TLG 0564 003 :: RUFUS :: De corporis humani appellationibus RUFUS Med. De corporis humani appellationibus Citation: Section — (line) | ||
t | ΡΟΥΦΟΥ ΤΟΥ ΕΦΕΣΙΟΥ ΠΕΡΙ ΟΝΟΜΑΣΙΑΣ ΤΩΝ ΤΟΥ ΑΝΘΡΩΠΟΥ ΜΟΡΙΩΝ. | |
1 | Τί πρῶτον ἔμαθες ἐν κιθαριστικῇ; Κρούειν ἑκάστην τῶν χορδῶν | |
2 | καὶ ὀνομάζειν. Τί δὲ πρῶτον ἔμαθες ἐν γραμματικῇ; Γνωρίζειν | |
3 | ἕκαστον τῶν γραμμάτων καὶ ὀνομάζειν. Οὐκοῦν καὶ τὰς ἄλλας τέχνας ὡσαύτως ἀπὸ τῶν ὀνομάτων ἄρχονται διδάσκειν, καὶ ὁ χαλ‐ κεὺς, καὶ ὁ σκυτοτόμος, καὶ ὁ τέκτων, πρῶτον καὶ σιδήρου ὄνομα, | |
4 | καὶ σκεύους, καὶ οὑτινοσοῦν ἄλλου τῶν πρὸς τὴν τέχνην. Καὶ ὅσαι σεμνότεραι, οὐχὶ καὶ ταύτας ἀπὸ τῶν ὀνομάτων ὡσαύτως ἄρχονται | |
5 | διδάσκειν; Τί γὰρ πρῶτον ἔμαθες ἐν γεωμετρίᾳ; Στιγμὴν, καὶ γραμμὴν, καὶ ἐπίπεδον, καὶ ἐπιφάνειαν, καὶ σχῆμα τρίγωνον, καὶ κύκλον, καὶ τὰ ὅμοια, εἰδέναι τε ὅ τι ἕκαστον αὐτῶν, καὶ ὀνομάζειν | 133 |
6 | ὀρθῶς. Βούλει οὖν καὶ τὰ ἰατρικὰ ἀπὸ τῶν ὀνομάτων ἀρξάμενος μανθάνειν, καὶ πρῶτον μὲν ὅ τι χρὴ καλεῖν ἕκαστον τοῦ σώματος μόριον, ἔπειτα τὰ ἄλλα ὅσα ἂν ἕπηται τῷ λόγῳ, ἢ δοκεῖ σοι ἱκα‐ νὸν εἶναι δεικνύντα δηλοῦν ὥσπερ κωφὸν ὅ τι χρῄζεις διδάξαι; | |
7 | Ἐμοὶ μὲν οὐ δοκεῖ ἐκεῖνο ἄμεινον· οὐκ εὐμαθὲς δὲ καὶ ῥᾷστον οὕτω | |
8 | καὶ μανθάνειν αὐτὸν, καὶ ἕτερον διδάσκειν. Καὶ τοῦτό μοι δοκεῖ | |
9 | οὕτως. Ἀκούων δὴ καὶ ἀποβλέπων εἰς τὸν παῖδα τοῦτον διαμνημο‐ νεύσεις τὰ ἐπιφανῆ πρῶτον· εἶτα ὡς χρὴ καλεῖν τὰ ἔνδον, ζῶόν τι, ὃ μάλιστα ἀνθρώπῳ ἔοικε, διελόντες, διδάσκειν σε πειρασόμεθα· οὐδὲν γὰρ ἐμποδὼν, εἰ μὴ καὶ παντάπασιν ἐοίκασιν, τὸ γοῦν κεφά‐ | |
10 | λαιον ἑκάστου διδάξαι. Πάλαι δὲ γενναιότερον ἐπὶ ἀνθρώπων ἐδί‐ | |
δασκον τὰ τοιαῦτα. | 134 | |
11 | Ἔστι δὲ τὰ μέγιστα μέρη τοῦ σώματος, κεφαλὴ, καὶ αὐχὴν, καὶ θώραξ, καὶ χεῖρες, καὶ σκέλη· θώρακα γὰρ οὐ μόνον τὰ ἀπὸ τῶν κλειδῶν μέχρι τῶν ὑποχονδρίων καλοῦμεν, ἀλλὰ καὶ τὸ σύμπαν ἀπὸ | |
12 | κλειδῶν μέχρι τῶν αἰδοίων. —Κεφαλὴ δὲ καὶ τὸ τετριχωμένον | |
13 | καλεῖται κατὰ ἑαυτὸ, καὶ σὺν τῷ προσώπῳ. Τοῦ δὲ τετριχωμένου τὸ μὲν ἔμπροσθεν, βρέγμα· τὸ δὲ ὄπισθεν, ἰνίον· τὰ δὲ ἑκατέρωθεν τοῦ βρέγματος, κόρσαι καὶ κρόταφοι· τὸ δὲ ἐν μέσῳ κατὰ ὃ δὴ μάλιστα εἰλοῦνται αἱ τρίχες, κορυφή· τὸ δὲ ὑπὸ τῷ βρέγματι, μέτ‐ | |
14 | ωπον. Αἱ δὲ παρὰ τοὺς κροτάφους τῶν τριχῶν ἐκφύσεις, ἴουλοι· | |
15 | χαῖται δὲ, αἱ ὄπισθεν κατὰ τὸ ἰνίον ἀφειμέναι τρίχες. Αἱ δὲ ἔσχα‐ ται τοῦ μετώπου ῥυτίδες, ἐπισκύνιον, ὅπερ ἐπάγομεν τοῖς ὀφθαλ‐ | |
16 | μοῖς ἢν πρὸς ἑαυτούς τι φροντίζωμεν ἢ αἰδώμεθα. Ἄλλοι δὲ τὸ ὑπὸ | |
17 | τὰς ὀφρύας σαρκῶδες, ἐπισκύνιον ὀνομάζουσιν. Ὀφρύες δὲ τὰ τετρι‐ | |
18 | χωμένα τοῦ μετώπου πέρατα, ὧν τὸ μεταξὺ μεσόφρυον. —Ὑπὸ | 135 |
19 | δὲ ταῖς ὀφρύσι, βλέφαρα, τὸ μὲν ἄνωθεν, τὸ δὲ κάτωθεν. Τούτων | |
20 | δὲ αἱ μὲν ἐκπεφυκυῖαι τρίχες, ταρσοὶ, καὶ βλεφαρίδες. Τὰ δὲ ψαύοντα ἀλλήλων πέρατα ἐν τῷ καθεύδειν ἡμᾶς, στεφάναι, καὶ χη‐ | |
21-22 | λαί. Τοῦ δὲ ἄνω βλεφάρου τὸ ἐπιπολῆς, κύλον. Τὰ δὲ κοῖλα πέ‐ | |
22(2) | ρατα τοῦ τε ἄνω καὶ τοῦ κάτω βλεφάρου, κανθοί· ὁ μὲν μείζων, ὁ | |
23 | πρὸς τὴν ῥῖνα, ὁ δὲ ἐλάσσων, ὁ πρὸς τῷ κροτάφῳ. —Ὀφθαλμοῦ | |
24 | δὲ, τὸ μὲν ἐν μέσῳ βλεπόμενον, ὄψις καὶ κόρη. Καὶ γλήνην τὸ εἴδωλον τὸ ἐν τῇ ὄψει φαινόμενον καλοῦσιν· τὸ δὲ συνεχὲς τῇ ὄψει | |
25 | μέχρι τοῦ λευκοῦ, ἶριν. Τοῦτο δὲ ὡς ἔχει χρώματος, μέλαν, ἢ πυῤ‐ | |
26 | ῥὸν, ἢ γλαυκὸν, ἢ χαροπὸν ὀνομάζουσιν. Περιθεῖ δὲ στεφάνη τὸ | |
27 | μέλαν, καὶ ἀποκρίνει τοῦ λευκοῦ. Κύκλος δὲ ἡ στεφάνη καὶ σύν‐ δεσμος τῶν χιτώνων τοῦ ὀφθαλμοῦ, ὧν δὴ ὁ πρῶτος δύο ἔχων φύσεις, δύο ὀνόματα ἔχει· κερατοειδὴς μὲν κατὰ τὸ μέσον καὶ μέχρι τῆς ἴριδος· τοῦτο γὰρ καὶ ἔοικεν αὐτοῦ τοῖς ξυομένοις κέ‐ | |
5 | ρασιν· λευκὸς δὲ τὸ ἄλλο μέρος πᾶν, οἱόσπερ καὶ βλέπεται, οὐδὲν | 136 |
---|---|---|
28 | ἐοικὼς τῷ μέσῳ, οὔτε τὴν φύσιν, οὔτε τὴν χροιάν. Ἐπίκειται δὲ αὐτῷ ἄνωθεν ἡ καλουμένη ἐπιδερμὶς, ἥτις καὶ ἐν νέοις, καὶ ἐν πρεσβύταις, καὶ ἐν τῷ παθήματι τῇ χημώσει * ἀφεσταμένη τε καὶ | |
29 | ἐπαίρουσα τὸ πυῤῥὸν ὁρᾶται. Τοὺς δὲ ἄλλους χιτῶνας ὅπως χρὴ ὀνομάζειν, εἰρήσεται ὀλίγον ὕστερον ἐν τῇ διαιρέσει τοῦ ζῴου. — | |
30 | Τὰ δὲ ὑπὸ τοῖς ὀφθαλμοῖς ἐπανεστηκότα ὀστᾶ, ὑποφθάλμια, οἱ δὲ | |
