TLG 0564 001 :: RUFUS :: De renum et vesicae morbis

RUFUS Med.
(Ephesius: A.D. 1–2)

De renum et vesicae morbis

Source: Daremberg, C., Ruelle, C.É. (eds.), Oeuvres de Rufus d’Éphèse. Paris: Imprimerie Nationale, 1879 (repr. Amsterdam: Hakkert, 1963): 1–63.

Citation: Chapter — section — (line)

t

1

ΡΟΥΦΟΥ ΤΟΥ ΕΦΕΣΙΟΥ
ΠΕΡΙ ΤΩΝ ΕΝ ΝΕΦΡΟΙΣ ΚΑΙ ΚΥΣΤΕΙ ΠΑΘΩΝ

Pr

t

[ΠΡΟΟΙΜΙΟΝ]

Pr

1

Ὅσα περὶ τοὺς νεφροὺς καὶ τὴν κύστιν νοσήματα γίγνεται, κατὰ ἕκαστον γράψω, καὶ ὡς γιγνώσκειν αὐτὰ χρὴ, καὶ ὡς θεραπεύειν.

Pr

2

Τὸ μὲν δὴ σύμπαν ἐν νεφροῖς οὐ πάνυ ὀξεῖαι νόσοι γίγνονται· θα‐ νατώδεις γε μὴν οὐχ ἧσσον ἢ ἑτέρωθι· καὶ γὰρ ἕλκη καὶ ἐμπυή‐ ματα αὐτοῦ συστάντα πολλοὺς ἐν τῷ χρόνῳ ἀπέκτειναν· ἐπεὶ καὶ φλεγμήναντες οἱ νεφροὶ ὀδυνῶσι μέν τι καὶ μειζόνως, οὐ μὴν οὐδὲ
5αὐτὴ ἡ νόσος συνταχύνει· αἱ δὲ κατὰ κύστιν φλεγμοναὶ ὀξύτερον· καὶ γὰρ οὖρον ἀποληφθῆναι τούτοις ἑτοιμότερον, καὶ πυρέξαι, καὶ1

Pr

3

παραφρονῆσαι, καὶ ἐμέσαι πολλά τε καὶ ἄκρατα. Ὀξύτεραι δὲ καὶ αἱ ἄλλαι κατὰ κύστιν νόσοι· καὶ γὰρ ἐπικαιρότερον τὸ χωρίον, καὶ εὐθὺς ἀπὸ παίδων νοσεῖν εἰθισμένον, ἐν ᾧ δὴ μάλιστα αἱ ὀξεῖαι νόσοι γίγνονται· τὸ δὲ κατὰ νεφροὺς γέρουσι μᾶλλον ἢ νέοις συμβαίνει·

Pr

4

διὰ τόδε καὶ μαλακώτερον ἐκείνων ἐστίν. Πάντα δὲ, καὶ τὰ τῶν νε‐ φρῶν, καὶ τὰ τῆς κύστεως οὐκ εὐμεταχείριστα, καὶ μάλιστα ὅσα ἕλκη ἐν αὐτοῖς γίγνεται· ἐπιῤῥέον γὰρ συνεχῶς τὸ οὖρον δάκνει τε ἅμα, καὶ εἰς ὠτειλὰς ἰέναι κωλύει· ὡς δὴ τοιαῦτα ὄντα προαγο‐
5ρεύειν χρὴ καὶ ἰᾶσθαι.
5

1

t

Περὶ φλεγμονῆς νεφρῶν.

1

.

1

Καὶ δὴ ἔνθεν σημεῖα νεφρῶν φλεγμονῆς· ὀδύνη ἔχει ὑπὸ τοὺς κε‐ νεῶνας, καὶ οὔτε ὀρθοῦσθαι δύνανται, οὔτε βαδίζειν· καὶ ἤν τε πταρμὸς, ἤν τε ἄλλος τις σεισμὸς συμπέσῃ, ἀνοιμώζουσι, καὶ ἐπὶ γαστέρα μὲν κλινόμενοι οὐκ ἀνέχονται, ὕπτιοι δὲ ἀνέχονται μένειν·2

1

.

2

κεῖνται γὰρ πρὸς τοῖς κενεῶσιν οἱ νεφροί. Παντὶ δὲ τῷ οὕτως ἀλ‐

1

.

3

γοῦντι εὐφορώτερον κειμένῳ ἀτρεμίζειν. Περὶ μὲν τὰς κλίσεις τοιαῦτα πάσχουσιν· τὰ δὲ ἄλλα διήκουσιν οἱ πόνοι, ἄνω μὲν, μέ‐ χρι ἥπατος· κατὰ γὰρ μεγάλην φλέβα κοινωνοῦσιν αὐτῷ, καὶ μᾶλλον εἰ ὁ δεξιὸς φλεγμαίνοι· καὶ γάρ τοι καὶ ἐγγυτέρω οὗτός
5ἐστι τοῦ ἥπατος, καὶ ψαύει τοῦ λοβοῦ· ὁ δὲ ἀριστερὸς προσωτέρω καὶ κάτω· ἄλλοι δὲ πόνοι μέχρι κύστεως καὶ αἰδοίου κατέρχονται, καὶ οὔ τοι συνεχεῖς, ἀλλὰ διεσπασμένοι μάλιστα εἰς ὀσφύν τε καὶ

1

.

4

ἰσχία καὶ ἦτρον ἐνσείουσιν. Ψύχεται δὲ αὐτοῖς τὰ ἄκρα, μᾶλλον δὲ
κνῆμαι καὶ πόδες, καὶ οὐροῦσι συνεχῶς καὶ ἐπιπόνως, καὶ κατὰ ἀρ‐ χὰς μὲν λεπτὰ καὶ ὑδατώδη· προϊούσης δὲ τῆς φλεγμονῆς, ἐρυθρό‐3

1

.

5

τερα. Ὅταν δέ γε εἰς τόδε ἀφίκωνται, λεπτύνονται μὲν ἰσχία καὶ γλουτοὶ, ἀκρατέστερα δὲ τὰ σκέλη γίγνεται· τοῖς δὲ καὶ ἐξεπύησαν οἱ νεφροί· καὶ τά γε πολλὰ τούτων οὕτω τελευτᾷ· ἀλλὰ περὶ μὲν

1

.

6

τῶν ἐμπυημάτων αὐτίκα εἰρήσεται. —Τὰς δὲ φλεγμονὰς θερα‐ πεύειν ὧδε· κατακλίνειν μὲν ὡς μαλακώτατα, καὶ σίτου τὴν πρώτην ἀπέχειν· οὐ μὴν εἰς ἅπαν αἱ λιμαγχίαι τούτοις συμφέρουσιν, ᾗπερ ταῖς ἄλλαις φλεγμοναῖς, ἀλλά τι καὶ προσαρτέον, φυλάσσοντα
5τοὺς πυρετοὺς, ὅπῃ τε χαλῶσι, καὶ ὅπῃ ἐπιτείνουσιν· οὐδὲν γὰρ αὐτοῖς τοσοῦτον ἀγαθὸν αἱ ἀσιτίαι, ὅσον κακὸν αἱ ἀπὸ τῶν οὔ‐

1

.

7

ρων ἀκράτων γενομένων δήξεις. Διαιτᾷν δὲ κατὰ ἀρχὰς μὲν λεπτοῖς ῥοφήμασι, καὶ ποτῷ, ὕδατι· μελίκρατον δὲ μὴ προσφέρειν, ἐὰν μή
σοι δοκῇ ἐπὶ οὔρησιν ἤδη προτρέπειν, ὃ ἐγὼ κατὰ ἀρχὰς οὐκ ἐπαινῶ, πρὶν σαφῶς τὰς ὀδύνας πέσσεσθαι· τότε δὲ καὶ πάνυ φημὶ δεῖν τοῖς4

1

.

8

οὐρητικοῖς καθαίρειν. —Εἰ δὲ καὶ ἡ γαστὴρ κενωθῆναι δέοιτο, ἄλλην μὲν κένωσιν μηδεμίαν μηχανᾶσθαι, ὁποῖαι αἳ ἀπὸ φαρμάκων ἐξεύ‐ ρηνται· κλυσμάτιον δὲ θερμὸν ἐνιέναι, ἢ μαλάχην ἐν ὕδατι ἑψή‐ σας, ἢ λίνου σπέρμα, ἢ βούκερας· τούτων τινὶ ὑποκλύζειν μετὰ
5ἐλαίου, καὶ τούτου τὸ ἱκανὸν προσμίσγων· πλῆθος δὲ ἐνιέναι μὴ

1

.

9

πολὺ, ὡς μὴ πιέζῃ τοὺς νεφροὺς τὰ πληρώματα τοῦ ἐντέρου. Ὑπελ‐ θούσης δὲ τῆς γαστρὸς, εἰ μὲν ἐνδιδοίη ὁ πόνος, ἔριον περιτιθεὶς ἐν κύκλῳ ἀναπαύειν ἐπιτέγγων ἐλαίῳ θερμῷ· οὐκ ἄπο τρόπου δὲ συνη‐ ψῆσθαι τῷ ἐλαίῳ τοῦ τε πηγάνου, καὶ τῆς ἀλθαίας, καὶ τοῦ ἀνήθου,

1

.

10

καὶ τῆς ἀρτεμισίας. —Ὀξύτερον δὲ πονούντων φλέβα κατὰ ἀγκῶνα
τέμνειν· εἰ δὲ καὶ ὣς τὶ ὑπολείποιτο τῆς φλεγμονῆς, καταπλάσ‐ σειν, τὰ μὲν πρῶτα ἀλεύρῳ ἐν μελικράτῳ ἑφθῷ, ἢ τῷ λίνου σπέρματι, ἔπειτα δὲ καὶ τῆς χαμαιπίτυος μίσγειν, καὶ τοῦ πολίου, καὶ ἀβρο‐5
5τόνου δὲ μίσγειν, καὶ τῆς βρυωνίας, καὶ τοῦ πηγάνου, καὶ ἀψιν‐ θίου, καὶ κενταυρίου, καὶ ἀρτεμισίας, καὶ τῆς χαμαίδρυος τῶν φύλ‐ λων, καὶ τοῦ ἀσάρου, καὶ τῆς σχοίνου τοῦ ἄνθους· καὶ τότε μηκέτι ἐν τῷ μελικράτῳ καταπλάσματα ἕψειν ἀλλὰ ἢ ἐν γλυκεῖ, ἢ οἴνῳ μελιχρῷ· μίσγειν δὲ καὶ τοῦ ἀλεύρου τοῦδε μὲν μέρη τέσσαρα, τῶν
10δέ τινος εἰρημένων φαρμάκων μέρη δύο· ἰσχυροτέρῳ δὲ βουλόμενος χρῆσθαι, καὶ πλέον τι, καὶ κηροῦ [ἢ ῥητίνης] ξηρᾶς προσμίσγειν

1

.

11

κεκομμένης. Ἀγαθὸν δὲ καὶ τὸ τοῦ Χρυσίππου κατάπλασμα· ἔστι δὲ τόδε· χαλβάνης, καὶ ῥητίνης τερεβινθίνης, καὶ πολίου, καὶ ὀροβίνου ἀλεύρου ὁλκαὶ ἑκάστου πεντήκοντα, ἴριδος ξηρᾶς ὁλκαὶ τριάκοντα,
κηρωτῆς εὐώδους κοτύλη μία, ἀλεύρου πυρίνου χοίνικος ἀττικῆς τέ‐6
5ταρτον· ταῦτα ἕψων ἐν γλυκεῖ καταπλάσσειν, τοὺς μὲν νεφριτικοὺς

1

.

12

ἐξόπισθεν, τοὺς δὲ κατὰ κύστιν πονοῦντας ἔμπροσθεν. Εἰ δὲ μὴ καταπλασσομένῳ πραΰνοιτο ἡ ὀδύνη, σικύας προσβάλλειν τῇ τε ἄλλῃ ὀσφύϊ, καὶ ὑπὸ τοὺς κενεῶνας, ἀποσχάζειν τε καὶ ἀφέλκειν τοῦ αἵματος· ἔπειτα σπόγγοις πυριᾷν, καὶ εἰς θερμὸν ἐγκαθίζειν, συνη‐
5ψημένων γε τῷ ὕδατι τῆς τε μήκωνος, καὶ τῆς ἀνθεμίδος, καὶ τοῦ

1

.

13

καλάμου, καὶ τῆς σχοίνου. Πρότερον δὲ καὶ κύστιν πληροῦντα

1

.

14

ἐλαίου καὶ ὕδατος παρακλίνειν, καὶ τἄλλα λιπαρῶς πυριᾷν. Ἐπὶ δὲ τούτοις κηρωτὰς καὶ μαλάγματα ἐπιτιθέναι, τὰς μὲν κηρωτὰς διὰ κυπρίνου ἐλαίου, [ἢ] ῥοδίνου καὶ ἰρίνου μύρου, τὰ δὲ μαλάγματα,

1

.

