TLG 0564 006 :: RUFUS :: Quaestiones medicinales

RUFUS Med.
(Ephesius: A.D. 1–2)

Quaestiones medicinales

Source: Gärtner, H. (ed.), Rufus von Ephesos. Die Fragen des Arztes an den Kranken [Corpus medicorum Graecorum, supplementum, vol. 4] Berlin: Akademie–Verlag, 1962: 24–46.

Citation: Section — (line)

t

ΡΟΥΦΟΥ ΤΟΥ ΙΑΤΡΟΥ ΙΑΤΡΙΚΑ ΕΡΩΤΗΜΑΤΑ

1

Ἐρωτήματα χρὴ τὸν νοσοῦντα ἐρωτᾶν, ἐξ ὧν ἂν καὶ διαγνωσθείη

2

τι τῶν περὶ τὴν νόσον ἀκριβέστερον καὶ θεραπευθείη κάλλιον. πρῶτον δὲ ἐκεῖνο ὑποτίθημι τὰς πεύσεις αὐτοῦ τοῦ νοσοῦντος ποιεῖσθαι. μάθοις γὰρ ἂν ἐνθένδε ὅσα τε κατὰ γνώμην νοσεῖ ἢ ὑγιαίνει ὁ ἄνθρωπος καὶ ῥώμην αὐτοῦ καὶ ἀσθένειαν, καὶ τίνα ἰδέαν νόσου καὶ τίνα τόπον πεπο‐
5νηκὼς 〈εἴη〉. εἰ μὲν γὰρ ἐφεξῆς τε ἀποκρίνοιτο καὶ μνημονικῶς καὶ τὰ εἰκότα καὶ μηδαμῆ σφαλλόμενος μήτε τῇ γλώττῃ μήτε τῇ γνώμῃ καὶ εἰ καθ’ ὁρμὴν τὴν οἰκείαν, —εἰ μέν ἐστιν ἄλλως κόσμιος, πράως καὶ κοσμίως, ὁ δ’ αὖ φύσει θρασὺς ἢ δειλὸς θρασέως ἢ δεδοικ〈ότ〉ως—τοῦτον μὲν χρὴ νομίζειν τὰ γοῦν κατὰ γνώμην καλῶς ἔχειν. εἰ δὲ καὶ ἄλλα σὺ
10μὲν ἐρωτᾷς, ὁ δὲ ἄλλα ἀποκρίνοιτο καὶ εἰ μεταξὺ λέγων ἐπιλανθάνοιτο, αἱ δὲ τρομώδεις καὶ ἀσαφεῖς γλῶσσαι καὶ αἱ μεταστάσεις ἀπὸ τοῦ ἀρχαίου τρόπου πρὸς τὸ ἐναντίον, πάντα ταῦτα παρακρουστικά. καὶ κώφωσις

3

δὲ τοῦ κάμνοντος οὕτως τι σημαίνεται. χρὴ δὲ εἰ μὴ ἀκούοι προσανερωτᾶν τοὺς παρόντας, ἆρά γε καὶ πρόσθεν ὑπόκωφος ἦν ἢ διὰ τὴν παροῦσαν
νόσον· τοῦτο γὰρ πρὸς τὴν διάγνωσιν μέγα δύναται.24

4

Ῥώμην δὲ καὶ ἀσθένειαν τοῦ κάμνοντος καταμάθοις ἄν, ἢν ὁ μέν τις ἱκανὸς τῷ φθέγματι καὶ ἐφεξῆς λέγῃ τὰ συμβεβηκότα, ὁ δὲ οἷο〈ν〉 ἀνα‐ παύων τε πολλάκις καὶ λεπτῇ τῇ φωνῇ· νοσήματος δὲ ἰδέαν ... ἄνευ μελαγχολίας βράγχωσιν, γλώττης παραπληξίας καί τιν〈α τ〉ῶν κατὰ
5θώρακα καὶ περὶ πνεύμονα εἰθισμένων γίγνεσθαι. τὰ μὲν γὰρ μελαγχολικὰ διασημαίνει θρασύτης καὶ ἄκαιρος λύπη· μάλιστα δὲ 〈ὁ〉 ἄνθρωπος κατα‐ φανής ἐστι καὶ θαρρῶν καὶ ἀνιώμενος οἷς λέγει, καταφανὴς δὲ καὶ ἑτέρως ἐστίν. ἀλλὰ [καὶ] 〈εἰ〉 ἥδ’ ἡ πεῖρα αὐτῷ προσγένοιτο, σαφῶς ἂν ἤδη διαγι‐

5

νώσκοιτο ἡ νόσος. καὶ ληθάργῳ δέ τις καθέξεσθαι μέλλων δῆλός ἐστιν

6

ἀποκρινόμενος λήθῃ τε ὧν λέγει καὶ ἀσαφείᾳ γλώττης. οὕτω μὲν οὖν ἐν πυρετοῖς· ἄνευ δὲ τούτων σπασμοὺς καὶ ἐπιληψίας προσδοκᾶν. ὅλως δὴ σύμπαντα, [τ]ἃ τοῦ παρακρουστικοῦ τρόπου ἐστίν, ἐνθένδ’ ἄν τις ῥᾷον

7

ἢ ἄλλως καταμανθάνοι. τὰ δὲ κατὰ θώρακα καὶ ὀξύτητι φωνῆς καὶ τραχύτητι· τῷ μὲν γὰρ φθίνοντι καὶ ὀρθοπνοϊκῷ ὀξεῖα ἡ φωνή, τῷ δὲ

8

ἐμπύῳ καὶ τῷ ὑπὸ κατάρρου πιεζομένῳ τραχυτέρα. οἱ δὲ τῇ γλώσσῃ παραπληκτικοὶ παντελῶς ἄφωνοί εἰσι.