31-32 | ὑπώπια καλοῦσιν. —Ἀπὸ δὲ τοῦ μεσοφρύου τέταται ἡ ῥίς. Ταύτης | |
32(2) | δὲ τὰ μὲν τρήματα, μυκτῆρες καὶ ῥώθωνες· Ἀθηναῖοι δὲ καὶ μύξας | |
33 | ὀνομάζουσιν. Ἱπποκράτης δὲ τὸ διὰ αὐτῶν φλεγματῶδες περίσσωμα ἰὸν μύξαν καλεῖ· Ἀθηναῖοι δὲ τὸ περίσσωμα τοῦτο κόρυζαν καλοῦ‐ | |
34-35 | σιν. Τὸ δὲ μεταξὺ τῶν τρημάτων χονδρῶδες, ῥινὸς διάφραγμα. Τὰ | |
35(2) | δὲ ἑκατέρωθεν ἐπὶ τὰ μῆλα νεύοντα ὀστώδη, ῥινὸς ῥάχις· τὸ δὲ | |
36 | πέρας τοῦ ὀστώδους ὑψώματος τὸ ἔνθεν καὶ ἔνθεν, πτερύγια. Ταῦτα | |
δὲ καὶ κινεῖται ἐν ταῖς σφοδραῖς δυσπνοίαις, καὶ ἄλλως βουληθέν‐ | 137 | |
37 | των. Τὸ δὲ πρὸ τοῦ διαφράγματος τῆς ῥινὸς σαρκῶδες ἐπὶ τὸ χεῖλος | |
38-39 | καθῆκον, κίων. Τὸ δὲ ἄκρον τῆς ῥινὸς, σφαιρίον. Τὸ δὲ ὑπὸ τῷ | |
40 | κίονι ἐν τῷ ἄνω χείλει κοῖλον, φίλτρον. Τὸ δὲ ὅλον μετὰ τὸν ῥῖνα | |
41 | τοῦ ἄνω χείλους, ὑποῤῥίνιον. —Εἶτα χείλη δύο, ὧν τὰ μὲν ἄκρα, | |
42 | πρόχειλα· τὸ δὲ σύμβλητον τῶν χειλῶν, προστόμιον. Τὸ δὲ ἐπὶ τῷ | |
43 | κάτω χείλει κοῖλον, νύμφη. —Τῶν δὲ ὤτων, ἀκοὴ μὲν, ὁ πόρος διὰ οὗ ἀκούομεν· λοβὸς δὲ, τὸ ἐκκρεμὲς, ὅπερ καὶ μόνον Ἀριστο‐ | |
44 | τέλης φησὶ τοῦ ὠτὸς ὀνομάζεσθαι, τὰ δὲ ἄλλα ἀνώνυμα εἶναι. Οἱ δὲ ἰατροὶ καὶ ταῦτα ὠνόμασαν, πτερύγιον μὲν τὸ ἀνωτάτω πλατὺ ἐπικλινές· ἕλικα δὲ, τὸ ἐντεῦθεν συμπληροῦν τὴν περιφέρειαν τῶν ὤτων· ἀνθέλικα δὲ τὸ ἐν μέσῳ ὑπεραῖρον τὴν κοιλότητα· κόγχην | |
5 | δὲ τὸ ἀπὸ τῆς ἀνθέλικος κοῖλον· τὸ δὲ ἀπεναντίον τῆς κόγχης ἔξαρμα | |
παρὰ τὸ πέρας τοῦ κροτάφου, τράγον· τὸ δὲ τῆς ἕλικος τέλος τὸ | 138 | |
45 | ὑπότραχυ, ἀντιλοβίδα. —Πρόσωπον δὲ ὠνόμασται πᾶν τὸ ἔμ‐ | |
46 | προσθεν τῆς κεφαλῆς. Μῆλα δὲ τὰ ὑπὸ τοῖς ὀφθαλμοῖς ἐξάρματα | |
47 | τοῦ προσώπου, ἃ δὴ καὶ αἰδουμένων ἡμῶν ἐρυθραίνεται. Ἀπὸ δὲ τῶν μήλων αἱ παρειαί· καλοῦνται καὶ σιαγόνες, καὶ γνάθοι· καὶ προσέτι γένυς ἡ μὲν κάτω, ἡ δὲ ἄνω· καὶ τὸ ἄποξυ τῆς κάτω γνά‐ | |
48 | θου, γένειον καὶ ἀνθερεών. Τὸ δὲ ὑπὸ τὴν κάτω γνάθον σαρκῶδες, λευκανίαν· οἱ δὲ ἀνθερεῶνα μὲν τοῦτο, λευκανίαν δὲ τὸ πρὸς τῇ | |
49 | κλειδὶ κοῖλον ὀνομάζουσιν. Τοῦ δὲ πώγωνος, ἡ μὲν ὑπὸ τοῖς κρο‐ τάφοις πρώτη βλάστησις, ἴουλος· ἡ δὲ ἐπὶ τῷ ἄνω χείλει, προπω‐ γώνιον· αὐξηθεῖσαι δὲ αὗται αἱ τρίχες, μύστακες· αἱ δὲ ἐπὶ ἄκρου | |
50 | τοῦ γενείου, πάππος· αἱ δὲ κάτω τῆς γένυος, ὑπήνη. —Στόμα δὲ καὶ ἡ πρώτη τομὴ τῶν χειλῶν, καὶ ἡ ἐφεξῆς εὐρυχωρία μέχρι τῆς | |
51 | φάρυγγος. Ἐν δὲ τῷ στόματι ἄλλα τέ ἐστι, καὶ οἱ ὀδόντες· ἔνιοι | |
δὲ κραντῆρας ὀνομάζουσιν· τούτων δὲ τομεῖς μὲν τοὺς ἔμπροσθεν τέσσαρας, κυνόδοντας δὲ τοὺς ἐφεξῆς, ἕνα ἑκατέρωθεν· μύλους δὲ καὶ γομφίους τοὺς μετὰ τοὺς κυνόδοντας, πέντε ἑκατέρωθεν· σωφρο‐ | 139 | |
5 | νιστῆρας δὲ, τοὺς ἐσωτάτω καὶ ἐσχάτους, ἡνίκα ἂν δὴ σωφρονεῖν | |
52 | ἄρχωνται, φυομένους ἕνα ἑκατέρωθεν. Τοσοῦτοι μὲν οἱ τῆς ἄνω | |
53 | γνάθου· τοσοῦτοι δὲ καὶ οἱ τῆς κάτω καὶ ὡσαύτως ὠνομασμένοι. Ἡ | |
54 | δὲ σύνδεσις τῶν γνάθων, χαλινός. Τράπεζαι δὲ τὰ πλατέα τῶν γομ‐ | |
55 | φίων. Ὁλμίσκοι δὲ καὶ φάτναι, αἱ τῶν γνάθων κοιλότητες, εἰς ἃς | |
56-57 | ἐμπεπήγασιν οἱ ὀδόντες. Οὖλα δὲ αἱ περὶ τὰς ῥίζας σάρκες. Τῆς δὲ | |
57(2) | γλώσσης, ῥίζα μὲν, ὅθεν ἐκπέφυκεν· τὸ δὲ ἐν τῷ στόματι μυῶδες γλῶσσα καλεῖται· αὐχὴν δὲ τὸ ἐφεξῆς· παράσειρα δὲ τὰ ἔνθεν καὶ | |
58 | ἔνθεν τῆς γλώσσης. Ὑπογλωσσὶς δὲ, τὸ κάτωθεν· ἐπιγλωσσὶς δὲ τὸ | |
ἔνδον ἐπὶ τοῦ βρόγχου πῶμά τι γινόμενον, ὅταν καταπίνωμεν, ὑπὲρ τοῦ μηδὲν εἰς τὸν πλεύμονα ἐμπίπτειν· ἀναπνεόντων δὲ μετέωρόν ἐστιν, | 140 | |
59 | ὡς μὴ κωλύῃ τὸ ἀναπνεῖν. Οὐρανὸς δὲ καὶ ὑπερῴα τὸ περιφερὲς τῆς | |
60 | ἄνω γνάθου. Κίων δὲ καὶ γαργαρεὼν ἡ ἐκ τῆς ὑπερῴας πρόσφυσις. | |
61 | Ἀριστοτέλης δὲ σταφυλοφόρον αὐτὸ καλεῖ, ὅτι φλεγμήναντος στα‐ φυλῇ τι ὅμοιον ἐξ αὐτοῦ κρεμάννυται· σταφυλὴν γὰρ, οὐ τὸ μό‐ | |
62 | ριον, ἀλλὰ τὸ πάθημα χρὴ ὀνομάζειν. Φάρυγξ δὲ ἢ φαρύγεθρον, | |
63 | ἡ πρὸς τῇ καταπόσει πᾶσα εὐρυχωρία. Ταῦτα ἄρα καὶ Ὅμηρος ἐποίησεν· ..... φάρυγος δ’ ἐξέσσυτο οἶνος ψωμοί τ’ ἀνδρόμεοι· ..... | |
5 | οὐ γὰρ δὴ ἐκ τοῦ βρόγχου καὶ τοῦ πλεύμονος ἐπανήμει ὁ Κύκλωψ | |
64 | τὸ σιτίον καὶ πόμα· τοῦτο γὰρ δεινῶς ἀμαθὲς καὶ ἀνόητον. Παρ‐ ίσθμια δὲ καὶ ἀντιάδες καὶ μῆλα, τὰ ἑκατέρωθεν τοῦ φαρυγέθρου | |
