συμ‐
5πλοκῆς ἢ μετά τινος τῶν εἰρημένων κηρωταρίων, εἰ δ’ ἐπιτείνειν θελήσαιμεν τὴν δύναμιν, καὶ στυπτηρίας ὑγρᾶς ἢ ξηρᾶς ἀλόης τε καὶ μαστίχης καὶ ῥόδων | τε καὶ κρόκου καὶ οἰνάνθης καὶ σιδίων, ὀμφακίου

1

.

50

.

3

καὶ κηκίδων ὑποκιστίδος τε ἢ ἀκακίας ἢ πάλης ἀλφίτων. παραμένοντος
δὲ τοῦ ἐμέτου καὶ τῆς τῶν σιτίων ἀποβολῆς ἁρμόσει τὰ μὲν ἄκρα διαδεσμεύειν (τῇ γὰρ τούτων πυκνώσει συνδιατίθεται καὶ ὁ στόμαχος) 〈ἢ〉 καὶ εἰς ζεστὸν ὕδωρ αὐτὰ καταβάπτειν (καὶ γὰρ τοῦτο τῇ ἐπιτάσει36
5πυκνωτικόν), κατὰ δὲ τοῦ στόματος τῆς κοιλίας πλατύστομον σικύαν μεθ’ ὑποβολῆς πλείονος φλογὸς κολλᾶν, εἰ δὲ μή, καὶ δευτέραν κατὰ μεταφρένου, καὶ γὰρ παραπλησίως ἐπέχουσιν αὗται τὸν περὶ τῷ στο‐

1

.

50

.

4

μάχῳ ῥευματισμόν. πόνου δὲ συμπεπλεγμένου τῷ ῥεύματι στυπτικὸν μὲν τῇ δυνάμει καταπλασμάτιον ἐπιρριπτέσθω, θερμὸν δὲ τῇ καθίξει, καθάπερ ἡ ὠμήλυσις διὰ ὀξυκράτου καὶ μάλιστα ταύτης ἡ διὰ κριθί‐ νων ἀλεύρων ἢ πυρίνων ἀσήστων.

1

.

51

.

1

μάλιστα δὲ προνοητέον τοῦ διατάσσειν τροφὰς εὐστομάχους, εὐδιοικήτους τε καὶ δυσφθάρτους, οἷον ᾠὸν ἁπαλὸν καὶ χόνδρον δι’ ὕδατος ψυχροῦ ἢ ὀξυκράτου ἢ μετὰ πυρήνων ῥόας, ἢ ἀλφίτων πόλτον ψαφαρώτατον, καὶ μάλιστα τὸν διὰ τῆς ὀρύζης· καὶ τῶν πτηνῶν τὰ
5μὴ καταπίμελα, ψαφαρωτέραν δὲ ἔχοντα τὴν σάρκα (καθάπερ ἀτταγῆνα, φάσσαν, πέρδικα, νήσσας ἀγρίας, κίχλας, κοσσύφους, περιστεράς, ὄρνεις

1

.

51

.

2

κατοικητηρίους), καὶ τούτων μάλιστα τὰ στήθη· καὶ τῶν ἀγριμαίων κρέας λάγειον ἢ δορκάδειον, τῶν δὲ ἄλλων τὰ ἐρίφεια καὶ τῶν τρυφε‐ ρῶν χοιρείων ῥύγχη, πόδας, ὦτα, κοιλίας, μήτρας· τῶν δὲ ἀπὸ θαλάτ‐ της ὁμοίως τὰ στερεόσαρκα (τούτων δέ εἰσι τρίγλαι, κάραβοι, καρίδες,
5κήρυκες, σφόνδυλοι, πελωρίδες, πορφύραι)· λαχάνων δὲ σέριν ὠμήν τε καὶ ἑφθήν, σίσαρον, ἀνδράχνην, ἀρνόγλωσσον, ἀσπάραγον | ἄγριον· τῶν δὲ ἀπὸ ταμείου ἐλαίας κολυμβάδας, μῆλα, κυδώνια, καὶ τούτων μάλιστα

1

.

51

.

3

τὸ ὀπτόν. τὸ μὲν γὰρ ὠμὸν δυσκατέργαστον, τὸ δὲ ἑψημένον ὕδατι τὴν πολλὴν στύψιν ἀποβάλλει, τὸ δὲ περιθλασθὲν καὶ ἀποπτηθὲν μετὰ τοῦ τηρεῖν τὴν ποιότητα προσλαμβάνει τὸ εὐκατέργαστον. εἰ δὲ ἑφθὸν αὐτό τις βούλοιτο λαβεῖν, ἐπιδιακείμενον αὐτὸ καλάμοις ἑψητέον ἢ
5κρεμαστέον διά τινος, ὥστε μὴ τοῦ ὕδατος ἅπτεσθαι, διὰ δὲ τῆς ἀτμῶν

1

.

51

.

4

φορᾶς λαβεῖν τὴν ἕψησιν. δοτέον δὲ καὶ ἄπιον ἢ μέσπιλον ἢ σοῦρβον
ἢ σταφυλὴν τὴν ἀπὸ κύθρας ἢ κρεμαστήν (πνευματοῖ γὰρ ἡ πρόσφατος) καὶ ἀμύγδαλα. προνοητέον δέ, ὅπως μηδὲν ᾖ τῶν προσφερομένων κεκαρυκευμένον· τὸ γὰρ ποικίλον καὶ περίεργον τῆς ἀρτύσεως βραδυ‐37
5πεψίας καὶ διαφθορὰς σιτίων ποιεῖ.

1

.

52

.

1

πρὸ δὲ τοῦ λαβεῖν τὴν τροφὴν εἴ τι συρρυὲν ὑγρὸν ἐπὶ τὸν στόμαχον ἐπιπολάσειεν, οὐ κωλυτέον αὐτὸ δίχα συγκινήσεως διὰ τῶν ἐμέτων ἐκβαλεῖν· μὴ προεξαντληθὲν γὰρ αἴτιον αὐτὸ γίνεται τοῦ τὴν

1

.

52

.

2

ἐπιφερομένην φθείρεσθαι τροφήν. ἔνιοι δὲ τῶν ἑτεροδόξων καὶ προηγουμένως παρῄνεσαν χλιερὸν ὕδωρ προπίνειν, εἶτα καθιέναι τοὺς δακτύλους καὶ ἔμετον ἐπιτηδεύειν. οἱ δ’ αὐτοί φασιν δριμέος μὲν καὶ πυρώδους πλεονάσαντος ὑγροῦ καὶ διὰ τοῦτο τὸν στόμαχον ἀναδάκνον‐
5τος καὶ πυροῦντος ἀνδράχνης ἀπόβρεγμα ἢ ἀπόζεμα διδόναι πίνειν ἢ καὶ αὐτὴν ἐσθίειν πέπονά τε καὶ σικύων σπέρμα μεθ’ ὕδατος καὶ γλυκὺν Κρητικὸν ἢ ἀβρότονον ἢ ἀψίνθιον ἢ Συριακῆς νάρδου ἀπόβρεγμα ἢ Κρητικῆς τραγοριγάνου· παχέος δὲ καὶ γλίσχρου, | ῥαφανῖδας μετ’ ὀξυμέλιτος καὶ ταρίχου καὶ τὸ διὰ νάπυος καὶ ὕσσωπον δι’ ὑδρομέλι‐

1

.

52

.

3

τος ἀποζεσθέν. ἅπερ παντελῶς ἀμέθοδα· δεῖ γὰρ οὐκ εἰς τὰς τῶν χυμῶν ἀποβλέπειν διαφοράς, εἰς δὲ τὴν ποιὰν τοῦ σώματος· εἶτα δύσπεπτοι μὲν αἱ ῥεφανῖδες, πνευματικὸς δ’ ὁ γλυκύς, τὸ 〈δ’〉 ἀψίν‐ θιον πρὸς ἔκτρωσίν ἐστιν ἐπιτήδειον, ὥστε φυλακτέον τὰς τούτων
5δόσεις.

1

.

53

.

1

ταῖς δὲ πρὸς τὰ βλαβερὰ τῶν κυουσῶν ἐπιθυμίαις τὸ μὲν πρῶτον ἐνστατέον διὰ λόγων, ὡς τῆς ἀπ’ αὐτῶν βλάβης [καὶ] τῶν τὰς ἐπιθυμίας πληρούντων παραλόγως ᾗ καὶ τὸν στόμαχον κακούσης, οὕτως δὲ καὶ τὸ κατὰ γαστρός, διὰ τὸ μήτε καθαρὰν μήθ’ ἁρμοδίαν
5ἐπισπᾶσθαι τροφήν, ἀλλὰ τοιαύτην ὁποίαν ἐπιπέμψαι δύναται τὸ σῶμα κακῶς διακείμενον· καὶ γὰρ τὸ ἀπὸ τῆς γῆς ἀπορρέον ὕδωρ καθαρᾶς

1

.

53

.

2

μὲν οὔσης διαυγές ἐστιν, βορβορώδους δὲ θολερόν. εἰ δ’ ἀνιαρῶς ἔχοιεν, κατὰ μὲν τὰς πρώτας ἡμέρας οὐδὲν προσενεκτέον, ὕστερον δὲ καὶ μετά τινας ἡμέρας, μὴ τυγχάνουσαι 〈γὰρ〉 ὧν θέλουσιν τῇ δυσθυμίᾳ

1

.

53

.

3

τῆς ψυχῆς ἀπισχνοῦσιν καὶ τὸ σῶμα. πρὸς δὲ τὸ κουφότερον ἀδικηθῆναι πρῶτον μὲν ὑποδεικτέον, ὅπως μὴ πρὸ τῆς ἀποθεραπείας τοῦ σώμα‐ τος λάβωσιν καὶ τὸ ἐπιθυμητόν, ὅπου καὶ τὸ κατὰ γένος ὠφέλιμόν ποτε λαμβανόμενον ἀδικεῖ, καὶ μὴ κατ’ ἰδίαν, μετὰ δὲ τῆς συμφερού‐
5σης τροφῆς, 〈ἵνα〉 τῇ παρὰ ταύτης εὐχυλίᾳ κατακρατηθῇ ἤγουν κατα‐ κερασθῇ· κατ’ ὀλίγον 〈δέ〉, τὸ γὰρ περισσότερον μᾶλλον ἀδικεῖ, καὶ μεταξὺ τῆς ἄλλης τροφῆς, ἀλλὰ μήτε πρότερον, γυμνοῦ γὰρ ἅψεται τοῦ στομάχου, μήθ’ ὕστερον, ἐπιπολάσαν γὰρ καὶ τὴν ἄλλην προσδια‐ φθείρει τροφήν. | καὶ τοιαύτη μὲν ἡ τῆς κίσσης ἐπιμέλεια, τὴν δὲ τῶν38
10ἑξῆς χρόνων ἀκολούθως προσυπαρκτέον.
10

1

.

54

t

Τίς ἡ ἀπὸ τῆς κίσσης μέχρις ἀποτέξεως ἐπιμέλεια.

1

.

54

.

1

Τίνα μὲν τρόπον κατὰ τὸν τῆς κίσσης χρόνον ἄγειν δεῖ τὴν κυοφοροῦσαν, ἔμπροσθεν ὑπεδείξαμεν, λοιπὸν δὲ ἤδη τούτου περι‐ γραφέντος τοῦ συμπτώματος ἀκολούθως καὶ τὴν μετὰ κίσσαν ἐπι‐

1

.

54

.

2

μέλειαν ὑπογράψαι. δεῖ τοίνυν πρὸς λόγον γε τῆς δυνάμεως αἰώραις τε χρῆσθαι ποικίλαις καὶ περιπάτῳ καὶ ἀναφωνήσει καὶ ἀναγνώσει καὶ ἀλείμματι καὶ ἀνατρίψει καὶ τροφαῖς ἀφθονωτέραις (πλὴν ὥστε περι‐ γίνεσθαι τῶν προσφερομένων), οἴνῳ τε καὶ λουτροῖς τοῖς κατὰ συν‐

1

.

54

.

3

ήθειαν καὶ τῇ καθόλου διαχύσει τῆς ψυχῆς καὶ ὕπνοις ἱκανοῖς. δυσπα‐ θεστέρου δὲ γινομένου τοῦ σώματος ἡ κύουσα μὲν ἄμεινον ὑγιαίνει καὶ παρασκευάζεται τὰς ὠδῖνας εὐτονώτερον ἐνεγκεῖν, τὸ ἔμβρυον δὲ νοστιμωτέρας καὶ ὑγιοῦς καὶ αὐτάρκους μεταλαμβάνει τῆς τροφῆς.

1

.

55

.

1

κατὰ δὲ τὸν ἕβδομον μῆνα τὰς μὲν σφοδροτέρας κινήσεις ὑφαιρετέον καὶ μάλιστα τὰς διὰ τῶν ὑποζυγίων, ταῖς δὲ ἄλλαις προσ‐ εκτικώτερον χρηστέον. ἐπισφαλὴς γὰρ ὁ σπαραγμὸς ἐν ἀρχῇ μὲν μήπω προσεχομένου τοῦ σπέρματος εὐτόνως μηδ’ εἰς τὴν πῆξιν
5κεκρατυμμένου καὶ διὰ τοῦτο ῥᾳδίως τοὺς ἀποσπασμοὺς λαμβάνοντος, ὕστερον δὲ 〈διὰ〉 τὸ βαρυαχθὲς εἶναι τελειούμενον τὸ κατὰ γαστρός, ὅτε | δεῖ φυλάττεσθαι, μὴ διὰ τὸν πλείονα σάλον τοῦ χορίου ῥαγέντος ἀποκριθῇ μὲν τὸ ἐν αὐτῷ συλλεγόμενον ὑγρόν, ἐπὶ ξηρᾷ δὲ τῇ κυήσει κατασπώμενον τὸ ἔμβρυον τὸν κοινὸν πρὸς τὴν κυοφοροῦσαν κίνδυνον

1

.

55

.

2

ὑπομένῃ. κατὰ δὲ τὸν μέσον χρόνον ἀνύποπτος μὲν ἡ κίνησις, μικρο‐ μεγέθους ἔτι ὄντος τοῦ κατὰ γαστρὸς καὶ ἀσφαλῶς προσεχομένου καὶ μήπω χάλασμα πολὺ τοῦ χορίου μηδὲ διάτασιν [τοῦ] εἰληφότος, συν‐

1

.

55

.

3

έχοντος δὲ μᾶλλον τὸ ἔμβρυον. ἐπιθεωρεῖν δὲ δίκαιον τὴν τῆς γαστρὸς
διόγκωσιν καὶ μή τινα σημεῖα παρέπεται σύνεγγυς οὔσης τῆς ἀπο‐ τέξεως, ἅπερ ἀναγράψομεν ὕστερον. εἰ μὲν γὰρ προφαίνοιτό τι τοι‐ οῦτον, εὐτρεπίζειν δεῖ τὰ πρὸς τὴν ἀπότεξιν (δέδειχεν γὰρ ἡ ἐνάργεια39
5δὴ καὶ τὰ ἑπτάμηνα γόνιμα τυγχάνειν)· εἰ δὲ μή, τοῖς προδεδιδαγμέ‐

1

.

55

.

4

νοις χρῆσθαι. φυλάττεσθαι δὲ κατὰ τὰς τρίψεις ὀγκουμένων πλεῖον τῶν μαστῶν θλίβειν τὰς ὑπεροχὰς αὐτῶν, εὐχερῶς γὰρ ἀγανακτοῦντες ἀπόστασιν ὑπομένουσιν· διὸ καὶ τὰς συνήθεις στηθοδεσμίας ἐπιχαλῶσιν εἰς παραδοχὴν τῆς ἐπιδιογκώσεως τῶν μερῶν.

1

.

56

.

1

τοῦ δὲ ὀγδόου μηνὸς ἐνστάντος, ὃν κατ’ εὐφημισμὸν λέγουσιν εἶναι ‘κοῦφον‘, βαρὺν ὄντα καὶ δυσαρέστησιν καὶ τὴν ἄλλην κακοπά‐ θειαν ἀποτελοῦντα, τὸ τῆς τροφῆς πλῆθος ἐπισυνέργειν, κινήσεις δὲ παραλαμβάνειν μόνας τὰς διὰ φορείου ἢ μακρᾶς καθέδρας, πλὴν εἰ
5μὴ μέχρι διεκλύσεως ὀρεχθείη τις τοῦ περιπατῆσαι. πλείονος δὲ οὔσης τῆς δυσφορίας καὶ ἀνατείνειν ἁρμόσει πρὸς μίαν ἡμέραν, ὥστε | διὰ

1

.

56

.

2

τῆς ἠρεμίας ἐκλυθῆναι τὸ δυσαρέστημα. ταῖς γὰρ τῶν πολλῶν ψυχρο‐ λουσίαις οὐ προσεκτέον, ὅτι συστολὰς οὐ φέρουσιν αἱ κυοφοροῦσαι, καθ’ ἃς ἀκαίρως τρεφόμεναι φέρουσιν καί τινα πλείονα κάκωσιν· φθειρο‐ μένης γὰρ τῆς τροφῆς οὐ μόνον οὐ τρέφονται διὰ τῶν ἐφθαρμένων,
5ἀλλὰ καὶ βαροῦνται. παραιτητέον δὲ μέχρι τινὸς καὶ τὸ βαλανεῖον.

1

.

56

.

3

ἡ συνουσία δὲ πάντοτε ταῖς κυοφορούσαις ἐπιβλαβὴς διά τε τὸν σάλον καὶ διὰ τὸ τὴν ὑστέραν ἀναγκάζεσθαι τὴν ἐναντίαν τῷ τῆς συλλήψεως ἔργῳ κίνησιν ὑπομένειν· ἐν δὲ τοῖς τελευταίοις μησὶν καὶ μᾶλλον, μὴ δι’ αὐτὴν ῥαγέντος τοῦ χορίου τὸ πρὸς τὴν τῆς ἀποτέξεως χρείαν

1

.

56

.

4

ἡτοιμασμένον ὑγρὸν ἔμπροσθεν τοῦ δέοντος ἀποκρίνηται. τὸν δὲ ὄγκον τῆς γαστρός, εἴπερ ἀποκρεμασθείη κατὰ βάρος, διὰ τελαμῶνος ἀναλημπτέον· τούτου δὲ τὴν μεσότητα αὐτῷ κάτωθεν ὑποθετέον τῷ
τῆς κοιλίας ὄγκῳ, τὰς δὲ ἀρχὰς τῶν πλευρῶν ἑκατέρωθεν ἀναχθείσας40
5χιαστέον, εἶτα ἐπὶ μετάφρενον καὶ ὤμους ὑπερθετέον πρόσθεν τε κατὰ

1

.

56

.

5

περιειλημένης φασκίας ἀφαμματιστέον. περιαλειπτέον δὲ καὶ κηρωτῇ τὸν ὄγκον δι’ ὀμφακίνου ἐλαίου καὶ μυρσίνου· τονουμένου γὰρ τοῦ

1

.

56

.

6

δέρματος ῥήξεις οὐχ ὑπομένει, τηρεῖται δὲ ἀρρυτίδωτον. μετὰ δὲ τὸν ὄγδοον μῆνα τὸν μὲν τελαμῶνα λυτέον ὡς ἂν συνεγγιζούσης ἤδη τῆς ἀποτέξεως· συνεργήσει δὲ τὸ βάρος εἰς ὀξυτέραν ἀποκύησιν. συνεχε‐ στέροις δὲ χρηστέον τοῖς λουτροῖς εἰς παρασκευὴν τῆς τῶν μερῶν
5ἀνέσεως καὶ νήξεσιν ταῖς ἐν ὕδατι γλυκεῖ καὶ θερμῷ· τὰ γὰρ αὐτοφυῆ δριμυτέρας ἔχοντα τὰς ποιότητας οὐδὲν διαφέρει τῶν εἰς φθορὰν

1

.

56

.

7

ὑποτιθεμένων φαρμάκων. καὶ τοπικώτερον δὲ τὰ μέρη διαχαλα|στέον πυρίαις, ἐγκαθίσμασιν τοῖς διὰ λινοσπέρμου ἢ τήλεως ἢ μαλάχης ἀφεψη‐ μάτων, ἐγχυματισμοῖς δὲ δι’ ἐλαίου γλυκέως, ἔτι δὲ πεσσοῖς τοῖς διὰ χηνείου στέατος καὶ μυελῶν. καὶ αὐτὴ δὲ ἡ μαῖα συνεχῶς τῷ δακτύλῳ
5περιαλείφουσα τὸ στόμιον τῆς ὑστέρας διαστελλέτω.
5

1

.

57

t

Τίνα κυούσης τῆς γυναικὸς ἐντὸς τῆς μήτρας φύονται.

1

.

57

.

1

Καθάπερ ἐπὶ τῶν ᾠῶν μετὰ τὸ κέλυφος ἔνδοθεν ὑμὴν ὑπέγκει‐ ται τοῦ ὀστράκου διαπεφυκὼς τοῦ περικειμένου, κατὰ τὸν αὐτὸν τρό‐ πον καὶ ἐπὶ τῶν κυοφορουσῶν ἐκ τοῦ σπέρματος ὑμὴν γενόμενος ἔν‐ δοθεν ὑπέγκειται τῇ ὑστέρᾳ συναφὴς αὑτῷ καὶ ἀστόμωτος ὑπάρχων,
5προσπεφυκὼς δὲ ἔνδοθεν τῷ πυθμένι τῆς μήτρας καὶ συγκεκριμένος ἐκ νεύρων καὶ φλεβῶν ἀρτηριῶν τε καὶ σαρκός, τύπος τις πορφυροῦς κατὰ χρόαν, τῷ σχήματι ἐμφερὴς κιβωρίου θύλακι, παχὺς μὲν | καθ’ ὃ
προσπέφυκεν τῷ πυθμένι τῆς μήτρας, ὑμενώδης δὲ κατὰ τὰ ἄλλα καὶ41

1

.

57

.

2

λεπτὸς δι’ ἣν αἰτίαν μικρὸν ὕστερον ἐροῦμεν. οὗτος δὲ κέκληται χόριον καὶ ἀγγεῖον καὶ δεύτερον καὶ ὕστερον καὶ πρόρρηγμα· ‘χόριον‘ μὲν ἀπὸ τοῦ κεχωρηκέναι τὸ ἔμβρυον καὶ τὰ σὺν αὐτῷ, καθὼς δὲ ἄλλοι λέγουσιν ἀπὸ τοῦ ἐκ πολλῶν συνεστάναι καθάπερ ὁ χορός·
5‘ἀγγεῖον‘ δὲ διὰ τὸ ἐμπεριστέγειν τὸ ἔμβρυον ἀγγείῳ παραπλησίως· ‘δεύτερον‘ δὲ καὶ ‘ὕστερον‘, ὅτι μετὰ τὴν τοῦ ἐμβρύου κομιδὴν ἐπακο‐ λουθεῖ· ‘πρόρρηγμα‘ δὲ διὰ τὸ προρρήγνυσθαι καὶ τὸ ἐμπεριεχόμενον

1

.

57

.

3

ὑγρὸν ἀποκρίνειν εἰς ἁπαλωτέραν τοῦ κατὰ γαστρὸς ἀπότεξιν. ἀπὸ μέντοι τῶν σαρκωδεστέρων [καὶ] τῶν κατὰ τὸν πυθμένα μερῶν ἄνωθεν ἀπομηκύνεταί τι σῶμα λεπτόν, ἐμφύεται δὲ κατὰ [τὸ] μέσον τὸ τῶν ἐμβρύων ἐπιγάστριον, ἔνθα τόπος ὀμφαλοῦ· καὶ αὐτὸ δὲ τὸ ἐμβρύων
5ἐμφυόμενον εἰς σῶμα καλοῦμεν ὀμφαλόν. συγκέκριται δὲ 〈ἐκ τεσ‐ σάρων〉 τὸν ἀριθμὸν ἀγγείων, δύο φλεβωδῶν καὶ δύο ἀρτηριωδῶν, δι’ ὧν εἰς θρέψιν ὕλη 〈καὶ〉 αἱματικὴ καὶ πνευματικὴ παρακομίζεται

1

.

57

.

4

τοῖς ἐμβρύοις. ἐμφύεσθαι δὲ ταῦτα Ἐμπεδοκλῆς μὲν εἰς τὸ ἧπαρ οἴεται, Φαῖδρος δὲ εἰς τὴν καρδίαν· οἱ δὲ πολλοὶ τὰς φλέβας μὲν εἰς τὸ ἧπαρ οἴονται, τὰς ἀρτηρίας δὲ εἰς τὴν καρδίαν· Ἡρόφιλος δὲ τὰς φλέβας μὲν εἰς τὴν κοίλην φλέβα, 〈τὰσ〉 ἀρτηρίας δὲ εἰς τὴν
5παχεῖαν ἀρτηρίαν τὴν παρατείνουσαν τοῖς σπονδύλοις, πρὸ δὲ τῆς εἰς αὐτὴν ἐμφύσεως παρὰ τὴν κύστιν αὐτὰς πλαγιοφορεῖσθαι παρ’ ἑκατέ‐ ρας πλευράς· Εὔ|δημος δὲ ἁπλῶς κατὰ τὸν 〈τοῦ〉 ἐμβρύου φησὶν ὀμφαλὸν συνάγεσθαι τὰ ἀγγεῖα κἀντεῦθεν διαλύεσθαι πρὸς τὰ καλού‐

1

.

57

.

5

μενα κέρατα κάτω τοῦ διαφράγματος. τὸ δὲ πέμπτον ἀγγεῖον, ὅπερ οὐρητικὸν οὕτως ὀνομάζομεν, πρὸς τῶν ἀνατομικῶν οὐραχὸς καλεῖται, ὃς τῷ πυθμένι τῆς κύστεως ἐμπέφυκεν. λέγεται καὶ διὰ τούτου τὸ οὖρον τοῦ ἐμβρύου τὴν παρακομιδὴν λαμβάνειν εἰς τὸ χόριον, ἡ
5δὲ διὰ τῆς οὐρήθρας ἀπούρησις μετὰ τὴν ἀπότεξιν γίνεται. διὰ τοῦτο μέντοι καὶ λεπτότερος ὁ ὑμὴν ἐκ τῶν κάτωθεν μερῶν ἐστιν, διὰ τὸ καὶ 〈τῇ〉 δριμύτητι τοῦ περισσώματος καὶ τῷ πλήθει [καὶ τῇ δριμύτητι]42

1

.

57

.

6

τοῦ ἐμβρύου τείνεσθαι καὶ λεπτοποιεῖσθαι. χρησιμεύει μέντοι τὸ περίσ‐ σωμα τοῦτο καὶ εἰς τὸ προανακουφίζειν τὸ ἔμβρυον καὶ εἰς τὸ κατὰ τὰς ἀποτέξεις ῥηγνυμένου τοῦ χορίου προεκχεῖσθαι καὶ τὰ μέρη προ‐ διαβρέχειν εἰς ὄλισθον.

1

.

58

.

1

καὶ ταῦτα μὲν περὶ τοῦ χορίου καὶ τοῦ ὀμφαλοῦ. διαφωνία δὲ γεγένηται περὶ τοῦ ἑτέρου χιτῶνος. οἱ πολλοὶ μὲν γάρ φασι καὶ αὐτῷ τῷ ἐμβρύῳ προστυγχάνειν ἕτερον χιτῶνα καλούμενον ἀμνειόν, ὃς ἐπὶ μὲν τῶν ἀλόγων ζῴων διὰ στερεότητα μὴ λεπτυνόμενος αἰσθη‐
5τός ἐστιν, ἐπὶ δὲ τῶν ἀνθρώπων λεπτυνόμενος ὑπὸ τῆς τῶν περικεχυ‐ μένων ὑγρῶν δριμύτητος οὐχ εὑρίσκεται καθ’ ὅλον τὸ σῶμα, μόνον δὲ κατὰ τὰς εὐρυχωρίας οἷον ῥινῶν, στόματος, δακτυλίου. γεγονέναι δὲ αὐτὸν λέγουσιν ὑπὸ τῆς φύσεως ἀναγκαίως εἰς τὸ μὴ διαφθείρεσθαι τὸ ἔμβρυον, τὸ περικεχυμένον τοῦ περισσώματος ὑγρὸν ἕλκον, δριμὺ

1

.

58

.

2

καὶ φθαρτικὸν ὑπάρχον. ἔνιοι | δὲ τὸν ὑμένα τοῦτον μὴ εἶναί φασιν. μήτε γὰρ εὑρίσκεσθαι κατὰ τὰς ἀποτέξεις μήτε τὸ ὅλον εὐχρηστεῖν, τὸ γὰρ ὑγρὸν οὐκ εἶναι τοιοῦτον· εἰ δὲ καὶ τοιοῦτον ἦν, εὐεπίγνωστον ἐγένετο τῇ συνηθείᾳ. καὶ ἄλλως μηδὲ δύνασθαι διὰ τοῦ στόματος
5ἕλκεσθαι τοῦτο τῷ τὴν ἀναπνοὴν γίνεσθαι διὰ τοῦ ὀμφαλοῦ· πρός τε τὸ εἶκον ἡ ἐπίρρυσις γίνεται, μηδενὸς οὖν εἴκοντος ἐν τοῖς ἐμβρύοις οὐκ ἂν ἡ παρείσοδος γένοιτο τοῖς ὑγροῖς. εἰ δὲ καὶ φυσικῆς ἐδεῖτο σκέπης, αὔταρκες ἦν μόνας τὰς εὐρυχωρίας ὑμένι διαπεφράχθαι καὶ μὴ ὅλῳ τῷ σώματι χιτῶνα περικεῖσθαι· καίτοι 〈τῷ〉 συμπεπτωκέναι
10καὶ τὸ στόμα τοῦ ἐμβρύου καὶ τὸν δακτύλιον μὴ σῳζομένης τῆς εὐρυ‐

1

.

58

.

3

χωρίας κωλύεται τὸ βιαζόμενον εἰσρεῖν. τὸ δὲ ὅλον οὐκ ἐν τῇ εὐρυ‐ χωρίᾳ τοῦ χορίου τὸ ὑγρόν ἐστιν, ἐν ᾧ καὶ τὸ ἔμβρυον, ἀλλ’ ἐν τῷ πάχει τοῦ χορίου, ποιεῖ δὲ τόπον ἑαυτῷ καθ’ ὑποφοράν, ὥστε διπλοῦν γίνεσθαι τὸ χόριον, ἐνιάκις δὲ καὶ τριπλοῦν· δι’ ἣν αἰτίαν καὶ 〈τῶν〉
5ὑπεζωκότων πολλάκις ῥαγέντων καὶ συμμέτρων ὑγρῶν ἀποκριθέντων τῷ δακτύλῳ τῆς μαίας συνεχὴς ὑμὴν ἀκμὴν ὑποπίπτει, διαιρεθέντος δὲ τούτου πολλῶν ὑγρῶν ἀποκριθέντων ἀκολουθεῖ καὶ τὸ ἔμβρυον.

1

.

58

.

4

ὅπερ οἱ πολλοὶ διακρούεσθαι πειρώμενοί φασιν κατ’ ἐπισύστασιν ὑδατίδων τὰ προεπιφαινόμενα τῶν ὑγρῶν προαποκρίνεσθαι, ῥηγνυμέ‐ νων μὲν τῶν ὑδατίδων, μένοντος δὲ τοῦ χορίου συνεχοῦς. οἷς καὶ ἡμεῖς συναινοῦμεν, ἐπεὶ πολὺ πρότερον τὰ φαινόμενα τῇ συστάσει43
5τοῦ ἀμνειοῦ ὑμένος μεμαρτύρηκεν. |
5

1

.

59

t

Τίνα σημεῖα μελλούσης γίνεσθαι φθορᾶς.

1

.

59

.

1

Μελλούσης δὲ γίνεσθαι τῆς τοῦ ἐμβρύου φθορᾶς ταῖς φθει‐ ρούσαις παρακολουθεῖ κένωσις ὑδατώδης, εἶτα ἰχωρώδης ἢ ὕφαιμον ὑγρὸν καὶ οἷον ἀποπλύματα κρεῶν, ὅταν δὲ καιρὸς τῆς ἀπολύσεως ὑπάρχῃ, αἷμα καθαρόν, ἐπὶ τέλει δὲ θρόμβος αἵματος ἤ 〈τι〉 σαρκὸς
5ἀδιατύπωτον ἢ διατετυπωμένον παρὰ τὴν τοῦ χρόνου διαφοράν· ταῖς δὲ πλείσταις βάρος καὶ πόνος ὀσφύος καὶ ἰσχίων καὶ ἤτρου, βουβώνων, κεφαλῆς, ὀφθαλμῶν, ἄρθρων, στομάχου δῆξις, περίψυξις, περιίδρωσις, λειποθυμία, ποτὲ δὲ καὶ φρικώδης πυρετός, ταῖς δὲ καὶ λυγμὸς ἢ

1

.

59

.

2

σπασμὸς ἢ ἀφωνία. ταῦτα δὲ μά|λιστα παρέπεται ταῖς ἐκ φαρμακείας φθειρούσαις, ταῖς δὲ χωρίς τινος ἐπιτηδεύσεως ἐκτιτρωσκούσαις προ‐ ηγεῖται, καθώς φησιν Ἱπποκράτης, παράλογος μαστῶν ἴσχνωσις, ὡς δὲ Διοκλῆς φησι, ψύξις μηρῶν 〈καὶ〉 βάρος ἐγκαθιζόμενον ὀσφύι
5περὶ τὸν καιρὸν τῆς ἀποτέξεως.44

1

.

60

t

Εἰ φθορίοις καὶ ἀτοκίοις χρηστέον καὶ πῶς.

1

.

60

.

1

Ἀτόκιον δὲ φθορίου διαφέρει, τὸ μὲν γὰρ οὐκ ἐᾷ γενέσθαι σύλληψιν, τὸ δὲ φθείρει τὸ συλληφθέν· εἴπωμεν οὖν ἄλλο ‘φθόριον‘ καὶ ἄλλο ‘ἀτόκιον‘. τὸ δὲ ‘ἐκβόλιον‘ οἱ μὲν συνωνυμεῖν τῷ φθορίῳ λέγουσιν, οἱ δὲ διαφέρειν τῷ μὴ ἐν φαρμάκοις νοεῖσθαι, κατασεισμοῖς
5δὲ καὶ πηδήμασιν, εἰ τύχοι· διὸ καὶ τὸν Ἱπποκράτην παραιτησάμε‐ νον τὰ φθόρια παραλαβεῖν ἐν τῷ Περὶ παιδίου φύσεως ἐκβολῆς

1

.

60

.

2

χάριν τὸ πρὸς πυγὰς πηδᾶν. γεγένηται δὲ στάσις. οἱ μὲν γὰρ ἐκβάλ‐ λουσιν τὰ φθόρια τὴν Ἱπποκράτους προσκαλούμενοι μαρτυρίαν λέ‐ γοντος· “οὐ δώσω δὲ οὐδενὶ φθόριον”, καὶ ὅτι τῆς ἰατρικῆς ἐστιν

1

.

60

.

3

ἴδιον τὸ τηρεῖν καὶ σῴζειν τὰ γεννώμενα ὑπὸ τῆς φύσεως. οἱ δὲ μετὰ διορισμοῦ συντάσσουσιν αὐτά, τοῦτ’ ἔστιν οὐχ ὅτε διὰ μοιχείαν τις βούλεται φθεῖραι τὸ συλληφθὲν οὔτε δι’ ἐπι|τήδευσιν ὡραιότητος, ἀλλ’ ὅτε διὰ 〈τὸ〉 κίνδυνον κωλῦσαι γενησόμενον ἐν ταῖς ἀποτέξεσιν,
5μικρᾶς τῆς μήτρας ὑπαρχούσης καὶ μὴ δυναμένης χωρῆσαι τὴν τελεί‐ ωσιν, ἢ κατὰ τοῦ στομίου κονδυλώματα καὶ ῥαγάδας ἐχούσης, ἤ τινος

1

.

60

.

4

ἐμφεροῦς περιστάσεως ἐγκειμένης. τὰ δὲ αὐτὰ λέγουσιν καὶ περὶ ἀτο‐ κίων, οἷς καὶ ἡμεῖς συναινοῦμεν. ὅθεν ἐπεὶ τοῦ φθεῖραι τὸ κωλῦσαι γενέσθαι σύλληψιν ἀσφαλέστερον, περὶ τούτου νῦν πρῶτον ὑποδείξομεν.

1

.

61

.

1

εἰ γὰρ τοῦ [μὴ] φθείρειν τὸ συλληφθὲν πολὺ μᾶλλον συμφέρει τὸ μὴ συλλαβεῖν, [ἀναγκαῖον] δεῖ τοίνυν οὓς εἰρήκαμεν ἐπιτηδείους
εἶναι καιροὺς πρὸς σύλληψιν φυλάττεσθαι [χρὴ] πρὸς συνουσιασμόν, [οἷον ἀρχομένων ἢ ληγόντων τῶν καταμηνίων,] καὶ ἐν τοῖς πλησια‐45
5σμοῖς ἐν τῷ καιρῷ τῆς συνουσίας, ὅταν ὁ ἀνὴρ ἀποκρίνειν τὸ σπέρμα μέλλῃ, κατέχειν χρὴ τὸ πνεῦμα καὶ μικρὸν ὑφέλκειν ἑαυτήν, ὡς μὴ πορρωτέρω ἐν τῷ κύτει τῆς μήτρας τὸ σπέρμα ἀκοντισθῆναι, καὶ διαναστᾶσαν εὐθέως καὶ ὀκλὰξ καθίσασαν πταρμὸν κινεῖν καὶ περιμά‐

1

.

61

.

2

ξασθαι τὸν κόλπον ἐπιμελῶς ἢ καὶ ψυχρὸν πίνειν. συνεργεῖ δὲ τῇ ἀσυλληψίᾳ καὶ τὸ διαχρίειν τὸ στόμα τῆς ὑστέρας ἐλαίῳ παλαιῷ ἢ μέλιτι ἢ κεδρίᾳ ἢ ὀποβαλσάμῳ κατ’ ἰδίαν ἢ καὶ μετὰ ψιμυθίου ἢ κηρωτῇ ὑγρᾷ διὰ μυρσίνου καὶ ψιμυθίου ἢ στυπτηρίᾳ ὑγρᾷ πρὸ τοῦ
5πλησιάζειν ἢ χαλβάνῃ μετ’ οἴνου, ἢ ἐρίου τρυφεροῦ μαλλὸν ἐντιθέναι εἰς τὸ στόμα τῆς μήτρας, ἢ πρὸ τῶν συνουσιῶν πεσσοῖς χρῆσθαι στέλ‐

1

.

61

.

3

λειν τε καὶ πυκνοῦν δυναμένοις. τὰ γὰρ τοιαῦτα, εἰ μὲν στυ|πτικὰ εἴη καὶ ἐμπλαστικὰ καὶ ψυκτικά, μύειν παρασκευάζει τὸ στόμα τῆς μήτρας πρὸ τοῦ καιροῦ τῆς συνουσίας καὶ οὐκ ἐᾷ παρελθεῖν εἰς τὸν πυθμένα αὐτῆς τὸ σπέρμα· 〈τὰ δὲ θερμὰ〉 καὶ ἐρεθίζοντα οὐ μόνον τὸ τοῦ
5ἀνδρὸς σπέρμα ἐναπομεῖναι [καὶ] ἐν τῷ κύτει τῆς μήτρας οὐ συγχω‐ ροῦσιν [ἐλθεῖν], ἀλλὰ καὶ ἑτέραν ὑγρότητα ἐξ αὐτῆς ἕλκουσιν.

1

.

62

.

1

μνημονεύσομεν δὲ ἐνίων καὶ κατ’ εἶδος. πίτυος φλοιόν, ῥοῦν βυρσοδεψικόν, ἑκάστου ἴσον, τρῖβε μετὰ οἴνου καὶ προστίθει μετρίως πρὸ τῆς συνουσίας περιειληθέντος ἐρίου, καὶ μετὰ ὥρας δύο ἢ τρεῖς ἀφαιροῦσα συνουσιαζέτω. ἄλλο· γῆς Κιμωλίας, πάνακος ῥίζης ἀνὰ ἴσον,
5κατ’ ἰδίαν καὶ ὁμοῦ μεθ’ ὕδατος τρῖβε καὶ γλοιῶδες γενόμενον ὡσαύ‐

1

.

62

.

2

τως προστίθει. ἢ σιδίων νεαρῶν τὸ ἐντὸς λεάνας μεθ’ ὕδατος προστί‐ θει. ἢ σιδίων μέρη δύο, κηκίδων μέρος ἓν λειώσας ἀνάπλασσε βαλάνια μικρὰ καὶ ὑποτίθει μετὰ τὴν λῆξιν τῶν καταμηνίων. ἢ στυπτηρίαν ὑγράν, ῥόας κελύφους τὸ ἐντὸς διιέναι μεθ’ ὕδατος, καὶ δι’ ἐρίου προσ‐

1

.

62

.

3

τίθει. ἢ κηκίδος ὀμφακίνης, σιδίων τοῦ ἐντός, ζιγγιβέρεως ἀνὰ 𐅻 β ἀνάπλασσε μετ’ οἴνου ὀρόβων μεγέθει καὶ ξήραινε ἐν σκιᾷ καὶ πρὸ
τῆς συνουσίας δίδου προστίθεσθαι ἐν πεσσῷ. ἢ ἰσχάδων σάρκας λειώσας μετὰ νίτρου προστίθει. ἢ σίδια μετὰ κόμμεως ἴσου καὶ ῥοδίνου ἴσου46

1

.

62

.

4

προστίθει. εἶτα μελίκρατον ἐπιρροφεῖν ὁμοίως, φυλάττεσθαι δὲ τὰ ἐπὶ | πολὺ δριμέα διὰ τὰς ἀπ’ αὐτῶν ἑλκώσεις. ἅπασιν δὲ χρώμεθα μετὰ τὴν ἀπόληξιν τῶν καταμηνίων.

1

.

63

.

1

ἐνίοις δὲ ἔτι δοκεῖ καὶ ἅπαξ τοῦ μηνὸς ὀπὸν Κυρηναϊκὸν πίνειν ὅσον ἐρεβίνθου πλῆθος ἐν δυσὶ κυάθοις ὕδατος ὡς καταμήνιον ἐπισπώμενον. ἢ ὀποπάνακος καὶ ὀποῦ Κυρηναϊκοῦ καὶ πηγάνου σπέρμα‐ τος ἀνὰ ὀβολοὺς δύο 〈λειώσαντα〉 καὶ περιπλάσαντα κηρῷ διδόναι
5καταπίνειν, εἶτα κραμάτιον ἐπιρροφεῖν ἢ ἐν κραματίῳ πίνειν. 〈ἢ〉 λευ‐ κοΐου σπέρματος καὶ μυρσίνης ἀνὰ τριώβολον, σμύρνης δραχμήν, πε‐ πέρεως λευκοῦ κόκκους δύο μετ’ οἴνου ἐφ’ ἡμέρας τρεῖς διδόναι πίνειν. ἢ εὐζώμου σπέρματος ὀβολὸν ἕνα, σπονδυλίου ἡμιώβολον πιεῖν

1

.

63

.

2

μετὰ ὀξυμέλιτος. ταῦτα δὲ οὐ μόνον κωλυτικὰ συλλήψεως ὑπάρχει, ἀλλὰ καὶ φθαρτικὰ τῆς ἤδη συνεστώσης. καθ’ ἡμᾶς δὲ πλείων ἐστὶν ἡ ἀπὸ τούτων κάκωσις φθειρόντων μὲν καὶ ἀνατρεπόντων τὸν στόμα‐

1

.

63

.

3

χον, πληρούντων δὲ τὴν κεφαλὴν καὶ συμπάθειαν ἐπιφερόντων. οἱ δὲ καὶ περιάπτοις ἐχρήσαντο πολλὰ τῷ τῆς ἀντιπαθείας λόγῳ ποιεῖν νομίζοντες, ἐν οἷς μήτρας ἡμιόνων καὶ τὸν ἐν τοῖς ὠσὶ ῥύπον αὐτῶν καὶ ἄλλα πλείονα τούτων, ἅπερ ἐπὶ τῶν ἀποτελεσμάτων φαίνονται
5ψευδῆ.

1

.

64

.

1

γενομένης δὲ τῆς συλλήψεως τὸ μὲν πρῶτον ἕως τριάκοντα ἡμερῶν τὰ ἐναντία ποιεῖν οἷς ἔμπροσθεν εἰρήκαμεν, εἰς δὲ τὸ διαλυ‐ θῆναι τὸ συλληφθὲν 〈σφοδρότερον κινεῖσθαι〉 περιπατοῦσαν εὐτόνως καὶ διὰ ζευκτῶν κατασειομένην, εὐτόνως | καὶ πηδᾶν καὶ βαστάζειν τὰ
5ὑπὲρ δύναμιν βάρη, ἀφεψήμασι δὲ διουρητικοῖς χρῆσθαι τοῖς δυναμέ‐ νοις καὶ καταμήνια κινεῖν, καὶ τὴν γαστέρα λαπάττειν καὶ κλύζειν δριμυτέροις κλύσμασι, θερμῷ τε ἐλαίῳ καὶ γλυκεῖ ποτὲ μὲν ἐγχυματι‐ ζομένην, ποτὲ δὲ συναλειφομένην ὅλην καὶ τριβομένην εὐτόνως καὶ
μάλιστα περὶ τὸ ἐφήβαιον καὶ τὸ ἐπιγάστριον καὶ τὴν ὀσφὺν καὶ47
10λουομένην καθ’ ἡμέραν ἐν τῷ μὴ λίαν ζεστῷ ὕδατι γλυκεῖ καὶ τοῖς λουτροῖς ἐγχρονίζουσαν καὶ προπίνουσαν οἰνάριον καὶ δριμυφαγοῦσαν.

1

.

64

.

2

εἰ δὲ μή, καὶ τοπικῶς ἐγκαθίζουσαν εἰς ἀφέψημα λινοσπέρμου, τήλεως, μαλάχης, ἀλθαίας, ἀρτεμισίας καὶ καταπλασσομένην τοῖς αὐτοῖς, ἐγχυμα‐ τιζομένην δὲ τῷ παλαιῷ ἐλαίῳ κατ’ ἰδίαν ἢ καὶ μετὰ πηγάνου χυλοῦ, ποτὲ δὲ καὶ μέλιτος, ἢ ἰρίνῳ ἢ ἀψινθίῳ σὺν μέλιτι ἢ ὀποπάνακι ἢ

1

.

64

.

3

ἄλλως χόνδρῳ μετὰ πηγάνου καὶ μέλιτος ἢ μύρῳ Συριακῷ. κἂν ἐπι‐ μένῃ, καταπλασσομένην μηκέτι τοῖς κοινοῖς καταπλάσμασιν, ἀλλὰ τοῖς διὰ θερμίνου ἀλεύρου μετὰ χολῆς ταυρείας καὶ ἀψινθίου, 〈καὶ τοῖσ〉 ὁμοιογενέσιν τῶν ἐπιθεμάτων 〈χρωμένην〉.

1

.

65

.

1

τὴν δὲ μέλλουσαν φθείρειν χρὴ πρὸ δύο ἢ καὶ τριῶν ἡμερῶν λουτροῖς συνεχέσι χρῆσθαι καὶ ὀλιγοτροφίᾳ καὶ πεσσοῖς μαλακτικοῖς,

1

.

65

.

2

καὶ οἴνου ἀπέχεσθαι, εἶτα φλεβοτομεῖν καὶ πλεῖον ἀφαιρεῖν. τὸ γὰρ ὑπὸ Ἱπποκράτους εἰρημένον ἐν τοῖς Ἀφορισμοῖς εἰ καὶ μὴ ἐπὶ στεγνοπαθούσης, ἀλλὰ [καὶ] ἐπὶ ὑγιαινούσης ἀληθές· “γυνὴ ἐν γαστρὶ ἔχουσα φλεβοτομηθεῖσα ἐκτιτρώσκει.” ὡς γὰρ ἱδρὼς κινεῖται καὶ οὖρον ἢ
5σκύβαλον ὑπερχαλωμένων τῶν περιεχόντων τὴν οὐσίαν | αὐτῶν, οὕτως

1

.

65

.

3

καὶ τὸ συλληφθὲν ἐκπίπτει προδιισταμένης τῆς μήτρας. μετὰ δὲ τὴν φλεβοτομίαν καὶ ζευκτῷ κατασειστέον (ἐνεργέστερος γὰρ νῦν ὁ βρασμὸς ἐπὶ προητονηκόσιν τοῖς τόποις) καὶ πεσσοῖς δὲ μαλακτικοῖς χρηστέον.

1

.

65

.

4

εἰ δὲ πρὸς τὴν φλεβοτομίαν ἀλλοτρίως ἔχοι τις καὶ ἄτονος εἴη, προανιέναι μὲν τοὺς τόπους ἐγκαθίσμασι καὶ λουτροῖς καὶ πεσσοῖς μαλακτικοῖς καὶ ὑδροποσίᾳ καὶ ὀλιγοσιτίᾳ καὶ κοιλιολυσίᾳ καὶ κλύσμα τι

1

.

65

.

5

προστίθεσθαι μαλακτικόν, μετὰ ταῦτα πεσσὸν φθόριον. αἱρεῖσθαι δὲ τούτων τοὺς μὴ ἄγαν δριμεῖς, ἵνα μὴ πλείονα συμπάθειαν καὶ θερμα‐ σίαν ἐπάγωσιν. ἐκ δὲ τῶν πραϋτέρων οἱ τοιοῦτοι καθεστᾶσιν οἷον· μυρσίνης, λευκοΐου σπέρματος, θέρμων πικρῶν ἐξ ἴσου μετὰ ὕδατος
5ἀναπλάττειν τροχοὺς ὡς κυάμου μέγεθος. ἢ φύλλων πηγάνου 𐅻 γ,
μυρσίνης 𐅻 β, δάφνης ἴσας ὁμοίως διιέναι μετ’ οἴνου, καὶ πότιζε.48

1

.

65

.

6

ἄλλος πεσσὸς ἀκινδυνότερον ἐκβάλλων· λευκοΐου, καρδαμώμου, θείου, ἀψινθίου, σμύρνης, ἑκάστου ἴσον, δι’ ὕδατος ἀνάπλασσε. προλελούσθω δὲ ἡ μέλλουσα προστίθεσθαι ἢ ἐγκαθίσμασιν προανιέσθω, κἂν μέχρι πλείονος μηδὲν ποιῇ, πάλιν ἐγκαθίσμασι προανεθεῖσα δεύτερον προστι‐

1

.

65

.

7

θέσθω. πολλὰ δὲ καὶ ἄλλα παρ’ ἄλλοις εἴρηται, φυλάσσεσθαι δὲ δεῖ τὰ λίαν πληκτικὰ | καὶ τὸ καταλύειν τὸ ἔμβρυον διά τινος ἐπάκμου,

1

.

65

.

8

κίνδυνος γὰρ τρωθῆναί τι τῶν παρακειμένων. μετὰ δὲ τὴν φθορὰν
ὡς φλεγμονὴν θεραπευτέον.49

2

t

1

〈ΣΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Β〉

2

.

1

t

Τίνα σημεῖα προηγεῖται μελλούσης ἀποτέξεως
γίνεσθαι τῆς κατὰ φύσι
ν.

2

.

1

.

1

Εἰς προπαρασκευὴν τῶν εἰς τὴν ἀπότεξιν ἐπιτηδείων εὔχρηστον μαθεῖν τὰ σημεῖα τῆς μελλούσης ἀποκυήσεως. παρέπεται δὲ ταῖς μελλούσαις ἀποτίκτειν περὶ τὸν ἕβδομον ἢ τὸν ἔννατον ἢ τὸν δέκατον μῆνα βάρος ἤτρου καὶ ἐπιγαστρίου μετὰ πυρώσεως τοῦ γυναι‐
5κείου αἰδοίου 〈καὶ〉 ἄλγημα βουβώνων καὶ ὀσφύος καὶ ἰξύος πρὸς τὸ ὑποκείμενον τῆς ὑστέρας· ἥ τε ὑστέρα προσχωρεῖ τῷ αἰδοίῳ, ὥστε ῥᾳδίως τὴν μαῖαν σημειουμένην ἅψασθαι αὐτῆς [καὶ διέστηκεν αὐτῆς τὸ στόμα μετὰ εὐαφίας 〈καὶ〉 καθυγρασμοῦ], τὸ δὲ στόμιον αὐτῆς μετὰ τρυφερίας ἀναπετάννυται καὶ διέστηκε μετὰ τοῦ ἐπινοτίζεσθαι.

2

.

1

.

2

πρὸς λόγον δὲ τοῦ συνεγγισμοῦ τῆς ἀποτέξεως συμπίπτει μὲν τὰ ἰσχία καὶ τὸ ἐπιγάστριον, συνογκοῦται δὲ μετὰ βουβώνων 〈τὸ〉 ἐφήβαιον, καὶ συνεχὴς γίνεται πρὸς ἀπούρησιν προθυμία. φέρεται δὲ ὑγρὸν γλίσχρον, εἶτα καὶ αἷμα ταῖς πλείσταις ῥηγνυμένων τῶν ἐν τῷ χορίῳ
5λεπτῶν ἀγγείων, τῷ δὲ καθιεμένῳ δακτύλῳ εἰς τὸ γυναικεῖον αἰδοῖον περιφερὴς ὄγκος ὑποπίπτει [γὰρ] παρόμοιος ᾠῷ. καὶ διὰ φλεγμονὴν ὁ πόνος παρηκολούθησεν, διακρι|θήσεται δὲ τῷ μεμυκέναι τὸ στόμα τῆς ὑστέρας καὶ ἀνεξηράνθαι.
8

2

.

2

t

Τίνα δεῖ παρασκευάζειν πρὸς τὴν ἀποκύησιν.

2

.

2

.

1

Ἐπὶ τῆς κατὰ φύσιν γινομένης ἀποκυήσεως προπαρασκευ‐
άζειν δεῖ ἔλαιον, ὕδωρ θερμόν, θερμάσματα, σπόγγους τρυφερούς, ἔριον, ἐπιδέσμους, ὑποκεφάλαιον, ὀσφραντά, δίφρον μαιωτικὸν ἢ καθέδραν,50

2

.

2

.

2

κλίνας δύο οἶκόν τε ἐπιτήδειον. ἔλαιον μὲν εἰς τοὺς ἐγχυματισμοὺς καὶ τὰς ἐπιβροχάς· ὕδωρ δὲ θερμὸν χάριν τοῦ ἀποπλυθῆναι τοὺς τό‐ πους· θερμάσματα δὲ πρὸς τὴν παρηγορίαν τῶν ὠδίνων· σπόγγους δὲ πρὸς τοὺς ἀποσπογγισμούς· ἔρια δὲ πρὸς τὸ σκεπασθῆναι τοὺς τῆς
5γυναικὸς τόπους· ἐπιδέσμους 〈δὲ〉 πρὸς τὸ σπαργανωθῆναι τὸ ἀπο‐ τεχθέν· ὑποκεφάλαιον δέ, ἵνα ἐπ’ αὐτῷ τεθῇ τὸ ἔμβρυον ὑπὸ τὴν κύουσαν, ἕως ἂν κομισθῇ καὶ τὸ χόριον· ὀσφραντὰ δὲ (καθάπερ γλή‐ χωνα, γῆς βῶλον ἄλφιτόν τε καὶ μῆλον καὶ κυδώνιον κἂν ὁ καιρὸς ἐπιτρέπῃ κίτριον, πέπονα καὶ σίκυον 〈καὶ〉 πᾶν τὸ ἐμφερὲς τούτοις)
10εἰς ἀνάκτησιν τῆς ἀποκυούσης.

2

.

3

.

1

δίφρον δὲ μαιωτικόν, ἵνα ἐπὶ τούτου σχηματισθῇ ἡ τίκτουσα. δεῖ δὲ κατὰ τὴν μεσότητα τοῦ δίφρου καὶ καθ’ ὃ μέρος ἐπικουφίζουσιν, μηνοειδῶς σύμμετρον εὐρυχωρίαν ἐκκεκόφθαι πρὸς τὸ μήτε μείζονος αὐτῆς ὑπαρχούσης [μήτε μικροτέρας] μέχρι τῶν ἰσχίων καταφέρεσθαι,
5μήτε τοὐναντίον στενῆς [εἰς τὸ μὴ] πιέζεσθαι | τὸ γυναικεῖον αἰδοῖον, ὅπερ χαλεπώτερον, τὴν γὰρ πλατυτέραν ἔκτρησιν ἐνδέχεται προσεκπλη‐ ροῦν ῥάκη παραβάλλουσαν. τοῦ δὲ ὅλου δίφρου τὸ σύμπαν πλάτος ἱκανὸν ἔστω πρὸς τὸ καὶ τὰς εὐσαρκοτέρας χωρεῖν γυναῖκας, σύμμετρον δὲ καὶ τὸ ὕψος, ταῖς γὰρ μικρομεγέθεσιν ὑποπόδιον ὑποτιθέμενον

2

.

3

.

2

ἀναπληροῖ τὸ ἐλλεῖπον. τῶν δὲ ὑπὸ τῆς ἕδρας πλευρῶν τὰ μὲν ἐκ πλαγίων ὅλα σανίσιν ἐσκεπάσθω, τὸ δὲ ἔμπροσθεν καὶ τὸ ὄπισθεν ἀνεῴχθω πρὸς τὴν λεχθησομένην ἐν ταῖς μαιώσεσιν χρείαν. ἐκ δὲ τῶν ἄνω πλευρῶν κατὰ μὲν τὰ πλάγια μέρη δύο πιοειδῆ τυγχανέτω
5τῷ διαπήγματι πρὸς τὸ κατὰ τὰς ἐντάσεις ἐπ’ αὐτὰ τὰς χεῖρας ἐνστη‐ ρίζειν, ἐξόπισθεν δὲ ἀνάκλιτον, ὥστε καὶ τὴν ὀσφὺν καὶ τὰ ἰσχία τὸ ἀντιβαῖνον ταῖς ὑπαναχωρήσεσιν ἔχειν· εἰ γὰρ καὶ γυναικὸς ἐξόπισθεν ἑστώσης ἀνακλιθεῖεν, τῷ ἀνωμάλῳ σχηματισμῷ παραποδίζουσιν τὴν

2

.

3

.

3

ἐπ’ εὐθεῖαν τοῦ ἐμβρύου φοράν. ἔνιοι δὲ κατὰ τὰ κάτω μέρη τοῦ δίφρου ἔκθετον ἄξονα προσβάλλουσιν ἐξ ἑκατέρου μέρους περιαγωγίδας ἔχοντα καὶ τύλον, ἵνα ἐν ταῖς ἐμβρυουλκίαις περιτιθέντες βρόχους ἢ σπάρτα κυκλοτερῶς τοῖς βραχίοσιν ἢ ἄλλοις μέρεσιν τοῦ ἐμβρύου51
5καὶ τὰς ἀρχὰς ἀποδήσαντες πρὸς τὸν τύλον 〈διὰ〉 τῆς περιαγωγῆς τὴν ὁλκὴν ποιήσωνται, μὴ συνιέντες τὸ κοινόν, ὅτι τὴν ἐμβρυουλκίαν

2

.

3

.

4

ἐπὶ κατακειμένης δεῖ γίνεσθαι τῆς δυστοκούσης. δεῖ | δὴ τοιοῦτον εἶναι δίφρον οἷον εἰρήκαμεν, ἢ καθέδραν ἔμπροσθεν ἢ καὶ ὄπισθεν ἐκτετμημένην. † ἐκ κοιλοῦ δὲ γενομένης ἡ γεγονεῖσα ἔτι ἐξόπισθεν

2

.

3

.

5

προστίθεταί τι ὡς συνήθως τοῖς δέρμασιν κατερραμμένης. κλίνας δὲ δύο, τὴν μὲν τρυφερῶς ἐστρωμένην πρὸς [τὸ] τὴν μετὰ τὸ τεκεῖν ἀνάπαυλαν, τὴν δὲ σκληρὰν πρὸς τὴν ἐν ταῖς ἀποτέξεσιν κατάκλισιν, ὥστε μὴ κατὰ τετρυμένης κλίνης 〈πρὸς τὸ εἶκον ἐνδιδόναι τὴν ὀσφύν〉 *

2

.

3

.

6

* * * 〈κατακλιτέον δὲ αὐτὴν〉 ἐν ὑπτίῳ τῷ σχήματι, συνηγμένων μὲν τῶν ποδῶν, διεστώτων δὲ τῶν μηρῶν, προϋποκειμένου δὲ τοῖς ἰσχίοις τινός, ὥστε κατωφερὲς γενέσθαι τὸ γυναικεῖον αἰδοῖον.
3

2

.