15

οἷα τὰ εὐωδέστατα. —Ἐν δὲ ταῖς ὀδύναις, πίνειν φάρμακα τοιάδε·
μαράθρου σπέρματος ὀβολοὺς δύο, καὶ λιβανωτίδος ὀβολὸν, καὶ σι‐ κύου σπέρματος κόκκους εἴκοσι, καὶ ὀποῦ μήκωνος, ἢ πάνακος τῆς ἡρακλείας τριώβολον τῆς ῥίζης, καὶ μελιλώτου βραχὺ, κεδρίας τε7
5καὶ κωδύας πεφωγμένης ἡμιώβολον· βέλτιον [δὲ] καὶ στύρακος ἡμιώβολον, καὶ σελίνου ὅσον τοῖς τρισὶ δακτύλοις, καὶ ὀποῦ μήκω‐ νος ὅσον ὄροβον· τούτων ἕκαστα τρίβων ὡς λειότατα, καὶ κεραννύων ἐν γλυκεῖ [ἢ ἐν] ὕδατι, διδόναι πίνειν· αὐτίκα γὰρ ὠφελήσει, εἰ ὀξὺ

1

.

16

εἴη, καὶ ὕπνος ἕξει τὸν ἄνθρωπον. Ὅταν δὲ καιρὸς φανῇ, τότε καὶ

1

.

17

τοῖς οὐρητικοῖς καθαίρειν. —Τὰ δὲ οὐρητικὰ ἔστω τάδε· ἀκόρου τε ῥίζα καὶ χαμαίπιτυς, καὶ κασία, καὶ μῆον, καὶ κιννάμωμον, καὶ πόλιον, καὶ πετροσέλινον, καὶ ἄγρωστις· ταῦτα μὲν ἕψειν ἐν ὕδατι,

1

.

18

καὶ μετὰ οἴνου ἢ μελικράτου πίνειν. Ἐσθίειν δὲ τῶν τε θαλασσίων
ἐχίνων, καὶ λαχάνων τοῦ μαράθρου, καὶ τοῦ σελίνου, καὶ τοῦ δαύ‐ κου, καὶ τῆς ῥαφανίδος ὅτι κάλλιστα ἡψημένης, καὶ σικύου ἑφθοῦ, καὶ τὰ ἄγρια πάντα· ἐπὶ οὔρησιν γὰρ καλῶς προτρέπει, μάλιστα8

1

.

19

δὲ οἱ σταφυλῖνοι, καὶ τὰ κρῆθμα, καὶ οἱ σκάνδικες. Καὶ οὖρα δεῖ προσδέχεσθαι τοῖς τοιούτοις πολλά τε καὶ παχέα, καὶ ὑποστάσεις καλὰς ἔχοντα· καὶ μάλιστα τοῦτο κρίνει τὴν νόσον· αἱ δὲ ὑδατώ‐ δεις καὶ καθαραὶ καὶ διαφανεῖς οὐρήσεις δυσκριτώτεραι.
4

2

t

Περὶ διαπυησάντων νεφρῶν.

2

.

1

Τὰς μὲν οὖν φλεγμονὰς ὧδε ἄν τις θεραπεύοι κάλλιστα· ὅσοις δὲ ἔμπυοι οἱ νεφροὶ γίγνονται, ἤδη μέν τι καὶ ἐξογκεῖ περὶ τοὺς κε‐ νεῶνας, ἀτὰρ καὶ καῦμα ἰσχυρὸν ἔνεστιν ἐν τοῖς νεφροῖς, καὶ οὐροῦσι
πυῤῥὰ καὶ ἄκρατα, καὶ αἱ ὀδύναι οὐκέτι μὲν ὀξεῖαί εἰσιν, ὡς πρό‐9
5σθεν, βαρύτεραι δὲ καὶ σφύζουσαι, καὶ οἱ πυρετοὶ οὐ καθεστῶτες,

2

.

2

ἀλλὰ πεπλανημένοι γίγνονται καὶ φρικώδεις. Τούτοις ῥήγνυται τὰ μὲν πολλὰ ἐπὶ κύστιν· καὶ ἐστὶν αὕτη τῶν ῥήξεων ἡ κρατίστη· ποτὲ μὴν καὶ ἐπὶ ἔντερον ῥήγνυται, ταύτῃ κορυφώσαντος τοῦ ἐμπυήματος

2

.

3

καὶ σαπέντος. Πραξαγόρας δὲ ἔφη, τινὶ καὶ τὸ οὖρον διὰ τῆς ἕδρας ἰδεῖν ἀποκρινόμενον, καὶ βιῶναι μὲν τοῦτον ἔτη δώδεκα, οὐ μέντοι εἰ‐ δέναι, εἰ καὶ μεταξὺ ἐβίω· προαπελθεῖν γὰρ, καὶ οὐδὲν ἔτι πυθέσθαι

2

.

4

ὕστερον. Ἄλλοις δὲ ἐπὶ τὰ ἔξω ῥήγνυται παρεξιὸν τὸν κενεῶνα, ὃν πληροῦσθαι ἀνάγκη πύου τε καὶ οὔρου, καὶ αὐτοῦ μένειν, χρόνῳ

2

.

5

δὲ βιασάμενα εἰς τὴν ἕδραν ἥκειν, καὶ ταύτῃ ἰέναι ἔξω. Τοῖς δέ τισιν οὐδὲ ῥήγνυσθαι ἐθέλει ἐκ τῶν νεφρῶν, ἀλλὰ αὐτοῦ μένει χρό‐

2

.

6

νον πολὺν, ἔστε ἂν ἢ διακαύσῃς, ἢ ἄλλον τρόπον ἀποστομώσῃς. Ῥα‐ γέντα δὲ ἐπὶ κύστιν, τὰ μὲν πρῶτα μιξόπυά τε καὶ αἱματώδη οὐ‐ ροῦσιν, ὥσπερ ἔκ τινος καὶ ἑτέρου τομῆς ἐμπυήματος, ἔπειτα κατὰ10

2

.

7

λόγον τῶν ἑλκῶν. Εἰ μὲν τὰ ἕλκη πονηρεύοιτο, οἷα καὶ ἐπὶ τοῖς ἄλλοις ἕλκεσι σηπομένοις, πολλά τε καὶ δύσοσμα, καὶ πελιὰ, καὶ μυξώδη, καί τινα καὶ σαρκία παραμήκη, ὁποῖα ἶνες ἀπέρχονται· εἰ δὲ χρηστὰ εἴη τὰ ἕλκη, καὶ τὸ πύον λευκὸν, καὶ ὁμαλὸν, καὶ

2

.

8

ἄνοσμον, καὶ ὀλίγον ἀπέρχεται. Ἢν δέ σοι δοκῇ ὁ νεφρὸς εἰς πύον τρέπεσθαι, δόξῃ δὲ τοῖς εἰρημένοις σημείοις, συμπεπαίνειν τε ὡς τάχιστα, καὶ ῥῆξίν τινα οὕτω μηχανᾶσθαι· τὰ γὰρ πολλὰ ἐπὶ

2

.

9

κύστιν τρέπεται. Πυριᾷν τε οὖν συνεχῶς τοῖς σπόγγοις, καὶ κατα‐ πλάσσειν ἀλεύρῳ κριθίνῳ μετὰ σύκων ἀφεψήματος· τὰ δὲ σῦκα ἐν μελικράτῳ ἢ οἴνῳ ἕψειν· ἀγαθὸν δὲ καὶ αὐτῶν τῶν σύκων μίσγειν
λεαίνοντα, καὶ ἀψινθίου δὲ κόμην κόψαντα ἐμβάλλειν, καὶ χαμελαίας,11
5καὶ ἶριν σεσησμένην, καὶ βρυωνίας τὴν ῥίζαν· ταῦτα δὲ ἅμα μὲν

2

.

10

συμπέσσει, ἅμα δὲ ἐπὶ οὔρησιν ἄγει. Δεῖ δὲ καὶ τὴν οὔρησιν ἐρε‐ θίζειν, ὥστε καὶ ἐπιπίνειν τῶν οὐρητικῶν κελεύειν συμφέρει· ἐπι‐ τηδειότατον δὲ τὸ τῆς ἄγνου σπέρμα ἐν οἴνῳ ἢ μελικράτῳ πινό‐ μενον, καὶ ἡ τοῦ νάρθηκος ῥίζα, καὶ ἄγχουσα, καὶ τὸ ἄρον, καὶ ἕν

2

.

11

τι ἕκαστον, καὶ εἰ δύο καὶ τρία συμμίξαις. —Ἀγαθὸν δὲ καὶ τόδε· ὀριγάνου καὶ δαύκου ὅσον χοίνικα, καὶ ψευδοδικτάμνου ὅσον χοί‐ νικα ἐμβάλλων εἰς οἶνον εὐώδη λευκὸν, ἀποτίθεσθαι· ὅταν δὲ χρῄ‐ ζῃς, λαβὼν κυάθους τέσσαρας, καὶ κεράσας πρὸς ὕδατος δύο, καὶ
5ἔτι πηγάνου φύλλων ὡς λειοτάτων μίξας δραχμὴν μίαν, διδόναι πί‐

2

.

12

νειν· τοῦτο ἄξει πύον καὶ οὖρα πολλά. Εἰ δέ σοι τάδε ποιοῦντι μηδὲν μᾶλλον ῥηγνύοιτο τὸ ἐμπύημα, καὶ ὑποκλύζειν κλυσμοῖς δρι‐

2

.

13

μέσιν. Οἱ δὲ κλυσμοί εἰσιν· ἑλλεβόρου τε ἀπόβρεγμα τοῦ μέλανος, καὶ ῥαφανίδος, καὶ σκορόδων, καὶ σικυωνίας· βρέχειν δὲ ἐν ἅλμῃ ἢ ἐν θαλάσσῃ, ἢ ἐν ὄξει, καὶ μικρὸν ἐλαίου μίξαντα τοῦ ὀλισθηρὸν εἶναι, τούτοις κλύζειν· κελεύειν δὲ ὅτι πλεῖστον χρόνον κατέχειν·12

2

.

14

πολλάκις γὰρ ῥηγνύει τὸ ἐμπύημα, καὶ δὴ ἔῤῥωται. Χρὴ μέντοι ἔτι καὶ τοῖς σπόγγοις πυριᾷν καὶ τοῖς καταπλάσμασιν, ἕως πᾶσά τε

2

.

15

λωφήσῃ ἡ ὀδύνη, καὶ τὸ πύον εὔρουν γένηται. —Διδόναι δὲ καὶ τῶν οὐρητικῶν καθαρτηρίων λογιζόμενον πρὸς τὸ ἕλκος· εἰ μὲν εὔηθες εἴη, σημαίνουσί τε οἱ πυρετοὶ καὶ οἱ πόνοι ἐπικουφίζοντες, καὶ τὰ ἐν τοῖς οὔροις λεῖα καὶ λευκὰ καὶ ἄνοσμα ἰόντα, καὶ οὐ‐
5ρήσεις εὐπετῶς ἀπερχόμεναι· εἰ δὴ τοιαῦτα εἴη, τῶν πρᾳοτέρων προσφέρειν οἷον, τό τε τοῦ σικύου σπέρμα μετὰ μέλιτος, καὶ τῶν φοινίκων τὸ ἀφέψημα, καὶ ἶριν μετὰ μέλιτος, καὶ αὐτὸ [τὸ] μέλι·
ἰσχυρότερον δὲ καθαίρειν βουλόμενος, ἀδιάντου τε ἀφέψημα μετὰ με‐ λικράτου [ἢ] ὕδατος, καὶ χαλβάνην μετὰ καρύου ἡρακλεωτικοῦ, καὶ13
10ῥητίνην τερμινθίνην διατήξας ἐν ὕδατι, εἶτα ὅταν καταστῇ τὸ ὕδωρ, ἠθήσας καὶ κεράσας μελικράτῳ, ἢ οἴνῳ, οὕτω δίδου· ταῦτα μὲν πρὸς

2

.

16

τὰ εὐηθέστερα τῶν ἑλκῶν. —Πρὸς δὲ τὰ πονηρότερα ἰσχυροτέρων δεῖ καὶ ἔνδοθεν, καὶ ἔξωθεν· ἔνδοθεν μὲν οὖν, ὅσα τε πρὸς τὰς ῥήξεις ἤδη εἴρηται συμφέρειν, καὶ κύμινον τὸ αἰθιοπικὸν μετὰ οἴ‐ νου γλυκέος, καὶ πήγανον μετὰ μέλιτος καὶ οἴνου, καὶ κάχρυος μετὰ
5πράσου σπέρματος ἐν οἴνῳ ἁπαλῷ· ἔξωθεν δὲ ὀρόβων ἀλεύροις καταπλάσσειν ἑφθοῖς ἐν οἴνῳ καὶ μέλιτι, καὶ ῥόδοις ξηροῖς μετὰ φακῆς τρίψας καὶ μέλιτος, καὶ μύρτοις μετά τινος τούτων ἑφθοῖς· τὰς γὰρ σηπεδόνας τῶν ἑλκῶν ἀπέχει ταῦτά τε καὶ ὅσα τοιαῦτα ἄλλα, καταπλάσμασιν ὀσφύν τε καὶ κενεῶνας ὅλους περιλαμβάνον‐

2

.

17

τας. Ἀγαθὸν δὲ καὶ ἐνιέναι τῶν δυσεντερικῶν τι φαρμάκων, εἰ ἐπὶ14

2

.