65 | σαρκώδη καὶ ἀδενοειδῆ. Τέσσαρες δέ εἰσιν αἱ ἀντιάδες, αἱ μὲν ἔνθεν | |
καὶ ἔνθεν ἄκρου τοῦ βρόγχου· αἱ δὲ ἐφεξῆς καὶ κατωτέρω. | 141 | |
66 | Μετὰ δὲ τὴν κεφαλὴν, τράχηλος· τὸ δὲ αὐτὸ καὶ δειρὴ καὶ αὐχήν· | |
67 | ὑποδειρὶς δὲ τὸ ἐκ τῶν πρόσθεν τελευταῖον τῆς δειρῆς. Τραχήλου δὲ τὸ μὲν ἔμπροσθεν, βρόγχος καὶ τραχεῖα ἀρτηρία, διὰ οὗ ἀνα‐ πνέομεν· καὶ ἡ ὑπεροχὴ τοῦ βρόγχου, λάρυγξ· τὸ δὲ ὄπισθεν αὐ‐ | |
68 | τοῦ, τένοντες. Τὸ δὲ πρὸς ταῖς κλεισὶ κοῖλον Ὅμηρος μὲν καλεῖ | |
69 | λευκανίην, οἱ δὲ ἰατροὶ ἀντικάρδιον καὶ σφαγήν. Τὰ δὲ ἀπὸ τῶν τενόντων ἐπὶ τοὺς ὤμους καθήκοντα, ἐπωμίδες. | |
70 | Ὦμος δὲ, ἡ κεφαλὴ τοῦ βραχίονος, ἡ πρὸς τὴν ὠμοπλάτην, καὶ | |
71 | τὸ σύμπαν ἄρθρον· κοτύλη δὲ ὤμου τὸ κοῖλον τῆς ὠμοπλάτης. Ὠμο‐ πλάται δὲ τὰ ἐγκείμενα τῷ νώτῳ πλατέα ὀστᾶ, ὧν αἱ διὰ μέσου | |
72 | ὑπεροχαὶ, ῥάχεις ὠμοπλατῶν. Ἀκρώμιον δὲ ὁ σύνδεσμος τῆς κλειδὸς | |
73 | καὶ τῆς ὠμοπλάτης. Εὔδημος δὲ ὀστάριον εἶναί φησι μικρὸν τὸ | |
74 | ἀκρώμιον. Κλεῖδες δὲ τὰ ὑπὸ τῷ τραχήλῳ ὀστᾶ· αὗται πρὸς τὸ | |
στῆθος ἠρθρωμέναι εἴργουσι τοὺς ὤμους καὶ τὰς ὠμοπλάτας μὴ συμ‐ πίπτειν, ὥσπερ τοῖς ἄλλοις ζῴοις· ἐκεῖνα γὰρ κλεῖδας οὐκ ἔχει· διὰ | 142 | |
75 | τοῦτο καὶ ἄνθρωπος πλατυστερνότατος. Μασχάλη δέ ἐστι τὸ ὑπὸ τῷ | |
76 | ὤμῳ κοῖλον, εἰς ἣν τὰ πολλὰ ὀλισθαίνει ὁ ὦμος. Μάλην δὲ οὐχ ἑλλη‐ νικὸν ὀνομάζειν· τὸ δὲ φέρειν τι κρύπτοντα ἐν τῇ μασχάλῃ, ὑπὸ | |
77 | μάλης ἔχειν λέγεται. —Βραχίων δὲ τὸ ἐφεξῆς τοῦ ὤμου· τούτου δὲ ἡ μὲν πρὸς τῷ ὤμῳ περιφέρεια, κεφαλὴ βραχίονος, καὶ ἡ ἔσω ὑπεροχὴ παρὰ τὸν ἀγκῶνα, ἣν δή φησιν Ἱπποκράτης ἐνίους ἀμαθῶς νομίζειν ἀπόφυσιν εἶναι τοῦ πήχεος, καὶ αὐτὴ κεφαλὴ βραχίονος. | |
78 | Μετὰ δὲ τὸν βραχίονα, ἀγκὼν τὸ σύμπαν ἄρθρον, καὶ τὸ ὀξὺ ἐπὶ οὗ | |
79 | κλινόμενοι στηριζόμεθα. Οἱ δὲ ὀλέκρανον καλοῦσιν· Δωριεῖς δὲ οἱ ἐν Σικελίᾳ κύβιτον· Ἐπίχαρμος δὲ καὶ τὸ παίειν τῷ ἀγκῶνι κυβιτίζειν | |
80 | ἔλεγεν. —Τῶν δὲ ὀστῶν τοῦ ἀγκῶνος, τὸ μὲν ὑποτεταγμένον, πῆ‐ | |
χυς, τὸ δὲ ἐπικείμενον, κερκίς· περαίνει δὲ ταῦτα πρὸς τὸν καρ‐ | 143 | |
81 | πόν. Τὸ δὲ ἐφεξῆς τοῦ καρποῦ πλατὺ καὶ συμφυὲς, μετακάρπιον, | |
82 | καὶ ταρσός· εἶτα δάκτυλοι. Χεὶρ δὲ τὸ ὅλον ἀπὸ τοῦ ὤμου καὶ ᾧ | |
83 | κρατοῦμεν. Δακτύλων δὲ ὁ μέν τις μέγας, ἀφεστηκὼς τῶν ἄλλων· ὁ δὲ λιχανὸς, ὁ πρῶτος τῶν τεσσάρων· ὁ δὲ μέσος, ὁ δὲ παρά‐ | |
84 | μεσος, ὁ δὲ μικρός. Τὰ δὲ ὀστᾶ αὐτῶν, σκυταλίδες καὶ φάλαγγες· τὰ δὲ πρῶτα ἄρθρα προκόνδυλοι, τὰ δὲ ἐφεξῆς κόνδυλοι, τὰ δὲ | |
85 | τελευταῖα μετακόνδυλοι. Αἱ δὲ τῶν ὀνύχων ἀρχαὶ, ῥιζωνύχια· τὰ | |
86 | δὲ ἔσωθεν πέρατα τῶν δακτύλων, ῥᾶγες, καὶ κορυφαί. Στῆθος δὲ τὸ ὑπερέχον ἀπὸ τοῦ μεγάλου δακτύλου σαρκῶδες ὑπὸ τὸ κοῖλον | |
87 | τῆς χειρός. Θέναρ δὲ τὸ μεταξὺ διάστημα τοῦ λιχανοῦ καὶ τοῦ με‐ γάλου δακτύλου σαρκῶδες, ὑπὸ ᾧ τὸ κοῖλον τῆς χειρός· ὑπόθεναρ | |
88 | δὲ τὸ ὑπὸ τοῖς τέσσαρσι δακτύλοις. Δοκεῖ δέ μοι Ἱπποκράτης πᾶν | |
τὸ πλατὺ τῆς χειρὸς θέναρ ὀνομάζειν. | 144 | |
89 | Ἀπὸ δὲ τῶν κλειδῶν στῆθος μὲν τὸ ἔμπροσθεν τὸ μέσον· εἰς ὃ | |
90 | δὲ ἐμβάλλουσιν αἱ πλευραὶ, στέρνον. Νῶτον δὲ τὸ ἐξόπισθεν ἀπὸ τοῦ αὐχένος μέχρι τοῦ μεταφρένου· μετάφρενον δὲ τὸ μεταξὺ τοῦ νώτου καὶ ὀσφύος κατὰ τὴν τῶν φρενῶν πρόσφυσιν· ὀσφὺς δὲ τὸ | |
91 | τελευταῖον τῆς ῥάχεως. Αἱ δὲ ὑπὸ τῷ στήθει σαρκώδεις ὑπεροχαὶ, | |
92 | μαστοὶ, καὶ τιτθοί· μαστοῦ δὲ τὸ μὲν ἄκρον, θηλή. Ἡ δὲ πρώτη ἐν τῷ ἡβάσκειν αὔξησις, κύαμος· ὁ δὲ ὅλος ὄγκος, ἄσκωμα· κυριώ‐ | |
93 | τερον δὲ ἐν γυναικί. Πλευρὸν δὲ καλεῖται πᾶν τὸ ὑπὸ τῇ μασχάλῃ· | |
94 | τὰ δὲ ὀστᾶ, πλευραί· τὰ δὲ μεταξὺ αὐτῶν, μεσοπλεύρια. Νόθαι δὲ | |
95 | πλευραὶ, αἱ μὴ περαίνουσαι πρὸς τὸ στέρνον. Τὸ δὲ ὑπὸ τῷ στήθει κοῖλον, στόμα κοιλίας· οἱ δὲ προκάρδιον, οἱ δὲ καρδίαν ὀνομάζουσι, | |
96 | καὶ τοὺς πόνους τοὺς ἐνταῦθα, καρδιωγμοὺς καὶ καρδιαλγίας. Χόν‐ | |
δροι δὲ τὰ πέρατα τῶν πλευρῶν τῶν νόθων· ὑποχόνδρια δὲ τὰ ὑπὸ | 145 | |
97 | τοῖς χόνδροις μυώδη. —Κοιλία δὲ καὶ γαστὴρ, τὸ ἐφεξῆς· ἐπι‐ | |
98 | γάστριον δὲ τὸ ἐπὶ τῆς γαστρὸς δέρμα. Ὀμφαλὸς δὲ τὸ ἐν μέσῳ κοῖλον, ἡ ἀποτομὴ τῶν φλεβῶν, διὰ ὧν τὸ ἔμβρυον τρέφεται· τούτου | |
99 | δὲ τὸ ἐν μέσῳ, ἀκρόμφαλον. Τὸ δὲ ὑποκείμενον τῷ ὀμφαλῷ δέρμα, | |