4

t

〈Τίνα δεῖ ποιεῖν ἐν τῇ ἀποκυήσει.〉

2

.

4

.

1

* * τοὺς δὲ πόνους τὸ μὲν πρῶτον τῇ διὰ θερμῶν τῶν χειρῶν προσαφῇ πραΰνειν, τὸ δὲ μετὰ ταῦτα βρέχειν ῥάκη ἐλαίῳ γλυκεῖ καὶ θερμῷ καὶ ἄνωθεν ἐπιρρίπτειν κατ’ ἐπιγαστρίου τε καὶ πτερυγωμάτων καὶ συνεχέστερον τῷ θερμῷ καταβρέχειν ἐλαίῳ, παρα‐

2

.

4

.

2

τιθέναι δὲ καὶ κύστεις ἐλαίου πεπληρωμένας θερμοῦ. διισταμένου δὲ
τοῦ στόματος τῆς ὑστέρας ἡ μαῖα θερμῷ ἐλαίῳ προλιπάνασα τὰς χεῖρας τὸν τῆς εὐωνύμου χειρὸς λιχανὸν δάκτυλον ἀπωνυχισμένον καθιείτω, πρᾴως τῇ προσαγωγῇ προδιαστέλλουσα τὸ στόμιον, ὥστε τὸ52
5πρόχειρον τοῦ χορίου μέρος ἐπιπροπίπτειν, τῇ δεξιᾷ δὲ χειρὶ τοὺς τόπους ἐλαιοχυτείτω φυλασσομένη τὸ ἐκ τῆς ἑψήσεως κεκνισμένον

2

.

4

.

3

ἔλαιον. τοῦ προχείρου δὲ τὸ μέγεθος 〈ᾠοῦ〉 λαμβάνοντος ὑπὸ τὸ στόμιον τῆς ὑστέρας, εἰ μὲν ἀσθενὴς εἴη ἡ κυοφοροῦσα καὶ ἄτονος, τὴν μαίωσιν ἐπὶ κατακειμένης αὐτῆς | ποιητέον, ὅτι ἀσκυλτότερος οὗτος ὁ τρόπος καὶ ἀφοβώτερος, εἰ δ’ εὔτονος τυγχάνει, διαναστατέον

2

.

4

.

4

αὐτὴν 〈καὶ〉 κατὰ τοῦ μαιωτικοῦ λεγομένου δίφρου καθιστέον * * θερμῷ ἐλαίῳ καὶ καταχλιαστέον καὶ ἐγχυματιστέον πρὸς τὸ τῆς κυοφορούσης εὔψυκτον. ἐπιτιθέσθω δὲ καὶ τοῖς ποσὶν αὐτῆς σκέπης ἕνεκεν *
* * *

2

.

5

.

1

τρεῖς δὲ γυναῖκες ὑπηρέτιδες ἔστωσαν προσηνῶς δυνά‐ μεναι τὸ δειλὸν παραμυθεῖσθαι τῆς κυοφορούσης, κἂν μὴ πεπειραμέναι τῶν τοκετῶν τυγχάνωσιν, ὧν δύο μὲν ἑκατέρωθεν, μία δὲ ἐξόπισθεν διακρατοῦσα πρὸς τὸ μὴ διὰ 〈τοὺσ〉 πόνους τὴν κύουσαν παρεγκλίνειν.

2

.

5

.

2

μὴ παρόντος δὲ τοῦ μαιωτικοῦ δίφρου καὶ ἐπὶ μηροῖς γυναικὸς καθε‐ ζομένης ὁ αὐτὸς δύναται γενέσθαι σχηματισμός· δεῖ δὲ τὴν γυναῖκα τυγχάνειν εὔτονον, ἵνα καὶ τὸ βάρος ἐνέγκῃ τῆς ἐφεδραζομένης

2

.

5

.

3

γυναικὸς καὶ παρὰ τὰς ὠδῖνας κατέχειν αὐτὴν δύνηται. λοιπὸν δὲ ἡ μαῖα περιζωσαμένη κοσμίως ἄνωθεν καὶ κάτωθεν καθεζέσθω μὲν ἄντι‐ κρυς τῆς ἀποτικτούσης ταπεινοτέρα· δεῖ γὰρ ἐξ ὑπερκειμένων εἰς τὰ ὑποκείμενα τὴν ἐξολκὴν γίνεσθαι τοῦ ἐμβρύου. τὸ δὲ εἰς τὸ γόνυ
5καθίζειν αὐτήν, ὡς ἐδοκίμασάν τινες, μετὰ τοῦ δυσεργοῦς καὶ ἄσχη‐ μον· ὡσαύτως δὲ καὶ τὸ ἑστῶσαν ἐν βόθρῳ χάριν τοῦ μὴ ἐξ ὑπερ‐
κειμένου τὰς χεῖρας ἐπιβαλεῖν, ὡς ἠξίωσεν Ἥρων, τοῦτο γὰρ οὐ53

2

.

5

.

4

μόνον ἀπρεπές, ἀλλὰ καὶ ἀδύνατον ἐπὶ τῶν διστέγων οἴκων. καθε‐ ζέσθω τοίνυν ἡ μαῖα, διεστῶτας τοὺς μηροὺς ἔχουσα καὶ μικρὸν τὸν εὐώνυμον προκλίνουσα | πρὸς τὸ εὐεργὲς τῆς εὐωνύμου χειρός, ἔμ‐ προσθεν, ὡς εἴρηται, τῆς ἀποτικτούσης. τοὺς μὲν γὰρ πλαγίους
5τοῦ δίφρου πόδας ἀποπεφράχθαι παραινοῦμεν, τὰ δὲ ἐξόπισθεν εἰς ἀναγκαίαν κατέχεται χρείαν ὑπὸ τῆς ὑπηρετούσης [εἰς]· πτύγματος γὰρ ὑποθέσει τὸν δακτύλιον αὐτῆς ἀποκρατεῖν δεῖ διὰ τὰς ἐν τῇ ἐν‐

2

.

5

.

5

τάσει γινομένας προπτώσεις καὶ ῥήξεις. εἶτα καλὸν καὶ τὴν ὄψιν τῆς κυοφορούσης φαίνεσθαι τῇ μαίᾳ, ἥτις παραμυθείσθω τὸ δειλὸν αὐτῆς εὐαγγελιζομένη τὸ ἄφοβον καὶ τὴν εὐτοκίαν.

2

.

6

.

1

εἶτα δὲ ἐγκόπτειν εἰς τὴν λαγόνα τὸ πνεῦμα παραινεῖν δεῖ δίχα κραυγῆς, μετὰ στεναγμοῦ δὲ μᾶλλον καὶ κατοχῆς πνεύματος, ἔνιαι γὰρ τῶν ἀπείρων τοῖς ἄνω μέρεσιν ἐντεινόμεναι καὶ μὴ ἀπω‐ θούμεναι τὸ πνεῦμα πρὸς τὸ κάτω βρογχοκήλας ἐποίησαν. ἔνθεν εἰς
5τὴν ἀκώλυτον δίοδον τοῦ πνεύματος λύειν τε τὴν ζώνην προσῆκεν αὐτῶν καὶ τὸ στῆθος πάσης ἐλευθεροῦν περιειλήσεως, οὐ κατὰ τὴν ἰδιωτικὴν πρόληψιν, καθ’ ἣν τὰ γυναίκια δεσμὸν οὐδένα βούλεται τυγχάνειν, διὰ τοῦτο δὲ 〈καὶ〉 τὰς τρίχας λύειν· διὰ δὲ τὴν προειρημένην αἰτίαν τάχα δὴ καὶ ἡ λύσις τῶν τριχῶν εὐτονίαν ἀποτελεῖ τῆς κεφα‐

2

.

6

.

2

λῆς. παραινετέον οὖν αὐταῖς συνεντείνειν τὸ πνεῦμα καὶ μὴ ἀπο‐ φεύγειν τὰς ὠδῖνας, ἀλλ’ ὅτε πάρεισιν αὗται, τότε μάλιστα προσβιά‐ ζεσθαι. φυλασσέσθω δὲ ἡ μαῖα τὸ εἰς τοὺς γυναικείους κόλπους τῆς τικτούσης τὸ πρόσωπον ἐνατενίζειν, ὅπως μὴ αἰδου|μένης συσταλῇ τὸ
5σῶμα, δακτύλῳ δὲ κυκλοτερῶς διαστελλέτω τό τε στόμιον τῆς ὑστέρας

2

.

6

.

3

〈καὶ〉 τὰ πτερυγώματα * * * καὶ ἀνατρέχει τὸ στόμιον αὐτῆς, ποτὲ δὲ καὶ προκύπτει. πειθηνίως οὖν δεῖ καθιέναι τοὺς δακτύλους ἐν τῷ
καιρῷ τῆς διαστολῆς καὶ τὸ ἔμβρυον ἐπισπᾶσθαι, προσενδιδοῦσαν μέν, ὅτε εἰς αὑτὴν ἡ μήτρα συνέλκεται, προσηνῶς δὲ ἐπισπωμένην, 〈ὅ〉τε54
5διαστέλλεται· τὸ γὰρ ἐν τῷ καιρῷ τῆς συστολῆς τοῦτο ποιεῖν φλεγμο‐

2

.

6

.

4

νῆς ἢ αἱμορραγίας ἢ κατασπασμοῦ τῆς μήτρας ἀποτελεστικόν. χερσὶ δὲ τὸν ὄγκον ἐκ πλαγίων ὑπηρέτιδες ἑστῶσαι πρὸς τοὺς κάτω τόπους πρᾴως ἐρειδέτωσαν. λοιπὸν δὲ ἡ μαῖα δι’ ἑαυτῆς ἀποδεχέσθω τὸ ἔμβρυον, προϋποβεβλημένου ῥάκους κατὰ τῶν χειρῶν ἤ, ὡς αἱ ἐν
5Αἰγύπτῳ ποιοῦσιν, λεπτῆς παπύρου ξεσμάτων πρὸς τὸ μήτε ἀπο‐

2

.

6

.

5

λισθάνειν αὐτὸ μήτε θλίβεσθαι, τρυφερῶς δὲ ἐφεδράσθαι. συναποκρι‐ θέντων μὲν οὖν καὶ τῶν δευτέρων | τὰ ἑξῆς ποιητέον· εἰ δ’ ὑπομένοι τὸ χόριον, κατακειμένης μὲν τῆς τικτούσης πλησίον θετέον τὸ βρέφος *
* * *
4
5t〈Περὶ ἐγκατεχομένων δευτέρων.〉
5t
6t〈Τίς ἡ τῆς ἀποκεκυηκυίας ἐπιμέλεια.〉
7* * *
7

2

.

7

t

Περὶ σπαργήσεως μαστῶν.

2

.

7

.

1

Μέρος τι τῆς τῶν ἀποκεκυηκυιῶν ἐπιμελείας καὶ τὸ περὶ τοῦ προκειμένου διαλαβεῖν. κατὰ γὰρ τὴν ἐπιφορὰν τοῦ γάλακτος διογκούμενοι συντόνως οἱ μαστοὶ βαροῦνται τὸ πρῶτον, ὅπερ λέγεται χόνδρωσις· εἶτα καὶ ἀλγοῦσιν καὶ διατεινόμενοι πυροῦνται, καὶ τὸ

2

.

7

.

2

τοιοῦτον καλεῖται σπάργησις. δεῖ τοίνυν ὡς πρὸς φλεγμονὴν ποι‐ ήσασθαι τὴν ἐπίστασιν, καὶ κατ’ ἀρχὰς μὲν χρῆσθαι τοῖς ἠρέμα στέλ‐ λουσιν (ἐξ ὧν σπόγγος ἐστὶν τρυφερὸς ὀξυκράτῳ νενοτισμένος μετὰ προστυποῦς ἐπιδέσεως ἢ φοίνικες λεῖοι μετὰ ἄρτου καὶ ὀξυκράτου55
5λειοτριβηθέντες)· εἰ δ’ ἀποσβέσαι τις τὸ γάλα βούλοιτο, καὶ στυπτηρίᾳ

2

.

7

.

3

ἢ ψυλλίῳ καὶ κοριάνδρῳ ἢ ἀνδράχνῃ. συναυξήσεως αὖ γενομένης καὶ διατάσεως ἢ θρομβώσεως, καταπλάσμασιν τοῖς ἀνετικοῖς (οἷον ἄρτῳ δι’ ὑδρελαίου ἢ ὑδρομέλιτος καλῶς μεμαλαγμένῳ ἢ λινοσπέρμῳ καὶ

2

.

7

.

4

πυρῷ ἢ τήλει μεθ’ ὑδρομέλιτος) καταπλασσέσθωσαν· εἰ δὲ μὴ φέροιεν τὸ βάρος οἱ μαστοί, καταβροχῇ διὰ γλυκέος ἐλαίου καὶ θερμοῦ προ‐ περικειμένων πυριφόρων [καὶ] καταθλίβειν προπυριάσαντα διὰ τῶν σπόγγων ἀποθλιβομένων εἰς ὕδωρ θερμὸν ἢ εἰς ἀφέψημα τήλεως ἢ
5μαλάχης ἢ λινοσπέρμου. διαπυήσεως 〈δὲ〉 γενομένης ἐκλαμβάνειν τὸ ὑγρόν, ὡς ἐν τοῖς Χειρουργουμένοις ὑπεδείξαμεν. παρακμα‐ ζούσης δὲ τῆς φλεγμονῆς κηρωτὴν ἐπιβάλλειν καθ’ ἑαυτήν.

2

.

8

.

1

εἰ δὲ μὴ μέλλοι δι’ ἑαυτῆς ἡ ἀποκυήσασα τὸ βρέφος ἀνατρέφειν, καὶ λίθου πυρίτου ἱκανῶς λελειωμένου μέρος τι | συμπλέ‐ κειν, εἶτα κατ’ ὀλίγον πεπιεσμένῃ χρῆσθαι τῇ τῶν μαστῶν περιειλήσει· συμπιπτόντων γὰρ τῶν ἀγγείων κωλύεται τὸ ἐπιφερόμενον, καὶ οὕτως
5τὸ γάλα σβέννυται· εἰ δὲ μή, μᾶλλον ἐμπλεονάζειν ταῖς πυρίαις καὶ

2

.

8

.

2

ταῖς προστυπέσιν ἐπιδέσεσιν. παραιτεῖσθαι δὲ τὴν ἐν τῇ πρώτῃ παραι‐ σθήσει τῶν μαστῶν ἐκμύζησιν, ὡς τοῦ ἀποθηλασμοῦ διὰ τῆς ἐκκρίσεως τοῦ 〈γάλακτοσ〉 παρακουφίζοντος τὴν διάτασιν· πᾶν γὰρ τοὐναντίον πρὸς τὴν τῆς ἐκμυζήσεως συναίσθησιν πλεῖον ἐπὶ τοὺς τόπους συν‐
5τρέχει, καὶ πρὸς τὴν περίθλασιν ἀγανακτοῦσιν αἱ θηλαί. φυλακτέον δὲ καὶ τὴν δι’ ἅλμης καὶ ὀξάλμης καὶ θαλάσσης πυρίαν, ὑπὸ γὰρ τῆς

2

.

8

.

3

δριμύτητος ἡ φλεγμονὴ παροξύνεται. τινὲς δὲ κυπέρῳ καταχρίουσιν μετ’ οἴνου καὶ κρόκου τοὺς μαστούς, ἔνιαι δὲ κυπρίνῳ καὶ κισσήρει λελειοτριβημένῃ, τινὲς δὲ κυμίνῳ μεθ’ ὕδατος ἢ ἐλαίου 〈ἢ〉 στυ‐ πτηρίᾳ ὑγρᾷ μετ’ ὄξους καὶ ῥοδίνου, ὡς μέλιτος γενέσθαι πάχος· αἱ
5δὲ καταπλάττουσιν κυμίνῳ μετὰ σταφίδος τῶν γιγάρτων προεξῃρη‐
μένων ἢ σησάμῳ μετὰ μέλιτος, αἱ δὲ τριβόλοις χλωροῖς ἡψημένοις ἐν ὄξει ἢ κισσῷ ἢ σύκοις ξηροῖς ἢ πιτύροις ὁμοίως ἡψημένοις, θρομβώ‐56

2

.

8

.

4

σεως δὲ γενομένης σελίνῳ ἢ ἡδυόσμῳ ἢ κράμβῃ μετὰ ἄρτου. τούτων δὲ τὰ μὲν δριμέα παραιτητέον δι’ ὅλου, τῶν δὲ ἄλλων τὰ μὲν ὑπο‐ στύφοντα κατ’ ἀρχὰς παραλαμπτέον, τὰ δὲ παρηγορικῶς ἀνιέντα κατὰ τοὺς ἑξῆς χρόνους. καὶ τοιαύτη μὲν ἡ τῆς λεχοῦς ἐπιμέλεια, τίς δὲ
5ἡ τοῦ βρέφους, ἑξῆς ὑποδεικτέον. |
— — —
6

2

.

9

t

Περὶ τῆς τοῦ βρέφους ἐπιμελείας.

2

.

9

.

1

Ὁ περὶ παιδοτροφίας λόγος ἐστὶν μὲν πλατὺς καὶ πολυ‐ μερής. ἐν αὐτῷ γὰρ ἐξετάζεται, τίνα τῶν γεννηθέντων πρὸς ἀνατρο‐ φήν ἐστιν ἐπιτήδεια καὶ πῶς ὀμφαλοτομητέον καὶ σπαργανωτέον καὶ ἀποσμηκτέον τὸ ἀνατρεφόμενον καὶ τίνα τρόπον λουτέον καὶ πῶς
5κατακλιτέον καὶ ποταπὴν ἐκλεκτέον τιτθὴν ποῖόν τε τὸ ἄριστον γάλα καὶ τί πρακτέον ἐκλιπόντος αὐτοῦ καὶ πότε καὶ πῶς ἀπογαλακτιστέον τὰ βρέφη περί τε ὀδοντοφυήσεως καὶ τῶν κατὰ χρόνους αὐτοῖς ἐπι‐ γινομένων συμπτωμάτων. ἵνα δὲ μὴ δυσπερίγραφος ἡ πραγματεία γέ‐ νηται, διὰ συντόμων ὑφ’ ἓν παραδώσομεν.
9

2

.

10

t

Πῶς γνωρίζεται τὸ πρὸς ἀνατροφὴν ἐπιτήδειον.

2

.

10

.

1

Ἡ τοίνυν μαῖα τὸ βρέφος ἀποδεξαμένη πρῶτον εἰς τὴν γῆν ἀποτιθέσθω προεπιθεωρήσασα, πότερον ἄρρεν τὸ ἀποκεκυημένον ἐστὶν ἢ θῆλυ, καί, καθὼς γυναιξὶν ἔθος, ἀποσημαινέτω· κατανοείτω δὲ

2

.

10

.

2

καί, πότερον πρὸς ἀνατροφήν ἐστιν ἐπιτήδειον ἢ οὐδαμῶς. κριθή‐ σεται δὲ τὸ πρὸς ἀνατροφὴν εὐφυὲς ἐκ τοῦ τὴν ἀποκυήσασαν ὑγιεινῶς ἐν τοῖς τῆς κυοφορίας βεβιωκέναι χρόνοις· αἱ νοσηλεῖαι γὰρ καὶ | μάλιστα τοῦ σώματος, συναδικοῦσαι τὸ κατὰ γαστρὸς τὰ πρῶτα τῆς

2

.

10

.

3

ζωῆς αὐτοῦ θεμέλια θραύουσιν. δεύτερον δὲ ἐκ τοῦ κατὰ τὸν ὀφεί‐ λοντα καιρὸν ἀποκεκυῆσθαι, μάλιστα μὲν τὸν ἔννατον μῆνα καί, εἰ

2

.

10

.

4

τύχοι, βράδιον, ἤδη δὲ καὶ τὸν ἕβδομον. εἶτα λοιπὸν ἐκ τοῦ τεθὲν ἐπὶ γῆς εὐθέως αὐτὸ κλαυθμυρίσαι μετὰ τόνου τοῦ προσήκοντος· τὸ γὰρ ἕως πλείονος ἀκλαυστὶ διάγον ἢ καὶ παρέργως κλαυθμυρίζον

2

.

10

.

5

ἐνύποπτον ὡς διά τινα περίστασιν τοῦτο πάσχον. ἔκ τε τοῦ πᾶσιν τοῖς μέρεσι καὶ μορίοις καὶ ταῖς αἰσθήσεσιν ἄρτιον ὑπάρχειν καὶ τοὺς πόρους ἔχειν ἀπαρεμποδίστους, οἷον ὤτων, ῥινῶν, φάρυγγος, οὐρήθρας, δακτυλίου, καὶ τὰς ἑκάστου 〈μορίου〉 φυσικὰς κινήσεις μὴ νωθρὰς [καὶ]57
5μηδὲ ἐκλύτους καὶ τὰς τῶν ἄρθρων κάμψεις τε καὶ ἐκτάσεις μεγέθη τε καὶ σχήματα καὶ τὴν πᾶσαν ἐπιβάλλουσαν εὐαισθησίαν, ἣν γνωρί‐ ζομεν κἀκ τῆς ἐπιφανείας ἐπερείδοντες τοὺς δακτύλους· κατὰ φύσιν γάρ ἐστιν τὸ πρὸς ἕκαστον ἀλγεῖν τῶν νυσσόντων ἢ θλιβόντων. ἐκ δὲ τῶν ἐναντίων τοῖς εἰρημένοις τὸ πρὸς ἀνατροφὴν 〈ἀν〉επιτήδειον.
9

2

.

11

t

Πῶς ὀμφαλοτομητέον.

2

.

11

.

1

Μικρὸν δὲ τοῦ βρέφους ἀπηρεμήσαντος μετὰ τὸν ἐκ τῆς ἀποκυήσεως βρασμὸν βαστάζειν αὐτὸ καὶ τὴν ὀμ|φαλοτομίαν παραλαμ‐ βάνειν. δεῖ δὲ τέσσαρας δακτύλους διαστήσασαν ἀπὸ τῆς γαστρὸς ἀπο‐ κόπτειν τὴν ὀμφαλίδα διά τινος ἐπάκμου χάριν τοῦ μηδεμίαν γενέσθαι

2

.

11

.

2

περίθλασιν. πάσης δὲ ὕλης τμητικώτατός ἐστιν ὁ σίδηρος· αἱ πολλαὶ δὲ τῶν μαιουμένων ὑέλῳ ἢ καλάμῳ ἢ ὀστράκῳ ἢ τῷ λεπίῳ τοῦ ἄρτου δοκιμάζουσιν τὴν ἀποκοπὴν ἢ λίνῳ βιαίως ἀποσφίγξασαι, τῷ δυσοιώνι‐ στον εἶναι τὴν ἐν τῷ πρώτῳ χρόνῳ σιδήρου τομήν. ὅπερ παντελῶς
5καταγέλαστόν ἐστιν· καὶ 〈γὰρ〉 τὸ κλαίειν αὐτὸ δυσοιώνιστόν ἐστιν, ἀπὸ δὲ τούτου τὸ γεννηθὲν ἄρχεται τοῦ ζῆν. ὅπως 〈δὲ〉 μήτε δια‐ πριζομένου τοῦ σώματος μήτε περιθλωμένου συμπάθεια γένηται καὶ διαγανάκτησις, ἄμεινον ἀδεισιδαιμονέστερον σμιλίῳ μᾶλλον τὸν ὀμφαλὸν

2

.

11

.

3

κόπτειν. εἶτα τὸ ἐν αὐτῷ περιεχόμενον ἐκθλίβειν, ὅπερ οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ πεπηγὸς αἷμα, κἄπειτα τὸ ἄκρον τῆς διακοπῆς ἀποσφίγγειν ὡς ἐρίῳ ἐστραμμένῳ ἢ μίτῳ ἢ κροκύδι ἤ τινι παραπλησίῳ· τὸ γὰρ λίνον ἐντέμνον τὴν τρυφερίαν τῶν σωμάτων δυσυπομονήτους ἀλγηδό‐

2

.

11

.

4

νας ἀποτελεῖ. τὸ δὲ ἀποβροχίζειν τὸ μέρος, ὡς ὑπεδείξαμεν, ἀναγκαῖον, ὥστε μὴ τῆς αἱμορραγίας ἐπιγίνεσθαι κίνδυνον, τῶν ἐντεῦθεν ἀγγείων
τὸ ἀπὸ τῆς κυούσης αἷμα καὶ πνεῦμα διακονικῶς ἐπικεχορηγηκότων τῷ σώματι τοῦ βρέφους. διὸ τινὲς μὲν μετὰ τὴν ἀποκοπὴν ἐπέκαυσαν58
5τὸν ὀμφαλὸν διὰ αὐλοῦ θερμανθέντος ἢ διὰ τοῦ πλατέος τῆς μήλης. ὅπερ ποιεῖν ἡμεῖς ἀποδοκιμά|ζομεν· τὰ γὰρ ἐπικαέντα περιωδυνίας

2

.

11

.

5

καὶ φλεγμονὰς σφοδρὰς ὑπομένει. μὴ ἐξῃρημένου δὲ τοῦ χορίου κατὰ δύο τόπους ἀποβροχίζειν δεῖ τὸν οὐραχὸν καὶ τότε μεταξὺ διακόπτειν, ἵνα διὰ μὲν τοῦ ἑτέρου βρόχου τὴν τοῦ βρέφους αἱμορραγίαν προ‐ φυλαξώμεθα, διὰ δὲ θατέρου τὴν τῆς ἀποκεκυηκυίας· ἔτι γὰρ αὐτῇ
5προσέχεται τὸ χόριον.
5

2

.

12

t

〈Πῶς ἀποσμηκτέον.〉

2

.

12

.

1

Μετὰ δὲ τὴν ὀμφαλοτομίαν οἱ πολλοὶ τῶν βαρβάρων, ὡς οἱ Γερμανοὶ καὶ Σκύθαι, τινὲς δὲ καὶ τῶν Ἑλλήνων εἰς ψυχρὸν ὕδωρ καθιᾶσι τὸ βρέφος στερεοποιήσεως χάριν καὶ 〈τοῦ〉 τὸ μὴ φέρον τὴν ψύξιν, ἀλλὰ πελιούμενον ἢ σπώμενον ὡς οὐκ ἄξιον ἐκτροφῆς ὂν
5ἀπολέσθαι. τινὲς δὲ οἰνάλμῃ, τινὲς δὲ καθαρῷ λούουσιν οἴνῳ, τινὲς δὲ οὔρῳ παιδὸς ἀφθόρου, τινὲς δὲ μυρσίνῃ λεπτῇ συμπεπασμένον ἢ

2

.

12

.

2

κηκῖδι. τούτων δὲ ἕκαστον ἡμεῖς ἀποδοκιμάζομεν. τὸ ψυχρὸν μὲν γὰρ διὰ τὴν πολλὴν καὶ ἀθρόαν πύκνωσιν, ἧς ἀμέτοχον ἦν τὸ γεν‐ νηθέν, πάντα βλάπτει, τῆς δὲ ἐξ αὐτοῦ βλάβης τὸ ἀποτέλεσμα λαν‐ θάνει μὲν ἐπὶ τῶν δυσπαθεστέρων, ἐλέγχεται δὲ ὑπὸ τῶν εὐπαθῶν
5σπασμοῖς καὶ ἀποπληξίαις ἁλισκομένων. οὐ μὴν ἐπεὶ τὴν βλάβην οὐκ ἤνεγκεν, ζῆσαι μὴ βλαβὲν οὐκ ἠδύνατο, καὶ τὰ δυσπαθέστερα βελτίω τὴν ἀνατροφὴν ἕξει μηδὲ ὅλως ἀδικούμενα. κἂν ᾖ δὲ χρεία ψύξεως, αὐτάρκης ἡ ἐπὶ τοῦ ἀέρος ψύξις, δι’ ἣν εὐθέως κλαυθμυρίζει ξενοπα‐ θοῦντα τῇ ψύξει διὰ τὸ ἀκμὴν ἀπὸ θερμῆς καὶ συνεχοῦς προεληλυθέναι

2

.

12

.

3

τῆς μήτρας. ὁ δὲ | οἶνος διὰ τὴν ἀποφορὰν πληκτικὸς καὶ καρώδης οὐ μόνον 〈ἐπὶ〉 τῶν οὕτω τρυφερῶν παίδων ἀλλὰ καὶ τῶν ἤδη τε‐ λείων· ὡσαύτως δὲ καὶ τὸ οὖρον, ὅτι δυσῶδες. αἱ μυρσίναι δὲ καὶ κηκῖδες στύφουσιν μέν, οὐκ ἀποσμήχουσι δέ, χρεία δὲ τῶν μετὰ στύ‐
5ψεως ἀποσμηχόντων, ἵνα ὁ φυσικὸς τοῦ γλίσχρου 〈τοῦ〉 αἵματος κατὰ τῶν σωμάτων ἐπίπαγος ἀποτακῇ μετὰ τοῦ πήγνυσθαι τὴν ἐπιφάνειαν
καὶ δυσάλωτον εἰς τὴν τῶν ἐξανθημάτων γένεσιν ἀποτελεῖσθαι.59

2

.

13

.

1

διόπερ τοῦ ἁλισμοῦ ὁ τρόπος οὗτος ἂν δοκιμασθείη. [Περὶ ἁλισμοῦ.] ἢ λεπτὸν καὶ χνοῶδες ἅλας ἢ νίτρον ἢ ἀφρόνιτρον λαβόντα δεῖ συμπάσσειν τὸ βρέφος, φυλασσόμενον τοὺς ὀφθαλμοὺς καὶ τὸ στόμα· τὸ γὰρ παρεμπεσὸν τοῖς μέρεσι τούτοις ἕλκωσιν ἐργάζεται
5καὶ διαπύρωσιν ἢ πνιγμονήν. μήτε δὲ πολλῷ τῷ ἅλατι συμπάσσειν, διὰ γὰρ τὴν πλείονα δριμύτητα βρυώδης ἀκμὴν καὶ ἀσθενὴς ἄγαν ἡ σύγκρισις ὑπάρχουσα διαβιβρώσκεται, μήτε ὀλίγῳ διὰ τὸ μὴ ἱκανῶς στερεοποιεῖσθαι τὴν ἐπιφάνειαν. ἐνδέχεται δὲ τρυφεροῦ τοῦ βρέφους ὄντος τὸ ἅλας μέλιτι δεῖν ἀνακόψαι ἢ ἐλαίῳ 〈ἢ〉 χυλῷ πτισάνης ἢ

2

.

13

.

2

τήλεως ἢ μαλάχης. μετὰ δὲ τὸ ἀποσμῆξαι τὸ σῶμα δεῖ χλιαρῷ ἀπο‐ λούειν ὕδατι καὶ ἀποπλύνειν τὸ περικείμενον νίτρασμα πᾶν. εἶτα ἐκ δευτέρου τὸ αὐτὸ ποιεῖν καὶ συμπάσσειν μὲν τοὺς ἅλας, θερμοτέρῳ δὲ τῷ ὕδατι μᾶλλον ἀπολούειν. καὶ δακτύλοις ἀποθλίβειν τὸ ἐγκείμενον
5ταῖς ῥισὶν γλίσχρασμα, ἀποκαθαίρειν δὲ καὶ τὸ στόμα καὶ τοὺς τῶν ὤτων πόρους, ἐγχυματίζειν δὲ καὶ τοὺς ὀφθαλμοὺς ἐλαίῳ· σμῆξαι γὰρ ἀγαθὸν τούτῳ τὸ | παχύτατον ἐν αὐτοῖς ὑγρόν, οὗ μὴ γενομένου κατὰ

2

.

13

.

3

τὸ πλεῖστον ἀμβλυωπεῖν συμβαίνει τὰ τρεφόμενα. διὰ δὲ τοῦ σμικροῦ δακτύλου προαπωνυχισμένου τὸν δακτύλιον διαστέλλειν καὶ διαιρεῖν τὸ περιπεφυκὸς αὐτῷ πολλάκις σῶμα λεπτὸν καὶ ὑμενῶδες εἰς ἀπαραπό‐ διστον τῶν περισσωμάτων ἔκδοσιν. παραχρῆμα γοῦν ἐκκρίνεται τὸ

2

.

13

.

4

καλούμενον συνήθως μηκώνειον. κατὰ δὲ τοῦ ὀμφαλοῦ πτυγμάτιον ἐπιρρῖψαι ἐλαιοβραχὲς ἢ καὶ ἔριον, τὸ δὲ κύμινον ὡς δριμὺ παραιτεῖ‐ σθαι δεῖ. τοῦ μέντοι καταλειφθέντος ὀμφαλοῦ τὸ ἀποσφιχθὲν ἔνιοι μὲν τῷ μηρῷ προσέδησαν· ἄμεινον δὲ διπλώσαντα καὶ τῷ ἐριδίῳ περι‐
5τυλίξαντα πρᾴως ἐντιθέναι κατὰ τὴν μεσότητα τοῦ ὀμφαλοῦ, τάχα γὰρ καὶ τῷ βάρει πιεζούμενον τὸ μέρος εἰς εὐμορφοτέραν κοίλωσιν τυπω‐ θήσεται.
7

2

.

14

t

〈Πῶς σπαργανωτέον.〉

2

.

14

.

1

Μετὰ δὲ τὸν ἁλισμὸν καὶ τὴν ἀπόλουσιν σπαργανοῦν τὸ βρέφος. Ἀντιγένης μὲν οὖν τὴν Θεσσαλικὴν λεγομένην παρα‐
λαμβάνων σπαργάνωσιν εἰς ξύλον μεσόκοιλον καὶ παράμηκες βάλλει ψίεθον χόρτου πλήρη ἢ ἀχύρων, εἶτα ἐπιστρώννυσι ῥάκος καὶ τὸ60
5βρέφος κατακλίνων ἐπ’ αὐτοῦ κατειλημένον ἄχρι τῆς ὀσφύος ῥάκεσι καὶ ταινίαις εἶτα καὶ προσκαταδεσμεῖ κηρίαις διεκβαλλομέναις διὰ τῶν

2

.

14

.

2

πλαγίων ἐκκοπῶν, ἃς τὸ ξύλον ἔχειν δεῖ. δυσκαρτέρητος δὲ καὶ ἀπη‐ νὴς ὁ τρόπος οὗτός ἐστιν τῆς διαδέσεως. ὅθεν δεῖ διαπλάσσειν μὲν ὡς ἔχει ἕκαστον φυσικοῦ σχήματος 〈καί〉, εἴ τι παρὰ τὸν τῆς ἀπο‐ κυήσεως χρόνον διέστραπται, τοῦτο ῥυθμίζειν καὶ εἰς τὸ κατὰ φύσιν
5μετάγειν σχῆμα· εἰ δέ τι παρα|θλιβὲν ἐξοίδηκεν, ψιμυθίῳ περιχρίειν

2

.

14

.

3

λελειοτριβημένῳ μεθ’ ὕδατος ἢ λιθαργύρῳ. κατατιθεμένην δὲ αὐτὸ πρᾴως ἐπὶ τῶν ἰδίων μηρῶν συνεσκεπασμένων ἐρίῳ ἢ ῥάκει χάριν τοῦ μὴ ψυγῆναι γεγυμνωμένον ἐν τῇ κατὰ μέρος σπαργανώσει, λαμβάνειν τελαμῶνας ἐρεοῦς τρυφερούς, [τε] καθαρούς τε καὶ μὴ λίαν τετριμ‐
5μένους, τοὺς μὲν τριῶν δακτύλων τῷ πλάτει, τοὺς δὲ τεσσάρων.

2

.

14

.

4

ἐρεοῦς μὲν διὰ τὸ τῆς ὕλης προσηνὲς καὶ διὰ τὸ περισφίγγεσθαι τοῖς ἱδρῶσι τοὺς λινοῦς· τρυφεροὺς δὲ χάριν τοῦ μὴ μετὰ περιθλάσεως τὴν σκέπην τρυφεροῖς ἔτι σώμασιν καθεστῶσι παρέχειν· καθαροὺς δέ, ἵνα κοῦφοι καὶ μὴ βαρεῖς ὦσι καὶ μὴ δυσώδεις μηδὲ νιτρούμενοι τὴν

2

.

14

.

5

ἐπιφάνειαν δάκνωσι· μὴ λίαν δὲ τετριμμένους· οἱ καινοὶ μὲν γὰρ βαρεῖς ὑπάρχουσιν, οἱ δὲ τριβακοὶ λίαν ψυχροὶ καθεστᾶσι, ποτὲ δὲ καὶ τραχεῖς καὶ παντελῶς εὐδιάσπαστοι· μὴ ἔχοντας δὲ παρῴας μηδὲ παρα‐ στροφίδας, ἵνα μὴ ἐντέμνωσιν μηδὲ ἀνωμάλως ἃ μὲν μᾶλλον θλίβωσιν

2

.

14

.

6

ἃ δὲ ἧττον· συμμέτρους δὲ κατὰ τὸ πλάτος, οἱ στενοὶ μὲν γὰρ τέ‐ μνουσιν, οἱ πλατεῖς δὲ οὐ πιέζουσιν ἀλλὰ ῥυτιδοῦνται· τριῶν δὲ καὶ τεσσάρων δακτύλων, ἵνα [μὲν] οἱ μὲν ἐπὶ τῶν κώλων ἁρμόσωσιν, οἱ δὲ ἐπὶ τοῦ θώρακος.

2

.

15

.

1

λαβοῦσα τοίνυν τὴν ἀρχὴν τοῦ τελαμῶνος κατὰ τοῦ ἀκροχειρίου τιθέτω καὶ τὴν ἐπείλησιν ἐγκύκλιον ἀγέτω κατὰ τῶν δακτύλων ἐκτεταμένων, εἶτα κατὰ τοῦ ἐπικαρπίου, πήχεώς τε καὶ βραχίονος, πιέζουσα μὲν τὰ κατὰ τοὺς καρποὺς ἡσυχῆ, τὰ δὲ ἄλλα

2

.

15

.

2

μέχρι μασχάλης ἀνιεῖσα. τῷ δὲ αὐτῷ τρόπῳ καὶ τὴν ἑτέραν σπαργα‐ νώσασα τῷ θώρακι λοιπὸν κυκλοτερῶς περιειλείτω τελαμῶνα τῶν
πλατυτέρων, ὁμα|λῶς μὲν ἐπὶ τῶν ἀρρένων πιέζουσα τὴν ἔνδεσιν, μᾶλλον δὲ τὰ κατὰ τοὺς μαστοὺς σφίγγουσα τῶν θηλειῶν, ἀνιεῖσα δὲ61
5τὸ περὶ τὴν ὀσφύν, εὐπρεπέστερον γάρ ἐστιν ἐπὶ γυναικῶν τοῦτο τὸ

2

.

15

.

3

σχῆμα. μετὰ δὲ ταῦτα σπαργανοῦν κατ’ ἰδίαν ἑκάτερον τῶν σκελῶν, τὸ γὰρ ζυγώσασαν αὐτὰ γυμνὰ συνεπιδεσμεῖν ὁμοῦ ποιητικόν ἐστιν ἑλκώσεως· αἱ γὰρ τρυφερῶν ἀκμὴν ἔτι τῶν σωμάτων παραθέσεις τῇ πυρώσει ταχέως ἐπικαίουσιν. τὰς δὲ περιειλήσεις τῶν τελαμώνων ἕως
5ἄκρων ποιείσθω δακτύλων, ἀνιεῖσα μὲν τὰ κατὰ τοὺς μηροὺς καὶ τὰς γαστροκνημίας, σφίγγουσα δὲ τὰ πρὸς τοῖς γόνασι καὶ ταῖς ἰγνύαις τά τε κατὰ τοὺς ταρσούς τε καὶ τὰ σφυρά, ἵνα τὰ μὲν ἄκρα πλατύνηται

2

.

15

.

4

τῶν ποδῶν, τὰ δὲ μέσα συνάγηται. μετὰ δὲ ταῦτα παραβάλλουσα τοὺς μὲν βραχίονας τοῖς πλευροῖς, τοὺς δὲ πόδας ἀλλήλοις, πλατεῖ τελα‐ μῶνι κυκλοτερῶς ὅλον τὸ βρέφος ἀπὸ θώρακος ἄχρι ποδῶν κατει‐ λείτω· παραβεβλημέναι γὰρ αἱ χεῖρες ἔνδοθεν τῆς περιειλήσεως εἰς
5ἔκτασιν ἐθίζονται. παχυντικαὶ γὰρ τῶν νεύρων αἱ μέχρι πλείονος τῶν ἄρθρων εἰσὶ συζεύξεις (ὥστε καὶ ἀγκύλας ἐπιφέρειν), τῷ μέντοι πρῶτον κατειλῆσθαι τὰ χέρια κωλύεται 〈τὸ〉 διὰ τῆς ἀτάκτου παρα‐ φορᾶς διαστρέφεσθαι, πολλάκις δὲ καὶ διὰ τοῦ κατὰ τῶν ὀφθαλμῶν

2

.

15

.

5

τοὺς δακτύλους ἐπιφέρειν κακῶς διατίθεται τὰς ὄψεις. μεταξὺ μέντοι τῶν ἀστραγάλων καὶ τῶν γονάτων, ἔτι δὲ καὶ τῶν ἀγκώνων ἔριον παρεντιθέσθω πρὸς τὸ μὴ ἑλκοῦσθαι τὰς ἐξοχὰς τῇ βιαιοτέρᾳ θλίψει καὶ παραθέσει τῶν μερῶν. τὸ δὲ κεφάλιον σκεπαζέσθω κυκλοτερεῖ

2

.

15

.

6

περιειλήσει ῥάκους ἢ ἐρίου τρυφεροῦ | τε καὶ καθαροῦ. ἐνδέχεται δὲ καὶ ὑπὸ τὸ μετάφρενον ἐπίμηκες καὶ πλατὺ ῥάκος ἢ ἔριον προϋπο‐ βάλλειν· εἶτα μετὰ τὴν ἔμπροσθεν εἰρημένην σπαργάνωσιν (δίχα τοῦ ἔξωθεν ἑνὸς καὶ κοινοῦ κατὰ πάντων τελαμῶνος) ἀναδιπλοῦν τὸ ὑπο‐
5κείμενον ῥάκος ἢ τὸ ἔριον πρῶτον μὲν κατὰ τὰ ἄνω μέρη ὑπὸ τὸν τράχηλον, εἶτα καθ’ ὅλου τοῦ νηπίου δίχα τῆς κεφαλῆς· ὕστερον δὲ πλατυτέρῳ τελαμῶνι καὶ ὡσανεὶ πέντε δακτύλων τὸ πλάτος ὅλον περιτυλίττειν τὸ βρέφος, τὴν δὲ κεφαλὴν ὡς ὑπεδείξαμεν σκέπειν.

2

.

15

.

7

ἐνδέχεται δὲ καὶ δύο μὲν ὑποστρωννύναι ῥάκη, ἵν’ ᾖ τὸ μὲν εὐμέγεθες καὶ τὸ ὅλον περιλαβεῖν σῶμα δυνάμενον, τὸ δὲ χάριν τοῦ μόνην τὴν ὀσφὺν περιελθεῖν αὔταρκες εἰς ὑποδοχὴν τῶν σκυβάλων. οὐ δεῖ γάρ, ὡς ἐπαχθέστερον, ἐρίῳ μὲν καθαρῷ τὸν θώρακα μετὰ τοῦ ἐπι‐
5γαστρίου περιλαβεῖν, τὰ δὲ λοιπὰ 〈μὴ〉 περιλαβεῖν, ὡς ἔμπροσθεν
εἰρήκαμεν.62

2

.

16

t

Περὶ τῆς τοῦ βρέφους κατακλίσεως.

2

.

16

.

1

Εἶτα τὸ βρέφος κατακλίνειν μήτε ἐπὶ στερεοῦ τινος καὶ ἀντιτύπου, καθάπερ πράττουσι Θρᾷκές τε καὶ Μακεδόνες ὁμαλαῖς σανίσιν ἐπικαταδεσμοῦντες τὰ βρέφη χάριν τοῦ περιπλατέα τὰ περὶ τὸν τράχηλον καὶ τὸ ἰνίον αὐτῶν ἀποτελεσθῆναι (συμβαίνει γὰρ οὕτως
5ἑλκοῦσθαί τε καὶ περιθλᾶσθαι τὰ σώματα διὰ τὴν ἀπήνειαν τῶν ὑπο‐ κειμένων καὶ ἀπρεπῆ τὴν κεφαλὴν ἀποτελεῖσθαι, σὺν τῷ καὶ εἰ τοῦτο εὐπρεπές ἐστιν τὸ σχῆμα διὰ τῆς περὶ τὰ λουτρὰ πλάσεως ἀκινδύνως αὐτὸ καὶ ἀσυμπαθῶς ἀποδοθήσεσθαι), 〈μήτε〉 κατὰ τρυφεροῦ τινος λίαν, ὥστε πάλιν διὰ τὴν πολλὴν σύννευσιν | διαστρέφεσθαι τὴν ῥάχιν

2

.

16

.

2

ἢ τὸν τράχηλον [κατακλιτέον]. συμμέτρως οὖν κατακλινέσθω τὸ βρέφος, οἷον κατὰ προσκεφαλαίου πεπληρωμένου κναφάλλων, εἰ δὲ μή, χόρτου ἁπαλοῦ, σωληνοειδῶς κοιλαινομένης τῆς στρωμνῆς, ὥστε τὸ βρέφος τιθέμενον 〈μὴ〉 περικυλισθῆναι. μετέωρον δὲ ποσῶς σχηματιζέσθω τὸ
5κεφάλιον, διόπερ οὐκ ἀτόπως ἐν ταῖς σκάφαις ἐστρωμέναις ἐῶσί τινες

2

.

16

.

3

κατακλίνεσθαι. καὶ τὰ ἐπιβλήματα πρὸς λόγον τῆς ὥρας θερμότερα ἔστω ἢ τριβακώτερα, τὰ δὲ ὑποκείμενα κατὰ μέρος ψυχέσθω καὶ ἀλ‐ λασσέσθω πρὸς τὸ μήτε περιψῦξαι μήτε τῆς δυσωδίας πληρῶσαι τὸ βρέφος. ὅθεν τινὲς καὶ φύλλα ὑπέστρωσαν δάφνης ἢ μυρσίνης κατ’
5ἐπιτήδευσιν εὐωδίας, οἱ δὲ καὶ αὐτὴν φυλασσόμενοι τὴν εὐωδίαν ὡς

2

.

16

.

4

πληκτικὴν ἀπεδοκίμασαν αὐτά. τὸν οἶκον δὲ δεῖ καθαρὸν εἶναι καὶ συμμέτρως θερμὸν καὶ μήτε ἄγαν ἔχοντα πληκτικὴν ἀποφορὰν μήτε περιαύγειαν, παρ’ ὃ καὶ οἰκεία τῆς ἀναψυχῆς ἀφθονία καὶ κωνωπίων
ἡ περίθεσίς ἐστιν.63

2

.

17

t

〈Περὶ τροφῆς.〉

2

.

17

.

1

Μετὰ μέντοι τὴν 〈ἀπὸ〉 τῆς σπαργανώσεως κατάκλισιν ἐᾶν τὸ βρέφος ἠρεμεῖν καὶ πάσης ἀπέχεσθαι προσφορᾶς | μέχρι δύο κατὰ τὸ πλεῖστον ἡμερῶν. καὶ γὰρ βράσσεται πανταχόθεν ἀκμὴν καὶ πολλῆς ἔτι καθ’ ὅλον τὸ σῶμα μητρῴας τροφῆς ἐστιν πλῆρες, ἣν
5ὀφείλει διοικῆσαι πρῶτον, ἵνα κατὰ καιρὸν εὐχερῶς ἄλλην λάβῃ, χωρὶς εἰ μὴ πρότερον ἐπιδείξειεν ἡ ὄρεξις, ὅπερ τίνι τρόπῳ σημειωτέον, ὑπο‐

2

.

17

.

2

δείξομεν ὕστερον. μετὰ δὲ τὸ διαστῆσαι δοτέον ἐκλείχειν τροφήν, μὴ τὸ βούτυρον (βαρὺ γὰρ ὂν καὶ κακοστόμαχον ἀδικεῖ), ἀλλ’ οὐδὲ ἀβρό‐ τονον μετὰ βουτύρου (δριμύτερον γὰρ καὶ τοῦτο καὶ ταρακτικόν), ἀλλ’ οὐδὲ κάρδαμον οὐδὲ μακτὸν ἄλφιτον (τὸ κάρδαμον μὲν γάρ ἐστιν
5δριμύ, καὶ τὸ ἄλφιτον τραχῦνον φλεγμονὴν ἐργάζεται, πάντως δ’ ἐπι‐ ξαίνει τὴν κατάποσιν)· μέλι δὲ συμμέτρως ἑφθόν (τὸ μὲν γὰρ ὠμὸν ἐμπνευματοῖ καὶ δριμὺ τυγχάνει, μᾶλλον δὲ τὸ ὑπερεψημένον στύφει, τὸ δὲ εὐμέτρως ἄπεφθον ὑπανακαθαίρει τὸν στόμαχον καὶ τὴν κοι‐

2

.

17

.

3

λίαν). δεῖ δὲ τῷ δακτύλῳ τὸ στόμα τοῦ βρέφους ἠρέμα διαχρίειν, εἶτα χλιαρὸν ὑδρόμελι παρενστάζειν· διὰ τούτου γὰρ τὸ μὲν ἀργὸν καὶ παχὺ τῆς ὕλης λεπτοποιεῖται, διατείνεται δὲ ἡ ὄρεξις εἰς ὑπό‐ μνησιν, διανοίγεται δὲ ἡ κατάποσις, εὐοδίᾳ δὲ καὶ ἀνακαθάρσει τῶν
5πόρων ἡ ἀνάδοσις ἑτοιμάζεται 〈καὶ〉 τρέφεται ἡ σύγκρισις.

2

.

18

.

1

τῇ δὲ ὑστεραίᾳ τῶν ἡμερῶν μετὰ τὴν ἐπιμέλειαν γά‐ λακτι λοιπὸν τρέφειν ἔκ τινος τῶν τιτθεύειν καλῶς δυναμένων. τὸ γὰρ μητρῷον ἕως ἡμερῶν 〈τριῶν〉 εἰκότως ἐπὶ τὸ πλεῖστον φαῦλόν ἐστιν ὡς ἂν παχὺ καὶ τυρῶδες ἄγαν καὶ διὰ | τοῦτο δύσπεπτον καὶ
5ἀργὸν καὶ ἀκατέργαστον καὶ ἀπὸ σωμάτων κεκακοπαθηκότων καὶ ἐκτε‐ ταραγμένων φερόμενον καὶ τοσαύτην μετακόσμησιν εἰληφότων, ὅσην ὁρῶμεν συμβαίνουσαν μετὰ τὴν ἀποκύησιν, ἰσχνουμένου καὶ ἀτονοῦντος καὶ ἀχροοῦντος τοῦ σώματος ὡς πολλὴν αἵματος ἀπόκρισιν ὑπομένον‐
τος, τὰ πολλὰ δὲ καὶ πυρέττοντος· ὧν χάριν πάντων τὸ μητρῷον64

2

.

18

.

2

γάλα, μέχρις ἂν εὐσταθήσῃ τὸ σῶμα, συντάσσειν ἄτοπόν ἐστιν. διὸ καὶ Δαμάστην ἐπιμεμπτέον κελεύοντα παραχρῆμα τῷ βρέφει τὴν μητέρα τὸν μαστὸν ὀρέγειν, ὡς διὰ τοῦτο καὶ τῆς φύσεως τὸ γάλα ποιῆσαι πρότερον ἐνοικονομησάσης, ἵν’ εὐθέως καὶ τὴν τροφὴν τὸ βρέφος ἔχοι.
5μεμπτέον δὲ καὶ τοὺς ἀποδεξαμένους αὐτὸν ἐπὶ τούτων, καθάπερ καὶ τὸν Βιβλᾶν ὠνομασμένον Ἀπολλώνιον, πιθανῷ γὰρ λόγῳ σοφί‐

2

.

18

.

3

σασθαι τὴν ἐνάργειαν θέλουσιν. εἰ δὲ μὴ παρείη τις εὐπόρως τὸ γάλα παρέχειν δυναμένη, ταῖς πρώταις τρισὶν ἡμέραις μόνῳ τῷ μέλιτι χρη‐ στέον ἢ καὶ τὸ αἴγειον αὐτῷ γάλα συμπλεκτέον, εἶτα τὸ μητρῷον ἐπιχορηγητέον τοῦ πρώτου προεκμυζηθέντος διὰ μειρακίου τινός (βαρὺ
5γάρ ἐστιν) ἢ πρᾴως διὰ χειρῶν ἀποθλιβέντος, ἐπεὶ καὶ δυσεκμύζητόν ἐστιν τὸ παχυμερὲς καὶ δυνάμενον ἐπὶ τῶν ἀρτιγενῶν διὰ τὴν τρυφε‐

2

.

18

.

4

ρίαν τῶν οὔλων ἐπινασθῆναι. παρεχούσης δὲ τῆς περιστάσεως τὰς τιτθεύειν δυναμένας ἐκλέγειν δεῖ τὴν ἀρίστην καὶ οὐ πάντως τὴν μη‐ τέρα, πλὴν εἰ μὴ καὶ περὶ ταύτην ὑπάρχει τὰ ὀφείλοντα ταῖς ἀρίσταις συμβεβηκέναι τιτθαῖς. ἄμεινον γὰρ τῶν ἄλλων ἐπ’ ἴσης ἐχόντων τῷ
5μητρῴῳ γάλακτι τρέφεσθαι τὸ νήπιον· τοῦτο γὰρ οἰκειό|τερον αὐτῷ, καὶ πρὸς τὰ γεννηθέντα συμπαθέστεραι μᾶλλον αἱ μητέρες γίνονται, καὶ φυσικώτερον ὡς πρὸ τῆς ἀποτέξεως οὕτως καὶ μετὰ τὴν ἀπότεξιν

2

.

18

.

5

ἀπὸ τῆς μητρὸς τρέφεσθαι. κωλύοντος δέ τινος τὴν ἀρίστην ἐκλέγειν τιτθήν, ὥστε μηδὲ τὴν μητέρα προγηρᾶσαι διὰ τῆς ἐκμυζήσεως καθ’ ἡμέραν δαπανωμένην. ὡς γὰρ 〈ἡ γῆ〉 μετὰ τὴν σπορὰν ἀποδοῦσα τοὺς καρποὺς ἀτονεῖ καὶ διὰ τοῦτο πρὸς τὸ ἐπὶ πλεῖον ἄκαρπος γίνε‐
5ται, κατὰ τὸν αὐτὸν τρόπον καὶ γυνὴ τρέφουσα τὸ ἀποτεχθέν, εἴτε καὶ προγηράσκει μίαν προσφερομένη τροφήν, ἢ τὸ ἀπουσιαζόμενον εἰς τὴν τοῦ γεννηθέντος ἀνατροφὴν ἀτροφώτερον ἀναγκάζει γίνεσθαι τὸν

2

.

18

.

6

ὄγκον. ἄμεινον οὖν ἡ μήτηρ ἀπαλλάξει πρός τε τὴν ἑαυτῆς ἀνάκτη‐ σιν καὶ πρὸς τεκνοποιίαν ἄλλων ἀναπαυσαμένη καὶ τοῦ ὑπάρχειν τὸν μαστὸν ἐν ἀποτάσει. καθάπερ γὰρ καὶ τὰ λαχανευόμενα πρὸς [τὴν] τῶν κηπευόντων ἐν ἄλλῃ μὲν γῇ σπείρεται χάριν τῆς ἀναφυήσεως,
5εἰς ἄλλην δὲ μεταφυτεύεται πρὸς τὴν εὐχερῆ τελείωσιν, ἵνα μὴ μία πρὸς ἀμφότερα κακοπαθήσῃ, κατὰ δὴ τὸν αὐτὸν τρόπον καὶ τὸ βρέ‐ φος ἐρρωμενέστερον ἂν γένοιτο γεννηθὲν μὲν ὑφ’ ἑτέρας, τρεφόμενον δὲ ὑπ’ ἄλλης, ἐὰν ἡ τεκνώσασα διά τι πάθος ἐμποδίζηται τὴν τροφὴν ἐπιχορηγεῖν.65
9

2

.

19

t

Περὶ ἐκλογῆς τιτθῆς.

2

.

19

.

1

Ἐκλεκτέον δὲ τὴν τιτθὴν οὔτε νεωτέραν ἐτῶν εἴκοσιν οὔτε πρεσβυτέραν ἐτῶν τεσσαράκοντα, προκεκυηκυῖαν δὶς ἢ τρίς, ἄνοσον, εὐεκτοῦσαν, εὐμεγέθη τῷ σώματι καὶ εὐχρουστέραν, μαστοὺς ἔχουσαν συμμέτρους, χαύνους μαλακοὺς | ἀρρυσώτους, καὶ θηλὰς μήτε
5μεγάλας μήτε μικροτέρας καὶ μήτε πυκνοτέρας μήτε ἄγαν σηραγγώδεις καὶ ἀθροῦν ἀφιείσας τὸ γάλα, σώφρονα, συμπαθῆ καὶ ἀόργιστον,

2

.

19

.

2

Ἑλληνίδα, καθάριον. τούτων δὲ ἕκαστον παρακειμένους ἔχει τοὺς ἐπι‐ λογισμούς. ἀκμάζουσαν μὲν γάρ, ὅτι αἱ νεώτεραι 〈μὲν〉 ἄπειροι παιδο‐ τροφίας ὑπάρχουσιν καὶ ἀμελεστέραν ἔτι καὶ παιδικὴν ἔχουσι τὴν γνώμην, πρεσβύτεραι δὲ διὰ τὴν ἀτονίαν τοῦ σώματος ὑδαρέστερον
5γεννῶσι τὸ γάλα, ταῖς δὲ ἀκμαζούσαις συνευτονεῖ πᾶν φυσικὸν ἔργον.

2

.

19

.

3

προκεκυηκυῖαν δὲ δὶς ἢ τρίς, ὅτι αἱ πρωτοτόκοι μὲν ἀκμὴν παιδο‐ τροφίας ἀγύμναστοι καὶ παιδικὸν ἔτι καὶ ἀμέγεθες καὶ πυκνότερον τὸ σύγκριμα τῶν μαστῶν ἔχουσιν, αἱ δὲ πολλάκις μὲν ἀποκυήσασαι, πολ‐ λάκις δὲ νηπιοτροφήσασαι, ῥακώδεις οὖσαι, λεπτὸν καὶ οὐκ ἀκμαῖον

2

.

19

.

4

ἀποτελοῦσι τὸ γάλα. 〈ἄνοσον δέ, ὅτι ὑγιὲς μὲν τὸ γάλα〉 καὶ τρόφι‐ μον ἐξ ὑγιεινοῦ σώματος, νοσῶδες δὲ καὶ φαῦλον ἐκ νοσεροῦ, καθάπερ καὶ τὸ διὰ τῆς γῆς φαύλης ῥέον ὕδωρ καὶ αὐτὸ γεννᾶται φαῦλον ταῖς

2

.

19

.

5

ἐκ τῶν εὐρυχωριῶν διαφθειρόμενον ποιότησιν. εὐεκτοῦσαν δέ, τοῦτ’ ἔστιν εὔσαρκόν τε καὶ ῥωμαλέαν, καὶ τοῦ αὐτοῦ μὲν χάριν, ἤδη δὲ καὶ τοῦ μὴ ῥᾳδίως εἰς τὰς ὑπηρεσίας καὶ τὰς νυκτερινὰς φροντίδας ἐξασθενεῖν, διὰ τοῦτο δὲ καὶ τὸ γάλα μεταβάλλειν ἐπὶ τὸ χεῖρον.

2

.

19

.

6

εὐμεγέθη δὲ τῷ σώματι· τροφιμώτερον γὰρ τῶν ἄλλων ἐπ’ ἴσης ἐχόν‐ των τὸ ἀπὸ μεγάλων σωμάτων γάλα. εὐχρουστέραν δέ· μείζονα γὰρ ἐπὶ τῶν τοιούτων ἀγγεῖα | ἐπὶ τοὺς μαστοὺς ἀναφέρει τὴν ὕλην,66

2

.

19

.

