TLG 0564 007 :: RUFUS :: Synopsis de pulsibus

RUFUS Med.
(Ephesius: A.D. 1–2)

Synopsis de pulsibus

Source: Daremberg, C., Ruelle, C.É. (eds.), Oeuvres de Rufus d’Éphèse. Paris: Imprimerie Nationale, 1879 (repr. Amsterdam: Hakkert, 1963): 219–232.

Citation: Chapter — section — (line)

t

1

ΑΝΕΠΙΓΡΑΦΟΣ ΣΥΝΟΨΙΣ ΠΕΡΙ ΣΦΥΓΜΩΝ.

Pr

t

[Προοίμιον.]

Pr

1

Τὴν περὶ σφυγμῶν πραγματείαν δεόντως ἄν τις ἐπιδράμοι,

Pr

2

ἐπεὶ δίχα ταύτης ἀμήχανόν ἐστι κατὰ τρόπον θεραπεύειν. Πρῶτον δέ φασιν Αἰγίμιον ἀρχαῖον γράψαντα, οὐ περὶ σφυγμῶν ἐπιγράψαι τοῦτο, ἀλλὰ περὶ παλμῶν· ἠγνόησε γὰρ, ὡς εἰκὸς, ὁ ἀνὴρ, εἴ τις ὑπάρχει διαφορὰ σφυγμοῦ τε καὶ παλμοῦ, καθὼς ἑξῆς ὑποδείξομεν,
5πρῶτον εἰπόντες τί ἐστι σφυγμός.

1

t

Ὅρος· τί ἐστι σφυγμός;

1

.

1

Σφυγμὸς τοίνυν ἐστὶ διαστολὴ καὶ συστολὴ καρδίας καὶ ἀρτη‐ ριῶν, μόνα γὰρ ταῦτα τῶν ἐν ἡμῖν τὴν σφυγμικὴν κίνησιν κινεῖται, τὰ δὲ ἄλλα, ὅσα δοκεῖ καὶ αὐτὰ σφυγμικῶς κινεῖσθαι, ὡς αἱ περὶ τὸν ἐγκέφαλον μήνιγγες ἐπὶ τῶν παίδων βλεπόμεναι, κατὰ μετοχὴν219
5τῶν ἀρτηριῶν κινοῦνται.

2

t

Περὶ τίνα μέρη γίγνεται παλμὸς καὶ σπασμὸς καὶ τρόμος;

2

.

1

Ὡμοίωται δὲ τῷ σφυγμῷ ὅ τε παλμὸς καὶ ὁ σπασμὸς καὶ ὁ τρό‐ μος· καὶ γὰρ καὶ ταῦτα δοκεῖ τισιν οὕτω γίγνεσθαι, ὥσπερ καὶ ὁ

2

.

2

σφυγμὸς, ἔκ τε διαστολῆς καὶ συστολῆς. Διαφορὰ δὲ ἐν αὐτοῖς ὑπάρχει πλείστη· Πραξαγόρας μὲν οὖν ὑπέλαβε ταῦτα ἀλλήλων διαφέρειν ποσότητι, οὐκέτι δὲ καὶ ποιότητι· γίγνεσθαι γὰρ ἐκ μὲν τοῦ σφυγμοῦ, μᾶλλον αὐτοῦ περὶ τὴν κίνησιν ἐπιταθέντος, τὸν

2

.

