TLG 0564 005 :: RUFUS :: De ossibus RUFUS Med. De ossibus Citation: Section — (line) | ||
t | ΠΕΡΙ ΟΣΤΩΝ. | |
1 | Ἐπειδὴ τὴν τῶν ἐντοσθίων θεωρίαν κατὰ τὸ ἐνδεχόμενον παρα‐ δεδώκαμεν, ἑξῆς περὶ τῆς ὀστεολογίας λεκτέον ἡμῖν. | |
2 | Τὸ κρανίον τοίνυν, κατὰ τὸ λεγόμενον σκαφίον, ἐστὶ σφαιροειδές· τοῖς μὲν κατὰ κορυφὴν μέρεσιν ὀγκῶδες, τοῖς δὲ περὶ τὸ βρέγμα τυγχάνουσιν ὑπόπαχυ ποσῶς καὶ πλατὺ, καὶ διπλοῦν κατὰ ἐπι‐ | |
3 | βολὴν ὀστοῦ, τοῖς κροτάφοις συνεσταλμένον. Ἔχει δὲ κατὰ τὸ πλεῖστον ῥαφὰς πέντε, μίαν μὲν κατὰ κορυφὴν λαμβδοειδῆ εἰς τοὐπίσω τοῦ κρανίου φερομένην· ἑτέραν δὲ ἐπὶ τοῦ βρέγματος πε‐ ριφερῆ, οἱονεὶ στεφανιαίαν· λήγει δὲ κατὰ αὐτό· τρίτη δὲ ἀπὸ τῆς | |
5 | λαμβδοειδοῦς ἐπὶ εὐθὺ τῇ στεφανιαίᾳ συνάπτει· ἄλλαι δὲ δύο παρὰ | |
---|---|---|
τὰ ὦτα, περὶ τοὺς τῶν κροτάφων τόπους, λεπιδοειδεῖς λεγόμεναι, | 186 | |
4 | οὐ κατὰ βάθος ἔχουσαι τὰς ἁρμογὰς, ὡς αἱ λοιπαί. —Ἐκ δὲ τῶν ἔμπροσθεν μερῶν εἰσιν [αἱ] κοιλότητες, ἔνθα οἱ ὀφθαλμοὶ ἐνίδρυν‐ | |
5 | ται, πυελίδες προσαγορευόμεναι. Μεταξὺ δὲ τούτων ἡ τοῦ μυκτῆρος ὑπεροχὴ, ἐν ᾗ τὸ ἠθμοειδὲς ὀστοῦν ὑπόκειται, πλείσταις κεχρημένον | |
6 | κατατρήσεσιν. Ἔχει δὲ καὶ τὸ πρόσωπον ὀστῶν συνθέσεις ταύτας· μίαν μὲν ὑπὸ ταῖς ὀφρύσι, καὶ δύο ἄλλας ἐκ πλαγίων τοῦ τῆς ῥινὸς ὀστώδους· τετάρτην δὲ τὴν διείργουσαν τὴν ἄνω γένυν· εἶτα ἑξῆς τὴν κατὰ τῆς ὑπερῴας, καὶ [τὴν] κατὰ τῶν ζυγωμάτων, καὶ δύο | |
7 | ἄλλας δυσοράτους κατὰ τῶν μήλων. Τὸ δὲ κρανίον ἐκ τῶν ὑποκάτω μερῶν κοιλανθὲν ἔκτρησιν ἔχει διαμπερῆ καὶ περιφερῆ, διὰ ἧς ὁ | |
8 | νωτιαῖος μυελὸς καταφέρεται. —Εἰσὶ δὲ οἱ τοῦ τραχήλου σπόν‐ δυλοι ἀριθμῷ τυγχάνοντες ἑπτά· ἁρμονίως δὲ ἄλλος κατὰ ἄλλου | |
9 | ἔγκειται. Καὶ ὁ μὲν πρῶτος τούτων τὴν κίνησιν τῇ κεφαλῇ παρέ‐ | 187 |
10 | χεται· οἱ δὲ λοιποὶ μένουσιν ἀκίνητοι. —Ἑξῆς παράκειται ὁ ὦμος καὶ [ἡ ὠμοπλάτη]· ἡ μὲν οὖν ὠμοπλάτη κατὰ σχῆμα τρίγωνος οὖσα, δελτοειδῶς ἐπίκειται ταῖς σπάθαις τοῦ θώρακος, ἐκ τῶν ὄπι‐ | |