7

ὥστε πλεῖον τὸ γάλα γίνεσθαι. μαστοὺς δὲ ἔχουσαν συμμέτρους· οἱ μικροὶ μὲν γὰρ ὀλίγον ἔχουσι τὸ γάλα, οἱ ὑπέρογκοι δὲ καὶ περιττό‐ τερον τοῦ δέοντος, ὥστε μετὰ τὴν τιτθείαν εἰ μὲν ὑπομένοι τὸ πλεῖον, μηκέτι νεαρὸν αὐτὸ πρὸς τοῦ βρέφους ἑλκυσθήσεσθαι, τρόπῳ δέ τινι
5προδιεφθαρμένον, εἰ δὲ πᾶν ἀποθηλάζοιτο δι’ ἄλλων παιδίων ἢ καὶ ἑτέρων ζῴων, καταλυθήσεσθαι 〈τὴν〉 γαλουχοῦσαν. εἶθ’ οἱ μείζονες καὶ βαροῦσιν ἐπιπίπτοντες τοῖς τρεφομένοις· ἄλλως τέ τινες ὑπο‐ λαμβάνουσιν 〈αὐτοὺσ〉 ὀλιγώτερον πολλάκις ἔχειν τὸ γάλα, πρὸς τὴν αὔξησιν τῆς σαρκὸς αὐτῶν δαπανωμένης τῆς εἰς αὐτοὺς φερομένης

2

.

19

.

8

τροφῆς καὶ οὐκ εἰς τὸ πλῆθος τοῦ γάλακτος. χαύνους δὲ καὶ μαλα‐ κοὺς καὶ ἀρρυσώτους καὶ μήτε φανεροῖς καταπεπλεγμένους τοῖς ἀγγείοις μήτε θρομβώδεις συστάσεις ἐναιωρουμένας ἔχοντας· οἱ πυκνοὶ μὲν γὰρ καὶ σκληροὶ καὶ καταπεπλεγμένοι τοῖς ἀγγείοις ὀλίγον τὸ γάλα ποιοῦ‐
5σιν, οἱ ῥυσοὶ δὲ καὶ ῥακώδεις ὥσπερ ἐν τοῖς γραιώδεσι καὶ ἀραιοῖς συγκρίμασιν ὑδαρές, οἱ δὲ θρομβώδεις συστάσεις ἔχοντες παχὺ καὶ

2

.

19

.

9

ὑπανώμαλον. τὰς δὲ θηλὰς μήτε μεγάλας μήτε μικράς· αἱ μεγάλαι μὲν 〈γὰρ〉 θλίβουσιν τὰ οὖλα καὶ τῇ καταπόσει κωλύουσι συνεργεῖν τὴν γλῶσσαν, αἱ μικραὶ δὲ δυσεπίληπτοι τυγχάνουσιν καὶ κατ’ ὀλίγον 〈πέμπουσιν〉 ἐκροφοῦσιν τὸ γάλα, διὸ κακοπαθοῦντα τὰ βρέφη πρὸς

2

.

19

.

10

τὰς ἐκμυζήσεις ταῖς λεγομέναις ἄφθαις εἴωθεν περιπίπτειν. μήτε πυκνο‐ τέρας μήτε σηραγγώδεις ἄγαν καὶ ἀθρόον | τὸ γάλα προϊεμένας· στενό‐ ποροι μὲν γὰρ οὐ ῥᾳδίως ἄνευ τοῦ θλίβεσθαι τὸ γάλα προϊᾶσιν, ὥστε κακοπαθεῖν ἐν ταῖς ἐκμυζήσεσιν τὰ βρέφη μὴ ἐπιχορηγουμένου τοσού‐
5του γάλακτος, ὅσον ἐσπούδακεν ἐπισπάσασθαι, 〈αἱ〉 δὲ ἄγαν σηραγγώ‐ δεις κίνδυνον ἐπάγουσι πνιγμοῦ, πρὸς γὰρ τὴν ἐκμύζησιν ἀθροῦν ἐπι‐

2

.

19

.

11

φέρεται τῷ στόματι τὸ γάλα. σώφρονα δέ, πρὸς τὸ συνουσίας ἀπέχε‐ σθαι καὶ μέθης καὶ λαγνείας καὶ τῆς ἄλλης ἡδονῆς καὶ ἀκρασίας. αἱ συνουσίαι μὲν γὰρ μετὰ τοῦ τὴν πρὸς 〈τὸ〉 τρεφόμενον φιλοστοργίαν
ἀποψύχειν περισπασμῷ τῆς ἐκ τῶν ἀφροδισίων ἡδονῆς ἔτι καὶ φθεί‐67
5ρουσι τὸ γάλα καὶ μειοῦσιν ἢ τελείως ἀφανίζουσιν, τὰς διὰ τῆς μήτρας

2

.

19

.

12

ἐρεθίζουσαι καθάρσεις ἢ συλλήψεις ἀποτελοῦσαι. διὰ δὲ τὰς μέθας πρῶτον μὲν ἡ γαλουχοῦσα βλάπτεται καὶ τῇ ψυχῇ καὶ τῷ σώματι, διὰ τοῦτο δὲ καὶ τὸ γάλα διαφθείρει· δεύτερον δὲ ὕπνῳ δυσδιεγέρτῳ κατε‐ χομένη καταλείπει τὸ βρέφος ἀνεπιμέλητον ἢ καὶ κινδυνωδῶς ἐπ’
5αὐτῷ καταπίπτει· τρίτον ἡ τοῦ πλείονος οἴνου ποιότης συναναδίδοται τῷ γάλακτι, καὶ διὰ τοῦτο νωθρὰ καὶ καρώδη, ποτὲ δὲ καὶ ἔντρομα καὶ ἀπόπληκτα καὶ σπασμώδη τὰ τρεφόμενα γίνονται βρέφη, καθάπερ συὸς τρύγα προσενεγκαμένης καροῦται καὶ σκοτοῦται τὰ γαλουχούμενα.

2

.

19

.

13

συμπαθῆ δὲ καὶ φιλόστοργον, ἵνα καὶ τὰ τῆς ὑπηρεσίας ἀόκνως παρέχῃ καὶ ἀγογγύστως. ἔνιαι γὰρ οὕτως ἔχουσιν ἀπαθῶς πρὸς τὸ γαλουχού‐ μενον, ὥστε μηδὲ ἐπὶ πολὺ κλαυθμυρίζοντος αὐτοῦ ποιήσασθαι πρό‐ νοιαν, ἀλλὰ μηδὲ σχηματίσαι τὸ κείμενον, ἐᾶσαι δ’ ἐφ’ ἑνὸς σχήματος,
5ὥστε πολλάκις διὰ τὴν θλίψιν προκακοπαθοῦν ναρκᾶν τε καὶ φαύλως

2

.

19

.

14

διατίθεσθαι τὸ νευρῶδες. | ἀόργιστον δέ, ὅτι φύσει συνεξομοιοῦται τὰ τρεφόμενα ταῖς τρεφούσαις καὶ διὰ τοῦτο βαρύθυμα μὲν ἐξ ὀργίλων, ἐπιεικῆ δὲ ἐκ μετρίων γίνεται· καὶ ἄλλως μανιώδεις εἰσὶν αἱ θυμού‐ μεναι καὶ φόβῳ κλαυθμυρίζον ποτὲ τὸ βρέφος ἐπισχεῖν μὴ δυνάμεναι
5ῥιπτοῦσιν ἐκ τῶν χειρῶν ἢ καταστρέφουσιν ἐπικινδύνως. διόπερ οὐδὲ δεισιδαίμονα δεῖ καὶ θεοφόρητον εἶναι τὴν γαλοῦχον, ἵνα μὴ παρα‐ λογισθεῖσά ποτε καὶ μανιωδῶς σαλευθεῖσα κινδύνῳ τὸ βρέφος περι‐

2

.

19

.

15

βάλῃ. καθάριον δὲ δεῖ εἶναι τὴν τιτθήν, ἵνα μὴ διὰ τὴν τῶν σπαργά‐ νων ὀσμὴν ὁ στόμαχος ἐκλύηται τῶν νηπίων ἀγρυπνῇ τε διὰ τοὺς ὀδαξησμοὺς ἤ τιν’ ὕστερον ἕλκωσιν ὑπομένῃ. Ἑλληνίδα δέ, χάριν τοῦ τῇ καλλίστῃ διαλέκτῳ ἐθισθῆναι τὸ τρεφόμενον ὑπ’ αὐτῆς.

2

.

20

.

1

ἐχέτω δὲ κατὰ τὸ πλεῖστον δυοῖν ἢ τριῶν μηνῶν γάλα. τὸ μὲν γὰρ πρόσφατον ἄγαν, ὡς ἐλέγομεν, παχυμερέστερον καὶ δυσ‐

2

.

20

.

2

διοίκητον, τὸ δὲ παλαιὸν ἄτροφον καὶ λεπτόν. ἔνιοι δέ φασιν, ὅτι δεῖ τὴν ἄρρεν μέλλουσαν τρέφειν ἄρρεν τετοκέναι, τὴν δὲ θῆλυ πάλιν θῆλυ. οἷς οὐ προσεκτέον· οὐ γὰρ θεωροῦσιν, ὅτι δι’ ἑνὸς καὶ τοῦ αὐτοῦ γάλακτος αἱ τὰ δίδυμα τεκοῦσαι τρέφουσιν καὶ τὸ μὲν αὐτῶν
5ἄρρεν, τὸ δὲ θῆλυ. κοινῶς δὲ καὶ πᾶν γένος ζῴων τῇ αὐτῇ τροφῇ χρῆται, καὶ τὸ ἄρρεν καὶ τὸ θῆλυ, καὶ διὰ τοῦτο 〈οὐ〉 πάντως ἢ τὸ

2

.

20

.

3

ἄρρεν γίνεται θηλύτερον ἢ τὸ θῆλυ ἀρρενικώτερον. δεῖ δὲ τοῖς ἀσφα‐ λῶς καὶ εὐτυχῶς τραφησομένοις παιδίοις πλείονας παρεσκευάσθαι γα‐ λούχους· ἐπισφαλὲς γὰρ τὸ πρὸς | μίαν τρεφόμενον συνειθίσθαι, καὶ νοσῆσαι δυναμένης αὐτῆς καὶ ἀποθανεῖν, ὁπηνίκα τῇ ἀλλαγῇ τοῦ γά‐68
5λακτος ποτὲ μὲν ξενοπαθοῦν λυπεῖται τὸ νήπιον, ποτὲ δὲ καὶ παντε‐ λῶς ἀποστρεφόμενον λιμῷ διαφθείρεται.
6

2

.

21

t

Περὶ δοκιμασίας γάλακτος.

2

.

21

.

1

Δεῖ δὲ καὶ αὐτὸ προσεχέστερον τὸ γάλα κρίνειν, ὅπως ἄριστον ᾖ. δοκιμάζεται δὲ πρῶτον μὲν ἐκ τοῦ τὴν τιτθὴν τοιαύτην

2

.

21

.

2

ὑπάρχειν, οἵαν τὴν ἀρίστην ὑπεδείξαμεν. δεύτερον ἐκ τοῦ τὸ ὑπὸ ταύτης τρεφόμενον παιδίον εὐεκτικὸν ὑπάρχειν. οὐ μὴν ἐπεὶ σημεῖόν ἐστιν τοῦ ἐπιτηδείου γάλακτος τὸ εὐεκτικὸν ἐξ αὐτοῦ τρεφόμενον παιδίον, διὰ τοῦτο καὶ τοὐναντίον τοῦ φαύλου σημεῖον ἂν γένοιτο,
5καθάπερ ὑπολάβοι τις, τὸ ἀτρόφητον παιδίον· ἐνδέχεται γὰρ τὸ γάλα μὲν ἐπιτήδειον εἶναι, τὸ δὲ παιδίον ὑπό τινος νοσήματος ἐμποδίζεσθαι πρὸς τὴν εὐεκτικὴν θρέψιν. καὶ γὰρ τῶν τελείων οἱ νοσοῦντες ἀτρο‐ φοῦσιν καὶ τῆς ἀρίστης τροφῆς μεταλαμβάνοντες, τοῦ σώματος φθεί‐ ροντος τὸ θρέψαι δυνάμενον, καθάπερ καὶ τὰ ὀξηρὰ τῶν ἀγγείων
10ἀφανίζει [καὶ] τὸν ἐγχεόμενον οἶνον εἰς αὐτά, κἂν ἄριστος ᾖ.

2

.

22

.

1

τρίτον ἐκ τῶν συμβεβηκότων τῷ γάλακτι· χρόας, ὀσμῆς, συστάσεως, πήξεως, τῆς πρὸς γεῦσιν ποιότητος, τῆς ἐν χρόνῳ δυσμετα‐

2

.

22

.

2

βλησίας. χρόας μέν· εἰ λευκόν ἐστι συμμέτρως. τὸ μὲν γὰρ πελιδνὸν ἢ ὑπόχλωρον ἔφθαρται, τὸ δὲ γυψῶδες παχὺ καὶ δυσοικονόμητον, τὸ δὲ ξανθὸν ἄπεπτον καὶ ἀκατέργαστον, καὶ διὰ τοῦτο τὴν αἱματώδη χρόαν ἐμφαίνει. | ὀσμῆς δέ· 〈εἰ〉 χαρίεν. οὐ γὰρ δεῖ δυσῶδες ἢ
5βρωμῶδες ἢ τρυγῶδες ἢ ὀξίζον 〈ὑπάρχειν〉, πᾶν γὰρ τὸ τοιοῦτον κακόχυμον. συστάσεως δέ· 〈εἰ〉 λεῖον καὶ ὁμαλὸν καὶ συνεχὲς ἑαυτῷ. τὸ γὰρ ἰνῶδες καὶ διαφύσεις ἔχον ἐρυθρὰς ἢ σαρκοειδεῖς ἄπεπτον.

2

.

22

.

3

πήξεως δὲ καὶ παχύτητος· εἰ μετριοπαγές. τὸ μὲν γὰρ ὑγρὸν καὶ λεπτότερον καὶ ὑδαρὲς ἄτροφον καὶ κοιλίας ἐκταρακτικόν, τὸ δὲ παχὺ καὶ τυρῶδες δυσκατέργαστον, καὶ ὅμοιον τοῖς ἁδρότερον μεμασημένοις σιτίοις ἀποφράττει τοὺς πόρους καὶ τὰς κυριωτάτας τοῦ σώματος
5κατέχον διαπνοὰς τὸν περὶ τοῦ ζῆν κίνδυνον ἐπάγει· τὸ δὲ ἀνώμαλον69

2

.

22

.

4

καὶ τὴν ὡς λεπτοῦ καὶ τὴν ὡς παχέος κατασκευάζει βλάβην. γνωρι‐ σθήσεται 〈δὲ〉 τὸ μετριοπαγὲς διὰ τοῦ ἐπισταγὲν αὐτὸ ὄνυχι ἢ φύλλῳ δάφνης ἢ ἄλλῳ τινὶ παραπλησίως λείῳ πρᾴως πλατυνθῆναι καὶ ὥσπερ ἐν τῷ αὐτῷ σαλευόμενον μεῖναι σχήματι· τὸ μὲν 〈γὰρ〉 εὐθέως ἀπορ‐
5ρέον ὑδαρές, τὸ δὲ μελιτοειδῶς συστραφὲν καὶ μένον ἀκίνητον παχύ.

2

.

22

.

5

τὸ αὐτὸ δὲ καταλαμβάνεται καὶ ἐκ τοῦ κατὰ διπλασίονος ὕδατος ἐπι‐ στάξαι τὸ γάλα καὶ πρὸς ὀλίγον αὐτὸ διαμεῖναν ὕστερον διαλυθῆναι, λευκὸν δ’ ἕως ἐσχάτου διαφυλαχθῆναι. τὸ μὲν γὰρ εὐθέως διαλυό‐ μενον ὑδαρές, φαῦλον δὲ μᾶλλον, εἰ καὶ εἰς ἰνώδεις ἀναλύοιτο κτη‐
5δόνας οἷον εἰς ἀπόπλυμα κρεῶν, τοῦτο δὲ καὶ ἄπεπτον· τὸ δὲ μέχρι πλείονος χρόνου μὴ σκορπιζόμενον καὶ ὑφιζόμενον, ὥστε τοῦ ὕδατος ἀποχυθέντος εὑρεθῆναι περὶ τῷ πυθμένι τυρῶδες, παχὺ καὶ δυσδιάλυ‐

2

.

22

.

6

τον. διὰ δὲ τῆς πρὸς τὴν γεῦσιν ποιότητος· εἰ γλυκὺ καὶ στομῶδες. τὸ γὰρ ὑπόδριμυ ἢ ὀξίζον ἢ πικρὸν ἢ ἁλμυρίζον | ἢ στρυφνὸν καὶ ἐν τῷ ἐπιστάζεσθαι τοῖς ὀφθαλμοῖς δριμύτητός τινος παρέχον ἔμφασιν

2

.

22

.

7

μοχθηρόν. διὰ δὲ τῆς ἐν χρόνῳ δυσμεταβλησίας· ἄριστον τὸ μὴ ἀπ‐ οξυνόμενον ἐν τῷ τίθεσθαι ταχέως μηδὲ ποιοῦν ὀρρὸν ἢ παντελῶς ὀλίγον, νόστιμον γὰρ τὸ τοιοῦτον· τὸ δὲ ἀποξυνόμενον ἐν τῷ τίθεσθαι εὐχερῶς καὶ πολὺν ἐργαζόμενον ὀρρὸν ἄνοστον. φαῦλον δὲ καὶ τὸ
5ἀφρῶδες, πνευματοῖ γάρ· καὶ 〈γὰρ〉 τὸ ἔπαφρον τοῦ ὑγροῦ καὶ εἰς πομφόλυγας διογκούμενον κατὰ παράθεσιν γίνεται πνεύματος πλείονος. ἔσθ’ ὅτε δὲ καὶ παχύτητος τοῦτο τεκμήριον, διορισθήσεται δὲ ἐκ τοῦ τὰς ἐπιγινομένας πομφόλυγας ἐπιμένειν ἄχρι πλείονος, ὡς ἂν τοῦ πνεύματος κωλυομένου συντόμως διαπνεῖσθαι διὰ τὴν παχύτητα τοῦ
10γάλακτος.

2

.

23

.

1

ζητεῖται δὲ καί, πότε δεῖ τὸ γάλα δοκιμάζειν. οἱ πλείους μέν φασιν, ὅτι εἰ μηδὲν τὰ περὶ τὴν δίαιταν ἡμάρτηται τῆς τιτθῆς, εὐπέπτηκεν δὲ καὶ ὕπνωκεν αὐτάρκως καὶ ἀποτέτριπται τὸ περίσσευμα, νῆστις δὲ ἀκμήν ἐστιν μηδὲ φαρμάκου δόσιν εἰληφυῖα· τὸ γὰρ φύσει
5καλὸν γάλα διὰ τὴν προάγουσαν κακοδιαιτησίαν δόξει φαῦλον εἶναι μεταβαλὸν πρὸς ὀλίγον, ὡς καὶ τὸ πνεῦμα τῶν ἀπέπτων δυσῶδες γίνεται προσκαίρως, οὐκ ἐνδιαθέτως. τινὲς δὲ τοὐναντίον μετὰ κακο‐ διαιτησίαν, τὸ γὰρ μηδενὶ πρὸς τὸ φαῦλον αὐτὸ τρέπειν δυναμένῳ

2

.

23

.

2

διαφθειρόμενον ἄριστον. ἡμεῖς δὲ ἀμφοτέραις ταῖς διαίταις τὸ γάλα κρίνομεν· τὸ γὰρ ἐπὶ μηδεμιᾷ διαίτῃ φθειρόμενον ἄριστον, τὸ δὲ μηδ’ ἐν τῇ ὑγιεινῇ τὰς κακίας ἀποβάλλον φαυλότατον, τὸ δὲ καταλ‐ λήλως τῇ διαίτῃ τρεπόμενον μέσον. ὅθεν καὶ πρὸς τὸ ἄριστον αὐτὸ70
5παραμένειν 〈ζητεῖται〉. |
5

2

.

24

t

Πῶς διαιτητέον τὴν τροφόν.

2

.

24

.

1

Οὐ παρέργως δὲ δεῖ προνενοηκέναι τῆς τιτθῆς, ἵνα μήτε φθειρομένου τοῦ γάλακτος νοσηλεύηται τὸ βρέφος μήτ’ ἐνδεοῦς γενο‐ μένου ἀτροφήσῃ τὸ νήπιον καὶ κακωθῇ τὴν κατάποσιν, ἕλκον μὲν τὴν θηλὴν ἐπὶ πλείονα χρόνον, οὐχ εὑρίσκον 〈δὲ〉 ἐκπληρῶσαι τὴν ὄρεξιν.

2

.

24

.

2

ἁρμόζει τοίνυν τὴν μὲν ἀργίαν καὶ τὴν ἀκινησίαν τοῦ σώματος φεύγειν (παχὺ γὰρ ὑπ’ αὐτῆς καὶ δυσδιοίκητον τὸ γάλα γίνεται), χρῆσθαι δὲ καὶ γυμνασίοις, οὔ γε τοῖς βαρυτέροις καὶ ἀθλητικοῖς (ἐπιπονώτερα γὰρ ἢ κατὰ γυναῖκάς ἐστιν ταῦτα, καὶ τῆς ὕλης περιελκομένης εἰς τὴν
5εὐεκτικὴν τοῦ σώματος θρέψιν ἔλαττον ἀεὶ τὸ γάλα γίνεται), τοῖς δὲ

2

.

24

.

3

μετρίοις τε καὶ κούφοις. διόπερ τὸ μὲν πρῶτον ἀπὸ τῶν ὕπνων ἐγειρομένη τῆς κοίτης μὴ παραυτίκα ἐξανιστάσθω, πρὶν τῆς τροφῆς αἴσθηται διοικουμένης καὶ τοῦ μὲν ὑποχονδρίου κούφου, τῆς γαστρὸς δὲ λαγαρᾶς καὶ τῶν ἐρυγῶν διακένων καὶ μήτε καπνωδῶν μήτε ὀξω‐
5δῶν. εἶτα περὶ τὴν διάτριψιν ἀσχοληθεῖσα τῶν περισσευμάτων ἐπὶ περίπατον ἐξίτω, μετὰ δὲ ταῦτα καὶ τὴν δι’ ὑποζυγίων αἰώραν ἐπι‐

2

.

24

.

4

τηδευέτω. 〈δεῖ〉 δὲ καὶ τοῖς γυμνασίοις ἐκείνοις διαπονεῖν τὸν ὄγκον, οἷς δύναται μὲν σαλευθῆναι πάντα τὰ μέρη, ἐπὶ πλεῖον δὲ τὰ περὶ τὰς χεῖρας καὶ τοὺς ὤμους ἕνεκα τοῦ τὴν τροφὴν ἐκεῖ φέρεσθαι μᾶλλον. ἐκ δὲ τού〈των〉 ἐστὶν ἥ τε διὰ σφαίρας παιγνία, καὶ μάλιστα
5τῆς διακένου, καὶ 〈ἡ〉 διὰ τῶν κούφων ἁλτήρων βολή, ταῖς δὲ πενι‐ χροτέραις τὸ ἐρέσσειν ἢ καὶ ἀνιμᾶν κάδον καὶ | τὸ πτίσσειν καὶ ἀλή‐ θειν καὶ σιτοποιεῖν καὶ στρωννύναι κοίτην καὶ ὅσα κατ’ ἐπίκυψιν

2

.

24

.

5

ποσὴν ἐπιτελεῖται τοῦ σώματος. τά τε γὰρ ἄνω μέρη γυμνάζεται μᾶλλον, καὶ ἀπαιωρούμενοι μέχρι πλείονος οἱ μαστοὶ τῷ μηδὲ αὐτοὺς μένειν ἀργοὺς νοστιμώτερόν τε καὶ πλεῖον ἀποτελοῦσιν τὸ γάλα τῆς ὕλης ἐπ’ αὐτοὺς ἀφθόνως φερομένης. διὸ καὶ λελυμένους αὐτοὺς ἀεὶ
5μὲν ἔχειν συμφέρει πρὸς τὸ μὴ διὰ τῆς περιειλήσεως ἀνακοπὴν γενέ‐ σθαι τοῦ γάλακτος, μάλιστα δὲ περὶ τὸν καιρὸν τῶν γυμνασίων, ἕνεκα71

2

.

24

.

6

τοῦ συγκινηθῆναι ὅλοις τοῖς σώμασιν. μετὰ δὲ τὰ γυμνάσια ταῖς μὲν πλείοσιν ἡμέραις ἐπὶ μόνου μένειν τοῦ ἀλείμματος (τὰ λουτρὰ γὰρ ἐξυδατοῖ τὸ γάλα), ἐκ διαστήματος δὲ καὶ λουσάσθω μὴ τῷ θερμῷ μόνον, ἀλλὰ καὶ τῷ ψυχρῷ μετὰ τοῦ θερμοῦ.

2

.

25

.

1

ἐν δὲ τῇ τροφῇ τὰς μὲν κακοχύμους καὶ ἀτρόφους καὶ δυσπέπτους παραιτεῖσθαι, τὰς εὐχύμους δὲ καὶ τροφίμους καὶ εὐοικονο‐ μήτους παραλαμβάνειν. κατ’ εἶδος δὲ παραιτεῖσθαι πράσα καὶ τὰ κρόμυα, σκόροδα, ταρίχους, ῥαφάνους, ὄσπρια καὶ πάντα τὰ ταρι‐
5χευτά (δριμὺ γὰρ ποιεῖ τὸ γάλα) καὶ τὰ πλείονα τῶν λαχάνων (ἄτροφα γάρ ἐστι καὶ ὑδαρῆ) κρέα τε προβάτεια καὶ βόεια, μάλιστα δὲ τούτων ὀπτά, κακοστόμαχα καὶ δυσδιοίκητα καὶ κακόχυλα ταῦτα πρὸς γάλακτος

2

.

25

.

2

ἀπόδοσιν ἐκτενοῦς. λαμβάνειν δὲ καθαρὸν ἄρτον πεπονημένον τε καὶ ζυμίτην ἀπὸ σητανίων γεγονότα πυρῶν, ᾠῶν λεκίθους, ἐγκέφαλον, κίχλας, νεοσσοὺς περιστερῶν καὶ τῶν κατοικιδίων ὀρνίθων, ἰχθῦς τε πετραίους, λάβρακας, τρίγλας καὶ κοινῶς τοὺς εὐστόμους τε καὶ εὐστο‐

2

.

25

.

3

μάχους καὶ εὐχύμους καὶ τὰ τῶν νεωτέρων χοίρων κρέα. φεύγειν δὲ πᾶν τὸ | πολυάρτυτον καὶ κεκαρυκευμένον· κολακεῦον γὰρ ἐπὶ πολὺ τὴν γεῦσιν ἀπεψίας παρασκευάζει, δι’ ἃς φαρμάσσεται τὸ γάλα τοῖς ἄλλοις τοῖς ἐν τῷ σώματι παραπλησίως. διὸ καὶ τῆς συμμετρίας
5τῶν λαμβανομένων στοχάζεσθαι χρή, ἵνα μὴ διὰ τὸ πλῆθος ἀπεψία γένηται, ληφθῇ δὲ ὅσα ῥᾳδίως πεφθήσεται, καὶ μάλιστα εἰ διὰ τὴν τοῦ βρέφους ἐπιμέλειαν καὶ ἀγρυπνίαι παρεμπίπτουσιν.

2

.

26

.

1

ὡρισμένως δὲ δεῖ καὶ ταῖς εἰρημέναις τροφαῖς χρῆσθαι τὴν γαλουχοῦσαν. λαμβανέτω δὲ ταῖς πρώταις ἡμέραις ἑπτὰ καὶ κατὰ τὸ πλεῖστον δέκα τὴν ἁπλῆν καὶ εὐοικονόμητον τροφήν, οἷον ῥόφημα, πόλτον 〈μὴ〉 λιπαρώτερον καὶ ᾠὰ καὶ ἄρτον καὶ ποτὸν ὕδωρ. εἰ
5δυνατὸν δέ, καὶ πρὸ μιᾶς τοῦτο διδόναι, λεπτότερον γὰρ ἐκ τούτου καὶ εὐκατεργαστότερον τὸ γάλα γίνεται· τοιούτου γὰρ τὸ βρέφος χρῄζει βρυῶδες ἔτι τυγχάνον καὶ στενόπορον, ὥστε δυσδιόδευτον εἶναι

2

.

26

.

2

πρὸς τὸ παχύτερον ἀκμὴν γάλα. μετὰ δὲ τὴν πρώτην ἑβδομάδα καὶ
ἰχθύδιον τρυφερὸν σὺν τοῖς εἰρημένοις ἢ νέων χοίρων σάρκας ἢ ἐγκεφάλους ἕως δευτέρας καὶ τρίτης ἑβδομάδος, ὥστε τροφιμώτερον τὸ72

2

.

26

.

3

γάλα γίνεσθαι. μετὰ δὲ τὴν δευτέραν ἢ τρίτην ἑβδομάδα, τοῦτ’ ἔστιν πηγνυμένου τοῦ νηπίου καὶ δεκτικοῦ γινομένου τροφιμωτέρας ὕλης, κἀκ τῶν μέσων λαμβανέτω τι πτηνῶν, εἶθ’ οὕτως πρὸς λόγον τῆς τοῦ βρέφους τονώσεως καὶ αὐξήσεως καὶ τῶν μειζόνων, εἶτα καὶ κρέας
5λάγειον ἢ δορκάδειον ἢ ἐρίφειον, μετὰ δὲ ταῦτα καὶ χοίρειον· τὸ γὰρ

2

.

26

.

4

ἐκ τῆς εὐτροφωτέρας ὕλης γάλα τροφιμώτερον. ὕστερον δὲ ποικίλοις χρήσθω σιτίοις, ἵνα καὶ τὸ βρέφος ἐθίζῃ πρὸς τὴν ποικιλίαν τῶν δυ‐ νάμεων. συν|αναφέρονται γὰρ αἱ ποιότητες τῶν λαμβανομένων σιτίων τῷ γάλακτι, διὸ καὶ τὸ μὲν τῶν αἰγῶν ἀστομώτερόν ἐστι καὶ παρα‐
5στῦφον, ἐπεὶ τοιαύταις πόαις χαίρουσιν αἱ αἶγες τρεφόμεναι, τὸ δὲ τῶν προβάτων εὐστομώτερον καὶ γλύκιον, ὅτι τοιαύτη καὶ ἡ τροφὴ

2

.

26

.

5

τῶν προβάτων. τὸ δὲ ποτὸν ὕδωρ ἄχρι μὲν τεσσαράκοντα ἡμερῶν λαμβανέτω τὸ ἐλάχιστον, τὸ δ’ ἐντεῦθεν οἰνομέλιτος 〈παρὰ〉 μίαν καὶ δευτέραν ἡμέραν ποσόν. διευτονώσαντος δὲ τοῦ βρέφους καὶ παγέν‐ τος καὶ μετὰ εὐτροφίας εὐχροήσαντος οἰνάριον πινέτω λευκόν, διαυγές,
5ἀθάλασσον, μετρίως ὑπαύστηρον, μέσον δὲ κατὰ τοὺς χρόνους, ἀλλ’ ἅπαξ [δὲ κατὰ] τὸ πρῶτον καὶ διά τινων ἡμερῶν, εἶτα καὶ παρὰ δύο καὶ παρὰ μίαν, μετὰ δὲ ταῦτα καὶ καθ’ ἡμέραν καὶ οὐ μόνον ἅπαξ, ἀλλὰ καὶ δίς, εἶτα καὶ ὅσον ἱκανὸν παρηγορῆσαι τὸ δίψος. οὕτω γὰρ ἀβλαβῶς τὸ βρέφος ὑπὸ τοῦ πεποιωμένου τῷ οἴνῳ τραφήσεται γά‐
10λακτος, ἐν τοῖς ἔμπροσθεν χρόνοις ἀβλαβῶς τὴν δύναμιν ταύτην φέρειν οὐ πεφυκός.

2

.

27

.

1

μὴ δὲ ἀπορήσῃ τις, πῶς οὖν ἁπάσας 〈ἐντὸσ〉 ὑστέρας ὑπάρχον πρὸ τῆς ἀποτέξεως ἔφερεν τὰς εἰρημένας ποιότητας τῆς μητρὸς αὐτοῦ καὶ οἶνον καὶ ποικίλην τροφὴν προσφερομένης. πρὸς ὃν λεκτέον, ὅτι ταῖς τῆς μητρὸς δυνάμεσι τότε διοικούμενον ὡσπερεὶ
5μέρος οὐκ ἔκαμνεν, μετὰ δὲ τὴν ἀπότεξιν ἰδίᾳ χρησάμενον ὑποστάσει καὶ ἀσθενεῖς ἔτι τὰς ἐνεργείας ἔχον εὐμαρῶς ὑπὸ τῶν πληκτικωτέρων πάσχει, καθ’ ὃν τρόπον καὶ τὰ φυτὰ προσηνωμένα μὲν ἔτι τοῖς μεγά‐
λοις δένδρεσι καὶ τῇ τούτων συνδιοικούμενα στερεότητι καρπο|φορεῖ τε καὶ ἀνέμων ἐμβολὰς ὑποφέρει, χωρισθέντα δὲ καὶ πρὸς ἰδίαν ὑπό‐73

2

.

27

.

2

στασιν φυτευθέντα ῥᾳδίως ἐξ ὀλίγης βλάπτεται. οὐ τοίνυν ἐκ τοῦ μὴ ἀδικεῖσθαι τὴν γαλοῦχον ἐξ οἴνου νῦν νομιστέον μηδὲ τὸ βρέφος κακωθήσεσθαι, διαλογιστέον δέ, ὅτι τῆς κατὰ τοῦτο συστάσεως εὐτονώ‐ τερον ὁ οἶνος, ἔνθεν τὰ πολλὰ τῶν ἀμελῶς τρεφομένων ἐπιληπτικοῖς
5ἁλίσκεται σπασμοῖς.
5

2

.

28

t

Τί ποιητέον σβεννυμένου τοῦ γάλακτος ἢ φθειρομένου ἢ παχυνομένου ἢ λεπτυνομένου.

2

.

28

.

1

Ἐλαττουμένου δὲ τοῦ γάλακτος καὶ σβεννυμένου ἢ φθειρομένου ἢ λεπτυνομένου [παραδοτέον] ἢ παχυνομένου καλὸν μὲν [γὰρ] ἑτέρας τιτθῆς γάλα διδόναι [τὸ βρέφος], μὴ ἐπιτρεπούσης δὲ τῆς περιστάσεως τὴν παροῦσαν διαιτᾶν, ὡς μὴ νόσῳ περιπεσεῖν τὸ

2

.

28

.

2

βρέφος. ἀποσβεννυμένου τοίνυν τοῦ γάλακτος ἐπιθεωρητέον, πότερον διὰ νόσον γίνεται τοῦτο μερικὴν ὑστέρας ἢ καὶ ἄλλων τινῶν τόπων, ἢ καὶ 〈δι’〉 ὅλου τοῦ σώματος ἀτροφίαν κοινῶς ἢ φυσικῶς ἐλαττοῦται τὸ γάλα μηκέτι τῆς φύσεως τοσοῦτον ἀπογεννᾶν δυναμένης, ὅσον

2

.

28

.

3

ἱκανόν ἐστιν τῷ τρεφομένῳ. κἂν μέν τις νοσώδης ὑποπίπτῃ διάθεσις, ταύτην δεῖ ἀκολούθως ἀνασκευάζειν, τοῦ γὰρ πάθους λυθέντος καὶ ὁ παραποδισμὸς λύεται τῆς ἐνεργείας· ἐὰν δὲ μὴ διὰ πάθος, γυμνασίοις δεῖ χρῆσθαι τοῖς ἀνειμένοις καὶ περιπάτοις καὶ | τρίψεσιν ταῖς δι’
5αὐτῆς καὶ ταῖς δι’ ἄλλων μετὰ κατοχῆς πνεύματος, ἐπὶ τέλει δὲ καὶ

2

.

28

.

4

τοὺς μαστοὺς τρίβειν ἠρέμα. χρῆσθαι δὲ καὶ ἀναφωνήσει καὶ λουτρῷ καὶ τροφαῖς εὐχύλοις καὶ τῇ διαχύσει τῆς ψυχῆς καὶ τοῖς δυναμένοις μάλιστα γυμνάζειν τὰ ὑπερκείμενα μέρη· διὰ τούτων γὰρ εἰς εὐτρο‐ φίαν ἀγομένου τοῦ ὅλου σώματος συνευτροφεῖ καὶ τὰ περὶ τοὺς
5μαστούς. συνεχεστέρα δὲ ἔστω καὶ ἡ ἐκμύζησις, πρὸς γὰρ τὴν τοι‐

2

.

28

.

5

αύτην αἴσθησιν ὕλης ἐπιφορὰ γίνεται πλείονος. Μνησίθεος δὲ δὶς τῆς ἡμέρας ἐμέτῳ χρῆσθαι παραινεῖ μὴ ἐφιστάς, ὅτι διὰ τῶν ἐμέτων διαφθορὰ γίνεται μᾶλλον, χωρὶς εἰ μὴ χρόνιον νόσημά τις θέλοι διορ‐ θώσασθαι. τινὲς δὲ τοῖς ἀρωματικοῖς ποτήμασιν ἐχρήσαντο καὶ τοῖς74
5καταποτίοις 〈τοῖς διὰ〉 τοῦ γάλακτος λεγομένοις· ἔδοσαν δὲ καὶ τοὺς

2

.

28

.

6

μαστοὺς ἐσθίειν τῶν πολυγαλακτούντων τῇ φύσει ζῴων. οἱ δὲ γλαῦ‐ κάς τε καὶ νυκτερίδας ἔκαυσαν καὶ τὴν σποδιὰν αὐτῶν τοῖς πινομένοις ἐπέπασσον ἢ μεθ’ ὑγροῦ τινος τοῖς μαστοῖς ἐπέχριον. ἅπερ ἀποδοκι‐ μαστέον ἕκαστα, τὸν γὰρ στόμαχον ἀνατρέποντα καὶ φθορὰν ἐργαζό‐
5μενα διπλασιάσει τὴν ἀτροφίαν.

2

.

29

.

1

πλείονος δὲ γενομένου γάλακτος τοῖς εὐτονωτέροις γυμνασίοις τὰ σώματα δεῖ καταπυκνοῦν, παχυτέρου δὲ ὄντος λουτροῖς τε χρῆσθαι καὶ τροφαῖς ῥοφηματώδεσιν καὶ τοῖς ὀλιγοτρόφοις τῶν προσφερομένων καὶ ὑδροποσίᾳ. τινὲς δέ, ὧν εἰσιν οἱ περὶ Μοσχίωνα,
5κάππαριν ἔδοσαν καὶ ῥαφανῖδας καὶ ταρίχους· οἷς οὐ συγκαταθετέον, διὰ γὰρ τῆς δριμυφαγίας εἰ καὶ τὸ πάχος τέμνοιτο τοῦ γάλακτος, 〈ἡ〉 ποιότης αὐτοῦ φθαρεῖσα καὶ δηκτικὴ γενομένη μᾶλλον 〈βλάπτει〉. |

2

.

29

.

2

λεπτοτέρου δὲ τοῦ γάλακτος γενομένου τὰ μὲν λουτρὰ ἀποδοκιμαστέον ἐξυδατωτικὴν φύσιν ἔχοντα, χρηστέον δὲ τροφῇ πόλτοις σκευαζομένοις ἐκ φαρός τε καὶ χόνδρου καὶ ᾠοῖς ῥοφητοῖς καὶ στροβίλοις καὶ ποσὶ χοιρείοις καὶ τοῖς ἀκροκωλίοις (γλίσχρον γάρ τι καὶ κολλῶδες [ὂν] ἐν
5τούτοις) καὶ ἐριφείοις κρέασι ποτὲ μὲν ὀπτοῖς, ποτὲ δὲ ἑφθοῖς καὶ

2

.

29

.

3

οἰναρίῳ τῆς γε τοῦ βρέφους προκοπῆς ἐπιτρεπούσης. διαφθειρομένου δὲ τοῦ γάλακτος, ὅπερ ἐπὶ τὸ πλεῖστον ἐξ ἀπεψιῶν γίνεται καὶ συνου‐ σιῶν καὶ τῆς κακοχυμοτέρας τροφῆς, ὑφαιρετέον μὲν τούτων ἕκαστον, εἰς δὲ τὴν εὔχυλον καὶ ὑγιεινὴν ἐπιστρεπτέον δίαιταν. καὶ τὰ μὲν
5περὶ τῶν γαλούχων ταῦτα, ἀνακαμπτέον δὲ ἐπὶ τὰ λοιπὰ 〈τῶν〉 εἰς
τὴν τοῦ βρέφους ἐπιμέλειαν.75

2

.

30

t

Περὶ λουτροῦ καὶ τρίψεως τῶν βρεφῶν.

2

.

30

.

1

Προσεκτέον τοίνυν ἀκριβέστερον τοῖς λουτροῖς, ἵνα μήτε συνεχῶς λούηται τὸ βρέφος μήτε ἐπὶ πολὺ καθέψηται διὰ τῆς ἐξαντλή‐ σεως, ὅπερ αἱ πλεῖσται πράττουσιν γυναῖκες· τρὶς γὰρ αὐτὸ λούουσι δι’ ἡμέρας καὶ νυκτὸς καὶ μέχρι τῆς ἐκλύσεως καταντλοῦσιν ἡδόμεναι
5τῷ μετὰ τὸ λουτρὸν αὐτὸ κεκοπωμένον ἡσυχάζειν τε καὶ κοιμᾶσθαι.

2

.

30

.

2

τοῦτο δ’ ἐστὶ βλαβερώτερον· ἄτονον γὰρ γίνεται τὸ σῶμα καὶ εὐπαθὲς καὶ εὐπερίψυκτον καὶ πρὸς πᾶσαν βλάβην εὐάλωτον, ἐξοχώτερον δὲ κεφαλὴν πέφυκεν ἀδικεῖσθαι καὶ τὰ περὶ τὰς αἰσθήσεις. ὅθεν καὶ καθ’ ἡμέραν μὲν αὐτὸ δεῖ λούειν, οὐδέποτε δὲ νυκτός, ἀλλ’ οὐδὲ δὶς οὐδὲ
5τρίς, μόνον δὲ ὅταν ἐπείγῃ τι, μολυνόμενον ἐπὶ πλεῖον ἢ ἐξανθήμασιν τραχυνόμενον. |

2

.

31

.

1

ὁ δὲ τρόπος ὁ τοῦ λουτροῦ καὶ τῆς τρίψεως τοιοῦτός ἐστιν. δεῖ πρῶτον οἰκημάτιον ἐκλέγειν συμμέτρως θερμὸν καὶ τὴν αὐγὴν ἀποκλίνειν. καθίσασαν δὲ τὴν μαῖαν καὶ ἐπὶ τῶν μηρῶν καὶ ἐπὶ τῶν γονάτων ἁπλώσασαν ὠμόλινον 〈ἢ〉 ῥάκος, ἔπειτα κατακλίνειν

2

.

31

.

2

τὸ βρέφος καὶ ἀποσπαργανώσασαν ἀλείφειν ἐλαίῳ χλιαρῷ· εἶτα κατέ‐ χουσαν τῇ εὐωνύμῳ χειρὶ τὸν δεξιὸν βραχίονα ὑπὸ τὴν μασχάλην, ὥστε τὸ στῆθος αὐτοῦ τῷ πήχει προσαναπαύεσθαι παρεγκεκλιμένου ποσῶς ἐπὶ τὸ δεξιὸν πλευρόν, καταντλεῖν διὰ τῆς δεξιᾶς χειρὸς ὕδωρ
5θερμόν τε καὶ εὔκρατον ὡς πρὸς τὴν τοῦ βρέφους εὐαρέστησιν· τὸ γὰρ ὡς πρὸς ἡμᾶς εὔκρατον ζεστότερον ἀκμὴν τῷ νηπίῳ διὰ τὴν ὑπερβάλλουσαν τρυφερίαν τοῦ σώματος. παρεπιχέειν δέ τινα κατὰ λόγον ἁρμόσει ὕδωρ θερμόν, ἐπεὶ ψύχεται τὸ πρῶτον, καὶ καταντλεῖν

2

.

31

.

3

μέχρις ἂν εὐανθὲς γένηται τὸ σῶμα καὶ ὁμαλῶς θερμόν. εἶτα στρέφειν τὸ βρέφος καὶ ὑπτιωθέντος αὐτοῦ προσαπολούειν καὶ ἀποκαθαίρειν τὰ μηρία καὶ τὴν ἕδραν καὶ τὰ περὶ τὸν τράχηλον καὶ τὰ περὶ τὰς μασχά‐ λας (ῥύπος γὰρ αὐτοῖς περιφύεται) κἄπειτα λοιπὸν εἰς καθαρὸν ὕδωρ
5ἢ ἔλαιον ἀποβαπτομένῳ τῷ λιχανῷ τὰ ἐγκείμενα τῷ στόματι σίελα κομίζεσθαι καὶ ἡσυχῆ γλῶττάν τε καὶ οὖλα καὶ χαλινὰ διαψηλαφᾶν,

2

.

31

.

4

κούφως δὲ θλίβειν τὸ ἦτρον εἰς ὑπόμνησιν ἀπουρήσεως. μετὰ δέ τινας
ἡμέρας καὶ διὰ γαλακτώδους ὕδατος μετὰ τὸ θερμὸν ἐθίζειν αὐτὸ λοῦσθαι, χάριν τῆς πρὸς τὴν ψυχρολουσίαν συνηθείας, ὑφ’ ἧς δυσπερί‐ ψυκτον φυλαχθήσεται.76

2

.

32

.

1

μετὰ δὲ τὸ λουτρὸν ἐκ τῶν σφυρῶν ἀποκρατούμενον ἐπὶ κεφαλὴν αὐτὸ δεῖ κρεμνᾶν χάριν τοῦ διάστασιν λαμ|βάνειν τοὺς σπονδύλους καὶ εὐκαμπῆ τὴν ῥάχιν ἀποτελεῖσθαι καὶ τὰ νεῦρα καθά‐ περ ἐκ συστροφῆς τινος ἁπλοῦσθαι, κἄπειτα προσηνῶς αὐτὸ σχηματί‐
5ζειν κατὰ τῶν τῆς λελουκυίας μηρῶν καὶ τῷ προϋποκειμένῳ ῥάκει ἢ

2

.

32

.

2

ὠμολίνῳ περιβληθὲν ἐκμάσσειν. εἶτα συναλείφειν ἐκτενῶς καὶ τρίβειν μετὰ διαπλασμοῦ μέρος ἕκαστον, ὥστε λεληθότως [ἕκαστον] τὸ ἀκμὴν ἀδιαμόρφωτον εἰς τοὺς κατὰ φύσιν διατυπωθῆναι χαρακτῆρας. δια‐ κρατήσασα γὰρ οὖν ἡ τιτθὴ ποτὲ μὲν τὸν καρπὸν μετὰ ἀποτάσεως τῆς
5δεξιᾶς χειρὸς λοξὴν κατὰ ῥάχεως ἀπὸ εὐωνύμου γλουτοῦ τὴν τρίψιν ἀγέτω, ποτὲ δὲ καὶ τὸ δεξιὸν σφυρὸν κατασχοῦσα πάλιν ἀπὸ τῆς

2

.

32

.

3

εὐωνύμου ὠμοπλάτης ἐπὶ τὸ δεξιὸν ἀγέτω σκέλος. εἶτ’ ἐπὶ ῥάχιν ἀνακλάτω τὰ κῶλα, δεξιὸν μὲν ἀκροπόδιον ἀριστερῷ προσάγουσα χειρὸς ἄκρῳ, εὐώνυμον δὲ δεξιῷ. μαλάσσεται γὰρ οὕτω τὰ νεῦρα τῶν ἄρθρων, 〈ὧν〉 ἕκαστον εὐκινητότερον ταῖς ποικίλαις περιαγωγαῖς ἀποτελεῖται,
5καὶ εἴ τι γλισχρῶδες συνισταμένου τοῦ ζῴου παρεισεδύετο τοῖς ἄρθροις,

2

.

32

.

4

ἐκθλίβεται. μετὰ δὲ τὴν καθ’ ἓν μάλαξιν ἀμφότερα τὰ σκέλη πρὸς ἄλληλα συνάγουσα διὰ μὲν τῆς ἑτέρας χειρὸς μετ’ ἀποτάσεως συνεχέτω, διὰ δὲ τῆς ἑτέρας ὅλον κατὰ μῆκος τριβέτω.

2

.

33

.

1

καὶ τοπικῶς ἰγνύας μὲν ἐκπλατυνέτω τῇ τοῦ θέναρος ἐπαγωγῇ, σφυρὰ δὲ ἀλλήλοις προσηγμένα ζυγούτω καὶ ῥυθμιζέτω 〈καὶ〉 κατὰ τὴν ἀνάτριψιν τὴν ἀπὸ τῶν πτερνῶν τὰς προτέρας ὑπεροχὰς καταστελλέτω διορθουμένη τὸ ἐκ|τρεπόμενον· εἶτα προσανακλάτω τὰ

2

.

33

.

2

κῶλα τοῖς πυγαίοις προσάγουσα τὰς πτέρνας. ἐντεῦθεν δὲ καὶ πλα‐ τείαις ταῖς χερσὶν ἐπ’ εὐθείας τε καὶ κατὰ περισπασμὸν ἐξομαλιζέτω τὴν ῥάχιν, εἶτα τῷ μεγάλῳ δακτύλῳ κάτωθεν ἀπὸ μεσοπυγίου ἕως ἰνίου κατ’ ἀπότασιν θλίβουσα ἐπικοιλαινέτω 〈καὶ πά〉λιν ἀπὸ τραχήλου
5ἕως ἱεροῦ ὀστέου κατ’ εὐθεῖαν, ἵνα ἡ μετὰ τοῦ εὐπρεποῦς καὶ ἡ μετ’77

2

.

33

.

3

εὐκινησίας τῶν σπονδύλων σύνθεσις ἀποτελεσθῇ. μετὰ δὲ ταῦτα διὰ τοῦ μεγάλου καὶ λιχανοῦ δακτύλου τὰ περὶ τὰ πυγαῖα ταῖς ἐμπιέσεσιν εὐπρεπείας ἕνεκα κοιλαινέτω, συνεστραμμένης δὲ τῆς χειρὸς ἐπαγωγῇ τὰ ὑπὲρ τὸν ἔσχατον τῆς ῥάχεως σπόνδυλον λεληθότως ἀπωθείσθω
5πρὸς τὸ μὴ γενέσθαι λόρδωσιν, οὕτω δὲ καὶ κατὰ νώτου καὶ μετα‐

2

.

33

.

4

φρένου χάριν τοῦ δυσεξύβωτα καὶ 〈μὴ〉 ἀνώμαλα εἶναι. μετὰ δὲ ταῦτα τὸ κεφάλιον πρῶτον μὲν 〈κατὰ〉 περιαγωγὴν ἑκατέρᾳ χειρὶ τριβέτω στρογγύλως, δεύτερον δέ πως ὑποτυπούτω ποτὲ μὲν ἐξ ἀντιθέτων τῶν χειρῶν ᾗ μὲν κατ’ ἰνίου, ᾗ δὲ κατὰ μετώπου τασσομένῃ, ποτὲ δὲ

2

.

33

.

5

ᾗ μὲν κατὰ κορυφῆς, ᾗ δὲ ὑπ’ ἀνθερεῶνα. εὐρυθμιζέτω δὲ δεξιῶς τὸ κρανίον, ὥστε μὴ προμηκέστερον ἢ φοξὸν ἀποτελεσθῆναι. ποτὲ δὲ καὶ κινείτω προσεπαίρουσα τὸ κεφάλιον καὶ ἀποτεινέτω, γυμνασίας ἕνεκα τῶν τενόντων καὶ κινήσεως τῶν σπονδύλων, ἐπεὶ δι’ αὑτοῦ ταῦτα τὰ
5μέρη κινεῖν ἀδυνατεῖ τὸ νήπιον.

2

.

34

.

1

τούτων δὲ ἐπιμεληθεῖσα στρεφέτω τὸ βρέφος καὶ | τὰ ἔμπροσθεν συναλειφέτω. καὶ διά τινων ἡμερῶν τοὺς ὀφθαλμοὺς ἐγχυματιζέτω, καὶ μὴ καθ’ ἡμέραν, ὀφθαλμίαι γὰρ ἐντεῦθεν ἐνίοις ἐπακολουθοῦσιν ἑλκουμένων ποτὲ καὶ τῶν ὑμένων. τριβέτω δὲ πάλιν
5ἀπὸ ἀκρωμίου κατὰ μίαν ἀποτεταμένην χεῖρα, κἄπειτα λοιπὸν αὐτὰς ἀντιπαραλλασσέτω περὶ στέρνον ὡς ἐπὶ πλευρὰς ἄγουσα καὶ περιπτύσ‐ σουσα, καθάπερ ἐπὶ τῶν περιλαμβανόντων εἴωθε γίνεσθαι, μετὰ ποσῆς

2

.

34

.

2

ἐκτάσεως. προσανατριβέτω δὲ κοιλίαν καὶ θώρακα καὶ καθ’ ἓν πάλιν σκέλος ἀποτεταμένον, εἶθ’ ὑφ’ ἓν ἐζυγωμένα τὰ δύο. διασαλευέτω δὲ καὶ τὰς ἐπιγονατίδας, ἵνα μὴ δυσκίνητοι τῇ συμβολῇ τῶν κώλων καθι‐ στῶνται, καὶ προσεκπλατυνέτω χάριν εὐμορφίας ἁπλῇ τῇ χειρὶ κατὰ

2

.

34

.

3

μῆκος ἀντιπαραγομένῃ, συνηγμένων πρὸς ἄλληλα τῶν σκελῶν. τριβέτω δὲ τοῖς ἀντίχερσιν ἑκατέροις καὶ τοὺς ὀφθαλμοὺς 〈καὶ〉 περιπλασσέτω καὶ τὸν μυκτῆρα διεγείρουσα μὲν αὐτὸν ἐπὶ σιμῶν, θλίβουσα δὲ ἐπὶ γρυπῶν, προσαναστέλλουσα 〈μέν〉, ἐφ’ ὧν τὸ γρυπόν, οὐ κατὰ μετε‐
5ωρισμὸν ἐπὶ τοῦ ὑψώματος, κατὰ προπέτειαν δὲ τῶν περὶ τὸ σφαι‐
ρίον ἄκρων, ἐπισπωμένη δὲ ἀνεσταλμένα τὰ πτερυγώματα τῶν ῥινῶν.78

2

.

34

.

4

εἰ δὲ ἄρρεν τὸ νήπιον ὑπάρχον φαίνοιτο λειπόδερμον, τρυφερῶς ἐπι‐ σπάσθω τὴν ἀκροποσθίαν ἢ καὶ διὰ κροκύδος συνεχέτω πρὸς διακρά‐ τησιν· ἑλκομένη γὰρ ἐκ τοῦ πρὸς ὀλίγον καὶ συνεχῶς ἐπισπωμένη ῥᾳδίως ἐπιδίδωσι καὶ τὸ κατὰ φύσιν ἀπολαμβάνει μῆκος καλύπτουσα
5τὴν βάλανον καὶ συνεθιζομένη τὴν φυσικὴν εὐμορφίαν τηρεῖν. προσ‐ αναπλασσέτω δὲ καὶ τὸν ὄσχεον ἐκ τῶν συμμηριῶν, 〈καὶ〉 ἵνα μὴ θλίβηται, προϋποβάλλουσα ἔριον κατὰ τῶν μηρῶν οὕτως αὐτὸν ἀπο‐ τιθέτω. |

2

.

35

.

1

μετὰ δὲ τὸν διαπλασμὸν σπαργανούσθω τὸ βρέφος ὀλίγῳ λελιπασμένον ἐλαίῳ· τὸ γὰρ πλεῖον ψύχει τε καὶ οὐκ ἐᾷ μένειν τὰ σπάργανα δι’ ὑγρασίαν, καὶ ὀλισθανόντων καὶ περιτρεπομένων δια‐ στρέφεται τὰ κῶλα. συμφέρει δέ ποτε καὶ κηρῷ Τυρρηνικῷ τακέντι
5〈σὺν〉 ἐλαίῳ πρὸ τῆς σπαργανώσεως ἀλείφειν τὰ σώματα· μαλάσσει γὰρ οὗτος καὶ θάλπει τὸν ὄγκον, ἔτι δέ πως τρέφει καὶ λευκαίνει τὸ

2

.

35

.

2

σῶμα. μετὰ δὲ τὸ λουτρὸν ἐκμυζάτω τὰ ὦτα καὶ τοὺς μυκτῆρας τοῦ βρέφους, ὅπως μὴ ὑπομεῖναν ὑγρὸν τρυφεροὺς ἔτι τυγχάνοντας τοὺς φυσικοὺς πόρους βλάψῃ.
3

2

.

36

t

Πῶς δεῖ καὶ πότε διδόναι τῷ βρέφει τὸν
μαστό
ν.

2

.

36

.

1

Διαστήσασα δὲ ὀλίγον, ὥστε 〈τὸ βρέφος ἀπηρεμῆσαι μετὰ〉 τὴν ἐκ τοῦ λουτροῦ ταραχήν, αὐτὸ παρατιθέτω· τὸ γὰρ εὐθέως παρέχειν τὴν τροφὴν ἐπιβλαβὲς οὐ μόνον νηπίῳ, ἀλλὰ καὶ τελείῳ, πεπυρωμένη γὰρ ἡ σύγκρισις ἀθρόως ἐπισπᾶται τὴν τροφὴν καὶ δια‐

2

.

36

.

2

φθείρει. καὶ αὐτὴ ἡ γαλουχοῦσα, εἴπερ ἀπὸ βαλανείου τυγχάνει, διαστησάτω τὸ αὔταρκες καὶ προλαμβανέτω πρότερον ὑδάτιον· οὐ γὰρ τεταραγμένῳ τῷ σώματι μόνον ἐπιβλαβὲς λαμβάνειν τὴν τροφήν,

2

.

36

.

3

ἀλλὰ καὶ ἀπὸ τεταραγμένου σώματος τροφὴ βλάπτει. καὶ τὸ νήπιον
οὖν ἀπὸ τοῦ λουτροῦ διαστησάτω καὶ ἡ τροφός, 〈καὶ〉 ἀπαμελξάτω τὸ παρεγκείμενον τοῖς μαστοῖς καὶ ἀποθλίψασα τὸ ἀπὸ τῆς τα|ραχῆς διεφθαρμένον γάλα, τότε διδότω καθαρὰν τροφὴν εὐσταθοῦντος τοῦ79
5σώματος.

2

.

37

.

1

ἀεὶ μέντοι παρέχουσα τὸν μαστὸν καθεζέσθω καὶ προσ‐ στερνισαμένη ταῖς ἀγκάλαις τὸ βρέφος ποσῶς ἀνάρροπον ἐπὶ πλευρὸν ἐσχηματισμένον, ποτὲ μὲν δεξιόν, ποτὲ δὲ εὐώνυμον, ἐντιθέτω τοῖς χείλεσιν αὐτοῦ τὴν θηλήν. καθεζέσθω μὲν οὖν οἷον ἐπινενευκυῖα,
5ἐπειδήπερ ὑπτιωμένης αὐτῆς ἢ καταρρόπου ἐσχηματισμένης δυσκολω‐ τέρα γίνεται ἡ κατάποσις, ὥστε ποτὲ μὲν ἀνταποδίδοσθαι τὸ πινό‐

2

.

37

.

2

μενον, ποτὲ δὲ καὶ πνιγμοῦ γίνεσθαι παραίτιον. τοῦ αὐτοῦ δὲ χάριν καὶ τὸ βρέφος ποσῶς ἀνάρροπον ἐσχηματίσθω, μὴ διηνεκῶς δὲ ἐπὶ τὸ δεξιὸν πλευρόν, πρῶτον μὲν εἰς τὸ ἐναλλάξαι ἐφ’ ἑκατέρου τε μαστοῦ τρέφεσθαι, δεύτερον δὲ πρὸς τὸ μὴ μετὰ τὴν λύσιν τῶν σπαργάνων
5μὴ πάντοτε κατεχομένην τὴν δεξιὰν μελέτην ὑπομεῖναι τῆς ἀνενεργη‐

2

.

37

.

3

σίας. ἐνθεῖσα μέντοι τὸν μαστόν, ὡς εἴρηται, πρὸ τοῦ τὸ νήπιον ἐπι‐ σπᾶσθαι τὴν θηλὴν πρᾴως ἐνθλιβέτω τὸ γάλα πρὸς ὑπόμνησιν τῆς ὀρέξεως καὶ εἰς τὸ μὴ κακοπαθεῖν ἐπὶ πολὺ τὸ νήπιον τὴν πρώτην

2

.

37

.