3

παλμὸν, ἐκ δὲ τοῦ παλμοῦ τὸν τρόμον. Καὶ ταῦτα μὲν ὁ Πραξαγό‐ ρας, ἀνὴρ οὐχ ὁ τυχὼν οὔτε ἐν τοῖς κατὰ τὴν ἰατρικὴν θεωρήμασιν, οὔτε ἐν τῷ ἄλλῳ βίῳ· ὁ δὲ Ἡρόφιλος ἀκριβέστερον ἐπιστήσας τῷ
τόπῳ ἐν ποιότητι μᾶλλον αὐτῶν τὰς διαφορὰς εὗρεν· γίγνεσθαι γὰρ220
5τὸν σφυγμὸν περὶ μόνας ἀρτηρίας καὶ καρδίαν, τὸν δὲ παλμὸν καὶ τὸν σπασμὸν καὶ τὸν τρόμον περὶ μύας τε καὶ νεῦρα· καὶ τὸν μὲν σφυγμὸν συγγεννᾶσθαι τῷ ζῴῳ καὶ συναποθνήσκειν, ταῦτα δὲ οὔ· καὶ τὸν μὲν σφυγμὸν, πληρουμένων τε καὶ κενουμένων τῶν ἀρτηριῶν, ταῦτα δὲ οὔ· καὶ τὸν μὲν σφυγμὸν ἀπροαιρέτως ἡμῖν
10πάντοτε παρακολουθεῖν, ἐπεὶ καὶ φυσικῶς ὑπάρχει, ταῦτα δὲ εἶναι καὶ ἐν τῇ ἡμετέρᾳ προαιρέσει, ἀποπιεσθέντων πολλάκις καὶ βα‐ ρυνθέντων τῶν μερῶν.

3

t

πῶς γίγνεται σφυγμός;

3

.

1

Γίγνεται δὲ σφυγμὸς οὕτως· ἡ καρδία, ὅταν ἐπισπάσηται ἐκ τοῦ πνεύμονος τὸ πνεῦμα, πρώτη αὐτὸ δέχεται εἰς τὴν ἀριστερὰν αὑτῆς κοιλίαν, εἶτα ἐπισυμπεσοῦσα ἐφεξῆς αὐταῖς ταῖς ἀρτηρίαις ἐπιχο‐

3

.

2

ρηγεῖ. Συμβαίνει οὖν, ἐπὶ μὲν τῆς συμπτώσεως πληρουμένων τῶν ἐν τῷ σώματι ἀρτηριῶν, τὸν σφυγμὸν ἀποτελεῖσθαι, κενουμένων
δὲ, τὴν συστολήν· αἱ μὲν οὖν ἀρτηρίαι, καθὼς εἶπον, τὸν σφυγμὸν ἀποτελοῦσι πληρούμεναι καὶ δεχόμεναι τὸ πνεῦμα, ἡ δὲ καρδία κε‐221
5νουμένη, καθὼς ἑξῆς ὑποδείξομεν· οἰκεῖον οὖν καὶ τὸν ὅρον ἀπεδώ‐ καμεν αὐτοῦ, σφυγμὸν λέγοντες εἶναι διαστολὴν καὶ συστολὴν

3

.

3

καρδίας καὶ ἀρτηριῶν. Σύγκειται δὲ ὁ σφυγμὸς ἔκ τε διαστολῆς καὶ συστολῆς· ἐπεὶ δὲ ἰσοχρόνως καρδία τε καὶ ἀρτηρία τὸν σφυγμὸν ἀποτελοῦσι, καὶ διὰ τοῦτο ὑπολαμβάνουσι σχεδὸν ἅπαντες, ὅτι πλη‐ ρουμένων ἀμφοτέρων ὁμοίως γίγνεται, βούλομαι παραστῆσαι τὴν
5πλάνην αὐτῶν· ὅτι μὲν γὰρ ἰσόχρονον ἐκ τῶν ἀρτηριῶν καὶ τῆς καρδίας τὸν σφυγμὸν γιγνόμενον καταλαμβάνομεν, φανερὸν, ὅτι δὲ τῶν ἀρτηριῶν πληρουμένων, τῆς δὲ καρδίας κενουμένης, τοῦτο γί‐ γνεται, ἐβουλόμην ἀναπέμπειν τοὺς βουλομένους μαθεῖν ἐπὶ τὴν ἀνα‐ τομήν· ἵνα δὲ μὴ δόξω φθονερὸς εἶναι καὶ βάσκανος, διὰ συντόμων

3

.