11 | σθεν μερῶν. Καὶ ἐκ μὲν τοῦ πλατυτέρου μέρους ἐστὶ λεπτοτάτη, ἐκ δὲ τοῦ συναγομένου παχυτέρα τε καὶ ἐῤῥωμένη, κοιλότητά τινα ἔχουσα, εἰς ἣν ἐνήρθρωται ἡ κεφαλὴ τοῦ βραχίονος· ἀπὸ ἧς κοιλό‐ τητος διεκτέταται ὑπεροχὴ, ὡσανεὶ ῥάχις, λεγομένη ἀγκυροειδὴς, | |
5 | ἢ ἀγκιστροειδὴς, ἐπὶ ἣν τὸ τῆς κλειδὸς πέρας πέπτωκε χόνδρῳ | |
12 | συμφυέν. —Ἡ δὲ κλεὶς τριβολοειδῶς ἐσχηματισμένη ἐμφέρειαν ἔχει καθετῆρι ἀῤῥενικῶ· συνήρθρωται δὲ τῷ στέρνῳ, καὶ συνεμπέ‐ | |
13 | φυκε τῇ ὠμοπλάτῃ. Αὐτὴ δὲ ἡ μεσότης τῶν κλειδῶν σιγματοειδὴς | |
14 | τυγχάνουσα, συμβάλλει τῷ πρώτῳ τῆς ῥάχεως σπονδύλῳ. —Ὁ | |
15 | δὲ βραχίων ἐπιμήκης ἐστὶ, καὶ περιφερής. Καὶ τὸ μὲν ἄνω μέρος ἔχει ὀγκωδέστερον, ὃ καλεῖται κεφαλὴ βραχίονος, ὅ περ κατὰ | |
ἡμίτομον ἔγκειται τῇ τῆς ὠμοπλάτης κοιλότητι· ἐκ δὲ τῶν κάτω κατὰ ὃ συνήρθρωται τῷ ἀγκῶνι, ἐστὶν ἀνώμαλος, ὥστε ἐξοχὰς ἔχει | 188 | |
16 | παρὰ ἑκάτερα κονδυλοειδεῖς δύο, μέσην δὲ κοιλότητα. Ἐκ μὲν τῶν | |
17 | ἔμπροσθεν ἧττον ἀνέσταλται, μᾶλλον δὲ ἐκ τῶν ὄπισθεν. —Τοῦ δὲ | |
18 | πήχεος δύο ἐστὶν ὀστᾶ, πῆχυς, καὶ κερκίς. Καὶ τὸ μὲν τῆς κερκίδος πέρας τῶν κονδύλων τοῦ βραχίονος τὸν ἔξω ἐπικαλύπτει περι‐ | |
19 | φερὲς γενόμενον, καὶ ποσῶς ὑπόκοιλον. Ὁ δὲ πῆχύς ἐστι μακρότε‐ | |
20 | ρος, καὶ κατὰ τὴν κάμψιν τοῦ καρποῦ ὑποδέχεται πέρας. Ἡ δὲ κερκὶς κατὰ τὰ μέρη τοῦ καρποῦ κοιλότητας ἔχει δύο, μίαν μὲν εὐθεῖαν, ἐν ᾗ ἐνήρθρωται· ἑτέραν δὲ πλαγίαν, εἰς ἣν ὁ κόνδυλος τοῦ πή‐ | |
21 | χεος ἐμφύεται. —Ὁ δὲ καρπὸς σύγκειται μὲν ἐξ ὀστῶν ὀκτὼ | |
22 | στροβιλοειδῶς. Ἐπὶ τούτων ὑπάρχουσιν αἱ φάλαγγες, ὀστᾶ ἐπι‐ μήκη, δακτυλοειδῆ, ἐπὶ οἷς αἱ σκυταλίδες τῶν δακτύλων, ἑκάστου τρεῖς, ἄνισοι ἀλλήλαις, χωρὶς τοῦ ἀντίχειρος· οὗτος γὰρ ἐκ βάσεως | |
23 | δυσὶν ὀστοῖς κέχρηται. —Μετὰ δὲ τοὺς ἑπτὰ τοῦ τραχήλου σφον‐ δύλους, οἱ τῆς ῥάχεώς εἰσι δυοκαίδεκα, καὶ τῆς ὀσφύος πέντε, ὡς | 189 |