18

μεῖζον νέμοιτο. Εἰ δὲ ἐπὶ πόνου καὶ φλεγμασίας τὸ πύον ἔξω δια‐ διδόναι μὴ δύναιτο, ὑποκλύζειν χυλοῖς πτισάνης λεπτοῖς, καὶ γά‐ λακτι, καὶ τἄλλα χλιάσμασι πυριᾷν, καὶ εἰς ὕδωρ καθίζειν θερμόν· οὕτω γὰρ μάλιστα ἂν ὑπέλθοι· εἰ δὲ ὑπὸ πάχους ἐνίσχοιτο, μαρά‐
5θρου τὲ ἀφέψημα πίνειν, καὶ σελίνου, καὶ χαμαιπίτυος, καὶ ἀψιν‐

2

.

19

θίου, καὶ ὀριγάνου· ταῦτα μὲν δεῖ ποιεῖν ὧδε. —Μετὰ δὲ, γάλα πίνειν σὺν μέλιτι, τὰ μὲν πρῶτα ὄνειον ἢ ἵππειον· πρὸς γὰρ τὴν κάθαρσιν τῶν ἑλκῶν συμφέρει· ὅταν δὲ μηκέτι καθαίρεσθαι δέων‐ ται, ἀλλὰ τὸ μὲν πύον ὑπίῃ ὀλίγον, αἱ δὲ ἀπὸ τῶν οὔρων δήξεις
5ἀμβλύνωνται, χρῄζῃ δὲ ὁ ἄνθρωπος πιαίνεσθαι, τότε ἤδη τὸ βόειον γάλα προσφέρειν, καὶ μᾶλλον [τὸ] τῆς οἰός· παχύτερον γὰρ καὶ
ἧσσον διαχωρητικόν· πλῆθος δὲ προσφέρειν καὶ δύο, καὶ τρεῖς,15

2

.

20

καὶ ἔτι πλείους κοτύλας. Καὶ σιτίον εὐθὺς μηδὲν ἄλλο λαμβάνειν, ἔστε ἂν τόδε καταπεφθῇ· τὸ δὲ ὑποχωρῆσαν τοῦ γάλακτος, τοῦτο καὶ τῶν ἄλλων ἑλκῶν τῶν εἴσω κάλλιστον φάρμακον, τοῖς τε χαλε‐ ποῖς ἰχῶρσιν εὐμενέστατον, καὶ ταχὺ ἀνατρέφον τὸ σῶμα, μάλιστα
5δὲ ἐν νοσήμασι συντηκτικοῖς ὅτε δεῖ τάχιστα εἰς εὐεξίαν καταστῆ‐ σαι τὸν ἄνθρωπον· ὥστε, εἰ καὶ τῇ ἄλλῃ διαίτῃ πιαίνοις τὸν νε‐

2

.

21

φριτικὸν, οὐκ ἂν ἁμαρτάνοις. Χρὴ οὖν κατακείμενον μαλακῶς ἀνα‐ τρίβειν τε ἐπὶ ἑκάστῃ ἡμέρᾳ, καὶ τρέφειν, κατὰ ἀρχὰς μὲν γάλακτι, ὡς εἴρηται, καὶ ῥοφήμασι πτισάνης, καὶ ἀμυλίοις, καὶ τῷ πλυτῷ ἀλεύρῳ ἐν γάλακτι ἑφθῷ, καὶ ἰτρίοις καταθρύπτων εἰς ζωμὸν ὄρνιθος
5λιπαρὸν, καὶ ἔτνει τῷ τε ἀπὸ τῶν ὤχρων, καὶ [τῷ] ἀπὸ τῶν δολίχων, καὶ τῷ ἀπὸ τῶν ὀρόβων, προαπογλυκαίνειν τούς τε ὀρόβους, καὶ
αὐτοὺς κατὰ αὑτοὺς ἕψων, ἢ καὶ συμμίσγων τινὶ τῶν εἰρημένων ὀσ‐16

2

.

22

πρίων. —Λάχανα δὲ ἐπιτήδεια τοῖς παροῦσι μαλάχη, καὶ λάπα‐ θον, καὶ βλίτον, καὶ ἀνδράχνη, καὶ ἀσπάραγος, καὶ κολοκύνθη, καὶ ἑφθὸς σίκυος, καὶ θριδακίνη ἑφθή· ὠμὸν δὲ οὐδὲν συμφέρει

2

.

23

ἐσθίειν. Ταῦτα δὲ καὶ τὴν γαστέρα ἡσυχῆ ὑπάγει, καὶ τὰς τῶν οὔ‐

2

.

24

ρων δήξεις ἀμβλύνει. Προϊόντος δὲ τοῦ χρόνου, καὶ πεπαυμένων εἰς τέλος τῶν πυρετῶν, ἀνατρεφομένου τε τοῦ ὄγκου, καὶ τοῖς κρέασι

2

.

25

δεῖ σιτίζειν. —Κρέα δὲ ἐπαινῶ ἐς τήνδε τὴν νόσον, ἐρίφων καὶ ἀρνῶν καὶ χοίρων, καὶ ἁπαλοὺς ὄρνιθας, καὶ ἰχθύων τὰ πετραῖα ἑφθὰ, καὶ ῥίνας, καὶ λειοβάτους, καὶ νάρκας, καὶ τὸ τοιοῦτον γένος τῶν σε‐

2

.

26

λάχων. —Εἰ δέ τινος καὶ τραγήματος προσδέοιτο ἐν μακρᾷ νόσῳ, ἰσχάδων μὲν ἀπέχειν· πολέμιαι γὰρ τοῖς ἕλκεσιν· φοίνικας δὲ προσ‐ φέρειν, καὶ καρύων τῶν ποντικῶν, καὶ κώνων, καὶ ἀσταφίδος, καὶ
ἀμύγδαλα φρύγων διδόναι μετὰ μέλιτος· οἶνον δὲ πίνειν μελιχρόν·17
5ὄξους δὲ ἀπέχειν καὶ παντὸς ἁλμυροῦ καὶ πόματος καὶ σιτίου·

2

.

27

τὰ μὲν οὖν προσάρματα τῶν νεφριτικῶν τοιάδε. Ἡ δὲ ἄλλη δίαιτα, πρὸς τὰς κινήσεις [μήτε] ἐπιπολὺ, μήτε ταχέως ἄγειν· οὐδὲ γὰρ ἑτέρῳ ἕλκει οὐδενὶ κίνησις συμφέρει, πολύ γε μὴν μᾶλλον

2

.

28

τοῖς κατὰ νεφρῶν ἕλκεσιν. Ἀλλὰ ἀτρεμοῦντα ἀνακομίζειν ἐν εὐπα‐ θείᾳ πάσῃ, τρίψεσί τε ὡς λιπαρωτάταις, καὶ λουτροῖς, καὶ σκέπῃ.

2

.

29

—Τὰς δὲ ὑπογιγνομένας πλησμονὰς ἀρκέσει καὶ πυρία ξηρὰ κενῶ‐ σαι, καὶ ἔμετος· κάτω δὲ οὐ χρὴ μαλάσσειν, πλὴν ὅσα ἐπὶ ἡμέρᾳ

2

.

30

τῶν τινι εἰρημένων βρωμάτων. Ὡς μὴ σφόδρα ταλαιπωροῖντο τοῖς ἐμέτοις, μήτε ἄγαν ἐμπλήσας κέλευε ἐξεμεῖν, καὶ τῶν ἐμετηρίων σιτίων προσάρας· ταῦτα δέ ἐστι τὰ πίονα καὶ γλυκέα, καὶ οἱ σπερ‐ ματίαι σίκυοι· εἰ δὲ μὴ παρεῖεν, τὸ σπέρμα αὐτῶν τετριμμένον
5μετὰ μέλιτος, καὶ ἄλευρον ἑφθὸν, καὶ πόμα ἐπὶ τούτοις γλυκὺ καὶ18

2

.

31

δαψιλές. Οὐ μόνον δὲ πρὸς τὰς πλησμονὰς ἐπαινῶ τοὺς ἐμέτους, ἀλλά μοι δοκεῖ τολμήσας τις θαμινὰ ἐξεμεῖν ταχὺ ἂν καὶ ἕλκος ἐν νε‐

2

.

32

φροῖς, καὶ ἄλλην τινὰ ἐνθένδε λῦσαι βλάβην. Ὅταν δὲ εἰς τόδε ἔλθῃ, ὥστε ῥαΐζειν δύνασθαι καὶ ἀνέχεσθαι κινούμενος, τὰ μὲν πρῶτα ἡσυχῆ τε καὶ ὀλίγα καὶ ἐν ἰσοπέδῳ περιπατεῖν· στάσεις δὲ καὶ δρόμους καὶ πηδήσεις καὶ ἐξαπιναίους ἐπικύψεις φυλάσσεσθαι·
5ἔπειτα δὲ κατὰ ὅσον ἐπιδίδωσι ῥώμῃ τε καὶ εὐεξίᾳ, κατὰ τοσοῦτο τοῖς

2

.

33

τε περιπάτοις, καὶ τοῖς ἄλλοις πόνοις προστιθέναι. Τὰ εἴδη τῶν ἄλλων πόνων ἐστὶν, ἀναπάλαι τε χειρῶν, καὶ τρίψεις κατὰ πολλὴν

2

.

34

ἡσυχίαν· δίαιτα μὲν ἥδε τῶν νεφριτικῶν. —Εἰ δὲ πρὸς τὰ ἔξω τράποιτο τὸ ἐμπύημα, οἰδεῖ τε μᾶλλον ἐνταῦθα, καὶ τῇ χειρὶ κατα‐

2

.

35

φανέστερον, [καὶ τῇ ὄψει γίγνεται. Τούτ]ους διέκαιον οἱ παλαιοὶ ᾗ ἀπεκορυφοῦτο μάλιστα, τὰ δὲ [ἕλκη ὡς τῶν κοινῶν] τὰ κοῖλα ἰῶντο·19

2

.

36

οὐ μὴν εἰς ἅπαν ἐξυγιάζετο, ἀλ[λά τι ἐσυριγγ]οῦτο τοῦ ἕλκους. Εὐ‐ ρυώδης δὲ ὁ σικελὸς, καὶ Ἱππο[κράτης ἠπί]σταντο καὶ τέμνειν τοὺς νεφριτικοὺς, ὥστε παρεκελεύον[το τὸν λιθ]ιῶντα νεφρὸν καὶ ἔμπυον ταύτῃ, τέμνοντα ἰᾶσθαι, ᾧ ἀπιστεῖν μὲν οὐκ ἔχω, τἄλλα
5γε ὄντι ἀγαθῷ τὴν τέχνην· αὐτὸς μέντοι οὔ φημί πω ἐπιτολμῆσαί τινι τοιούτῳ· ἐπεὶ καὶ τῷ τέμνοντι τὸν θώρακα ἐν τῇ φθινάδι νόσῳ παρὰ τὰς ἐσχάτας πλευρὰς καὶ διατιτράντι εἴσω καλῶς ποτε
ἀπέβη, τοῦ πύου ταύτῃ ὑπεξελθόντος ὥστε τὸ ἄνω ἕλκος ἐπιξηραν‐20

2

.

37

θῆναι. Καὶ ἴσως ἐν τοῖς ἐσχάτοις ἀῤῥωστήμασι καὶ τοιοῦτόν τι τολ‐ μητέον· ὅπου γε μὴν καὶ ἄλλων ἰαμάτων ἔστιν εὐπορεῖν, οὐ χρὴ ἑκόντας ἐνταῦθα τὰ ἔσχατα ἐξευρίσκειν.
3

3

t

Περὶ λιθιώντων νεφρῶν.

3

.

1

Λίθοι ἐν τοῖς νεφροῖς γίνονται πωριδίοις μάλιστα ὅμοιοι· γί‐ γνονται δὲ ἔπειτα ὀδύναι νεφρῶν, καὶ ἐπὶ οὔροις, τὰ μὲν πολλὰ λεπτοῖς καὶ ὑδατώδεσιν, ἔστι δὲ ὅτε καὶ ἐπὶ μέλασι, καὶ ἐρυθροῖς

3

.

2

καὶ παχέσιν. Τοὐπίπαν γε μὴν μέλαιναι αἱ οὐρήσεις λύουσι τὴν νό‐ σον· λύουσι δὲ καὶ ἄλλαι, αἳ καθάρσεις τέ εἰσι μᾶλλον ἢ δηλώσεις, πλὴν τῶν ὀξειῶν καὶ πυρετωδῶν νόσων· ἐν ἐκείναις δὲ ἀγρυπνίας,
καὶ φλεγμονὰς σπλάγχνων, καὶ σπασμοὺς, καὶ παραφροσύνας, καὶ21

3

.

3

θανάτους πέμπουσιν. Ὥσπερ γὰρ τὰ ἄλλα μέγα διαφέρει, καὶ εἰς τὸ κακὸν, καὶ εἰς τὸ ἀγαθὸν, ὥρα τε καὶ ἡλικία, καὶ φύσις σώματος, καὶ δίαιτα, οὕτω δὴ χρὴ καὶ περὶ τῶν οὔρων προσδοκᾷν· τὰ γὰρ μέλανα, τῷ μὲν πρεσβύτῃ, καὶ φθινοπώρου, καὶ χειμῶνος, καὶ [ὅς τις] γέγονε
5μελάνων χυμῶν, ἧσσον δεινά ἐστιν· πρὸς δέ τι καὶ ὑπεκφέροι τῶν λυπησάντων ἂν, εἰ μὴ ἀπέρχοιτο· τῷ δὲ νέῳ, καὶ ἦρος, καὶ ὅς τις

3

.