4

παραστήσω. —Ἡ καρδία τῷ σχήματι κωνοειδὴς ὑπάρχει καὶ τὸ μὲν πλατὺ μέρος αὐτῆς, ἐν ᾧ πάρεστι καὶ τὰ στόματα τῶν κοιλιῶν αὐ‐ τῆς, τῷ πνεύμονι προσπέφυκε καὶ μεταξὺ τῶν τεσσάρων αὐτοῦ
λοβῶν κεῖται· ὁ γὰρ εἷς λοβὸς, βραχύτατος τῶν λοιπῶν ὑπάρχων,222
5τὴν τρίτην τοῦ θώρακος εὐρυχωρίαν ἐκπεπλήρωκεν· τὸ δὲ ὀξὺ καὶ παράμηκες ἄνω πρὸς τῷ στέρνῳ, οὐχ ὥστε συνδεδέσθαι, ὥσπερ

3

.

5

καὶ ἡ βάσις τῷ πνεύμονι, ἀλλά ἐστιν ἀπόλυτον. Περιέχεται δὲ πανταχόθεν ἡ καρδία ὑμένι τῷ καλουμένῳ περικαρδίῳ· οὗτος δὲ οὐ μόνον τῷ πνεύμονι προσπέφυκεν, ἀρχόμενος ἀπὸ τῶν πλατυτέρων, ἀλλὰ καὶ τῷ στέρνῳ, ἐν οἷς μέρεσιν ἔφαμεν τὸ τῆς καρδίας ὀξὺ

3

.

6

ἀπολύτως κεῖσθαι. Συμβαίνει τοιγαροῦν, ὅταν ἐκ τοῦ πνεύμονος ἐπισπάσηται τὸ πνεῦμα, πληρουμένην πανταχόθεν αὐτὴν εἰς τὰ πλάγια χωρεῖν, καὶ πολὺ ἀπὸ τοῦ στέρνου ἀφέλκεσθαι· ὅταν δὲ πάλιν συμπέσῃ καὶ κενωθεῖσα εἰς τὸ φυσικὸν σχῆμα ἀναδράμῃ,
5τότε προσάλλεται τῷ στέρνῳ καὶ τὴν πληγὴν ποιεῖ· καὶ οὕτω συμ‐ πίπτουσα τὸν σφυγμὸν ἀποτελεῖ.

4

t

Περὶ τῶν κατὰ τὰς ἡλικίας σφυγμῶν.

4

.

1

Τούτων δὲ οὕτως ἐχόντων, ἐροῦμεν πρῶτον τὰς διαφορὰς τῶν φυσικῶς ἑκάστῃ ἡλικίᾳ παρεπομένων σφυγμῶν, ἔπειτα τὰς γινο‐ μένας ἐπὶ τῶν πυρεσσόντων, καὶ μετὰ ταῦτα τοὺς εὑρισκομένους
κατὰ τὰ πάθη, τελευταῖον δὲ τοὺς παρὰ τοῖς ἀρχαίοις κατονομα‐223

4

.

2

σθέντας. —Τῶν μὲν οὖν ἀρτιγενῶν παίδων ὁ σφυγμὸς ὑπάρχει βραχὺς παντελῶς καὶ οὐ διωρισμένος ἔν τε τῇ συστολῇ καὶ τῇ δια‐

4

.

3

στολῇ. Τοῦτον τὸν σφυγμὸν Ἡρόφιλος ἄλογον συνεστάναι φησίν· ἄλογον δὲ καλεῖ σφυγμὸν τὸν μὴ ἔχοντα πρός τινα ἀναλογίαν· οὔτε γὰρ τὸν διπλάσιον, οὔτε τὸν ἡμιόλιον, οὔτε ἕτερόν τινα λόγον ἔχει οὗτος, ἀλλά ἐστι βραχὺς παντελῶς καὶ τῷ μεγέθει βελόνης κεντή‐
5ματι ὁμοίως ἡμῖν ὑποπίπτει· διὸ καὶ πρῶτον αὐτὸν Ἡρόφιλος ἄλο‐

4

.