9

Πρῶτον μὲν δή, ὡς εἴρηται, αὐτόν τινα χρὴ τὸν νοσοῦντα ἐρωτᾶν περὶ ὧν χρὴ εἰδέναι, ἔπειτα δὲ καὶ τοὺς παρόντας, εἰ κωλύματα εἴη παρὰ

10

τοῦ νοσοῦντος μανθάνειν. τὰ δὲ κωλύματά ἐστιν ἢ σφοδρῶς παρακρούων τις ἢ ἀπόπληκτος ἢ ληθαργικὸς ἢ κάτοχος ἢ ἄφωνος ἢ ἄλλως ἠλίθιος ἢ ἀσθενὴς παντάπασιν ἢ ᾧ[ς] συμφέρον ὅτι ἥκιστα φθέγγεσθαι, ὥσπερ τῷ ἐκ πνεύμονος αἱμορροϊκῷ. καὶ ὑπὲρ παιδίου καὶ ἄλλον ἐρωτητέον καὶ
5ὑπὲρ τοῦ ἄγαν πρεσβύτου, καὶ ὑπὲρ τοῦ μὴ ὁμογλώσσου τὸν ὁμόγλωσ‐
σον.26

11

Ἐρωτητέον δὲ πρῶτον τὸν χρόνον, ἀφ’ οὗ νοσεῖν ἤρξατο· καὶ γὰρ πρὸς τὴν ἴασιν συμφέρει καὶ πρὸς τὴν τῶν κρισίμων διάγνωσιν· ἐξαρκοῖ

12

γὰρ ἂν εἰς τὸ τὰς περιόδους αὐτῶν φυλάσσειν. καὶ μὲν δὴ πρὸς τὴν ὅλην διάγνωσιν τῆς νόσου μέγα ὄφελος τὸν πρῶτον χρόνον εἰδέναι. τὰ γὰρ αὐτὰ συμπτώματα ἐπὶ τοῖς ἀνιδρύ〈τ〉οις χρόνοις σημαίνουσιν ἄλλα, οἷον ἴκτερος πρὸ μὲν τῆς ς καὶ τῆς ζ ἐπιφανεὶς πυρετῷ κακός, μετὰ τοῦτο δὲ
5ἤδη κρίσιμος, καὶ οὖρα καὶ διαχωρήματα κατ’ ἀρχὰς μὲν ὑδατώδη καὶ ὠμὰ ἧσσον κακόν, προεληλυθόσι δὲ ὑποπτότερον· ὡς ἀπὸ τῶν ῥινῶν στάξεις χαλεπαὶ αἱ τεταρταῖαι καὶ ἁπλαῖ, λάβροι δὲ αἱμορραγίαι τεταρ‐

13

ταῖαι δύσκριτοι, καίτοι ὕστερον κρίνουσαι. ταῦτα δὴ μαθήσῃ τὴν πρώτην ἡμέραν, ἐν ᾗ νοσεῖν ἤρξατο, ἐρόμενος, καὶ ὀξύτητα καὶ μέγεθος νόσου, εἰ τὰ μὲν ταχέως καὶ ἁθρόως φαίνοιτο τῶν δεινῶν προεκρηγνύμενα, τὰ δὲ σχολῇ τε καὶ ἐν χρόνῳ.
5 Καὶ περιόδῳ δὲ ὡσαύτως μαθήσῃ καὶ εἰ εὐθὺς τεταγμένως παροξύνει ἡ νόσος ἢ κατὰ μὲν ἀρχὰς ἀτάκτως, ὕστερον εἰς τάξιν τινὰ ἱδρύεται. καὶ τριταίου δὲ λύσιν καί τινων ἄλλων νοσημάτων μεταβολήν τε καὶ ἀσφά‐

14

λειαν μαθήσῃ ἐνθένδε. τὴν μὲν οὖν ἀρχὴν τῆς νόσου, ὁπηνίκα ὁ ἄνθρωπος νοσεῖν ἤρξατο, εἰς τοσαῦτά φημι χρηστῶς ἂν ἐρωτηθῆναι.

15

Τὸ δὲ μετὰ τοῦτο ἐρωτητέον, εἰ τῶν συνήθων τι τῷ ἀνθρώπῳ νοσημάτων ἐστὶ τὸ νῦν συμβεβηκὸς ἢ οὔ, καὶ 〈εἰ〉 πρότερον γεγενημένον. πολλοὶ γὰρ τοὐπίπαν ὑπὸ τῶν αὐτῶν ἁλίσκονται καὶ πάσχουσι δὴ τὰ
αὐτὰ καὶ θεραπεύονται ὡσαύτως· ἅπερ ἂν καὶ δείσαι ὁ ἰατρὸς 〈ὡσ〉28
5χαλεπώτατα [καὶ] διακωλῦσαι καὶ οὐ[τε] προσφόρως θεραπευόμενα οὔτε χαλεπὰ τούτῳ 〈γε〉 τῷ ἀνθρώπῳ ὄντα οὔτε ἀνεπιτηδείως τῇ παρ‐ ούσῃ νόσῳ θεραπευόμενα. μέγιστον γὰρ ἐν ἅπασιν ἐθισμὸς πρός τε

16

τὸ ῥᾷον τῶν δεινῶν ἀνασχέσθαι καὶ πρὸς τὴν ἴασιν. διό μοι δοκῶ καλῶς ἄν τινα καὶ φύσιν τὴν ἑκάστου πρὸς ἕκαστα ἐρωτῆσαι. οὐ γὰρ πάντες πεφύκαμεν τρόπῳ τῷ αὐτῷ, ἀλλὰ καὶ πάνυ ἀλλήλων διαφέρομεν εἰς ὁτιοῦν χρῆμα. τοῦτο μὲν γάρ, εἰ ἐθέλεις σκοπεῖσθαι ὅπως πρὸς τὰς πέψεις
5ἔχει, εὑρήσεις ἕτερα ἑτέροις καὶ εὔπεπτα ὄντα καὶ δύσπεπτα· τοῦτο δὲ τὰ φάρμακα, ὅσα πίνουσι καθάρσεως ἕνεκα καὶ οὐρούμενα, ἄλλα ἄλλοις, τὰ δὲ καὶ εἰς ἔμετον ὁρμῶντα τῶν κατωτερικῶν, τὰ δὲ καὶ κάτω ὑπιόντα τῶν ἀνωτερικῶν. ὅλως δὲ οὐδὲν τῶν τοιούτων καθεστηκός, ὥστε εἰς ἕνα

17

ἐλθεῖν λόγον τῷ ἰατρῷ. χρὴ οὖν καὶ παρὰ τοῦ κάμνοντος μανθάνειν, ὅπως πρὸς ἕκαστον διάκειται ἢ πόμα ἢ σιτίον· καὶ εἰ δή τινος φαρμάκου πεῖραν ἔχοι σαφῆ, μηδὲ ταύτην παραλιπεῖν. οὕτω γὰρ ἄν τις τὰ πολλὰ ἐπιτυγχάνοι, εἰ πύθοιτο καὶ τοῦ κάμνοντος ἐπὶ τοῖς ἀτόπως αὐτῷ συμ‐
5βαίνουσι.