4

ὑγροτέρων ἐστὶ χυμῶν, τούτῳ χαλεπώτερα. —Τὴν μὲν οὖν ἐπὶ τοῖς οὔροις τέχνην, ἀξίαν γε οὖσαν τῷ ἰα[τρῷ παντὸς] μᾶλλον γιγνώσκε‐

3

.

5

σθαι, γράψω ὕστερον. —Λιθιῶσι δὲ [καὶ ὀδύναι ἐκ δια]στημάτων·
ὅταν [δὲ] πονήσῃ τὸ κῶλον· ἐστὶ δὲ τοῦτο κοιλία ἡ [κάτω· ἢ πνεύμασι, ἢ ἐ]πὶ σιτίοις ἀπέπτοις, καὶ ἄλλως ψυγὲν, τότε οὖν φῦ[σαί τε καὶ διαχωρήσεις], καὶ ἐρευγμοὶ ἀναδραμόντες ἔλυσαν22
5τὸν πόνον, ἀτ[ὰρ καὶ λιθιῶσιν οὐ]ρήσεις πολλοῦ καὶ παχέος, πωρι‐

3

.

6

δίων συναπελθόντων. Τὰ [μὲν οὖν πολλὰ] ἄνδρες κατὰ νεφροὺς λιθιῶσιν· γυναῖκες δὲ ἥκιστα· ὤφθη γε μὴν ἤδη καὶ γυνὴ ψαμμία οὐροῦσα, ἡ μὲν ἀπὸ νεφρῶν, ἡ δὲ ἀπὸ κύστεως· ἔστι δὲ ταύταις οὐ φαύλη πάνυ ἡ νόσος· οὔτε γὰρ στραγγουρία, οὔτε πόνοι ἰσχυροὶ

3

.

7

ἔχουσιν. Αἴτιον δέ· οἱ γὰρ οὐρητῆρες εὐρύτεροι τῇ γυναικὶ, ὥσπερ καὶ τὰ ἄλλα ἔνδον· πρὸς δὲ καὶ κατὰ εὐθὺ πεφύκασι, μήκει τε μι‐ κρότεροί εἰσιν· αἱ δὲ ἄλλαι τῶν νεφρῶν νόσοι οὐδὲ γίγνονται τοῖς
θήλεσι τοὐπίπαν, πλὴν ὅσα κοινωνίᾳ τῶν ὑστερῶν· τάχα μὲν δὴ23
5καὶ αἱ καθάρσεις κωλύουσιν· τὸ δὲ δὴ μέγιστον· ἀταλαιπωρότερον γὰρ ἐν τοῖς ἀφροδισίοις τῶν ἀνδρῶν ἀπαλλάττουσιν· εἰ δέ τι καὶ

3

.

8

ἕτερον ἐπικαλεῖται τὰ νεφριτικὰ, καὶ αἱ τῶν μίξεων συντάσεις. Ὅσοις μὲν οὖν μείζους ἔνεισι λίθοι, ὀδύνας τε ὀξείας παρέχουσι καὶ στραγ‐ γουρίας· οὐ γάρ εἰσιν αἱ κοιλίαι τοῖς νεφροῖς εὐρεῖαι, ἀλλὰ αὐταί τε μικρότεραι, καὶ ὁ νεφρὸς ὑπὸ στερεότητος οὐκ ἂν διασταίη,

3

.

9

ὥσπερ ἡ κύστις. Οὐροῦνταί γε μὴν οὗτοι μᾶλλον ἢ οἱ ἐν τῇ κύστει· καὶ γάρ τι καὶ ἥττους γίνονται καὶ μαλθακώτεροι· ἅτε οὖν πολυ‐ χρόνιοι ὄντες, ἀλγεινότατοι μέν εἰσι τοῖς νεφροῖς, καὶ διὰ τῶν οὐ‐

3

.

10

ρητήρων ἰόντες, καὶ αὖθις ὅταν εἰς τὸ αἰδοῖον ἐρείσωσιν. Πολλοὶ δὲ καὶ αἷμα ἀπούρησαν ὑπὸ βίας τοῦ λίθου, καὶ ἐνάρκησαν μηρούς τε καὶ

3

.

11

ἰσχία, καὶ τἄλλα πάθη, ὅσα ἐπὶ τοῖς ἕλκεσιν εἴρηται. Οἱ δὲ οὐδέ τινα
ὀδύνην ἔσχον, οὐδὲ αἷμα οὔρησαν, οἷς πῶροι μὲν οὐ συνίστανται, ψαμμία δὲ λεπτά· οὐδὲ μέγα πραγμα[τεύονται οὗ]τοι, οὐδὲ νο‐ σεῖν οἴονται, ἅτε οὐκ ὀδυνώμενοι· χρὴ δὲ μηδενὸς [ἀμελεῖν· καὶ γὰρ24

3

.

12

τῷ] χρόνῳ ἀποδείκνυται πάντα δεινότερα. —Θεραπεύειν οὖν χρὴ τοὺς τάδε πά[σχοντας, καὶ] τὰς οὐρήσεις τῶν λίθων, καὶ τὰς ὀδύ‐ νας, τοῖς τε διὰ τοῦ πη[γάνου ἀποβρ]έγμασι, καὶ καταπλάσσοντας ἀλεύρῳ θερμίνῳ ἐ[νηψημένῳ] γλυκεῖ· μίσγειν δὲ τῷ ἀλεύρῳ πευ‐
5κεδάνου τὰς ῥίζας [ὡς λειοτ]άτας καὶ μανδραγόρου φλοιὸν, καὶ μή‐

3

.

13

κωνα, καὶ ὑοσκυάμου σπέρμα, καὶ ἀνθεμίδας τὰς εὐώδεις. Ἀγαθὸν δὲ καὶ ἄρτον ἕψοντα ἐν γλυκεῖ καταπλάσσειν, μᾶλλον μὲν ὀσφὺν καὶ κενεῶνας· οὐ μὴν οὐδὲ κύστιν καὶ ἦτρον κάκιον, πυκνὰ δὲ ἄλλο καὶ ἄλλο ἐπιφέρειν πρὶν [ἢ] ψυχρὸν εἶναι τὸ πρῶτον· εἰ δὲ μὴ, θερ‐25

3

.

14

μάσματί γε ἔξωθεν ἑτέρῳ σκεπάζειν, ὡς μὴ καταψύχηται. Πολλοῖς μὲν δὴ ἐς τὸ οὐρηθῆναι τὸν λίθον ἤρκεσε ταῦτα μόνα· σὺ δὲ ἀλλὰ καὶ τῶν οὐρητικῶν προπότιζε, τὸ μῆον, καὶ τὸ ἄκορον, καὶ τὴν ἄγρωστιν, καὶ τῆς νάρδου τὸ ἀφέψημα, καὶ τοῦ καλάμου, καὶ τοῦ
5ὀρεοσελίνου, καὶ ὑπερικοῦ σπέρμα, καὶ λιβανωτίδα, καὶ ἄσαρον, καὶ κόκκον, ᾧ βάπτουσι τὰ φοινικὰ μετὰ λευκοΐου σπέρματος, καὶ ἀσφοδέλου ῥίζης ἀφέψημα μετὰ σελίνου σπέρματος, καὶ πίτυος

3

.

15

τῶν φύλλων. —Προσφέρειν δὲ καὶ ὅσα θρύπτειν τοὺς λίθους δύ‐
ναται· ἔστι δὲ σίον τε καὶ ἀδίαντον, καὶ βδέλλιον, καὶ ἀλκυόνιον, καὶ ἄγνος, καὶ τῆς ὀξείας μυρσίνης ἡ ῥίζα, σμύρνα τε καὶ τῆς δάφνης ἡ ῥίζα, καὶ παλιούρου σπέρμα· πολλάκις γὰρ ὑπὸ μεγέ‐26
5θους ἐνισχόμενοι, εἰς τὸν ἔσχατον κίνδυνον ἄγουσι, τῇ τε τῶν πό‐

3

.

16

νων ὀξύτητι, καὶ οὐκ ἐῶντες τὸ οὖρον ὑποχωρεῖν. Οἶδα δέ τινι τὰ μὲν ἄλλα διεξελθόντα τὸν λίθον, οὐ πολὺ δὲ ἐσωτέρω ἄκρου τοῦ αἰδοίου ἐμφραγέντα, καὶ ὀλίγου ἐδέησεν ἀπολέσθαι τὸν ἄνθρωπον ταῖς δυσουρίαις· ἀλλὰ τῇ στενῇ λαβίδι οἷοί τε ἐγενόμεθα ἐξελκύσαι

3

.

17

αὐτόν. Εἰ δὲ μὴ οὕτως ἐξελκύσαι οἷόν τε ἦν, τέμνειν διελογιζόμεθα το‐ μὴν παραμήκη ἄνωθεν· τὸν γὰρ οὐρητῆρα, ὅπου μὴ μεγάλη ἀνάγκη, οὐ χρὴ τέμ[νειν· συριγγοῦται γὰρ ὡς ἐ]πίπαν, καὶ ὕστερον ταύτῃ

3

.

18

ὕπεισιν. —Ἐνθυμεῖσθαι δὲ [ἐπὶ τοῖς νεφροὺς λιθιῶ]σι καὶ τοῦτο· εἰ μὲν γὰρ [συγ]κείμενοι εἶεν οἱ λίθοι καὶ [τὸ οὖρον ἐπέχοιεν, χρὴ ἀνα‐] φέρειν κατα[κ]λύσαντά τε ὡς μάλιστα καὶ ... τῶν [οὐ....] δὲ ἐρεῖ [.... ...] ἐμπεφυλάχθαι τό τε πλεῖον π[οτὸν καὶ τὰ οὐρητι]κὰ, ἀλλὰ27
5τοῖς χλιάσμασι ἀνιέναι, καὶ κενοῦν τὴν [γαστέρα κλύσ]ματι, ὡς μὴ

3

.

19

πιέζωνται οἱ οὐρητῆρες. Καὶ ἐνθένδε ὅ[ταν ἐκπέσῃ] ὁ λίθος, γάλα ὄνειον διδόναι πίνειν· εἰ δὲ μὴ, ἵππειον, εἰ δὲ μὴ, αἴγ[ειον κε]ραν‐ νύων μέλιτι, καὶ τἄλλα χρηστότερον διαιτᾷν ὡς ἐν τοῖς ἕλκεσιν·

3

.

20

αὗται μὲν περὶ τὰς οὐρήσεις τῶν λίθων αἱ θεραπεῖαι. Τὸ δὲ μετὰ
τοῦτο εἰρήσεται, ὅπως ἂν καὶ τὸ σύμπαν οἱ νεφροὶ μὴ λιθιῶσιν. —28

3

.

21

Μέγιστον δὲ τῆς θεραπείας, μετριότης σίτου καὶ πέψις· αἱ δὲ πλησμοναὶ καὶ ἀπεψίαι οὐ μόνον παροξύνουσι τὴν νόσον, ἀλλὰ καὶ ἐπάγονται· πολλοὶ γοῦν ἐπὶ ταύταις οὔρησαν θολεράς τε ὑποστά‐ σεις καὶ ψαμμώδεις· διὸ δὴ παρακελεύομαι καὶ ἐμεῖν ἀπὸ δείπνου
5πολλάκις, καὶ τοῦ ἀψινθίου πίνειν θαμινὰ, καί ποτε καὶ φαρμα‐ κευθῆναι κάτω, καὶ σιτία αἱρεῖσθαι ἀπὸ ὧν οὔτε πλησμοναὶ, οὔτε

3

.

22

ἀπεψίαι ἔσονται. Παρακελεύομαι δὲ καὶ τοῖς οὐρητικοῖς καθαίρεσθαι, τὸ μὲν ἐπὶ ἡμέρᾳ ἐσθίοντα δαῦκόν τε ἑφθὸν, καὶ μάραθρον, καὶ ἱππο‐ σέλινον, καὶ σόγχον καὶ σκόλυμον, καὶ γλήχωνα, καὶ καλαμίνθην, καὶ τῶν θαλασσίων ἐχίνους τε καὶ στρόμβους, καὶ καρκίνους τε καὶ
5ἀστακοὺς, καὶ τὰ ὀστρακόδερμα· πάντα ταῦτα μὲν τὰ ἐπὶ ἡμέρᾳ· διὰ πλείονος δὲ ἠρυγγίου τε ἀφέψημα πίνειν καὶ χαμαιπίτυος, καὶ
δικτάμνου, καὶ πολίου, καὶ τριβόλου ῥίζης, καὶ κυμίνου ἀγρίου, καὶ29

3

.

23

ἃ θρύπτειν τοὺς λίθους εἴρηται. Χρὴ δὲ καὶ τὸ ὕδωρ, τό τε εἰς τὴν ἄλλην δίαιταν, καὶ ἐν ᾧ τὰ φάρμακα [ἐνέψεται λεπτόν τε] εἶναι καὶ γλυκὺ καὶ καθαρὸν, τὰ δὲ ποτάμια καὶ λιμναῖα [ἀποδοκιμαστέον· κ]αὶ γὰρ οὐκ ἐνόντας λίθους ποιήσειεν ἄν· καὶ τὸν οἶνον λεπτόν τε [εἶναι,
5καὶ γλυκὺν] καὶ λευκόν· οὐρητικὸς γὰρ μᾶλλον τοῦ μέλανος καὶ

3

.