4

γον δεόντως εἶπεν. —Προβαινούσης δὲ τῆς ἡλικίας καὶ τοῦ σώματος εἰς αὔξησιν ἐρχομένου, καὶ ὁ σφυγμὸς πρὸς λόγον μεγεθύνεται, πρὸς λόγον τὴν διαστολὴν τῆς συστολῆς λαμβάνων πλατυτέραν· ὅτε λοιπὸν ἔστιν αὐτοῖς καὶ ἐφαρμόσαι πρὸς ἀπόδειξιν ἐκ τοῦ ποδι‐
5σμοῦ τῆς γραμματικῆς· ὁ μὲν γὰρ πρῶτος ἐπὶ τῶν ἀρτιγενῶν παίδων εὑρισκόμενος σφυγμὸς ῥυθμὸν λήψεται τὸν τοῦ βραχυσυλ‐ λάβου· καὶ γὰρ ἐν τῇ διαστολῇ καὶ τῇ συστολῇ βραχὺς ὑπάρχει, καὶ διὰ τοῦτο δίχρονος νοεῖται· ὁ δὲ τῶν πρὸς αὔξησιν ὄντων ἀνα‐
λογεῖ τῷ τε παρὰ ἐκείνοις ποδὶ τροχαίῳ· ἔστι δὲ οὗτος τρίχρονος,224
10τὴν μὲν διαστολὴν ἐπὶ δύο χρόνους λαμβάνων, ἐπὶ ἕνα δὲ τὴν συ‐

4

.

5

στολήν. —Ὁ δὲ τῶν ἀκμαζόντων ταῖς ἡλικίαις ἐν ἀμφοτέροις ἴσος ὑπάρχει, ἔν τε τῇ διαστολῇ καὶ τῇ συστολῇ, συγκρινόμενος τῷ καλουμένῳ σπονδείῳ, ὃς τῶν δισυλλάβων ποδῶν μακρότατός ἐστιν·

4

.

6

ἔστιν οὖν συγκείμενος ἐκ χρόνων τεσσάρων. Τοῦτον τὸν σφυγμὸν

4

.

7

Ἡρόφιλος διὰ ἴσου καλεῖ. —Ὁ δὲ τῶν παρακμαζόντων καὶ σχεδὸν ἤδη γερόντων καὶ αὐτὸς ἐκ τριῶν σύγκειται χρόνων, τὴν συστολὴν

4

.

8

τῆς διαστολῆς διπλῆν παραλαμβάνων καὶ χρονιωτέραν. —Καὶ οὗτοι μὲν οἱ κατὰ πλάτος ταῖς ἡλικίαις ἐν τῷ ὑγιαίνειν παρεπό‐ μενοι σφυγμοὶ, ἑξῆς δὲ λεγέσθωσαν οἱ ἐπὶ τῶν πυρεσσόντων.

5

t

Περὶ τῶν ἐν πυρετοῖς σφυγμῶν.

5

.

1

Τῶν οὖν ἀρχομένων πυρέσσειν ὁ σφυγμὸς παντελῶς μικρός ἐστι καὶ ὑποδεδυκὼς εὑρισκόμενος ἐν ἀμφοτέροις ἔν τε τῇ διαστολῇ καὶ τῇ συστολῇ, ὡς σχεδόν ποτε καὶ μόγις ὑποπίπτειν· ἐν δὲ τῇ ἐπι‐
δόσει κατὰ ὀλίγον παραύξει, τὴν διαστολὴν τῆς συστολῆς λαμ‐225
5βάνων μείζονά τε καὶ χρονιωτέραν διὰ τὴν τοῦ πνεύματος ἀνάβασιν· ἐν δὲ τῇ ἀκμῇ ἐν ἀμφοτέροις ἴσος ὑπάρχει ἔν τε τῇ διαστολῇ καὶ

5

.

2

τῇ συστολῇ, ἅτε καὶ τοῦ πυρετοῦ τὴν ἰσότητα ἀπειληφότος. Ἐν δὲ τῇ παρακμῇ τὴν μὲν συστολὴν τῆς διαστολῆς λαμβάνει χρονιωτέραν, ἡ δὲ θερμασία πλεονάζει μᾶλλον ἢ ἐν τοῖς ἄκροις, διότι ἐν μὲν ταῖς ἀρχαῖς σχεδὸν ἅπασα ἐν τοῖς μέσοις πλεονάζει, ὡς πολλάκις καὶ
5περιψύχεσθαι συμβέβηκε τὰ ἄκρα· ὅτε δέ εἰσιν ἐν ταῖς ἐπιδόσεσι, περὶ μὲν τὰ μέσα πλείων ἐστὶν ἡ θερμασία, ἐν δὲ τοῖς ἄκροις ὀλιγωτέρα· ἀκμὴν δὲ καὶ στάσιν τοῦ πυρετοῦ λαμβάνοντος, καὶ ἡ θερμασία ἐπίσης εὑρίσκεται ἔν τε τοῖς ἄκροις καὶ τοῖς μέσοις.