4

βιαζόμενον ὁλκήν. ἀφ’ ὕπνου δὲ ἡ τροφὸς ὑπάρχουσα πάντοτε περι‐ πατείτω διατριψαμένη καὶ σαλεύουσα τοὺς μαστοὺς 〈καὶ〉 οὕτω τὸ γάλα τῷ τρεφομένῳ παρεχέτω· διατμίζεται γὰρ τὸ περισσὸν καὶ λύεται

2

.

37

.

5

τὸ παχυμερὲς ἐκ τῆς τοιαύτης προδιακινήσεως. μικρὸν δ’ ἐν ταῖς ἀγκά‐ λαις αὐτὸ προδιακατέχουσα μετὰ τὸ συμμέτρου μετασχεῖν γάλακτος κοιμιζέτω καθ’ οἵας ὑπεδείξαμεν κοίτης, προκύπτον δὲ καὶ ἐγκλῖνον καθεδρίῳ. πάν|τοτε δὲ ἄνωθέν τι περιβαλλέσθω σκέπης ἕνεκεν ἢ τοὺς
5ὀφθαλμοὺς αὐτοὺς ἐπικαλυπτέτω διά τινος, οὐ μόνον τῇ τρυφερίᾳ πρὸς πᾶν τὸ παρεμπεσεῖν δυνάμενον εὐαδικήτους ὑπάρχοντας, ἀλλὰ καὶ ὑπὸ τοῦ πλείονος φωτὸς καὶ τῆς ἀηδεστέρας αὐγῆς εἰωθότας ἀπο‐

2

.

37

.

6

στραβοῦσθαι. μὴ συγκοιμάσθω δὲ τὸ βρέφος αὐτῇ, καὶ μάλιστα ἐν ἀρχαῖς, ἵνα μὴ ἀπροόπτως ἐπικυλισθεῖσα περιθλάσεως ἢ πνιγμοῦ γένηται παραιτία. διὸ καὶ παρακείσθωσαν αἱ βαυκάλαι τῇ κλίνῃ, κἂν ἔγγιον
ἔτι σπουδάζῃ τὸ βρέφος ἔχειν, ἡ σκάφη κατὰ τῆς κλίνης ἐπιτιθέσθω.80

2

.

38

.

1

παραινετέον δὲ τῇ τροφῷ καὶ ὥστε μὴ δι’ ὅλης τῆς ἡμέρας ἢ νυκτὸς διδόναι τὸ γάλα· διὰ γὰρ τὴν ἀμετρίαν νόσοις ἁλί‐ σκεται, πρὶν ἐξοικονομῆσαι τὸ πρῶτον ἕτερον λαμβάνον καὶ οὕτως

2

.

38

.

2

διαφθεῖρον τὸ πρῶτον, καὶ μάλιστα νυκτός. πλεονάκις μὲν οὖν παρ‐ έχειν τὸν μαστὸν παρ’ ὅσον τὴν αὐτάρκη τροφὴν οὐ δύναται λαμβά‐ νειν· καὶ γὰρ τὸ γάλα φύσει πλήσμιον, ὥστε κόρον ἐμποιῆσαι τῷ νηπίῳ, πρὶν ἢ αὔταρκες αὐτῷ πρὸς τὴν διάθρεψιν παρατεθῆναι, καὶ
5αὐτὸ δὲ τὸ βρέφος, κάμνον διὰ τὴν ἀτονίαν τοῦ ἐπισπᾶσθαι ἄχρι

2

.

38

.

3

πλείονος τὴν θηλήν, ἀφίσταται πρὸ τοῦ λαβεῖν τὸ αὔταρκες. παρ’ ὃ πλεονάκις μὲν αὐτῷ δεῖ τὸ γάλα δίδοσθαι, πλὴν οὐκ ἀδιαλείπτως οὐδὲ πρὸ τοῦ λουτροῦ, πολὺ δὲ μᾶλλον οὐδ’ ἐν αὐτοῖς τοῖς βαλανείοις, ὅπερ ἀπαραιτήτως ποιοῦσιν αἱ γυναῖκες ῥᾳδίως κλαῖον αὐτὸ σιγῆσαι
5θέλουσαι· διαφθειρομένου γὰρ καὶ ἀποξυνομένου τοῦ γάλακτος κακοῦ‐

2

.

38

.

4

ται τὸ νευρῶδες ἐπιληψίαι τε καὶ ἀποπληξίαι γίνονται. πάντων δὲ χαλεπώτατον καὶ εἰς προφυλακὴν τοῦ μηδ’ ὅλως αὐτὸ κλαῦσαι τὴν θηλὴν διὰ τοῦ στόματος καταλιπεῖν αὐτοῦ | κοιμωμένου· θλιβομένων γὰρ τῶν μυξωτήρων καὶ ἀποφρασσομένου τοῦ στόματος καὶ βαρυνο‐
5μένου τοῦ φάρυγγος ἔσθ’ ὁπότε τοῦ γάλακτος χωρὶς ἐκμυζήσεως ἐπιρρέοντος τὸ νήπιον πνίγεται.

2

.

39

.

1

ἄλλως τε καὶ οὐ 〈δεῖ〉 διὰ τὸ κλαίειν πάντοτε 〈τὸν〉 μαστὸν αὐτῷ παρέχειν. πρῶτον μὲν γὰρ αὐτῷ συμφέρει ποτὲ καὶ ὁ κλαυθμός· γυμνάσιον γὰρ φυσικὸν τοῦτο εἰς τόνωσιν τοῦ πνεύματος καὶ τῶν ἀναπνευστικῶν ὀργάνων πρός τε τὴν διάτασιν διευρυνομένων
5τῶν πόρων ἡ ἀνάδοσις τῆς τροφῆς εὐχερεστέρα παρασκευάζεται· πλὴν οὐχ ἕως πλείονος κλαίειν ἀνετέον αὐτό, καὶ γὰρ τοὺς ὀφθαλμοὺς

2

.

39

.

2

ἀδικεῖ καὶ τῆς εἰς ὄσχεον ἐντέρων κατολισθήσεως αἴτιον γίνεται. δεύ‐ τερον οὐ διὰ μόνην ἔνδειαν κλαυθμυρίζει τὸ βρέφος, ἀλλὰ καὶ διὰ σφίγξιν ἢ θλίψιν κακῶς ἐσχηματισμένον, ἢ διὰ δῆξιν περισσωμάτων καὶ ζῴου τινὸς ἢ νυγμόν, ἢ πλῆθος τροφῆς ἐπιβαρούσης τὸν ὄγκον,
5ἢ ῥῖγος, ἢ κα〈ῦμα, ἢ〉 τὸ μὴ δύνασθαι διαχωρῆσαι σκληροτέρου παρεγκειμένου τοῖς ἐντέροις περισσεύματος, ἢ διὰ δυσαρέστησιν ἄλλην ἢ νόσον· ὧν ἕκαστον, ἐφ’ ὅσον ἐνδέχεσθαι, σημειοῦσθαι δὴ πέφυκεν, ὥστε κατάλληλα πρᾶξαι τοῖς ὀχλοῦσιν καὶ οὐ πάντως ἐπὶ τὸ δοῦναι81

2

.

39

.

3

τὸν μαστὸν τῷ βρέφει παρελθεῖν. ὅτι μὲν οὖν θλίβεται, γνωρίσομεν τῷ δακτύλῳ τὴν θλίψιν τῶν τελαμώνων καταλαμβάνοντες καὶ πελιού‐

2

.

39

.

4

μενον ἄκρον ἰδόντες ἢ μὴ κατὰ φύσιν ἐσχηματισμένον· ὅτι δὲ δάκνε‐ ται ἢ νύσσεται ὑπό τινος, διὰ τοῦ αἰφνίδιον κραυγάσαι μήτε μετασχη‐

2

.

39

.

5

ματισθὲν μήτε ἐσφιγμένον ὑπὸ τῶν σπαργάνων· ὅτι | δὲ βαρεῖται διὰ πλείονος τροφῆς παράθεσιν, διὰ τοῦ ἀσᾶσθαι καὶ ἐρυγάζεσθαι, πολλάκις δὲ καὶ μετέωρον ἔχειν τὸ ὑποχόνδριον (κἀκ τούτου μαθεῖν πρόσεστιν,

2

.

39

.

6

ποσάκις πέπωκεν γάλα)· ὅτι δὲ ῥιγοῖ, διὰ τοῦ πυκνοῦσθαι καὶ συστρέ‐ φεσθαι καὶ ἀπεψῦχθαι, ποτὲ δὲ καὶ πεπελιῶσθαι τὰ γυμνὰ καὶ τὸν

2

.

39

.

7

οἶκον, ἐν ᾧ τρέφεται, φαίνεσθαι ψυχρόν· ὅτι δὲ καυματίζεται, διὰ τοῦ θερμοτέρου μὲν ἡμᾶς ἀντιλαμβάνεσθαι τοῦ ἀέρος, ἐρυθραίνεσθαι δὲ καὶ πνευστιᾶν τὸ νήπιον ἢ πολλάκις παρὰ τὸ δέον σκεπάσμασιν περι‐

2

.

39

.

8

βεβλῆσθαι· ὅτι δὲ παρὰ τὸ σκληρὸν εἶναι τὸ σκύβαλον καὶ δυσδιαχώ‐ ρητον, ἐκ τοῦ μετὰ διατάσεως καὶ συνολκῆς τοῦ σώματος κλαίειν ἔνεστι

2

.

39

.

9

γνῶναι· ὅτι δὲ 〈δι’ ἄλλην〉 δυσαρέστησιν καὶ ὁποιανδήποτε νόσον, διὰ τοῦ συνάγεσθαι τοῖς χαρακτῆρσιν καὶ ἀποστρέφεσθαι τὸν μαστὸν ἐπὶ μηδεμιᾷ

2

.

39

.

10

τῶν ἔμπροσθεν αἰτιῶν εἰρημένων. τὸ δὲ τῆς τροφῆς ὀρεγόμενον διὰ τοῦ μηδενὸς τῶν εἰρημένων παρόντος τὰ χείλη μὲν σαλεύειν, τὸ δὲ στομάτιον ἀνοίγειν (καὶ μάλιστα εἴ τις αὐτοῦ δακτύλῳ παράψαιτο διὰ τῆς ἁφῆς εἰς ὑπόμνησιν ἄγων τῆς θηλῆς), ἔτι δὲ διὰ τοῦ προσεπι‐
5θεωρῆσαι, πόσῳ μὲν εἴωθεν ἀρκεῖσθαι γάλακτι, πόσον δὲ ἔλαβεν νῦν, καὶ εἰ, ἐπεὶ πολὺς ὁ μεταξὺ γεγένηται χρόνος, καὶ 〈τὸ〉 ὑποχόνδριον καθεῖται· τότε γὰρ παρέχουσα τῷ βρέφει τὸν μαστὸν ἡ γαλοῦχος εἰς διόρθωσιν τοῦ διὰ τὴν ἔνδειαν τῆς τροφῆς κλαυθμυρίζοντος οὐ δι‐ αμαρτήσεται.

2

.

40

.

1

φυλάττεσθαι δὲ καὶ μετὰ τὸ πληρωθῆναι τοῦ γάλακτος εὐθέως αὐτὸ κινεῖν. καὶ γὰρ οἱ τέλειοι μετὰ τροφὴν αἰωρούμενοι βλάπτονται φθειρομένης τῆς τροφῆς, πολλῷ δὲ μᾶλλον τὸ ἀκμὴν νή‐ πιον διά τε τὴν τρυφερίαν τοῦ | σώματος καὶ διὰ τὸ φύσει πως
5εὐεπιπόλαστον εἶναι τὸ γάλα· δι’ ἣν αἰτίαν, ὡς εἰκός, καὶ τὰ βρέφη συνεχέστερον ἐξερᾷ, πρὸς τὴν ἄτακτον καὶ ἀδιάλειπτον κίνησιν ναυ‐ τιῶντα καὶ ἀνατρεπόμενα 〈τὸν〉 στόμαχον τοῖς δυσθαλάσσοις τῶν πλοϊζο‐82

2

.

40

.

2

μένων ἐμφερῶς. διὰ τοῦτο καὶ τὰ οὕτω τρεφόμενα πλαδαρὸν ποιεῖ τὸ σῶμα καὶ πρὸς τὰς νόσους εὐεπηρέαστον, ὅμοιόν τι πάσχοντα τοῖς σιτευομένοις ἐρίφοις, οὓς οἱ κατ’ ἐπιτήδευσιν λιπαροὺς ποιῆσαι θέλον‐ τες, ὅταν πληρωθῶσιν τοῦ γάλακτος, ἐν σπυρίδι κρεμάσαντες κινοῦσιν
5δι’ ὅλης ἡμέρας τε καὶ νυκτός, οὕτω γάρ, διὰ τὸν σάλον τῆς τροφῆς εἰς ὅλα τὰ σώματα φερομένης, διογκοῦται καὶ ἐμπιπλᾶται μέρος ἕκα‐

2

.

40

.

3

στον. εἰ δὲ ἐπιμόνως κλάοι τὸ βρέφος ἀπὸ τῆς γαλακτοποσίας, ἐν ταῖς ἀγκάλαις αὐτὸ διακρατείτω ἐρεθισμοῖς τισιν καὶ ψελλίσμασιν καὶ φωναῖς προσηνέσιν παρηγοροῦσα τὸν κλαυθμόν, μήτε δὲ ἐκφοβοῦσα μήτ’ ἐπιταράττουσα ψόφοις τισὶν ἢ ἄλλαις ἀπειλαῖς· ἡ γὰρ ἀπὸ τῶν
5τοιούτων ἔκπληξις αἰτία παθῶν γίνεται ποτὲ μὲν σωματικῶν, ποτὲ

2

.

40

.

4

δὲ ψυχικῶν. οὐκ εὐθέως οὖν μετὰ τὴν τροφὴν αἰωρητέον, ἀλλὰ ἢ μετ〈ὰ τὸ〉 αὐτὴν ἀναδοθῆναι ἢ πρὸ τροφῆς. πρὸς ἀναλογίαν δὲ τῆς ἕξεως καὶ 〈ἡ〉 διὰ τῆς αἰώρας κίνησις ἐπιτηδευέσθω, τὸ 〈μὲν〉 πρῶτον μικρὸν σαλευομένης τῆς σκάφης ἢ τῆς βαυκάλης κρεμαμένης ἢ ἐπὶ
5διαγωνίων λίθων ἐπηρεισμένης, εἰς ὕστερον δὲ καὶ διὰ φορείου, μετὰ δὲ τέσσαρας μῆνας καὶ τῆς τροφοῦ διακρατούσης ἐν ταῖς ἀγκάλαις

2

.

40

.

5

αὐτὸ καὶ περιπατούσης ἢ διὰ ζεύγους αἰωρουμένης. τὸ γὰρ βαστάζειν ἐπὶ τῶν ὤμων αὐτὸ καὶ κινεῖν ἀποδοκιμάζομεν· θλιβόμενοι γὰρ οἱ δίδυμοι ποτὲ μὲν ἀνατρέχουσιν εἰς τὰ ὑπερκείμενα, ποτὲ δὲ διαλύον‐ ται, καὶ οὕτως οἱ μὲν γίνονται κρυψόρχαι, οἱ δὲ εὐνοῦχοι. |
4

2

.

41

t

Περὶ τῆς τοῦ ὀμφαλοῦ ἀποπτώσεως.

2

.

41

.

1

Δεῖ δὲ καὶ τὰ λοιπὰ τῶν κατὰ πρόβασιν τῶν χρόνων παραγγελμάτων ἐπιθεωρεῖν. καὶ πρῶτον μὲν μετὰ τρεῖς ἢ τέσσαρας ἡμέρας ἢ ὁποσασοῦν τοῦ ὀμφαλοῦ κατὰ μαρασμὸν ἀποπεσόντος τὸ ὑπολειφθὲν [καὶ] κατὰ τὴν
5βάσιν ἑλκύδριον ἀποθεραπεύειν. αἱ πολλαὶ μὲν οὖν γυναῖκες καύσασαι
χοίρειον ἀστράγαλον καὶ λειοτριβήσασαι 〈ἢ〉 κοχλίας ἢ βολβοὺς ἐπι‐83

2

.

41

.

2

πάσσουσιν, αἱ δὲ μόλυβδον κεκαυμένον καὶ πεπλυμένον· ἄμεινον δὲ τοῦτον καὶ σφονδύλῳ τῷ ἐριουργικῷ παραπλησίως σχηματίσασαι κατὰ τῆς τοῦ ὀμφαλοῦ χώρας ἐρείδουσιν, διὰ τὸ ἐμψυκτικὴν 〈μὲν〉 εἶναι τὴν ὕλην ἐπουλωθησομένης τῆς ἑλκώσεως, διὰ δὲ τὸ βαρεῖαν εὐπρε‐
5πῶς εἰς κοιλότητα τυπωθησομένου τοῦ ὀμφαλοῦ.
5

2

.

42

t

Πότε καὶ πῶς παραλυτέον.

2

.

42

.

1

Προϊόντος δὲ τοῦ χρόνου καὶ ἀπὸ τῶν σπαργάνων αὐτὸ δεῖ λύειν. ἔνιοι μὲν οὖν περὶ τεσσαρακοστὴν ἡμέραν τοῦτο ποι‐ οῦσιν, οἱ πολλοὶ δὲ περὶ τὴν ἑξηκοστήν, οἱ δὲ καὶ μακροτέραν ταύτης προθεσμίαν ὁρίζουσιν. ἡμεῖς δ’ ἐπεὶ πήξεως ἕνεκα πρὸς ἀδιάστροφον
5σχηματισμὸν εὐχρηστεῖν φαμεν τὰ σπάργανα, τότε παραλύειν αὐτὰ δοκι‐ μάζομεν, ὅτε ἤδη μετρίως πεπηγότος τοῦ σώματος οὐκέτι φόβος ἐστὶν τοῦ διαστραφῆναί τι μέρος αὐτοῦ· τοῦτο 〈δ’〉 ἐφ’ ὧν μὲν διὰ | βελτίονα σώματος σύστασιν τάχιον, ἐφ’ ὧν δὲ δι’ ἀσθενεστέραν σύγκρισιν βράδιον

2

.

42

.

2

παραγίνεται. δεῖ δὲ μηδὲ ἀθρόως μηδὲ ὑφ’ ἓν πάντα λύειν τὰ σπάρ‐ γανα, πᾶσα γὰρ αἰφνίδιος εἰς τὸ ἐναντίον μεταβολὴ ξενοπαθείας ἀπο‐ τελεστική. πρῶτον μὲν 〈οὖν〉 μίαν ἐλευθερῶσαι χεῖρα καὶ μετά τινας ἡμέρας τὴν ἑτέραν, εἶτα καὶ τοὺς πόδας· προεκλύειν δὲ τὴν δεξιάν,
5ἐπικρατηθεῖσα γὰρ κατὰ τοὺς τὴν εὐώνυμον πρῶτον λῦσαι φθάσαντας ἀτονωτέρα γίνεται τῷ βράδιον τῆς ἑτέρας ἐπὶ τὴν γυμνασίαν ἐλθεῖν,

2

.

42

.

3

ὥστε καὶ διὰ τοῦτο ἀριστερόχειρας ἐνίους γίγνεσθαι. πηγνυμένου δὲ τοῦ βρέφους μᾶλλον καὶ τὸ ἐν οἴκῳ δεῖ λουτρὸν παραιτεῖσθαι, χρῆσθαι δὲ βαλανείῳ, μήτε ἐπὶ πολὺν χρόνον μήτε πεπυρωμένῳ· τὸν γὰρ κατ’ οἶκον ἀέρα προσηνῶς καὶ ὁμαλῶς εὔκρατον οὕτως οὐκ ἐνδέχεται παρα‐

2

.

42

.

4

σκευάζειν. ἐὰν δὲ ἀκμὴν σπαργανούμενον τὸ βρέφος ἑλκωθῇ διὰ τὴν τῶν τελαμώνων παράτριψιν ἢ δι’ ἄλλην τινὰ ποιητικὴν ἑλκώσεως αἰτίαν, παραιτεῖσθαι δεῖ τὰ σπάργανα καὶ ἁπλοῦν αὐτῷ περιτιθέντα
χιτωνάριον ἀποθεραπεύειν τὰ ἕλκη.84

2

.

43

t

Πῶς δεῖ καθίζειν καὶ περιπάτησιν ἀσκεῖν.

2

.

43

.

1

Καθίζειν δὲ καὶ ἀνίστασθαι τοῦ βρέφους πειράζοντος βοηθεῖν αὐτοῦ τοῖς κινήμασιν δεῖ. τάχιον μὲν γὰρ προθυμούμενον καθίζειν καὶ μέχρι πλείονος εἴωθε κυρτοῦσθαι (καμπτομένης τῆς ῥάχεως διὰ τὸ μήπω τὸ σωμάτιον τόνον ἔχειν), προπετέστερον δὲ ἀνιστά‐
5μενον καὶ περιπατεῖν θέλον διαστρέφεσθαι κατὰ τοὺς μηροὺς τὰ σκέλη. |

2

.

44

.

1

τοῦτο δὲ καὶ μᾶλλον ἐπὶ Ῥώμης γινόμενον θεωρεῖται, καθὼς μέν τινες ὑπολαμβάνουσιν, ὅτι ψυχροῖς ὕδασιν ἡ πόλις κάτω‐ θεν διαρρεῖται καὶ τὰ σώματα περιψύχεται ῥᾳδίως, καθὼς δέ τινες λέγουσι, καὶ διὰ τὰς συχνὰς τῶν γυναικῶν συνουσίας ἢ διὰ τὸ μετὰ
5μέθην ταῖς συμπλοκαῖς χρῆσθαι, τὸ δ’ ἀληθὲς διὰ παιδοτροφίας ἀπει‐

2

.

44

.

2

ρίαν. οὐ γὰρ ἔγκειται τοσαύτη στοργὴ ταῖς ἐν τῇ πόλει γυναιξίν, ὡς τὸ καθ’ ἕκαστον ἐπιβλέπειν, ὃν τρόπον πράττουσιν αἱ καθαρῶς Ἑλ‐ ληνίδες. μηδενὸς 〈οὖν〉 ἐπιθεωροῦντος τὰ κινήματα τῶν βρεφῶν δια‐ στρέφεται τὰ κῶλα τῶν πλείστων· ὅλον γὰρ τὸ βάρος τοῦ σώματος
5ἐπίκειται τοῖς σκέλεσι, στερεὸν δὲ καὶ ἀπόκροτον τὸ ἔδαφος, ὡς ἂν κατὰ τὸ πλεῖστον λίθοις ἐστρωμένον. ὅταν οὖν ἀντίτυπον μὲν ᾖ, καθ’ οὗ βαίνει, βαρὺ δὲ τὸ ἐπικείμενον, τρυφερὸν δὲ τὸ βαστάζον, κατ’ ἀνάγκην τὰ κῶλα ὑπενδίδωσιν μήπω τῶν ὀστέων τετονωμένων.

2

.

45

.

1

ἔνθεν, ὅταν καθίζειν πρῶτον ἄρξηται, περιβολαῖς ἱμα‐ τίων αὐτὸ στεκτέον ἢ παραθέσει τῶν ἀνακρατεῖν αὐτὸ δυναμένων διερει‐ στέον, καὶ οὐ μέχρι πολλοῦ τὸ πρῶτον· προκόπτον δὲ μᾶλλον ἕως τοῦ ἕρπειν καὶ πρὸς μικρὸν ἐξανίστασθαι παρὰ τοῖχον αὐτὸ διαστήσαντα
5καταλιπεῖν, κατὰ πρόβασιν δὲ καὶ πρὸς δίφρον ὑπότροχον. οὕτως ἐκ τῆς κατὰ βραχὺ συναυξήσεως μελετήσει τὴν ἐπίβασιν. καὶ ταῦτα μὲν περὶ κινήσεως, ἑξῆς δὲ καὶ περὶ τροφῆς ὑποδεικτέον.
7

2

.

46

t

Πότε καὶ πῶς ἀπογαλακτιστέον τὸ βρέφος.

2

.

46

.

1

Μέχρις ἂν οὖν παγῇ τὸ νήπιον, μόνῳ διατρεφέσθω γάλακτι· στενῶν γὰρ ἔτι τῶν ἀραιωμάτων ὑπαρ|χόντων ἐπισφαλὲς ἐπὶ τὴν στερεωτέραν προέρχεσθαι τροφήν, βραδυποροῦσαν μὲν πρὸς τὰς
ἀναδόσεις διὰ τὴν στενότητα τῶν πόρων, θλίβουσαν δὲ πᾶν τὸ δοκοῦν85

2

.

46

.

2

αὐτὴν ὑποδέχεσθαι. διὸ καὶ [αἱ] προπετεῖς μὲν αἱ μετὰ τὴν τεσσαρα‐ κοστὴν ἡμέραν ἤδη πειρώμεναι διδόναι τὴν σιτώδη τροφήν (ὅπερ μά‐ λιστα ποιοῦσιν 〈αἱ τῷ〉 ἐξαντλεῖν τὸ γάλα βαρυνόμεναι), φαῦλον δὲ καὶ τὸ ἐκ τῶν ἐναντίων ἤδη τοῦ σώματος ἐστερεωμένου μὴ μεταβαίνειν
5ἐπὶ τροφὴν ἄλλην, οὐ μόνον ὅτι πλαδαρὸν γίνεται τὸ σῶμα καὶ διὰ τοῦτο εὐπαθὲς τὸ ἐκ τοῦ γάλακτος τρεφόμενον ἐπὶ πλέον, ἀλλὰ καὶ

2

.

46

.

3

ὅτι νόσου γινομένης εὐχερῶς ἀποξύνεται τὸ γάλα. παρ’ ἣν αἰτίαν πεπηγότος ἤδη τοῦ σώματος καὶ δεκτικοῦ στερεωτέρας γινομένου τρο‐ φῆς, ὅπερ οὐκ ἂν ἔμπροσθεν εὐτυχηθείη τῶν ἓξ μηνῶν, καὶ τῇ σιτώ‐ δει τροφῇ ψωμίζειν τὸ νήπιον ἁρμόζει, ψιχίοις τρυφεροῖς ἐξ ὑδρο‐
5μέλιτος ἢ γάλακτος ἢ γλυκέος ἢ οἰνομέλιτος. μετὰ ταῦτα δὲ δοτέον καὶ ῥόφημα τὸ ἀπὸ τοῦ χόνδρου καὶ πόλτον δίυγρον καὶ ᾠὸν ῥοφη‐

2

.

46

.

4

τόν. μεταξὺ δὲ τῆς τροφῆς φυλακτέον διδόναι τὸ γάλα πιεῖν· δυσ‐ διοίκητος γὰρ ἡ τροφὴ γίνεται τῷ ἐπινήχεσθαι τῇ ὑγρότητι τοῦ γά‐ λακτος, καὶ τὸ δίψος οὐ παρηγορεῖται. διὸ κἂν ἔκδιψόν ποτε γένηται μετὰ τὴν τροφὴν τὸ βρέφος, ὕδωρ ἢ ὑδαρὲς οἰνάριον δοτέον αὐτῷ
5διὰ τῶν πεφιλοτεχνημένων θηλῶν, ἀβλαβῶς γὰρ ἐκ τούτων κατ’ ὀλί‐

2

.

46

.

5

γον ὡς ἐκ τῶν μαστῶν τὸ ὑγρὸν ἕλκει. ποτὲ μέντοι καὶ ἀρτίδιον ἁπαλὸν ἐκ κραματίου προσφέρειν ἔστιν, οἱ γὰρ διὰ τῆς μασήσεως τῆς τροφοῦ ψωμισμοὶ διὰ τὴν συμπλοκὴν τοῦ φλέγματος βλαβεροί. τῶν ἄρτων δὲ καὶ τὸν μηκωνίαν | καὶ τὸν σησαμοῦν καὶ πᾶν τὸ ἀρτυμα‐
5τῶδες ἀποδοκιμαστέον, ἕκαστον γὰρ τούτων καὶ ἐπὶ τελείων δυσ‐ κατέργαστον.

2

.

47

.

1

εὐχερῶς δὲ ἤδη τοῦ βρέφους λαμβάνοντος τὴν σιτώδη τροφὴν καὶ τῆς τῶν ὀδόντων ἀναφυήσεως ὑπισχνουμένης καὶ τὴν τῶν στερεμνιωτέρων διαίρεσίν τε καὶ λείωσιν (ὅπερ ὡς ἐπὶ τὸ πλεῖστον περὶ τὴν τρίτην ἢ τετάρτην ἑξάμηνον γίνεται) λεληθότως καὶ κατ’
5ὀλίγον ἀποσυνεθίζειν αὐτὸ τοῦ μαστοῦ καὶ ἀπογαλακτίζειν τῷ προστι‐ θέναι μὲν ἀεὶ τῷ πλήθει τῆς ἄλλης τροφῆς, ὑποσπᾶν δὲ τῆς ποσότη‐

2

.

47

.

2

τος τοῦ γάλακτος. οὕτω γὰρ ἂν μᾶλλον τὸ βρέφος ἀποσυνεθισθή‐ σεται ἀλύπως κατὰ βραχὺ τῆς πρώτης ἀποχωροῦν συνηθείας, ἅμα δὲ
ἀπεριέργως σβεσθήσεται τὸ γάλα τῆς τιτθευούσης τὸ νήπιον τῇ κατὰ μικρὸν ὑφαιρέσει τῆς ἐκμυζήσεως. τὸ γὰρ πικροῖς τισι καὶ δυσώδεσι86
5περιχρίειν τὰς θηλὰς καὶ ἀθρόως ἀπογαλακτίζειν αὐτὸ βλαβερὸν διὰ τὸ τὸν ἐν τῇ ἀθρόᾳ μεταβολῇ ξενισμὸν ἐμποιεῖν καὶ διὰ τὸ κακού‐ μενον ὑπὸ τῶν φαρμάκων τὸν στόμαχόν ποτε πάσχειν.

2

.

48

.

1

ἄριστος δὲ καιρὸς ἀπογαλακτισμοῦ τὸ ἔαρ, ὑγιεινό‐ τερον 〈ὂν〉 δι’ εὐκρασίαν τοῦ περιέχοντος. φαῦλος γὰρ ὁ κατὰ φθινό‐ πωρον· τότε γὰρ διὰ τὴν ἀνωμαλίαν τοῦ περιέχοντος ἐπινόσως δια‐ κειμένου τοῦ παντὸς σώματος φυλάσσεσθαι [δὲ] δεῖ τὰς τῶν ἐθῶν

2

.

48

.

2

μεταβολάς, ἐχούσας τι δυσάρεστον ἐκ τῆς ξενοπαθείας. οὐ προσεκτέον δὲ Μνησιθέῳ τε καὶ Ἀριστάνακτι βράδιον ἀξιοῦσιν ἀπογαλακτί‐ ζειν ἓξ μησὶ τὸ θῆλυ διὰ τὸ ἀσθενέστερον ὑπάρχειν· οὐχ ὁρῶσιν γάρ, ὅτι πολλῶν | ἀρρένων ἔνια θηλυκὰ βρέφη καὶ ἰσχυρότερα καὶ σαρκω‐

2

.

48

.

3

δέστερα. δεῖ δὲ μηδενὸς τὸ νήπιον ἀποξενοῦν μήτε οἰνοποσίας μήτε ὑδροποσίας μήτε ψυχροποσίας μήτε θερμοποσίας μήτε ἀλείμματος, καλὸν γὰρ εὐθὺς ἐξ ἀρχῆς ἔθος πρὸς τὰ ὠφέλιμα ποιεῖν. τοῦ δὲ τιτθεύειν

2

.

48

.

4

μὴ πρότερον ἀφίστασθαι, πρὶν ἢ γενέσθαι τὴν ὀδοντοφυΐαν. εἰ δὲ κάτογκον εἴη τῷ σώματι τὸ βρέφος καὶ δύσπνουν, δεήσει τὸ πλῆθος τῆς σαρκὸς συνέργειν διὰ τοῦ τὴν μὲν τροφὸν ὀλιγοτρόφοις καὶ ἥττοσι τροφαῖς χρῆσθαι καὶ ὑδροποτῆσαι, τῷ δὲ βρέφει μὴ πολλάκις τὸ γάλα

2

.

48

.

5

παρέχειν καὶ κινήσεσι χρῆσθαι τοῖς διὰ τῶν χειραμαξίων. κἂν φύσει δὲ βορὸν ᾖ τὸ νήπιον καὶ πλείονος ὀρεγόμενον τροφῆς ἧς δύνα‐ ται κρατεῖν, ἀποπερισπᾶν τὴν διάνοιαν αὐτοῦ ψυχαγωγίαις τισὶν καὶ παιγνίαις 〈καὶ〉 τὸ ψώμισμα διαιρεῖν καὶ ξηρὸν ἀρτίδιον αὐτῷ δι‐

2

.

48

.

6

δόναι καὶ τὸ γάλα ποιεῖν ὀλιγοτροφώτερον· τοὐναντίον δὲ πλείονος τροφῆς κρατεῖν δυνάμενον, ἥττονος δὲ ὀρεγόμενον τῇ ποικιλίᾳ δελεά‐ ζειν τῶν προσφερομένων, κινεῖ γὰρ τὴν ὄρεξιν ἡ καινότης τῶν παρα‐

2

.

48

.

7

τεθέντων. εἰ δὲ ἀπογαλακτισθὲν νόσῳ περιπέσοι, πάλιν αὐτὸ δεῖ μετάγειν ἐπὶ τὸ γάλα, καὶ μετὰ τὸ παύσασθαι τὴν νόσον καὶ ἀναλαβεῖν τὸ σωμάτιον, οὕτως ἀπογαλακτίζειν.
3

2

.

49

t

Περὶ ὀδοντοφυΐας.

2

.

49

.

1

Περὶ δὲ τὸν ἕβδομον μῆνα γινομένης τῆς ὀδοντο‐
φυΐας, ὑφ’ ἧς φλεγμοναὶ γίνονται τῶν οὔλων καὶ σιαγόνων τε καὶ τενόντων, ἔμπροσθεν μὲν προφυλακῆς χάριν οὐδὲν | δεῖ τῷ νηπίῳ διδό‐ ναι τῶν μασήσεως δεομένων, περιθλώμενα γὰρ τὰ οὖλα διαγανακτεῖ καὶ87

2

.

49

.

2

δυσδιαίρετα γίνεται τυλωθέντα. πᾶν δὲ τοὐναντίον ἀπὸ τοῦ πέμπτου μηνὸς λελιπασμένῳ τῷ δακτύλῳ συνεχῶς παρὰ τὸ λουτρὸν τὸ οὖλον ψηλαφᾶν καὶ μαλάσσειν ὀρνιθείῳ στέατι· καὶ ὁ λάγειος δὲ ἐγκέφαλος οὕτως τῷ τῆς ἀντιπαθείας λόγῳ ποιεῖ. [τόδε πρὸς ἀνιῶντα οὖλα]
5δεῖ δὲ καὶ λίπασμά τι προδιδόναι τῷ βρέφει ταῖς χερσὶν κατέχειν μεῖζον ἢ 〈ὡσ〉 καταπίνειν δύνασθαι πρὸς τὸ καὶ ἀποθηλάζειν τοῦ νοτισμοῦ καὶ μὴ ἀπρεπῶς τὰ οὖλα διαμαλάσσειν παρὰ τὴν τῆς πιμελῆς

2

.

49

.

3

μαλακότητα. κατὰ δὲ τὴν ὀδοντίασιν αὐτὴν καὶ μάλιστα τῶν ὀδόντων παρακυψάντων ἤδη τοῦτο μὲν οὐκέτι δεῖ ποιεῖν· πρὸς γὰρ τῷ ἐπι‐ πόνῳ διαστραφήσεται τὰ φατνία σπαδονίζοντος τοῦ παιδίου περὶ τοῖς

2

.

49

.

4

ὀδοῦσιν κατὰ τὸν ἐφελκυσμὸν τὰς τῆς πιμελῆς κτηδόνας. παραιτεῖσθαι δὲ δεῖ καὶ τὸ βούτυρον καὶ τὰ δριμέα τῶν διαχρισμάτων (ἐρεθίζεται γὰρ δακνόμενα τὰ φλεγμαίνοντα), παραπέμπειν δὲ ὡς ἐπιβλαβῆ καὶ

2

.

49

.

5

τὴν διὰ τοῦ σμιλίου διαίρεσιν. χρῆσθαι δὲ τρυφερῶν ἐρίων καὶ καθα‐ ρῶν ἐπιβολῇ τραχήλου καὶ κεφαλῆς καὶ σιαγόνων ἐπιβροχῇ τε τῶν αὐτῶν δι’ ἐλαίου γλυκέως καὶ θερμοῦ παρενσταζομένου καὶ τοῖς ἀκουστικοῖς πόροις, ἐπιμενούσης δὲ τῆς φλεγμονῆς καὶ καταπλάσμασι
5τοῖς διὰ γύρεως ἢ τήλεως ἢ λινοσπέρμου πυρίᾳ τε τῇ διὰ σπόγγων, καὶ μάλιστα τῶν οὔλων, ἔτι δὲ καὶ μέλιτι συμμέτρως ἀπέφθῳ ταῦτα

2

.

49

.

6

διαχρίειν. καὶ τὸ λουτρόν, ἐὰν μείζων | ἡ συμπάθεια τυγχάνῃ, παραι‐ τεῖσθαι δεῖ καὶ τὴν τροφὸν ἐπ’ ὀλιγοποσίας καὶ ὑδροποσίας τηρεῖν ῥοφηματώδη τροφὴν λαμβάνουσαν κἀν τῷ διδόναι τὸν μαστὸν ἠρέμα τῇ χειρὶ τὸ γάλα παραναθλίβουσαν, ὡς 〈μὴ〉 διὰ τὴν ἐκμύζησιν τὸ
5νήπιον κακοπαθοῦν σφοδροτέραν ὑπομένειν τὴν φλεγμονήν.
5

2

.

50

t

Περὶ φλεγμονῆς παρισθμίων.

2

.

50

.

1

Φλεγμηνάντων δὲ τῶν παρισθμίων ἡμεῖς μὲν τοῖς αὐτοῖς χρώμεθα παρενστάζοντες μελίκρατον καὶ πτισάνης χυλόν· αἱ
τροφοὶ δὲ κυμίνῳ πεφρυγμένῳ δι’ ὕδατος καταπλάσσουσι τὸν ἀν‐ θερεῶνα, τὰ δὲ παρίσθμια παρατρίβουσιν ἅλατι καὶ παλαιῷ ἐλαίῳ, καὶ88
5διὰ μιᾶς χειρὸς ἑκατέρων ἐπιλαμβανόμεναι τῶν σκελῶν ἐπὶ κεφαλὴν σχηματίζουσι τὸ βρέφος μεταξὺ θύρας καὶ τῷ βρέγματι προσάπτονται τοῦ

2

.

50

.

2

τῆς στέγης 〈ὑπὸ〉 ποσὶν ὀδοῦ, καὶ τοῦτο ποιοῦσιν ἑπτάκις. ὅπερ σχῆμα συμπληρωτικὸν τοῦ κεφαλίου, διὰ τοῦτο δὲ καὶ τῶν παρισθμίων· ἡ δὲ παράτριψις καθ’ ἑαυτὴν μὲν παροξυντικὴ τῆς φλεγμονῆς, διὰ δὲ τὴν δριμύτητα τῶν ἁλῶν καὶ μᾶλλον· τὸ 〈δὲ〉 κύμινον καὶ 〈διὰ τὴν〉
5πληκτικὴν ἀποφορὰν τῆς κεφαλῆς ἐστι συμπληρωτικόν.
5

2

.

51

t

Περὶ ἄφθης.

2

.

51

.

1

Ἄφθης δὲ γενομένης (ἥτις ἕλκος μέν ἐστιν ἐπιπόλαιον ἐν τῇ εὐρυχωρίᾳ τοῦ στόματος νεμόμενον) μικρᾶς μὲν ἐσχάρας οὔσης μέλιτι δεῖ τὸ στόμα διαχρίειν, μείζονος δὲ μετὰ ξηρασίας μὲν καὶ φλεγμονῆς καταπλάσσειν τοῖς | χαλᾶν δυναμένοις, μετὰ καθυγρασμοῦ

2

.

51

.

2

δὲ τοῖς στύφειν ὑπισχνουμένοις, οἷον διὰ φακοῦ καὶ σιδίων. κατὰ δὲ τοῦ ἕλκους ἔνδοθεν χρῆσθαι τῇ ἀνθηρᾷ ἢ λείῳ τῷ ἄνθει τῶν ῥόδων ἢ κυπέρῳ ἢ μυρίκης καρπῷ, ποσῶς δὲ τῆς ὑγρασίας κρατηθείσης τῇ διὰ μόρων στοματικῇ καὶ τῇ διὰ κωδυῶν καὶ τῇ δι’ ἀρνογλώσσου
5μετὰ μέλιτος ἤ τινι ἄλλῳ τῶν στυπτικῶν χυλῶν ἑψηθέντι μετὰ μέλι‐

2

.

51

.

3

τος. βοηθεῖ καὶ ἶρις μετὰ μέλιτος, καὶ εἰ ξηρὰν ἐμφυσᾶν ἐθέλεις, καὶ ῥόδων φύλλα κεκομμένα, καὶ τὸ ἄνθος τῶν ῥόδων καὶ κρόκος καὶ ὀλίγον σμύρνης καὶ ἡ κηκὶς καὶ ὁ λιβανωτὸς καὶ ὁ φλοιὸς τοῦ λιβάνου, ὁμοῦ τε καὶ ἰδίᾳ ἕκαστον, μέλιτι δευόμενα, ἐπὶ τούτοις

2

.

51

.

4

μελίκρατόν τε καὶ ῥόας γλυκείας ὁ χυλός. τὸ δὲ θριξὶν περιειλεῖν τὸν δάκτυλον καὶ ἀποβάπτειν εἰς ἔλαιον ἢ μέλι καὶ ἀποσμήχειν τὰ ἕλκη, καθάπερ αἱ τροφοὶ πράττουσιν, καὶ μάλιστα τούτων αἱ Σύραι, παραιτητέον, ἀποσπωμένων γὰρ τῶν ἐσχαρῶν ἐνυβριζόμενα τὰ ἕλκη
5παροξύνονται.89

2

.

52

t

Περὶ ἐξανθημάτων καὶ ὀδαξησμῶν.

2

.

52

.

1

Πρὸς δὲ τοὺς ὀδαξησμοὺς τοῦ σώματος πυρία χρησι‐ μεύει καὶ ἄφθονον ἄλειμμα τὸ δι’ ἐλαίου ἀπέφθου, συντακέντος ὀλίγου κηροῦ χάριν τοῦ παχύτερον γενόμενον τὸ ἔλαιον τοῖς σώμασιν ἐπι‐

2

.

52

.

2

μένειν ἕως πλείονος. πρὸς δὲ τὰ ἐξανθήματα καὶ τὰς φλυκταίνας καὶ τὰ κάθυγρα τῶν κατὰ τῆς ἐπιφανείας ἀποτελουμένων ἑλκῶν τὴν ἅλμην καὶ τὸ | οὖρον διὰ τὴν δριμύτητα παραπέμπομεν * * ἀσμένως δὲ δέχεσθαι. ὅταν οὖν ἀπανθήσῃ καλῶς, τηνικαῦτα ἤδη θεραπεύειν. θερμῷ
5〈δὲ〉 λούομεν ἀφεψήματι ῥόδων ἢ φακοῦ, κἂν πλείονος στύψεως χρῄ‐

2

.

52

.

3

ζωμεν, μυρσίνης ἢ σχίνου ἢ βάτου ἢ σιδίων. τὰ δὲ μᾶλλον ἡλκωμένα καταπλάσσομεν ἀρνογλώσσῳ μετ’ ἄρτου ἢ σέριδι ἢ πάλῃ ἀλφίτων μετὰ ἀνδράχνης ἢ ἀειζῴου ἢ κοτυληδόνος ἢ ῥόδοις ξηροῖς ἢ χλωροῖς ἑψημένοις μετὰ μελιλώτου ἢ φοίνιξι καταχρίομέν τε τοῖς διὰ λιθαρ‐
5γύρου καὶ ψιμυθίου καὶ στυπτηρίας καὶ ὄξους καὶ μυρσίνου ἢ ῥοδίνου ἢ σχινίνου.

2

.

53

.

1

παυσαμένου δὲ τοῦ ῥευματισμοῦ καὶ τῆς πολλῆς ἀπο‐ κρίσεως τῶν ἰχώρων 〈εἰ〉 τὰ ἕλκη φαίνοιτο φλεγμαίνοντα, δι’ ὑδρε‐ λαίου θερμοῦ λούομεν 〈ἢ〉 ἀφεψήματος λινοσπέρμου ἢ τήλεως ἢ τῶν ῥιζῶν τῆς ἀγρίας μολόχης, τὰ δὲ ἕλκη περιχρίομεν τῷ λευκῷ τῶν

2

.

53

.

2

ᾠῶν ἀνακοπέντι καὶ ὑγρᾷ συμπλακέντι κηρωτῇ. μετὰ δὲ τὴν ὑπέκλυσιν τῆς φλεγμονῆς ἐὰν ῥυπαρία τις ὑπομένῃ, διὰ μέλιτος μετρίως ἀφεψη‐ θέντος, ἵνα τὸ δριμὺ καὶ τὸ δηκτικὸν ἀποβάλῃ, προσαποκαθαίρομεν

2

.

53

.

3

αὐτήν, ἢ φακῷ μετὰ μέλιτος (ἁρμόζει δὲ τὸν φακὸν περιεπτισμένον ἕψειν, ἵνα στυπτικὸν τὸ πίτυρον ὑπάρχον ἀποβάλῃ). καθαρῶν δὲ γενο‐ μένων τῶν ἑλκῶν διὰ λιθαργύρου λείου ἢ ψιμυθίου ἢ τῇ διὰ χυλῶν ἀνειμένῃ ποσῶς ἀναπληροῦμεν τὰ ἐπίκοιλα. μετὰ δὲ τὴν ἐξίσωσιν ἀπου‐
5λώσεως χάριν τὴν διὰ λαδάνου παραλαμβάνομεν ἢ τὴν δι’ ᾠῶν ἢ τὴν διὰ κριθῶν ἢ τὴν διὰ καδμίας ῥοδίνῳ προσενηλειμμένην. καὶ ῥύπτειν
δεῖ που τοῖς νίτροις μαλακώτερον, οὐ γὰρ οἴσει τὰ ἰσχυρότερα. |90

2

.

53

.

4

κάλλιστον δὲ καὶ τὴν τιτθὴν διαιτᾶσθαι 〈τῷ〉 γλυκυτέρῳ τρόπῳ, κάλ‐ λιστον δὲ καὶ τὸ παιδίον αὐτὸ διαιτῆσαι μήτε ἐμπιπλῶντας μήτ’ αὖ σφόδρα ἐνδεῶς. ἐὰν δὲ ἐφίστηται ἡ κοιλία τοῦ παιδίου, τότε μέλιτος ἐγχέοντας ἕψειν ὡς βαλάνιον, ἐὰν δὲ μηδὲ οὕτως ὑπακούῃ, τῆς τερε‐
5βινθίνης παρεμβάλλειν ὅσον ἐρέβινθον· παρυγραινομένης δὲ τῆς κοιλίας κέγχρον μάλιστα προσφέρειν.
6

2

.

54

t

Περὶ ῥωχμοῦ τε καὶ βηχός.

2

.

54

.

1

Ῥώχοντος δὲ τοῦ νηπίου διὰ τὸ πολὺ φλέγμα συλ‐ λέγειν ἔνιοι μὲν τὰ διὰ καρδαμώμου καὶ κυμίνου καὶ κνίδης σπέρ‐ ματος καὶ πεπέρεως ἐκλείγματα παραλαμβάνουσιν. ἡμεῖς δὲ ταῦτα διὰ τὴν δριμύτητα παραπέμψαντες, ὅτι δάκνοντα ῥευματίζει καὶ πλεί‐
5ονος γίνεται αἴτια φλεγμονῆς, μελίκρατον συνεχῶς ἐνστάζομεν, κἂν καταπίνῃ τὸ φλέγμα μήπω δυνάμενον πτύειν, παραθλίβομεν τὴν γλῶσ‐ σαν αὐτοῦ, καὶ οὕτως ἐμέτου γινομένου τὸ καταποθὲν εὐχερῶς ἐκκρί‐

2

.

54

.

2

νεται. βήσσοντος δὲ τοῦ βρέφους τοῖς διὰ στροβιλίων καὶ ἀμυγδάλων φρυκτῶν καὶ λινοσπέρμου καὶ γλυκυρρίζης χυλοῦ καὶ πιτυΐδων καὶ τραγακάνθης καὶ μέλιτος σκευαζομένοις ἐκλείγμασιν χρώμεθα παραιτού‐ μενοι καὶ νῦν τὰ δριμέα (προσερεθίζεται γὰρ ἡ βὴξ ἀκμὴν πρόσφατος
5ὑπάρχουσα)· παραιτούμεθα δὲ καὶ τὸ λουτρόν. |
5

2

.

55

t

Περὶ σειριάσεως.

2

.

55

.

1

Σειριάσεως δὲ γενομένης, ἥτις, ὡς μὲν Δημήτριος [φησὶ] ἐν Σημειωτικῷ παραδίδωσιν, οὐδὲν ἄλλο πλὴν καυσώ‐ δης ἐστὶν πυρετός, ὡς δὲ ἔνιοί φασι, φλεγμονὴ τῶν περὶ τὸν ἐγκέ‐ φαλον καὶ τὰς μήνιγγας μερῶν, ὥστε κοιλότητα τοῦ βρέγματος καὶ
5τῶν ὀφθαλμῶν παρακολουθεῖν μετ’ ὠχριάσεως καὶ ξηρασίας τοῦ σώ‐ ματος καὶ ἀνορεξίας, ὡς πρὸς φλεγμονὴν πάντα δεῖ ποιεῖν. ‘σειρίασιν‘ δὲ τὸ πάθος 〈καλεῖσθαί φασιν〉 οἱ μὲν ἀπὸ τοῦ ἄστρου διὰ τὴν πύρωσιν, οἱ δὲ ἀπὸ τῆς τοῦ βρέγματος κοιλότητος, ὅτι ‘σειρὸσ‘ παρὰ τοῖς γεωργοῖς λέγεται σῶμα κοῖλον, εἰς ὃ τὰ σπέρματα βάλλοντες91

2

.

55

.

2

φυλάττουσιν. ὠφελεῖ δὲ καὶ αὐτοὺς τοῦ ᾠοῦ τὸ ἐρυθρὸν ἀνεθὲν διὰ ῥοδίνου καὶ πτύγματος τρόπον τιθέμενον κατὰ τοῦ βρέγματος καὶ συνεχῶς ἀλλασσόμενον, ἢ ἐπὶ τοῦ αὐτοῦ βρέγματος τιθέναι ἡλιοτροπίου φύλλον, κολοκύνθης ξέσματα, σικύου πέπονος τὸ περικείμενον τῇ σαρκὶ
5δέρμα ἢ στρύχνου κηπαίου τὸν χυλὸν μετὰ ῥοδίνου.
5

2

.

56

t

Περὶ ῥευματισμοῦ κοιλίας.

2

.

56

.

1

Ῥευματιζομένου δὲ τοῦ βρέφους τὴν κοιλίαν τὸ μὲν λουτρὸν καὶ τὴν αἰώραν παραιτούμεθα, χρώμεθα δὲ τοῖς στυπτικοῖς τῶν ἐπιθεμάτων καὶ δι’ ὠτικοῦ κλυστηριδίου κύαθον ἐνίεμεν χυλοῦ 〈ἢ〉 ἀρνογλώσσου ἤ τινος τῶν ὁμογενῶν | τὸ σύνολον, ἃ καὶ ἐπὶ τῶν

2

.

56

.

2

τελείων πασχόντων ἐγκρίνομεν, ἕως ἡ δύναμις ἐπιτρέπει. μαστὸν δὲ λαμβάνοντος αὐτοῦ τὴν τροφὸν διαιτῶμεν τῷ περὶ τὸ βρέφος πάθει καταλλήλως ἀλουτεῖν κελεύοντες καὶ ὑδροποτεῖν καὶ τροφὰς λαμβάνειν σταλτικάς· συναναφέρεται γὰρ αὐτῶν ἡ ποιότης, ὥστε τὸ νήπιον εἰς

2

.

56

.

3

συναίσθησιν αὐτῆς μᾶλλον ἔρχεσθαι. καθὼς γὰρ αἱ σύες αἴρας φαγοῦσαι σκοτοῦσι τοὺς ὑπ’ αὐτῶν τρεφομένους γαλαθηνοὺς αὐταὶ μὴ σκοτού‐ μεναι καὶ ὡς τῶν αἰγῶν σκαμωνίαν νεμηθεισῶν οἱ ὑπ’ αὐτῶν τρεφό‐ μενοι ἔριφοι καθαίρονται τὴν κοιλίαν καίτοι τῶν αἰγῶν μὴ ῥευμα‐
5τισθεισῶν, οὕτω διὰ τὴν προσφορὰν τῶν σταλτικῶν σιτίων ἧττον μὲν
ἡ τροφὸς ἀντιλαμβάνεται τῆς σφίγξεως, μᾶλλον δὲ τὸ βρέφος τῷ ἐξ αὐτῆς γάλακτι τρεφόμενον. διὸ καὶ τοὐναντίον 〈ἐὰν〉 ἀδιαχώρητον μένῃ μέχρι πλείονος, τῇ τροφῷ δίδομεν τὰ μαλάσσοντα τὴν κοιλίαν.92

2

.

57

.

1

καίτοι γὰρ καὶ καθολικῶς ἕως τῷ γάλακτι τρέφεται τὸ βρέφος, καταλλήλως τῇ νόσῳ τοῦ νηπίου τὴν τροφὸν διαιτῶμεν, τοῖς δὲ ἐπιθέμασιν ἢ καταπλάσμασιν ἢ καταβροχαῖς ἐπὶ τοῦ νηπίου χρώ‐ μεθα καταλλήλως. ἐπὶ δὲ τοῦ ἀπογαλακτισθέντος σιτίον αὐτῷ κατάλ‐
5ληλον τῷ πάθει συντάσσομεν, ἅπερ ἐκ τῶν θεραπευτικῶν ῥηθησομένων ἔστι μετενεγκεῖν.

2

.

57

.

2

τὸ δὲ πόσων ἐτῶν αὐτὸ γενόμενον παιδαγωγῷ παραδοτέον καὶ ποταπῷ τούτῳ καὶ ἣν συνήθειαν αὐτῷ κατασκευαστέον πρὸς τοὺς γονεῖς, ὅτε μὴ τρέφεται παρ’ αὐτοῖς, καὶ πᾶν τὸ ἐμφερῶς ζητού‐ μενον τούτοις οὐ κατ’ ἰατρικάς ἐστιν ὑποθήκας, φιλοσοφωτέραν δὲ
5τὴν διάταξιν ἔσχηκεν, ὥστε | παρὰ τρόπον ἄλλοις ἐπιτρέψαντες φιλο‐

2

.

57

.

3

σοφεῖν αὐτοῖς τὸν περὶ παιδοτροφίας λόγον ἐνθάδε τελειοῦμεν. συν‐ απηρτικότες δὲ αὐτῷ πάντα τὸν περὶ τῶν κατὰ φύσιν λόγον ἀναγκαίως ἐπάνιμεν ἐπὶ τὸ πλειστοδυναμοῦν τῶν λεγομένων περὶ τῶν παρὰ φύσιν συνιστανομένων περὶ τὰς γυναῖκας. καὶ ἵνα καθαρὸν γένηται τὸ ἰδίωμα
5τῆς πραγματείας, περὶ αὐτοῦ πρῶτον ἐξετάσομεν τοῦ κατὰ τὸ σημαι‐
νόμενον, εἰ ἴδια πάθη γίνεται γυναικῶν.93

3

t

1

〈ΣΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Γ〉

3

.

1

t

Εἰ ἔστιν ἴδια πάθη γυναικῶν.

3

.

1

.

1

Ἡ σκέψις προτείνεται καὶ οὕτως, εἰ ἔστιν ἴδια πάθη θηλειῶν, παρ’ ὅσον ἐστὶν εἶδος μὲν ἡ γυνή, γένος δὲ τὸ θῆλυ. τὸ δὲ ‘ἴδιον‘ λέγεται μὲν πολλαχῶς, πρὸς δὲ τὰ παρόντα διχῶς· τό τε μὴ ἑτέρου (καθ’ ὃ σημαινόμενον ἐσθῆτά τις ἰδίαν εἶναί φησιν ὡς ἰδιόκτητον) καὶ
5τὸ μὴ ἀλλότριον (καθ’ ὃ σημαινόμενον ἑκάτερος τῶν ἀδιαιρέτων ἀδελ‐ φῶν ἴδιον λέγει τὸ χωρίον ἢ τὸ ἀνδράποδον καίτοι καὶ τοῦ ἑτέρου πάντως ὑπάρχοντα). περὶ τοῦ προτέρου δὲ τῶν σημαινομένων ἔστιν

3

.

1

.

2

ἡ σκέψις. ‘πάθοσ‘ δὲ λέγεται τὸ μὲν κατὰ φύσιν (οἷον τὸ συλλαμβάνειν καὶ ἀποτίκτειν καὶ γάλα ποιεῖν), τὸ δὲ παρὰ φύσιν (οἷον πυρέττειν) καὶ τοῦ παρὰ φύσιν τὸ μὲν ὡς καθόλου καὶ γενικόν (οἷον τὸ στεγνόν), τὸ δὲ μερικὸν καὶ ὑποβεβηκός (οἷον τὸ φρενιτικὸν ἢ ληθαργικόν).
5ἐνέστηκεν δὲ μάλιστα ὁ λόγος 〈περὶ〉 τοῦ παρὰ φύσιν καθ’ ὅλου τε καὶ κατὰ μέρος.

3

.

2

.

1

ἡ δὲ ζήτησις εὔχρηστος ἕνεκα τοῦ μαθεῖν, εἰ καὶ ἰδίας τινὸς θεραπείας χρῄζουσιν αἱ γυναῖκες. καὶ γεγένηται δὲ διαφωνία· τινὲς μὲν γὰρ ὑπολαμβάνουσιν ἴδια πάθη γίγνεσθαι γυναικῶν, καθάπερ οἱ ἀπὸ τῆς ἐμπειρίας καὶ διοκλῆς ἐν τῷ πρώτῳ τῶν
5Γυναικείων καὶ τῶν Ἐρασιστρατείων Ἀθηνίων * καὶ Μιλ‐ τιάδης, τῶν Ἀσκληπιαδείων δὲ Λού|κιος ἐν τῷ τρίτῳ τῶν
Χρονίων καὶ Δημήτριος ὁ Ἀπαμεύς, τινὲς δὲ μὴ γίνεσθαι, καθάπερ κατὰ τοὺς πλείστους Ἐρασίστρατος καὶ Ἡρόφιλος, ὡς παρασεσημείωται, καὶ Ἀπολλώνιος ὁ Μῦς ἐν τῷ πρώτῳ καὶ94
10τρίτῳ 〈τῶν Περὶ〉 τῆς αἱρέσεως καὶ Ἀσκληπιάδης κατὰ τοὺς πλείστους καὶ ὁ Φιλαλήθης Ἀλέξανδρος Θεμίσων τε καὶ Θεσ‐ σαλὸς καὶ οἱ ἀπ’ αὐτῶν.

3

.

3

.

1

εἰς μέντοι τὴν συνηγορίαν τοῦ ἴδια πάθη γίνεσθαι γυναικῶν τοιαῦτά τινα φέρεται. γυναικείους τινὰς λέγομεν ἰατρούς, ὅτι τὰ γυναικῶν θεραπεύουσι πάθη, καὶ μαίας ἐν ταῖς νόσοις ὁ βίος εἴωθεν παρακαλεῖν, ὅταν αἱ γυναῖκες ἴδιόν τι πάσχωσιν καὶ ὃ μὴ κοινόν ἐστιν

3

.

3

.

2

πρὸς τοὺς ἄνδρας· φύσει τε τὸ θῆλυ τοῦ ἄρρενος διαφέρει μέχρι τοῦ καὶ Ἀριστοτέλην καὶ Ζήνωνα τὸν Ἐπικούρειον εἰπεῖν ἀτελὲς μὲν εἶναι τὸ θῆλυ, τέλειον δὲ εἶναι τὸ ἄρρεν· ὃ δὲ τῇ ὅλῃ φύσει διαφέρει, τοῦτο καὶ ἰδίαν ἐπεδέξατο πεῖσιν. ἔτι γε μὴν ἡ μήτρα μέρος
5ἴδιον γυναικῶν, καὶ τὰ ἐνεργήματα τῆς μήτρας ἐπὶ μόνων τούτων ἐστίν, οἷον κάθαρσις, σύλληψις, ἀπότεξις * * * * * * * * *

3

.