24 | γενέσθαι τοὺς πάντας τέσσαρας καὶ εἴκοσιν. Οὕτω δέ εἰσι κατε‐ σκευασμένοι, ὡς τοῖς μὲν ἔνδοθεν μέρεσιν εἶναι λείους καὶ περια‐ γεῖς κατὰ ὃ σπλάγχνοις ὁμιλοῦσιν· ἐκ δὲ τῶν ὄπισθεν τετραχυσμέ‐ νους καὶ ἀκανθώδεις κρυπτομένους σαρκὸς ἐπιφύσει· τὰ δὲ παρὰ | |
5 | ἑκάτερά ἐστι τραπεζώδη· πάντες μεσόκοιλοι, μίαν εὐρυχωρίαν ἔχοντες, σωληνοειδῶς σώζοντες κατὰ τὴν σύγκρισιν, διὰ ἧς ὁ νω‐ τιαῖος μυελὸς καταφέρεται, ὡς προείπομεν, τυπώσεις ἔχοντες πλα‐ | |
25 | γίας, ἐν αἷς ἐνηρμοσμέναι εἰσὶν αἱ σπάθαι. Τῶν οὖν σπαθῶν, αἱ μὲν ἀνωτέρω καμαροειδεῖς, συμβάλλουσιν ἀλλήλαις, αἱ δὲ λοξοειδεῖς ἀντιβαίνουσαι τούτων ἑξῆς, χονδρώδεις ἄκανθαι καὶ νόθοι πλευραὶ καλοῦνται· μείζους [μὲν?] τῶν ἄνω τὴν παρέκτασιν, ἐκ συμβάσεως | |
26 | [δὲ?] ἐλαττούμεναι. Πάντων δὲ τῶν σπονδύλων ὁ τελευταῖος διε‐ | |
νήνοχεν, ὃν καὶ ἱερὸν ὀστοῦν καλοῦμεν, συνήθως τῶν ἀρχαίων | 190 | |
27 | ἱερὰ τὰ μεγάλα καλούντων. —Ἑκατέρωθεν δὲ τοῦ σπονδύλου τού‐ του τὰ τῶν ἰσχίων ὀστᾶ παρατεθέντα ἐκ τῶν ὄπισθεν, ἃ καὶ | |
28 | συνάπτει τοῖς πέρασι, κατὰ τὸ ἐφήβαιον χόνδρῳ συμφυέντα. Ἐσχη‐ μάτισται δὲ τὰ τῶν ἰσχίων ὀστᾶ πλατέα εἶναι καὶ ποσῶς περι‐ | |
29 | φερῆ· κατὰ δὲ τὰ ἕτερα στενὰ καὶ παχύτερα. Ἔχουσι δὲ κοιλότητας οὐ διαμπερεῖς, βαθείας [δὲ], αἳ κοτύλαι καλοῦνται εἰς ἃς αἱ κεφαλαὶ | |
30 | τῶν μηρῶν ἐναρμόζονται. —Οἱ δὲ μηροὶ ὀστᾶ ἐπιμήκη, ἐῤῥω‐ μένα τε τυγχάνουσι, τὴν ἔκτασιν ἀπὸ τῶν ἰσχίων ἄχρι γόνατος | |
31 | ἔχοντα, περιφερῆ, πρόκυρτα. Ἐκ δὲ τῶν κατὰ τὸ γόνυ πάλιν ἑκάτερα αὐτῶν πάχος ἔχει καὶ περιφέρειαν κονδυλώδη, ὡς ἑκα‐ τέρωθεν μὲν ἐπῆρθαι, κεκοιλάνθαι δὲ ἐν μέσῳ κατὰ ἃ προσκυρεῖ ἡ κνήμη τρίγωνος οὖσα, καὶ περὶ τὴν κεφαλὴν πεπλατυσμένη, κοι‐ | |
5 | λότητας ἔχουσα ἐπιπολαίους, κατὰ ὧν αἱ κονδυλώδεις ὑπεροχαὶ | |
32 | ἐντίθενται. Αὐτῆς δὲ τῆς κνήμης ἡ ὑπεροχὴ εἰς τὴν τοῦ μηροῦ κοι‐ | 191 |
33 | λότητα ἀντικλείεται. Παράκειται δὲ ἐκ τῶν ἔξωθεν μερῶν ἡ περόνη | |