100 | γραῖα, ὅτι ῥυτιδούμενον γῆρας σημαίνει. Τὸ δὲ ὑποκάτω τοῦ ὀμφα‐ λοῦ, ὑπογάστριον καὶ ἦτρον· τὸ δὲ συνεχὲς τούτῳ μέχρι τῶν αἰ‐ | |
101 | δοίων ἐπίσειον, καὶ ἥβην, ἄλλοι δὲ ἐφήβαιον καλοῦσιν. —Τῶν δὲ αἰδοίων, τοῦ μὲν τοῦ ἄῤῥενος ἡ μὲν ἀποκρεμὴς φύσις, καυλὸς, καὶ στῆμα· τὸ δὲ μὴ ἐκκρεμὲς, ὑπόστημα, καὶ κύστεως τράχηλος· καὶ | |
102 | ἡ διὰ μέσου γραμμὴ, τραμίς· οἱ δὲ ὄῤῥον ὀνομάζουσιν. Τὸ δὲ πέρας τοῦ καυλοῦ, βάλανος, καὶ τὸ δέρμα τὸ περὶ αὐτῇ, πόσθη, καὶ τὸ | |
103 | ἔσχατον τῆς ποσθῆς, ἀκροπόσθιον. Καὶ τὸ κοίλωμα διὰ οὗ τὸ σπέρμα καὶ τὸ οὖρον ἀποκρίνεται, οὐρήθρα, καὶ πόρος οὐρητικός· οὐρητῆρα δὲ οὐ χρὴ καλεῖν· εἰσὶ γὰρ οὐρητῆρες ἄλλοι, διὰ ὧν τὸ | |
104 | οὖρον ἀπὸ νεφρῶν εἰς κύστιν ῥεῖ. Ὄσχεος δέ ἐστιν ἐν ᾧ οἱ δίδυμοι· | 146 |
105 | διδύμους δὲ ἢ ὄρχεις καλεῖν οὐδὲν διαφέρει. Τῶν δὲ διδύμων τὸ | |
106 | μὲν ἐπάνω, κεφαλὴ, τὸ δὲ κάτω, πυθμήν. Καὶ τὸ χαλώμενον τοῦ | |
107 | ὀσχέου λακκόπεδον. ᾯ δὲ ἀεὶ χαλαρὸν, λακκοσχέαν τοῦτον Ἀθηναῖοι | |
108 | καλοῦσιν. Τὰ δὲ μεταξὺ ὀσχέου καὶ ὑποστήματος καὶ μηροῦ, πλι‐ | |
109 | χάδες. —Τῆς δὲ γυναικὸς τὸ αἰδοῖον, κτεὶς μὲν τὸ τρίγωνον πέρας | |
110 | τοῦ ὑπογαστρίου· ἄλλοι δὲ ἐπίσειον καλοῦσιν. Σχίσμα δὲ, ἡ τομὴ | |
111 | τοῦ αἰδοίου. Τὸ δὲ μυῶδες ἐν μέσῳ σαρκίον, νύμφη, καὶ μύρτον· οἱ δὲ ὑποδερμίδα, οἱ δὲ κλειτορίδα ὀνομάζουσι, καὶ τὸ ἀκολάστως | |
112 | τούτου ἅπτεσθαι κλειτοριάζειν λέγουσιν. Μυρτόχειλα δὲ τὰ ἑκατέ‐ ρωθεν σαρκώδη· ταῦτα δὲ Εὐρυφῶν καὶ κρημνοὺς καλεῖ· οἱ δὲ νῦν | |
113 | τὰ μὲν μυρτόχειλα, πτερυγώματα, τὸ δὲ μύρτον, νύμφην. —Τῆς | |
δὲ ῥάχεως τὰ ὀστᾶ σφόνδυλοι· Ὅμηρος δὲ καὶ ἀστραγάλους αὐτὰ | 147 | |
114 | καλεῖ· καὶ ἡ ἀπόφυσις τῶν σφονδύλων, ἄκανθα. Τὸ δὲ τελευταῖον ὀστοῦν τῆς ὀσφύος, ἱερὸν ὀστοῦν· οἱ δὲ ὑποσφόνδυλον καλοῦσιν· τὸ | |
115 | δὲ ἄκρον αὐτοῦ, κόκκυγα. —Τὰ δὲ ὑπὸ ταῖς πλευραῖς, λαπάραι καὶ κενεῶνες· εἶτα λαγόνων ὀστᾶ, καὶ τούτων αἱ κοιλότητες, κοτύλαι. | |
116 | Πυγαὶ δὲ τὰ μετὰ τὴν ὀσφὺν σαρκώδη, καὶ ἐφέδρανα, ἐπὶ ὧν καθίζομεν· ἄλλοι δὲ γλουτοὺς καλοῦσιν· τὰ δὲ ὑπὸ τοὺς γλουτοὺς, | |
117 | ὑπογλουτίδες. —Βουβῶνες δὲ τὰ ἔμπροσθεν τῶν μηρῶν τὰ παρὰ | |
118 | τὴν ἥβην. Ἰσχίον δὲ καὶ τὸ νεῦρον τὸ πρὸς τὴν κοτύλην, καὶ ὅλον τὸ | |
119 | ἄρθρον. Τῶν δὲ μηρῶν τὰ ἔσω, παραμήρια· τὰ δὲ μεταξὺ τῶν μη‐ | |
120 | ρῶν, μεσομήρια. Οἱ δὲ πρὸς τοῖς γόνασι μύες, ἐπιγουνίδες, καὶ τὸ ὀστοῦν τὸ ἐπὶ τῷ γόνατι, ἐπιγονατίς· Ἱπποκράτης δὲ ἐπιμυλίδα | |
121 | ὀνομάζει. Γόνυ δέ ἐστι τὸ ἄρθρον τοῦ μηροῦ τὸ πρὸς τὴν κνήμην, | |
122 | καὶ ἰγνύα τὸ ὄπισθεν, ἐν ᾧ κάμπτομεν τὸ γόνυ. Γαστροκνημία δὲ, ὁ μέγας μῦς ὁ ὄπισθεν τῆς κνήμης, ἀπὸ οὗ τὸ πλατὺ νεῦρον τὸ πρὸς | 148 |
123 | τῇ πτέρνῃ πέφυκεν. Τῶν δὲ ὀστῶν τὸ μὲν ἔσω, κνήμη, καὶ τούτου τὸ ἔμπροσθεν, ἀντικνήμιον· [τὸ δὲ ἔξω, κερκίς·] Ἡρόφιλος δὲ καὶ | |
124 | τὴν κνήμην κερκίδα ὀνομάζει. Τὰ δὲ ἄκρα ἀμφοῖν τοῖν ὀστοῖν τὰ πρὸς τῷ ποδὶ, σφυρὰ καλεῖται, ἀστράγαλοι δὲ οὐκ ὀρθῶς· ἔχει μὲν γὰρ καὶ ἀστράγαλον ὁ ποὺς τοῦ ἀνθρώπου ὑπὸ τῷ σφυρῷ, κἂν | |
125 | οὐκ ἐμφανῆ. Πτέρνα δὲ τὸ ὄπισθεν περιφερὲς τοῦ ποδός· πεδίον δὲ καὶ ταρσὸς τὸ ἔμπροσθεν πλατύ· στῆθος δὲ τὸ κάτωθεν μετὰ τὸ | |
126 | κοῖλον, ἀπὸ οὗ οἱ δάκτυλοι. Καλεῖν δὲ τούτους ἀνάλογον τοῖς τῆς χειρὸς δακτύλοις, καὶ τὰ ἄλλα κοινὰ πρὸς τοὺς τῶν χειρῶν δακτύ‐ λους οὐδὲν κωλύει. | |
127 | Τὰ μὲν οὖν ἐπιφανῆ, ὦ παῖ, σὺν τοῖς ὑποκειμένοις ὀστοῖς οὕτω | |
χρὴ καλεῖν τὰ δὲ ἔνδον τουτονὶ τὸν πίθηκον ἀνατέμνοντες, ὀνο‐ μάζειν πειρασόμεθα· ἐγγυτάτω γὰρ τὴν φύσιν ἀνθρώπου καὶ τοῖς ὀστοῖς, καὶ τοῖς μυσὶ, καὶ τοῖς σπλάγχνοις, καὶ ταῖς ἀρτηρίαις, | 149 | |
5 | καὶ ταῖς φλεψὶ, καὶ τοῖς νεύροις· δεύτερα δὲ τὰ ἄλλα τὰ πολυσχιδῆ· τρίτα τὰ ἀμφώδοντα τῶν διχήλων· τὰ δὲ μὴ ἀμφώδοντα καὶ μώ‐ | |
128 | νυχα, προσωτάτω. Εἰ δέ τι ἤδη εἴρηται μετὰ τῶν ἐπιφανῶν, οὐδὲν δεῖ ὑπὲρ τούτου δὶς λέγειν. | |
129 | Ὅρα δὴ τοίνυν τὸν ὑπὸ τῷ δέρματι τοῦ κρανίου χιτῶνα· οὗτος περικράνιος καλεῖται· ὃν δὲ ἂν ἴδοις περὶ τοῖς ἄλλοις ὀστέοις, | |
130 | περιόστεος καλεῖται. Τὰς δὲ συμβολὰς τῶν ὀστῶν τοῦ κρανίου, ῥα‐ φὰς καλοῦσιν· ἐοίκασι δὲ δυοῖν πριόνων συνθέσει· ὧν μία μὲν περιφερὴς ῥαφὴ τὸ βρέγμα περιτέμνεται· ἄλλη δὲ τὸ ἰνίον, ἄλλη | |