18

Τὸ δὲ σύμπαν ἐρωτάτω, ἆρά γε εὔσιτος ἢ ἀπόσιτός ἐστι καὶ διψώδης ἢ ἄδιψος καὶ τοὺς ἐφ’ ἑκάστοις ἐθισμούς· μέγα γὰρ καὶ τόδε οὐχ ἧσσον τῆς φύσεως καὶ τῶν ἐθισμῶν ἔμπειρον εἶναι. καὶ γὰρ σιτίων τὸ σύνηθες ἀλυπότερον προσαίρονται τοῦ ἄλλως ἂν δόξαντος εἶναι βελτίστου, καὶ
5ἐν ᾧ δὴ τρόπῳ μεμελετήκασιν αὐτὸ λαμβάνειν καὶ πλῆθος καὶ σκευασίαν.

19/20

καὶ τὰ συνήθη πάντα ἀμείνω καὶ τῷ νοσοῦντι καὶ τῷ ὑγιαίνοντι. καὶ

20

(2)

προγνωσθείη δ’ ἄν τι ἀκριβέστερον ἐκ τῶν ἐθισμῶν περί τε κρίσιν [καὶ κλίσιν] τοῦ ἀνθρώπου καὶ διάλεξιν καὶ ῥαθυμίαν καὶ ἡντιναοῦν ἄλλην ἐνέργειαν· τὰ γὰρ ὑγιαίν〈οντι〉 ὄντα δι’ ἔθους οὐδὲν ἐν ταῖς νόσοις ἐπί‐
5σημον δηλοῖ.

21

Καὶ τούτων οὐκ ἔστιν, ὅ τι παρ’ ἑαυτοῦ δύναιτ’ ἂν μαθεῖν ὁ ἰατρός, εἰ
μὴ πυνθάνοιτο ἢ τοῦ νοσοῦντος ἢ ἑτέρου τινὸς τῶν παρόντων. ὥστε ἔγωγε θαυμάζω Καλλιμάχου τοῦ ἰατροῦ, ὃς μόνος τῶν ἔμπροσθεν, ὧν γε δὴ καὶ λόγον ἄν τις ποιήσαιτο, οὐκ ἔφασκε δεῖν ἐρωτᾶν οὐδὲν οὔτε30
5περὶ τὰς ἄλλας νόσους οὔτε περὶ τὰ τραύματα, καὶ μάλιστα τὰ τῆς κεφαλῆς· ἀρκεῖν γὰρ καὶ τὰ ἐφ’ ἑκάστῳ σημεῖα τό τε πάθος σημῆναι καὶ τὴν αἰτίαν αὐτοῦ, ἐξ ὧν καὶ προγινώσκεσθαι πάντα καὶ θεραπεύεσθαι ἄμεινον. ἐπεὶ μηδὲ τὰς ἡγουμένας προφάσεις τῶν νόσων [καὶ] ἀναγκαίως ἐρωτᾶσθαι, οἷον διαίτης τε ἀγωγὴν καὶ τὰ ἄλλα ἐπιτηδεύματα καὶ εἰ
10κοπιάσαντι συνέβη νοσῆσαι καὶ εἰ ψυγέντι· μηδὲν γὰρ ἂν τούτων μαθεῖν 〈δεῖν〉 τὸν ἰατρόν, εἰ τὰ σημεῖα ἀκριβῶς ἐκμελετήσαι τὰ συμπίπτοντα ταῖς

22

νόσοις. ἐγὼ δὲ ἡγοῦμαι μὲν καὶ παρ’ ἑαυτοῦ δύνασθαί τινα πολλὰ τῶν ἐν ταῖς νόσοις ἐξευρίσκειν, κάλλιον δέ γε καὶ σαφέστερον ἐν τοῖς ἐρωτήμασιν. εἰ γὰρ ταῦτα ὁμολογεῖ τοῖς συμπτώμασι, ῥᾷον τὰ παρόντα εἰδέναι. τοῦτο μὲν γάρ, εἰ φαίη ὁ νοσῶν τὴν δίαιταν, οἵα ἦν ἔμπροσθεν, ὑπερβεβληκέναι
5σίτου καὶ ποτοῦ προσφορᾷ, πάσχει δὲ οἷα εἰκὸς ἐπὶ πλησμονῆς, σαφῶς ἂν γιγνώσκοιμεν, ὅτι πλησμονή ἐστιν ἡ νόσος καὶ πρὸς τοῦτο ἐξευρί‐ σκοιμεν ἂν τὴν ὅλην ἴασιν. τοῦτο δέ, εἰ πονῆσαι μὲν πολλὰ φαίη, πάσχει δὲ οἷα εἰκὸς τὸν πονήσαντα, κἀνθένδε εὐπετέστερον τήν τε νόσον, ὅτι κόπος ἐστίν, εἰσόμεθα καὶ τὴν ἐοικυῖαν τῷ κόπῳ θεραπείαν προσ‐
10άξομεν.

23

Καὶ τὰ μὲν τοιαῦτα ἔχει [ἔχει] τινὰ καὶ παρὰ τῶν συμπτωμάτων ἔνδειξιν τοῦ γινώσκεσθαι· χρόνον δὲ τῆς νόσου καὶ ἐθισμὸν τὸν πρὸς ἕκαστα καὶ φύσιν τὴν ἑκάστου ἐξαίρετον, ταῦτα οὔ μοι δοκεῖ γνῶναί τις μὴ ἐρωτήσας καὶ εἶναι παντὸς ἄλλου καιριώτερον τῇ τέχνῃ εἰδέναι.

24

Καὶ μὲν δὴ ἑτέρα τῶν νοσημάτων ἡ διάγνωσις ἐπὶ τοῖς ἔνδοθεν καὶ τοῖς ἔξωθεν συνισταμένοις· καί πως δοκεῖ χαλεπώτερον εἶναι 〈ἡ〉 τῶν ἔνδοθεν ἢ τῶν ἔξωθεν. καὶ γὰρ εἰ τρέμοι ὁ ἄνθρωπος, τὸ μὲν διὰ ψῦχος ἢ φόβον τρέμειν δεινὸν ἧσσον, τὸ δ’ ὑπὸ τῆς εἴσω αἰτίας χαλεπώτερον.
5καὶ εἰ παραφρονοίη, τὸ μὲν ἐπὶ μέθῃ καὶ φαρμάκῳ τινὶ παρακρουστικῷ εὐϊατότερον, τὸ δὲ ἄλλως δυσχερέστερον.