5

.

3

—Καὶ οὗτοι μὲν οἱ κατὰ πλάτος τοῖς πυρέττουσι παρεπόμενοι σφυγμοί.

6

t

Περὶ τῶν ἐν τοῖς πάθεσι σφυγμῶν.

6

.

1

Τῶν δὲ κατὰ τὰ πάθη γινομένων σφυγμῶν πολλῶν καὶ διαφόρων
ὑπαρχόντων, περὶ τῶν ἐν τοῖς ὀξέσι πάθεσι παρεπομένων ἐροῦμεν. —226

6

.

2

Τῶν τοίνυν φρενιτικῶν ὁ σφυγμὸς βραχύς ἐστι καὶ εὔτονος διὰ τὴν συνεχῆ τοῦ πνεύματος ἐκ τῆς ἀγρυπνίας κίνησιν, καὶ προσπίπτων τῇ ἁφῇ, ὡς ἂν προσπέσοι τῇ χειρὶ ἀπὸ τόξου τεταμένη νευρὰ, καὶ

6

.

3

παντελῶς ἐλαχίστοις μέρεσι τῆς χειρὸς ἡμῶν προσπίπτει. —Τῶν δὲ ληθαργικῶν ὁ σφυγμός ἐστι μέγας τε καὶ διάκενος, κατά τε μῆκος καὶ κατὰ πλάτος ἡμῖν προσπίπτει, τοῦ βάθους νοουμένου· διὸ καί

6

.

4

τινες ἐτόλμησαν εἰπεῖν τὸν σφυγμὸν ἀσώματον. —Τῶν δὲ καρ‐ διακῶν ὁ σφυγμός ἐστι μικρότερος μὲν τέλεον τοῦ τῶν φρενιτικῶν, εὐτονώτερος δὲ μᾶλλον καὶ οἱονεὶ μυωδέστερος, ὥστε καὶ ἄλλοτε

6

.

5

ἄλλοις μέρεσι προσπίπτειν τῇ ἁφῇ. Τοῦτο δὲ γίγνεται τοῦ πνεύ‐ ματος ποτὲ μὲν ὕφεσιν λαμβάνοντος καὶ ἐποχὴν, ποτὲ δὲ πάλιν

6

.

6

ἐπίτασιν. —Τῶν δὲ πλευριτικῶν τε καὶ περιπνευμονικῶν ἐν ὀλί‐ γοις μέν τισίν ἐστιν ἡ διαφορὰ, μόνοις δὲ τοῖς ἄγαν ἐμπειρικοῖς καταληπτή· ὀξύς τε γὰρ καὶ σφοδρὸς ὡς ἐπὶ τὸ πλεῖστον εὑρίσκε‐

6

.

7

ται καὶ τὰς προσβολὰς ἀνωμάλως πολλάκις ποιούμενος. —Τῶν
δὲ ἐπιληπτικῶν τῶν μὲν γιγνομένων ἄνευ σπασμῶν τε καὶ συνολκῆς τῶν μερῶν ὁ σφυγμός ἐστι μέγας τε καὶ διάκενος, συνεχής τε καὶ δεδιωγμένος ἐπὶ τὸ πλεῖστον· τῶν δὲ γιγνομένων μετὰ σπασμῶν ὁ227
5σφυγμός ἐστι μέγας τε καὶ διάκενος μόνον παραπλησίως τῷ τῶν

6

.

8

ληθαργικῶν σφυγμῷ. —Καὶ οὗτοι μὲν οἱ κατὰ τὰ πάθη ὡς ἐπὶ τὸ πλεῖστον παρεπόμενοι σφυγμοί.