131 | δὲ μέσην τὴν κορυφήν. Ἔστι δὲ οἷς αὕτη ὑπερβᾶσα τὴν διὰ τοῦ | |
132 | βρέγματος, τελευτᾷ εἰς τὸ μεσόφρυον. Δύο δὲ ἄλλαι τοῖς ὀστοῖς | |
133 | τῶν κροτάφων, ὥσπερ λεπίδες ἐπιπεφύκασιν. Ὀνόματα δὲ αὐτῶν παλαιὰ οὐκ ἔστιν, ἀλλὰ νῦν ἐτέθη ὑπό τινων Αἰγυπτίων ἰατρῶν φαύλως ἑλληνιζόντων· στεφανιαία μὲν τῇ πρὸς τὸ βρέγμα, λαμ‐ βδοειδὴς δὲ, τῇ περὶ τὸ ἰνίον, ἐπιζευγνύουσα δὲ, τῇ μέσῃ· λεπιδοει‐ | 150 |
134 | δεῖς δὲ, ταῖς τῶν κροτάφων. Οὗτοι δὲ καὶ τῶν ἄλλων ὀστῶν μόρια ὀνομάζουσιν ἀνώνυμα τοῖς πάλαι, ἃ ἐγὼ οὐ παραλείψω διὰ τὴν | |
135 | εἰς τὰ νῦν τῶν ἰατρῶν δήλωσιν. —Διπλόη δὲ τὸ μεταξὺ τῶν ὀστῶν | |
136 | τοῦ κρανίου, ὅθεν δὴ ἡ ῥὶς ἄρχεται. Τὰ πυκνὰ ταύτῃ τρήματα ἠθμοειδῆ καλεῖται, διὰ ὧν τὸ μὲν ἀληθὲς πταρμὸς καὶ μύξα ἀποκρί‐ νεται· οἱ δὲ καὶ ἀναπνεῖν ἡμᾶς εἰς ἐγκέφαλον ταύτῃ λέγουσιν. — | |
137 | Τὰ δὲ πλησίον τῶν ὤτων ὀστᾶ, διὰ στερεότητα λιθοειδῆ ὠνόμασται. | |
138 | Ἔστι δὲ ἑκατέρωθεν ἓν σκληρὸν καὶ ὑπόλευκον, ὅσον κεφαλὴ τοῦ | |
139 | μεγάλου τῆς χειρὸς δακτύλου, διὰ ὧν αἱ ἀκοαὶ τέτρηνται. Ἄλλοι δὲ τὰς πρὸς τῷ ἰνίῳ καταφερεῖς ὑπεροχὰς λιθοειδεῖς καλοῦσιν· ἀλλὰ | |
οὐκ ὀρθῶς· ὑπόκενοι γὰρ καὶ σηραγγώδεις, καὶ οὐ στερεαὶ κατὰ | 151 | |
140 | τοὔνομα. Αἱ δὲ ἀπὸ τῶν ἀκοῶν τείνουσαι πρὸς τὰ μῆλα ἀποφύσεις, | |
141 | ζυγώματα. —Καὶ οἱ μύες, οἱ μὲν ἐν ταῖς κοιλότησι τῶν κροτά‐ | |
142 | φων, κροταφῖται· οἱ δὲ περὶ τὴν κάτω γνάθον, μασητῆρες. Αὐταὶ δὲ αἱ λεπταὶ καὶ ὑπομήκεις καὶ κάτω πρὸς τὸ φαρύγεθρον νεύου‐ | |
143 | σαι ἀποφύσεις, στιλοειδεῖς καλοῦνται. Εὔδημος δὲ εἰκάζει μὲν αὐ‐ | |
144 | τὰς ἀλεκτρυόνων πλήκτροις, ἀνωνύμους δὲ ἐᾷ. —Τρήματα δὲ πολλὰ μὲν διατέτρηται διὰ τοῦ κρανίου· πάντα δὲ οὐκ ὠνόμασται χωρὶς δυοῖν τυφλὰ δὲ ταῦτα καλοῦσιν· καὶ οἱ ἰατροὶ διαφέρονται πρὸς ἀλλήλους, ὁπότερα χρὴ καλεῖν τυφλὰ, ἆρά γε τὰ πρὸς τῷ μεγίστῳ | |
5 | τρήματι τοῦ κρανίου, διὰ οὗ ὁ νωτιαῖος εἰς τοὺς σφονδύλους ἐμβάλ‐ λει, ἢ τὰ πρὸς ταῖς ἀκοαῖς, καὶ μικρὸν ἔμπροσθεν παρὰ τὰ ἄρθρα | |
145 | τῆς γένυος. Ἔστι δὲ οὔτε ἐκεῖνα, οὔτε ταῦτα οὕτω τυφλὰ, ὥστε μὴ | |
διατετρῆσθαι, τὰ μὲν εἰς τὸ μέγα κοίλωμα τοῦ νωτιαίου, τὰ δὲ ὑπὸ τὰ ἠθμοειδῆ, καὶ διὰ πάντων αὐτῶν νεῦρα διαπεφυκότα ὁρᾶται, ὑπὲρ | 152 | |
146 | ὧν ἐν ταῖς διαιρέσεσιν εἰρήσεται. Ἐοίκασι δὲ τυφλὰ αὐτὰ ὀνομάζειν, | |
147 | ὅτι οὐκ εἰς εὐθὺ φαίνεται διατετρημένα. —Ἐν δὲ τῷ κρανίῳ ἔνεστιν ὁ ἐγκέφαλος· τοῦτον δὲ καλύπτουσιν αἱ μήνιγγες· ἡ μὲν παχυτέρα καὶ ῥωμαλεωτέρα, [ἡ] πρὸς τῷ ὀστῷ· ἡ δὲ λεπτοτέρα, καὶ εὔρωστος | |
148 | μὲν, ἀλλὰ ἧσσον, ἡ πρὸς τῷ ἐγκεφάλῳ. Τὸ δὲ ἄνωθεν τοῦ ἐγκε‐ φάλου, κιρσοειδές· τὸ δὲ κάτωθεν, καὶ ὀπίσω, βάσις· ἡ δὲ ἀπὸ τῆς βάσεως ἔκφυσις, παρεγκεφαλίς· αἱ δὲ κοιλότητες, κοιλίαι ἐγκε‐ | |
149 | φάλου. Ὁ δὲ καλύπτων τὰς κοιλίας ἔνδοθεν χιτὼν χοριοειδής· Ἡρό‐ | |
150 | φιλος δὲ καὶ μήνιγγα χοριοειδῆ καλεῖ. Τὰ δὲ ἀπὸ τοῦ ἐγκεφάλου βλαστήματα, νεῦρα αἰσθητικὰ, καὶ προαιρετικὰ, διὰ ὧν αἴσθησις καὶ προαιρετικὴ κίνησις, καὶ πᾶσα σώματος πρᾶξις συντελεῖται. | |
151 | Τούτων δὲ τῶν νεύρων ἔνια καὶ ἀπὸ τοῦ νωτιαίου μυελοῦ πέφυκε | |
152 | καὶ τῆς μήνιγγος τῆς περὶ τοῦτον. Νωτιαῖον δὲ καὶ ῥαχίτην ὡσαύ‐ | 153 |
153 | τως καλοῖς ἂν πάντα τὸν διὰ τῶν σφονδύλων μυελόν. —Τῶν δὲ τοῦ ὀφθαλμοῦ χιτώνων, ὁ μὲν πρῶτος ἐν τοῖς ἐπιφανέσιν ὠνόμα‐ σται κερατοειδής· οἱ δὲ ἄλλοι, ὁ μὲν δεύτερος, ῥαγοειδὴς, καὶ χο‐ ριοειδής· τὸ μὲν ὑποκείμενον αὐτῷ τῷ κερατοειδεῖ, ῥαγοειδὴς, ὅτι | |
5 | ἔοικε ῥαγὶ τῇ ἔξωθεν λειότητι, καὶ τῇ ἔσωθεν δασύτητι· τὸ δὲ ὑπὸ τῷ λευκῷ, χοριοειδὴς, ὅτι κατάφλεβόν ἐστι τῷ περὶ τῷ ἐμβρύῳ περικειμένῳ χοριοειδεῖ ἐοικός· ὁ δὲ τρίτος περιέχει μὲν ὑαλοειδὲς ὑγρόν· καλεῖται δὲ ἀρχαῖον ὄνομα ἀραχνοειδὴς διὰ λεπτότητα· ἐπειδὴ δὲ Ἡρόφιλος εἰκάζει αὐτὸν ἀμφιβλήστρῳ ἀνασπωμένῳ, | |
10 | ἔνιοι καὶ ἀμφιβληστροειδῆ καλοῦσιν· ἄλλοι δὲ καὶ ὑαλοειδῆ ἀπὸ τοῦ ὑγροῦ· ὁ δὲ τέταρτος περιέχει μὲν τὸ κρυσταλλοειδὲς ὑγρὸν, ἀνώνυμος δὲ ὢν ἐξ ἀρχῆς, ὕστερον φακοειδὴς μὲν διὰ τὸ σχῆμα, | |
154 | κρυσταλλοειδὴς δὲ διὰ τὸ ὑγρὸν ὠνομάσθη. —Τὸν δὲ πρῶτον τοῦ | 154 |