25

Οὕτως δὲ ἐπὶ πάντων εὑρήσεις καὶ τὸν τρόπον τῆς θεραπείας οὐδὲν
ἐοικότα. κόπων γὰρ δὴ γινομένων, τῶν μὲν διὰ πολλὴν ταλαιπωρίαν, τῶν δὲ ὑπὸ πλησμονῆς, τοῖς μὲν οὖν συμφέρει ἀνάπαυσις καὶ ὕπνος καὶ τρῖψις μαλακὴ καὶ λουτρὰ θερμά, τοῖς δὲ πόνος καὶ ἐγρήγορσις καὶ ἡ32

26

ἄλλη κένωσις πᾶσα. εἰς τοσόνδε διαφέρει τῷ ἰατρῷ καὶ τὰς αἰτίας ἀνερω‐ τᾶν, καὶ οὐκ ἔστιν εἰδέναι μὴ ἐρωτήσαντα. ὥστε καὶ ἐπὶ τῶν σημείων ἐρωτητέον, εἰ μέν τι πελιδνὸν εἴη, μὴ διὰ πληγὴν ἢ δι’ ἡλικίαν ἢ δι’ ὥραν ἔτους· τὰ γὰρ ἄλλως ἐν πυρετοῖς πελιδνὰ θάνατον σημαίνει· εἰ δὲ γλῶσσα
5ξηρά, μὴ δεδιψηκότι ἢ ἰσχυρῶς διακεχωρηκότι, καὶ εἰ μέλαινα, μή τι μέλαν

27

ἐδηδοκότι· οὐ γὰρ ἂν εἴη τὰ τοιάδε ὕποπτα. ὡσαύτως δὲ καὶ περὶ τῶν ἐκκρι‐ νομένων ἐν ταῖς νόσοις ἐρωτάτω οὔρων τε καὶ διαχωρημάτων καὶ πτυ‐ έλων. μέγα γὰρ καὶ ἐν τούτοις διενήνοχεν εἰς τὸ πλῆθος αὐτῶν καὶ σύστασιν καὶ χροιὰν καὶ τὰ προσάρματα αὐτῶν εἰδέναι, πόσα τε καὶ
5ποταπὰ καὶ πηνίκα προσήρθη.

28

Ἐρωτᾶν δὲ καὶ περὶ ὕπνων, εἰ ἐκοιμήθη ἢ οὔ, καὶ ὅπως πρός τε ὕπνον καὶ ἀγρυπνίαν συνήθως ἔχει καὶ εἴ τινα φάσματα αὐτῷ ἢ ἐνύπνια

29

γίγνοιτο, ὡς κἀκ τούτων δυναμένου τοῦ ἰατροῦ συλλογίζεσθαι. πάντα μὲν οὖν ἐπὶ πᾶσιν οὐκ ἔστι γράφειν, ἀλλ’ ὅσον σημῆναί τε τῷ λόγῳ καὶ ὑπομνῆσαι τὸν ἰατρὸν μηδὲν παραλιπεῖν τῶν τοιούτων. Μύρωνι μὲν γὰρ τῷ Ἐφεσίῳ παλαιστῇ ὑγιαίνειν δοκοῦντι ἐφάνη
5τοιόνδε ἐνύπνιον· ἐδόκει εἶναι δι’ ὅλης νυκτὸς ἐν λίμνῃ μελαίνῃ ποτίμου ὕδα‐ τος. καὶ τοῦτο ἀναστὰς εἶπε πρὸς τὸν γυμναστήν. ὁ δὲ ἐν οὐδενὶ θέμενος τὸ ἐνύπνιον ἤγαγεν αὐτὸν πρὸς τοὺς πόνους· καὶ οὔπω μεσοῦντι αὐτῷ ἆσθμά τε ἐπιπίπτει καὶ ἀπορία καὶ παλμὸς ὅλου τοῦ στήθους, καὶ αὐτίκα μὲν ἀκρατὴς ἦν χειρῶν καὶ ποδῶν, αὐτίκα δὲ ἄφωνος· οὐ πολὺ δὲ ὕστερον

30

ἀποθνῄσκει. οὐκ ἄν μοι δοκεῖ ἀποθανεῖν, εἰ σοφοῦ του γυμναστοῦ ἔτυχε, καί τινα κένωσιν αἵματος ἁθρόαν αὐτῷ πρὸ τῶν πόνων ἐμηχανήσατο.

31

Ἄλλῳ δέ τινι ἐν πυρετῷ ὀξεῖ πολλάκις ἀνὴρ Αἰθίοψ ἐπιφοιτῶν κατὰ τοὺς ὕπνους παλαίειν ἐδόκει καὶ ἄγχειν αὐτόν. καὶ οὗτος εἶπε πρὸς τὸν ἰατρὸν τὸ ἐνύπνιον. ὁ δὲ οὐδ’ αὐτὸς ἐνεθυμήθη οἷόν τι ἦν, πρὶν αἱμορρα‐
γίᾳ λάβρῳ ἐκ ῥινῶν ἐκρίθη ἡ νόσος.34

32

Τῷ δὲ δοκοῦντι ἐν τῷ Καΰστρῳ ποταμῷ νήχεσθαι εἰς ὕδερον ἐτελεύ‐ τησε χρονίζουσα ἡ νόσος.

33

Πάνυ δὲ ἐμαυτὸν πείθω κατὰ τοὺς χυμοὺς τοὺς ἐν τῷ σώματι δόξας ἐνυπνίων ἐγγίγνεσθαι σημαινούσας καὶ ἀγαθὰ καὶ κακὰ τῷ ἀνθρώπῳ, ὧν κατάληψις ἄλλη οὐκ ἔστι μὴ ἀκούσαντι.

34

Τί δὲ τὰ συγγενῆ τῶν νοσημάτων; ἆρά γε ἑτέρωθεν ἔστιν εἰδέναι ἢ καὶ ταῦτα ἐρωτήσαντι δήπου; καὶ οὐκ ἄν τις φαίη φαῦλον τὸ ἐρώτημα, εἰ μὴ καὶ τὸ διαγνῶναι τὸ εὐμεταχείριστον νόσημα καὶ τὸ δυσμεταχείρισ‐

35

τον, ὡς ὀρθῶς ὑπείληπται πᾶν τὸ συγγενὲς δυσιατότερον εἶναι τοῦ μὴ συγγενοῦς. καὶ μὴν καὶ περίοδον γεγενημένην καὶ μετάστασιν καὶ συμπτώματα, ὁπόσα ἔμπροσθεν συμπεπτώκει, καὶ ταῦτα χρὴ πυθόμενον εἰδέναι· καί ἐστιν οὐ μικρὸν ὄφελος καὶ εἰς πρόρρησιν καὶ εἰς θεραπείαν
5ἐπισκεφθέντα.