7

t

[Ἐκ τίνων συνέστηκεν ὁ σφυγμός.]

7

.

1

Γνωστέον δὲ ὅτι πᾶς σφυγμὸς συνέστηκεν ἐκ μεγέθους καὶ τά‐

7

.

2

χους καὶ πληρότητος καὶ ῥυθμοῦ. Καὶ μέγας μέν ἐστιν ὁ καὶ κατὰ

7

.

3

μῆκος καὶ πλάτος καὶ βάθος ἀξιολόγως τῇ ἁφῇ προσπίπτων. Πλή‐ ρης δέ ἐστιν ὁ σφοδρῶς καὶ οἱονεὶ νευρικῶς τὴν ἁφὴν πλήσσων.

7

.

4

Εὔρυθμος δέ ἐστιν ὁ ἐν ἑκάστῃ ἡλικίᾳ τὴν φυσικὴν ἀκολουθίαν σώ‐ ζων· καὶ οὗτος μὲν λέγεται εὔρυθμος σφυγμός· παράῤῥυθμος δέ

7

.

5

ἐστιν ὁ ταύτην μὴ συντηρῶν. Ταχὺς δέ ἐστιν ὁ ταχέως ἀφαλλό‐ μενος τῆς χειρός· τάχος δὲ πυκνότητος διαφέρει· τὸ μὲν γὰρ τάχος κατὰ μίαν δύναται τῆς ἀρτηρίας νοεῖσθαι προσβολὴν, τὸ δὲ πυκνὸν κατὰ πλείους· οὕτω γοῦν λέγομεν ταχύν τινα τὸν ἐν ὀλίγῳ χρόνῳ228
5μῆκος ἀνύοντα, πυκνὸν δὲ τὸν συνεχῶς ἐπὶ τὸν αὐτὸν τόπον παρα‐

7

.

6

γινόμενον. —Τὰ δὲ γένη τῶν σφυγμῶν εἰσι κατὰ μὲν τὴν ἠρεμίαν πυκνότης καὶ ἀραιότης, ἐν ᾧ τάχος καὶ βραδύτης, κατὰ δὲ τὸν τόνον σφοδρότης καὶ ἀμυδρότης, κατὰ δὲ τὸ σῶμα τῆς ἀρτηρίας

7

.

7

σκληρότης καὶ μαλακότης. —Οὗτοι μὲν οὖν οὕτως· ἑξῆς δὲ περὶ τῶν ὑπὸ τῶν παλαιῶν ἀναγεγραμμένων σφυγμῶν τῶν ἀναγκαιοτά‐ των καὶ ἐν συνηθείᾳ ὄντων ἐροῦμεν.

8

t

Γένη τῶν σφυγμῶν.

8

.

1

Λέγεταί τις σφυγμὸς μυουρίζων, οὗ πάλιν δύο διαφοραί· ὁ μὲν γὰρ προσπεσὼν μέγας τε καὶ σφοδρὸς, εἶτα τὰς ἑξῆς διαστολὰς
σμικροτέρας λαμβάνων, τελευταῖον πάλιν ὥσπερ καὶ πρότερον μέγας προσέπεσε καὶ σφοδρός· ὁ δὲ σμικρὸς προσπεσὼν καὶ τὰς229
5ἑξῆς προσβολὰς μεγάλας ἀπεργασάμενος, πάλιν καὶ οὗτος ὥσπερ πρότερον σμικρὸς προσέπεσεν· οὗτος οὖν ὁ σφυγμὸς εὑρίσκεται μέν

8

.

2

ποτε καὶ τοῖς ὑγιαίνουσι φυσικῶς παρακολουθῶν. Ὅταν δὲ ἐπὶ νο‐ σούντων εὑρεθῇ, ὁ μὲν τῇ σμικρότητι πλεονάζων τοὺς μέλλοντας φρενιτικοὺς γενέσθαι προδηλοῖ, ὁ δὲ ἐν τῇ μεγαλότητι πλεονάζων

8

.