24

στρυφνοῦ [τε καὶ παχέος]. Τό τε σύμπαν εἰς εὐεξίαν ἄγειν τὸν ἄν‐ θρωπον ταῖς ταλαιπωρίαις [συμμέτρω]ς χρώμενος, καὶ ἀνατρίβων τό τε ἄλλο σῶμα, καὶ τὴν ὀσφὺν, [τοτὲ μὲν] ξηρότερον, τοτὲ δὲ λι‐ παρώτερον, ποτὲ δὲ ἐν φαρμάκοις, τῇ τρυγὶ, καὶ τῷ νίτρῳ, καὶ τῇ

3

.

25

κισσήρει. Συμφέρει δὲ καὶ τῷ ἀρσενικῷ χρῆσθαι, ὅνπερ τρόπον αἱ
γυναῖκές εἰσιν εἰθισμέναι, καὶ τὰ ἄλλα οὕτω ποιεῖν ὡς ἐν τοῖς30

3

.

26

χρονίοις εἰθίσμεθα, καὶ ἑλλέβορον πίνειν. Εἰ δὲ μὴ ἐπὶ τούτοις παύ‐ σαιτο ἡ νόσος, συγγηράσκει.
2

4

t

Περὶ σκληρίας νεφρῶν.

4

.

1

Ὅσαι δὲ σκληρότητες κατὰ νεφροὺς γίγνονται, ὀδύνας μὲν οὐκέτι παρέχουσι, δοκεῖ δὲ αὐτοῖς, ὥσπερ ἐκ τῶν κενεώνων κρέμασθαί [τι], καὶ ναρκώδεις μέν εἰσι τὰ ἰσχία, ἀκρατεῖς δὲ σκελῶν, οὐροῦσί τε ὀλίγα, τήν τε ἄλλην ἕξιν τοῖς ὑδατουμένοις μάλιστα ἐοίκασιν· οἱ
5δέ τινες καὶ σαφῶς ὑδατοῦνται ἐν τῷ χρόνῳ, οἷα καὶ ἀπὸ τῶν ἄλλων

4

.

2

σπλάγχνων σκληρυνομένων. Τούτους ἁπαλύνειν κηρωταῖς, καὶ μα‐ λάγμασι, καὶ τρίψεσι, καὶ πυριάμασι, καὶ οὐρητικὰ προσφέρειν,

4

.

3

καὶ τὴν γαστέρα ὑποκλύζειν. Ἐλπίδες δὲ ἐντεῦθεν, καὶ τὰς κινήσεις
τῶν σκελῶν ἐπανελθεῖν, καὶ μὴ ὑδατωθῆναι.31

5

t

Περὶ αἵματος οὐρήσεως.

5

.

1

Ἔστι δὲ καὶ ἥδε ἡ νόσος νεφρῶν· οὐ δύνανται τὰ οὖρα ἠθεῖν, ἀλλὰ εὐρύτεροι ὄντες, χαλῶσί τι καὶ τοῦ αἵματος ἐκ τῆς φλεβὸς, καὶ ἄλλας παχύτητας· ὥστε εἰ κατασταθείη ὑποστάσεις τε καὶ ἐπι‐ πάγους ἄνωθεν ἴσχειν θαλασσίῳ πνεύμονι μάλιστα ἐμφερεῖς· οὕτω

5

.

2

δὲ καὶ εἴκαζε Κλεόφαντος ὁ Κλεομβρότου. Πεφθέντος δὲ τοῦ σιτίου τε καὶ παρελθόντος εἰς τὰς φλέβας, οὐρεῖται ὁποῖα εἴρηται· νεαροῦ δὲ ἔτι ὄντος, καθαρὰ καὶ ἀνυπόστατα καὶ λελυμένα καὶ ὑδατώδη·
αἴτιον δέ· οὐ γάρ πω [οὔτε] δέδευται τὰ σιτία τῷ ποτῷ, οὔτε ᾑμάτω‐32

5

.

3

ται. Τὸ μὲν εἶδος τοῦ [πάθους τοιοῦτο· πο]νοῦσι δὲ οὐδὲν, ἢ βραχὺ παντελῶς· οἱ δὲ καὶ ῥᾴους ἐπὶ [ταῖς διουρήσεσιν]· λεπτύνονταί γε μὴν

5

.

4

ἀνὰ χρόνον πάντες καὶ μᾶλλον ὅ[σοις αἷμα πλεῖον οὐρεῖται]. —Τού‐ τοις κατὰ ἀρχὰς ἀτρεμεῖν τε συμφέρει καὶ σιτί[α στύφοντα, καὶ οἶ]νοι μέλανες, καὶ τῶν οὐρητικῶν ἀπέχεσθαι, καὶ λα[γνείας· πίνειν δὲ] τὰ τῶν αἱμοῤῥαγιῶν φάρμακα, μάλι[στα πολυγόνου] χυ‐
5λὸν, καὶ τραγάκανθαν ἐν οἴνῳ βεβρεγμένην, καὶ συμφύτου τῆς [ῥί‐ ζης] τὸ ἀφέψημα· ἐπιτιθέναι δὲ καὶ τῇ ὀσφύϊ ἔξωθεν τὰ πρὸς τοὺς
[ῥοῦς] καὶ τὰς πτύσεις τοῦ αἵματος, καὶ ὅσα ξηρότητι συντεί‐ νειν δύναται· μετὰ δὲ, ἀνατρέφειν τὴν ἕξιν γάλακτί τε μηλείῳ, καὶ σιταρίοις, καὶ κρέασι, ἕως ἂν καὶ τὰ γυμνάσια ἤδη προσδέχων‐33
10ται, καὶ τὸ σύμπαν σῶμα [εἰς] ἰσχὺν ἄγειν· οὕτω γὰρ καὶ οἱ νε‐ φροὶ τὸ οἰκεῖον ἔργον ἐπιτελέσουσιν· οἰκεῖον δέ που τοῖς νεφροῖς διηθεῖν τὰ οὖρα ἀπὸ τοῦ αἵματος, καὶ μήτε χροιὰν αἵματος, μήτε

5

.

5

αἷμα αὐτὸ, μήτε παχύτητα ἄλλην μηδεμίαν παριέναι ἔξω. —Οἷς δὲ κατὰ περιόδους αἵματος οὔρησις γίγνεται, πρὶν μὲν κενωθῆναι τοῦ αἵματος, βαρεῖς κατὰ ὀσφὺν καὶ ἐπώδυνοί εἰσιν· κενωθέντες δὲ ἐπικουφίζονται, ὥσπερ ἐπὶ αἱμοῤῥοΐδι. Χρὴ οὖν φλέβα τέμνειν ἐν

5

.

6

ἀγκῶνι, ὀλίγον τῆς περιόδου ἔμπροσθεν. Τὸ μὲν κεφάλαιον τῆς θε‐ ραπείας τόδε· διαιτᾷν δὲ, ὥστε μὴ πληθώραν ὑπογίγνεσθαι, καὶ τὰ
ἄνω γυμνάζειν.34

6

t

Περὶ διαῤῥοίας τοῦ οὔρου.

6

.

1

Κοινὴ δὲ ἄλλη νόσος ἥπατος καὶ φλεβὸς τῆς ἐπὶ νεφροὺς τει‐ νούσης, καὶ αὐτῶν [τῶν] νεφρῶν, καὶ προσέτι οὐρητήρων καὶ κύ‐ στεως, εἰ καῦμα ἔχοι τὸν ἄνθρωπον, καὶ δίψα ἄπαυστος, καὶ πίνων

6

.

2

αὐτίκα οὐροίη, καὶ συντήκοιτο τὸ σῶμα ἐπὶ κύστιν. Κοιλίαι δὲ τού‐ τοις ξηραίνονται, καὶ ἀνίδρωτές εἰσι, καὶ ἀπόλλυνται ἐν χρόνῳ λεπτυν‐

6

.

3

θέντες. Καὶ [ὅτι λειεντερίαν εὗρον] ἐγγυτάτω ταύτης, διάῤῥοιαν εἰς οὖρα ὠνόμα[σαν, οὐ λειουρίαν· ἀλλ]ὰ νῦν γε ὀνομαζέσθω· καὶ γάρ ἐστιν
οἷον ἡ λειεντερία [κατὰ ἔντερα, τοι]όνδε ἄλλο κατὰ κύστιν τὸ εἰρη‐35

6

.

4

μένον ἀῤῥώστημα. Καὶ [συμβαίνει ἐνθένδε] ὥσπερ καὶ ἐκ τῆς λειεν‐ τερίας τελευτῆσαι [τὸν ἄῤῥωστον] ἀποληφθέντων ἀθρόως τῶν οὔρων, εἰ μή τις ἐμέ[τῳ ἀντι]σπᾷν ἐθέλοι· τοῦτο γὰρ τὸ μέγιστον ἴαμα τῇ

6

.

5

νό[σῳ ταύτῃ πι]όντα αὐτίκα ἐξεμεῖν. Πίνειν δὲ ὡς ψυχρότατον καὶ τἄλλα τῇ διαίτῃ ψυχροτέρᾳ χρῆσθαι, τῶν τε ψυχόντων λαχάνων ἐσθίοντα, καὶ κυκεῶνα πίνοντα, καὶ πτισάνης χυλὸν ῥοφοῦντα· οὐρητικὸν δὲ μηδὲν προσφέρειν, ἀντισπᾷν δὲ καὶ εἰς ἱδρῶτας· εἰ

6

.

6

γὰρ καλῶς δύναιτο ἐξιδροῦν, ἐπιξηραίνοιντο ἂν αἱ οὐρήσεις. Ἄρι‐ στον δὲ εἰ ἐν πίθῳ πυριῷτο, ὑπερέχων ἄνω τὴν κεφαλὴν, ὡς τὸ μὲν ἄλλο σῶμα θερμαίνηται, ψυχρὸν δὲ ἕλκῃ ἀέρα· καὶ τὰ ἄλλα, ὥσ‐

6

.

7

περ καῦσον θεραπεύειν, ἵνα σοι ταχὺ ἄδιψος γένηται. —Τήν τε οὖν πάλην τοῦ ἀλφίτου φυράσας ὀξυῤῥοδίνῳ, κατάπλασσε τὸ ὑποχόνδριον, καὶ φύλλα ἀμπέλου τρίψας ἁπαλὰ, καὶ κοτυληδόνα,36

6

.

8

καὶ ἑλξίνην, καὶ ἀνδράχνην, καὶ ὅσα ἄλλα. Προπότιζε δὲ καὶ πο‐ λυγόνου χυλὸν συνεχῶς, καὶ ἑλένιον ἐν οἴνῳ μέλανι, καὶ σύμφυτον,

6

.

9

καὶ φοινίκων ἀπόβρεγμα, καὶ μύρτων, καὶ ἀπίων. Κατὰ ἀρχὰς δὲ

6

.

10

ἐν ἀγκῶνι φλέβα τέμνειν. —Τὰ μὲν οὖν νεφριτικὰ οὕτως ἄν τις κάλλιστα ἰῷτο.
2

7

t

Περὶ κύστεως φλεγμονῆς.

7

.

1

Τῶν δὲ περὶ κύστιν νοσημάτων χαλεπώτατον μὲν καὶ θανατω‐ δέστατόν ἐστι φλεγμονὴ κύστεως· ὥστε πυρέττουσί τε ὀξέως, καὶ ἀγρυπνοῦσι, καὶ παραπαίουσι, καὶ ἐμοῦσι χολώδη ἄκρατα,
καὶ οὐρεῖν οὐ δύνανται, καὶ [ἦτρον] μὲν σκληρύνεται αὐτοῖς· ὀδύ‐37
5ναι δὲ ἰσχυραὶ τὸ ἐπίσειον [τ]ύπτουσιν· χεῖρες δὲ καὶ πόδες οὐκέτι ἀναθερμαίνονται· μάλιστα δὲ περὶ ἥβην καὶ ὀλίγον ἔμπροσθεν κα‐ ταλαμβ[άνουσιν οἱ πόνοι.] Ἀποκτείνει διὰ ταχέων, εἰ μὴ οὐρήσειαν πολλ[ὰ οὖρα καὶ παχέα καὶ] πυώδη, καί τι τῆς φλεγμονῆς πρὸς τὰ

7

.

2

ἔξω τρ[απείη, ἢ ἀνείη ἡ ὀ]δύνη. Φλέβα τέμνε, μὴ εἰς μακρὰν δὲ τέμνε, [ἀλλὰ ἀρχο]μένης τῆς νόσου, καὶ τοῖς ἐπιβρέγμασι συνεχῶς [θέρ‐

7

.

3

μαινε]. —Ἑψέσθω δὲ ἐν τῷ ἐλαίῳ πήγ[ανον, καὶ] ἄνηθον, καὶ ἡ ἀλ‐
θαίας ῥίζα, καὶ ἡ κοιλία ὑποκλυζ[έσθω μα]λακῷ κλύσματι, καὶ ἔπειτα ἐνιέσθω τοῦ ἐπιβρέγματος εἰς τὸ ἔντερον, ὡς καὶ ἐνθένδε παρηγορῆ‐38

7

.

4

ται. Ἄμεινον δὲ, εἰ καὶ μήκωνα συνέψοις τῷ ἐλαίῳ, καὶ εἰ χηνὸς στέαρ

7

.