36

Ἐρωτητέον δὲ καὶ τρόπον διαίτης, ᾗ κέχρηται ὁ νοσῶν, οὐχ ὁπότε ὑγιαίνει· τοῦτο μὲν γὰρ εἴρηται πρότερον ὑπὲρ αὐτοῦ. τὰ νῦν δέ, ὅπως ἐν τῇ νόσῳ διῃτᾶτο, καὶ φάρμακα, εἴ τινα προσενήνεκτο, καὶ τὴν θεραπείαν τὴν σύμπασαν, ἥντινα τεθεράπευται, καὶ ὅπως ἐφ’ ἑκάστοις
5διατιθέμενος φαίνεται. καὶ γὰρ πρὸς τὸ μεθαρμόσασθαι τὰ παρόντα καὶ πρὸς τὸ μηδὲν κινῆσαι τῶν πρὶν ὄντων καὶ πρὸς τὸ ἐξευρεῖν εἴ τι παρα‐ λέλοιπε τῶν δεόντων χρήσιμον τὰ τοιαῦτα εἰδέναι.

37

Ἐρωτητέον δὲ καί, εἰ προσῆρτο τὸ σιτίον ἢ οὔ. καὶ γὰρ οὐδὲ τοῦτό φημι δυνατὸν εἶναι παρ’ ἑαυτοῦ γιγνώσκειν· καίτοι καταγελαστότατον δοκεῖ εἶναι τῶν ἐρωτημάτων παρὰ τοῖς δημοτικοῖς, εἰ μὴ εὐθύς τις ἁψάμε‐

38

νος τοῦ νοσοῦντος εἰδείη ὅτι ἐδήδοκεν, ἀλλὰ ἑτέρου πυνθάνοιτο. ἐμοὶ δὲ καὶ τοῦτο ἀδύνατον δοκεῖ διαγνῶναι μὴ ἐρωτήσαντα, ὥσπερ καὶ πηνίκα προσῆρτο καὶ ποῖόν τι καὶ πόσον. ὁ γὰρ τῇ ῥώμῃ καὶ τῇ ἀσθε‐ νείᾳ τεκμαιρόμενος ἐπὶ πολλοῖς πολλάκις ἐξαπατηθήσεται· καὶ γὰρ τὸ
5ἱκανὸν προσαράμενος οὐχ ἱκανῶς ἐρρώσθη καὶ τὸ μὴ προσάρασθαί τινα πλέον ἔρρωσεν ἄν, μάλιστα εἰ διὰ πλησμονὴν ἀσθενεῖ.

39

Ἐρωτητέον δὲ καί, τί τὸ ἥδιστον αὐτῷ τῶν σιτίων. τοῦτο γὰρ
ἔσθ’ ὅπῃ πρὸ τοῦ κρατίστου ὤνησεν, ἐπεὶ καὶ πέττεται ῥᾷον τοῦ ἀηδοῦς. οὐ γὰρ μασωμένῳ μὲν τὸ ἀηδὲς καὶ καταπίνοντι ἀσθενῆ παρέχει τὴν ἑκά〈σ〉τ[ερ]ου ἐνέργειαν, πέττοντι δὲ καὶ ἀναδιδόντι οὐχ ὁμοίαν ἂν36
5παράσχοι.

40

Καὶ τὸ εὐδιαχώρητον δὲ ἐρωτητέον καὶ τὸ οὐρούμενον καὶ τὸ ὀξυνό‐ μενον καὶ τὸ ἄλλως πως φθειρόμενον· ἑκάστῳ γὰρ ταῦτά ἐστι καὶ οὐ καθόλου. ὥστε ἐπαινέσαιμι ἂν καὶ ἰατρὸν τὸν νῦν πρῶτον ἐντυγχάνοντα τῷ νοσοῦντι, εἰ μὴ ἀφ’ ἑαυτοῦ μόνον ποιοῖτο τῆς θεραπείας τὴν εὕρεσιν,
5ἀλλά τινα καὶ τῶν ἐμπείρων τοῦ κάμνοντος εἰς συμβουλὴν καλοῖ, μάλιστα μὲν ἰατρόν, εἰ δὲ μή, καὶ ἰδιώτην. οὕτω γὰρ οὐ διαμαρτήσεται τοῦ συμφέροντος.

41

Ὅσα τε ἀλγήματά ἐστιν ἐπὶ ταῖς νόσοις γιγνόμενα, καὶ ταῦτα ἐρωτᾶν. ἔστι μὲν γὰρ καὶ ἑτέρωθι συντεκμαίρεσθαί τινα ἀλγοῦντα, καὶ στενάγματι καὶ βοῇ καὶ ῥιπτάσματι καὶ ἀπορίᾳ καὶ κλίσει σώματος καὶ χροιᾷ καὶ λεπτότητι καὶ χειρῶν ἅψει, ἤν τε σὺ ἐθέλῃς ἅπτεσθαι ...· δηλοῖ
5γὰρ τὸ ὀδυνώμενον εὐθύς. καὶ αὐτὸς δὲ ὁ κάμνων πιέζει μάλιστα τὰ ἀλγοῦν‐ τα, ὥστε καὶ τὰς ἀφώνων ὀδύνας ἐκ τῶν τοιούτων οὐκ ἂν ἁμαρτάνοις συλλογιζόμενος. ἀλλὰ ἔστι μὲν κἀξ 〈οἴκ〉των διαγιγνώσκειν τοὺς πόνους τῶν νοσούντων, χρὴ δὲ καὶ διαπυνθάνεσθαι· καὶ οὐδὲ τοῦτό πως ἐξαρκεῖ [καὶ] πρὸς τὴν ὅλην διάγνωσιν, ὡς πολλοὶ ἤδη μαλακίᾳ καὶ τρυφῇ οὐδέν
10τί που 〈ἀ〉κομψότερον ὀδύνην ὑπεκρίναντο τῶν ἐν ταῖς τραγῳδίαις

42

οἰμωζόντων. χρὴ δὲ καὶ τὰ ἄλλα ἐπιβλέπειν, εἰ σώφρων καὶ ἀνδρεῖος καὶ ἐγκρατὴς ὁ ἄνθρωπος· οὐ γὰρ ἂν οὗτός γέ τι ψεύδοιτο τῶν περὶ τὴν

43

νόσον. ἐπεὶ δὲ καὶ περιόδους τὰ πολλὰ ἔχουσιν οἱ πόνοι, καὶ τοῦτο ἐρωτητέον. οὐ γὰρ δήπου τοὺς μὲν ἄλλους παροξυσμοὺς ἀναγκαῖον πυνθάνεσθαι πηνίκα γίγνονται, τοὺς δὲ [ἄλλους] τῶν ἀλγημάτων παρα‐ λείπειν.