34 | ταύτης ἰσχνοτέρα, οὐ πλησιάζουσα τῷ μηρῷ. Ὑπέσταλται δὲ κατω‐ τέρω· καὶ ἔστιν αὐτῆς τὸ πέρας ὁ ἔξω κόνδυλος, ὃν ἔνιοί φασι τῶν | |
35 | ἰδιωτῶν ἀστράγαλον προσαγορεύεσθαι. Χόνδρῳ μέντοι κατὰ πέ‐ | |
36 | ρας συνδεῖται πρὸς ἄλληλα. Ἐπὶ δὲ τῆς συμβολῆς τῆς κνήμης καὶ τοῦ μηροῦ ὀστοῦν ἐπίκειται λεγόμενον ἐπιγονατὶς, δισκοειδὲς κατὰ σχῆμα, τὴν σύμφυσιν ἔχον μέσην, ὃ κατὰ μὲν τὴν κάμψιν τῇ κνήμῃ | |
37 | μᾶλλον προσχωρεῖ, κατὰ δὲ τὴν ἔκτασιν ἐπὶ ἑκάτερον πίπτει. Ἐκ δὲ τῶν πρὸς τοῖς σφυροῖς μερῶν ἡ κνήμη στενοῦται ποσῶς, καὶ σιγματοειδῶς τῷ πέρατι κατὰ τὸ ἴσον διΐσταται οὕτως ὥστε τὴν μὲν ἐπιμήκη ὑπεροχὴν ἔχειν, τὴν δὲ σμικροτέραν· καὶ ἔστι τῆς μὲν | |
5 | μείζονος ὑπεροχῆς ὁ ἔσωθεν κόνδυλος· ὁ δὲ τῆς ἄλλης κρυπτόμε‐ νος σαρκὸς ἐπιφύσει· συνήρμοσται δὲ τῷ τῆς περόνης ἀπολήγοντι, | |
ὃ καὶ ἐπιπροβὰν τὸν ἔξω κόνδυλον, ὡς ἔφαμεν, ἀποδείκνυσιν· ὥστε | 192 | |
38 | εἶναι τὸ μεταξὺ διάστημα τοῖν δυοῖν ὀστοῖν σιγμαοειδές. —Ἐν ᾧ διαστήματι ὁ ἀστράγαλος ἔγκειται, οὗ καὶ ἐπιβέβηκε τῷ αὐτῷ κατὰ τὸ τέτρωρον· ἀλλὰ ὁ χῖος καὶ τὸ ἓξ παράκειται τῇ τῆς κνήμης καὶ [τῇ] τῆς περόνης ἀποφύσει· τὸ δὲ ἐπιτριῶν ἐπιβέβηκε τῷ ὑποτε‐ | |
5 | ταγμένῳ αὐτῷ ὀστῷ τῆς δὲ πτέρνης λεγομένῳ, ὡς πρὸς ταῖς τῆς πτέρνης κοιλότησιν ἀντικατακλείεσθαι τὰς τοῦ ἐπιτριῶν ἀνωμα‐ λίας, καὶ συνδεῖσθαι χόνδρου περιφύσει· τὸ δὲ ἔμπροσθεν αὐτοῦ σφαιροειδὲς μέρος [συνήρμοσται] κοιλότητι ἑνὸς ὀστοῦ τῶν τοῦ | |
39 | ταρσοῦ λεγομένου διὰ τὴν κοιλότητα σκαφοειδοῦς. Ὀκτὼ δὲ τὸν ἀριθμὸν ὀστάρια τὸν ταρσὸν ἀποτελοῦνται ταῖς γωνίαις ὄντα ἀνώ‐ | |
40 | μαλα. Μετὰ δὲ τὸν ταρσὸν ὑπόκειται τὸ πεδίον ἔχον ὀστᾶ πέντε, | |
λεπτὰ μὲν κατὰ μεσότητας, παχύτερα δὲ κατὰ τὰ ἄκρα, ἀγόμενα δὲ κατὰ τὸν ἄνω τύπον, ὅθεν ἐκ τῶν ὑποκειμένων κοῖλα ὁρᾶται. | 193 | |
41 | Ἑξῆς δὲ τούτων αἱ τῶν δακτύλων σκυταλίδες καθάπερ καὶ χειρός. | |
42 | Ἀποδέδοται ἡμῖν κατὰ τὸ ἐνδεχόμενον καὶ ἡ τῶν ὀστῶν θέσις. | 194 |