TLG 0563 001 :: MAXIMUS :: Dialexeis Dialexeis Source: Hobein, H. (ed.), Maximi Tyrii philosophumena. Leipzig: Teubner, 1910: 1–484. Citation: Lecture — chapter — section — (line) | ||
1.1a(1t) | Ὅτι πρὸς πᾶσαν ὑπόθεσιν ἁρμόσεται | |
2t | ὁ τοῦ φιλοσόφου λόγος. | |
---|---|---|
1 | Τί δήποτε οἱ ἐν Διονύσου τὰ δράματα ὑποκρινό‐ μενοι, νῦν μὲν τὰς τοῦ Ἀγαμέμνονος ἱέντες φωνάς, νῦν δὲ τὰς τοῦ Ἀχιλλέως, καὶ αὖθις Τήλεφόν τινα ὑπο‐ δυόμενοι ἢ Παλαμήδην ἢ ἄλλ’ ὅ, τι περ ἂν τὸ δρᾶμα | |
5 | ἐθέλῃ, οὐδὲν πλημμελὲς οὐδὲ ἔξω τρόπου νομίζονται | |
1.1b | ποιεῖν, ἄλλοτε ἄλλοι φαινόμενοι οἱ αὐτοί· εἰ δέ τις τὰ μὲν τῷ Διονύσου φυλάττει τὴν παιδιὰν καὶ τῷ θεά‐ τρῳ, ἡγεῖται δέ τι εἶναι αὐτῷ δρᾶμα πολιτικόν, οὐκ ἰαμβείων τινῶν, μὰ Δία, πρὸς ἕνα ἑορτῆς καιρὸν ὑπὸ | 1 |
5 | ποιητοῦ τέχνης συντεθέντων, οὐδὲ ᾀσμάτων χορῷ ἐς ἁρμονίαν συνταχθέντων, ἀλλὰ τῆς περὶ τὸν βίον πρα‐ γματείας, ὅπερ ἂν εἴη τῷ φιλοσόφῳ δρᾶμα, ἀληθέστε‐ ρον μὲν τῇ ὑποθέσει, διηνεκὲς δὲ τῷ χρόνῳ, διδασκό‐ μενον δὲ ὑπὸ ποιητῇ τῷ θεῷ, κᾆτα τὶς τὸ δρᾶμα τοῦτο | |
10 | ὑποδυόμενος, καὶ τάξας ἑαυτὸν πρωταγωνιστὴν τοῦ χοροῦ, φυλάττοι μὲν τὸ τῶν ποιημάτων ἀξίωμα, σχη‐ ματίζοιτο δὲ τῷ ἤθει τοῦ λόγου πρὸς τὴν φύσιν τῶν | |
1.1c | πραγμάτων, ὧν δραματουργεῖ ὁ θεός· ἆρ’ ἄν τις ἡγή‐ σαιτο τοῦτον πλημμελῆ καὶ πολύφωνον, καὶ οἷον τὸν Πρωτέα διηγεῖται Ὅμηρος ἥρω θαλάττιον, πολύμορφόν | |
1.1d | τινα καὶ παντοδαπὸν τὴν φύσιν; ἢ καθάπερ εἰ μουσι‐ κῆς τέχνης καὶ δυνάμεως τοῖς ἀνθρώποις ἔδει πρὸς εὐδαιμονίαν, οὐθεὶς ἂν δήπου λόγος ἦν ἀνδρὸς πρὸς μὲν τὸν Δώριον τρόπον ἡρμοσμένου καλῶς, εἰ δέ που | |
5 | ἐδέησεν Ἰάστιον ἁρμόσασθαι, 〈ἢ〉 κᾆτα τὸ Αἰόλιον | |
ἦθος, ἀφώνου γιγνομένου ἐν τῇ πολυφωνίᾳ τῆς τέχνης. | 2 | |