44

Ἔχοι δὲ ἄν τινα χρείαν καὶ τὰ κατὰ κοιλίαν ἐρωτᾶν ὅπως διάκειται
τῷ ἀνθρώπῳ, ἆρά γε εὐδιαχώρητός ἐστιν ἢ οὔ· καὶ τὰ περὶ τὰς ἄλλας38

45

ἐκκρίσεις ὡσαύτως. καὶ γὰρ ἱδρὼς καὶ οὖρον καὶ ἔμετος τοῖς μὲν ῥᾳδίως, τοῖς δὲ χαλεπώτερον δίεισι.

46

Εἰς μὲν οὖν τὰς κοινὰς νόσους, καὶ μάλιστα τὰς πυρετώδεις, ταῦτά τε καὶ τὰ ὅμοια ἐρωτητέον. εἰς δὲ τὰ ἕλκη, εἰ μὲν ἀπὸ κυνὸς εἴη τὸ ἕλκος, μὴ ἔτυχε δὴ ὁ κύων λυσσῶν· πολὺ γὰρ διαφέρει. τῷ μὲν γὰρ ἔναιμόν τι ἐξαρκεῖ φάρμακον ἢ σπόγγος ὄξει βεβρεγμένος, τῷ δὲ καῦσίς τε, καὶ εἰ
5πάνυ μικρὸν εἴη τὸ ἕλκος, καὶ δριμέων φαρμάκων προσαγωγὴ καὶ τήρησις τοῦ ἕλκους εἰς πολὺ καὶ πόμα ἀψίνθιον καὶ ἀριστολοχία καὶ λύκιον καὶ τῶν ποταμίων καρκίνων τὸ ἀφέψημα καὶ σκόρδιον καὶ πετροσέλινον καὶ ἡ γεντιανὴ καλουμένη ῥίζα. μέγα δὲ ὄφελος καί, εἰ μεταξὺ τῷ ἑλλε‐ βόρῳ καθήραις. εἰ δὲ μή, κίνδυνος σπασθῆναι καὶ παραφρον〈ῆσαι〉 καὶ
10δεῖσαι τὸ ὕδωρ καὶ ἀπολέσθαι.

47

Οἶδα γοῦν τινα δηχθέντα μὲν ὑπὸ λυσσῶντος κυνός, ἐν οὐδενὶ 〈δὲ〉 λόγῳ θέμενον τὸ ἕλκος, καίτοι πολλὰ μὲν τῶν ἰατρῶν παρακελευομένων,

48

πολλὰ δὲ τῶν οἰκείων. ἐκεῖνος μὲν δὴ ἀπέθανεν οὐ πολὺ ὕστερον παθών, οἷάπερ ἐν τῇ νόσῳ ταύτῃ πάσχουσιν· ἡ δὲ γυνὴ αὐτοῦ τρίμηνος κυοῦσα —ἐμίγη γὰρ αὐτῷ ἔτι τὸ ἕλκος ἔχοντι—ἔδεισε καὶ αὐτὴ τὸ ὕδωρ, ὥστε, εἰ μὴ διὰ ταχέων ἐκελεύσαμεν ἐκβαλεῖν τὸ ἔμβρυον, δοκεῖ μοι ἂν ἀπο‐
5λέσθαι τρόπῳ τῷ αὐτῷ.

49

Τὰ δὲ τῶν ἄλλων θηρίων δήγματα καὶ πληγὰς ἄριστα μὲν εἰ καὶ ταῦτα ἀνακρίνοιμεν. πρὶν γὰρ ἐπελθεῖν τὰ συμπτώματα μηχανώμενοι τὸ ἑκάστῳ πρόσφορον ῥᾷον θεραπεύσομεν[ος]. Ὅμως οὖν ἔστι καὶ τούτων διὰ σημείων τέκμαρσις καὶ μὴ λέγοντος τοῦ δηχθέντος· ἐπὶ δὲ
5τῷ κυνὶ οὐκ ἔστι, πρὶν ἂν τὸ πάθημα ἔλθῃ.

50

Ὅσοι δὲ ἐν πολέμῳ τιτρώσκονται τοξεύμασιν ἢ λόγχαις, τὰ μὲν ἔξω διασχόντα καὶ ὅσα ὑπὸ τὸ δέρμα κρύπτεται ἰδόντι καὶ ἁψαμένῳ κατάδηλά ἐστιν· τὰ δὲ εἴσω κρυφθέντα ἐρωτητέον, εἰ τὰ βέλη τύχοι [αὐτοῖς] τις αὐτοῖς ἐξελκύσας, ἆρά γε σὺν τῇ ἀκίδι ἐξείλκυσεν ἢ μόνον

51

τὸν ὀιστόν. λάθοι γὰρ ἂν καὶ τὸν πάνυ ἔμπειρον ὑποῦσα ἡ ἀκίς. διόπερ καλῶς παρακελεύονται τοῖς στρατιώταις οἱ ἰατροὶ φέρειν τὰ τοξεύματα ἐμπεπηγότα, ὡς ἂν εἰδεῖεν αὐτοὶ κομιζόμενοι, μή τι ἐγκαταλειφθεί〈η〉40

52

τῷ ἕλκει, καὶ ἅμα ἐμπείρως κομίζοιντο. ἀναγκαῖον δέ που καὶ περὶ χρίσματος προπυνθάνεσθαι τῶν τοξευμάτων. πολλοὶ γὰρ ἐξευρόντες φάρμακα, οἷς τὰ βέλη χρίονται, κἂν πάνυ μικρὸν τρώσῃ, ἀποκτείνουσιν.

53

εἰ δὲ προειδείημεν, τάχα τι καὶ πορίσαιμεν ἂν ἑκάστου φαρμάκου ἴαμα.

54

τοῦτο μὲν δὴ τὸ ἐρώτημα οὐ τοῦ τραυματίου ἐστίν, ἀλλά τινος αἰχμα‐ λώτου ἢ αὐτομόλου.