3

.

3

πάθη δὲ ἑπτὰ πρῶτα καὶ ἁπλᾶ· διόπερ οὐδὲν ἴδιον ὑποστήσεται πάθος

3

.

3

.

4

γυναικῶν. καὶ Ἡρόφιλος ἐν τῷ Μαιωτικῷ φησι τὴν ὑστέραν ἐκ τῶν αὐτῶν τοῖς ἄλλοις μέρεσι πεπλέχθαι καὶ ὑπὸ τῶν αὐτῶν δυνά‐ μεων διοικεῖσθαι καὶ τὰς αὐτὰς παρακειμένας ἔχειν ὕλας καὶ ὑπὸ τῶν αὐτῶν αἰτιῶν νοσοποιεῖσθαι (καθάπερ πλήθους, πάχους, διαφορᾶς | τῶν
5ὁμοίων)· οὐδὲν οὖν ἴδιον πάθος γυναικῶν πλὴν τοῦ κυῆσαι καὶ τοῦ τὸ κυηθὲν ἐκθρέψαι καὶ ἀποτεκεῖν καὶ τὸ γάλα πεπᾶναι καὶ τὰ ἐναντία

3

.

3

.

5

τούτοις. οἱ δὲ Ἀσκληπιάδειοι κατασκευάζοντες ὡς οὐδέν ἐστιν πάθος ἴδιον γυναικῶν φασιν, ὅτι τὸ θῆλυ τοῖς ἄρρεσιν ἐκ τῶν αὐτῶν συγκέκριται, στοιχείων ὥσπερ, τῶν ὄγκων καὶ ὑπὸ τῆς αὐτῆς αἰτίας νοσοποιεῖται (τοῦτ’ ἔστιν τῆς ἐνστάσεως, ταύτην γὰρ τῶν πλείστων
5παθῶν συνεκτικὴν εἶναί φασιν) καὶ δι〈ὰ τῶν〉 αὐτῶν θεραπεύεσθαι ποιουμένων τε καὶ προσφερομένων· οὐδὲν οὖν ἴδιον πάθος θηλειῶν,
κοινὴ γὰρ αὐτῶν καὶ ἡ φυσιολογία καὶ ἡ αἰτιολογία καὶ ἡ θεραπεία.95

3

.

3

.

6

Θεμίσων δὲ καὶ Θεσσαλὸς † ἐπὶ παρὰ τὰς ἐν τοῖς ἄλλοις μέρεσιν τοῦ σώματος * * διὰ τοῦτό φασι μὴ εἶναι ἴδιον πάθος γυναικῶν.

3

.

4

.

1

καὶ τούτοις μὲν συναινοῦμεν, ἐξαμαρτάνειν δὲ 〈λέγομεν〉 τοὺς ἄλλους ταῖς ἀποδείξεσι. φαμὲν γὰρ οὔτε τι τριπλεκὲς εἶναι ἡμῶν τὸ σῶμα καὶ διοικεῖσθαι μὲν ταῖς ὕλαις, αἰτίαν δὲ προκαταρκτικὴν μὲν πληθώραν εἶναι τοῦ αἵματος, συνεκτικὴν δὲ τὴν μετέρασίν τε καὶ
5σφήνωσιν· πάθη δὲ ἑπτὰ κατὰ γένος 〈ὑπάρχειν〉 οὐκ ἀληθές, ὡς

3

.

4

.

2

παρίσταμεν διὰ πολλῶν ἐν ἑτέροις. εἶτα παρὰ τὴν ποιὰν τῶν πρώτων συμπλοκὴν ἐνδέχεται μέρος ἐπὶ θηλειῶν γεγονέναι τι διάφο‐ ρον (καὶ γὰρ τὰ λοιπὰ | μέρη διαφέροντα κατὰ πολὺ διὰ τῆς ποιᾶς συγκρίσεως τῶν ἀγγείων ὁ Ἐρασίστρατός φησι γεγονέναι)· κἂν μὴ
5διαφέρῃ τῶν ἄλλων, ἐνδέχεται πάσχειν αὐτὸ διαφόρως, ὅτι καὶ τὸ

3

.

4

.

3

αὐτὸ μέρος ποτὲ μὲν στεγνοπαθεῖ, ποτὲ δὲ ῥευματίζεται. τὰ δὲ ὅμοια καὶ πρὸς Ἡρόφιλον λεκτέον καὶ πρὸς Ἀσκληπιάδην καταψευδό‐ μενον μὲν τῶν στοιχείων, καταψευδόμενον δὲ καὶ τῆς αἰτίας. εἶτα καὶ τὴν ἔνστασιν οὐ πάντων, ἀλλὰ τῶν πλείστων συνεκτικὴν εἶναί
5φησιν διὰ τὸ τὸν βούλιμον καὶ ὕδρωπα καὶ τὸν πρὸς τῇ ὑπεκλύσει πυρετὸν ὑπ’ ἄλλης αἰτίας συνέχεσθαι. δύναται τοίνυν ὅσον ἐφ’ ἑαυτῷ συστῆναί τι πάθος ἴδιον γυναικῶν οὐχ ὑπ’ ἐνστάσεως γινόμενον, ὡς ἐπὶ τῶν δυστοκιῶν.

3

.

5

.

1

κατὰ ψιλὴν μὲν οὖν τὴν ἀπόφασιν πάντες οὗτοι καλῶς ἠνέχθησαν, κατὰ δὲ τὰς ἀποδείξεις ἐσφάλησαν. ἡμεῖς μέντοι κατὰ φύσιν ἴδια πάθη λέγομεν γυναικῶν (οἷον τὸ συλλαμβάνειν καὶ ἀπο‐ τίκτειν καὶ γαλακτουργεῖν, εἰ ταῦτα βούλεταί τις τὰ ἔργα πάθη προσ‐
5αγορεύειν), παρὰ φύσιν δὲ κατὰ γένος μὲν οὐδαμῶς, κατ’ εἶδος δὲ

3

.

5

.

2

καὶ κατὰ μέρος. ὅσον μὲν γὰρ ἐπὶ τοῖς ἀναβεβηκόσι, κοινῶς τοῖς ἄρρεσι νοσεῖ τὸ θῆλυ στεγνοπαθοῦν καὶ ῥευματιζόμενον ὀξέως ἢ χρο‐ νίως τάς τε αὐτὰς τῶν καιρῶν διαφορὰς ὑπομένον καὶ τὸ μέγεθος τῆς νόσου καὶ τὴν ἀτονίαν τῆς δυνάμεως καὶ τὰς ἐν τοῖς ἀλλοτρίοις,
5ἕλκεσί τε καὶ τραύμασι, διαφοράς· ὅσον δὲ ἐπὶ τοῖς κατὰ μέρος καὶ εἰδικὴν ἔχουσι τὴν παραλλαγήν, ἰδίοις κέχρηται πάθεσι, τοῦτ’ ἔστιν συμπτωμάτων χαρακτῆρσι δια|φόροις. ὅθεν καὶ ὑπὸ τὴν αὐτὴν κατὰ γένος ἄγεται θεραπείαν, ὅπερ πλατύτερον διὰ τῶν ἑξῆς ῥηθησομένων ἔσται κατανοῆσαι.96
9

3

.

6

t

Περὶ ἐποχῆς ἐμμήνων καὶ στραγγῆς καὶ μετὰ πόνου καθάρσεως.

3

.

6

.

1

Τῶν ὑπαγομένων διαίτῃ παθῶν περὶ πρώτης διαλαμβάνομεν ἐποχῆς ἐμμήνων, ἐπεὶ καὶ πρῶτον ἔργον ὑστέρας ἡ κάθαρσις. διαφέρει δὲ τῆς ἐποχῆς ἡ μετὰ πόνου καὶ στραγγὴ κάθαρσις (ὡς καὶ τῆς ἰσχου‐ ρίας ἡ στραγγουρία καὶ δυσουρία)· παντελὴς μὲν οὖν κώλυσίς ἐστιν
5τοῦ διὰ μήτρας φερομένου κατὰ φύσιν αἵματος ἡ ἐποχή, παραποδισμὸς

3

.

6

.

2

δὲ τῆς ἀποκρίσεως ἡ στραγγὴ κάθαρσις. ἕτερον δέ ἐστι καὶ τὸ μὴ καθαίρεσθαι τοῦ ἐπέχεσθαι τὸ ἔμμηνον. τῇ μὲν γὰρ ἐποχῇ καὶ τὸ μὴ παρεῖναι τὴν κάθαρσιν συμβέβηκεν, τῷ δὲ μὴ καθαίρεσθαι οὐ πάντως καὶ τὸ ἐπέχεσθαι τὸ ἔμμηνον, οἷον ἐπὶ προηλίκων καὶ πρεσβυτίδων
5καὶ ἄλλων τινῶν ἐμφερῶν· ἄτοπον γὰρ ἐπὶ τούτων ἐποχὴν λέγειν ἐμμήνων, ἐφ’ ὧν οὐδὲ παράκειται τὸ καθαρθησόμενον. ἐντεῦθεν ἐπαναβεβηκὸς μὲν τὸ μὴ καθαίρεσθαι καὶ κοινὸν τοῦ παρὰ φύσιν καὶ 〈τοῦ〉 κατὰ φύσιν, ὑποβεβηκὸς δὲ καὶ πάντοτε παρὰ φύσιν τὸ ἐπέχε‐ σθαι τὸ ἔμμηνον.

3

.

7

.

1

τῶν οὖν μὴ καθαιρομένων αἱ μὲν μηδὲν ἔχουσαι πάθος οὐ καθαίρονται φυσικῶς, ἢ διὰ τὴν ἡλικίαν (καθάπερ αἱ λίαν νέαι καὶ πάλιν πρεσβύτιδες) ἢ αἱ συνειληφυῖαι καὶ ἀνδρώδεις καὶ στεῖραι φω‐ νασκοί τε καὶ γυμναστικαί, [καὶ] μηδενὸς ἐπ’ αὐτῶν εἰς κάθαρσιν
5περισσεύοντος, ἐξαναλισκομένου | 〈δὲ〉 ὑπὸ τῶν γυμνασίων ἢ μεταβάλ‐

3

.

7

.

2

λοντος εἰς σάρκας· αἱ δὲ διὰ νόσον τῆς μήτρας ἢ τοῦ ἄλλου σώματος ἢ ἑκατέρων, ὑστέρας μέντοι 〈τοῦ〉 ἀτρήτου λεγομένου συμπτώματος ὑποστάντος ἢ περιτυλώσεως ἢ σκίρου ἢ φλεγμονῆς ἢ οὐλῆς ἐφ’ ἑλ‐ κώσει γενομένης ἢ μύσεως περὶ τὸ στόμιον (διά τε ἄλλα καὶ μακρὰν
5χηρείαν) ἢ παρεγκλίσεως, τοῦ τε ἄλλου σώματος οἷον ἀτροφίας περὶ αὐτὸ γινομένης καὶ πολλῆς ἰσχνώσεως καὶ συντήξεως ἢ πιμελώδους
σαρκὸς παρεγχύσεως ἢ καχεξίας ἢ πυρετῶν καὶ μακρᾶς ἀρρωστίας ἢ δι’ αἱμορροΐδων ἢ δι’ ἐμέτων ἢ τῆς διὰ ῥινῶν αἱμορραγίας [ἢ] τῆς ὕλης εἰς ταῦτα τὰ μέρη μεταλαμβανομένης.97

3

.

8

.

1

σημειωτέον τοίνυν τὴν ἡλικίαν τῇ ἐντεύξει, γνωριζομένην τῇ ἀνακρίσει τοῦ πλήθους τῶν ἐτῶν, τὴν δὲ σύλληψιν ἐξ ὧν ἔμ‐ προσθεν ὑπεδείξαμεν, τὰς δὲ ἀνδρώδεις συγκρίνομεν ἐκ τῆς ὄψεως, τὸ

3

.

8

.

2

δὲ ἐπιτήδευμα καὶ τὸν βίον ἐκ τῆς ἀνακρίσεως· τὰς δὲ διὰ νόσον τῆς μήτρας τῇ τοῦ ἄλλου σώματος ὑγείᾳ, τὰς δὲ διὰ πάθος περὶ τοὺς γυναικείους τόπους ἢ τὸν ἄλλον ὄγκον ὑποπῖπτον τῷ πρότερον πεφηνυῖαν τὴν κάθαρσιν μηκέτι παρεῖναι τῆς γυναικὸς ἔτι ἀκμαζούσης,
5καὶ βάρος ὀσφύος ἢ διάτασιν ἢ πόνον ἐφηβαίου τε καὶ βουβώνων παρακολουθεῖν, ἢ ἀνατροπὴν στομάχου καὶ ὑπτίωσιν ἦχόν τε τῶν ὤτων καὶ παραποδισμὸν τῆς ὁράσεως ἢ κεφαλῆς βάρος ἢ πόνον ἢ πύρωσιν προσώπου καὶ κύρτωσιν ἀγγείων τῶν περὶ τὸ ἰνίον καὶ τὰς

3

.

8

.

3

ῥίζας τῶν ὀφθαλμῶν ἀλγεῖν. συνδραμόντος δέ ποτε τοῦ μὴ καθαίρε‐ σθαι διά τινα τῶν κατὰ φύσιν προφάσεων (οἷον εἰ | τύχοι σύλληψιν παρεῖναι καὶ πάθος τῶν εἰωθότων ἐπέχειν τὸ ἔμμηνον) ἐπισυντιθέντες τὰς σημειώσεις καταλαμβάνομεν, ὅτι [ὃ] μὴ τῷ τοῦ πάθους λόγῳ
5γέγονεν ἡ ἐποχή. κἂν διαλάθῃ δέ, βλαβερὸν οὐδέν, ἐπεὶ μηδὲν ἐξαιρέ‐ τως πρὸς τὴν ἐποχὴν τῶν ἐμμήνων πράττομεν, ἐξ εὐθείας δὲ πᾶσαν τὴν ὑποκειμένην νόσον ἀνασκευάζομεν, εἴτε ἐπέχει τὸ ἔμμηνον εἴτε καὶ μή.

3

.

9

.

1

τὰς μὲν οὖν δίχα πάθους μὴ καθαιρομένας δι’ ἡλικίαν [οὐ] φυσικῶς οὐ δεῖ θεραπεύειν. οὐδὲν γὰρ ἐνοχλοῦνται, καὶ ἄλλως μετα‐ θεῖναι φύσιν ἢ ἀδύνατον ἢ οὐ ῥᾴδιον, ἔσθ’ ὅπου δὲ καὶ ἐπισφαλές. εἰ γὰρ ἐναντίωται τῷ κατὰ φύσιν τὸ παρὰ φύσιν, ἀνάγκη τὸ κατὰ

3

.

9

.

2

φύσιν μεταλαμβανόμενον εἰς τὸ ἐναντίον γενέσθαι παρὰ φύσιν. τὰς δὲ διὰ γυμναστικὴν ἀγωγὴν ἢ ἀναφωνήσεις εὐτόνους μὴ καθαιρομένας οὐδὲ αὐτὰς δεῖ θεραπεύειν ἅτε μηδὲν πάθος ἐχούσας. εἰ δ’ ἕνεκα τοῦ μὴ συλλαμβάνειν ἐπιζητοῖεν τὴν κάθαρσιν, τρυφερώτερον αὐτὰς ἀκτέον
5κατ’ ἐπίστασιν τοῦ ἐμπράκτου τῆς διαίτης, ἵν’ ἀκμὴν θηλύτερα τὰ σώ‐

3

.

9

.

3

ματα γένηται. τὰς δὲ διά τι πάθος μὴ καθαιρομένας ἀκολούθως τῷ πεποιηκότι πάθει τὴν ἐποχὴν τῶν ἐμμήνων θεραπευτέον, περικόπτοντα μὲν τὸν ὑμένα ἢ τὴν σάρκα ἐπὶ τῶν ἀτρήτων, μαλάσσοντα δὲ καὶ μετασυγκρίνοντα τὴν περιτύλωσιν καὶ τὸν σκίρον, χαλῶντα δὲ παρηγο‐98
5ρικῶς τὴν φλεγμονήν, λεπτύνοντα δὲ ὡς ἔστιν τὴν οὐλήν, ἀνιέντα δὲ τὰς μύσεις καὶ παρεγκλίσεις, ἀναλαμβάνοντα δὲ καὶ σαρκοῦντα τὰς ἰσχνὰς καὶ ἀτρόφους, μεταβάλλοντα δὲ τὰς καχεξίας καὶ τὴν πιμελὴν καθαιροῦντα, καὶ λούοντα μὲν τὰς πυρεσσούσας, ἀνασκευάσαντα δὲ πᾶν ἀρρώστημα ἢ νέον ἢ χρόνιον, καὶ τὰς μὲν αἱμορροΐδας αἴροντα, ἀνα‐

3

.

9

.

4

στέλλοντα δὲ | τὸν ἔμετον καὶ τὴν ἀπὸ ῥινῶν αἱμορραγίαν. ὧν ἑνὸς ἑκάστου τὴν ἰδικὴν ἐπιμέλειαν ἐκ μέρους μὲν ἐν τοῖς ἄλλοις θεραπευτικοῖς εἰρήκαμεν, ἀπὸ μέρους δὲ ἐνταῦθα παραδώσομεν. ἁρμόσει μέντοι, κἂν διὰ τὴν περὶ τῷ ἄλλῳ σώματι νόσον ἐπέχηται τὸ
5ἔμμηνον, καὶ τοπικῶς τῆς μήτρας ἐπιμελεῖσθαι διὰ τρίψεως καὶ τῶν στερεοποιεῖν δυναμένων, καθὼς μικρὸν ὕστερον ἐροῦμεν.

3

.

10

.

1

ἐπεὶ δὲ κοινῶς στεγνώσεως περὶ τὴν ὑστέραν γενομένης ποτὲ μὲν παντελῶς ἐπέχεται τὸ ἔμμηνον, ποτὲ δὲ στραγγῶς φέρεται καὶ μετὰ πόνων, ὁπότε στρόφοι συνεδρεύουσιν καὶ ὀδύναι βουβώνων, ὀσφύος, ἐφηβαίου, ποτὲ δὲ κεφαλῆς τε καὶ τραχήλου τενόντων τε ὀμ‐
5μάτων καὶ ἰσχίων καὶ μηρῶν, καὶ μαστῶν διογκώσεις ἀνορεξίαι τε καὶ πυρώσεις καὶ ἀναξηρασμὸς τῶν γυναικείων τόπων (ἅπερ κατὰ τὴν προθεσμίαν γίνεσθαι τῆς καθάρσεως τῶν οὕτως διακειμένων συμβαίνει),

3

.

10

.

2

ἐκθησόμεθα τὴν ἐπιμέλειαν. ὅταν οὖν ἀρχήν τινα οἱ πόνοι λαμβά‐ νωσιν ἢ παντελῶς ἐπισχεθῇ τὸ ἔμμηνον, κατακλιτέον ἐν οἰκήματι συμ‐ μέτρως ἀλεεινῷ τε καὶ φωτεινῷ καὶ φυλακτέον ἐφ’ ἡσυχίας, ἐγρηγόρ‐ σεως δέ, καὶ πάντων ἀποχῆς καὶ κούφης διακρατήσεως τῶν ἄκρων
5καὶ τῶν ἐν περιωδυνίᾳ μερῶν. οὐ μόνον γὰρ ὑπὸ τῆς ἐμφύτου θερμασίας ἀναχαλᾶται τῶν ἐσφιγμένων ἕκαστον, ἀλλὰ καὶ τῇ τῆς

3

.

10

.

3

ἐπερείσεως ἀντιβάσει κουφίζεται τὸ σφυγματῶδες τοῦ ἀλγήματος. εἰ δὲ μὴ ἐνδιδῴη, καὶ θερμάσματά τινα παραλημπτέον, ἤτοι ῥάκη θερμὰ ἢ ὠμόλινα καὶ ἔρια καὶ πυριατῆρας θερμοῦ ὕδατος πεπληρωμένους ἢ κύστεις θερμὸν ἔλαιον περιεχούσας ἢ ὠμὴν λύσιν ἐν μαρσίποις χλιαροῖς
5ἢ | σπόγγον εἰς ζεστὸν ὕδωρ ἀποτεθλιμμένον καὶ ῥάκει περιειλημένον,
ὥστε μὴ ψυγῆναι ἐκ τῆς νοτίδος τοὺς τόπους, παρηγορηθῆναι δὲ99

3

.

10

.

4

πειθηνίως διὰ τῆς τῶν ἀτμῶν ἐπιφορᾶς. μετὰ δὲ ταῦτα μαλακὸν καὶ καθαρὸν ἔριον ἐλαίῳ γλυκεῖ καὶ θερμῷ διαβραχὲν καὶ ἀποθλιβὲν περι‐ βλητέον ἐφηβαίῳ καὶ ἐπιγαστρίῳ σὺν ὀσφύι καὶ ἰσχίοις, ἵνα συνεχῶς θερμοτέρῳ προσεμβρεκτέον, καὶ διάκλυσμα καὶ ποτὸν ὕδωρ δοτέον
5θερμόν. κούφης δὲ οὔσης τῆς ἐπιτάσεως καὶ ὑπνοῦν ἐπιτρεπτέον.

3

.

10

.

5

χρηστέον δὲ καὶ καταπλάσμασι τοῖς διὰ λινοσπέρμου ἢ ἄρτῳ φυρατῷ δι’ ὑδρομέλιτος θερμοῦ καὶ τοῖς ὑποδειχθησομένοις ἐγκαθίσμασι, καὶ τῆς πρώτης ἐνστάσης διατρίτου τῇ διὰ τοῦ ἀλείμματος ἀποθεραπείᾳ προσκλύσματί τε καὶ τροφῇ θερμῇ καὶ ἁπλῇ.

3

.

11

.

1

σφοδροτέρων δὲ τῶν περιωδυνιῶν οὐσῶν ἔμπροσθεν τῆς δια‐ τρίτου ἢ καὶ ἐν αὐτῇ φλεβοτομητέον ἀπ’ ἀγκῶνος τοῦ ἀντικειμένου τοῖς μᾶλλον 〈πονοῦσι τόποισ〉 πρὸς τὸ ἀσκυλτότερον ἀπὸ τῶν ἧττον πεπονθότων γενέσθαι τὴν ἀφαίρεσιν· πάντων δὲ ἐφίσης κακοπαθούν‐
5των ἀπὸ τοῦ εὐωνύμου πρὸς τὸ τὴν δεξιὰν χεῖρα ταῖς ὑπηρεσίαις

3

.

11

.

2

ἀπαραποδίστως σῴζεσθαι. τὴν δὲ ἀπὸ σφυροῦ φλεβοτομίαν παραιτη‐ τέον, ἕως ἂν τὰ ἐν τοῖς βραχίοσιν ἀγγεῖα φαίνηται καὶ μηδεμία φλεγμονὴ περὶ αὐτοῖς ᾖ πρόδηλος· ἥ τε γὰρ σπάσις τὴν ἀσθενοῦσαν

3

.

11

.

3

σκύλλει καὶ ἰσχνότερα τὰ παρὰ τοῖς ἀστραγάλοις ἀγγεῖά ἐστιν. μετὰ δὲ τὸ ἐκλυθῆναι τὴν ἀπὸ τῆς φλεβοτομίας ταραχὴν ἀποθεραπευτέον τὸ σῶμα καὶ ἐγκαθιστέον εἰς ὑδρέλαιον θερμὸν ἢ τήλεως ἢ λινοσπέρ‐ μου ἢ μολόχης ἡμέρου ἢ καὶ ἀγρίας ἀφέψημα. διαστήσαντα δὲ τὰ |
5πτερυγώματα τῷ αὐτῷ ἐγχυματιστέον ἐλαίῳ καὶ ᾠῷ κατ’ ἰδίαν ἢ μετά τινος τῶν εἰρημένων ἀφεψημάτων εἰς γλοιοῦ πάχος ἀνακοπέντων· εἶτα καὶ τοῖς τόποις ἐρίου τι μαλθακοῦ παραθετέον βεβρεγμένου τοῖς

3

.

11

.

4

αὐτοῖς ὑγροῖς, κἄπειτα τὸ πίλημα περιβλητέον. καὶ τῆς ταραχῆς ὑπεκλυθείσης ὕδωρ δοτέον διάκλυσμα θερμὸν καὶ ποτόν, παρηγορίας τοῦ δίψους χάριν καὶ εἰς ἀταλαιπώρητον κατεργασίαν [ἢ] τῆς τροφῆς, μετὰ δὲ τὸ πόμα τροφὴν ἁπλῆν κούφην ὀλίγην ἔνθερμον ῥοφηματώδη
5(καθάπερ τὸν ἐξ ὕδατος χόνδρον ἢ τὸν διὰ μελικράτου μετρίως ἀπο‐ ζεσθέντος ἢ τὸν ῥοφητὸν διὰ μέλιτος ἢ ἐλαίου καὶ ἀνήθου καὶ ὀλί‐ γων ἁλῶν, ἢ ἄρτον ἐξ ὕδατος, εἰ δὲ μή, μετὰ ῥοφητῶν ᾠῶν)· ἀπὸ
δὲ τῆς τροφῆς ὀλίγης γενομένης διαστάσεως ἐπιτρεπτέον ὑπνοῦν. ἐν‐ τεῦθεν δὲ μέχρι παρακμῆς λεπτῶς ἀκτέον καὶ παρὰ μίαν δοτέον τὴν100

3

.

11

.

5

τροφήν, εἰ [δὲ] μὴ κατησθένηκεν ἡ δύναμις τοῦ σώματος. * * σικύαις χρηστέον, κούφαις μὲν τὸ πρῶτον καὶ οὐκ ἐν ἀνέσει μόνον, ἀλλὰ καὶ ἐν ἐπιθέσει πρὸς παρηγορίαν ἀλγήματος πρᾴως ἐπιτιθεμέναις ἄνευ τοῦ πολλὴν ἐπιφέρειν συνολκήν (τὸ σφοδρότερον γὰρ τοῦ ἐπισπασμοῦ
5παρεκλύειν ἔστιν παρά τι μέρος τοῦ χείλους τῆς σικύας ἰσχνῆς παρ‐ εντιθεμένης σπαθομήλης)· ὕστερον δὲ καὶ μετ’ ἀμυχῶν ἐπιπολαίων, ἐν ἀκμῇ μὲν τοῦ πάθους, ἐν ἀνέσει δὲ τῆς ἐπιτάσεως, κατ’ ἐφηβαίου καὶ ὑποχονδρίου· μενούσης δὲ τῆς κατασκευῆς καὶ βδέλλαις προϋπο‐

3

.

11

.

6

βληθέντος αὐταῖς ὀθονίου πρὸς τὸ μὴ ψύχειν. δραστικώτερον δὲ ἀφαιμάσσουσιν αὗται διὰ σικύας τῶν τόπων προεξογκωθέν|των διὰ τῶν ἐμβαλλομένων τιλτῶν ἐλλυχνίων, ἵνα μὴ διὰ τῶν ἄλλων λιπαι‐

3

.

11

.

7

νομένων τῶν μερῶν κωλυθῇ τὰ ζῷα ἅψασθαι τῶν ἡλκωμένων. μετὰ δὲ τὴν ἀπόπτωσιν αὐτῶν εἰ μὲν ὀλίγον εἴη τὸ ἀποσπασθὲν αἷμα, σικύας ἐπιβλητέον οἷς ἐνδέχεται τόποις, εἰ δὲ μή, τιλματίοις σκεπα‐ στέον τὰ δήγματα καὶ κατ’ αὐτῶν ἐλαιοβραχὲς ὀθόνιον [καὶ] ἐφαπλω‐

3

.

11

.

8

τέον, εἶτα ἔριον. ἐντεῦθεν δὲ τοῖς χαλαστικοῖς χρηστέον καταπλάσμα‐ σιν, οἷον ἄρτῳ μετὰ πιμελῆς προσφάτου φυραθέντι ὑείας τεθερμασμέ‐ νης ἢ μετὰ τῶν ῥιζῶν τῆς ἀγρίας μολόχης ἑψημένων καὶ καλῶς λεανθεισῶν, ἢ λινοσπέρμῳ μετὰ γύρεως ἢ τήλεως, ἢ τοῖς τρισὶν ὑφ’
5ἓν ἑψημένοις μετὰ ἐλαίου καὶ μέλιτος καὶ τοῦ ἀφεψήματος τῆς μολόχης ἢ τήλεως. ἀλλακτέον δὲ τὰ πρῶτα συνεχῶς, διὰ γὰρ τῆς ἐπιμονῆς

3

.

11

.

9

καὶ ψύχεται καὶ ἀποξύνεται διὰ τὴν ἐκ τῆς φλεγμονῆς πύρωσιν. ἐμ‐ πεπλάσθω δὲ μήτε ἐπὶ λεπτὸν ἄγαν, καὶ γὰρ ψύχεται συντόμως καὶ ξηραίνεται ῥᾳδίως, μήτε ἐπὶ πάχος, βαρεῖται γὰρ τὰ φλεγμαίνοντα. χρηστέον δὲ καὶ τῇ εἰς τὴν ἕδραν ἐνέσει τοῦ θερμοῦ ἐλαίου μέχρι
5κυάθων τεσσάρων καὶ πεσσοῖς ἀπεριέργοις.

3

.

12

.

1

ἐξήμαρτον γὰρ οἱ παλαιοὶ τοὺς αἱμαγωγοὺς λεγομένους ἐντάσσοντες εἰς κατασπασμὸν αἵματος καὶ ποτήματα τὰ αὐτὰ παρέχειν δυνάμενα, οὐχ ὁρῶντες, ὅτι τὰ μὲν ποτήματα φθείρει καὶ ἀνατρέπει τὸν στόμαχον, τὰ δὲ πρόσθετα καταξύοντα τὴν ὑστέραν ἐσχαροῖ καὶ
5διὰ τοῦτο δυσλύτους καὶ βαθείας καὶ κακοήθεις ἑλκώσεις ἀποτελεῖ καὶ οὐλὴν ἐπὶ τὰς ἑλκώσεις γίνεσθαι πάσης σαρκὸς τῆς κατὰ φύσιν πυκ‐ νοτέραν οὖσαν, ὥστε τὴν ἔμμηνον κάθαρσιν ἐπέχειν. τὸ δὲ ὅλον ἅπαντα τὰ τοιαῦτα ποτήματα καὶ πρόσθετα δριμέας ὄντα | δυνάμεως ἐρεθίζει τὴν φλεγμονήν, οὕτω δὲ καὶ τοὺς πόνους διπλασιάζει καὶ τὸν101

3

.

12

.

2

τῆς καθάρσεως ἐπιτείνει παραποδισμόν. ὡς γὰρ οὐδὲ φλεγμαινόντων τῶν ὀφθαλμῶν συμφέρει δριμέσι χρῆσθαι κολλυρίοις οὐδὲ δυσουρίας γινομένης ἢ τεινεσμοῦ τοῖς ἀμύσσειν δυναμένοις, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ τῆς μήτρας φλεγμαινούσης ἐν ταῖς μετὰ περιωδυνίας
5καθάρσεσιν τὰ δριμέα δεῖ παραλαμβάνειν· τοιαῦτα γὰρ τὰ δοκοῦντα παρ’ αὐτοῖς αἱμαγωγά, καθάπερ ἐλατήριον, ἐλλέβορος μέλας, πύρεθρον, ὀποπάναξ, οἷς αἱ γυναῖκες καὶ πρὸς τὸ φθεῖραι πολλάκις ἐχρήσαντο. καθάπερ οὖν ἔφην, ἀποδοκιμαστέον πᾶν τὸ δριμὺ καὶ ἀμυκτικόν, παρα‐ ληπτέον δὲ τὸ παρηγορικῶς ἀνιέναι δυνάμενον.

3

.

13

.

1

κράτιστος δὲ πεσσὸς ἔριον ἐλαίῳ βραχὲν γλυκεῖ καὶ θερμῷ· καὶ τήλεως χυλοῦ ἢ λινοσπέρμου ἢ μολόχης μετὰ τοῦ ἐλαίου γλοιωδῶς ἀνακοπέντος μετά τινος τούτων συνεψηθὲν στέαρ πρόσφατον χήνειον ἢ ὀρνίθειον, ὥστε τὸ ἐφιστάμενον πιμελῶδες ἀποσῦραι καὶ εἰς ἔριον
5χρῖσαι· καὶ ᾠοῦ λέκιθος τούτοις συλλειοτριβηθεῖσα, ποτὲ δὲ καὶ διὰ μέλιτος ἀπέφθου συντακεῖσα· καὶ μελίλωτον ἐν γλυκεῖ καθεψηθέν· ἢ πατητοῦ φοίνικος ἡ ἔνδοθεν σὰρξ ὁμοίως ἑψηθεῖσα τῷ γλυκεῖ, περιῃρη‐

3

.

13

.

2

μένου τοῦ ἔξωθεν ὑμένος, παραστύφει γὰρ οὗτος. χρηστέον δὲ καὶ πυρίᾳ τῇ διὰ σπόγγων ἀποθλιβομένων εἰς ὕδωρ θερμὸν ἢ ὑδρέλαιον ἢ ἀφέψημα τήλεως ἢ λινοσπέρμου ἢ μολόχης ἡμέρου ἢ ἀγρίας. συν‐ εχῶς δὲ ἀλλασσέσθωσαν οἱ σπόγγοι προϋπορριφέντος ὀθονίου καὶ ἀφθό‐
5νως ἐλαίῳ θερμῷ περιχριομένων τῶν μερῶν εἰς τὸ ἀπεριψύκτους μεῖναι τοὺς τόπους.

3

.

14

.

1

προκοπῆς δὲ γενομένης περὶ τὴν ἐπιμέλειαν καὶ τὴν διὰ κλινιδίου κρεμαστοῦ δοκιμαστέον κίνησιν. παρακμαζούσης δὲ τῆς δια‐ θέσεως εὐθέως μὲν ἡ κάθαρσις ἐπιφαίνεται, | μετὰ δὲ τὴν ἀπόληξιν αὐτῆς τοῖς ἀναλημπτικοῖς χρηστέον, λουτρῷ, ποικίλῃ τροφῇ, οἴνῳ καὶ
5αἰώρᾳ, περιπάτοις, γυμνασίοις, τρίψεσιν τοῦ τε ὅλου σώματος καὶ τῶν

3

.

14

.

2

περὶ τὴν ὑστέραν. ἐπεὶ μέντοι πρὸς τὴν τοπικὴν τῆς ὑστέρας τρίψιν
αἱ διὰ ψιλῶν τῶν χειρῶν παραφοραὶ περίθλασιν φέρουσι, καθ’ ὃν καιρὸν εἰς εὐμεγέθη λεκάνην ἐγκαθίζει ἡ κάμνουσα λουομένη 〈ἢ〉 κατα‐ βαίνει εἰς τὴν ἔμβασιν, σπόγγους πλατεῖς καὶ μαλακοὺς τῷ ἤτρῳ περι‐102
5τιθέναι καὶ ἰσχίοις καὶ ἠρέμα προσεντυπώσαντα ταῖς χερσὶν παράγειν τῇδε κἀκεῖσε 〈καὶ〉 κατ’ ὀλίγον παραύξειν τὸ τῆς τρίψεως πλῆθος.

3

.

14

.

3

δοκιμαστέον δὲ καὶ κηρωτὰς διὰ σαμψυχίνου ἢ Σουσίνου ἤ τινος τῶν ἐμφερῶν οὐ μόνον ἐντιθεμένας ἀλλὰ καὶ διαχριομένας κατὰ τοῦ στο‐ μίου καὶ τοῦ τραχήλου τῆς ὑστέρας, ὁπότε δὴ καὶ τοὺς μαλακτικω‐ τέρους πεσσοὺς παραλημπτέον, ἐξ ὧν ἐστιν ὁ διὰ κηροῦ καὶ ῥητίνης
5τερεβινθίνης καὶ ταυρείου στέατος καὶ γλυκέος ἐλαίου ἢ κυπρίνου το‐ σούτου κατὰ τὸ πλῆθος, ὥστε τὰ λοιπὰ βληθέντα γλοιώδη γενέσθαι, καὶ ὁ διὰ χυλῶν πεσσὸς σκευαζόμενος καὶ πᾶς ὁ διὰ μυελῶν καὶ στεάτων καὶ σπερμάτων ἀνετικῶν· ἐν δὲ τούτοις ἐστὶ καὶ τὸ διὰ σαμψύχου λεγόμενον ἄκοπον. μεγαλωφελὴς δὲ καὶ ἡ εἰς ἔλαιον
10ἔμβασις.

3

.

15

.

1

χρονίσαντος δὲ τοῦ πάθους κατὰ μὲν τὰς ἐπιθέσεις τὴν αὐτὴν παραληπτέον ἐπιμέλειαν, ἐν δὲ τοῖς διαλείμμασιν πρῶτον μὲν τὴν ἀναληπτικήν, ἧς τὴν ὕλην εἰρήκαμεν, συμπαραληφθέντος τινὸς εἰς τὴν ὑπηρεσίαν καὶ τῶν ἐμπείρων ἀλειπτῶν, δευτέραν δὲ τὴν μετασυγκριτι‐

3

.

15

.

2

κήν. ἐν ᾗ δεῖ | πρὸ μιᾶς ἡμέρας συστέλλειν, εἰ δὲ μὴ ἀντέχοι τις, ἐπ’ ὀλιγοσιτίας καὶ ὑδροποσίας τηρεῖν. εἶτα μερίσαι τὸν ἄρτον, ὅσου ῥᾳδίως πλείστου δύναται περιγενέσθαι, μερίσαι δὲ εἰς δύο μέρη, καὶ τὸ μὲν ἕτερον ἥμισυ εἰς τρία μέρη διαιρεῖν ἴσα, τὸ δὲ ἕτερον τῇ ἑξῆς
5ἡμέρᾳ διδόναι μετὰ τὴν συστολὴν σὺν ταριχίοις καὶ τοῖς δριμέσιν

3

.

15

.

3

προσεψήμασιν ἡμέραις δυσὶν ἢ τρισὶν ἢ τέσσαρσιν. εἶτα ἀλλάσσειν εἰς τὴν μέσην ὕλην, οἷον λάχανα καὶ τοὺς τρυφερωτέρους ἰχθύας καὶ ἐγκεφάλους, εἶτ’ ἄλλαις ἴσαις 〈εἰσ〉 τὰ πτηνά, καὶ ταῖς ἰσαρίθμοις 〈εἰσ〉 ὕεια πρόσφατα, καθ’ ἑκάστην μετέλευσιν ἀπὸ ποιότητος εἰς ποιότητα
5προσλαμβάνοντα τῶν τριῶν τοῦ ἡμίσους ἄρτου μερῶν ἓν μέρος, καὶ τῇ πρώτῃ μὲν ἡμέρᾳ τῆς μετελεύσεως ὑφαιροῦντα τὸ οἰνάριον καὶ τὸ

3

.

15

.

4

λουτρόν, τῇ δὲ ἑξῆς ἑκατέροις χρώμενον. πλὴν δὲ ἐπὶ μόνης τῆς δριμυφαγίας συνδοκιμάζειν δεῖ καὶ τὰ τοπικὰ τῶν βοηθημάτων ἐν τῇ ἑξῆς ἡμέρᾳ τῆς ἀπὸ ποιότητος εἰς ποιότητα μεταβάσεως, ποτὲ μὲν σικύαις χρώμενον μετασυγκριτικαῖς, ποτὲ δὲ παροπτήσει, ποτὲ δὲ δρώ‐
5πακι κατ’ ἐφηβαίου καὶ ὀσφύος νίτρου τε καὶ ἁλῶν καὶ τῶν ἀμυκτι‐ κῶν σμηγμάτων συμπάσμασι, ποτὲ δὲ πυρίᾳ καὶ ἐγκαθίσμασιν διὰ θαλάσ‐ σης καὶ τῷ διὰ σινάπιος φοινιγμῷ καὶ κατακρουνισμῷ. μὴ ἀνασκευαζο‐ μένου δὲ τοῦ πάθους οὐκέτι μόνον ἀπὸ συστολῆς, ἀλλὰ καὶ ἀπὸ τοῦ διὰ ῥαφανίδων ἀρκτέον ἐμέτου. |103

3

.

16

.

1

χρηστέον δὲ καὶ μαλάγμασιν τοῖς ἀμύσσειν δυναμένοις, οἷον τῷ διὰ δαφνίδων 〈ἢ〉 τῷ διὰ σπερμάτων, καὶ πεσσοῖς ὁμοίας δυνάμεως ἐχομένοις, ὧν εὔκαιρος ἡ χρῆσις μετὰ τὴν ἀπόληξιν τῆς καθάρσεως· δεῖ γάρ, [τὸ] ὅτε σύνεγγύς ἐστιν ἡ προθεσμία τῆς καθάρσεως, τὰ

3

.

16

.

2

δραστικὰ καὶ συγκινοῦντα παραιτεῖσθαι. κατὰ μέρος δὲ ἐν τοῖς προσθέτοις ἐστὶ πήγανον λεῖον μετὰ μέλιτος ἢ κόνυζα ἡ λεπτόφυλλος καλουμένη ἢ σταφὶς χωρὶς τῶν γιγάρτων λεία μετὰ νίτρου ἢ ἁλῶν· τά τε διὰ κυμίνου, πεπέρεως, ἀψινθίου, ὑσσώπου, βουτύρου, ἐλαίου
5παλαιοῦ καὶ τῶν ὁμοίων ὡς κυάμου μέγεθος εἰς πεσσὸν ἐγχριστέον καὶ καταβαπτέον εἰς ἔλαιον γλυκὺ ἢ Σούσινον, ἵνα τὸ πολὺ τῆς δήξεως ἀπαμβλυνθῇ, καὶ παραθετέον τῷ στόματι τῆς ὑστέρας. τοῖς δὲ αὐτοῖς καὶ τοὺς βουβῶνας ἀλειπτέον καὶ τὸν δακτύλιον ἔνδοθεν διαχριστέον.

3

.

16

.

3

ὃν τρόπον γὰρ περιγραφομένων ἔσθ’ ὅτε τῶν δυστραπέλων ὀφθαλμιῶν σκληρὰ γίνεται καὶ τραχέα τὰ βλέφαρα καὶ διὰ τοῦτο χρῄζει δριμέων καὶ μετασυγκριτικῶν κολλυρίων εἰς παντελῆ τοῦ πάθους ἀνασκευήν, οὕτω καὶ τὰ περὶ τὴν ὑστέραν ὑπεκλυομένης ποτὲ τῆς φλεγμονῆς
5σκληρὰ μείναντα 〈καὶ〉 τραχέα καὶ οἷον περίτυλα [καὶ] δέεταί τινος

3

.

16

.

4

εἰς μετασύγκρισιν δήξεως. μηδὲ οὕτως λυομένης 〈δὲ〉 τῆς διαθέσεως τῷ λευκῷ σπαρακτέον ἐλλεβόρῳ καὶ μετ’ αὐτὸ δοκιμαστέον ἀπο‐ δημίαν μακροτέραν καὶ αὐτοφυῶν ὑδάτων χρῆσιν καὶ τὸ σύνολον τῆς ψυχῆς διάχυσιν. οὕτω γὰρ ἐξ ἐπιμονῆς τε τῶν αὐτῶν καὶ
5προσθέσεως τῶν σφοδροτέρων λυομένου τοῦ πάθους ἡ κάθαρσις
ἀπαραπόδιστος γίνεται. |104

3

.

17

t

Περὶ φλεγμονῆς ὑστέρας.

3

.

17

.

1

Ἡ φλεγμονὴ κέκληται μὲν ἀπὸ τοῦ φλέγειν καὶ οὐχ ὡς ὁ Δημόκριτος εἴρηκεν ἀπὸ τοῦ αἴτιον εἶναι τὸ φλέγμα. προκατάρχει δὲ τῆς περὶ τὴν ὑστέραν φλεγμονῆς πολλὰ μὲν καὶ ἄλλα, συνεχέστερον δὲ ψύξις, ὡσαύτως κόπος, ἔκτρωσις φαύλη τε μαίωσις, ὧν οὐδὲν εἰς

3

.

17

.

2

τὴν ἐξαλλαγὴν συντελεῖ τῆς ἐπιμελείας. μήτρας δὲ φλεγμαινούσης τὰ μὲν κοινὰ παρέπεται σημεῖα, τὰ δὲ ἴδια καὶ δηλωτικὰ τοῦ πάσχοντος μέρους αὐτῆς. φλεγμαίνει γὰρ ποτὲ μὲν ὅλη, ποτὲ δὲ τὸ στόμιον αὐτῆς, ποτὲ δὲ ὁ τράχηλος, ποτὲ δὲ ὁ πυθμήν, ποτὲ δὲ τὸ κύτος
5ἤτοι ἄνωθεν ἢ κάτωθεν ἢ ἐκ πλαγίων, ποτὲ δέ τινα τούτων ἢ τὰ πλεῖστα μέρη.

3

.

17

.

3

κοινὰ μὲν οὖν παρέπεται σημεῖα πυρετός, [ἐπιγίνεται] πόνος τε τοῦ πάσχοντος μέρους καὶ παλμός, ὄγκος τοῦ ἐπιγαστρίου καὶ 〈σκληρία〉, πύρωσις, ξηρότης, σύντασις ἰσχίων ἢ βάρος ὀσφύος, λαγόνων, ἤτρου, βουβώνων, μηρῶν, φρικώδης ἀντίληψις, διαδρομὴ
5νυγματώδης, νάρκα ποδῶν καὶ περίψυξις τῶν γονάτων, περιίδρωσις, σφυγμὸς μικρὸς καὶ πυκνότατος, συμπάθεια τοῦ στομάχου, | λειποθυμία,

3

.

17

.

4

ἔκλυσις· κατ’ ἐπίτασιν δὲ καὶ λυγμός, ἀλγήματα τραχήλου καὶ σιαγόνων καὶ βρέγματος καὶ ὀφθαλμῶν, μάλιστα κατὰ τὰς βάσεις, παραποδισμὸς οὔρων ἢ σκυβάλων ἢ καὶ ἀμφοτέρων. χείρονος δὲ τῆς φλεγμονῆς οὔσης αὔξονται καὶ οἱ πυρετοὶ καὶ ἐπιγαστρίου ἐξόγκωσις καὶ παρα‐
5κοπὴ παρακολουθεῖ καὶ συνέρεισις ὀδόντων 〈καὶ〉 σπασμός.

3

.

18

.

1

καὶ ταῦτα μὲν κοινά, ἴδια δὲ μόνου μὲν τοῦ στομίου φλεγμαί‐ νοντος ἐπίμυσις αὐτοῦ καὶ συναίσθησις ὀδυνώδης, ἐπινεύει δ’ ὡς πρὸς
τὸν δακτύλιον, συντείνονται δὲ βουβῶνες ἰδίως καὶ τὰ περὶ τὸν κτένα.105

3

.

18

.

2

μὴ ὅλου δὲ τοῦ στόματος ἀλλ’ ἐκ μέρους φλεγμαίνοντος τὰ μὲν αὐτὰ συντείνεται μερικῶς, ὀδυνώδης δὲ ὡς 〈πρὸσ〉 τὴν ἁφὴν ἐπανάστασις ὑποπίπτει καὶ παρέγκλισις εἰς τὰ ἐναντία τῷ διογκουμένῳ· τὸ δεξιὸν μὲν γὰρ φλεγμαῖνον μέρος πρὸς τὸ ἀριστερὸν ἐκκλίνει, τὸ δὲ ἀριστε‐
5ρὸν πρὸς τὸ δεξιόν, τὸ δὲ κάτω πρὸς τὸ ἄνω ῥέπει μᾶλλον, τὸ δὲ ἄνω πάντων πλέον ἀπονεύει πρὸς τὸν δακτύλιον.

3

.

19

.

1

ζητητέον δέ, πότερον ὁ πόνος κατὰ τοῦ ἐπ’ εὐθὺ μέρους γίνεται τοῦ φλεγμαίνοντος ἢ καὶ τῶν ἀντικειμένων παρὰ τὴν σύννευσιν εἴληφεν. καὶ τῶν μὲν προγενεστέρων τινὲς τὸν ἐναντίον φασὶν ἀλγεῖν βουβῶνα καὶ μηρόν, Δημήτριος δὲ ὁ Ἀπαμεὺς τὸν κατ’
5εὐθύ· μὴ εἶναι γὰρ πιθανὸν τὰ μὲν πρὸς τῷ φλεγμαίνοντι μέρει μὴ πονεῖν, τὰ | δὲ ἀπαθῆ τὰς ἀλγηδόνας ἔχειν (ὅπερ ὑπενόησάν τινες ἀποβλέψαντες εἰς τὸ παρῆχθαι τὸ φλεγμαῖνον εἰς τὰ ἐναντία μέρη κἀκείνων τῶν τόπων ψαύειν), πολλῷ γάρ ἐστιν εὐλογώτερον, ἐπεὶ πλείονα τάσιν ἐπιδέχεται τὰ κατ’ εὐθὺ τῷ φλεγμήναντι, διὰ τὸν ἐπὶ
10τὰ ἐναντία περισπασμὸν ἐκεῖνα καὶ τὰς ἐπαισθήσεις ἔχειν. καὶ ἡμεῖς δὲ τοῦτο συναινοῦμεν, εἰ καὶ τὸ ζητούμενον οὐδεμίαν ἐξαλλαγὴν ἐπι‐ φέρει πρὸς τὴν χρῆσιν τῶν τοπικῶν βοηθημάτων.

3

.

20

.

1

τοῦ τραχήλου δὲ φλεγμαίνοντος μείζονες μὲν αἱ συμπάθειαι, μετὰ δὲ τὸ στόμιον ἡ ὄγκωσις. καὶ τοῦ μὲν δεξιοῦ μέρους φλεγμαί‐ νοντος τὸ κατ’ εὐθὺ συμπάσχει σκέλος καὶ βουβὼν ἐπανίσταται, τοῦ ἀριστεροῦ δὲ τὸ ἐναντίον· τοῦ δὲ κάτωθεν, ὅπερ ἐπίκειται τῇ ἀρχῇ
5τοῦ ἀπευθυσμένου, σκυβάλων δυσοδία καὶ ἐποχὴ καὶ προθυμία τεινεσμώ‐ δης καὶ οὐκ εὐμαρὴς ἡ τοῦ κλύσματος παράθεσις, κἂν ἐνθῇ τις τὸν δάκτυλον εἰς τὴν ἕδραν, ὄγκος ὑποπίπτει δοκῶν εἶναι περὶ τὸ ἀπευ‐ θυσμένον· τοῦ δὲ ἄνωθεν δυσουρία 〈καὶ〉 πλείων κατ’ ἐφηβαίου καὶ κτενὸς ὁ πόνος. ὅλου δὲ τοῦ τραχήλου φλεγμαίνοντος πάντα παρέπε‐
10ται τὰ προειρημένα, καὶ διὰ τὴν πλείονα διόγκωσιν εἰς τὸν γυναικεῖον προκύπτει κόλπον.

3

.

21

.

1

τοῦ κύτους δὲ φλεγμαίνοντος κατὰ μὲν τὰ πλάγια μέρη πόνος 〈τῆσ〉 καταλλήλου λαγόνος γίνεται, σφοδρυνόμενος κατὰ τὴν εἰς τὰ ἐναντία ἐπιστροφήν· κατὰ δὲ τὰ ἔμπροσθεν καὶ ἄνωθεν ἡ μὲν ἀλγη‐
δὼν κατὰ τοῦ ἐπιγαστρίου πλείων μετὰ διογκώσεως, δυσουρία δὲ ἢ106
5ἰσχουρία, καὶ μετὰ τὸ οὐρῆσαι μᾶλλον ὑποπίπτει τῇ ἁφῇ τὸ οἴδημα.

3

.

21

.

2

κατὰ δὲ τὰ ὄπισθεν καὶ κάτωθεν τοῦ κύτους τῆς φλεγμονῆς ὑπαρχού‐ σης περὶ τὴν ὀσφὺν ὁ μὲν πλείων πόνος, σφοδρυνόμενος εἰ | ἐκκλίνοιτο πρηνὴς ἢ ἐπὶ πλευράν, κλύσμα δὲ οὐ παρατίθεται ῥᾳδίως, ἐπέχεται δὲ τὸ σκύβαλον καὶ οὐ διαχωροῦσι φῦσαι, καὶ πρὸς τὸν εἰς τὴν ἕδραν
5ἐντιθέμενον δάκτυλον ὄγκος 〈ὑποπίπτει δοκῶν μὲν εἶναι περὶ τὸ ἀπευθυσμένον, διαφέρων δὲ τῆσ〉 τοῦ ἀπευθυσμένου φλεγμονῆς τῷ μὴ εὐθὺς ἅμα τῷ ἐπερεῖσαι τὸν δάκτυλον ἄλγημα παρακολουθεῖν, ἐξ ἐπιμονῆς δὲ τοῦ θλίβοντος, καὶ τῷ τὸν ὄγκον ὑποχωρεῖν, ὥστε τὸ ἔντερον τὴν ἰδίαν χώραν ἀπολαβεῖν, καὶ τῷ μεταπίπτειν τὸν ὄγκον
10ἐν τοῖς ἐπὶ τὰ γόνατα μετασχηματισμοῖς, ὧν οὐδὲν γίνεται φλεγμαί‐

3

.

21

.

3

νοντος ἀπευθυσμένου. 〈τοῦ πυθμένος δὲ φλεγμαίνοντος καὶ ὁ πόνοσ〉 καὶ ἡ διάτασις καὶ ἡ βαρύτης παρ’ ὀμφαλὸν κατ’ ὀσφύν· πολλάκις δὲ καὶ ῥυσὸν ὑποπίπτει τὸ στόμιον τῶν ὑπὲρ τὸν τράχηλον φλεγμαι‐ νόντων καὶ συνείλκυσται πρὸς τὸ ἐντός, ὥστε τινὰς ἀπαθῆ λέγειν τὴν
5ὑστέραν.

3

.

22

.

1

ὅλης δὲ τῆς μήτρας φλεγμαινούσης πάντα συνεδρεύει καὶ συμπάθεια σφοδρὰ καὶ πλείων κατ’ ἐπιγαστρίου διόγκωσις. ἣν δια‐ κρινοῦμεν τῆς γινομένης τοῦ ἐπιγαστρίου φλεγμονῆς τῷ μήτε προ‐ φαίνειν οὕτως ἔξω τὸν ὄγκον ἢ τὸ ἔρευθος μήτε πρὸς τοὺς σχημα‐
5τισμοὺς ἡδρασμένον μένειν τὸν ὄγκον, ἀλλὰ μετακινεῖσθαι καὶ τὸ δέρμα πρὸς τὸν διὰ τῶν δακτύλων ἐπισπασμὸν ἐπακολουθεῖν, τοῦ ἐπιγαστρίου δὲ φλεγμαίνοντος τὰ ἐναντία γίνεσθαι τούτων καὶ τὰ ἔξωθεν ἀλγεῖν

3

.

22

.

2

μᾶλλον ἐν τῷ μηδὲ τὴν οὔρησιν ἐμποδίζειν. ὡσαύτως δὲ καὶ τὰς τοῦ περιτοναίου διακρίνομεν φλεγμονὰς καὶ τῷ μὴ κατὰ περιγραφὴν ἔχειν ὄγκον καὶ ἤτοι μηδ’ ὅλως τὰ | οὖρα παρεμποδίζειν ἢ μὴ πρὸς λόγον τῆς διογκώσεως. κοινῶς γε μὴν φλεγμοναῖς ὑστέρας συμπάσχει κε‐
5φαλὴ καὶ τράχηλος, ἐπιγαστρίου δὲ καὶ περιτοναίου πρὸς ὀλίγον ἢ οὐδ’ ὅλως.

3

.

23

.

1

καὶ τοιαύτη μὲν ἡ διάκρισις τῆς σημειώσεως· ἐπὶ τὴν θερα‐ πείαν δὲ ἤδη τὸν λόγον τρέψομεν. παραληπτέον τοίνυν ἅπερ ἔμ‐ προσθεν ἐπὶ τῆς μετὰ πόνου γινομένης καθάρσεως εἰρήκαμεν, κατ’
ἀρχὰς κατακλίνοντες ἐν οἰκήματι φωτεινῷ καὶ συμμέτρως ἀλεεινῷ,107
5ἡσυχίαν ἐμποιοῦντες καὶ πάντων ἀποχήν, ψηλαφίᾳ χρώμενοι καὶ δια‐ κρατήσει σκελῶν καὶ καρπῶν, θερμάσματα προσάγοντες καὶ ἐπιβρέχον‐ τες καὶ σκέποντες ἐρίοις καθαροῖς, ἐγχυματίζοντες καὶ κενοῦντες διὰ κλυστῆρος ἀνετικοῦ τὴν κοιλίαν, ἤγουν δι’ ἐλαίου γλυκέος καὶ θερμοῦ

3

.

23

.

2

καὶ τῶν ὁμοίων. ποτὸν δὲ καὶ διάκλυσμα ὕδωρ θερμὸν δοτέον καὶ τροφὴν ῥοφηματώδη θερμήν * * μετὰ δὲ ταῦτα καταπλάσματα παρηγο‐ ρικῶς ἀνιέντα καὶ σικύας καὶ κατασχασμόν, βδελλῶν προσβολὴν ἢ ἐγκά‐ θισμα ἢ πυρίαν τὴν διὰ σπόγγων, ἔνεσιν ἐλαίου θερμοῦ διὰ κλυστῆρος,
5πεσσῶν ἀπεριέργων πρόσθεσιν * * καὶ μαλακτικωτέρους πεσσοὺς προσ‐ τίθου λουτρόν τε καὶ ποικίλην τροφήν, ὕστερον δὲ οἶνον αὐστηρὸν καὶ λεπτὸν ὑδατώδη.

3

.

24

.

1

πυρετῶν δὲ ἐπιγενομένων οὐκ ἐξαλλακτέον τὴν ἐπιμέλειαν, πειρατέον δὲ ὅπως τὰ μὲν ἐν παροξυσμοῖς πράς|σηται, τὰ δ’ ἐν ἀνέσεσιν δρᾷ τὴν ἐξαλλαγὴν τῆς προηγησαμένης αἰτίας, οὐκ ἐξαλλασ‐

3

.

24

.

2

σομένης τῆς ἐπιμελείας. διὸ καὶ Θεμίσων μεμπτὸς ἐπὶ μὲν τῆς χωρὶς πυρετῶν φλεγμονῆς χαλαστικὰ δοκιμάσας διὰ τοῦ τρίτου τῶν Χρονίων, ἐπὶ δὲ τῆς μετὰ πυρετῶν τὰ σταλτικά, στρύχνου καὶ περ‐ δικίου χυλόν, ἀπατηθεὶς διὰ τὴν συνεδρεύουσαν πύρωσιν τὰ ψυκτικὰ
5παραλαβεῖν, ὕστερον δὲ καὶ ὑδρορρόδινον, μὴ ἐπιστήσας, ὅτι δι’ ὧν ἐπιτείνεται τὰ φλεγμαίνοντα, διὰ τούτων ἡ πύρωσις αὔξεται. διὸ καὶ κατ’ ἐκεῖνον αὐτὸν διὰ τοιούτων δεῖ παρηγορεῖν τὰ συμπτώματα, δι’ ὧν

3

.

24

.

3

οὐ παροξύνομεν τὴν διάθεσιν. παραιτητέον δὲ καὶ ὅσα τῶν ἀρ‐ χαίων τινὲς πρόσθετα δριμέα παρέλαβον, ἔλαιον μετὰ πηγάνου καὶ οἰσυπηρῶν ἐρίων ἀποβρέγματος, βούτυρόν τε καὶ ἄρτον μετὰ ῥοδίνου καὶ σελινίνου καὶ ὀξελαίου· πᾶν γὰρ τὸ δριμὺ καὶ δηκτικὸν ἐρεθίζει
5[γὰρ] τὰς φλεγμονὰς εἰς ἐπίτασιν.108

3

.

25

t

Περὶ σατυριάσεως.

3

.

25

.

1

Σατυρίασις ἐπ’ ἀνδρῶν μὲν γίνεται μᾶλλον, καὶ διὰ τοῦτο ἐν τοῖς Ὀξέσι τὸν πολὺν περὶ αὐτῆς λόγον ἐφωδεύκαμεν, γίνεται

3

.

25

.