155 | τραχήλου σφόνδυλον, Ἱπποκράτης ὀδόντα δοκεῖ μοι καλεῖν. Τὸ δὲ ὑπὸ ταῖς ἀντιάσιν ὀστοῦν, τὸ περιειληφὸς τὴν κεφαλὴν τοῦ βρόγ‐ χου, οἱ μὲν ὑοειδὲς διὰ τὸ σχῆμα ὀνομάζουσιν, ὅτι ἔοικεν τῷ Υ γράμματι· Ἡρόφιλος δὲ παραστάτην καλεῖ, ὅτι παρέστηκε ταῖς | |
156 | ἀντιάσιν. Ἡ δὲ τοῦ δευτέρου σφονδύλου εἰς τὸ ἄνω καὶ ἔμπροσθεν ἀπόφυσις, πυρηνοειδὴς καλεῖται. | |
157 | ᾯ δὲ τὰ σιτία καὶ τὰ ποτὰ εἰς τὴν κοιλίαν κάτεισι, στόμα‐ | |
158 | χος, καὶ οἰσοφάγος. Καὶ τὰ νεῦρα τὰ ἑκατέρωθεν αὐτοῦ, τόνοι· | |
159 | καὶ τὰ ἄλλα αἰσθητικὰ καὶ ἰνώδη, τόνοι ὡσαύτως. Τῆς δὲ τραχείας ἀρτηρίας [ὅλος ὁ πόρος] καλεῖται βρόγχος· αἱ δὲ εἰς τὸν πλεύμονα | |
160 | ἀποφύσεις, βρογχίαι, καὶ σήραγγες, καὶ ἀορταί. —Ἡ δὲ ἀρχὴ τοῦ θερμοῦ, καὶ τοῦ ζῆν, καὶ τοῦ σφύζειν, καρδία· καὶ ταύτης τὸ μὲν ἄνω, κεφαλὴ, τὸ δὲ ἄκρον καὶ ὀξὺ, πυθμὴν, καὶ τὰ κοιλώματα, | |
161 | κοιλίαι. Ἡ μὲν παχυτέρα καὶ ἐν ἀριστερᾷ, ἀρτηριώδης· ἡ δὲ λε‐ πτοτέρα, καὶ ἐν δεξιᾷ, φλεβώδης· αὕτη δὲ καὶ εὐρυκοιλιωτέρα τῆς | 155 |
162 | ἑτέρας. Τὰ δὲ ἑκατέρωθεν τῆς κεφαλῆς ὥσπερ πτερύγια κοῖλα, καὶ μαλακὰ, καὶ κινητὰ, ἐν ᾧ πᾶσα σφύζει ἡ καρδία, ὦτα καρ‐ | |
163-164 | δίας. Ὁ δὲ περὶ τὴν καρδίαν χιτὼν περικάρδιος. Καὶ τὰ ὑπὸ τῶν | |
164(2) | ὑμένων διαπεφραγμένα τοῦ θώρακος ἐν οἷς ὁ πλεύμων, κενὰ θώ‐ | |
165-166 | ρακος. Καὶ οἱ ὑπὸ ταῖς πλευραῖς ὑμένες, ὑπεζωκότες. Καὶ ὁ δια‐ | |
166(2) | χωρίζων τὰ ἐν τῷ στήθει σπλάγχνα τῶν κάτω, διάφραγμα καὶ φρέ‐ | |
167 | νες. —Ἐκ δὲ τοῦ γένους τῶν ἀδένων, πολλαὶ δέ εἰσιν, αἱ μὲν πρὸς τῷ τραχήλῳ, αἱ δὲ ὑπὸ ταῖς μασχάλαις, αἱ δὲ ἐν τοῖς βουβῶσιν, αἱ δὲ ἐν τῷ μεσαραίῳ, σάρκες τινὲς ἡσυχῇ ὑποπίμελοι καὶ ψαθυραί. | |
168 | Ἐκ τούτων τῶν ἀδένων καὶ ὁ καλούμενος θύμος ἐστὶ, πεφυκὼς μὲν κατὰ τὴν κεφαλὴν τῆς καρδίας, ἐπιβάλλων δὲ τῷ τε ἑβδόμῳ τοῦ τραχήλου σφονδύλῳ, καὶ τοῦ βρόγχου τῷ πρὸς πλεύμονι πέρατι, | |
169 | οὐκ ἐν πᾶσιν ἑωραμένος. —Ὑπὸ δὲ τῷ διαφράγματι, γαστήρ· τὸ δὲ αὐτὸ καὶ ἄνω κοιλία· εἶτα ἡ πρώτη τοῦ ἐντέρου ἔκφυσις, πυ‐ λωρός· εἶτα νῆστις· ἔντερον τροφῆς διὰ παντὸς κενὸν, ἀπὸ οὗ καὶ | 156 |
170 | νῆστις ὠνόμασται. Συνεχὲς δὲ τούτῳ τὸ λεπτὸν ἔντερον· ἐκ δὲ τοῦ λεπτοῦ δικραία ἔκφυσις· καλεῖται δὲ τὸ μὲν τυφλὸν, ὅτι ἀληθῶς τυφλόν ἐστιν· τὸ δὲ κόλον, καὶ κάτω κοιλία, ἣν καὶ νειαίρην Ὅμη‐ | |
171 | ρος καλεῖ. Ἔστι δὲ ὁ σύνδεσμος τῶν ἐντέρων πᾶς, μεσεντέριον καὶ μεσάραιον· ἀραιὰν δὲ γαστέρα καὶ τὸ σύμπαν ἔντερον πάλαι ποτὲ ὠνόμαζον, ἀπὸ οὗ ἐμμεμένηκεν οὕτως ἔτι καὶ νῦν τὸ μεσάραιον | |
172 | καλεῖν. Ἐπὶ δὲ τῷ κόλῳ τὸ ἀπευθυσμένον πρὸς τὴν ἕδραν καὶ | |
173 | τὸν ἀρχόν. Τὸ δὲ ἐκπεφυκὸς μὲν ἐκ τοῦ περιφεροῦς τῆς γαστρὸς, καλύπτον δὲ αὐτήν τε καὶ μέρος τι τοῦ ἄλλου ἐντέρου, ἐπίπλοον. | |
174 | Καὶ ὁ ἀπὸ τῶν φρενῶν περὶ πάντα τὰ ἔντερα χιτὼν τείνων, πε‐ | |
175 | ριτόναιον. Ἡ δὲ παρὰ τὴν πρώτην τοῦ ἐντέρου ἔκφυσιν κειμένη | |
176 | σὰρξ διαπίμελος καὶ ἀδενώδης, πάγκρεας. —Ἐκ δὲ τῶν δεξιῶν | 157 |
177 | τῆς κοιλίας, ἧπαρ. Τοῦ δὲ ἥπατος, τὰ μὲν τῶν φρενῶν καὶ [τοῦ] περιτοναίου ψαύοντα, κυρτά· τὰ δὲ κάτωθεν καὶ τῆς γαστρὸς | |
178 | ψαύοντα, σιμά. Καὶ ἐπὶ τοῦ μεγίστου λοβοῦ χολῆς ἀγγεῖον· τούτου | |
179 | δὲ τὸ μέσον στενὸν, αὐχήν· τὸ δὲ κάτω, πυθμήν. Πύλη δὲ ἥπατος | |
180 | ἡ φλὲψ, διὰ ἧς ἡ τροφὴ εἰσέρχεται. Ἃ δὲ ἐν ἱεροσκοπίᾳ, πύλας, καὶ τράπεζαν, καὶ μάχαιραν, καὶ ὄνυχα καλοῦσιν, ἔστι μὲν καὶ ἐν ἀνθρώπῳ, ἀσαφῆ δὲ καὶ οὐκ εὔδηλα, καὶ εἰς οὐδὲν ἰατρικὸν ἀναγκαίως | |
181 | ὀνομασθέντα. Ἐκ δὲ τῶν ἀριστερῶν τῆς κοιλίας, σπλήν· καὶ τού‐ | |
182 | του τὸ παχὺ καὶ ἀνωτάτω, κεφαλή. Πρὸς δὲ ταῖς ἐσχάταις πλευ‐ ραῖς νεφροὶ δύο· καὶ ἀπὸ τούτων οὐρητῆρες δύο, οἵ τινες εἰσβάλ‐ | |
183 | λουσιν εἰς τὴν κύστιν. Ἔστι δὲ ἡ κύστις, εἰς ἣν τὸ οὖρον τὸ ἐκ τῶν νεφρῶν καὶ τῶν οὐρητήρων καταῤῥεῖ, καὶ ἀπὸ τῆς κύστεως ὁ τρά‐ χηλος, καὶ τὸ ὑπόστημα, καὶ ἡ τραμὶς, καὶ τὰ ἄλλα τὰ ἤδη εἰρη‐ μένα. | |
184 | Τὰ δὲ σπερματικὰ ἀγγεῖα ἔστι μὲν τέσσαρα, δύο μὲν κιρσοειδῆ, | 158 |
185 | δύο δὲ ἀδενοειδῆ· ἐκαλοῦντο δὲ καὶ γόνιμοι φλέβες. Καὶ τῶν κιρ‐ σοειδῶν, τὰ πρὸς τοῖς διδύμοις, παραστάται· ἐνίοις δὲ καὶ πάντα | |
186 | παραστάτας καλεῖν διαφέρει οὐδέν. Σκεπτέον δὲ καὶ εἰ τοῖς θή‐ λεσι τὰ αὐτὰ πεποίηται, ὥσπερ καὶ τοῖς ἄῤῥεσιν· Ἡροφίλῳ μὲν γὰρ οὐ δοκεῖ τὸ θῆλυ κιρσοειδεῖς ἔχειν παραστάτας· ἐν δὲ προ‐ βάτου ὑστέρᾳ εἴδομεν ἐκ τῶν διδύμων πεφυκότα τὰ ἀγγεῖα κεκιρ‐ | |