5

διατήκων, ἢ ὄρνιθος, ἐγχέοις. Ἐγὼ δὲ καὶ ὀποῦ μήκωνος τρίτον ἡμιο‐ βολίου μετὰ σμύρνης καὶ κρόκου ὀλίγου χρίσας εἰς ἔριον ὑπέθηκα, ὥσπερ τοὺς πεσσοὺς ταῖς γυναιξὶ, καὶ αὐτίκα μὲν αἱ ὀδύναι ἐπαύ‐ σαντο, αὐτίκα δὲ ἐκοιμήθη ὁ ἄνθρωπος· ὥστε μοι ἤδη τὸ φάρμα‐

7

.

6

κον καὶ εἰς ἄλλας ὀδύνας ἀρκεῖν. —Πυριᾷν δὲ καὶ κύστεσι θερμοῦ ὕδατος, καὶ ἀλεύρῳ θερμῷ ἐν μαρσύποις καὶ ῥάκεσιν ἠλαιωμένοις, καὶ εἰς ὕδωρ θερμὸν καθίζειν, παρακαλοῦντα οὐρεῖν ἐν τῷ ὕδατι· ἔστω δὲ καὶ ἀφέψημα λίνου σπέρματος καὶ τήλεως ὕδωρ, καί

7

.

7

τι καὶ σπερμάτιον ἐμβεβλήσθω τῶν εὐωδῶν. Πάνυ μὴν ἐμπείρου ἐστίν· οὐ γὰρ δύναται ἡ κύστις ὑπὸ φλεγμασίας καὶ σκληρότητος περιστελλομένη ἐκπέμπειν τὸ οὖρον· καὶ ἄλλον τινὰ παραστάντα πιέζειν τὸ ἦτρον, ἀλλὰ μὴ πλέον τοῦ καιροῦ, ὡς μὴ ἐκ περισσοῦ39

7

.

8

ὀδύνη γίγνηται. Καὶ ἔστι Φιλομήλου τὸ νόημα πρώτου, ὡς ἐγὼ

7

.

9

οἶδα, καὶ οὔρησεν ὁ ἄνθρωπος αὐτῷ ποιήσαντι οὕτως. Χρὴ δὲ καὶ ταῖς ὠμαῖς λύσεσι τοῦ μήκωνος ἐμβαλεῖν, καὶ τοῦ ὑοσκυάμου, καὶ τοῦ

7

.

10

μανδραγόρου. Μετὰ δὲ σικυωνίῳ ἐλαίῳ χρίειν, [καὶ κηρωτὰς ἐπιτι]‐

7

.

11

θέναι διὰ οἰσύπου καὶ καστορίου πεποιημένας. [Τὴν δὲ τοῦ αὐλίσ]κου κάθεσιν ἀνδρὶ μὲν ἀποδοκιμάζω· διὰ γὰρ τὸ [ἐργωδῶς ἐγκα]θίε‐
σθαι τὰς ὀδύνας προσπαροξύνει· γυναι[κὶ δὲ δοκῶ οὐκ ἄ]πο τρόπου εἶναι καθιέναι· βραχύς τε γὰρ ὁ [οὐρητὴρ καὶ κα]τὰ εὐθὺ πέφυκεν,40

7

.

12

ὥστε ἀνωδυνώτερον διαχει[ρίζεσθαι. —Τὰς μὲν] φλεγμονὰς θε‐ ραπεύειν οὕτως.
2

8

t

[Αἱμοῤῥ]αγία ἀπὸ κύστεως.

8

.

1

Ἔστι δὲ καὶ ἄλλη νόσος ὀξεῖα ἐν κύστει· ῥή[γνυται] δὲ φλὲψ ἐν αὐτῇ, καὶ τὸ μέν τι ἔξω διαδίδωσι τοῦ αἵματος, τὸ δέ τι καὶ εἴσω

8

.

2

πήγνυται. Πάντως δὲ τὰ τοιαῦτα ἀσώδη, καὶ ἐφιδροῦντα, καὶ ἄκρα

8

.

3

ψύχεται, καὶ οὖρα ἐπιλαμβάνεται. Διὰ ταχέων οὖν, ὥσπερ ἐν ταῖς ἄλλαις αἱμοῤῥαγίαις, καὶ ἐπιδῆσαι βραχίονας, περιστρέψας ἔριον,
ἢ ὑποδεσμίσι, καὶ σπόγγους προστιθέναι, βρέχων ὄξει καὶ ὕδατι, τῷ ἐπισείῳ καὶ τῷ περινέῳ, καὶ καταπλάσσειν πολύγονόν τε καὶ41
5βάτον, καὶ ῥοιᾶς ἄνθη, καὶ σέλινον καὶ κορίαννον, καὶ σχίνου φύλλα.

8

.

4

Τούτων ἕκαστον μετὰ πάλης ἀλφίτου καταπλάσσειν, καὶ πυκνὰ

8

.

5

ἀφαιρεῖν, πρὶν εἶναι χλιαρόν. Διδόναι δὲ καὶ πίνειν τὰ τῶν αἱ‐ μοῤῥαγιῶν φάρμακα, οἷον τῆς τε ποντικῆς ῥίζης κεκομμένης, καὶ λωτοῦ τορνεύματα, καὶ γλυκυσίδης τὸν ἐρυθρὸν κόκκον, καὶ ῥάμνου φύλλων, καὶ προμάλου ἀπόβρεγμα, καὶ μηδείου ῥίζαν, καὶ κλυμένου,
5καὶ ἵππουριν, καὶ κενταυρίου τοῦ μεγάλου τὴν ῥίζαν, καὶ λιβανωτοῦ

8

.

6

φλοιόν. Πολλὰ δὲ καὶ ἄλλα ἐν τῷ μακρῷ χρόνῳ ἐξεύρηται· καὶ τά γε πλεῖστα αὐτῶν, τὰ μὲν ἐν ταῖς τοῦ θώρακος πτύσεσιν ἤδη εἴ‐ ρηται, τοῦτο δὲ καὶ ἐν τοῖς γυναικείοις εἰρήσεται ὕστερον.
3

9

t

Περὶ θρόμβου ἐν κύστει.

9

.

1

Ὅσοις δὲ πήγνυται τὸ αἷμα ἐν τῇ κύστει, τὰ μὲν πρῶτα πει‐ ρᾶσθαι διαχεῖν αὐτὸ φαρμάκοις, τοῦ τε ἡμιονίου διδόντας πίνειν, καὶ τῆς ἀρτεμισίας, καὶ τοῦ ἑλιχρύσου, [καὶ τοῦ ὀποῦ τοῦ κυρη]ναϊ‐ κοῦ, καὶ τῆς κονύζης, [καὶ ἀψινθίου, καὶ ῥα]φανίδος τοῦ σπέρματος,42
5καὶ βάτου χυλοῦ, καὶ [σεύτλου χυλοῦ, ἐν ὄ]ξει ἀρτύων ἕκαστον, [ἢ]

9

.

2

λαγωοῦ πυτίας, ἢ νεβροῦ, ἢ [ἐρίφου, ἢ ἄλλου τινὸς ζῴου]. Μετὰ δὲ, εἰ μὴ λύοιτο, τεμεῖν κάτωθεν τὸν περίνεον, ὥσ[περ ἐπὶ τῆς λι‐ θιώσης] κύστεως, καὶ κομισάμενον τοὺς θρόμβους τὰ ἄλλ[α ὥσπερ τὰ αἱ]μοῤῥαγικὰ πειρᾶσθαι θεραπεύειν· ὅταν δὲ μηκέτι αἱμοῤῥαγῇ,
5[ὡς τὰ ἕλκη] τὰ ἔναιμα.43

10

t

[Αἱμοῤῥαγία ἀπὸ τοῦ καύλου.]

10

.

1

Τὰς δὲ ἐκ τοῦ καυλοῦ αἱμοῤῥαγίας καὶ ἐπίθεμ[α ψυκτήριον], καὶ

10

.

2

ἔγχυτόν τι τῶν εἰρημένων ἰᾶται. Εἰ [δέ τι τῶν ἰσχα]ίμων ἄλλο μὲν διὰ τοῦ αὐλίσκου ἐγχέοις, ἄλλο δὲ κλυστῆρι εἰς τὸ ἔντερον μέγα,

10

.

3

καὶ τοῦτο ὀνίνησι τὰς αἱμοῤῥαγίας. Χρὴ δὲ τὸν αὐλίσκον τὰ μὲν ἄλλα εἶναι ὁποῖός ἐστιν, ἐξ ἄκρου δὲ ἔχειν ἐξηρτημένον ἄσκωμα.
2

11

t

Περὶ φυμάτων ἐν κύστει.

11

.

1

Ὅσα δὲ φύματα ἐν κύστει πεπαίνεσθαι χρῄζει, τὸ μὲν κράτιστον ἐπὶ ἀρχομένων πειρᾶσθαι διαλύειν, ἵνα μὴ εἰς ἔμπυον τράπηται· ἢν δὲ μὴ δύνηται, διὰ ταχέων πεπαίνειν, οἷς καὶ τοὺς νεφροὺς ἔφαμεν, καὶ προσέτι καρδάμῳ μετὰ ἀλεύρου, καὶ ὀρόβῳ μετὰ μέλι‐44
5τος, καὶ περιστερῶν κόπρῳ μετὰ ἰσχάδων, καὶ τοῖς πυριάμασι, καὶ

11

.

2

τοῖς ἄλλοις ἅπασιν ὡς ἐκεῖ εἴρηται. Τὰ πολλὰ μὲν δὴ περὶ τὸν τράχηλον τῆς κύστεως ἐκπυεῖ, καὶ περὶ τὴν ἕδραν, καὶ ταύτῃ τὸν ἀπόπατον κωλύει· ἐκπυεῖ δὲ καὶ ἑτέρωσε, τὰ μὲν κατὰ τὸ ἦτρον,

11

.

3

τὰ δὲ ἔνθεν ἢ ἔνθεν. Οὐ χαλεπὸν δὲ τεκμαίρεσθαι σύμπαντα τῇ τε ὀδύνῃ, καὶ τῷ βάρει, καὶ τοῖς σφυγμοῖς, καὶ ψηλαφῶντα· ἅμα γὰρ σκληρόσαρκα, καὶ ἐξογκοῦντα, καὶ θερμότερα τὰ μέλλοντα

11

.

4

ἐκπυεῖν γίνεται. Ὅσα μὲν οὖν εἴσω ῥέπει τῶν ἐμπυημάτων, εἴσω
καὶ ῥήγνυται· τὰ δὲ ἔξω τετραμμένα, ἔξω καὶ ῥήγνυται, τὰ μὲν45

11

.

5

πρὸς τὴν ἕδραν, τὰ δὲ ὅπῃ καὶ ἔτυχε ῥέψαντα. Δεινὰ μὲν οὖν καὶ ταῦτα [καὶ θανατηφόρα] τοὐπίπαν· δεινότερά γε μὴν τὰ εἴσω ῥηγνύμενα· [αἵ τε γὰρ ὀδύναι] ὀξεῖαι, καὶ τὰ ἕλκη ἀΐδια διὰ τὸ μέν τι συνεχῶς [ἅπτεσθαι τὸ οὖρον αὐτ]ῶν, νιτρῶδες καὶ ἁλμυρὸν ὄν·
5οὐδὲ γὰρ, εἰ πλεῖστον ὑ[πίοι τὸ οὖρον, δύν]αται πᾶσα κενωθῆναι κύστις, ἀλλὰ ἀεὶ μέν τι ἐν [αὐτῇ μένει, καὶ] προσκλύζει τοῖς ἕλκε‐ σιν, ἀεὶ δὲ πλήρης [ἐστὶ τοῦ οὔρου], ὅσον μόνον [διαστολὰς] καὶ συστολὰς ἔχουσα εἰς ὅσον ὑποπίμπλασθαί τε [καὶ κε]νοῦσθαι πέ‐

11

.

6

φυκεν. Διά τε οὖν τοῦτο, καὶ ὅτι νευρώδης ἐστιν, οὐκ εἰς ἅπαξ γε ὑγιάζεται τὰ ἐν αὐτῇ ἕλκη· τὸ δὲ πύον οὐρεῖταί ποτε μὲν ὕφαιμον, ἄλλοτε δὲ μυξῶδες καὶ παχὺ, καὶ ὑποστάσεις ὥσπερ ἄλευρα ἔχον· ποτὲ δὲ καὶ ὑμένια λεπτὰ τῷ οὔρῳ συναπέρχεται· καὶ τότε δὴ ὄζει46

11

.

7

κάκιστον, ὁπότε ἐπὶ σηπομένοις ἕλκεσιν. Καὶ ὀδυνῶνται μὲν ἀεὶ, μάλιστα δὲ ἀρχόμενοί τε οὐρεῖν, καὶ ἀποπαυόμενοι, καὶ τῶν οὔρων ἀκράτων γιγνομένων· καὶ οὔτε ὀρθούμενοι ἀνέχονται, οὔτε ὁπῃοῦν κλιθέντες· οὔτε γὰρ αἱ ὕπτιαι κλίσεις τούτοις μέγα τι
5προσωφελοῦσιν, ἅτε ἠρτημένης τῆς κύστεως ἐκ τοῦ ἤτρου· καὶ αἱ πλαγίαι δὲ περιῤῥεπεῖς γίγνονται τῇ κύστει, καὶ αἱ πρηνεῖς πιέ‐

11

.