2

δὲ καὶ ἐπὶ γυναικῶν. παρέπεται δὲ αὐταῖς κνησμὸς ἐπιτεταμένος τῶν γυναικείων τόπων μετὰ πόνων, ὥστε τὰς χεῖρας συνεχῶς τοῖς | μέρεσιν ἐπιφέρειν, καὶ διὰ τοῦτο ἀκάθεκτος αὐταῖς πρὸς συνουσίαν ὁρμὴ γίνεται καὶ παρατροπὴ τῆς διανοίας ἐπὶ ποσὸν διὰ τὴν πρὸς τὴν
5ὑστέραν τῶν μηνίγγων συμπάθειαν παραγκωνισαμένη πᾶσαν αἰδῶ * *
5

3

.

26

t

Περὶ ὑστερικῆς πνιγός.

3

.

26

.

1

Ἡ ὑστερικὴ πνὶξ κέκληται μὲν συνθέτως ἀπὸ τοῦ πάσχοντος τόπου καὶ συμπτώματος ἑνός, λέγω δὲ τοῦ πνιγμοῦ, κατ’ ἔννοιαν δέ ἐστιν ἐποχὴ ἀναπνοῆς μετὰ ἀφωνίας καὶ κατοχῆς αἰσθήσεως διὰ ποιὰν

3

.

26

.

2

περὶ τὴν ὑστέραν διάθεσιν. προκατάρχει δὲ τοῦ πάθους ὡς ἐπὶ τὸ πλεῖστον ἐπάλληλος ἔκτρωσις, ὠμοτοκία, χηρεία μακρά, κράτησις ἐμ‐

3

.

26

.

3

μήνων καὶ συνήθους κυήσεως περιγραφή, πνευμάτωσις ὑστέρας. παρέπε‐ ται δὲ ταῖς ἐν τῷ πάθει τυγχανούσαις παροξυσμοῦ γινομένου κατάπτω‐ σις, ἀφωνία, βαρύπνοια, κατάληψις αἰσθήσεως, συνέρεισις ὀδόντων καὶ τρισμὸς σπασμώδης συνολκή τε τῶν ἄκρων (ποτὲ δὲ πάρεσις μόνον),
5ὑποχονδρίων | μετεωρισμός, μήτρας ἀναφυγή, θώρακος διόγκωσις, τῶν καταπλεκόντων τὸ πρόσωπον ἀγγείων κύρτωσις, περίψυξις, περιίδρω‐ σις, ἀσφυξία παντελὴς ἢ βραχὺς ἄγαν ὁ σφυγμός, καὶ συντόμως κατὰ τὸ πλεῖστον ἐξανίστασθαι τῆς καταπτώσεως καὶ ἀναφέρειν ὡς ἐπὶ τὸ πολὺ περὶ τῶν γεγονότων, ἀλγεῖν κεφαλήν τε καὶ τένοντας, ἐνιάκις
10δὲ καὶ παρακόπτειν.

3

.

27

.

1

παράκειται δὲ τῷ ὑστερικῷ πάθει διὰ τὴν ἀφωνίαν καὶ τὴν
κατάληψιν τῶν αἰσθήσεων τὸ ἐπιληπτικὸν καὶ ἀποπληκτικὸν καὶ κατα‐ ληπτικὸν καὶ ληθαργικὸν καὶ τὸ ἀπὸ ἑλμίνθων ἄναυδον. ὧν ἁπάντων ὑφ’ ἓν διακριθήσεται τῷ τὴν ὑστέραν ἐπὶ τούτων κατὰ φύσιν εὑρίσκε‐109
5σθαι ἢ μὴ ἐπὶ πολὺ κεκακωμένην, ἐπὶ δὲ τοῦ ὑστερικοῦ σφοδρῶς

3

.

27

.

2

φλεγμαίνουσαν καὶ ἀναδεδραμηκυῖαν· καὶ τῷ τὰς μὲν ὑστερικὰς ὡς ἐπὶ τὸ πλεῖστον τοῦ παροξυσμοῦ παυσαμένου περὶ ὧν ἔπαθον ἀνα‐ φέρειν, τὰς δὲ ἐν τοῖς ἄλλοις πάθεσι μηδαμῶς, καὶ τὰς μὲν ὑστερικὰς προηγουμένως ἐσχηκέναι μέμψιν ὑστέρας, τῶν ἄλλων δὲ τὰς μὲν ἐξ
5ἑλμίνθων ἀφώνους ἐντέρων καὶ κοιλίας, τὰς δὲ λοιπὰς κεφαλῆς πόνον

3

.

27

.

3

ἔχειν· καὶ τῷ ταῖς μὲν ἐπιληπτικαῖς ἀφρὸν ἐπιφαίνεσθαι καὶ σφυγμῶν μέγεθος, ταῖς δὲ ὑστερικαῖς οὐκέτι· καὶ τῷ ταῖς μὲν ἀποπληκτικαῖς σφοδρὸν εἶναι τὸν σφυγμόν, ταῖς ὑστερικαῖς δὲ ἀμυδρὸν εἶναι· τῶν δὲ καταληπτικῶν τῷ τὴν μὲν κατάληψιν ἐν πυρετοῖς γίνεσθαι μετὰ τοῦ
5διατετάσθαι τὰ βλέφαρα καὶ συνηρεικέναι τοὺς ὀδόντας πρὸ τῆς ἀκμῆς τοῦ πυρετοῦ, κατὰ δὲ τὴν ἀκμὴν ἀνίεσθαι, τὴν δ’ ὑστερικὴν

3

.

27

.

4

πνίγα καὶ ἄνευ πυρετοῦ καὶ μετὰ τοῦ ἐπιμεμυκέναι τὰ βλέφαρα. τῶν δὲ ληθαργικῶν ἴδιον τὸ ἐν πυρετῷ καταφέρεσθαι καὶ μέγαν ἔχειν τὸν σφυγμόν, ἅπερ οὐκ ἔστιν ἐπὶ τῶν ὑστερικῶν, τῶν δὲ δι’ | ἕλμινθας ἀφώνων τὸ ἐκβοᾶν ἐκ διαστημάτων καὶ ἀνώμαλον καὶ διαλείποντα τὸν
5σφυγμὸν ἔχειν.

3

.

28

.

1

τοιαύτη μὲν οὖν καὶ ἡ πρὸς τὰ παρακείμενα πάθη τῶν ὑστε‐ ρικῶν διάκρισις. ἔστιν δὲ 〈τὸ πάθοσ〉 τῷ γένει στεγνὸν καὶ σφοδρὸν καὶ κατ’ ὀξύτητα γινόμενον καὶ κατὰ χρονιότητα. διὸ τούτοις ἀκόλου‐

3

.

28

.

2

θον εἶναι δεῖ καὶ τὴν ἐπιμέλειαν. τῆς μὲν οὖν ἐπιτάσεως γινομένης κατακλίνειν δεῖ τὴν κάμνουσαν ἐν οἰκήματι συμμέτρως ἀλεεινῷ καὶ φωτεινῷ καὶ ἀσκύλτως τὴν κατάπτωσιν ἀνακαλεῖν, κινοῦντα μὲν τὴν γένυν, χλιάσματα κατὰ τῶν μέσων πάντων ἐπιτιθέντα, πρᾴως ἐξ‐
5απλοῦντα πᾶν τὸ συνελκόμενον, διακρατοῦντα τῶν ἄκρων ἕκαστον καὶ διὰ ψιλῶν 〈τῶν〉 χειρῶν προσαφῆς θάλποντα πᾶν τὸ κατεψυγμένον, εἶτα διὰ σπόγγου θερμῷ ὕδατι βραχέντος περιμάσσοντα τὸ πρόσωπον,

3

.

28

.

3

ἔχει γάρ τι ζώπυρον ὁ τοῦ προσώπου περισφογγισμός. εἰ δὲ τὰ τῆς
ἀφωνίας ἐπιμένοι, καὶ σικύαις κούφαις χρώμεθα κατὰ βουβώνων ἐφη‐ βαίου τε καὶ τῶν παρακειμένων, εἶτα τρυφερῶν καὶ καθαρῶν ἐρίων ἐπιβολαῖς καὶ πολλῇ καὶ ἀδιακόπῳ μέχρι τινὸς τῇ δι’ ἐλαίου γλυκέος110
5καταβροχῇ καὶ τῇ παντὸς ἄκρου διὰ τῶν ἐρίων περιειλήσει (δια‐ πρεσβεύεται γὰρ τὸ ἀπὸ τῶν περάτων χάλασμα μέχρι τῶν μέσων), εἶτα θερμοῦ ὕδατος ἐπὶ διιστα|μένῃ τῇ γένυι παρενστάξει, μετὰ δὲ

3

.

28

.

4

ταῦτα καὶ μελικράτου, καὶ τῇ διὰ κρεμαστοῦ κλινιδίου κινήσει. παυσα‐ μένης δὲ τῆς ἐπιτάσεως εἰ μή τις ἀτονία κωλύοι ἢ μὴ πρὸ πολλοῦ εἴη δεδομένη τροφή, φλεβοτομίᾳ χρηστέον, εἶτα ἐγχυματισμῷ δι’ ἐλαίου γλυκέος καὶ θερμοῦ [ὕδατος] καὶ καταβροχῇ διακλύσματί τε καὶ ποτῷ
5ὕδατι θερμῷ καὶ ἀποχῇ τροφῆς ἕως διατρίτου· κἀν ταύτῃ τὸ μὲν πρῶτον ἀποθεραπείᾳ, τὸ δὲ μετὰ ταῦτα τροφῇ ῥοφηματώδει καὶ ἀπὸ ταύτης τῇ παρὰ μίαν δόσει μέχρι τοῦ βεβαίως παρακμάσαι τὴν περὶ

3

.

28

.

5

τὴν μήτραν γενομένην ἀπειλήν. 〈καθ’ ἑκάστην δὲ ἡμέραν〉 κατα‐ πλάσμασιν τοῖς ἐπὶ τῶν μετὰ πόνου καθαιρομένων παραδοθεῖσι καὶ πυρίαις ταῖς διὰ σπόγγων καὶ τοῖς ἀνετικοῖς ἐγκαθίσμασιν, ὧν τῆς ὕλης ἐμνημονεύσαμεν, καὶ πεσσοῖς τοῖς διὰ στεάτων καὶ μυελῶν καὶ
5τήλεως καὶ μαλάχης Σουσίνου τε ἢ κυπρίνου ἐλαίου, καὶ τῇ διὰ κλυστῆ‐ ρος ἐνέσει τοῦ ἐλαίου ἢ ὑδρελαίου, καὶ μᾶλλον εἰ σκύβαλον εἴη κατεσχη‐ μένον (θλίβει γὰρ τὸ περίσσωμα παρακειμένην τὴν μήτραν)· παρακμα‐ ζούσης δὲ τῆς διαθέσεως κηρωταῖς καὶ μαλακτικωτέροις πεσσοῖς, εἶτα

3

.

28

.

6

τροφῇ ποικίλῃ κἄπειτα λουτρῷ καὶ ὕστερον οἴνῳ. πολλάκις δὲ τῶν παροξυσμῶν γινομένων καὶ τῶν ἀνέσεων καὶ διὰ τοῦτο χρονίσαντος τοῦ πάθους κατὰ μὲν τοὺς παροξυσμοὺς ἁρμόσει τοῖς ὑποδεδειγμένοις χρῆσθαι, κατὰ δὲ τὸ διάλειμμα πρῶτον ἀναλαμβάνειν τὴν κάμνουσαν
5διὰ ποικίλης αἰώρας καὶ περιπάτου καὶ ἀναγνώσεως καὶ ἀναφωνήσεως καὶ ἀλειμμάτων καὶ γυμνασίων καὶ λουτρῶν καὶ ποικίλης τροφῆς, εἶτα μετασυγκρίνειν διὰ δριμυφαγίας, δρώπακος, σικυῶν, | παροπτήσεως, τρίψεως μερικῆς εὐτόνου, συμπασμάτων, ἐγκαθισμάτων δριμέων, πεσ‐ σῶν ἀμυκτικῶν 〈καὶ〉 μαλαγμάτων, σιναπισμοῦ καὶ τῆς κατὰ κύκλον

3

.

28

.

7

ἀγωγῆς· εἰ δὲ μὴ λύοιτο ἡ διάθεσις, καὶ τῷ [ἀπὸ] δι’ ἐλλεβόρου
λευκοῦ σπαραγμῷ μετὰ τοὺς ἀπὸ ῥεφανίδων ἐμέτους ἀποδημίαις τε ἐπὶ γῆς καὶ θαλάσσης καὶ αὐτοφυέσιν ὕδασιν, ὧν ἁπάντων τὴν ἐπι‐ δέξιον χρῆσιν ἐν τοῖς Περὶ βοηθημάτων ὑπομνήμασιν ἐφω‐111
5δεύκαμεν.

3

.

29

.

1

οἱ πλεῖστοι δὲ τῶν ἀρχαίων καὶ οἱ μικροῦ δεῖν πάντες ἑτερόδοξοι δυσώδεσιν ὀσφραντοῖς ἐχρῶντο (οἷον θριξὶ κεκαυμέναις καὶ ἐλλυχνίοις ἀπεσβεσμένοις ἐλαφείῳ τε κέρατι τεθυμια‐ μένῳ, ἐρίῳ κεκαυμένῳ, κναφάλλοις κεκαυμένοις [πίσσῃ ὑγρᾷ, κεδρίᾳ,
5σφονδυλίῳ, πευκεδάνῳ] δέρματί τε καὶ ῥάκεσι, καστορίῳ διαχρίοντες τὰς ῥῖνας καὶ τὰ ὦτα, πίσσῃ, κεδρίᾳ, ἀσφάλτῳ, κόρεσι τεθλασμέναις καὶ πᾶσιν ἤδη τοῖς βαρυόσμοις εἶναι νομιζομένοις) ὡς τῆς ὑστέρας ἀπὸ τῶν δυσωδῶν φευγούσης· ἔνθεν καὶ κάτωθεν ἐπεθυμίασαν τὰ εὐώδη καὶ πεσσοὺς παρέλαβον διὰ νάρδου στάχυος 〈καὶ〉 στύρακος πρὸς τὸ
10τὴν μήτραν ἃ μὲν φεύγουσαν, ἃ δὲ διώκουσαν ἐκ τῶν ὑπερκειμένων

3

.

29

.

2

τόπων εἰς τοὺς ὑποκειμένους μεταστῆναι. ἔξωθεν δὲ τούτων Ἱππο‐ κράτης τὰς μὲν ἀφεψήματι κράμβης ἐπότισε, τὰς δὲ ὀνείῳ γάλακτι, καὶ ὡς εἰλεωδῶς στροφουμένης τῆς μήτρας αὐλίσκον ἐνθεὶς χαλκευτι‐ κῆς φύσης εἰς τὸν γυναι|κεῖον κόλπον ἐφύσα διαστολὴν ἐπιτηδεύων.

3

.

29

.

3

Διοκλῆς δὲ ἐν τῷ τρίτῳ τῶν Γυναικείων συνάγει μὲν τὰ πτερύγια τῆς ῥινός, ἀνοίγει δὲ τὸ στόμα καὶ πταρμικῷ χρῆται καὶ τῇ χειρὶ τὴν ὑστέραν εἰς τοὺς ὑποκειμένους ἀποθλίβει τόπους διὰ τῆς εἰς τὸ ὑποχόνδριον ἐπερείσεως καὶ τὰ σκέλη θερμῷ καταντλεῖ.

3

.

29

.

4

Μαντίας δὲ καστορίῳ καὶ ἀσφάλτῳ ποτίζει δι’ οἴνου, μελλούσης δὲ τῆς καταφορᾶς καταυλήσει χρῆται καὶ τυμπάνοις. Ξενοφῶν δὲ καὶ φῶς τὸ ἀπὸ λαμπτήρων εἰσφέρει καὶ ἤχους ἐπιτηδεύει πλείονας ἀκο‐ νῶν καὶ τύπτων χαλκώματα. Ἀσκληπιάδης δὲ πταρμικῷ χρῆται
5καὶ τὰ ὑποχόνδρια τελαμῶσι καὶ χορδαῖς διασφίγγει καὶ ἐμβοᾷ καὶ
ταῖς ῥισὶν ὄξος ἐμφυσᾷ, κατὰ δὲ τὸ διάλειμμα συνουσίαν δοκιμάζει καὶ112

3

.

29

.

5

ὑδροποσίαν 〈καὶ διὰ τοῦ ψυχροῦ τῆς κεφαλῆς καταιόνησιν〉. μεμφό‐ μεθα δὲ πάντας εὐθέως πλήσσοντας τὰ φλεγμαίνοντα καὶ κάρους κατασκευάζοντας [τῆς] διὰ τῆς ἐκ τῶν δυσωδῶν ἀποφορᾶς. οὐ γὰρ ὡς θηρίον ἐκ φωλεῶν ἡ μήτρα προέρπει, τερπομένη μὲν τοῖς εὐώδεσι,
5φεύγουσα δὲ 〈τὰ〉 δυσώδη, διὰ δὲ τὴν ἐκ τῆς φλεγμονῆς σφίγξιν συνολκοῦται. χαλεπὸν δὲ καὶ τὸ φλεγμαίνοντα κατὰ συμπάθειαν τὸν

3

.

29

.

6

στόμαχον ποτήμασιν κακοῦν φαρμακώδεσι καὶ δριμέσιν. ἡ δὲ ὑπὸ τῆς χαλκευτικῆς φύσης ἔκθλιψις εἰς τὸ αἰδοῖον τῇ πνευματώσει προσδια‐ τείνει τὴν ὑστέραν ἱκανῶς ἤδη τῷ λόγῳ τῆς φλεγμονῆς διατεταμένην.

3

.

29

.

7

ἡ δὲ τῶν πταρμικῶν χρῆσις τῷ τιναγμῷ καὶ τῇ δριμύτητι τῶν φαρ‐ μάκων μετασυγκρίνει τὰ χρονίσαντα, διόπερ παροξύνει τῆς ἐν ἐπιτάσει

3

.

29

.

8

τὴν διάθεσιν οὐ βίας δεομένης, ἀλλὰ πραϋσμοῦ. πληκτικοὶ δὲ καὶ οἱ ψόφοι καὶ οἱ τῶν χαλκωμάτων ἦχοι καὶ τῶν διὰ τὴν φλεγμονὴν εὐπαθῶν ἐρε|θιστικοί· πολλαὶ γοῦν καὶ τῶν ὑγιαινουσῶν ἀπὸ τοιούτων

3

.

29

.

9

ψόφων ἐκεφαλάργησαν. ἐπιβλαβὲς δὲ καὶ τὸ ἐμφυσηθὲν ὄξος· ὡς γὰρ τὰς ἔξωθεν φλεγμονάς, οὕτω καὶ τὰς ἔνδοθεν πᾶν τὸ στῦφον ἐπι‐ τείνει. βλαβερὸν δὲ καὶ τὸ διὰ χορδῶν ἢ τελαμώνων περισφίγγειν φλεγμαίνουσαν ἔξωθεν τὴν ὑστέραν οὐδὲ κατάπλασμα φέρειν ἀβαρῶς

3

.

29

.

10

δυναμένην διὰ τὴν ἐκ τῆς περιθλάσεως ἐπίτασιν. τὸ δὲ ὑδροποτεῖν οὐκ ἀσύμφορον 〈μόνον〉, ἔσθ’ ὅπου δὲ καὶ βλαβερόν ἐστι, ῥώσεως δεομένης τῆς καμνούσης, οὐ μετασυγκρίσεως, 〈ἣ〉 γίνεται καὶ διὰ τῆς

3

.

29

.

11

ἐπὶ τὸ κρᾶμα μετελεύσεως. συνουσία δὲ παρασκευαστικὴ πᾶσιν ἀτονίας, διὰ τοῦτο οὐ συμφέρει μηδενὸς προσγινομένου βελτίονος κακοῦσα τὸν ὄγκον εἰς ἀτονίαν. ἡ μέντοι διὰ τοῦ ψυχροῦ τῆς [δὲ] κεφαλῆς καταιό‐ νησις ἕνεκα τοῦ παύσασθαι τὴν ἀφωνίαν καταφανῶς ἐστιν ἄτεχνος·
5τῇ ψύξει γὰρ ἐπιπυκνουμένου τοῦ σώματος διὰ τὴν ἐπίτασιν τῆς φλεγμονῆς δυσανακλητοτέραν δεῖ γίνεσθαι τὴν καταφοράν.
6

3

.

30

t

Περὶ διατάσεως ὑστέρας.

3

.

30

.

1

* * *113

3

.

31

t

Περὶ ἐμπνευματώσεως μήτρας.

3

.

31

.

1

Ἐμπνευματοῦσθαι πέφυκεν ὑστέρα μετὰ τοὺς τοκετοὺς ἐκ ψύξεως ἢ φθορᾶς ἢ δυστοκίας μύσαντος τοῦ | στομίου ἢ θρόμβου

3

.

31

.

2

παρασφηνωθέντος αὐτῷ τοῖς ἄλλοις ὁμοίως * * καὶ ποτὲ μὲν εἰς τὸν δεξιόν, ποτὲ δὲ εἰς τὸν ἀριστερὸν βουβῶνα τὴν ἔρεισιν ποιουμένης. ἔτι δὲ καὶ ψόαι καὶ ἰσχία συναλγεῖ τισι, καὶ τὰ τῆς συμπαθείας τῆς πρὸς τὴν ὑστέραν σημεῖα ἐφορᾶται, οἷον τενόντων ἀλγήματα καὶ κεφα‐
5λῆς καὶ τὰ λοιπά, καὶ κατὰ τὴν τῶν δακτύλων θλίψιν εἶξις ἀντιμετα‐ βατικὴ ποσῶς, ταχεῖα δὲ πάλιν ἐπιδιόγκωσις, καὶ πρὸς τὸν διὰ τῆς χειρὸς ῥαπισμὸν ἦχος τυμπανώδης, ποτὲ δὲ καὶ στρόφος καὶ διαδρομὴ

3

.

31

.

3

νυγματώδης καὶ οἱονεὶ σφυγμός. καὶ πρὸς τὰ θερμαίνοντα δὲ κουφι‐ σμός, εἶτα μετ’ ὀλίγον παροξυσμὸς [ὁ] ψόφος τε καὶ βορβορυγμὸς ὡς αἰσθητῶς ἔξω τοῦ πνεύματος διατρέχοντος· τὸ δὲ ἐνιέμενον ἐν τῇ συνουσίᾳ σπέρμα διαλύεται· τὰ δὲ τῆς συνοιδήσεως τισὶ μὲν ἀεὶ δια‐
5μένει, τισὶ δὲ διά τινος χρόνου γίνεται.

3

.

32

.

1

καὶ νῦν δὲ τὴν ἐπιμέλειαν τῆς θεραπείας ὡς ἐπὶ στεγνῆς συντακτέον κατασκευῆς δι’ ἐγχυματισμῶν ἀνετικῶν καὶ καταπλασμάτων κούφων τε σικυῶν καὶ μετὰ κατασχασμοῦ καὶ παντὸς ἤδη τοῦ ὁμο‐ γενοῦς τούτοις βοηθήματος. τροφὰς δὲ λαμβανέτωσαν μὴ δυσπέπτους
5τε καὶ δυσκαταπονήτους καὶ δριμέας καὶ πνευματωτικάς, ἀλλὰ τὰς ῥᾳδίως καταπονεῖσθαι δυναμένας. ἡ δὲ μαῖα προλελιπασμένον τὸν δά‐ κτυλον καθεῖσα τὸν ἐγκείμενον θρόμβον, εἴπερ τύχοι παρα|κείμενος, κομιζέσθω πρᾴως αὐτὸν ἐνδιαλύσασα τῇ προσαφῇ χάριν τοῦ ἄσκυλτον

3

.

32

.

2

γενέσθαι τὴν ἔκκρισιν. χρονιζούσης δὲ τῆς ἐμπνευματώσεως ἐν μὲν τοῖς παροξυσμοῖς τὰ ἀνετικώτερα προσάξομεν (ἐν γὰρ ταῖς ἐπιθέσεσι

3

.

32

.

3

καὶ τοῖς παροξυσμοῖς τὰ ὅμοια δοκιμάζομεν)· διαλείμματος δὲ γενο‐ μένου τὰ σώματα τονοῦμεν διὰ συναλειμμάτων θερμοτέρων καὶ τρίψεως
τῶν σκελῶν καὶ τῶν πασχόντων τόπων, τῆς τε τῶν ὅλων καὶ τοπικῆς, ποτὲ μὲν διὰ ψιλῶν τῶν χειρῶν, ποτὲ δὲ δι’ ὠμοτάτων λίνων ξηρῶν114

3

.

32

.

4

τροφάς τε δίδομεν ποικίλας, ἔσθ’ ὅτε δὲ καὶ δριμέας. τὴν ὀσφὺν δὲ καὶ τὸ ἐπιγάστριον δρώπακι καταχρίομεν καὶ νίτρῳ συμπάσσομεν ἢ παροπτῶμεν, καὶ τῷ διὰ νάπυος καὶ ἰσχάδων φοινιγμῷ χρώμεθα, ἢ τὸ κρίθινον μετὰ σύκων ἑψημένων καὶ πηγάνου καὶ ὑσσώπου καὶ μέλιτος
5καταπλάττομεν. ἐπιρριπτοῦμεν δὲ καὶ τὸ διὰ νίτρου καὶ σύκων καὶ ἀψινθίου ἢ τὴν ὠμὴν λύσιν μετὰ σύκων ἡψημένων καὶ ὑσσώπου ἢ τὸ διὰ σπερμάτων μάλαγμα ἢ τὸ Πολυάρχιον ἢ τὸ διὰ δαφνίδων μετὰ

3

.

32

.

5

κηρωτῆς τὸ πρῶτον, εἶτα κατ’ ἰδίαν. ὅμοια δὲ τούτοις καὶ τὰ ἐγ‐ καθίσματα παρασκευάζομεν καθέψοντες τῷ ὕδατι σταφυλῖνον καὶ δαῦκον Κρητικὸν καὶ γλήχωνα, μενούσης δὲ τῆς κατασκευῆς καὶ ἀρτεμισίαν καὶ ὕσσωπον καὶ πράσιον καὶ δάφνην ἢ τὸν καρπὸν αὐτῆς κασίαν τε

3

.

32

.

6

καὶ νάρδον. τῆς δὲ αὐτῆς δυνάμεως καὶ πεσσοὺς προσβάλλομεν τοὺς διὰ πηγάνου 〈καὶ γλήχωνοσ〉 καὶ μέλιτος καὶ νίτρου καὶ τερεβινθίνης, χαλβάνης, ἴρεως, πηγάνου, ὑσσώπου | καὶ ταυρείας χολῆς ἴσων ἢ ἀνίσων μεμειγμένων. ἐκ τούτων δέ ἐστι καὶ τὸ τοιοῦτον πρόσθετον·
5σύκων λιπαρῶν κεκομμένων ὥστε τὰς κεγχραμίδας αὐτῶν μὴ φαίνεσθαι 𐅻 α, 〈κυκλαμίνου ῥίζης λειοτάτης 𐅻 β, ἀφρονίτρου λευκοῦ 𐅻 α〉. εἰς δὲ τὸ ἀμαυρῶσαι τὴν πολλὴν αὐτοῦ δριμύτητα καὶ δῆξιν εἰς γάλα

3

.

32

.

7

τὸν πεσσὸν προβάπτειν χρὴ καὶ ὑποτιθέναι. καὶ σικύας δὲ τοῖς τόποις κατὰ κύκλον προσβλητέον καὶ βιαίως ἀποσπαστέον, ἐνίοτε δὲ καὶ μετὰ ἀμυχῶν. καὶ πᾶσι τοῖς μετασυγκρίνειν δυναμένοις χρηστέον, καθάπερ τοῖς αὐτοφυέσιν ὕδασιν καὶ κατακρουνισμοῖς καὶ νήξεσιν, πρῶτον μὲν
5θερμοῖς, ὕστερον δὲ καὶ ψυχροῖς, κατ’ ὀλίγον ἐθίζοντας τὸ σῶμα ὑπο‐ μένειν τὴν ψυχρολουσίαν, ὥστε τονωθῆναι τὰ πεπονθότα μέρη. τροφὰς δὲ διδόναι λεπτυνούσας καὶ διαλύειν πνεύματα δυναμένας. χρηστέον δὲ καὶ τῷ Διοσπολιτικῷ, ἐνίοτε δὲ καὶ τῷ διὰ καλαμίνθης.

3

.

33

.

1

τὰ δὲ φαρμακωδέστερα φάρμακα παραιτούμεθα διὰ τὴν ἀνα‐ τροπὴν τοῦ στομάχου καὶ τὰς ὑποθυμιάσεις καὶ τοὺς διὰ τῶν ἀρωμά‐ των ὑποκαπνισμούς· πληρουμένη γὰρ ὑπὸ τούτων ἡ κεφαλὴ μείζονα

3

.

33

.

2

τὴν βλάβην ὑπομένει τῆς ὠφελείας. ἀποδοκιμάζομεν δὲ καὶ τὰ στύφοντα τῶν ἐπιθεμάτων, οἷον τὰ διὰ μήλων Κυδωνίων, φοινίκων Θηβαϊκῶν, οἴνου αὐστηροῦ, οἰνάνθης, ἀκακίας, σιδίων· τὴν γὰρ ἐπὶ στεγνώσει γεγενημέ‐
νην ἐμπνευμάτωσιν οὐ τὰ στύφοντα λύει, τὰ δὲ χαλῶντα καὶ ἀνιέντα.115

3

.

34

t

Περὶ οἰδήματος ὑστέρας.

3

.

34

.

1

Οἰδούσης δὲ τῆς ὑστέρας ὄγκος παρέπεται ὠχρό|λευκος, ὑπό‐ σομφος, εὐαφής, εἴκων πρὸς τὰς τῶν δακτύλων θλίψεις καὶ μετὰ βραχὺ πάλιν ἐπαιρόμενος· τὸ δὲ ἐπιγάστριον ὁμόχρουν ἐστὶν καὶ τοῖς

3

.

34

.

2

δακτύλοις ἑλκόμενον ἐπακολουθεῖ. τὰ αὐτὰ δὲ καὶ νῦν παραληπτέον ἅπερ ἐπὶ τῆς ἐμπνευματώσεως εἰρήκαμεν. ἐγχυματιστέον δὲ τοὺς τόπους τὸ μὲν πρῶτον ἐλαίῳ θερμῷ, ἔπειτα κυπρίνῳ ἢ ἰρίνῳ ἐλαίῳ, καὶ πεσσοῖς ὁμοίοις 〈τοῖς ἐπὶ〉 τῆς ἐμπνευματώσεως 〈χρηστέον〉.
4

3

.

35

t

Περὶ σκίρρου καὶ σκληρωμάτων ἐν ὑστέρ.

3

.

35

.

1

Σκληρία γίνεται μήτρας κατὰ προήγησιν φλεγμονῆς ἐκ μέρους ἢ καθόλου. παρέπεται δὲ ὄγκος ἀπηνής, ἀντίτυπος, ἐν δὲ ταῖς βιαιο‐ τέραις θλίψεσιν ναρκώδη συναίσθησιν ἐπιφέρων, καὶ ὡς ἐπὶ ἰσχιάσιν ἐν τῷ περιπατεῖν 〈καὶ〉 ἐπικεκυφέναι [καὶ] πονεῖν ὀσφύν, βουβῶνας,
5ἐπιγάστριον * *
5

3

.

36

t

Περὶ μύλης.

3

.

36

.

1

Ἡ λεγομένη μύλη, καθὼς ἄλλοι λέγουσιν μύλος, σκίρ‐ ρωσίς ἐστιν ὑστέρας διὰ προηγουμένην φλεγμονὴν ἐπι|γενομένη, ποτὲ δὲ καὶ τοπικὸν ἕλκος ἐπὶ πολὺ ὑπερσαρκῶσαν· ὠνόμασται δὲ ‘μύλοσ‘

3

.

36

.

2

ἀπὸ τῆς δυσκινησίας καὶ τοῦ βάρους. γίνεται δὲ ποτὲ μὲν κατά τι μέρος μήτρας, οἷον στόμα καὶ τράχηλον, ὥστε δακτύλοις καθιεμένοις
ὑποπίπτειν τὸν ὄγκον καὶ κάτω τὸ πᾶν εἶναι βάρος, ὡς ἐπὶ τὸ πολὺ δὲ καθ’ ὅλην τὴν μήτραν, ὁπότε παρακολουθεῖ πρόδηλος ὄγκος περὶ116
5τὸ ἐπιγάστριον ἀπηνὴς λιθώδης μετὰ κατασπασμοῦ τῶν ὑπερκειμένων ὑποχονδρίων καὶ ἰσχνώσεως ἀχροίας τε καὶ ἀνορεξίας.

3

.

37

.

1

γίνεται δὲ τὸ πρῶτον φαντασία τῆς συλλήψεως, ἐπεχομένων μὲν τῶν καταμηνίων, διογκουμένων δὲ τῶν μαστῶν, ἀνατρεπομένου δὲ τοῦ στομάχου, καὶ βαρυνομένης μὲν τῆς ὀσφύος, διογκουμένου δὲ τοῦ ἐπιγαστρίου. διακρίνεται δὲ τοῦ χρόνου προκόπτοντος τῷ νυγμα‐
5τώδη παρακολουθεῖν ἀλγήματα, μηδεμίαν δὲ γίγνεσθαι κίνησιν ὥσπερ

3

.

37

.

2

ἐπὶ τῶν κυουσῶν. ὕστερον καταλυομένου τοῦ παντὸς σώματος, μεγε‐ θυνομένης δὲ τῆς ὀγκώσεως ἔμφασις ὕδρωπος ἀποτελεῖται. διακρίνεται δὲ καὶ τοῦ ὕδρωπος τῷ κατὰ 〈τὴν〉 τῆς χειρὸς ἐπίθεσιν μηδέποτε εἴκειν τὸν ὄγκον μηδὲ κοιλαίνεσθαι μηδὲ ἦχον τυμπανώδη ἢ κλύδωνα γίνεσθαι
5κατὰ τὸν τῆς χειρὸς ῥαπισμόν, ὥσπερ ἐπὶ τοῦ ὕδρωπος· ἔσθ’ ὅτε δὲ προϊόντος τοῦ χρόνου καὶ καταψυχομένου τοῦ ἥπατος καὶ ὕδρωψ

3

.

37

.

3

ἐπιγίνεται. τινὲς δὲ ἱστοροῦσιἐπ’ ἐνίων καὶ σαρκὸς ἔκφυσιν γίνεσθαι συνισταμένης ὡσεὶ καρύου μέγεθος διὰ τοῦ γυναικείου αἰδοίου, αἷς μὲν κατὰ μῆνα, αἷς δὲ διὰ δύο ἢ τριῶν μηνῶν.

3

.

38

.

1

τὴν δὲ προειρημένην διάθεσιν οἱ μὲν ὡς ἀθερά|πευτον κατέ‐ λιπον, οἱ δὲ τὴν ἀρχομένην μόνον ὑπήγαγον τοῖς βοηθήμασιν, ἡμεῖς

3

.

38

.

2

δὲ καὶ νῦν ὡς κεχρονικυῖαν θεραπεύομεν νόσον. δεῖ δὲ μὴ ἀμελεῖν, ἀλλ’ ἐν μὲν ταῖς ἐπιθέσεσιν, ἃς καταλαμβάνομεν ἐκ βάρους πλείονος καὶ ναρκώδους συναισθήσεως ἢ φθορᾶς σιτίων καὶ ἀγρυπνίας δίχα προδήλου τινὸς αἰτίας γεγενημένης, παραλαμβάνειν καὶ καταπλάσματα
5θερμὰ χαλαστικά, σικύας, κατασχασμόν, βδέλλας, πυρίας, ἐγχυματισμοὺς πραϋντικοὺς ἀνετικούς, πεσσοὺς μαλακτικούς, ἐγκαθισμούς, κηρωτὰς μετὰ ἀλθαίας ἡψημένας καὶ γλυκέος ἐλαίου ἢ κυπρίνου καὶ μάλαγμα τὸ διὰ χυλῶν ἢ τὸ Μνασέου καὶ τροφὰς εὐχύμους τε καὶ εὐχύλους καὶ τὴν εἰς τοὺς ὤμους διὰ τελαμῶνος ἀνάληψιν εἰς ἐπικουφισμὸν τῆς

3

.

38

.

3

διὰ τὸν κατασπασμὸν ὀχλήσεως. ταῦτα μὲν οὖν ἐν τοῖς παροξυσμοῖς παραλαμβάνειν. ἐν δὲ τοῖς διαλείμμασιν ὅλον τὸ σῶμα προσαναλαμβά‐ νομεν διὰ τῆς ἀναληπτικῆς ἐπιμελείας, αἰώρας, περιπάτων, λουτρῶν, ἀναφωνήσεως, οἰναρίου καὶ τῆς ἐπιτηδείου καὶ ποικίλης τροφῆς, τὰ
5δὲ πρωτοπαθοῦντα μεταβάλλοντες διὰ δρώπακος, παροπτήσεως, ἡλιώ‐
σεως, νίτρου τε καὶ ἁλῶν ἐπιπασσομένων καὶ τρίψεως καὶ τῷ διὰ νάπυος καὶ ἰσχάδων φοινιγμῷ χρώμεθα καὶ μαλάγμασι [χρώμεθα] τῷ διὰ σπερμάτων καὶ τῷ διὰ δαφνίδων καὶ τῷ Πολυαρχίῳ καὶ τῷ117

3

.

38

.

4

Κηφισοφῶντος καὶ τοῖς ὁμοίοις, ἐγκαθισμάτων τε καὶ πυριῶν 〈τοῖσ〉 μετασυγκρίνειν δυναμένοις (οἷον 〈διὰ〉 θαλάσσης ἐζεσμένης | ἢ ἅλμης, ἀφεψήματος δάφνης, δαφνίδος, γλήχωνος, ὑσσώπου, ἐλελισφάκου,

3

.

38

.

5

πρασίου, ἀρτεμισίας, δικτάμνου, κενταυρίου, πολίου, σκορδίου) καὶ πεσσῶν τοῖς διὰ βουτύρου, ὑσσώπου, στέατος χηνείου, ὀρνιθείου, μυελοῦ ἐλάφου ἢ ἐγκεφάλου καὶ μέλιτος ἢ ἰσχάδων λιπαρῶν σαρκὸς καὶ σταφίδων μετὰ παλαιοῦ ἐλαίου ἢ κυπρίνου ἢ ἰρίνου ἢ σαμψυχίνου

3

.

38

.

6

ἢ ἀμαρακίνου ἢ Σουσίνου ἢ μαλαβαθρίνου. δοκιμαστέον δὲ καὶ δριμυ‐ φαγίαν προκοπτούσης τῆς διαθέσεως καὶ τὴν κατὰ κύκλον ἀγωγὴν καὶ τῶν αὐτοφυῶν ὑδάτων χρῆσιν καὶ κατακρουνισμῶν καὶ νήξεως ἐν θαλάττῃ ἢ αὐτοφυέσιν ὕδασιν καὶ τοὺς ἀπὸ ῥεφανίδων ἐμέτους καὶ εἰ
5ἡ δύναμις ἐπιτρέποι, καὶ τοὺς ἀπὸ ἐλλεβόρων.

3

.

39

.

1

φυλακτέον 〈δὲ〉 τούς τε δριμυτέρους πεσσοὺς καὶ ἐγκαθισμά‐ των 〈τὰ〉 δριμύτερα, μὴ τῇ συνεχεῖ χρήσει λάθωμεν ἑλκώσαντες τὰ

3

.

39

.

2

ἐσκιρωμένα καὶ παρὰ τοῦτο κακοήθη ποιήσωμεν τὴν διάθεσιν. τὰς δὲ διὰ κρόκου καὶ στύρακος καὶ ῥητίνης καὶ σμύρνης ὑποθυμιάσεις καὶ τοὺς δι’ ἀρτεμισίας γλήχωνός τε καὶ πρασίου καὶ σκορδίου κόμης περιατμισμοὺς καὶ τὸ πινόμενον οἰνόμελι 〈ἐν〉 ἀφεψήματι καρδάμου
5καὶ γλήχωνος ἀποδοκιμάζομεν δι’ ἃς ἐπὶ τῶν ἔμπροσθεν εἰρήκαμεν αἰτίας. πλείσταις δὲ διὰ τῆς προρρηθείσης ἀγωγῆς ἐξαπίνης ἔκκρισις | αἵματος τεθρομβωμένου καὶ μεμελασμένου σφόδρα πολλοῦ γέγονε καὶ
ἀπήλλαξε τῆς διαθέσεως.118

3

.

40

t

Περὶ αἱμορραγούσης ὑστέρας.

3

.

40

.

1

Ἀπὸ δυστοκίας ἢ ἐκτρώσεως ἢ ἀναβρώσεως δι’ ἕλκωσιν ἢ ἀναστομώσεως ἢ ἐξ οἱασδήποτε προφάσεως ῥήξεως ἀγγείων αἱμορραγία γίνεται μήτρας. καὶ πρόδηλος μὲν αὐτῆς ἡ κατάληψις ἐξ ἀθρόας καὶ ἀμέτρου φορᾶς αἵματος, συνεδρεύει δὲ ταῖς καμνούσαις ἀσθένεια,
5ῥάκωσις, ἴσχνωσις, ἄχροια καὶ κατ’ ἐπιμονὴν ἀνορεξία. δοκεῖ δέ ποτε

3

.

40

.

2

καὶ περιοδικῶς ἀπαντᾶν. ἔστιν δὲ τὸ σύμπτωμα χαλεπόν· οὔτε γὰρ δακτύλων ἐπερείσεσιν οὔτε ἀγκίστρων κατεπάρσεσιν οὔτε μοτῶν δια‐ σφηνώσεσιν οὔτε βρόχων περισφίγξεσιν οὔτε διαρραφαῖς χρῆσθαι δυνα‐

3

.

40

.

3

τόν ἐστιν. οὐκ ἀπὸ τῆς ὑστέρας δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ γυναι‐ κείου κόλπου φέρεται τὸ αἷμα, καί τινες σημειούμενοι τὸν τόπον τὸ μὲν ἀπὸ τοῦ αἰδοίου φασὶν λεπτὸν καὶ ξανθὸν καὶ θερμὸν φέρεσθαι [τὸ αἷμα], τὸ δὲ ἀπὸ τῆς ὑστέρας παχύτερον καὶ μελανώτερον καὶ
5ψυχρότερον. ἀσφαλέστερον δὲ διορίσαι τὸ πεπονθὸς μέρος ἐνέσται διοπτρισμὸν παραλαμβάνοντας.

3

.

41

.

1

τῆς ἐπιμελείας μέντοι χάριν συμφέρει κατάκλισις ἐν οἰκήματι μικροτέρῳ καὶ σκοτεινῷ καὶ μετρίως ἀναψύχοντι κατὰ κλίνης στερεᾶς, ἀκινήτου, μετεωρότερα τὰ πρὸς τοὺς πόδας ἐχούσης, ἠρεμία τε καὶ τὸ ἐφ’ ἑνὸς μένειν σχήματος (προκλητικὴ γὰρ ῥύσεως πᾶσα κίνησις) συν‐
5αγωγή τε τῶν μηρῶν καὶ διαπλοκή (μιμητικὸν γὰρ χαρακτῆρός ἐστι τὸ σχῆμα)· καὶ σπόγγων πλατέων καθαρῶν τρυφερῶν, ἐν ψυχρῷ | ὕδατι βραχέντων ἢ ὀξυκράτῳ ἢ ὄξει κατ’ ἰδίαν ἐπιθέσεις κατὰ τοῦ αἰδοίου καὶ τοῦ ἐφηβαίου καὶ τῆς ὀσφύος καὶ τῶν ἰσχίων, ὕστερον δὲ

3

.

41

.

2

καὶ κατὰ στήθους, νεαροποιουμένων καὶ συνεχέστερον· καὶ τῶν ἄκρων προστυπὴς διακράτησις καὶ διάσφιγξις (τὸ γὰρ ἐκ τῆς θλίψεως πύκνωμα μέχρι τοῦ πάσχοντος διαφέρεται μέρους)· καὶ ἢ εἰς ψυχρὸν ὕδωρ κάθεσις τοῦ προσώπου ἢ περισφογγισμὸς δι’ ἀκραιφνοῦς ὕδατος καὶ
5ἐκ διαστήματος καταρριπισμός, καὶ τῆς κεφαλῆς ἐπιβροχὴ [καὶ] δι’

3

.

41

.

3

ἐλαίου ψυχροῦ νεοτριβοῦς, καὶ καταρρόφησις ὄξους. ἐγκαθίσμασί τε 〈χρῆσθαι〉 μέχρι βουβώνων εἰς ψυχρὸν ὕδωρ ἢ ὀξύκρατον ἢ καθαρὸν ὄξος ἢ ἀφέψημα μύρτων ἢ ῥόδων ξηρῶν ἢ κηκῖδος ὀμφακίτιδος ἢ
μυρσίνης καὶ φακῶν ἢ σχίνου ἢ σιδίων ἢ βάτου θαλίας ἢ δρυὸς φύλ‐119

3

.

41

.

4

λων ἢ ἰτέας ἢ ῥοὸς βυρσοδεψικῆς. εἰ δὲ ἐκ τῆς διαναστάσεως σκυλμὸς ὀχληρότερος εἴη, διὰ κλυστηριδίων ἢ μητρεγχύτου τῶν εἰρημένων ἑνός τινος ἐγχυματιζέσθω χυλὸς ἢ ἀρνογλώσσου ἢ χυλὸς πολυγόνου ἢ σέρεως ἢ στρύχνου ἢ ψυλλίου ἢ περδικίου· εἰ δὲ καὶ ἐπιμένοι αἱμορραγοῦσα,
5καὶ ὑποκιστίδος καὶ ἀκακίας καὶ ὄπιον (ὄξει διειμένα ἢ ὁμοῦ πάντα ἢ

3

.

41

.

5

πρὸς ἕν) ἢ ὀμφάκιον, πλῆθος ἕως δύο κυάθων. καὶ τρυφερὸν ἔριον ἑνί τινι τῶν εἰρημένων χυλῶν διάβροχον ἢ διὰ δακτύλου ἢ μήλης παρεντι|θέσθω τῷ στόματι τῆς ὑστέρας, καὶ πολὺ μᾶλλον ἐντεῦθεν τῆς αἱμορραγίας ὑπαρχούσης· ὅταν γὰρ ἀπὸ τῶν ἄνωθεν, σφηνούμενον τὸ
5ἔριον συστέλλει τὴν ῥύσιν, ἐγκατέχει δὲ τῇ εὐρυχωρίᾳ τὸ ἀποκριθέν.

3

.

41

.

6

ὁπότε τρυφερὸν καὶ καθαρὸν σπογγάριον ἐπίμηκες [προστίθεται] ὡσαύτως διάβροχον ὡς ἐσωτάτω παρεντιθέναι προσῆκεν, ἵνα τὸ ἀπο‐ κρινόμενον παραλαμβάνηται καὶ μὴ θρομβούμενον συμπαθείας ἐξάπτῃ καὶ φλεγμονάς· ἐκ διαστημάτων δὲ τὸν σπόγγον ἀλλάσσειν. ἁρμόσει
5δὲ καὶ σικύας κολλᾶν κατ’ ὀσφύος βουβώνων τε καὶ λαγόνων (εἰ δὲ δυνατὸν εἴη, καὶ ἰσχίων) μετὰ πυρὸς πολλοῦ, καὶ προσκειμένας ἐᾶν

3

.

41

.

7

ἐπὶ χρόνον ἱκανόν, εἶτα καὶ πρᾴως ἀποσπᾶν. ἐπιθέμασι δὲ χρῆσθαι καθ’ ὧν τοὺς σπόγγους ἐπερρίψαμεν φοίνιξιν ἐν οἴνῳ αὐστηρῷ ἢ ὄξει βεβρεγμένοις μετὰ κηρωτῆς ῥοδίνης ἢ μηλίνης ἢ μυρσίνης φύλλων λείων ἢ μεσπίλων ἢ στυπτηρίας ἢ ἀλόης ἢ οἰνάνθης ἢ ὑποκιστίδος ἢ
5ἀκακίας ἢ κηκῖδος ὀμφακίτιδος καὶ ἐλαίου νεοτριβοῦς ἢ ῥοδίνου ἢ μυρσίνου ἢ σχινίνου ἢ μηλίνου, ἢ πάλιν τοῖς διά τινος πόας στυφού‐ σης καὶ ψυχούσης (οἷον ἀνδράχνης, ὑοσκυάμου, ἀρνογλώσσου, ψυλλίου, στρύχνου, περδικίου, πολυγόνου, σέρεως) μετὰ πάλης ἀλφίτου καὶ ὄξους

3

.

41

.

8

ἢ φοινίκων, ἀλλασσομένων πάντων συνεχέστερον. εὐτονωτέροις δὲ χρῆσθαι τοῖς πεσσοῖς, οἷον κηκῖδι, μάννῃ, χαλκίτιδι ἐξ ἴσου μετὰ γλυ‐ κέος οἴνου, ἢ σποδῷ ἢ τῇ ὑγρᾷ πίσσῃ σπόγγου βραχέντος, εἶτα καὶ
ἐντὸς εἰσαχθέντος * * ἢ ξηρᾶς τρυγὸς μετά | τινος τῶν στυφόντων χυλῶν.120
5εἰ δὲ πρὸς ἀνάβρωσις εἴη, καὶ τῷ διὰ χάρτου μέλανι μετ’ ὄξους ἤ τινι τῶν πρὸς τοὺς δυσεντερικοὺς ἀναγραφομένων τροχίσκων· καὶ γὰρ εἰ γίνεταί τις ἐκ τούτων ἐσχάρωσις, εὐμαρὴς ἡ πρὸς ταύτην ὑπάντησις

3

.

41

.

9

κρατουμένης ἐν τῷ ζῆν τῆς καμνούσης. διδόναι δὲ καὶ τροφὴν προ‐ αποσπογγίσαντα τὸ πρόσωπον μετὰ ψυχροῦ ὕδατος· ἔστω δὲ ἡ τροφὴ ὄρυζα ἐκ ψυχροῦ ὕδατος ἢ ὀξυκράτου ἢ χόνδρος ἢ ἄρτος καὶ ἁπαλὸν

3

.

41

.

10

ᾠὸν δι’ ὄξους. ὕστερον δὲ καὶ μετά τινας ἡμέρας καὶ σέριν ἢ ἀρνό‐ γλωσσον δι’ ὄξους καὶ ῥοὸς ὀλίγου νεοτριβοῦς, καὶ μετὰ τὸ καλῶς ἑψηθῆναι ἔλαιον νεοτριβὲς καὶ αὐτό, καὶ μῆλον καὶ κυδώνιον ὀπτὸν ἢ ἑφθὸν ἄπιον, καὶ σαρκίον ἀπὸ στήθους φάσσης ἑψημένης ἐν ὀξυκράτῳ
5ἢ μύρτοις ἔνδοθεν ἐκπεπληρωμένης, ἢ πέρδικος ἢ ἀτταγῆνος ἤ τινος τῶν ἐμφερῶν τούτοις· ὑπερβάντων δὲ τῶν τῆς συμπαθείας χρόνων καὶ οἰνάριον δοτέον, στερεᾶς δὲ παντελῶς γενομένης καὶ λουτρόν.

3

.

42

.

1

τὴν δὲ φλεβοτομίαν, ἣν ἄλλοι τε παρέλαβον καὶ Θεμίσων μεταγωγῆς ἕνεκα τῆς ὕλης, ἀποδοκιμάζομεν· χαλᾷ μὲν γὰρ ἡ φλεβο‐ τομία, πύκνωσιν 〈δὲ〉 καὶ συστολὴν τὸ αἱμορραγοῦν ἀπαιτεῖ, καὶ οὐ δεῖ μετάγειν τὴν ὕλην, ἀλλὰ κατέχειν. ἐπισφαλὲς δὲ καὶ τὸ φλεβοτο‐
5μεῖν, ὅτι μὴ κρατηθείσης μὲν τῆς φορᾶς τοῦ αἵματος ἐκ τῆς φλεβοτο‐ μίας ἀνάγκη τάχιον τὴν κάμνουσαν ἀπολέσθαι ὡς ἂν ὑπὸ διπλῆς δαπανηθεῖσαν αἱμορραγίας, κρατηθείσης δὲ οὕτως, ὥστε φλεγμονὴν ὕστερον ὡς ἀπὸ σκυλμοῦ πλείονος ἐπιγίνεσθαι, κατάλ|ληλον τρόπον

3

.

42

.

2

ὁ κίνδυνος. εἰ μὲν γὰρ φλεβοτομήσαιμεν, συντόμως ἀπολέσομεν τὴν γυναῖκα μετὰ φλεβοτομίαν καὶ αἱμορραγίαν· πάλιν δὲ εἰ μὴ φλεβοτομοῦντες ἀφέλοιμεν αἷμα φλεγμονῆς μεγάλης ὑπαρχούσης, ἀβοήθητον περιοψόμεθα τὴν κάμνουσαν, οὐδὲν γὰρ οὕτω διακόπτει

3

.

42

.

3

τὸν ἐν φλεγμονῇ κίνδυνον ὡς φλεβοτομία. φασὶ δὲ ἔνιοι καὶ κατὰ ἀντιπάθειαν ἔνια ποιεῖν, καθάπερ Μαγνῆτιν λίθον καὶ τὸν Ἄσσιον καὶ λαγωοῦ πυτίαν καὶ ἄλλα τινὰ τῶν περιάπτων, οἷς ἡμεῖς οὐ προσέχο‐ μεν. οὐκ ἀποκωλυτέον δὲ τὴν παράληψιν αὐτῶν· καὶ γὰρ εἰ μηδὲν
5ἐξ εὐθείας παρέχει τὸ περίαπτον, ἀλλ’ οὖν δι’ ἐλπίδος εὐθυμοτέραν
τὴν κάμνουσαν τάχα παρέξει.121

3

.

43

t

Περὶ ῥοῦ γυναικείου.

3

.

43

.

1

[Ὁ καλούμενος γυναικεῖος ῥοῦς] Κατὰ μὲν τοὺς ἀρχαίους, ὡς Ἀλέξανδρος ὁ Φιλαλήθης ἐν τῷ πρώτῳ λέγει τῶν Γυναι‐ κείων, ῥοῦς ἐστι “πλείονος αἵματος φορὰ διὰ μήτρας μετὰ παρεκτά‐ σεως χρόνου”, κατὰ δὲ Δημήτριον τὸν Ἡροφίλειον “φορὰ
5ὑγρῶν διὰ μήτρας μετὰ παρεκτάσεως χρόνου”, τῷ μὴ αἱματώδη μόνον ἀλλὰ καὶ ἄλλοτε ἀλλοῖον κατὰ χρόνον γίνεσθαι ῥοῦν. καθ’ ἡμᾶς δὲ ῥευματισμός ἐστιν ὑστέρας χρονίζων αἰσθητῶς ἀποκρινομένου πλείονος

3

.

43

.

2

ὑγροῦ. διαφοραὶ δὲ αὐτοῦ κατὰ μὲν Ἀσκληπιάδην καὶ ἄλλους τινὰς δύο (εἷς μὲν γάρ ἐστιν ἐρυθρός, ἄλλος δὲ ὑδατώδης καὶ λευκός), κατὰ δὲ τὸν Δημήτριον παρὰ τὴν χρόαν καὶ τὴν δύναμιν. παρὰ μὲν οὖν τὴν χρόαν· ὃς μὲν γάρ ἐστι λευκός, πτισάνης χυλῷ παρα‐
5πλήσιος, ὃς δὲ ὑδατώδης, | ὃς δὲ ἐρυθρός, ὃς δὲ μέλας, ὃς δὲ ὕφαιμος σαρξὶ πεπλυμέναις ὅμοιος, ὃς δὲ ἀνώμαλος, ὃς δὲ ὠχρός· παρὰ δὲ τὴν δύναμιν ὃς μέν ἐστιν ἀργὸς καὶ ἄνευ δήξεως καὶ ἀλγήματος φέρεται, ὃς δὲ φέρεται μετὰ δήξεως καὶ ἀναβρώσεως καὶ συναίσθησιν

3

.

43

.

3

ἐπώδυνον ἐν τῷ καιρῷ τῆς ἀποκρίσεως ἐπιφέρων. λέγει δὲ καὶ τὸν μὲν ἀφ’ ὅλου φέρεσθαι τοῦ σώματος, τὸν δὲ ἀπὸ τῆς ὑστέρας, τὸν δὲ ἀπ’ ἄλλου τινὸς μέρους, καὶ τὰς τούτων διαφορὰς ἐπεξέρχονται δὲ μετὰ σημειώσεως. ἃς μακρὸν ἅμα καὶ ἄχρηστον ἐξιστορεῖν· ἐπὶ
5παντὸς γὰρ ῥευματισμοῦ καὶ ὅλων τῶν σωμάτων καὶ μερικῶς τῆς ὑστέρας ἐπιμελεῖσθαι προσῆκεν. λέγεται δὲ ὁ λευκὸς ῥοῦς τοῦ ἐρυθροῦ

3

.

43

.

4

δυστραπελώτερος, ὡς διὰ στενοτέρων φερόμενος πόρων. ἡμεῖς δὲ κατὰ κοινὸν σημειωσόμεθα τὸν ῥοῦν ἐκ τοῦ συνεχῶς καθυγραίνεσθαι τοὺς τόπους διαφόροις κατὰ χρόαν ὑγροῖς, τὴν δὲ κάμνουσαν ἀχροεῖν καὶ ἀτροφεῖν καὶ ἀνορεκτεῖν κἀν τοῖς περιπάτοις πολλάκις δυσπνοεῖν
5καὶ κατοιδηκότας ἔχειν τοὺς πόδας.

3

.

44

.

1

κατὰ δὲ τὸ προσεχὲς διοίσει τὸ πάθος αὑτοῦ τῷ τὸν μὲν χωρὶς πόνου ὑπάρχειν, τὸν δὲ μετὰ πόνου, καὶ 〈τὸν μὲν〉 χωρὶς
ἑλκώσεως, τὸν δὲ μεθ’ ἑλκώσεως, 〈ἤτοι〉 φλεγμαινούσης ἢ ῥυπαρᾶς ἢ122

3

.

44

.

2

καθαρᾶς. 〈ὅτε μὲν οὖν χωρὶς | ἑλκώσεως ἢ πόνου φέρεται, πᾶσι χρηστέον τοῖς ἐπὶ τῆς αἱμορραγούσης ὑστέρας εἰρημένοισ〉· εἰ δὲ καὶ ποτήμασί τις ἐθέλοι, μὴ φαρμακώδεσι καὶ δριμέσιν, ἀλλ’ ἠπίοις τε 〈χρῆσθαι καὶ σταλτικοῖς, ταῦτα παραλαμβάνειν οὐ παραιτητέον〉,
5οἷον λωτοῦ πρισμάτων ἀπόβρεγμα κατ’ ἰδίαν ἢ μετὰ δυοῖν ὀβολῶν Σαμίας γῆς ἐν δυσὶ κυάθοις ὕδατος (εἰ δὲ 〈ὁ〉 καιρὸς ἐπιτρέποι, καὶ μετ’ οἴνου αὐστηροῦ) ἢ σὺν αὐτῷ λαγωοῦ ἢ μόσχου πυτίαν ἢ ἀρνὸς ἢ ἐλάφου (πηκτικὴ γὰρ κατὰ δύναμίν ἐστιν) ἢ γίγαρτα λεῖα ἢ μύρτα ἢ σίδια ἢ φλοιὸν πίτυος ἤ τι τῶν ἐμφερῶν ἐπιπασσόμενον τῷ ποτῷ
10μέχρι δυοῖν δραχμῶν ἢ ἀφέψημα φοινίκων Θηβαϊκῶν ἢ κυδωνίων καὶ

3

.

44

.

3

μήλων. ὅτε δὲ μετὰ πόνου φέρεται, χυλὸν ἐνετέον τράγου ἢ χόνδρου ἢ πτισάνης διὰ μητρεγχύτου 〈ἢ〉 κλυστηριδίου, καὶ τοῖς θερμοῖς κατὰ δύναμιν χρηστέον καταπλάσμασι καὶ τροφαῖς ἐνθέρμοις τε καὶ λεπταῖς.

3

.

44

.

4

ὅτε δὲ μεθ’ ἑλκώσεως, ἐπὶ μὲν τῆς φλεγμαινούσης τοῖς αὐτοῖς πάλιν χρηστέον οἷς ἐπὶ τοῦ μετὰ περιωδυνίας καὶ χωρὶς ἑλκώσεως ῥευμα‐ τισμοῦ· εἰ δ’ εἴη ῥυπαρά, ὥστε τρυγῶδες εἶναι τὸ φερόμενον, ἢ 〈καθαρά〉, | καθάπερ ἐπὶ δυσεντερικῶν ποὺ μὲν 〈τοῖσ〉 ἀνακαθαίρειν,
5ποὺ δὲ τοῖς ἐπουλοῦν δυναμένοις, ὧν μνημονεύσομεν μικρὸν ὕστερον

3

.