5 | σωμένα ἑκατέρωθεν· συνετέτρητο δὲ ταῦτα εἰς τὸ κοίλωμα τῆς ὑστέρας, ἀπὸ ὧν ὑπόμυξον ὑγρὸν πιεζούντων ἀπεκρίνετο· καὶ ἦν πολλὴ δόκησις σπερματικὰ ταῦτα εἶναι, καὶ τοῦ γένους τῶν κιρ‐ | |
187 | σοειδῶν. Τοῦτο μὲν δὴ οἷόν ἐστιν, αἱ ἀνατομαὶ τάχα δείξουσιν. — | |
188 | Οἱ δὲ μύες οἱ ἔνδοθεν τῆς ὀσφύος, ψόαι, οἵπερ καὶ μόνοι τῆς ἄλλης | |
189 | ῥάχεως τῇ ὀσφύι παραπεφύκασιν. Ἄλλοι δὲ νευρομήτρας καλοῦσιν· | |
190 | ἄλλοι δὲ ἀλώπεκας. Τοῦτο ἄρα ἦν καὶ τὸ ἐν ταῖς Κνιδίαις γνώμαις | |
γεγραμμένον· ἐὰν δὲ νεφρῖτις ἔχῃ, σημεῖα τάδε· ἐὰν οὐρῇ παχὺ, πυῶδες, καὶ ὀδύναι ἔχωσιν ἔς τε τὴν ὀσφὺν καὶ τοὺς κενεῶνας, καὶ | 159 | |
191 | τοὺς βουβῶνας, καὶ τὸ ἐπίσειον, τοτὲ δὲ καὶ ἐς τὰς ἀλώπεκας. ᾯ καὶ δῆλον ὅτι χρήσιμον τὰ τοιαῦτα εἰδέναι εἰς διάγνωσιν τῶν οὕτως | |
192 | ὠνομασμένων. Κλείταρχος δὲ τοὺς ἔξω κατὰ τῆς ῥάχεως μύας, ψόας, καὶ νευρομήτρας, καὶ ἀλώπεκάς φησι καλεῖσθαι οὐκ ὀρθῶς. | |
193 | —Τῆς δὲ γυναικὸς τὸ γεννητικὸν μόριον, μήτρα, καὶ ὑστέρα· Ἱπ‐ | |
194 | ποκράτης δὲ καὶ δελφὺν, καὶ γονὴν καλεῖ. Καὶ αἱ ἐπὶ τὰ ἄνω ἔνθεν καὶ ἔνθεν ἐκφύσεις, κεραῖαι, καὶ πλεκτάναι, καὶ τὰ ἀνέχοντα αὐ‐ | |
195 | τὴν ἀγγεῖα ἐκτός. Καὶ τὸ μέσον καὶ ἀνωτάτω, πυθμήν· καὶ τὰ ἑκατέρωθεν, ὦμοι· καὶ τὸ ἄκρον, αὐχὴν καὶ τράχηλος· τραχήλου δὲ τὸ στόμα, ὁ πρῶτος πόρος· Ἱπποκράτης δὲ καὶ ἀμφίδιον ὀνο‐ | |
196 | μάζει ἀπὸ τῶν κυκλοτερῶν σιδηρίων τῶν πρὸς τοῖς ἀρότροις. Εἶτα τὸ κοίλωμα τὸ ἐφεξῆς, γυναικεῖος κόλπος, καὶ αἰδοῖον τὸ σύμπαν | |
197 | σὺν τοῖς ἐπιφανέσιν. —Περὶ δὲ τοὺς διδύμους εἰσὶ χιτῶνες ἐλυτροειδεῖς καὶ δαρτοὶ, καὶ νεῦρον εἰς τὸν δίδυμον καθῆκον κοῖλον, ὃ καὶ ἀορτὴρ καὶ κρεμαστὴρ καλεῖται, καὶ φλεβία διὰ ὧν τρέφονται οἱ δίδυμοι· καὶ ταῦτα * τρέφοντα τὸν δίδυμον * καλεῖται. | 160 |
198 | Τῶν δὲ ἄλλων φλεβῶν τὰ ὀνόματα, τὸ μὲν κατὰ παντὸς εἰπεῖν, τὰ λεπτὰ τῷ χιτῶνι ἀγγεῖα καὶ ἔναιμα φλέβες καλοῦνται, καὶ πᾶ‐ | |
199 | σαι αἱ μεγάλαι, κοῖλαι. Ὕστερον δὲ διὰ ἔθους ἔσχον οἱ ἰατροὶ κοίλην ὀνομάζειν, τήν τε ἀπὸ τοῦ ἥπατος ἐπὶ [τοὺς] νεφροὺς πέμ‐ πουσαν τὰς ἀποφύσεις, ἔνθα φησὶν ὁ Πραξαγόρας τὴν πρώτην ἀρχήν· εἶναι τῶν πυρετῶν· καὶ οὗτος κοίλην μόνην ταύτην καλεῖ· ἄλλοι | |
5 | δὲ καὶ τὴν ἄνω διὰ τῶν φρενῶν ἐπὶ καρδίαν τείνουσαν· οἱ δὲ καὶ ταύτην τε καὶ τὴν προτέραν ἑνὶ ὀνόματι ἡπατῖτιν ὠνόμασαν· καὶ τὴν | |
200 | ἀπὸ τοῦ σπληνὸς, σπληνῖτιν. Ἀλλὰ οὐκ ἔστιν ἀπὸ τοῦ σπληνὸς, ὥσπερ ἀπὸ τοῦ ἥπατος ἄνω καὶ κάτω διὰ τῶν ἀριστερῶν πεφυκυῖα | |
φλὲψ, ἀλλὰ τοῦτο ψευδόμενοι λέγουσιν· τὰ δὲ ἐπὶ τὸν σπλῆνα τεί‐ νοντα φλεβία, λεπτά τέ ἐστι, καὶ αὐτὸν πρὸς τὸν σπλῆνα περαί‐ | 161 | |
201 | νεται. Φιλιστίων δὲ ὁ ἐξ Ἰταλίας, κατὰ τὸ ἐπιχώριον τοῖς ἐκεῖ Δωριεῦσι, ἀετούς τινας ὀνομάζει φλέβας, τὰς διὰ κροτάφων ἐπὶ | |
202 | κεφαλὴν τεινούσας. Ἱπποκράτης δὲ τὰς ἀπὸ καρδίας εὐθεῖς δρακον‐ | |
203 | τίδας ὀνομάζει. Ἡρόφιλος δὲ ἀρτηριώδη φλέβα τὴν παχυτάτην καὶ μεγίστην τὴν ἀπὸ τῆς καρδίας καλεῖ φερομένην ἐπὶ τὸν πλεύμονα· | |
204 | ἔχει γὰρ ὑπεναντίως τῷ πλεύμονι πρὸς τὰ ἄλλα. Αἱ μὲν φλέβες ἐνταῦθα ἐῤῥωμέναι καὶ ἐγγυτάτω τὴν φύσιν ἀρτηριῶν· αἱ δὲ ἀρτηρίαι | |
205 | ἀσθενεῖς, καὶ ἐγγυτάτω τὴν φύσιν φλεβῶν. Ἐπανθισμοὺς δὲ πρῶτος μὲν ὧν οἶδα ὠνόμασε Διονύσιος ὁ τοῦ Ὀξυμάχου· καί φησιν ὁ Εὔ‐ | |
206 | δημος λέγεσθαι τὴν φλέβα, ἐπανθισμόν. Ἐμοὶ δὲ δοκεῖ Διονύσιος ἐοικὸς μέν τι φλεβὶ τὸν ἐπανθισμὸν ὀνομάζειν, οὐ μὴν αὐτόφλεβα, | |
207 | ἀλλά τι ἄλλο ἐπίκτητον ἀγγεῖον αἵματος. Δηλοῖ δὲ πολλάκις ἐν τῷ | |
αὐτῷ φλέβα, καὶ ἐπανθισμὸν, καὶ ἀρτηρίαν ὀνομάζων· οὐ γὰρ ἂν, εἴπερ ταὐτὸν ἦν φλεβὶ, οὕτως ὠνόμαζεν· εἴ γε μηδέν ἐστιν ἕτερον παρὰ τὴν φλέβα ἐπανθισμός, ἀλλὰ ἐκεῖνός γε ᾤετο, καὶ οὕτως ἐκάλει. | 162 | |
208 | —Τὰς δὲ ἀρτηρίας τὸ ἀρχαιότατον φλέβας ὠνόμαζον· καὶ σφύζειν ὁπότε λέγοιεν τὰς φλέβας, ἀρτηρίας ἐβούλοντο καλεῖν· ἀρτηριῶν γὰρ τὸ σφύζειν ἔργον· ἔλεγον δὲ καὶ ἀορτὰς καὶ πνευματικὰ ἀγγεῖα, καὶ | |
209 | σήραγγας, καὶ κενώματα, καὶ νεῦρα. Ἀορτὴν δὲ Ἀριστοτέλης ἐξαι‐ ρέτως τὴν διὰ τῆς ῥάχεως ἀρτηρίαν ὀνομάζει, ἥ τις μεγίστη παρα‐ τέταται τῇ ῥάχει· ταύτην δὲ παχεῖαν Πραξαγόρας εἴθισται καλεῖν. | |