8

ζουσι πλέον. Ὑπό τε οὖν τῆς ἀπαύστου ὀδύνης, καὶ ὑπὸ πυρετῶν, καὶ ἀγρυπνιῶν, καὶ συντήξεων ἀπόλλυνται, οἱ μὲν οὖν θᾶττον, οἱ δὲ σχολαιότερον, ὡς ἂν καὶ τὰ ἕλκη μεγέθους τε ἔχῃ, καὶ τῶν ἄλ‐

11

.

9

λων κακῶν. Τὰ μὲν πάθη τοιάδε τῆς νόσου· —θεραπεία δὲ ἡ αὐτὴ τοῖς κατὰ νεφροὺς ἕλκεσιν· μέγιστον δὲ κἀνταῦθα αἱ γαλακτοπο‐ σίαι, καὶ [ἡ] ὑπόλοιπος χρηστὴ δίαιτα, ὡς μὴ δριμὺ τὸ οὖρον γιγνό‐47

11

.

10

μενον δάκνῃ τε καὶ ἐρεθίζῃ τὰ ἕλκη. Παρηγορεῖσθαι δὲ καὶ φαρμά‐ κοις, τοῦτο μὲν ἄνωθεν τῷ ἤτρῳ περιβάλλοντα κηρωτὰς διά τε οἰσύπου πλυτοῦ, καὶ βουτύρου, καὶ στύρακος, καὶ χηνείου στέατος, τοῦτο δὲ καὶ εἰς τὸν οὐρητῆρα ἐγχέοντα καὶ ὕδωρ, καὶ γάλα, καὶ
5ῥόδινον μύρον, θερμαίνοντα, τοῦτο δὲ καὶ εἰς τὸ ἔντερον ἐγ[χέοντα πτισάνης] χυλὸν, καὶ βούκεραν, καὶ σικύου σπέρμα μετὰ [γάλακτος

11

.

11

πάνυ λεῖον], ἐπιστάζων ἑκάστῳ τοῦ ῥοδίνου. Κλύζειν δὲ οὐ [χρὴ ὕπτιον· οὐ γὰρ παρ]ιᾶσιν αἱ κύστεις ἔσω τὸ κλύσμα, ἅτε σ[κληραὶ
καὶ βαρεῖαι οὖ]σαι καὶ ἐπικείμεναι τῷ ἐντέρῳ, ἀλλὰ ἐν γό[νασι κλίνειν τὸν ἄνθρωπον· καὶ] γὰρ ἀφίστανταί τε αἱ κύστεις καὶ48
5χαλῶσι τὸ [ἔντερον ἐν σχήματι τοιῷδε, ὥστε] ἀναδέξασθαι τὸ

11

.

12

κλύσμα. Πυκνὰ δὲ καὶ εἰς [θερμὸν ὕδωρ ἐγκαθίζειν]· καὶ γὰρ τοῦτο πραΰνει τὰς ὀδύνας· καὶ τοῖς χρίσμασιν, ὡς [ἐκεῖ εἴρηται], χρίειν, καὶ τἄλλα ὡσαύτως ποιεῖν.
3

12

t

[Περὶ λιθιώσης κύστεως.]

12

.

1

Τοὺς δὲ λίθους τοὺς ἐν κύστει γενομένους κατὰ ἀρχὰς μὲν πει‐ ρᾶσθαι ὑπεξάγειν φαρμάκοις· τὰ δὲ φάρμακά ἐστι πρασίου τε σπέρμα, καὶ ἱππομαράθρου ῥίζα, καὶ ἀρτεμισία, καὶ ἀνθεμὶς ἡ
εὐώδης, καὶ ἀμάρακος, καὶ ἄγρωστις, καὶ ὅσα πρότερον πρὸς τοὺς49

12

.

2

νεφροὺς εἴρηται. Μὴ δυναμένων δὲ οὐρηθῆναι, τέμνειν κάτωθεν· καὶ γὰρ δὴ τοὐπίπαν μεγάλοι τε καὶ στερεοὶ ἐν τῇ κύστει λίθοι γίγνονται, ὑπὸ ὧν ἑλκοῦται ἡ κύστις, καὶ δυσουρίαι ἔχουσι, μά‐

12

.

3

λιστα μὲν, εἰ ἐρείσειαν εἰς τὸν οὐρητῆρα. Ἐρείδοντας [οὖν] εἰ μὴ θέ‐ λοις τέμνειν, ἀπῶσαι τῷ αὐλίσκῳ· τοῖς δὲ ἄλλοις ἀρκεῖ ἢ ἀνασεῖ‐ σαι ὕπτιον, ἢ ἐπιστρέψαι ἔνθα ἢ ἔνθα· οὕτω γὰρ ἀποσαλεύσεται ὁ

12

.

4

λίθος, καὶ οὐρήσει ὁ ἄνθρωπος. Ὄρθιοι δὲ οὐ πάνυ δύνανται οὐρεῖν,

12

.

5

ἐπιφράσσοντος τοῦ λίθου τὸν οὐρητῆρα. Διά τε οὖν τὴν ὀδύνην πιέ‐ ζειν τὰ αἰδοῖα ἀναγκάζονται, καὶ ἅμα τι προσωφελούμενοι ὑπὸ τοῦ τοιούτου· οἱ γὰρ πόροι ἀποκλείονται τοῦ οὐρητῆρος, ἐντεινομένου

12

.

6

τοῦ καυλοῦ. Ἐπεὶ δὲ ἑλκοῦνται πολλοῖς αἱ κύστεις ὑπὸ τραχύτητος καὶ μεγέθους τῶν λίθων, ὕφαιμά τε οὐροῦσι, καὶ πυώδη, καὶ ὑπό‐ μυξα, καὶ ὀδυνῶνται οὗτοι πλέον τῶν ἄλλων, καὶ οὐροῦντες, καὶ μὴ50

12

.

7

οὐροῦντες. Ὅσοις δὲ τὰ μὲν ἕλκη οὔπω γέγονεν, οἱ δὲ λίθοι ἔνεισιν, διαφανῆ καὶ λεπτὰ καὶ ὑδατώδη οὐροῦσι, καὶ ψαμμία αὐτοῖς ὑφί‐

12

.

8

σταται ἐν τῷ οὔρῳ, καὶ ὀδύναι οὐροῦντας κατ[αλαμβάνουσιν. Παρόν‐ των γε] οὖν τῶν σημείων τῶν εἰρημένων, διαγινώσκειν τὴν λιθιῶσαν

12

.

9

[κύστιν ἔξεστιν]. —Τρόπος δὲ τῆς μηλώσεως τοιόσ[δε· σχηματί‐ σας τὸν] ἄνθρωπον ὕπτιον, κάμπτειν μὲν τοὺς πόδας κελεύειν ὡς μά‐ λιστα, [ἀλλήλων δὲ διαστή]σας ὅπως ἂν καὶ δοκῇ ἁρμόζειν, καθεῖ‐
ναι τῆς ἀριστερᾶς [χειρὸς τοὺς δα]κτύλους προσωτάτω τοῦ ἀρχοῦ,51
5ἔπειτα τοῖς [δακτύλοις ψη]λαφᾷν τὴν κύστιν, ἄλλον δέ τινα παρε‐

12

.

10

στηκότα πιέζειν [τὸ ἦτρον, ἕως ἂν] ἐντύχῃς τῷ πώρῳ. Ἀρκεῖ δὲ καὶ ἕνα καθιέναι δάκτυλον, εἰ ἰατρός τε ἔμπειρος εἴης τὰ τοιαῦτα διαχειρίζειν, καὶ δακτύλους προμήκεις ἔχοις, καὶ παιδίον μηλοῖο,

12

.

11

καὶ ὁ λίθος μὴ πολύ τι μείζων τοῦ μετρίου εἴη. Ἀρκεῖ δὲ καὶ αὐτόν γε τῇ δεξιᾷ πιέσαι τὸ ἦτρον, καὶ δόξει ἀνοχλότερον τοῦτο, καὶ

12

.

12

τῷ νοσοῦντι, καὶ τῷ μηλουμένῳ. Λαβόμενον δὲ χρὴ τοῦ λίθου καθέλ‐ κειν εἰς τὸν οὐρητῆρα, καὶ ὅταν ἐνταῦθα ἥκῃ, τότε δὴ μᾶλλον ἐχό‐ μενον, ὡς μὴ ἐκφυγὼν οἴχηται, τέμνειν τομὴν ἐπικάρσιον κατὰ τοῦ περινέου· καὶ, εἰ μὲν πρόχειρος εἴη, τῇ λαβῇ τοῦ μαχαιρίου
5ἐκβάλλειν, πεπιεσμένον δὲ τῇ λαβῇ τραχείᾳ τε καὶ καμπύλῃ ἐξ ἄκρου, ὡς ἂν μάλιστα συμφέροι τῷ ἔργῳ· εἰ δὲ μὴ, τῷ ὀργάνῳ τῷ

12

.

13

πρὸς τὰ τοιαῦτα ἐξευρημένῳ χρώμενος. Τέμνων δὲ, μὴ ἐπὶ μεῖζον τέμνειν· κίνδυνος γὰρ, καὶ αὐτῆς τῆς κύστεως τρῶσαί τι, ὃ παντὸς52

12

14-15

μᾶλλον φυλακτέον. Τὴν δὲ τομὴν, ὡς τὰ ἔμμοτα, ἰᾶσθαι. —Αὕτη

12

.

15

(2)

[μὲν] σαφεστάτη διάγνωσις καὶ θεραπεία τῶν ἐν κύστει λίθων, καὶ οἵ γε πολλοὶ οὕτω ποιοῦντες ἐπιτυγχάνουσιν.
3

13

t

Πῶροι κύστεως.

13

.

1

Χρὴ δὲ οὐδενὸς ἧττον ἐγνωκέναι καὶ ὅπως οἱ πῶροι συνίστανται· καὶ γὰρ πρὸς τὴν ἑξῆς δίαιταν συμφέρει, καί τις μαθὼν τὴν πρό‐ φασιν τῆς νόσου πολλὰ ἐξευρήσει κωλύματα ὡς μήποτε καὶ ὕστε‐

13

.

2

ρον λιθιάσαι τὴν κύστιν. Ἱκανὴ μὲν οὖν πρόφασις, καὶ εἰ τὸ ὕδωρ ἰλὺν ἔχοι· ἀνάγκη γὰρ ὑφισταμένην τὴν ἰλὺν ἐν τῇ κύστει πήγνυ‐

13

.

3

σθαι· καὶ ἀρκεῖ τούτοις ἠθοῦντας τὸ ὕδωρ πίνειν. —Γένοιντο δὲ ἂν
πῶροι καὶ ἀπὸ ἄλλων ὑδάτων καθαρῶν μὲν καὶ ἀνυποστάτων, ψυ‐ χροτέρων δὲ καὶ σκληροτέρ[ων τοῦ καιροῦ· ταῦτα οὖν γῆς ἀπή]‐ θημα ἡγοῦμαι ψυχροτέρας εἶναι τὰ πο[λλὰ διὰ ἐμαυτοῦ πεπειρα]μέ‐53

13

.

4

νος. Τοῖς τε οὔροις λεπτοῖς καὶ ὑδαρέσιν οὖ[σιν ἐπὶ τοῖς παισὶ μᾶλλον] ἢ ἀνδράσιν ἡ νόσος γίγνεται· πολλαχῇ [δὲ εἰκότως πίνουσι] ψυ‐ χρότερον ἢ ὥστέ τι[νι] ἐπὶ μεῖζον ηὐξημ[ένῳ δύνασθαι ἁρμόζειν, τοῖς] γε μὴν ἀπέπτοις ὠμῶν ἀναδόσεις ἐπὶ κύστιν [γίγνονται, αἳ, εἰ

13

.

5

μὴ δι]ουροῖντο ῥᾳδίως, πήγνυνται. Προσ[συνεργεῖ δὲ καὶ ὁ οὐρη]τὴρ

13

.

6

στενὸς ὤν· οὐ γὰρ δέχεται πᾶσαν τὴν ὑπόστα[σιν. —Τὰ μὲν τεκ]‐ μή[ρι]α τοῦ τὴν ψυχροτέραν κύστιν λίθους τρέφειν τοιαῦτά ἐστιν· εἰκὸς μὴν καὶ ὑπὸ θερμοῦ τινος ξηρανθῆναί ποτε ὑποστάθμην ἐν κύστει, ὥσπερ καὶ οἴνου τρύγα, καὶ ἄλλην τινὰ ἰλὺν ἔξω· ἄλλα [δὲ]54
5ἐγὼ τεκμήρια οὐκ ἔχω εἰπεῖν τῆςδε τῆς νόσου, εἰ μὴ ἄρα τὴν χροιὰν

13

.

7

τῶν πωριδίων· εἴκασται γὰρ ὠπτημένοις ὀστράκοις. Ποτὲ οὖν συμφέρει τοῖς ψυχροτέροις οὐρητικοῖς χρῆσθαι, καθάπερ τῷ σε‐ λίνῳ, καὶ τῷ σικύῳ, καὶ τῷ ὑακίνθου σπέρματι, καὶ τῷ ἀσπαράγῳ, καὶ τῷ τοῦ λευκοΐου, καὶ κρόκου ταῖς ῥίζαις, καὶ ἰωνιᾶς τοῖς φύλ‐
5λοις, ἐμεῖν τε ἀπὸ δείπνου συνεχῶς, καὶ μηδὲν πυρῶδες προσφέ‐ ρεσθαι, ὃ μέλλει τὴν κύστιν θερμαίνειν· δίαιταν δὲ τὴν ἄλλην ἀπο‐

13

.