44

.

5

περὶ τῶν ἐν μήτρᾳ διαλαμβάνοντες ἑλκῶν. εἰ δὲ χρονίσας ὁ ῥοῦς ποτὲ μὲν ἐπιθέσεις, ποτὲ δὲ διαλείμματα λαμβάνοι, κατὰ μὲν τὴν ἐπί‐ θεσιν τοῖς ἁπλοῖς παρηγορίας ἕνεκεν χρηστέον, κατὰ δὲ τὰ διαλείμ‐ ματα τοῖς τονοῦν καὶ μετασυγκρίνειν δυναμένοις, οἷον αἰώρᾳ διαφόρῳ,
5περιπάτῳ, ἀναφωνήσει, ἀναληπτικῇ ἐπιμελείᾳ, λουτρῷ, οἰναρίῳ, ποικίλῃ τροφῇ, παροπτήσεσιν, ἡλιώσεσιν, σικύαις μετασυγκριτικαῖς, δρώπαξι, τρίψεσι διὰ γυμνῶν τῶν χειρῶν ἢ δι’ ὠμολίνου, ἢ ψιλώθρῳ ἢ σμή‐ γμασι μετασυγκριτικοῖς, σιναπισμῷ, ἐμέτῳ ἀπὸ ῥαφανίδων, δριμυφαγίᾳ
καὶ τῇ κατὰ κύκλον ἀγωγῇ, κολύμβοις, κατακρουνισμοῖς ἐν ὕδασιν123
10αὐτοφυέσιν, ἀλλαγαῖς ἀέρων διὰ γῆς καὶ θαλάσσης, ἐγκαθίσμασί τε καὶ

3

.

44

.

6

πεσσοῖς τοῖς ἀμύσσειν δυναμένοις. τὴν δὲ ἐπὶ τοῦ αἱματώδους ῥοῦ φλεβοτομίαν [ἀπὸ ἀγκῶνος ἢ ῥινὸς ἢ μετώπου ὡς ἀνωτέρω εἰρήκαμεν] καὶ νῦν ἀποδοκιμάζομεν μὴ σφοδροτέρας περιωδυνίας ἐπειγούσης· συστολῆς γὰρ χρῄζει τὸ πάθος, οὐκ ἀνέσεως, ἣν ἡ τοῦ αἵματος ἀφαί‐
5ρεσις πέφυκεν παρέχειν.
5

3

.

45

t

Περὶ γονορροίας.

3

.

45

.

1

Οὐκ ἐπὶ μόνων ἀνδρῶν, ἀλλὰ καὶ ἐπὶ γυναικῶν | ἀποτελεῖται γονόρροια. ἔστι δὲ σπέρματος ἔκκρισις χωρὶς προθυμίας καὶ ἐντάσεως ἐκ μικρῶν φέρουσα διαστημάτων, ὥστε τὸν ὄγκον ὠχραίνεσθαι καὶ ἀδυναμεῖν καὶ συντήκεσθαι· χαλᾶται γὰρ ἡ μήτρα, καὶ ἀδυναμία

3

.

45

.

2

παρέπεται, καὶ συντήκεται τὰ σώματα κατὰ βραχύ. συρρεῖ γὰρ πρὸς τὴν μήτραν κατ’ ὀλίγον ἡ ἀπὸ τοῦ σώματος ὕλη, ἀλλοίωσιν βραχεῖαν ἐν τοῖς τόποις ὑπομένουσα, καθάπερ ἐπὶ τῶν ὀφθαλμιώντων τὸ δά‐ κρυον. χρονίζειν δὲ εἴωθε τὸ πάθος τῷ γένει ῥοῶδες ὑπάρχον.

3

.

46

.

1

διὸ προσφάτου μὲν αὐτοῦ τυγχάνοντος ὥσπερ ἐν τοῖς παρ‐ οξυσμοῖς παρηγορικῶς ἀκτέον. ἐγκαθίζειν μὲν οὖν αὐτὰς χρὴ εἰς τὰ στύφοντα ἀφεψήματα καὶ ψυχρότερα (οἷον ῥόδων, μυρσίνης, σχίνου, βάτου καὶ τῶν ὁμοίων) καὶ περιχρίειν τὸ ἦτρον καὶ τοὺς βουβῶνας
5ἀκακίαν καὶ ὑποκιστίδα μετ’ οἴνου αὐστηροῦ καὶ τὰ παραπλήσια καὶ τοῖς διὰ φοινίκων καὶ κυδωνίων καὶ μυρσίνης καταπλάσμασι καὶ κηρω‐

3

.

46

.

2

ταῖς χρῆσθαι. ἔλασμα δὲ μολύβδου πλατὺ καὶ λεπτὸν ὑποβλητέον τῇ ὀσφύι νυκτός, καὶ τριβακοῖς χρωμέναις περιβλήμασι καὶ μὴ τρυφερὰ ἔστω τὰ ὑποστρώματα. ἐμέτοις δὲ χρηστέον καὶ τοῖς ἀπὸ τροφῆς μέν, μάλιστα δὲ νήστεσι. καὶ γυμνάζειν τὰ ἄνω μέρη καὶ τρίβειν ἐπὶ πολύ.

3

.

46

.

3

μὴ λιπαίνειν δὲ ὅλως μηδὲ θερμαίνειν τὰ πεπονθότα μέρη. ποτίζειν δὲ ἁλικακάβου ῥίζης ἐξηραμένης ἐν σκιᾷ 𐅻 α μεθ’ ὕδατος ἢ ἄγνου
σπέρματος ὁμοίως ἢ κανάβεως ἢ πηγάνου σπέρματος· τροφὰς δὲ διδό‐ ναι μὴ διαλελυμένας μηδὲ ῥοφηματώδεις μηδὲ γεννητικὰς τοῦ σπέρμα‐124
5τος ἢ ἐρεθιστικάς, ἀλλὰ | ξηροφαγεῖν τὰ πλεῖστα καὶ τῶν πτηνῶν τι

3

.

46

.

4

λαμβάνειν ὀπτὸν καὶ οἶνον ὀλίγον σκληρότερον. φεύγειν δὲ καὶ τὰ λοιπὰ ἐρεθιστικὰ τῶν ἀφροδισίων, ὡς μηδὲ ἐν ζωγραφίᾳ χαρακτῆρας δεικνύειν εὐμόρφους μηδὲ τοὺς περὶ τῶν συμπλοκῶν λόγους διηγεῖσθαι [μηδὲ τοὺς περὶ τῆς συνουσίας λόγους τίθεσθαι], στυγνὰς δὲ τὰς δια‐

3

.

46

.

5

γωγὰς ποιεῖσθαι καὶ ἀναγνώσεις ὁμοίως καὶ διηγήματα. χρονιζούσης δὲ τῆς διαθέσεως καὶ γυμνασίοις χρῆσθαι καὶ ἀφιδρώσεσι καὶ τρίψεσι καὶ βαλανείοις ψυχροῖς, ῥοδίνῳ δὲ συνεχῶς χριστέον τὸ ἦτρον καὶ τὴν ὀσφύν. [χρηστέον δὲ καὶ τοῖς ἐπὶ τῆς τῶν ἀνδρῶν γονορροίας καὶ
5ὀνειρώξεως προγεγραμμένοις βοηθήμασιν.] διαλείμματος δὲ γενομένου 〈παραλαμβάνειν〉 τὰ τονοῦντα καὶ μετασυγκρίνοντα τοπικῶς καὶ τὴν ὅλην σύγκρισιν, ὧν τὰς ὕλας ἐκ τῶν πρόσθεν εἰρημένων μετενεκτέον.
7

3

.

47

t

Περὶ ἀτονούσης μήτρας.

3

.

47

.

1

Ὥσπερ καὶ τὰ ἄλλα μόρια τοῦ σώματος, οὕτως καὶ ἡ μήτρα ἐνίοτε ἀτονεῖ. παρέπεται δὲ ταῖς τοιαῦτα πασχούσαις συνουσίας ἀποστροφή, ἔκκρισις πνευμάτων, πλεονασμὸς καταμηνίων δὶς ἢ τρὶς ἐπιφαινομένων τοῦ μηνὸς ἀτάκτως, μελάνων, ὑδατωδῶν, ἀκρατησία

3

.

47

.

2

τοῦ σπέρματος. ἐκρεῖ γὰρ μετὰ τὴν συνουσίαν αἷς μὲν εὐθύς, αἷς δὲ μετὰ ἡμέρας τινὰς ὀλίγως | βράδιον, αἷς δὲ καὶ διατυπωθέν, ἄλλαις δὲ καὶ νεκρωθὲν ἢ παντελῶς ἄτροφον καὶ τοῖς χρόνοις ἐλλιπές, ὥστε γίνεσθαι ποτὲ μὲν ἔκροιαν, ποτὲ δὲ ἔκτρωσιν, ποτὲ δὲ ὠμοτο‐
5κίαν. ‘ἔκροια‘ μὲν οὖν ἐστιν ἀποπτυσμὸς τοῦ σπέρματος μετὰ τὴν συνουσίαν μετὰ πρώτην ἢ δευτέραν 〈ἢ τρίτην〉 ἡμέραν, ‘ἔκτρωσισ‘ δὲ ἡ μετὰ δεύτερον ἢ τρίτον μῆνα φθορὰ τοῦ ἐμβρύου, ‘ὠμοτοκία‘ δὲ
ἡ σύνεγγυς τῆς τελειώσεως πρὸ ὥρας ἀπότεξις· τὰ δὲ μὴ φθαρέντα125

3

.

47

.

3

ἔμβρυα ἄτροφα καὶ ἀσθενέστατα γίνεται. ἐν δὲ τῷ καιρῷ τῶν κατα‐ μηνίων παρέπεται βάρος τοῦ ἐπιγαστρίου, ὀσφύος, σκελῶν· ὁ στόμα‐ χος κακοπραγεῖ, κἀκ τούτου ἐνίοτε ἀναθυμιάσεων περὶ τὴν κεφαλὴν γιγνομένων τὰ αὐτὰ συμπτώματα ταῖς ὑστερικῶς πνιγομέναις παρέπε‐
5ται, ἐνίοτε δὲ καὶ μελαγχολικαῖς παρανοίαις περιπίπτουσι καὶ μανίαις. συμβαίνει δὲ τὸ πάθος ἐκ συνεχῶν κυήσεων καὶ διατάσεων καὶ μάλιστα ὅτε μεγάλα εἴη τὰ ἔμβρυα.

3

.

48

.

1

μετενεκτέον δὲ τῇ θεραπείᾳ ἐκ τῶν ἔμπροσθεν εἰρημένων τὰ δυνάμενα τόνον ἐντιθέναι καὶ ῥώμην τοῖς πεπονθόσι μορίοις· ὡς γὰρ χρονίου ῥοώδους τοῦ πάθους ἐπιμελεῖσθαι προσήκει. 〈καὶ〉 σταλτικοῖς μὲν κατὰ τὰς ἐπιθέσεις χρώμεθα, τονωτικοῖς δὲ καὶ μετασυγκριτικοῖς

3

.

48

.

2

κατὰ τὰ διαλείμματα. δεῖ μέντοι μὴ ἀποπτυσθέντος εὐθέως τοῦ σπέρ‐ ματος τῇ συλλήψει συνεργεῖν, ὡς ἐν ἀρχαῖς ὑπεδείξαμεν. φθορᾶς δὲ προσδοκωμένης ἔσεσθαι, καθάπερ διὰ τοῦ προηγουμένου σκέμματος παρεστήσαμεν (ἰσχνουμένων τε παραλόγως τῶν μαστῶν, ὡς Ἱπποκρά‐
5της φησίν, καὶ ψυχομένων τῶν | μηρῶν, ὥσπερ ἐσημειώσατο Διοκλῆς) ἢ καὶ τοῦ ἐμβρύου διεφθαρμένου πρὸς μὲν τὴν ἔκκρισιν ἀποσυνεργοῦντα δεῖ πολλὴν ἡσυχίαν ἄγειν καὶ ἀναρρόπως κατακλίνειν καὶ σπόγγους ἀποτεθλιμμένους ἐν ὀξυκράτῳ περιβάλλειν ἐφηβαίῳ καὶ ὀσφύι, πολ‐ λάκις γὰρ οὕτως ἔκτρωσις ἐκρατήθη, τοιαύτης ἐπιμελείας πρὸς διαίρεσιν
10πρόσφατον συνταχθείσης. ἐφθαρμένου δὲ τοῦ κατὰ γαστρὸς διὰ τῶν

3

.

48

.

3

ἀνετικῶν συνεργητέον τῇ τελείᾳ ἐκβολῇ. ἐγκαθίσματα οὖν παραλαμ‐ βάνειν χρὴ τὰ στύφοντα, χλιαρὰ μέντοι τῇ ἁφῇ, καὶ ἐγχυματιστέον τὴν ὑστέραν ῥοδίνῳ τε χλιαρῷ ἢ ναρκισσίνῳ ἢ Σουσίνῳ ἢ μηλίνῳ καὶ τοῖς ὁμοίοις τὸ ὑπογάστριον ἀλειπτέον καὶ τὴν ὀσφύν. γυμνάζειν δὲ

3

.

48

.

4

συνεχῶς ὅλον τὸ σῶμα γυναικὶ πρέπουσι γυμνασίοις. τροφαῖς δὲ χρη‐ στέον ὀλίγαις μέν, κρεώδεσι δὲ καὶ ὑποστυφούσαις ἠρέμα, καὶ οἶνον ὁμοίως στύφοντα μετρίως σκληρὸν διδόναι· ὀλίγον δὲ ἔστω τὸ πλῆθος τοῦ πινομένου, μᾶλλον γὰρ ἡ δίψα ἐπιτηδεία τῷ πάθει. παραιτεῖσθαι
5δὲ τὰ διὰ γάλακτος καὶ τυροῦ σκευαζόμενα πάντα καὶ πᾶσαν κάθαρσιν
καὶ κοιλιολυσίαν.126

3

.

49

t

Περὶ παραλύσεως μήτρας.

3

.

49

.

1

Παραλύεται μήτρα δι’ ἄλλας τε αἰτίας καὶ δι’ ἐπάλληλον ἔκτρωσιν· παρέπεται δὲ ταῖς πασχούσαις συνουσίας ἀποστροφή, κατά‐ ψυξις τοῦ στομίου τῆς μήτρας καὶ τὸ ἀτροφώτατον αὐτὸ καὶ λαπαρώ‐ τατον καὶ οἱονεὶ ῥακωδέστατον ὑπάρχειν καὶ χαλᾶσθαι τὸν τράχηλον

3

.

49

.

2

καὶ ἀναισθητεῖν. καὶ ποτὲ μὲν ἐποχὴ τῶν καταμηνίων γίνεται τελεία, ποτὲ δὲ τούτων | [ποτὲ] καὶ ἄτακτος ἀπόκρισις καὶ παραποδισμὸς πρὸς τοὺς περιπάτους ὡς ἀλλοτρίου τινὸς ἐγκειμένου καὶ πρὸς σύλληψιν ἀπραξία, τοῦ σπέρματος ἐν ταῖς συνουσίαις ἢ μηδ’ ὅλως παρατιθεμένου
5τῇ μήτρᾳ ἢ καθάπερ ἐξ ἀψύχου κύτους [οὐκ] ἀποδιδομένου παραυτίκα, ποτὲ δὲ κατὰ συμπάθειαν τῶν παρακειμένων καὶ ἀπροαίρετος ἔκκρισις

3

.

49

.

3

οὔρων ἢ σκυβάλων καὶ ἀπευθυσμένου βάρος. στεγνὸν δὲ τὸ πάθος καὶ πολυχρόνιον, ποτὲ μὲν ἐπιθέσεις ἔχον, ποτὲ δὲ διάλειμμα. τὴν μὲν οὖν ἐπίθεσιν ἐκ βάρους καταληψόμεθα καὶ δυσαισθησίας καὶ ῥύσεως

3

.

49

.

4

πλείονος, τὸ δὲ διάλειμμα ἐκ τῶν ἐναντίων. μετενεκτέον δὲ τὴν θεραπείαν ἐκ τῶν εἰρημένων περὶ τῆς ἐποχῆς τοῦ ἐμμήνου καὶ τῆς στραγγῆς καθάρσεως καὶ μετὰ πόνου.
3

3

.

50

t

Περὶ παρεγκλίσεως καὶ ἀποστροφῆς καὶ ἀναδρομῆς
μήτρα
ς.

3

.

50

.

1

Τοῖς ἀγκυλωθεῖσι δακτύλοις παραπλησίως τὸ στόμιον τῆς ὑστέρας καὶ ὁ τράχηλος ἀποστροφὰς καὶ παρεγκλίσεις ὑπομένει, ποτὲ μὲν εἰς τὰ πλάγια, ποτὲ δὲ εἰς τὰ ἔμπροσθεν, ποτὲ δὲ εἰς τὰ ὀπίσω καὶ ποτὲ μὲν ἄνω, ποτὲ δὲ κάτω, ποτὲ δὲ προσαναφεύγει. καὶ γίνεται
5ταῦτα φανερὰ τῇ τε καθέσει τῶν δακτύλων (καταλαμβάνεται γὰρ διὰ τῆς ἁφῆς, εἰς ὃ μέρος | γέγονεν ἡ διαστροφή) καὶ τοῖς παρακολουθοῦσι

3

.

50

.

2

σημείοις. τῇ μὲν γὰρ εἰς τὰ πλάγια παρεγκλίσει τοῦ καταλλήλου μηροῦ γίνεται τάσις καὶ πόνος καὶ νάρκη, ποτὲ δὲ καὶ ἀτροφία καὶ κατάψυξις καὶ παραποδισμὸς τοῦ περιπατεῖν ἢ καὶ ἵστασθαι. τῇ δὲ εἰς τὸ ἔμ‐ προσθεν καὶ ἄνω παραποδισμὸς οὔρων καὶ περίτασις ἐφηβαίου, τισὶ δὲ
5καὶ τὸ ἀδυνατεῖν ἵστασθαι. τῇ δὲ εἰς τοὐπίσω καὶ κάτω παραποδισμὸς ἐκκρίσεως σκυβάλων ἢ φυσῶν καὶ δυσέργειά τις ἐν τῷ καθίζειν, καὶ μᾶλλον ὅσον ἂν[ω ἢ ὅσον] ἐπὶ τὸν δακτύλιον ἡ παρέγκλισις γένηται. ταῦτα δὲ πάντα συμπτώματα στεγνώσεως· τῆς γὰρ φλεγμονῆς ὑπο‐127

3

.

50

.

3

κειμένης πάντως γέγονεν ἢ σκληρίας ἢ μερικῆς τινος σφίγξεως. ἔνιοι μὲν οὖν καὶ τῆς παρεγκλίσεως ὑπαρχούσης αἴτιον 〈τὴν φλεγμονὴν λέγουσιν〉, καθ’ ἡμᾶς δὲ καὶ νῦν σκοπεῖν προσῆκεν εἰς τὴν διάθεσιν, [καὶ] εἴτε φλεγμονὴ γέγονεν εἴτε κοινῶς στέγνωσις, 〈καὶ〉 ἐν μὲν τοῖς
5παροξυσμοῖς παραιτεῖσθαι δεῖ πᾶν τὸ δριμὺ καὶ δηκτικόν, χρῆσθαι δὲ τοῖς παρηγορικῶς χαλᾶν δυναμένοις, ἐν δὲ ταῖς ἀνέσεσιν καὶ τοῖς ἀνασκευαστικωτέροις προσέρχεσθαι, χρονίσαντος δὲ τοῦ πάθους καὶ τοῖς μετασυγκριτικοῖς, ὧν τὰς ὕλας καὶ τὰς ἐπιδεξίους χρήσεις ἐκ τῶν ἔμπροσθεν εἰρημένων μετενεκτέον. |
9
10t〈Περὶ ἀγονίας καὶ ἀσυλληψίας.〉128

4

t

1

〈ΣΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Δ〉

4

.

1

t

Περὶ δυστοκιῶν. Τί ἐστιν δυστοκία.

4

.

1

.

1

Οἱ Ἡροφίλειοι καὶ μάλιστα Δημήτριός φασιν δυσ‐ τοκίαν εἶναι δυσχερῆ τόκον· κατὰ δέ τινας δυστοκία ἐστὶν ἡ μετὰ δυσεργείας ἀποκύησις. [ἐπιλιπεῖς δέ μοι δοκοῦσιν οἱ ὅροι εἶναι, ὅθεν αὐτός φησιν δυστοκίαν εἶναι δυσχέρειαν τῶν κυουμένων παρά τινα
5αἰτίαν γινομένην] * *
5
6tΤίνες αἰτίαι δυστοκίας καὶ κατὰ πόσους τρόπους γίνεται
7tδυστοκία ἐπὶ τῶν παρὰ φύσιν γεννωμένων.

4

.

1

.

2

Ὁ Καρύστιος Διοκλῆς ἐν τῷ δευτέρῳ τῶν Γυναικείων λέγει δυστοκεῖν τὰς πρωτοτόκους καὶ νέας, εὐτοκεῖν δὲ τὰς πολλάκις τετοκυίας φησί· αἴτιον δὲ εἶναι δυστοκίας τὸ μὴ κατ’ εὐθὺ εἶναι τὸ στόμιον τῆς ὑστέρας ἢ ἀποσκληρυνθὲν μεμυκέναι καὶ μὴ ῥᾳδίως εἴκειν,
5φησὶ δὲ καὶ τὰ μεγάλα τῶν ἐμβρύων αἰτίαν εἶναι. ἐν μέντοι τῷ τρίτῳ τῶν Γυναικείων λέγει αἰτίαν εἶναι τὰ ἄτροφα τῶν βρεφῶν καὶ τὰ τεθνηκότα, φησὶν δὲ δυστοκεῖν τὰς καθύγρους καὶ θερμάς. ἁμαρτάνει δὲ μὴ ἐπιὼν τὰς αἰτίας δι’ ἃς εὐτοκοῦσιν· πῶς δὲ οὐκ ἔστιν γελοῖον λέγειν δυστοκεῖν * ἐν τῇ κυοφορήσει μήτρας τὴν σύγ‐

4

.

1

.

3

κρισιν; | ὁ δὲ Κλεόφαντος ἐν τῷ πρώτῳ τῶν Γυναικείων εἰπὼν τὰς πρωτοτόκους δυστοκεῖν ἐπιλέγει· “καὶ ὅσαι δὲ ἀπὸ τῶν
ὤμων ἔχουσι πλήθη, ἀπὸ δὲ τῶν ἰσχίων οὐκ εἰσὶν εὐογκότεραι, αὗται δυστοκοῦσιν”. “ταύταις”, φησίν, “ὁ ὕδρωψ 〈ἐρράγη〉 πρὸ τοῦ τὰ σώ‐129
5ματα [καὶ] τὰς ὠδῖνας ἐπισχεῖν” 〈καὶ〉 δυστοκίαν γίνεσθαι (παρα‐ σημειωτέον δέ, ὅτι ‘ὕδρωπα‘ λέγει τὸ πρόρρηγμα). καὶ ὅσαις δὲ τὰ ἔμβρυα μὴ ἐπὶ κεφαλὴν φέρεται, ἀλλ’ ἐπὶ πόδας ἢ διπλᾶ ἐπὶ τὰ ἰσχία ἢ πλάγια ἢ τὴν κεφαλὴν ἔχει πρὸς τοῖς βουβῶσιν, χεῖρα δὲ μίαν ἢ τὸ ἓν σκέλος προ〈βεβληκότα〉 καὶ τὰς τὰ ἤθη ὀξεί〈ας οὔσας ἢ τρυ〉φερῶς
10ἢ ἀργῶς βιού〈σασ〉 φησὶ δυστοκεῖν· ἡ γὰρ ἀργία δυστοκίας αἰτία, τὰ δὲ γυμνάσια εὐτοκίας καὶ τῶν κατὰ γαστρὸς εὐτροφίας. ἁμαρτάνει δὲ

4

.

1

.

4

καὶ οὗτος μὴ πάντα τὰ αἴτια ἀναγράψας. Ἡρόφιλος δὲ ἐν τῷ Μαιωτικῷ λέγει “δυστοκεῖσθαι γοῦν 〈παρὰ τὸ πλῆθοσ〉 † ὡς γὰρ Σίμωνος τοῦ Μάγνητος πολλάκις ὡράθη, ὅτι τρὶς ἀνὰ πέντε ἐκύησεν ἐργωδῶς. γίνεται δὲ δυστοκία πλαγίου γεννωμένου τοῦ ἐμβρύου ἢ
5τοῦ αὐχένος τῆς μήτρας ἢ καὶ τοῦ στόματος οὐχ ἱκανῶς διεστῶτος ἢ τοῦ ὑμένος τοῦ περιέχοντος τὸ ἔμβρυον, ὅπου τὸ ὕδωρ συλλέγεται, παχυτέρου ὄντος καὶ μὴ δυναμένου πρὸ τοῦ τόκου ῥαγῆναι.” ἑωρᾶσθαι δέ φησιν ἔμβρυα προπεπτωκότα ἄνευ τοῦ τὸν ὑμένα ῥαγῆναι, τὰ δὲ | τοιαῦτα ἔτι ἐργωδῶς τίκτεσθαι. 〈γίνεσθαι〉 δὲ δυστοκίαν καὶ παρὰ τὸ
10ἀτονεῖν τὴν μήτραν ἢ τὸ στόμα. ἀπορία δέ ἐστιν τὸ ἀτονεῖν τὴν

4

.

1

.

5

μήτραν ἐν τῷ σώματι. “καὶ παρὰ τὰ ἔξωθεν δὲ προσπίπτοντα καὶ προσφερόμενα καὶ ποιούμενα καὶ τὰ ἐκ τοῦ σώματος ἐκκρινόμενα αἱματώδη πλείονα ὑγρὰ δυστοκία γίνεται. καὶ παρὰ τὸ διαταθῆναι ὑπὸ τοῦ ἐμβρύου τὴν μήτραν ὠδῖσι τοῦ τίκτειν γίνεται δυσέργεια παρά
5τε ψῦχος ἢ καῦμα ἢ φῦμα ἢ ἀπόστημα ἐν τοῖς ἐντέροις, ἐν ἐπι‐ γαστρίῳ. καὶ τὸ ἐν ὀσφύι δὲ καὶ ῥάχει γινόμενον κοίλωμα αἴτιον δυστοκίας γίνεται, καὶ διὰ πιμελῶδες ἐν ἐπιγαστρίῳ καὶ ἐν ἰσχίῳ δυσ‐ τοκία γίνεται ὡς ἂν ἀποπιεζομένης τῆς μήτρας καὶ διὰ τὸ τεθνηκέναι130

4

.

1

.

6

τὰ ἔμβρυα.” καὶ τοσαῦτα μὲν Ἡρόφιλος. ὁ δὲ Ἀνδρέας ἐν τῷ Πρὸς Σώβιον (ἐστὶν δὲ ἐπιστολικόν) τοῖς ἀπὸ Ἡροφίλου συντίθεται μόνον προσθεὶς τὸ παραλελυμένον ἔμβρυον καὶ ἰσχνόν· “τὰ γὰρ τοι‐ αῦτα, φησί, βάρος μὴ ἔχοντα δυστοκίαν ἐργάζονται.”

4

.

2

.

1

ὁ δὲ Ἡροφίλειος Δημήτριος ἀντιδιαστέλλεται τοῖς ῥηθεῖσι λέγων τὰ αἴτια τῆς δυστοκίας τὰ μὲν παρ’ αὐτὴν εἶναι τὴν τίκτουσαν, τὰ δὲ παρ’ αὐτὸ εἶναι τὸ τικτόμενον, τὰ δὲ παρὰ τὸ δι’ οὗ ἡ ἔκτεξις γίνεται. καὶ δὴ παρὰ τὴν τίκτουσαν δυστοκία γίνεται,
5ὅταν 〈ἢ〉 ἐν ψυχικῇ δυνάμει ᾖ τὸ αἴτιον ἢ ἐν τῇ ζωτικῇ, ἤγουν τοῖς

4

.

2

.

2

σώμασι. καὶ 〈ἐν〉 ψυχικῇ μὲν δυνάμει γίνεται, ὅταν λύπη, χαρά, φόβος, δειλία, ἔκλυσις, ὀργὴ γένηται 〈ἢ〉 τρυφὴ ὑπερτεταμένη (ἔνιαι γάρ εἰσιν σπαταλώδεις καὶ οὐκ ἐντείνονται)· καὶ παρὰ ἀπειρίαν δὲ τοῦ τίκτειν γίνεται 〈ὡς μὴ〉 συνεργεῖν τῇ ὠδῖνι· καὶ δι’ ἐποχὴν δὲ
5διανοίας γίνεται, ἀμαυρᾶς γοῦν γινομένης | τῆς ἀλγηδόνος (τοῦτο δ’ ἄν τις εἴποι ἐπὶ τῶν ἀποπληκτικῶν γυναικῶν καὶ ληθαργικῶν)· καὶ

4

.

2

.

3

διὰ ὑπόνοιαν δὲ τοῦ μὴ συνειληφέναι δυστοκία γίνεται. αἴτια δὲ τῆς ζωτικῆς δυνάμεως τῆς ἐν τοῖς σώμασι ταῦτα· ἀπεψία, ἀνορεξία, ἀτρο‐ φία, δύσπνοια, ὑστερικὴ πνίξ. ἐν δὲ 〈ταύτῃ〉 τῇ δυνάμει γενομένου τοῦ αἰτίου 〈φησὶν〉 ἀποτελεῖσθαι πάθη δυστοκιῶν, ὅταν λαπαρὸν ᾖ
5τὸ σῶμα ἄγαν, οὐ γὰρ δύνασθαι συμπαθεῖν διὰ τὴν ἀτονίαν. ἢ ὅταν πολλὴ ἡ σάρξ, τότε γίνεται δυστοκία, στενοῦνται γὰρ οἱ πόροι. καὶ παρὰ τὸ ὑπερδιαφορεῖσθαι τὰ ὑγρὰ ἀραιῶν ὄντων τῶν σωμάτων. γέ‐ νοιτο δ’ ἂν δυστοκία καὶ παρὰ τὸ στενοῦσθαι τοὺς πόρους καὶ τὰ ὑγρὰ ἐπέχεσθαι· βαρυνόμενα γὰρ φύσει τὰ σώματα ὑπὸ τῶν ὑγρῶν
10ἀτονεῖ καὶ θλιβόμενα στενοῖ τοὺς πόρους δι’ ὧν ἡ ἔκτεξις γίνεται.
καὶ δριμέα δὲ ὑγρὰ ἢ καὶ τὸ ἀνάπαλιν [μὴ] ἀμβλέα μὴ κεντρίζοντα τὰ σώματα καὶ τὰ παχέα ὑγρὰ ὁμοίως δυστοκίαν ποιεῖ, ἃ μὲν ἐν τῷ131

4

.

2

.

4

φέρειν πνεῦμα 〈πλεῖον〉, ἃ δὲ ἐν τῷ ὀλίγον. καὶ αἱ ὑψηλαὶ δὲ γυναῖκες δυστοκοῦσιν καὶ ὅσαι ἄνωθεν μὲν πλατεῖαί εἰσιν, κάτωθεν δὲ στεναί· [ταῦτα λέγει Δημήτριος ὁ Ἡροφίλου] οὐ γὰρ ἔχουσι τὸ φυσι‐ κὸν μῖγμα τῶν σωμάτων. καὶ παρὰ τὸ νοσεῖν δὲ τὸ σῶμα τῆς μήτρας
5δυστοκία γίνεται, οἷον εἰ εἴη ἔκπυρος ἢ φλεγμονὴν ἔχοι ἢ ἔκλυσιν ἢ παράλυσιν ἢ σπᾶται ἢ ναρκᾷ. ταῦτα δὲ λέγει σωματικά, ἐπεὶ περὶ τοῖς σώμασιν 〈τὰ〉 πλείω γίνεται.

4

.

3

.

1

καὶ παρὰ μὲν τὴν κύουσαν τοσαῦτα ἂν γένοιτο αἴτια δυστοκίας· παρὰ δὲ τὸ κυούμενον, ὅταν ἢ ὑπερμέγεθες ὅλον | ᾖ ἢ κατὰ μέρος, οἷον εἰ ἔχει μεγάλην κεφαλὴν ἢ θώρακα ἢ κοιλίαν ἐμπεπλησμέ‐ νην, ὡς ἐπὶ ὑγροκεφάλων· οὐ γὰρ μόνον τὰ κατὰ φύσιν μεγάλα γίνε‐
5ται ὅλῳ τῷ σώματι ἢ μέρεσιν, ἀλλὰ καὶ τὰ παρὰ φύσιν. καὶ παρὰ πλῆθος δὲ δυστοκία γίνεται (ὅταν ἤτοι δύο ᾖ τὰ τικτόμενα καὶ ἀθρόως ἀμφότερα ἐρχόμενα τῷ τραχήλῳ τῆς μήτρας σφηνῶται), ἢ παρὰ τὸ ἀποτεθνηκέναι τὸ ἔμβρυον καὶ μὴ συνεργεῖν τῇ ἀποτέξει ἢ καὶ ἀπο‐

4

.

3

.

2

θανὸν διοιδηκέναι, ἢ παρὰ τὸ παρὰ φύσιν ἐσχηματίσθαι. τὸ γὰρ κατὰ φύσιν σχῆμα τοῖς γεννωμένοις τὸ ἐπὶ κεφαλήν ἐστι παρατεταμένων τῶν χειρῶν τοῖς μηροῖς καὶ ἐπ’ εὐθὺ φερομένου τοῦ ἐμβρύου· τὰ δὲ παρὰ φύσιν, εἰ παρακεκλιμένα τῇ κεφαλῇ εἰς τὰ δεξιὰ ἢ ἀριστερὰ
5μέρη τῆς μήτρας ἐρείδεται, ἢ μία χεὶρ ἔξω ἐκπίπτει ἢ αἱ δύο, τὰ δὲ

4

.

3

.

3

σκέλη ἔνδον διεστήκασιν ἀπ’ ἀλλήλων. τῶν δὲ 〈λοιπῶν〉 σχηματισμῶν ἀμείνων ὁ ἐπὶ πόδας τέ ἐστι καὶ μάλιστα ὅταν ἐπ’ εὐθεῖαν φέρηται τῶν χειρῶν παρὰ τοὺς μηροὺς παρατεταμένων. τὰ δὲ ἢ ἕν τι τῶν σκελῶν προβεβληκότα, τὸ δὲ ἕτερον ἔνδον ἔχοντα, ἢ δεδιπλωμένα,
5ἢ ἐνερείδοντά τινι μέρει τῆς ὑστέρας διορθώσεως χρῄζει καὶ τὰ τὰς

4

.

3

.

4

χεῖρας ἀνατεταμένας ἔχοντα. τῶν δὲ λοιπῶν δύο σχηματισμῶν ἀμεί‐ νων ὁ πλάγιος. τρεῖς γάρ εἰσι πλάγιοι σχηματισμοί, ὅ τε ἐπὶ πλευρὰν ὁποτέραν 〈καὶ ὁ ἐπ’ ἰσχία〉 καὶ ὁ ἐπὶ κοιλίαν, ἀμείνων δὲ ὁ | ἐπὶ πλευράν· τόπον γὰρ δίδωσι τῇ χειρὶ τῆς μαίας εἰς τὸ μετασχηματίσαι

4

.

3

.

5

ἢ ἐπὶ κεφαλὴν ἢ ἐπὶ πόδας. τὰ δὲ δεδιπλωμένα φερόμενα χείριστος πάντων τῶν σχηματισμῶν ἐστιν, καὶ τούτων ὅσα ἐπὶ τὰ ἰσχία φέρε‐ ται. τριχῶς γὰρ καὶ τὰ δεδιπλωμένα σχηματίζεται· ἢ γὰρ πρὸς τῷ στόματι τῆς ὑστέρας τά τε σκέλη καὶ ἡ κεφαλὴ ὑπάρχει ἢ τὸ ἐπι‐132
5γάστριον ἢ τὰ ἰσχία. ἄμεινον δὲ τὴν κοιλίαν ἔχειν πρὸς τὸ στόμα τῆς ὑστέρας· διελόντων γὰρ ἡμῶν τὸ ἐπιγάστριον καὶ κομισαμένων τὰ ἐντοσθίδια, συμπεσόντος τοῦ σώματος εὐχερὴς γίνεται ὁ μετασχη‐

4

.

3

.

6

ματισμός. γίνεται δυστοκία καὶ παρὰ τὸ τερατῶδες κυΐσκεσθαι, καὶ παρὰ τὸ γεγυμνῶσθαι δὲ τὸ ἔμβρυον καὶ νυσσομένης τῆς μήτρας ὑπὸ τοῦ ὀστέου· γυμνοῦται δὲ τοῦ ἐμβρύου τὸ ὀστέον μυδώσης τῆς σαρκός (τοῦτο δὲ σπανίως γίνεται), ἢ πολλάκις ἀπείρως ἐμβρυουλκουμένου
5τοῦ ἐμβρύου ἀποσπῶνται σάρκες καὶ τὰ γυμνούμενα ὀστέα νύσσει τὴν μήτραν.

4

.

4

.

1

παρὰ δὲ τὰ δι’ ὧν ἡ ἔκτεξις δυστοκία γίνεται, ὅταν ἡ μήτρα ᾖ στενόστομος ἢ μικρόστομος ἢ μικροτράχηλος. | ὡς ἐπίπαν δὲ αἱ μικρομεγέθεις τὴν ἡλικίαν καὶ τὴν μήτραν ἀναλογοῦσαν τοῖς λοιποῖς

4

.

4

.

2

μέρεσι κέκτηνται. γίνεται δὲ δυστοκία καὶ παρὰ τὸ σκολιὸν ἔχειν τὸν τράχηλον τῆς μήτρας ἢ παρὰ τὸ σάρκα παρὰ φύσιν ἐπιπεφυκέναι τῷ τραχήλῳ ἢ τῷ στόματι τῆς ὑστέρας ἢ παρὰ τὸ φλεγμονὴν ἢ ἀπόστημα ἢ σκίρον ἔχειν ἢ παρὰ τὸ ἰσχυρὸν ὄντα τὸν τοῦ προρρήγματος χιτῶνα

4

.

4

.

3

μὴ ἰσχύειν τὸ ἔμβρυον τοῦτον ἀπορρῆξαι. ἢ ἐκκριθέντος τοῦ ἠθροι‐ σμένου ἐν τῇ μήτρᾳ ὑγροῦ πρὸ τοῦ δέοντος καιροῦ ἄνικμοι καὶ κατά‐ ξηροι μένουσιν οἱ τόποι κατ’ αὐτὸν τὸν χρόνον τῆς ἀποκυήσεως, ὅτε χρεία τούτου τοῦ ὑγροῦ ὄλισθον καὶ εὐπετῆ διέξοδον παρέχοντος τῷ

4

.

4

.

4

ἐμβρύῳ. | ταῦτα δὲ γίνεται, τὸ εἶναι μικρόστομος ἢ μικροτράχηλος, διὰ πολλὰς αἰτίας. ὅταν γὰρ πρόωροι γαμηθεῖσαι συλλάβωσιν καὶ τίκτωσιν μηδέπω τῆς μήτρας τέλεον ηὐξημένης μηδὲ τοῦ πυθμένος 〈τῆσ〉

4

.

4

.

5

ὑστέρας διεστῶτος. ἤδη δὲ καὶ παρὰ τὴν φυσικὴν ἰδιοσυστασίαν ἢ συγκρισίαν παρέπεται δυστοκία, ἤδη γὰρ ἔνιαι φύσει τὴν μήτραν ἔχουσι μικρὰν | ὡς καὶ ἄλλο τι μέρος τοῦ σώματος. αἱ δὲ ἔτι καὶ
〈διὰ〉 τὸ ἀπὸ χηρείας πολυχρονίου συνειληφέναι, ἔνιαι δὲ καὶ διὰ τὸ133
5〈προ〉βεβηκέναι τῇ ἡλικίᾳ ἀτονοῦσαι 〈δυστοκοῦσιν〉, ἕτεραι δὲ διὰ τὸ πρώτως τίκτειν καὶ ἀγωνιᾶν καὶ ἀπείρως ἔχειν 〈τοῦ〉 σχηματίζειν τὸ σῶμα. ταῦτα πάντα αἴτια δυστοκίας. καὶ παρὰ τὸ πιέζεσθαι ὑπὸ κοπρίων ἢ ὑπὸ οὔρων καὶ παρὰ τὸ λίθον ἔχειν ἐν τῇ κύστει τὴν τίκτουσαν [καὶ] τῇ θλίψει τοῦ τραχήλου τῆς ὑστέρας δυσέργεια γίνεται.

4

.

5

.

1

ἢ παρὰ τὰ ἐν τῷ σώματι ἢ ἐντὸς ἢ ἐκτός. ἤγουν παρὰ τὸ κατάσαρκον καὶ καταπίμελον εἶναι τὴν τίκτουσαν· ἢ 〈ὅτι〉 ὁ περι‐ έχων ὑμὴν δυσδιαίρετος ἢ μὴ ἔχων ὑγρὸν εἰς ὄλισθον αὐτάρκη· ἢ τῶν τῆς ἥβης ὀστῶν ἀλλήλοις συμπεφυκότων ὡς μὴ ἰσχύειν ἐν τόκῳ διά‐
5στασιν δέχεσθαι (καὶ γὰρ ἐπὶ | τῶν γυναικῶν οὐχ ὥσπερ ἐπὶ τῶν ἀν‐ δρῶν καθ’ ἁρμονίαν συμπεφύκασι τὰ τῆς 〈ἥβης ὀστᾶ〉, ἀλλὰ σύνδεσμος ἰσχυρὸς ταῦτα πρὸς ἄλληλα συνδεῖ)· καὶ παρὰ τὸ κοιλότερον εἶναι

4

.

5

.

2

τὸν κατὰ τὴν ὀσφὺν τόπον καὶ παραπιέζειν τὴν μήτραν. τὰ δὲ ἐκτὸς τοῦ σώματος· οἷον παρὰ τὸ μὴ προεργάσασθαι τὸ γυναικεῖον ἢ ἐν μέθαις εἰθίσθαι ἢ ἀγρυπνίαις ἢ τὸ ὑπέρψυχρον καὶ χειμερινὴν εἶναι τὴν ὥραν (καὶ διὰ τοῦτο πυκνοῦσθαι τοὺς πόρους) ἢ τὸ ὑπέρθερμον

4

.

5

.

3

καὶ ἐκλυτικὴν ἢ ἀπειρίᾳ μαίας ἢ ἰατροῦ. ἤδη δὲ καὶ παρὰ τὰς ὠδῖνας γίνεται [ὅταν γὰρ] καὶ διατεινομένης σφόδρα ἢ ἀποσπωμένου τοῦ χορίου ἀπὸ 〈τῆσ〉 μήτρας, ἢ κατὰ μέρος τὴν μήτραν θλίβοντος ἢ καὶ ἀθρόως προϊόντος. καὶ παρὰ τὸ μὴ καταφέρεσθαι τὸ αἷμα διὰ τῆς
5μήτρας εἰς τὸ χόριον, ἀλλ’ ἐν ἀγγείοις 〈τοῖσ〉 εἰς τὴν μήτραν δια‐ πεφυκόσιν φλεβώδεσι καὶ ἀρτηριώδεσι μένοντος καὶ διατείνοντος τὰ ἀγγεῖα. ἐπεὶ καὶ παρὰ τὴν ἄλλην ἀλγηδόνα γίνεται, ὡς ἐλέγομεν, δυστοκία. ἀλγηδὼν δὲ ὁτὲ μὲν μετὰ πνεύματος, ὁτὲ δὲ μετὰ πνεύ‐ ματος συμβαίνει καὶ τὰς ὠδῖνας γίνεσθαι. 〈ταῦτα λέγει Δημή‐

4

.

5

.

4

τριος ὁ Ἡροφίλειος.〉 τούτων οὖν ῥηθέντων τῶν αἰτίων οὐδείς ἐστιν ὁ ἀντερείσας αὐτῷ καὶ ἀντειπών, ἀλλὰ καὶ μαρτυρήσας καὶ στηρίξας αὐτὸν ὡς ἀληθῶς [ἆρα καὶ] λέγοντα· εἰ μὴ ἄρα καὶ δικαίως ἐν τούτῳ μεμψαίμεθα τοὺς Ἡροφιλείους, ἐπεὶ δυνάμεις ἐπιτελε‐134
5στικάς | φαμεν ἐν τῷ περὶ νοσημάτων τόπῳ ὑπόστασιν μὴ ἔχειν· οὐδὲ γὰρ αὐτοὶ τὴν οὐσίαν αὐτῶν ὁμολογοῦσιν.
6

4

.

6

t

Πῶς σημειούμεθα τὰ αἴτια τῆς δυστοκίας.

4

.

6

.

1

Τῶν ῥηθέντων αἰτίων τῆς δυστοκίας ἃ μὲν ἐξ αὐτῶν ἐστι καταληπτέα, ἃ δὲ οὔ. λύπη μὲν γὰρ ἂν ὑπερτεταμένη, 〈ἣ〉 χαλᾷ καὶ ἀνίησιν, καὶ τὰ ἄλλα ψυχικὰ αἴτια ἐξ ἀνακρίσεως κατελήμφθη ὡς μὴ συνεργοῦντα τῇ εὐτοκίᾳ· κάρος δὲ καὶ λήθαργος πρόδηλά ἐστι, ἔτι δὲ

4

.

6

.

2

τούτων σημεῖα ἐκ τοῦ περὶ ὀξέων μετάγεται τόπου. ἤδη δὲ καὶ τὸ μέγεθος τοῦ ἐμβρύου δυστοκίαν ποιοῦν σημειούμεθα ἐκ τοῦ ὄγκου τῆς κοιλίας· ἐὰν δὲ προπεσὸν μὴ κατὰ λόγον κουφίζῃ τὴν κοιλίαν, ὑπο‐

4

.

6

.

3

ληπτέον πολλὰ εἶναι τὰ κυούμενα. ἤδη δὲ καὶ τὰ πλάγια καὶ τὰ προβάλλοντα τὰς χεῖρας, ἤτοι 〈τὰ παρὰ φύσιν〉 ἐσχηματισμένα, ταῖς καθέσεσι τῶν δακτύλων σημειούμεθα. * * αὐτάς. ἐὰν γὰρ ζῳόν, ὠδίνει ἡ κύουσα καὶ ἐντείνεται, θερμόν τε αὐτῆς 〈τὸ ἐπιγάστριον εὑρίσκεται,
5τῇ δὲ καθέσει〉 τῶν δακτύλων καὶ αὐτὸ τὸ ἔμβρυον εὐανθὲς ὁρᾶται, ἐὰν δὲ ᾖ νεκρόν, οὐχ οὕτως ὠδίνει ἡ κύουσα τό τε ἐπιγάστριον αὐτῆς ψυχρὸν γίνεται, τῇ 〈δὲ〉 καθέσει τῶν δακτύλων οὔτε θερμὸν ὑπο‐ πίπτει τὸ ἔμβρυον οὔτε ἀσθμαῖνον, ἐάν τε καὶ προπέσῃ τι μέρος,

4

.

6

.

4

τοῦτο μέλαν καὶ νεκρῶδες εὑρίσκεται. τὴν δὲ μήτραν πεπονθυῖαν σημειούμεθα ἐκ τῆς ἁφῆς, μετάγοντες τὰ ἐπὶ τῶν παθῶν ῥηθέντα σημεῖα· ἐὰν δὲ 〈ἐν〉 τῷ τόκῳ πάσχῃ, τὰς κινδυνευούσας ἐν τῷ τίκτειν σημειούμεθα ἐκ σφυγμοῦ, ἐξ ἀναπνοῆς, τὰς δὲ ἀπολλυμένας ἐκ τῆς
5ἀσφυξίας καὶ ἐκ τοῦ θανάσιμα ἔχειν τὰ σημεῖα. |135

4

.

7

t

Πῶς θεραπεύσομεν δυστοκίαν κοινότερον καὶ ἐπιμέλεια δυστοκίας.

4

.

7

.

1

Ἐπὶ τῶν δυστοκουσῶν χρὴ τὸν ἰατρὸν ἐπερωτᾶν τὴν μαῖαν. 〈εἴτε γὰρ〉 διὰ στέγνωσιν καὶ συναίρεσιν τῶν διοδευθησομένων ὑπὸ τοῦ ἐμβρύου χωρίων εἴτε διὰ ψύξιν τοῦ περιέχοντος ἢ θέρμην εἴτε διὰ σκληρίαν τοῦ σώματος εἴτε διὰ τὸ κοίλην εἶναι τὴν ὀσφὺν ἢ
5φύσει μικρομεγέθη τὴν ὑστέραν ἢ πρόωρον σύλληψιν ἢ πιμελῆς βάρος ἢ θλίβοντας ὄγκους ἢ λύπην ἢ φόβον ἢ τραχήλου σκολίωσιν ἢ φλεγ‐ μονὴν ἢ ξηρασίαν ἢ ὁποιανδήποτε πρόφασιν ἄλλην, τῇ ἀνέσει καὶ τῷ χαλάσματι δεῖ πρῶτον συνεργεῖν καὶ μήτε εὐθέως ἐγχειρεῖν τῇ χειρουρ‐

4

.

7

.

2

γίᾳ μήτε ἐπὶ πολὺ συγχωρεῖν τῇ μαίᾳ διασπαράττειν τὴν μήτραν. εἰ μὲν οὖν διὰ τὸ κοίλην ἔχειν τὴν ὀσφὺν τὴν τίκτουσαν ἡ δυστοκία γίγνοιτο, σχηματίζειν αὐτὴν χρὴ ἐπὶ τὰ γόνατα, ἵνα ἡ ὑστέρα μετα‐ πεσοῦσα εἰς τὸν κατὰ τὸ ἐπιγάστριον τόπον κατ’ εὐθὺ σχηματισθῇ τῷ
5τραχήλῳ· ὁμοίως δὲ καὶ τὰς πιμελώδεις καὶ κατασάρκους σχηματιστέον.

4

.

7

.

3

εἰ δὲ τὸ στόμιον τῆς ὑστέρας μέμυκε, τοῖς λιπάσμασι μαλάσσειν καὶ ἀναχαλᾶν, ἤγουν ἐγχυματίζειν συνεχῶς ἐλαίῳ γλυκεῖ τε καὶ θερμῷ ἢ σὺν ἀφεψήματι τήλεως ἢ μολόχης ἢ λινοσπέρμου, ποτὲ δὲ καὶ τῶν ᾠῶν 〈τῷ λευκῷ〉· οὕτω γὰρ παρηγορεῖται εἰς ἄνεσιν μὲν τὸ θλῖβον,

4

.

7

.

4

νοτίζεται δὲ εἰς ὄλισθον τὸ δυσοδοῦν. μετὰ δὲ ταῦτα καὶ καταπλάσ‐ σειν λινοσπέρμῳ ἢ τήλει δι’ ἐλαίου καὶ ὑδρομέλιτος τὸ ἐφήβαιον, ἐπι‐ γάστριον, ὀσφύν, ἐγκαθίζειν τε λιπαρῶς ἢ πυριᾶν διὰ σπόγγων ῥάκεσιν συντόμως ἀφαρπαζομένης τῆς ὑγρασίας. ταῖς δὲ ἐν ὀδύνῃ | καὶ κύστεις
5ἐπιβάλλειν ἐλαίου θερμοῦ 〈πλήρεισ〉 ἢ μαρσίπους ὠμὴν λύσιν θερμὴν ἔχοντας· εἰ δὲ μή, καὶ διὰ φορείου κινεῖν ἐν ἀέρι συμμέτρως θερμῷ μετεωροτέραν τὴν κεφαλὴν ποιήσαντες τῆς καμνούσης, λεληθυῖα γὰρ

4

.

7

.

5

κίνησις ὑπομιμνῄσκει τὴν ἔκκρισιν. ἔνιοι δὲ καὶ κατασεισμοὺς εὐτόνους παρέλαβον. οἱ μὲν γὰρ μετεωρίσαντες τοὺς περὶ τὴν κεφαλὴν τῆς
κλίνης πόδας, τὴν δὲ κάμνουσαν διὰ κηρίας ἐν τοῖς ἐνηλάτοις τῷ θώρακι προσκαταλαβόντες προσέταξαν ὑπηρέτῃ τὰ πρὸς τοῖς ποσὶ τῆς136
5κλίνης μέρη διὰ χειρῶν ἐπαίρειν τε καὶ ἀφιέναι κατὰ τοῦ ἐδάφους, 〈οἱ δὲ〉 τὸ κλιμάκιον ἐδοκίμαζον, οἱ δὲ περιπατεῖν ἠνάγκαζον, οἱ δὲ κλίμακας ἀναβαίνειν καὶ καταβαίνειν, οἱ δὲ κατόπιν στάντα τινὰ τῆς τικτούσης καὶ ὑποβαλόντα ταῖς μασχάλαις τὰς χεῖρας ἐξᾶραι [ἢ] καὶ εὐτόνως κατασεῖσαι. πάντας δὲ τοὺς τοιούτους κατασεισμοὺς ἀπο‐
10δοκιμαστέον, πληττομένη γὰρ ἡ μήτρα ῥήξεις καὶ συμπαθείας ἐπιφέρει.

4

.

7

.

6

χρηστέον δὲ τοῖς ἔμπροσθεν ὑποδειχθεῖσιν καὶ τὴν μὲν ὠδίνουσαν ἐπι‐ θαρρεῖν παραινετέον ὡς ἐν ἀκινδύνῳ τυγχάνουσαν, τὴν δὲ ἄπειρον ὠδίνων διδακτέον ἐντόνως μάλιστα τὸ πνεῦμα κατέχειν καὶ πρὸς τὴν λαγόνα συνωθεῖν, τὴν δὲ λειποθυμοῦσαν τοῖς ἀπλήκτοις 〈ὀσφραντοῖσ〉
5ἀναληπτέον, τὴν δὲ ἄτονον μὲν διὰ μακρὰς ἀσθενείας βραχέος κουφι‐ σμοῦ παρεμπεσόντος θρεπτέον ὀλίγῃ καὶ ἁπλῇ τροφῇ (οἷον ἄρτῳ, σικύῳ | πέπονι, ἀλφίτῳ νενοτισμένῳ, μήλῳ, πᾶσι τοῖς παραπλησίοις)· φόβος γάρ ἐστι μὴ διὰ τὴν ταραχὴν ἡ πλείων φθαρῇ καὶ μετα‐

4

.

7

.

7

βάλῃ. τούτων οὖν γενομένων εἰ τὸ μεμυκὸς διὰ τῶν μαλακτικῶν καὶ λιπασμάτων ἀνέῳγεν, καὶ ἀπευθύνειν τὸν τράχηλον, εἰ σκολιός ἐστιν, παραστέλλειν δὲ μετὰ λιπασμοῦ τὸν ὄγκον, εἰ παρακείμενος εἴη, εἰ δὲ μή, διὰ χειρουργίας ἐκκόπτειν, εἴτε θύμος ἐστὶν εἴτε κόνδυλος ἀπὸ
5ἐπαναστάσεως εἴτε διαφράττων ὑμὴν ἢ σαρκὸς περίφυσις ἢ ἄλλο τι

4

.

7

.

8

τῶν τοιούτων ἐμποδίζον. περιττωμάτων δὲ κατεχομένων ἐκβάλλειν σκύβαλον διὰ κλυστῆρος ὑδρελαίου ἢ ὑδρομέλιτος ἐνεθέντος, τὸ δὲ οὖρον κομιστέον διὰ τοῦ καθετῆρος, εἰ πεπληρωμένη ἡ κύστις οὔρου εἴη. λίθου δὲ αἰτίου ὄντος ἐσφηνωμένου διώσασθαι χρὴ τὸν λίθον
5καθετῆρι ἐκ τοῦ τραχήλου τῆς κύστεως καὶ εἰς τὸ κύτος ἀπωθεῖν. χόριον δὲ μὴ ἀναστομούμενον κατιάδι προσεχόντως διαιρεῖν τῷ δακτύλῳ προκοιλαίνοντά τι μέρος· προεκκεκριμένου δὲ τοῦ ὑγροῦ διὰ κλυστη‐
ριδίου τι τῶν λιπαρῶν ὑγρῶν εἰς τὸν γυναικεῖον ἐνιέναι κόλπον.137

4

.

8

.

1

παρὰ φύσιν δὲ ἐσχηματισμένου τοῦ ἐμβρύου τὸν κατὰ φύσιν ἀποδιδόναι σχηματισμόν. καὶ εἰ μὲν ἐπὶ κεφαλὴν ἐνεχθὲν παρεγκέκλιται, καθεῖναι τὴν εὐώνυμον χεῖρα λελιπασμένην (ὠνυχισμέ‐ νων τῶν ἄκρων εἰς τὸ μὴ νύσσειν ἐκτεταμένων τῶν δακτύλων 〈καὶ〉
5κατὰ τὰς ῥᾶγας συμβεβλημένων ἀλλήλοις μειούρου χάριν σχηματισμοῦ εἰς τὸ ἀσκυλτότερον τῆς καθέσεως) 〈καὶ〉 καθ’ ὃν καιρὸν φυσικῶς τὸ τῆς ὑστέρας διαστέλλεται στόμιον (εἰς τὸ μὴ συνιόντος αὐτοῦ καὶ συστελ|λομένου μετὰ σκληρᾶς ἀντιβάσεως γίνεσθαι τὴν ἔνθεσιν), τοῦ ἐμβρύου λαβόμενον κατ’ εὐθὺ τοῦ στόματος τῆς ὑστέρας παράγειν
10αὐτὸ συνεργοῦντα τῇ μεταθέσει καὶ διὰ τῆς ἀκολούθου κατακλίσεως.

4

.

8

.

2

ἐπὶ γὰρ τὸ ἀντικείμενον μέρος ἐσχηματίσθαι δεῖ τὴν κάμνουσαν, ἐπὶ δεξιὰν μέν, εἰ τύχοι, πλευρὰν εἰς τὰ εὐώνυμα τοῦ ἐμβρύου παρεγκεκλι‐ κότος, ἐπὶ δὲ τὴν ἀριστερὰν ἐπὶ τὰ δεξιὰ τοῦ ἐμβρύου τὴν ὁρμὴν λαβόντος, ὑπτίαν δὲ κατωφερῆ τὴν θέσιν ἔχουσαν εἰς τὰ ἔμπροσθεν
5καὶ ὡς πρὸς τὸ ἐπιγάστριον τοῦ βρέφους παρεγκλίναντος, πρηνῆ δὲ ἐπὶ γονάτων εἰς τὰ ἔνδον καὶ ὡς ἐπ’ ὀσφὺν τοῦ ἐμβρύου παρεγκλί‐

4

.

8

.

3

ναντος. εἰ δὲ καὶ μετὰ σφηνώσεως γέγονεν ἡ παρέγκλισις, ἀναβιβά‐ ζειν πρότερον τὸ ἔμβρυον καὶ μετεωρίζειν, ὥστε ἀπὸ τοῦ στομίου τῆς

4

.

8

.

4

ὑστέρας ἀποστῆναι, καὶ οὕτως ἀπευθύνειν. εἰ δὲ καὶ χεῖρα προβέβλη‐ κεν, μὴ ἐπισπᾶσθαι λαβόμενον αὐτῆς (μᾶλλον γὰρ ἐπισφηνοῦται προσ‐ ανακλωμένης ἢ ἐπινευούσης τῆς κεφαλῆς ἢ ἔξαρθρον γίνεται, ποτὲ δὲ 〈καὶ〉 ἀπορρήγνυται), 〈ἀλλὰ〉 κατὰ τοῦ ὤμου τοὺς δακτύλους ἄκρους
5ἐπερείσαντα προανωθεῖν αὐτὸ κἀν τῷ κύτει γενόμενον ἀπευθύνειν κάμ‐ ψαντα τὸν ἀγκῶνα καὶ οὕτως πλευρᾷ τε καὶ μηρῷ παρατείναντα τὴν

4

.

8

.

5

χεῖρα πρὸς τὸ ἀπαραπόδιστον τῆς ἀποτέξεως. εἰ δὲ ἀμφοτέρας προ‐ βέβληκεν τὰς χεῖρας, κατὰ τῶν δυοῖν ὤμων ἄκρους ἐρείσαντα τοὺς δακτύλους ἀνωθεῖν αὐτὸ κἄπειτα τοὺς βραχίονας ἀπώσαντα, κάμψαντα δὲ τοὺς ἀγκῶνας ἐπὶ πλευρὰν 〈καὶ〉 παρατείναντα τὰς χεῖρας τοῖς

4

.