55

Τὰ δὲ ἐν κεφαλῇ τραύματα ὧδε χρὴ ἀνακρίνειν, καὶ μάλιστα, εἰ μηδὲν φανερὸν κακὸν εἴη τῷ ὀστῷ, ἄφωνος δὲ ὁ πληγεὶς γένοιτο καὶ ἐμέσαι τὸ μὲν αὐτίκα σιτίον ἢ φλέγμα, χολὴν δὲ ὕστερον, καὶ ἐπιπυρέξαι πυρετῷ ὀξεῖ καὶ παρακρουστικῷ· κίνδυνος δὲ ῥῆγμα ἔχειν τὸ ὀστοῦν ἢ

56

κατὰ αὐτὸ τὸ ἕλκος ἢ ἑτέρω〈θι〉. τοῖς δὲ οὐδὲ ἕλκος τὸ παράπαν γίγνεται, ἀλλ’ ὑπορρήγνυται τὸ ὀστέον καὶ πάσχουσιν οἷα εἴρηται.

57

Κατὰ γοῦν τὸν Σάμιον οὕτως ἔσχεν· ἦν μὲν ἐπιχώριος αὐτοῖς ἡ ἑορτή, ἐν ᾗ διαστάντες ἀλλήλους βάλλουσι λίθοις. ἐνταῦθα δὲ πληγεὶς οὗτος ὁ ἄνθρωπος τραῦμα μὲν οὐδὲν ἔσχεν [οὗτος] φανερόν, ἄφωνος δὲ γίγνεται καὶ ἰλιγγιᾷ· καὶ μετ’ οὐ πολὺ μὲν ὑγιὴς εἶναι ἐδόκει, εἰκοστῇ δὲ
5μετὰ τοῦτο ἡμέρᾳ παραφρονεῖν ἄρχεται. ὡς οὖν εἰσεκλήθην καὶ εἶδον συνεχῶς μὲν ἁπτόμενον αὐτὸν τῆς κεφαλῆς τρομώδη τε ὄντα καὶ παρα‐ κρουστικόν, ἠρόμην, 〈εἰ〉 ἐπλήγη τὴν κεφαλὴν οὗτός ποτε, τῶν δὲ φησάν‐

58

των θαρρῶ〈ν〉 ἔφην συντετρίφθαι τὸ ὀστέον αὐτοῦ. ἔπειτα μεγάλην τομὴν τεμόντες καθ’ ὃ μάλιστα ἥπτετο ταῖς χερσὶ μέρος εὕρομεν ἐρρωγὸς ἐπὶ μήκιστον τὸ ὀστοῦν, καὶ τὸ λοιπὸν ἰώμεθα ὥσπερ τὰ κεφαλόκλαστα. τοῦτο μὲν δὴ οὕτως ἔσχε.

59

Χρὴ δὲ τὸν ἐν κεφαλῇ τραυματίαν ἀνερωτᾶν τὸ σχῆμά τε τοῦ βέλους καὶ μέγεθος καὶ σκληρότητα. ἀπὸ γὰρ τῶν ἴσων βολῶν τὰ περιφερῆ καὶ

60

μεγάλα καὶ στερεὰ μᾶλλον ῥήσσουσι, τὰ δὲ ὀξέα μᾶλλον τιτρώσκει. καὶ ἰσχὺν δὲ τοῦ βάλλοντος ἐρωτᾶν καὶ προθυμίαν εἰς τὴν πληγήν, καὶ εἰ τὸ βέλος ἄνωθεν εἴτε οὖν παλιμβληθὲν ἔτρωσεν. ἐν πᾶσι γὰρ εὑρήσεις μέγα τὸ ὄφελος ἤ τι καὶ διάφορον πρός τε τὰ ἀφανῆ καὶ τὰ ἐμφανῆ

61

ἐξαράγματα. καὶ τὰ μὲν σφενδόνῃ [τὰ δὲ] τῶν ἐκ χειρὸς ἰσχυρότερα, 〈τὰ δὲ〉 [καὶ] αὖ[τα] ἀπὸ μηχανωμάτων ἰσχυρότατα, ὥστε οὐκ ἂν εἴη παρ‐42

62

αιτητέον οὐδὲ ταῦτα. τέλος γε μὴν ἐρωτητέον καὶ τὰ ἐπὶ τῇ πληγῇ σημεῖα τὰ ἔμπροσθεν εἰρημένα. εἰ γάρ τι ἐκείνων συμβαίνει, πάνυ χρὴ πιστεύειν κακόν τι ἐνεῖναι τῷ ὀστέῳ.

63

Τὰ μὲν οὖν τοῦ νοσοῦντος καὶ τῶν παρόντων ἐρωτήματα ταῦτα καὶ ὅ τι τούτων ἐγγυτάτω ἐστίν. ἄλλα δὲ καὶ κατὰ ἔθνη ἐστίν. οἷον εἴ τις ἀφίκοιτο εἰς τὴν ξένην, πυνθάνεσθαι χρὴ περὶ τῶν ὑδάτων, ὁποῖά ἐστι καὶ εἴ τινας ἐξαιρέτους ἔχει δυνάμεις, οἷαι εὑρίσκονται πολλαί,
5αἱ μὲν γαστέρα ὑπάγουσαι, αἱ δὲ τὴν οὔρησιν, αἱ δέ τινες πρὸς πέψιν πονηραί, αἱ δὲ κατὰ ἧπαρ καὶ σπλῆνα κακουργοῦσαι, αἱ δέ τινες καὶ λίθον ἐν νεφροῖς καὶ κύστε[σ]ι τίκτουσαι, ἄλλαι δὲ ἄλλα παρεχόμεναι, αἱ μὲν κακά, αἱ δὲ ἀγαθά. τὸ μὲν γὰρ ἐν Λεοντίνοις τῆς Σικελίας ὕδωρ ἀπο‐ κτείνει τοὺς πιόντας, καὶ τὸ ἐν Φενεῷ τῆς Ἀρκαδίας τὸ καλούμενον ὕδωρ
10Στυγός. τὸ δὲ ἐν Κλείτορι τῆς Ἀρκαδίας, εἴ τις ἐν αὐτῷ λούσαιτο, οὐκ ἂν οὐδὲ ὀσμῆς ἀνάσχοιτο οἴνου. τὸ δὲ ἐν τῇ Λυγκηστίδι εἰς μέθην

64

ἐμβάλλει· τὸ δὲ ἐν Χαλκίδι τῆς Ἀρεθούσης ποδάγραν ἐμποιεῖ. ὅσαι δὲ ἕτεραι φύσεις εὑρίσκονται παρ’ ἑκάστοις τῶν ὑδάτων καὶ καρπῶν καὶ ἀέρων οὐδὲ〈ν〉 ἐοικυῖαι ταῖς ὡς ἐπίπαν καθεστηκυίαις, [ἃς] χρὴ πυν‐ θανόμενον παρὰ τῶν ἐπιχωρίων ἢ πειράζοντα ἐν χρόνῳ εἰδέναι. διάγνω‐
5σις γὰρ ἀκριβὴς ἄλλη οὐκ ἔστιν, ἐπεὶ οὐδὲ νοσήματα ἐπιδήμια ἔστιν ἑτέρως εἰδέναι· πολὺς γὰρ κἀν τούτοις ὁ παράλογος καθ’ ἑκάστην χώραν.