210 | Καρωτίδας δὲ τὰς διὰ τοῦ τραχήλου κοίλας ὠνόμαζον πάλαι, ὅτι πιεζόντων καρώδεις καὶ ἄφωνοι ἐγίνοντο· ὤφθη δὲ νῦν τὸ πάθημα οὐ τῶν ἀρτηριῶν, ἀλλὰ νεύρων αἰσθητικῶν πεφυκότων πλησίον· | |
211 | ὥστε εἰ ἐθέλοις μεταθεῖναι τοὔνομα, οὐκ ἂν ἁμαρτάνοις. —Νεῦρα δὲ, τὰ μὲν ἀπὸ ἐγκεφάλου καὶ νωτιαίου, πρακτικὰ καὶ αἰσθητικὰ, | |
212 | καὶ προαιρετικὰ, καὶ τόνοι· τὰ δὲ περὶ τὰ ἄρθρα συνδετικά. Αἱ δὲ παχεῖαι ἐκ τοῦ ἰνίου ἐκφύσεις, καὶ τὰ εἰς τὴν πτέρναν ἐκ τοῦ μυὸς | 163 |
213 | ἐκφυόμενα, τένοντες. —Χόνδροι δὲ τὰ ἐπὶ τοῖς πέρασι τῶν ὀστῶν· | |
214 | σκληρότερα δὲ τῶν νεύρων. —Ὑμένες δὲ τὰ λεπτὰ καλύμματα· | |
215 | χιτῶνες δὲ τὰ παχύτερα τῶν καλυμμάτων. —Πιμελὴ δὲ τὸ λιπα‐ | |
216 | ρώτατον πῆγμα τῆς τροφῆς. —Σὰρξ δὲ τὸ ἐν τοῖς σπλάγχνοις μεταξὺ τῶν ἀγγείων πεπηγὸς, ἅμα ὑφή τις καὶ πλήρωμα τοῦ πλέγματος τῶν ἀγγείων, ὡς μὴ κενὰ τὰ μεταξὺ ᾖ· καὶ ἡ τῶν μυῶν, ἰνώδης, καὶ στερεά· καὶ ἡ ἐπὶ τοῖς ἕλκεσι καὶ τοῖς κοιλώμασι τῶν | |
217 | ὀστῶν ἄρτι πηγνυμένη. —Μυελὸς δὲ ὁ μὲν ἐν τῇ ῥάχει, ῥαχίτης· ὁ δὲ διὰ νώτου, νωτιαῖος, καὶ ἡ περὶ αὐτὸν μῆνιγξ, νωτιαία· ὁ δὲ ἐν τῷ κρανίῳ, ἐγκέφαλος· ὁ δὲ ἐν τοῖς ἄλλοις ὀστέοις, ὀστίτης, ἐάν τε ἐν μεγάλοις ἐνῇ κοιλώμασιν ὥσπερ ἐν μηρῷ, καὶ ἐν βρα‐ | |
5 | χίονι, ἐάν τε ἐν σήραγξιν, ὥσπερ ἐν πλευραῖς καὶ κλεισίν. | |
218-219 | Αἷμα δὲ ὁ θερμότατος καὶ ξανθότατος χυμός. —Φλέγμα δὲ τὸ | 164 |
220 | λευκὸν καὶ παχὺ, καὶ ἡσυχῇ ἁλυκὸν περίσσωμα. Τοῦτο δὲ ὅταν | |
221 | αὐανθῇ, μέλαν φλέγμα. —Χολὴ δὲ, ξανθὴ μὲν, τὸ πικρὸν καὶ ξαν‐ θὸν περίσσωμα· πρασοειδὴς δὲ, ἡ ὀξεῖα καὶ ὑπόχλωρος· ἰώδης δὲ, ἡ ἰσχυρῶς κατακορὴς καὶ ἄκρατος· μέλαινα δὲ, ἡ ὑποστάθμη τοῦ | |
222-223 | αἵματος. Ἄλλοι δὲ τὸ μέλαν αἷμα, μέλαιναν καλοῦσιν. —Τὰ δὲ | |
223(2) | ὑπόλοιπα περισσώματα, σίελος μὲν ἡ τοῦ στόματος ὑγρότης· μύξα δὲ τὸ ἁλμυρὸν περίσσωμα τοῦ ἐγκεφάλου· ἱδρὼς δὲ ἡ κατὰ πᾶν τὸ σῶμα ὑγρότης· οὖρον δὲ τὸ ἐν κύστει νιτρῶδες ὑγρὸν κατιόν· φῦσα | |
5 | δὲ τὸ ἐν τοῖς ἐντέροις περισσὸν πνεῦμα· κυψελὶς δὲ ὁ ἐν τοῖς ὠσὶ ῥύπος· καταμήνιον δὲ αἱ ἐν ταῖς θήλεσιν ἐπὶ μηνὶ αἱματώδεις ἐκ‐ κρίσεις· ὅταν δὲ λευκὰ ἐπιφέρηται, καταμήνιον οὐ καλεῖται, ἀλλὰ | |
224-225 | ῥοῦς. Γάλα δὲ ἡ ἐν τοῖς μαστοῖς πέψις τῆς τροφῆς. Σπέρμα δὲ καὶ | |
225(2) | θορὴ καὶ γόνος τὸ αὐτὸ, ἡ ἐν παραστάταις γεννητικὴ πέψις ὁμοῦ | |
226 | πνεύματος καὶ τροφῆς. —Πραξαγόρας δὲ ἴδιον τρόπον τοὺς χυμοὺς | |
ὠνόμαζε, γλυκὺν, καὶ ἰσόκρατον, καὶ ὑαλοειδῆ· τούτους μὲν κατὰ τὴν ἰδέαν τοῦ φλέγματος· ἄλλους δὲ ὀξὺν καὶ νιτρώδη, καὶ ἁλυκὸν, καὶ πικρόν· τούτους δὲ ὡς γευσαμένῳ φαίνονται· ἄλλους δὲ, πρα‐ | 165 | |
5 | σοειδῆ μὲν τῇ χρόᾳ, λεκιθώδη δὲ τῇ παχύτητι· ἄλλους δὲ, ξυ‐ στικὸν μὲν, ὅτι ξύεσθαι παρασκευάζει· στάσιμον δὲ, ὅτι ἐν ταῖς φλεψὶν ἐνέστηκε, καὶ οὐ διαδίδωσιν εἰς τὴν σάρκα, διὰ τὸ λεπτοὺς | |
227 | καὶ φλεβώδεις εἶναι τοὺς στασίμους χυμούς. Τὸ δὲ ὅλον, χυμὸν ὁ Πραξαγόρας πᾶν τὸ ὑγρὸν καλεῖ· ὁ δὲ Μνησίθεος, τοῦτον μὲν χυ‐ λὸν, τὴν δὲ γευστικὴν δυνάμιν, ἐάν τε ἐν ξηρῷ, ἐάν τε ἐν ὑγρῷ ᾖ, | |
228 | χυμόν. —Θερμασίαν δὲ καὶ πνεῦμα Ζήνων μὲν τὸ αὐτὸ εἶναί φη‐ σιν οἱ δὲ ἰατροὶ διαιροῦσι, πνεῦμα μὲν τὸ ἀναπνεόμενον· θερμὸν δὲ τὴν ἔκτριψιν τοῦ πνεύματος· οἱ δὲ ἀρχήν τινα ζωῆς. | |
229 | Τὸ δὲ βρέφος περιέχεται χιτῶσι, τῷ μὲν λεπτῷ καὶ μαλακῷ· ἄμνιον αὐτὸν Ἐμπεδοκλῆς καλεῖ· ἐντεῦθεν, μοι δοκεῖ, καὶ ἡ Εἰλείθυια | |
Ἀμνιὰς ἐπωνόμασται, μᾶλλόν περ ἢ ἀπὸ τοῦ ἐν Κρήτῃ λιμένος. | 166 | |
230 | Ἑωρῶμεν δὲ ἀνατέμνοντες τοῦτον τὸν χιτῶνα περιέχοντα ὑγρὸν, πολὺ δὴ καθαρώτερον τοῦ ἐν τῷ χορίῳ· καὶ λογιζομένοις μὲν ἐφαί‐ νετο ὥσπερ ἱδρὼς εἶναι τοῦ βρέφους, τὸ δὲ διὰ τοῦ οὐράχου ὥσπερ | |
231 | οὖρον εἰς τὸ χορίον ἐκδιδόναι. Ἀλλὰ ὁ μὲν ἄμνιος ἔνδοθεν ἦν καὶ περὶ τῷ βρέφει· τὸ δὲ χορίον ἔξω καὶ περὶ τῇ ὑστέρᾳ τραχὺς καὶ | |
232 | φλεβώδης χιτών. Ἐκ δὲ τοῦ χορίου ἐκπεφύκει ὁ ὀμφαλὸς, δύο φλέ‐ βες καὶ δύο ἀρτηρίαι, καὶ πέμπτος ὁ καλούμενος οὐραχὸς, ἀγγεῖον βραχὺ καὶ ἀμφίστομον ἀπὸ τοῦ πυθμένος τῆς κύστεως εἰς τὸ χορίον ἐμβάλλων. | |
233 | Τὰ μὲν πλεῖστα τοῦ ἀνθρώπου οὕτω χρὴ καλεῖν· εἰ δέ τι ἐν τού‐ τοις καὶ παραλέλειπται, οὐ μὴν δίκαιον τὰ πολλὰ ἀτιμάσαι διά | |
τινα ὀλίγα παροφθέντα. | 167 |