8

.

6

μηροῖς [καὶ] τοῦ κεφαλίου λαβόμενον ἐξέλκειν ἠρεμαίως. εἰ δὲ | μικροῦ τοῦ κεφαλίου τυγχάνοντος τὰς δύο προβέβληκε χεῖρας, ἀπευθύνειν μὲν τὸ κεφάλιον ἀνακεκλασμένον, συλλαμβανόμενον δὲ τῶν χειρῶν ἐπι‐ σπᾶσθαι· διὰ γὰρ τὴν μικρότητα τοῦ κεφαλίου σφήνωσις ἐνιάκις οὐ

4

.

8

.

7

γίνεται. εἰ δὲ ἐπὶ πόδας ἐνεχθὲν παρεγκέκλικεν εἴς τι μέρος, μετ‐

4

.

8

.

8

ακτέον αὐτὸ καὶ ἀπευθυντέον τῷ ἐπὶ κεφαλὴν παραπλησίως. εἰ δὲ τὸν ἕτερον πόδα προβέβληκε, πάλιν μὲν οὐ δεῖ τούτου λαβόμενον ἕλκειν (μᾶλλον γὰρ σφηνοῦται τὸ ἔμβρυον τοῦ ἑτέρου συγκαμπτομένου), τοὺς δακτύλους δὲ ἄκρους κατὰ τὸν 〈τοῦ〉 περιναίου τόπον ἐρείδειν καὶ εἰς138
5τὸ κύτος ἀπωσάμενον αὐτὸν τῆς μήτρας, εἶτα καθέντα τὴν χεῖρα τὸ

4

.

8

.

9

ἕτερον σκέλος ἁπλοῦν καὶ τῷ ἑτέρῳ παρεκτείνειν. 〈εἰ〉 δὲ τοὺς δύο πόδας προβέβληκεν τῆς ἑτέρας χειρὸς ἀνακεκλασμένης ἢ καὶ τῶν δυοῖν,

4

.

8

.

10

πάλιν ὡσαύτως ἀνωθεῖν τὸ ἔμβρυον καὶ τὰς χεῖρας καταστέλλειν. εἰ δὲ διαστῆσαν τοὺς πόδας διαφόροις μέρεσι τῆς ὑστέρας ἐνήρεικεν, ζευγνύειν τούτους 〈καὶ〉 κατ’ εὐθὺ τοῦ στομίου τῆς ὑστέρας τάσσειν.

4

.

8

.

11

εἰ δὲ ἐπὶ γόνατα τὴν ὁρμὴν εἴληφεν, ἀνωθεῖν αὐτὸ καὶ οὕτως τῶν

4

.

8

.

12

σκελῶν ἁπλωθέντων ἐπὶ πόδας ἐξέλκειν. εἰ δὲ ἐπὶ πυγὴν ἐνήνεκται, καὶ τοῦτο ἀναβιβάζειν, εἶτα τὰ σκέλη ἐξαπλοῦν, τὰς χεῖρας δὲ παρα‐

4

.

8

.

13

τείναντα τοῖς μηροῖς ἐπὶ πόδας ἐξέλκειν. εἶτα πλάγιον ἐπικείμενον, εἰ μὲν πρηνὲς 〈ἢ〉 ὕπτιον, πρᾴως αὐτὸ διὰ τῶν δακτύλων ἐπὶ πλευρὰν στρέφειν, ὅπως εἰς κάθεσιν τῇ χειρὶ γένηται τόπος. εἰ δὲ αὐτόθεν ἐπὶ πλευρὰν ἐσχηματισμένον ὑπάρχει, παρενείραντα τὴν χεῖρα πρᾴως
5ἀνατρέπειν αὐτό, πλὴν ἀνίσου μὲν τοῦ πλαγιασμοῦ τυγχάνοντος κατὰ τὰ μᾶλλον ἀποκεκρυμμένα τοῦ σώματος * * ὁ κατὰ τοὺς πόδας· ἀμεί‐ νων γὰρ | ὁ ἐπὶ κεφαλὴν σχηματισμὸς προδιοδευθέντων τῶν πλατυτέ‐

4

.

8

.

14

ρων, μὴ προσανακλωμένων τῶν χειρῶν. εἰ δὲ διπλοῦν εἴη τὸ ἔμβρυον, ἄνω μὲν τοῦ διπλώματος ὑπάρχοντος, ἐξ ἴσου δὲ τῶν ἄκρων ἀλλήλοις παρακειμένων, ἁπλοῦν αὐτὸ προανωθοῦντα τοὺς κατὰ σκέλη τόπους· ἀνίσου δὲ τοῦ διπλώματος ὄντος στρέφειν αὐτὸ πρῶτον καὶ τὸ δί‐
5πλωμα πρὸς τὸν πυθμένα ποιεῖν, εἶτα ἁπλοῦν ἀνατρέποντα, καθάπερ

4

.

8

.

15

εἰρήκαμεν. εἰ δὲ πλέονα τοῦ ἑνὸς ἐμβρύου καταφέροιτο, πάλιν ἀνωθεῖν

4

.

8

.

16

αὐτὰ καὶ ἀνατρέπειν ὡς ἐπὶ τὸ κύτος καὶ καθ’ ἓν κομίζεσθαι. πάντα δὲ ποιεῖν ἠρέμα καὶ ἀπεριθλάστως καὶ συνεχῶς ἐλαιοχυτοῦντα τοὺς τόπους, ὥστε καὶ τὴν κύουσαν ἀσυμπαθῆ καὶ τὸ κυούμενον σῶον δια‐
φυλάξαι· πολλὰ γὰρ οὕτως δυστοκηθέντα βιώσαντα βλέπομεν.139

4

.

9

t

Περὶ ἐμβρυουλκίας καὶ ἐμβρυοτομίας.

4

.

9

.

1

Εἰ δὲ μὴ ἐπακούοι πρὸς τὴν διὰ τῶν χειρῶν ἐφολκὴν διὰ μέγεθος ἢ νέκρωσιν ἢ καθ’ οἱονδηποτοῦν τρόπον σφήνωσιν, ἐπὶ τοὺς εὐτονωτέρους τρόπους δεῖ μετελθεῖν, τὸν τῆς ἐμβρυουλκίας καὶ τῆς ἐμβρυοτομίας· καὶ γὰρ εἰ τὸ κυηθὲν διαφθείρει, τὴν κυοφοροῦσαν
5τηρεῖν ἀναγκαῖον. διόπερ τὸν μὲν ὑποκείμενον δεῖ προλέγειν κίν‐ δυνον πυρετῶν ἐπιγινομένων καὶ νευρικῆς συμπαθείας, ἔσθ’ ὅπου δὲ καὶ φλεγμονῆς ὑπερβαλλούσης, καὶ γάγγραιναν μάλιστα ὑποφαίνειν ὀλίγας ἐλπίδας ἔχειν (ἐφ’ ἧς ἔκλυσις, περιίδρωσις, | περίψυξις, σφυγμῶν ὑπόδυσις, πυρετὸς ὀξύς, παρακοπή τε καὶ σπασμός)· μὴ ἀφίστασθαι δὲ

4

.

9

.

2

ὅμως βοηθείας. 〈δεῖ τοίνυν ἐπὶ κλίνησ〉 πᾶσαν σχηματίζειν καταφερῶς ἀντιβατικώτερον ἐστρωμένης ὡς μὴ πρὸς τὸ εἶκον ἐνδιδόναι τὴν ὀσφύν, διεστώτων δὲ τῶν μηρῶν καὶ συνηγμένων πρὸς τὸ ἐπιγάστριον τῶν ποδῶν ἐπὶ τοῦ ἐνηλάτου στηρίζειν. εἶτα ἑκατέρωθεν δι’ ὑπηρετῶν τὸ
5σῶμα κατέχειν [ἢ γυναῖκες ἔμπειροι καὶ ἰσχυραὶ ἑκατέρωθεν]· εἰ δὲ μὴ παρείησαν, διὰ κηρίας τῷ κλινιδίῳ τὸν θώρακα προσκαταλαμβάνειν, ὥστε μὴ πρὸς τοὺς ἐπισπασμοὺς τοῦ ἐμβρύου συνεπακολουθοῦν τὸ

4

.

9

.

3

σῶμα τῆς καμνούσης τὸν τῆς ὁλκῆς τόνον ὑπεκλῦσαι. καθίζειν δὲ αὐτὸν ἄντικρυς ὀλίγον ταπεινότερον πρὸς τὸ τὰς χεῖρας ἐπ’ ἴσης τοῖς ποσὶν τῆς καμνούσης ὑπάρχειν, καὶ παραστελλομένων τῶν πτερυγω‐ μάτων ἑκατέρωθεν δι’ ὑπηρετῶν πάλιν τὴν εὐώνυμον χεῖρα (διὰ τὸ
5καὶ προσηνεστέραν εἶναι τῆς δεξιᾶς καὶ μετ’ εὐπρεπείας εὐεργεστέραν καθίεσθαι) συνηγμένων κατὰ κορυφὰς εἰς μείουρον τῶν δακτύλων καὶ λελιπασμένων καθιέναι [καὶ] διεστῶτος τοῦ στομίου τῆς ὑστέρας, εἰ δὲ μή, θλίψεσιν καὶ συνεχέσιν ἐλαιοχυτήσεσιν προαναχαλασθέντος. ἔπειτα πειρᾶσθαι τὸ παρεγκεκλικός, εἰ | δυνατὸν, ἀπευθύνειν καὶ ζητεῖν
10τόπον εἰς κατάπαρσιν ἐμβρυουλκοῦ πρὸς τὸ μὴ ἐκπεσεῖν ῥᾳδίως.

4

.

10

.

1

ἐπιτήδειοι δὲ πρὸς καταπαρμὸν τόποι τῶν μὲν ἐπὶ
κεφαλὴν ὀφθαλμοὶ καὶ ἰνίον καὶ στόμα πρὸς οὐρανίσκον καὶ κλεῖδες καὶ οἱ ὑπὸ πλευρὰν τόποι, μασχάλαι δὲ οὐδαμῶς (ἐν γὰρ ταῖς διολ‐ καῖς ἐπιδιισταμένων τῶν βραχιόνων εἰς σφήνωσιν ἡ τοῦ ἐμβρύου πλατύ‐140
5νεται περιοχή), ἀλλ’ οὐδὲ οἱ ἀκουστικοὶ πόροι (δυσπαράδεκτοι διὰ σκο‐ λιότητα καὶ στενοὶ λίαν)· τῶν δὲ ἐπὶ πόδας τὰ ὑπὲρ τῆς ἥβης ὀστέα

4

.

10

.

2

καὶ μεσοπλεύρια καὶ κατακλεῖδες. ὅταν δὲ τῶν εἰρημένων μηδεὶς εὑρίσκηται τόπος, εἰς κατάπαρσιν ἑτοιμάζεται σπάθῃ διαίρεσις. θερμῷ δὲ ἐλαίῳ προκεχλιασμένον τὸν ἐμβρυουλκὸν τῇ δεξιᾷ χειρὶ κατέχειν, τὴν καμπὴν δὲ αὐτοῦ τοῖς δακτύλοις κρύψαντα τῇ εὐωνύμῳ χειρὶ
5πρᾴως συνεισφέρειν καὶ καταπείρειν εἴς τινα τόπον ἄχρι κενεμβατή‐ σεως 〈ὧν〉 εἰρήκαμεν. καταπείρειν δὲ καὶ ἀντίθετον τούτῳ δεύτερον, ὅπως ἰσόρροπος καὶ μὴ ἑτεροκλινὴς 〈ὁ〉 ἐπισπασμὸς ἐπιτελῆται καὶ διὰ

4

.

10

.

3

τοῦτο τοῦ μέρους παρεγκλίνοντος σφήνωσιν ὑπομένῃ τὸ ἔμβρυον. εἶτα διδόναι τοὺς ἐμβρυουλκοὺς ἐμπείρῳ τινὶ κατέχειν καὶ παραινεῖν, ὅπως πειθηνίως δι’ αὐτῶν ἐφέλκηται τὸ ἔμβρυον μήτε σπαράττων ἐν τοῖς ἐπισπασμοῖς μήτε πάλιν ἀνιείς (ἀνατρέχει γὰρ τὸ προκύψαν ἀνεθέν),
5ἀλλ’, ὅταν δέῃ τὴν ἐφολκὴν ἐπισχεῖν, ἐν τῇ προϋπαρχούσῃ τάσει φυλάσσων τοὺς ἐμβρυουλκούς, μήτε μόνον ἐπ’ εὐθείας ἐπισπώμενος, ἀλλὰ | καὶ εἰς τὰ πλάγια παρεγκλίνων, ὃν τρόπον ἐν ταῖς κομιδαῖς γίνεται τῶν ὀδόντων· οὕτω γὰρ ὑπὸ τῆς μοχλείας μετασχηματιζόμενον

4

.

10

.

4

τὸ ἔμβρυον τούς τε τόπους ἀνευρύνει καὶ εὐκόμιστον γενήσεται. τούτῳ δὲ τῷ τρόπῳ δεξιῶς ὑπηρετούμενον καθιέμενον τὸν λιχανὸν δάκτυλον μεταξὺ τοῦ στομίου τῆς ὑστέρας καὶ τοῦ ἐσφηνωμένου σώματος περι‐ άγειν κυκλοτερῶς οἱονεὶ περιδέροντα καὶ εὐθύνοντα τὸ ἑτεροκλινῶς
5φερόμενον, καὶ τοὺς τόπους ἐλαίῳ θερμῷ διαβρέχειν ἤ τινι τῶν

4

.

10

.

5

εἰρημένων γλίσχρων ἀφεψημάτων. κατὰ μέντοι τὸν τῶν ἐμβρυουλκῶν ἐπισπασμὸν μὴ εὐθέως ὑπακούοντος εἰς ἐξολκὴν τοῦ ἐμβρύου, κατ’ ὀλίγον δὲ καὶ πρὸς λόγον τῆς ἐφολκῆς ἐπακολουθοῦντος, 〈τὸν〉 μὲν πρῶτον ἐμβρυουλκὸν τὸν ἰατρὸν μεταπείρειν εἰς τὰ ὑπερκείμενα δεήσει,
5κἄπειτα τὸν δεύτερον, καὶ τοῦτο κατὰ τάξιν, ἕως ἂν ὅλον τὸ τοῦ ἐμβρύου σῶμα διοδεύσῃ. ὡσαύτως δὲ ἐνεργεῖν κἂν ἐπὶ πόδας φέρηται.

4

.

11

.

1

προβεβλημένου δὲ χερίου [ὡς] καὶ ἀνατρέπεσθαι μὴ δυνα‐
μένου διὰ τὴν ὑπερβάλλουσαν σφήνωσιν ἢ καὶ ἀποτεθνηκότος ἤδη τοῦ ἐμβρύου (καθὼς συμβάλλομεν ἐκ τοῦ μήτε ἐνερευθὲς εἶναι τὸ μέρος μήτε θερμὸν μήτε σφύζον, πελιὸν δὲ καὶ ψυχρὸν καὶ ἄσφυκτον) περι‐141
5βάλλοντα δεῖ ῥάκη εἰς τὸ μὴ ὀλισθαίνειν ποσῶς ἐπισπᾶσθαι, κατασχόντα δὲ πρὸς τὸ ἐμφανέστερα γενέσθαι τὰ ὑπερκείμενα ἀποκόπτειν ἀπὸ τοῦ κατὰ τὸν ὦμον ἄρθρου. τὸ δὲ αὐτὸ ποιεῖν καὶ σκέλους προπεσόντος.

4

.

11

.

2

εἶτα τοῖς δακτύλοις ἀναστρέψαντα τὸ ἄλλο σῶμα διὰ τῆς καταπάρσεως τῶν ἐμβρυουλκῶν κομίζεσθαι. | τῶν δυοῖν δὲ χειρῶν προβεβλημένων καὶ μήτε ἀνατρέπεσθαι δυναμένων μήτε παρακρούεσθαι τοῖς σπασμοῖς, ὡς τὴν μίαν καὶ τὰς δύο διὰ τῆς παρὰ τοῖς ἀκρωμίοις περικοπῆς

4

.

11

.

3

ἀναιρεῖν. εἰ δὲ μείζονος τοῦ κεφαλίου ὑπάρχοντος ἡ σφήνωσις ἀπο‐ τελοῖτο, διὰ τοῦ ἐμβρυοτόμου ἢ τοῦ πολυπικοῦ σπαθίου κρυπτομένου μεταξὺ λιχανοῦ καὶ τοῦ μικροῦ δακτύλου κατὰ τὴν ἔνθεσιν, εἰ μὲν ὑγροκέφαλον εἴη τὸ βρέφος, διαιρεῖν, ἵνα τοῦ ὑγροῦ κενωθέντος ἡ
5περιοχὴ συμπέσῃ τῆς κεφαλῆς, εἰ δὲ φυσικῶς ἁδροκέφαλον, τῇ χειρὶ συνθλαστέον τὴν κεφαλήν, συνείκει 〈γὰρ〉 εὐμαρῶς ἁπαλῶν ἔτι τῶν

4

.

11

.

4

σωμάτων ὄντων. εἰ δὲ μή, τῷ σπαθίῳ καὶ τὸ κρανίον διαιρεῖν καλὸν ἢ κατὰ τὸν τοῦ βρέγματος τόπον, εἰ δὲ μή, καθ’ οἱονδήποτε τρόπον· προεκκριθέντος γὰρ τοῦ ἐγκεφάλου συμπίπτει τὸ κεφάλιον. τὰ χείλη δὲ τῆς διαιρέσεως ἀποστρέφειν καὶ συνθραύειν τὰ ὀστάρια δι’ ὀδον‐

4

.

11

.

5

τάγρας ἢ ὀστάγρας. εἰ δὲ διὰ μέγεθος τοῦ ὅλου σώματος μηδὲ οὕτως ἑλκόμενον ὑπακούοι, τῶν δύο ὤμων ἐνερειδομένων τοῖς πλαγίοις μέρεσιν τῆς μήτρας, καὶ εἰς τὰς σφαγὰς βαπτίζειν τὸ σπαθίον μέχρι κενεμβατήσεως εἰς τὸ ἔμβρυον· ἀποκριθέντος γὰρ τοῦ αἵματος ἰσχνὸν

4

.

11

.

6

γίνεται τὸ σῶμα. μετὰ δὲ ταῦτα ὅλον τὸ κεφάλιον διαιρεῖν καὶ τὰ μεσοπλεύρια διακόπτοντα καὶ 〈τὸν〉 πνεύμονα· πληρωθεὶς γὰρ πολ‐ λάκις ὑγρῶν καὶ αὐτὸς ἐπλάτυνε τὸν θώρακα. λύειν δὲ καὶ 〈τὰ〉 συνδεδεμένα μέρη τοῦ στήθους διὰ τῶν δακτύλων ἀποσπῶντα τὰς
5κατακλεῖδας ἀπὸ τῶν ἀντι|στέρνων 〈ἢ μὴ〉 εἰκόντων ἀπορρηγνύναι· συμπίπτει γὰρ τὰ περὶ τὸ στῆθος μηκέτι διερειδόμενα ταῖς λεγομέναις

4

.

11

.

7

κλεισίν. εἰ δὲ μηδ’ οὕτως ὑπακούοι, τὸ ἐπιγάστριον διαρρινᾶν, ὡσαύτως
κἂν ὑδρωπικὸν ᾖ τὸ ἔμβρυον· κενωθέντος γὰρ τοῦ ὑγροῦ συμπίπτει πρὸς ἴσχνωσιν ἡ περιοχὴ τοῦ σώματος. εἰ δὲ καὶ τὰ ἔντερα παρέχει τῷ ἐπιγαστρίῳ τινὰ διόγκωσιν, καὶ ταῦτα πρότερον ἕλκειν καὶ τὰ142
5λοιπὰ τῶν παρακειμένων σπλάγχνων οὕτως τε τὴν ὅλην ἐξενεγκεῖν σύγκρισιν.

4

.

12

.

1

τὰ δ’ αὐτὰ ποιεῖν κἂν ἐπὶ πόδας φέρηται. προσ‐ ανακεκλασμένας δὲ τὰς χεῖρας ἀποκόπτειν καὶ τὸ κεφάλιον εὐμεγε‐ θέστερον ὑπάρχον πάλιν θλᾶν· ὅπερ δυσχερέστερον ἐπὶ τοῦδε τοῦ σχήματος διὰ τὸ ἄνω τὸ κεφάλιον ὑποκεκρύφθαι. δεήσει δὲ τῇ δεξιᾷ
5τῶν ποδῶν λαβόμενον ἐξέλκειν, τῇ εὐωνύμῳ δὲ τὸ κεφάλιον ἀπευθύ‐ νειν ἔνδοθεν· ἀνακλασθὲν γὰρ εἰς τὸν αὐχένα τῆς ὑστέρας ἀποσπᾶται

4

.

12

.

2

πολλάκις. ἐργῶδες δὲ τὸ καθυπονοεῖν τὴν εὐώνυμον χεῖρα πρὸς τὰς ἐξολκὰς ἔχειν οἰκειότητα τῷ καὶ τοὺς ὄφεις διὰ τῆς αὐτῆς ἕλκεσθαι (ψευδῆ γὰρ ἀμφότερα)· ἰδίᾳ δὲ εἰς κάθεσιν κεχρησίμευκεν, ὡς ἔμ‐

4

.

12

.

3

προσθεν ὑπεδείξαμεν. ἐπὶ δὲ τῶν πλαγίων καὶ διπλῶν ἐμβρύων εἰ μὴ ἀπευθύνοιτο, τὰ ὑποπίπτοντα τρωτέον, ἐφ’ ὧν μὲν τὸ ἐπιγάστριον, ἐφ’ ὧν δὲ τὰς μασχάλας καὶ τὰ μεσοπλεύρια καὶ τὰ παρὰ τοῖς νεφροῖς

4

.

12

.

4

ὡς ἐπὶ λαγόνα. εἰ δὲ νεκρὸν καὶ ὑπερμέγεθες ὑπάρχοι, τὸ μὲν ὅλον ἔνδον αὐτὸ κατατέμνειν ἐπισφαλές, ἄμεινον δὲ τὸ προπαλὲς ἀεὶ γενό‐ μενον. οἷς γίνονται ἀποκοπαὶ κατ’ ἄρθρα, καὶ γὰρ τὰ ὀστᾶ κατὰ πέρας | ῥᾳδίως ἀπὸ τῆς συνόδου λύεται. συντιθέναι δὲ τὰ κομισθέντα

4

.

12

.

5

καὶ ἐπιβλέπειν μή 〈τι〉 παραλέλειπται. πολλάκις δὲ διὰ τὴν ἐπὶ πόδας ἀπείρων ὁλκὴν ἀποσπᾶται τὸ κεφάλιον καὶ δύσληπτόν ἐστιν διὰ τὴν περιφέρειαν καὶ τὸ προανατρέχειν κατὰ τὴν εὐρυχωρίαν τῆς μήτρας. ὁπότε Σώστρατος μὲν ὡς ἐπὶ τῶν λίθων εἰς τὴν ἕδραν καθεὶς τὸν
5τῆς εὐωνύμου χειρὸς δάκτυλον, τῇ δεξιᾷ δὲ πιέζων τὸ ἐπιγάστριον πειρᾶται τὸ κεφάλιον κατάγειν, οὐχ ὁρῶν ὡς ἐν τῷ ἀπευθυσμένῳ 〈ὁ〉 δάκτυλος οὐ δύναται τῆς κεφαλῆς ἐφικέσθαι· προχειροτέρας γὰρ οὔσης τῆς κύστεως πολὺ προανακεχώρηκεν ἡ ὑστέρα, καθάπερ ἔμ‐

4

.

12

.

6

προσθεν ὑπεδείξαμεν. διόπερ καθέντα τὴν χεῖρα καὶ ψαύσαντα τοῦ κεφαλίου προβιβάζειν αὐτὸ κατ’ ἐπικυλισμὸν ἄχρι τοῦ τραχήλου τῆς ὑστέρας, εἶτα δι’ ἐμβρυουλκοῦ καταπάρσεως κομίζεσθαι. μεμυκότος δὲ τοῦ στομίου ταὐτὰ ποιεῖν ἅπερ ἐπὶ τοῦ χορίου διδάσκειν μέλλομεν.

4

.

13

.

1

μετὰ 〈δὲ〉 τὴν ἐμβρυουλκίαν καὶ ἐμβρυοτομίαν, ὡς ἤδη
φλεγμαίνοντος τοῦ τόπου διὰ τὸν ἐπιγινόμενον σκυλμόν, διὰ τῶν ἐμβροχῶν ἀνιέναι καὶ παρηγορεῖν· αἱμορραγίας δὲ γενομένης τοῖς πρὸς143

4

.

13

.

2

αὐτὴν χρῆσθαι καταλλήλοις. τὸ δὲ ὠκυτόκια προσαναγράφειν, ὡς ἄλλοι καὶ οἱ περὶ τὸν Ἱπποκράτην ἐποίησαν, σχεδιάζοντός ἐστιν. οὔτε γὰρ δάφνης φύλλα ξηρὰ μετὰ θερμοῦ ὕδατος οὔτε δίκτα‐ μνον ἢ ἀβρότονον καὶ κεδρία καὶ ἄνισον μετὰ γλυκέος καὶ παλαιοῦ
5ἐλαίου οὔτε καρπὸς ἀγρίου σικύου κηρωτῇ προσπλασσόμενος φοινικίνῃ καὶ ὀσφύι περιαπτόμενος ὠκυτοκίαν παρασκευάζει· | τὰ δὲ προειρημένα βοηθήματα λύοντα τὸ πάθος καὶ τὴν ἐξ αὐτοῦ δυσέργειαν λύει. |
7

4

.

14

t

Περὶ ἐγκατεχομένων δευτέρων.

4

.

14

.

1

Μετὰ δὲ τὴν ἔκδοσιν τοῦ ἐμβρύου πολλάκις ὑπομένει τὸ χόριον, ὃ 〈δὴ〉 καὶ ‘δεύτερον‘ καλεῖται, καὶ δυσχερείας ἐπιφέρει μετα‐ βάλλον καὶ συστρέφον περὶ αὑτὸ τὴν ὑστέραν καὶ διὰ τοῦτο πόνους κεφαλῆς καὶ ἤτρου καὶ συνολκὰς ἢ πνιγμοὺς ἀποτελεῖ, ποτὲ μὲν ἔτι
5σῷζον τὴν πρὸς τὸν ὀμφαλὸν τοῦ ἐμβρύου συνέχειαν, ποτὲ δὲ ἀπε‐ σπασμένον (ἀπροόπτως τοῦ ἐμβρύου κατενεχθέντος ἢ τῆς μαίας ἀπεί‐ ρως τὸν ἀποτιλμὸν ἐργασαμένης), καὶ ποτὲ μὲν ἀποκεκρυμμένον, ποτὲ δὲ ἀπὸ μέρους προκύπτον, καὶ ἤτοι τὴν πρὸς τὴν ὑστέραν συνέχειαν ἢ προσάρτησιν ἔτι σῷζον ἢ ἀπολελυμένον, ποτὲ μὲν ἐπιμεμυκότος,
10ποτὲ δὲ διεστῶτος ἀκμὴν τοῦ στομίου τῆς ὑστέρας, καὶ ἤτοι χωρὶς φλεγμονῆς ἢ σὺν φλεγμονῇ.

4

.

14

.

2

Ἱπποκράτης μὲν οὖν πταρμικοῖς χρῆται καὶ συνάγει τὰ πτερύ‐ για τῆς ῥινός, ἵνα διὰ τῆς τοῦ πνεύματος εἰς τὸ βάθος ἐμπτώσεως ἐκπέσῃ τὸ χόριον. Εὐρυφῶν δὲ ὁ Κνίδιος οὐραγωγοῖς χρῆται ποτίσμασιν τοῖς ἀπὸ δικτάμνου καὶ ἐλελισφάκου, καὶ πεσσοῖς τοῖς
5αἱμαγωγοῖς διὰ στρουθίου καὶ Ἰλλυρικῆς ἴρεως καὶ κανθαρίδων καὶ μέλιτος, καὶ κατασεισμῷ τῷ διὰ τῆς κλίμακος προσδεδεμένης τῆς

4

.

14

.

3

καμνούσης. Εὐήνωρ δὲ καὶ Σώστρατος καὶ Ἀπολλώνιος ὁ
Προυσιεὺς ἐπιλαμβάνεσθαί φασι δεῖν τοῦ προέχοντος καὶ οὕτως ἐξέλκειν. Δίων δὲ καὶ τοῖς δι’ ἐλελισφάκου χρῆται καὶ σμύρνης καὶ σελίνου σπέρματος ποτίσμασιν. τινὲς δὲ ὑποθυμιῶσιν, οἷον ἄσφαλτον,144
5τρίχας ἀνθρωπείας, κέρας ἐλάφειον, | χαλβάνην, μελάνθιον, ἀρτεμισίαν.

4

.

14

.

4

Στράτων δὲ ὁ Ἐρασιστράτειος εἰς χύτραν ἀργυρᾶν ἢ χαλκῆν κασσιτέρῳ περικεχυμένην ἀρώματα βάλλει νάρδον, κασίαν, ἔτι δὲ πρά‐ σιον, ἀρτεμισίαν, δίκταμνον, Σούσινον, ῥόδινον, μέλι, καὶ κρατήσας τὸ πωμάτιον αὐλίσκον περιτίθησιν, οὗ τὸ ἕτερον πέρας εἰς τὸ γυναικεῖον
5ἁρμόζει αἰδοῖον καὶ πυριᾷ τοὺς τόπους δι’ ὀλίγου πυρὸς ἀναθερμαίνων

4

.

14

.

5

τὰ ἀγγεῖα. Μαντίας δὲ παρακατακλίνει τὸ βρέφος τοῖς μηροῖς τῆς κυούσης, ἵνα διὰ τῆς οἰκείας φύσεως καὶ κινήσεως οὕτως ἐφέλκηται τὸ χόριον· μὴ σῳζομένης δὲ τῆς πρὸς τὸ βρέφος τοῦ χορίου συνεχείας μολίβδου μέγεθος ἐκ τοῦ προέχοντος ἀποκρίμνησιν, ἵνα τῷ βάρει
5κατασπασθῇ τὸ χόριον.

4

.

15

.

1

πάντα δὲ μοχθηρὰ τὰ προειρημένα. διὰ μὲν γὰρ τῶν πταρμικῶν ὁ πλείων σπαραγμὸς παραυτίκα μὲν τὸν ἐξ αἱμορραγίας, ὕστερον δὲ τὸν ἐκ νευρικῆς συμπαθείας ἀποτελεῖ φόβον. τὰ δὲ ποτί‐ σματα κακοῖ τὸν στόμαχον καὶ ἀνατρέπει, τὰ δὲ αἱμαγωγὰ πεσσάρια
5δάκνοντα καὶ ἀνελκοῦντα σπασμοὺς καὶ συνολκὰς καὶ συμπαθείας

4

.

15

.

2

παρασκευάζει· πλήσσει δὲ βιαίως καὶ ὁ κατασεισμός. τὸ δὲ ὁπωσοῦν ἐπισπᾶσθαι τὸ χόριον διὰ τὸν σπαραγμὸν φλεγμονὴν ἐπιφέρει καὶ ἀδύνατον, ὅπου μέμυκε τὸ στόμιον καὶ οὐδὲν προπίπτει τοῦ χορίου

4

.

15

.

3

μέρος. τὰ δὲ ὑποθυμιάματα δριμύτητι τὴν φλεγμονὴν αὔξει καὶ συμ‐ πληροῖ τὴν κεφαλήν. διὰ δὲ τὸν αὐτὸν λόγον ἡ ἀπὸ τῶν ἀρωμάτων πυρία περίεργός ἐστιν, καὶ ὁ κατὰ τὸ ἕτερον πέρας τιθέμενος εἰς τὸ γυναικεῖον αἰδοῖον αὐλίσκος τῇ διαδόσει πυρούμενος περιφλέγει τοὺς

4

.

15

.

4

τόπους. πολέμιον δὲ καὶ τὸ διὰ τῆς ἐξαρτήσεως τοῦ μολίβδου βιαίως τὴν ἔκφυσιν ἀποσπᾶν, καὶ μᾶλλον ἤδη φλεγμονῆς ὑπαρχούσης (ἥ τε τοῦ χορίου διὰ τοῦ λίνου σφίγξις ἄτονος μὲν | οὖσα περιολισθήσει πάντως, εὔτονος δὲ συμπάθειαν οἴσει καὶ λειποθυμίαν)· ἀλλ’ οὐδὲ
5πάντοτε προέχει 〈τι〉 τοῦ χορίου. καὶ τὸ διὰ τῆς κινήσεως τοῦ βρέφους ἐπιβλαβές, δεῖ γὰρ ἐμπείρως τὴν ὁλκὴν γενέσθαι.

4

.

16

.

1

διὸ σῳζομένης τῆς πρὸς τὸν ὀμφαλὸν αὐτοῦ συνεχείας ἐπὶ χειρῶν μιᾶς ὑπηρέτιδος δεῖ τιθέναι τὸ βρέφος ὑπεστρωμένου ῥάκους· εἶτα διὰ τοῦ συμπεφυκότος οὐραχοειδοῦς ἐντέρου τῷ ὀμφαλῷ τρόπον τινὰ ὁδηγούμενον ἐπικαθιέναι δεῖ τὴν χεῖρα πειθηνίως 〈τε〉 διὰ τῆς
5ἐφ’ ἑκάτερα τὰ μέρη παραφορᾶς συνεντεινομένης ἅμα τῆς κυούσης ἄνευ σπαραγμοῦ τε καὶ ἀποσπασμοῦ κομίζεσθαι τὸ χόριον· εἰ δὲ πλεί‐ ονος χρεία εἴη διατριβῆς, τὸ βρέφος ἀπολύειν τῆς πρὸς τὸ κρατοῦν145

4

.

16

.

2

συνεχείας καὶ ταὐτὰ ποιεῖν δεῖ. καὶ εἰ μηδ’ ὅλως ἐμπεφύκοι, τὸ ἔμ‐ βρυον ἤδη παραλαβόντα κατασχεῖν ἁρμόσει τὸ ὑπερέχον καὶ ἠρέμα παράγειν, ἐπανιέντα 〈μὲν〉 ὅτε συστέλλεται τὸ στόμιον, ἐφελκόμενον δὲ ὅτε διίσταται. καὶ μηδενὸς προκύπτοντος μέρους, ἐν διαστάσει δὲ
5τοῦ στομίου μένοντος, λελιπασμένην τὴν χεῖρα καθιέναι, καὶ εἰ μὲν ἀπολελυμένον τῆς πρὸς τὴν μήτραν συμφύσεως τὸ χόριον καὶ εἰς αὑτὸ συνεστραμμένον εἴη, ἐπισπᾶσθαι λαβόμενον, εἰ δὲ συμπεφυκός, ἁπλώσαντα τοὺς δακτύλους ἔνδοθεν πειρᾶσθαι διὰ τῆς ἐξ ἑκατέρου μέρους ἀντιπεριαγωγῆς ἀπολύειν αὐτὸ πειθηνίως· οἱ γὰρ ἀπείρως
10κατ’ εὐθὺ τείνοντες καὶ τὴν ὑστέραν ἐπεσπάσαντο πολλάκις εἰς ἐκστρο‐

4

.

16

.

3

φήν. μὴ ἐπακούοντος δὲ τοῦ δευτέρου πρὸς τοὺς ἠρεμωτέρους ἐπι‐ σπασμοὺς ἢ καὶ μεμυκότος τοῦ στομίου καὶ φλεγμαίνοντος καταλείπειν αὐτὸ [καὶ] | δεῖ καὶ ὡς φλεγμονὴν θεραπεύειν δι’ ἐγχυματισμοῦ καὶ καταπλάσεως τῶν μορίων καὶ θερμῆς τροφῆς· ἀνιεμένης γὰρ τῆς
5φλεγμονῆς ἀπολύεται τὸ ἀλλότριον καὶ κατὰ διαμύδησιν ἐκπίπτει (καθ’ ὃν τρόπον καὶ ἐνιάκις συναπέπλευσε τοῖς ὑγροῖς καὶ κῶλον ἔξαρθρον, μετὰ φλεγμονὴν 〈δὲ〉 καταρτισμοῖς ἐπηκολούθησεν). χωρὶς εἰ μὴ βάσεις μὲν χοιράδων προσφυεῖς καταλείπουσί τινες ὡς 〈εἰσ〉

4

.

16

.

4

διαμύδησιν γενησομένην. τὸ δὲ χόριον ἐμπεφυκὸς κατηγγειωμένως σπλάγχνῳ μετὰ βίας ἀποσπάσαι δεῖ καὶ μὴ καταλείπειν τῷ χαλασμῷ δυνάμενον πειθηνίως περιμυδῆσαι. |
3
4t〈Περὶ τῶν ἐν γυναικείοις μέρεσιν ἀποστημάτων.〉
4t
5t〈Περὶ τῶν ὑστέρας ἑλκῶν.〉
5t
6t〈Περὶ καρκινωμάτων ἐν μήτρ.〉146
7t〈Περὶ συρίγγων ἐν μήτρ.〉
7t
8t〈Περὶ ὑπερμεγέθους νύμφης.〉
8t
9t〈Περὶ κερκώσεως.〉
9t
10t〈Περὶ θύμων τῶν ἐν γυναικείοις μέρεσιν.〉
10t
11t〈Περὶ ῥαγάδων.〉
11t
12t〈Περὶ κονδυλωμάτων.〉
12t
13t〈Περὶ αἱμορροΐδων ἐν τῇ μήτρ.〉
13t

4

.

35

t

Περὶ προπτώσεως μήτρας [δι’ ἐμβρυουλκίαν].

4

.

35

.

1

Πρόπτωσις ὑστέρας λέγεται ἡ τῆς ἐκτροπῆς περὶ τὴν μήτραν ἀπειλή· οὐ γάρ, ὥς τινες ὑπολαμβάνουσιν, ἀπολυθεῖσα ἡ μήτρα τῶν προσφύσεων ὅλη προπίπτει (οὐδὲ γὰρ ἀποκαταστῆναι δύναται, 〈ἐὰν τοιαύτη γένηται〉 πρόπτωσις)· τὸ δὲ προπῖπτον παρα‐
5πλήσιόν ἐστιν ᾠῷ στρουθοκαμήλου παρὰ τὸ μᾶλλον καὶ ἧττον πρὸς

4

.

35

.

2

λόγον τῆς κατὰ τὴν βίαν γινομένης ἐκτροπῆς. προπίπτει μὲν οὖν σπανίως, διὰ πλείους δὲ αἰτίας. καὶ γὰρ ἀφ’ ὕψους κατενεχθεῖσα γυνὴ καὶ ἐπὶ τὰ ἰσχία ἑδρασθεῖσα πάσχει τὸ τοιοῦτον ῥηγνυμένων 〈καὶ ἀποσπωμένων〉 τινῶν ὑμένων τῶν συνδούντων αὐτὴν πρὸς τὰ
5παρακείμενα. γίγνεται δὲ καὶ δι’ ἐξολκὴν εὔτονον τοῦ χορίου, ὅπερ μάλιστα ἐν ταῖς λεγομέναις ὠμοτοκίαις συμβαίνει. καὶ ἄτεχνος δὲ ἐμβρυουλκία εἰργάσατο τὸ πάθος. γίγνεται 〈δὲ〉 καὶ διὰ κατοχὴν
〈τοῦ〉 πνεύματος ἢ πήδημα καὶ διὰ βάρους ἄρσιν καὶ διὰ πληγήν, ἐνίοτε δὲ καὶ διὰ παράθεσιν ὑγροῦ πολλοῦ καὶ γλίσχρου 〈τῇ πολλῇ147
10ἐπιτέγξει χαλαρῶν γενομένων καὶ παρειμένων τῶν κατὰ τὸν ἄνω

4

.

35

.

3

πυθμένα αὐτῆς ἐξαρτημάτων〉. συνέβη δὲ τοῦτο καὶ διὰ ψυχικὸν πάθος· ἢ γὰρ τέκνων ἀποβολῆς προσαγγελθείσης ἢ πολεμίων ἐφόδου ἢ κατὰ θάλασσαν χειμασθεῖσαι σφοδρῶς ἔπαθον τὴν πρόπτωσιν, λυθεῖ‐ σαι τὸ πᾶν σύγκριμα, ὥστε καὶ τὴν μήτραν ἐξολισθῆσαι. ἔσθ’ ὅτε δὲ
5ἄνευ τινὸς αἰτίας τοιαύτης τῶν σωμάτων ἀσθενησάντων | καὶ τῶν ἀντεχόντων αὐτὴν ὑμένων καὶ μυῶν ὁμοίως παραλύσει ἀτονησάντων

4

.

35

.

4

συνέστη τὸ πάθος, οἷον γίνεται ἐπὶ τῶν παρηκμακυιῶν. κατ’ ἀρχὰς μὲν οὖν γίνεται πλείονος αἵματος φορά, ἔπειτα δὲ καὶ ὀδύνη λαγόνων καὶ ὀσφύος καὶ ἐπιγαστρίου καὶ αἰδοίου, καὶ φόβος ἐστὶ ψυγέντας 〈τοὺς τόπουσ〉 [τὸν] σπασμὸν ἐπενεγκεῖν· χρονισμοῦ δὲ γενομένου
5καὶ τῶν σωμάτων τυλωθέντων ὅ τε φόβος καὶ ὁ πόνος ἐκλύεται.

4

.

36

.

1

ἔνιοι μὲν οὖν ὅλην λέγουσιν προπίπτειν, τῶν ἀντε‐ χόντων αὐτὴν ὑμένων καὶ μυῶν ῥαγέντων ἐκ πληγῆς ἤ τινος τῶν ἐμφερῶν 〈ἢ〉 χαλασθέντων καὶ ὅμοιόν τι παραλύσει ἐργασθέντων·

4

.

36

.

2

οἱ δὲ περὶ τὸν Ἱπποκράτην καὶ Ἡρόφιλον μόνον τὸ στόμιον (γνωρίζεται δὲ ἐκ τοῦ τρυφεροῦ προπῖπτον τὸ σύγκριμα ὅμοιον κεφαλῇ πολύποδος, ὡς Ἡρόφιλος ἔλεγεν, πόρον ἔχον ὡς παραδέξασθαι

4

.

36

.

3

διπύρηνον)· οἱ δὲ μηδ’ ὅλως· οὐκ ἂν γάρ φασιν ἀποκαθίσαι τὴν μήτραν ἀπὸ μέρους, φλεγμαῖνον δὲ τὸ στόμιον φαντασίαν παρέχειν προπτώ‐

4

.

36

.

4

σεως. οἱ δὲ κατ’ ἐκτροπὴν γίνεσθαι τὴν πρόπτωσιν αὐτῆς ὑπο‐ λαμβάνουσιν, ὡς ποτὲ μὲν 〈τὸν〉 ἔξωθεν, ποτὲ δὲ τὸν ἔνδον αὐτῆς χιτῶνα προπίπτειν· διπλῆν γὰρ αὐτὴν ὑπάρχειν καὶ τὸν μὲν ἔξωθεν αὐτῆς χιτῶνα τοῖς ὑπερκειμένοις συμπεφυκέναι, τὸν δ’ ἔσωθεν τούτῳ

4

.

36

.

5

συνηρτῆσθαι καὶ τῇ χαλάσει τῶν ὑμένων προπίπτειν· οἱ δὲ καὶ τὴν ὅλην κατὰ ῥῆξιν ἢ παράλυσιν, ἢ ἀπὸ μέρους καὶ εἰς τὰ ἑαυτῆς κοῖλα ἔτι ἐνδιπλουμένην. ὅταν μὲν οὖν κατὰ ῥῆξιν, φασίν, προπέσῃ, |
φανήσεται παντελῶς ἔναιμος, κατὰ προήγησίν τινος πτώσεως ἢ βίας148
5τινὸς ἢ πληγῆς· ὅταν δὲ κατ’ ἐπιχαλασμὸν ἢ καὶ παράλυσιν, οὐκ ἔναιμος οὔτε παχυτέρα, καὶ κατὰ τὸ πλεῖστον ἐξ ἀδήλου προφάσεως, ἐνιάκις δὲ καὶ κατὰ τὰς αὐτὰς ταῖς προτέραις περιστάσεις παραλύεται.

4

.

36

.

6

καὶ πάλιν ἀπὸ μέρους μὲν αὐτῆς προπεπτωκυίας ἀπευθυσμένου τρόπον ἐξ ἑκατέρων τῶν μερῶν ἐκπροπτώσεις ὁρῶνται. κατ’ ἐκστροφὴν δὲ 〈τῆσ〉 ὅλης περιφερείας ὄγκος στρογγύλος εὑρίσκεται προπίπτων, ἐμ‐ φερὴς ᾠῷ, ποτὲ μὲν ἐν τῷ γυναικείῳ μένων κόλπῳ, ποτὲ δὲ προ‐
5χειρότερος γινόμενος καὶ πρὸ τῶν πτερυγωμάτων, ἐνερευθὴς 〈μὲν〉

4

.

36

.

7

κατ’ ἀρχάς, ὑπόλευκος δὲ ὕστερον. συγχωρήσαντες δὲ καὶ ὅλην 〈ἢ〉 ἀπὸ μέρους αὐτὴν προπετῶς 〈φέρεσθαι〉 μεμφόμεθα πρῶτον 〈μὲν〉 Εὐρυφῶντα δι’ ἡμέρας καὶ νυκτὸς ὅλης 〈τὴν〉 κάμνουσαν ἐξαρτή‐ σαντα τῶν ποδῶν ἀπὸ κλιμακίου κἄπειτα κατακλίναντα μὲν ὑπτίαν,
5θρέψαντα δὲ πτισάνῃ ψυχρᾷ· ἀνυπομόνητος γὰρ ἡ ἀνάρτησις καὶ φυσώδης ἡ τροφὴ καὶ ἄτεχνος ἡ τῶν ἡμερῶν διαρίθμησις, ἐξ ὧν εἰς

4

.

36

.

8

τοὺς καιροὺς ἀποβλέπει. Εὐήνωρ δὲ σάρκα βοείαν ἐντίθησιν εἰς τὸ γυναικεῖον αἰδοῖον, οὐκ εἰδὼς τοὺς ἀπὸ τῆς σήψεως ἰχῶρας [ἐν] τῇ

4

.

36

.

9

δριμύτητι νομῆς αἰτίους γενήσεσθαι. Διοκλῆς δὲ ἐν τῷ δευτέρῳ τῶν Γυναικείων ἐνθλίβων πνεῦμα διὰ χαλκευτικῆς φύσης ἀπεντάσσει τὴν ὑστέραν, εἶτα ῥοιὰς περιψήξας καὶ εἰς ὄξος ἀποβάπτων ἐντίθησιν, στρόφον μὲν ἐργασάμενος διὰ τοῦ πνεύματος, θλίψιν δὲ διὰ τῆς |

4

.

36

.

10

ῥόας· ἀπηνὴς γὰρ καὶ στύφουσα. τινὲς δὲ σάκκον τρίχινον τῇ ὑστέρᾳ προσβάλλουσιν, ὥστε διὰ τὴν ὀξύτητα τῶν τριχῶν ἀλγήσαντας τοὺς τόπους συνελκυσθῆναι, μὴ εἰδότες ὅτι τὰ παραλελυμένα μὲν οὐδὲν ἀλγεῖ, τὰ δὲ ἀλγήσαντα πρὸς ὀλίγον συνελκυσθέντα προπίπτει πάλιν.

4

.

36

.

11

οἱ πολλοὶ δὲ τοῖς μὲν εὐώδεσιν ἀποσφραίνουσιν, ὑποθυμιῶσιν δὲ ὑπεναντίως τὰς ὑστέρας, καὶ νῦν ὡς ζῷον οἰόμενοι τὴν ὑστέραν

4

.

36

.

12

φεύγειν μὲν τὰ δυσώδη, πρὸς δὲ τὰ εὐώδη φέρεσθαι. μεμφόμεθα δὲ καὶ Στράτωνα σποδῷ δεδευμένῃ τὸν κόλπον ἀναπληροῦντα, προσ‐ θέτῳ δὲ χρώμενον καστορίῳ· δριμεῖα μὲν γὰρ ἡ σποδός, συμπληρω‐ τικὸν δὲ τὸ καστόριον.149

4

.

37

.

1

ἁρμόσει τοίνυν προσφάτου μὲν οὔσης τῆς προπτώσεως, ἐναίμου δὲ τῆς ὑστέρας βλεπομένης καὶ ἀφλεγμάντου, προπερικλύ‐ σαντα μὲν τὸ σπλάγχνον ὕδατι ψυχρῷ ἢ [ὄξει] ὀξυκράτῳ τοῖς δακτύ‐ λοις ἐγχειρεῖν τῇ τῆς μήτρας καταστολῇ, καὶ γὰρ ὑπακούει κατ’ ἀρχὰς
5ῥᾳδίως πρὸς τὸν καταρτισμόν. εἰ δὲ μὴ ὑπακούοι, διὰ σπόγγου περι‐ φεροῦς προστεθέντος ἐνδιατάσσειν μετεωριζομένων 〈τῶν μηρῶν〉 ὑπό

4

.

37

.

2

τινων δεξιῶς ὑπηρετεῖν δυναμένων. μετὰ δὲ τὴν καταστολὴν ἐκπλη‐ ροῦν τὸ γυναικεῖον αἰδοῖον ἐνθέσει σπογγιᾶς ὀξυκράτῳ βεβρεγμένης ἢ ἐρίου καὶ τῇ ἐπιδέσει συλλαμβάνοντα συνάγειν τοὺς μηροὺς καὶ περιπλέκειν ἐκτεταμένους· μετεωρίζειν δὲ τὰ περὶ τὴν ὀσφὺν ὑποθέσει

4

.

37

.

3

προσκεφαλαίου ἢ τὰ περὶ τοὺς πόδας τῆς κλίνης μετέωρα ποιεῖν. καὶ συστέλλειν ἄχρι διατρίτου καὶ τότε δι|δόναι τροφὴν ὀλίγην ἁπλῆν, εἶτα παρὰ μίαν· στερεοποιηθείσης δὲ τῆς καταστολῆς μετὰ προσοχῆς ἀναλαμβάνειν * * εἰ τὰ τῆς ἡλικίας συλλαμβάνοιτο. ἐπὶ γὰρ τῶν
5πρεσβυτέρων καταστέλλεται μὲν ἡ μήτρα, προπίπτει δὲ πάλιν εὐχερῶς.

4

.

38

.

1

εἰ μὲν οὖν σκύβαλα ἐν τῷ ἀπευθυσμένῳ παρακέοιτο, διὰ κλυστῆρος αὐτὰ κομιστέον ἁπλοῦ. ὡσαύτως δὲ καὶ εἰ ἐν κύστει περίτ‐ τωμα εἴη, διὰ καθετῆρος αὐτὸ κομιστέον. συμβαίνει γὰρ ἐπὶ 〈τὸ〉 πλεῖστον ἐγκατέχεσθαι ταῦτα τῷ μέσην τὴν ὑστέραν τεταγμένην ἀπευ‐
5θυσμένου καὶ κύστεως παραποδίζειν 〈τε〉 ἐν ταῖς προπτώσεσι ταῖς φυσι‐ καῖς ἐκκρίσεσι θλίβουσαν καὶ στενοχωροῦσαν τοὺς τόπους 〈καὶ παραποδί‐

4

.

38

.

2

ζεσθαι ὑπ’ αὐτῶν ἐν ταῖς ἀναθλίψεσιν αὐτήν〉. σχηματίζειν δὲ μετὰ τοῦτο τὴν κάμνουσαν ὑπτίαν ὑψηλότερα ἔχουσαν τὰ ἰσχία καὶ κάμψα‐ σαν τὰς ἰγνύας μετὰ τοῦ διεστάναι ἀπ’ ἀλλήλων τὰ σκέλη. ἔπειτα ἐλαίῳ πολλῷ χλιαρῷ καταντλήσαντα τὸ προπεπτωκὸς τῆς μήτρας ἐπὶ
5πολὺ καὶ ποιήσαντα σύστρεμμα ἐξ ἐρίου σχήματι καὶ πάχει ἀναλογοῦν τῷ γυναικείῳ κόλπῳ περιβάλλειν ἔξωθεν τὸ σύστρεμμα τοῦ ἐρίου
ἰσχνοτάτῳ καὶ καθαρῷ ὀθονίῳ. κἄπειτα καταβάπτειν ταχέως εἰς ὀξύκρατον ἢ [καὶ 〈εἰσ〉 ἀφέψημα χλιαρὸν μυρσίνης ἢ σχίνου ἢ βάτου ἢ σιδίων ἢ ῥόδων ἐγκαθίζειν κἄπειτα καταβάπτειν] εἰς χυλὸν ἀκακίας150
10ἢ ὑποκιστίδος οἴνῳ διειμένης καὶ προστιθέναι τῇ ὑστέρᾳ καὶ διαβιβά‐ ζειν πᾶν τὸ προπεπτωκὸς ἠρέμα ἀναθλίβοντα, ἄχρις οὗ ἡ μήτρα ἐπὶ τὸν ἴδιον τόπον ἀναχωρήσῃ καὶ ὁ τοῦ ἐρίου ὄγκος ὅλος ἐν τῷ κόλπῳ

4

.

38

.

3

γένηται [τοῦτ’ ἔστιν ἐν τῷ αἰδοίῳ]. εἶτα ἔρια ἔξωθεν ἐπιτιθέναι οἴνῳ στύ|φοντι βεβρεγμένα, εἶτα σκέπειν τὸ ἦτρον ὅλον σπόγγῳ ἢ ἐρίοις ἐξ ὀξυκράτου τεθλιμμένοις καὶ τὸ ἐπιγάστριον καὶ ἐφήβαιον καὶ ὀσφύας καὶ ἐπιδεσμεῖν ἐκτείνειν τε τὰ σκέλη τῆς γυναικός, ὥστε τὸ ἕτερον τῷ
5ἑτέρῳ ἐπικεῖσθαι. μετὰ δὲ τοῦτο σικύας προσβλητέον μετὰ φλογὸς πλείονος πρὸς ὀμφαλὸν καθ’ ἑκατέραν λαγόνα καὶ ὀσφραντὰ ταῖς

4

.

38

.

4

ῥισὶν εὐώδη συνεχῶς προσενεκτέον. τῇ δὲ τρίτῃ τῶν ἡμερῶν ἐγκειμένου τῷ κόλπῳ τοῦ ἐρίου ἐγκαθιζέτω ἡ γυνὴ εἰς οἶνον μέλανα αὐστηρὸν κεχλιασμένον ποσῶς ἢ εἰς ἀφέψημα βάτου ἢ μυρσίνης ἢ σχίνου ἢ σιδίων. μετὰ δὲ τὸ ἐγκάθισμα κατακλιθείσης αὐτῆς ὑπτίας ἀναρρόπου
5ὡς ὑψηλότερα ἔχειν τὰ πρὸς τοῖς ἰσχίοις, τὸ μὲν ἐγκείμενον ἔριον ἐξαιρείσθω, ἕτερον δὲ ἐντιθέσθω βεβρεγμένον τῷ αὐτῷ φαρμάκῳ. καταπλαττέσθω δὲ τὸ ἐπιγάστριον φοίνιξιν, ἀλφίτοις, σιδίοις, 〈φακῷ μετ’ ὀξυμέλιτοσ〉. καὶ διὰ τρίτης πάλιν τὰ αὐτὰ γινέσθω μέχρι παν‐ τελοῦς θεραπείας.

4

.

39

.

1

εἰ δὲ πολὺν ἔξω χρόνον μείνασα φαίνοιτο ὑπόλευκος ἤδη κατεψῦχθαι, ποτὲ δὲ καὶ προδήλως φλεγμαίνειν καὶ περιωδυνεῖν ἢ κατὰ παράλυσιν προπεπτωκέναι, θερμῷ ὕδατι ἢ ὑδρελαίῳ 〈καταντλεῖν〉 ἢ χυλῷ τήλεως ἑφθῆς ἢ λινοσπέρμου ἢ μολόχης καὶ οὕτως ἀπεντάσσειν·
5ἂν δὲ τὸ μέγεθος 〈τῆς φλεγμονῆσ〉 ἀπαιτήσῃ, καὶ φλεβοτομεῖν καὶ τοῖς ἄλλοις χρῆσθαι χαλαστικοῖς διὰ τὴν παράλυσιν [ἢ τὸ μέγεθος τῆς

4

.

39

.

2

φλεγμονῆς]. εἰ δὲ χρονί|σειεν, ὥστε συνεχῶς προπίπτειν, ὀξυκράτῳ περιπλύνειν θερμῷ καὶ ἐγκαθίζειν τῷ ὀξυκράτῳ ἐφ’ ἱκανὸν χρόνον, ἔπειτα τὰ προειρημένα ποιεῖν πάντα, ἤγουν σικύας κούφας καὶ τὰ ἐπιθέματα τά τε διὰ φοινίκων, μήλων Κυδωνίων καὶ πάντων ἤδη τῶν
5στύφειν δυναμένων ἢ τὰ δι’ ἰτεῶν καὶ τῶν τὸ αὐτὸ ποιεῖν δυναμένων.

4

.

39

.

3

εἶτα τὴν ὅλην σύγκρισιν τονοῦν τῷ ἀναληπτικῷ κύκλῳ χρώμενον, ὕστερον δὲ τῷ μετασυγκριτικῷ· φοινίσσειν δὲ τὰ περὶ τὸ ἐφήβαιον καὶ τὴν ὀσφὺν καὶ τὸ ἐπιγάστριον παροπτήσει, σμήγμασιν δριμέσιν, σιναπισμῷ, πεσσοῖς τοῖς διὰ νίτρου καὶ σταφίδος 〈καὶ〉 ἁλῶν καὶ πᾶσι151

4

.

39

.

4

τοῖς ἐκ τῶν μετασυγκριτικῶν ἐσκευασμένοις ὑλῶν. οἱ πλεῖστοι δὲ συνεχῶς προπίπτουσαν αὐτὴν ἁλσὶν ἢ νίτρῳ συμπάσαντες οὕτως ἀπω‐ θοῦσιν, ὅπερ καὶ Θεσσαλὸς ἐνόμισεν 〈οὐκ〉 ἀκολούθως αὑτῷ. | τὰ γὰρ μετασυγκριτικὰ δεῖ παραλαβεῖν ἐν διαλείμματι [ἢ ὅτε] μᾶλλον ἢ ἐν
5ἐπιθέσει, ὅτε προπέπτωκεν ἡ μήτρα.

4

.

40

.

1

μελανθείσης δὲ αὐτῆς ἀπὸ μέρους διὰ τὸ ἔξω μεῖναι πλείοσι χρόνοις, εἰ καί τινες ἱστοροῦσι συμβιῶσαι μέχρι παντὸς ἐνίαις τὴν μήτραν προπεπτωκυῖαν, τοῖς πρὸς νομὰς χρηστέον· εἰ δὲ μή, καὶ ἀποτμητέον τὸ μελανθέν, εἰ καὶ λοβὸν ἥπατος ἢ πνεύμονος

4

.

40

.

2

ἀποτέμνομεν κατὰ τὴν πρόπτωσιν μελανθέντα. κἂν ὅλη μελανθῇ, τὴν σύμπασαν ἀποτμητέον, οὐ μόνον διὰ τοὺς ἱστορήσαντας αὐτὴν ἀκινδύνως ἐκτέμνεσθαι, ὧν ἔμπροσθεν ἐμνημονεύσαμεν, ἀλλ’ ὅτι τὸ ἀποκοπτόμενον οὐκέτι κύριόν ἐστιν μέρος, ἠλλοτριωμένον δὲ σῶμα
5καὶ ἀνοίκειον. εἰ δὲ ἐκ τοῦ συνεχῶς προπίπτειν ἑλκωθεῖσα συμφύη τοῖς πτερυγώμασιν, ὡς ἱστοροῦσί τινες, διακριτέον τὴν πρόσφυσιν ὡς ἐντέρου πρὸς περιτόναιον· ἄμεινον δὲ τῆς ἀσφαλείας χάριν τῶν πτερυγωμάτων τι τῇ μήτρᾳ προσχαρίζεσθαι μὴ δυναμένης τῆς δια‐ κρίσεως ἴσης ἀποτελεσθῆναι.
9
10t〈Περὶ φιμώσεως μήτρας.〉
10t
11t〈Περὶ ἀτρήτων.〉
11t
12t〈Περὶ διοπτρισμο.〉152