65

ἐν γοῦν τῇ Ἀραβ〈ί〉ων γίγνεται νόσημα ὄφις, ὃ σημαίνει ἑλληνιστὶ

66

νεῦρον. ἔστι δὲ πάχος ὅσον χορδή, ὃ κινεῖται καὶ ἀναστρέφεται ἐν τῇ σαρκὶ ὥσπερ τὰ ἑρπετά, μάλιστα δὲ κατὰ μηροὺς καὶ κνήμας, ἀτὰρ καὶ

67

ἄλλῃ τοῦ σώματος. ἐγὼ γοῦν ἐν Αἰγύπτῳ εἶδον ἄνθρωπον Ἀράβιον ἔχοντα τὴν νόσον τήνδε, καὶ ὁπότε ἔξω προκύπτειν μέλλοι, ὠδυνᾶτο καὶ
ἐπύρεσσε, καὶ ἀνῴδει ὥσπερ τὰ ἐμπυήματα, μέχρι δὴ διελθὼν ἐμύδησε καὶ44

68

διεσάπη. ἐκείνῳ μὲν κατὰ κνήμην οὕτως ἔσχε, 〈τ〉ῇ θεραπαί〈ν〉ῃ δὲ αὐτοῦ

69

κατ’ ὀμφαλόν, ἄλλῃ δέ τινι κατὰ βουβῶνα. πυνθανομένῳ δέ μοι, εἰ συνήθης ἐστὶν Ἀραβίοις ἡ νόσος, ἔφασκον μὲν καὶ Ἀραβίους οὕτως νοσεῖν καὶ τῶν ἀφικνουμένων δὲ ξένων πολλοὺς ἐνίσχεσθαι τῇ νόσῳ πιόντας τοῦ ὕδατος· τοῦτο γὰρ μάλιστα αἴτιον εἶναι.

70

Μυρία δ’ ἂν καὶ ἄλλα τοιουτότροπα ἱστορεῖν ἐξεύροις, εἰ μόνον πρόθυμος 〈εἴησ〉 εἰς τὸ ἐξευρεῖν καὶ βοηθήματα 〈τὰ〉 ἐπιχώρια ἑκάστοις, ὥσπερ Αἰγυπτίοις 〈εἰσὶ〉 συρμαϊσμοί τε καὶ ἔμετοι καὶ κλυσμοί, τοῖς δέ γε καὶ αἵματος ἀφαιρέσεις, τοῖς δὲ αἱ διὰ τῶν ἑλλεβόρων καθάρσεις.

71

Ἤδη οὖν μοι σαφὴς ἡ γνώμη ἐστίν, †ὅτι ἂν ἀφικέσθαι βούληται†. τὰ μέντοι σύμπαντα οὔτε λόγος αὐτάρκης οὔτε χρόνος ἱκανὸς σημῆναί τε καὶ ἐξευρεῖν. τὸ δὲ κεφάλαιον τῆς γνώμης εὑρεθὲν καὶ ὑποβληθὲν τῷ ἰατρῷ ἔχοι ἂν πάμπαν τὸ δέον.

72

Εἰ δέ τις φήσει ἐμὲ ἐναντίον γιγνώσκειν Ἱπποκράτει, ὃς δὴ τέχνην ἔλεγεν ἐξευρηκέναι, δι’ ἧς δυνήσεται ὁ ἰατρὸς ἀφικόμενος εἰς πόλιν, ἧς ἄπειρός ἐστι, περὶ τῶν ὑδάτων εἰδέναι καὶ περὶ τῶν ὡρῶν, ὅπως τε τοῖς ἀνθρώποις αἱ κοιλίαι ἔχουσι, καὶ εἰ φιλοπόται εἰσὶ καὶ εἰ ἐδωδοί,
5καὶ περὶ τῶν νοσημάτων ὁποῖα ἐπιδημεῖν εἴθισται, καὶ αἱ γυναῖκες ὅπως πρὸς τοὺς τόκους διάκεινται, καὶ ὅσα ἄλλα ἐκεῖνος ὑπέσχετο τῇ τέχνῃ— μηδένα ἐρωτῶν τῶν ἐπιχωρίων, ἀλλὰ παρ’ ἑαυτοῦ—μανθάνειν· ταῦτα δὲ εἴ τις προ[σ]φέρων ἐπιμέμφοιτό μοι ὡς τῷ ἀρίστῳ τῶν ἰατρῶν περὶ τῶν μεγίστων 〈οὐ〉 συγγιγνώσκοντι, λέγω πρὸς ἐκεῖνον οὐδέν με[ν] τῶν ἐκεί‐
10νου ἀτιμάζειν, ἀλλὰ τὰ μέν τινα καὶ οὕτως εὑρεθῆναι περί τε ὡρῶν καταστάσεων καὶ φύσεως σώματος καὶ διαίτης τρόπων καὶ ὑδάτων τὴν κοινὴν ἀρετήν τε καὶ κακίαν καὶ νοσημάτων τὴν κοινὴν [καὶ] ἰδέαν, τὰ[ς] δὲ [δι’] ἱστορίας τῆς παρὰ τῶν ἐνοικούντων εἰς τὴν διάγνωσιν χρῄζειν,

73

καὶ μάλιστα ὅσα ἄτοπα καὶ ξένα ἑκάστοις ὑπάρχει. τοῦ μὲν σοφίσματος καὶ πάνυ ἄγαμαι τὸν ἄνδρα καὶ πολλαχῇ καλῶς αὐτῷ ἐξεύρηται, παρα‐ κελεύομαι δὲ μηδὲ τῶν ἐρωτημάτων ἀφίστασθαι τὸν μέλλοντα ὀρθῶς
ὑπὲρ ἁπάντων γνώσεσθαι.46