3

τοὺς εἰς λήθαργον ἐμπεσουμένους. —Λέγεται δὲ καὶ παρεμπίπτων σφυγμὸς, ὅταν πλείονας διαστολὰς καὶ συστολὰς ἀπεργασάμενος

8

.

4

ἐάσῃ, καὶ δευτέραν διαστολὴν πυκνοτέραν ἐπενέγκῃ. Οὗτος ὁ σφυγ‐ μὸς γίγνεται μέν ποτε καὶ τοῖς ὑγιαίνουσι παρακολουθῶν· ὅταν

8

.

5

δὲ ἐπὶ νοσούντων εὑρεθῇ, οὐδένα τόνον σημαίνει. —Λέγεται δέ τις σφυγμὸς καὶ δίκροτος, ὅταν διαστᾶσα ἡ ἀρτηρία μείζονα διαστολὴν,

8

.

6

ἑτέραν ἐπενέγκῃ βραχυτέραν. Οὗτος ὁ σφυγμὸς γίγνεται ἐπὶ μὲν τῶν ὑγιαινόντων ἀπὸ δρόμων ἢ γυμνασίων, ἢ ἄλλο τι συντόνως ἡμῶν
ἀπεργασάντων· ἐπὶ δὲ νοσούντων ἐν ταῖς ἀναβάσεσι μάλιστα τῶν230

8

.

7

πυρεσσόντων εὑρίσκεται. —Λέγεταί τις σφυγμὸς καὶ δορκαδίζων, ὅταν μέγας προσπεσὼν εὐθὺς βραχὺς προσπέσῃ, ὡς δοκεῖν πρὸ

8

.

8

τοῦ συσταλῆναι τέλεον τὴν ἀρτηρίαν πάλιν ἐπιδιΐστασθαι. Οὗτος ὁ σφυγμὸς εὑρίσκεται μάλιστα ἐν τοῖς περὶ τὸν θώρακα νοσήμασιν.

8

.

9

—Λέγεται δὲ καὶ σφυγμὸς μυρμηκίζων· οὗτος δέ ἐστιν ὁ συνεχῶς καὶ λεπτῶς διαστελλόμενος, ὡς δοκεῖν μύρμηκος ἐπὶ χειρὸς γίγνεσθαι περίπατον· καὶ σχεδὸν ἐπὶ πάντων ἐν τῷ τελευτᾷν εὑρίσκεται. —

8

.

10

Ἔσχατος δὲ πάντων καὶ βραχύτατός ἐστιν ὁ καλούμενος σκωληκί‐

8

.

11

ζων. Οὗτος δὲ οὕτω σμικρὸς καὶ ἀσθενὴς ὑπάρχει καὶ ἀμυδρὸς, ὥστε ἐπὶ μὲν τοῦ μυρμηκίζοντος καὶ βραχυτάτου παντελῶς ὑπάρχοντος νοεῖται ἡ διαστολὴ καὶ συστολὴ, ἐπὶ δὲ τούτου οὐδὲ ὅλως, ἀλλὰ οἷον εἴλησις μόνον καὶ κυλισμὸς τοῦ πνεύματος ἐν ταῖς ἀρτηρίαις ἀπο‐
5τελεῖται.
— — — Τὰ δέκα γένη τῶν σφυγμῶν ἐκ τῶν Ἀρχιγένους· αʹ, τὸ παρὰ τὸ
ποσὸν τῆς διαστολῆς· βʹ, τὸ παρὰ τὸ ποιὸν τῆς κινήσεως· γʹ, τὸ παρὰ τὸν τόνον τῆς δυνάμεως· δʹ, τὸ παρὰ τὸ ποσὸν τῆς πληγῆς·231
10εʹ, τὸ παρὰ τὸν χρόνον τῆς ἡσυχίας· ϛʹ, τὸ παρὰ τὴν σύστασιν· ζʹ, τὸ παρὰ τὴν ὁμαλότητα καὶ ἀνωμαλίαν· ηʹ, τὸ παρὰ τὴν τάξιν καὶ ἀταξίαν· θʹ, τὸ παρὰ τὸ πλῆθος καὶ τὸ κενόν· ιʹ, τὸ παρὰ τὸν
ῥυθμόν.232