8

νωτέραν ἐξευρίσκειν. —Ὅπου δὲ τὸ ψυχρὸν κρατεῖ, οὐρητικοῖς μὲν
τοῖς θερμοτέροις χρῆσθαι, ὁποῖά ἐστιν ἥ τε ἶρις, καὶ τὸ αἰθιοπικὸν κύμινον, καὶ τῆς βαλσάμου ὁ καρπὸς, καὶ τὸ κιννάμωμον, καὶ ἡ κασσία, καὶ τὸ ἄκορον, καὶ τὸ μῆον· ἀπεψίας δὲ καὶ πλησμονὰς55
5φεύγειν· ὕδατά τε πηγαῖα καὶ καθαρὰ ἐκλέγεσθαι, οἴνους δὲ κιῤ‐ ῥοὺς καὶ εὐόδμους· ταλαιπωρεῖν δὲ τῷ σώματι προθυμότατα, καὶ λού[εσθαι μὲν σπανίως, χρίεσθαι δὲ π]υκνὰ, καί ποτε καὶ πρὸς πῦρ

13

.

9

στάντα [τρίβεσθαι. Ὡσαύτως καὶ αἱ] ψυχρολουσίαι συμφέρουσι, θερ‐

13

.

10

μαὶ [δὲ παντάπασι κάκισται. Τὴν] δὲ γαστέρα ἐν πᾶσι μὲν τοῖς κατὰ [κύστιν μὴ κινεῖν, μάλιστα δὲ] ἐν τοῖς παροῦσιν· εἰ γὰρ ταύτῃ ὑπ[ίοι ἐπὶ πολὺ, ἁλμυρώτεραί] τε ἂν αἱ οὐρήσεις καὶ μείους γίγνοιντο.

13

.

11

—[Τοιαῦτα μὲν οὖν ἐπὶ τὴν] λιθιῶσαν κύστιν πραγματευτέον, καί
τινα [τῶν πρὸς λιθιῶντας νεφροὺς] εἰρημένων.56

14

t

Περὶ ψωριώσης κύστεως.

14

.

1

Τοιγαροῦν καὶ ψωριῶσαι κύστεις ὤφθησαν· [σημαίνει] μὲν τοῖς τε οὔροις τραχείας καὶ πιτυρώδεις ὑποστάσεις ἔχουσι, καὶ τοῖς

14

.

2

κνησμοῖς τοῦ τε ἐπιγαστρίου, καὶ τοῦ ἤτρου. Προϊοῦσα δὲ ἡ νόσος καὶ ἑλκοῖ τὴν κύστιν, καὶ ὀδυνᾷ πλέον, ὥστε καὶ τὰ τῶν ἑλκῶν

14

.

3

συνεδρεύσαι ἂν εἰκότως. Τούτοις μὲν σημαίνει τὸ νόσημα· καθι‐ σταμένους δὲ εἰς θεραπείαν αὐτοῦ, γιγνώσκειν μὲν ὡς οὐκ ἔστι

14

.

4

πάντῃ ἰάσιμον· πειρᾶσθαι δὲ ὅμως τὰ δυνατὰ παρηγορεῖσθαι. Τῶν μὲν δακνόντων, καὶ τοὺς χυμοὺς δριμυτέρους καὶ ἁλμωδεστέρους ἀπο‐
δεικνύντων κελεύειν ἀπέχεσθαι· προσφέρειν δὲ οἴνους μὲν γλυκεῖς καὶ γάλα, καὶ ζωμὸν ὄρνιθος, ἢ ἐρίφου, ἢ ἀρνὸς, καὶ τὸ τῶν φοι‐57
5νίκων ἀπόβρεγμα, καὶ σεμίδαλιν, καὶ ἀμύλιον, καὶ ῥοφήματα, καὶ ἔτνη, καὶ ἰχθῦς ἁπαλοσάρκους, ἑφθοὺς σύμπαντας, καὶ λαχάνων ὅσα τὰς μὲν οὐρήσεις ὑπάγει, δάκνει δὲ ἥκιστα, οἷον σταφυλίνους τε ἑφθοὺς, καὶ κρῆθμα, καὶ μάραθρα, καὶ ἱπποσέλινα, καὶ ἀσπα‐ ράγους, καὶ σικύους, καὶ ὅσα ἄλλα· δεῖ γὰρ τοῖς οὐρητικοῖς ἀπο‐
10καθαίρειν τὴν κύστιν, ἀλλὰ πρᾳότερον· κίνδυνος γὰρ ἑλκῶσαι τοῖς

14

.

5

ἰσχυροτέροις, ὃ παντός ἐστι κάκιον. Ἀγαθὰ οὖν οὐρητικὰ καὶ οἱ καρκίνοι, καὶ αἱ πίνναι, καὶ αἱ λοπάδες, καὶ τοῦ ἐχίνου ἡ σὰρξ,

14

.

6

καὶ τοῦ χερσαίου, καὶ τοῦ θαλασσίου, καὶ οἱ τέττιγες. Οὐκ ἀνάρ‐ μοστον δὲ οὐδὲ βουκέρα ἑφθ[ὰ μετὰ μέλιτος ῥοφᾷν· καὶ γὰρ] τοῦτο δήξεις ἀμβλύνει, καὶ εἰ ἐπὶ κύ[στιν ἐκτράποιτο, πρᾳ]ότερον ταῖς ψώ‐
ραις ἐστὶ, καὶ ἡ τραγάκανθα [ταὐτὸ ποιεῖ· χαίρουσι δὲ] καὶ μύρτων58
5ἀπόβρεγμα πίνοντες μετὰ οἴν[ου, ἢ μήλων κυδωνίων ἀ]πόβρεγμα, καὶ ὄχνης, καὶ ἄλλης τινὸς ὀπώρας [στυφούσης· ὠφελεῖ γὰρ] κνησμούς.

14

.

7

Ταῦτα μὲν οὖν [τῷ πάθει παρηγορικά· δεῖ δὲ] εὐχυμότατον ταῖς διαίταις ἀποφαίνειν, καὶ [γυμνάζοντας συμ]μέτρως καὶ πυριῶντας, καὶ ἐμεῖν ἀνὰ χρόνον κελεύ[οντας, καὶ] ὀῤῥοῖς κατακλύζοντας· εἰ μὴ γὰρ οὕτω παρηγορήσεται, ἄλλοις οὐκ ἔστιν.
4

15

t

Παράλυσις κύστεως.

15

.

1

Ἐπεὶ δὲ καὶ παραλύεται ἡ κύστις, δοκεῖ μοι χρῆναι καὶ τῆσδε τῆς59

15

.

2

νόσου ἐξευρεῖν τινα ἴασιν. Παραλύεται δὲ ἄλλοτε μὲν ἰσχίων ἀκρατῶν ὄντων, ἄλλοτε [δὲ] ὀσφύος· γυναικὶ δὲ καὶ ὑστερῶν νεναρκωμένων·

15

.

3

ἀτὰρ οὖν καὶ αὐτὴ μόνη παραλύεται. Πάσχουσι δὲ τάδε· τὸ οὖρον τοῖς μὲν οὐ δύναται προχωρεῖν, εἰ μὴ καθετῆρα ἐνείης· τοῖς δὲ προ‐ χωρεῖ μὲν, ἀλλὰ ἀναίσθητον· καὶ τοῖς μὲν ἄθρουν ἐκκρίνεται προϊ‐ δομένοις οὐδέν· τοῖς δὲ ἀεὶ στάζει· καὶ αἰδοῖα μὲν οὐκ ἐντείνεται,

15

.

4

ἀπόπατος δὲ οὐκ ἴσχεται. Ἐν δὲ τῷ χρόνῳ καὶ λεπτύνονται ἐπι‐ γάστριον, καὶ ὀσφὺν, καὶ ἰσχία, καὶ σκέλη· ὀδύνην μὲν κατὰ κύ‐ στιν οὐκ ἔχουσιν· ἦτρον δὲ, καὶ κενεῶνας, καὶ νεφροὺς ἀλγοῦσιν, οἷς γε δὴ τὰ οὖρα οὐκ ἐθέλει ὑποχωρεῖν, ἐπεὶ τοῖς ἄλλοις πάντα

15

.

5

[ταῦτα] ἀναίσθητά ἐστιν. Τὰ μὲν παθήματα τοιάδε· θεραπεία δὲ πόνοι
τῶν κάτω πλείους, καὶ τρέχοντι, καὶ πρὸς τὰ σιμὰ πορευομένῳ, καὶ ἀνατρίβοντι γλουτοὺς, καὶ ἦτρον, καὶ λαπάρας, καὶ διὰ αὑτοῦ, καὶ διὰ ἄλλων· ἄμεινον δὲ, εἰ καὶ τὸ χρίσμα εἴη σικυώνιόν τε ἔλαιον,60
5καὶ ἴρινον, καὶ δάφνινον, καὶ καστορίου μιγέντος· προσωφελεῖ δὲ καὶ νίτρῳ μετὰ ὄξους ἀνατρίβειν· [ἐμβρεχέσθαι τε τοὺς τόπους διὰ γλευκίν]ου μύρου, καὶ κάχρυϊ μετὰ κηρωτῆς [οἰσυπηρᾶς πραΰνειν].

15

.

6

Καστόριον εἴς τε τὰ ἄλλα νο[σήματα τῆς κύστεως εἰ προσφέροιτο] μείζω, καὶ ἐμφανεστέραν παρέ[χει ὠφέλειαν τῷ κάμνοντι, ὥσ]τε [καὶ] πίνειν τινὶ ἀρκεῖν, καὶ εἰ προκενώσας [τὴν γαστέρα, τὸ
ἔντερον ἔπ]ειτα τούτῳ κλύζοις, καὶ εἰ διὰ τοῦ οὐρητῆ[ρος ἐνιείης.61

15

.

7

Χρὴ δὲ τοῖς] ἄλλοις κλυσμοῖς τοῖς ἰσχυροτέροις χρῆ[σθαι· τοιαῦτα δὲ] κλύσματά ἐστι σικυωνίας τε ἀπόβρεγμα καὶ ἐλλε[βόρου μέλα‐ νος], καὶ μελανθίου, καὶ κενταυρίου· πρὸς γὰρ τὴν αἴσθησιν συμ‐

15

.

8

φέρει. Ταῦτα δὲ εἰς μὲν τὴν ἕδραν ἐνίεται, τοῦ δὲ οὐρητῆρος ἀπέ‐

15

.

9

χειν· ἑλκῶσαι γὰρ κίνδυνος. Δεῖ δὲ καὶ τῇ ἑφθῇ ῥητίνῃ πυκνὰ καταπλάττειν τό τε ἦτρον καὶ τὴν ὀσφὺν ἐν κύκλῳ, καὶ τῷ νάπυϊ συνεχῶς θερμαίνειν, καὶ ἐν θαλάσσῃ κελεύειν νήχεσθαι, καὶ ἐν θερμοῖς ὕδασι, καὶ τὸ σύμπαν ἐκπυριᾷν, καὶ πότιμα προσφέρειν,
5ἅμα μὲν θερμαίνοντα, ἅμα δὲ ἐπὶ κύστιν ῥέποντα, ὥσπερ τοῦ τε ἄγνου τὸν καρπὸν, καὶ πάνακος τῆς ἡρακλείας τὴν ῥίζαν, καὶ μήου ῥίζαν, καὶ κύμινον αἰθιοπικὸν, καὶ ἑρπύλλου σπέρμα, καὶ ἀψιν‐

15

.

10

θίου κόμην μετὰ νάρδου κελτικῆς. Ἀγαθοὶ δὲ καὶ ἔμετοι τὸ φλέγμα62

15

.

11

ὑπεξάγοντες, καὶ οἱ ἑλλεβορισμοί. Ἐπὶ δὲ ταῖς τοιαύταις κενώσεσι, θαψίας [χυλὸν π]ρ[οσα]λείφειν τῷ ἤτρῳ, καὶ τῇ ὀσφύϊ, καὶ μά‐ λιστα ἢν ἰσχναίνηται, καὶ μετὰ κηρωτῆς πραΰνειν τὰ ᾠδηκότα, καὶ

15

.

12

μαλάγματα ἐπιτιθέναι εὐώδη. Τὰς δὲ ἀῤῥώστους κύστεις, καὶ μὴ δυ‐ ναμένας τὸ οὖρον ἐπὶ πλέον κατέχειν, ἰᾶσθαι καὶ γυμνάζοντα, καὶ ἀνατρίβοντα, ὥσπερ ἐν τῇ παραλύσει εἴρηται· τὰ δὲ οὐρητικὰ μὴ προσφέρειν, ἐπιθεμάτων δὲ τῶν αὐτῶν πειρᾶσθαι, καὶ διαίτης
5τῆς ἄλλης [θερ]μοτέρας· τῷ γὰρ θερμῷ πάντα ἐγκρατῆ γίνεται.
τὸ δὲ ψυχρὸν [ἀκ]ρατέστατον τῇ κύστει.63