1.2a | Ἀλλ’ ἐπεὶ ᾠδῆς μὲν καὶ τῆς ἐκ μελῶν ψυχαγωγίας ὀλίγη τοῖς ἀνθρώποις χρεία· δεῖ δέ τινος ἄλλης μούσης ἀν‐ δρικωτέρας, ἣν Ὅμηρος μὲν Καλλιόπην ὀνομάζων χαίρει, ὁ Πυθαγόρας δὲ φιλοσοφίαν, ἄλλος δὲ ἴσως ἄλλό τι· | |
5 | τὸν τῇ μούσῃ ταύτῃ κάτοχον ἄνδρα καὶ λόγον ἄρα ἧττον ἐκείνων τῶν ᾠδικῶν ἡρμόσθαι δεῖ πολυφώνως τὲ καὶ πολυτρόπως, σώζοντα μὲν ἀεὶ τὸ τῶν ποιημά‐ των κάλλος, μηδέποτε δὲ ὑπ’ ἀφωνίας ἐκπληττόμενον. | |
1.2b | Εἰ μὲν γάρ ἐστίν τις χρόνος βίου ἐν τῷ μακρῷ τού‐ τῳ καὶ διηνεκεῖ αἰῶνι ἀδεὴς φιλοσόφου λόγου, οὐθὲν δεῖ τῆς πολυμεροῦς ταύτης καὶ πολυτρόπου μούσης τὲ καὶ ἁρμονίας, ἢ εἴπερ τὰ ἀνθρώπινα εἰς ἓν σχῆμα | |
5 | συνταχθέντα ὁμοίως πρόεισιν, οὔτε εἰς λύπας ἐξ ἡδονῆς, οὔτε εἰς ἡδονὴν ἐκ λύπης μεθιστάμενα, οὔτε πάθος ἀμείβοντα ἐκ πάθους, οὔτε ἄνω καὶ κάτω στρέφοντα καὶ μεταβάλλοντα τὴν ἑκάστου γνώμην· | |
1.2c | τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἷον ἐπ’ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε· ἀντίστροφα γὰρ ὑπὲρ τῶν ἀνθρωπίνων βουλεύεται τὸ | |
1.2d | δαιμόνιον, καὶ ἔστιν αὐτῶν ἐφήμερος ἡ φύσις. Ὧσπερ οὖν τῶν ποταμῶν, οὓς ἀφιᾶσιν αἱ ἀέναοι πηγαί, τὸ μὲν ὄνομα ἕν, ὁ Σπερχειὸς ἢ Ἀλφειὸς ἢ ἄλλό τι, ἀμείβουσα δὲ ἡ γένεσις τὸ ἐπιὸν πρὸς τὸ οἰχόμενον | 3 |
5 | ἐξαπατᾷ τὴν ὄψιν τῇ συνεχείᾳ τῆς φορᾶς, ὡς ἑνὸς | |
1.2e | ὄντος ποταμοῦ διηνεκοῦς καὶ ἡνωμένου· οὕτω καὶ τῶν ἀνθρωπίνων πραγμάτων ὥσπερ ἐκ πηγῆς ἀενάου ῥεῖ ἡ γένεσις καὶ ἡ χορηγία, ὀξέως μὲν καὶ μετὰ ἀμηχάνου | |
1.2f | τάχους, ἀνεπαίσθητος δὲ ἡ φορά· καὶ ἐξαπατᾶται ὁ λογισμός, ὥσπερ ἐπὶ τοῦ ποταμοῦ ἡ ὄψις, καὶ καλεῖ βίον ἕνα καὶ τὸν αὐτόν, τὸ δέ ἐστιν χρῆμα πολύμορφον καὶ παντοδαπόν, πολλαῖς μὲν τύχαις, πολλοῖς δὲ πρά‐ | |
1.2g | γμασιν, πολλοῖς δὲ καιροῖς ἀλλοιούμενον· ἐπιτέτακται δὲ αὐτῷ ὁ λόγος, σχηματιζόμενος ἀεὶ τοῖς παροῦσιν, ὥσπερ ἰατροῦ τέχνη ἐπὶ σώματι οὐχ ἑστῶτι, ἀλλὰ φε‐ ρομένῳ ἄνω καὶ κάτω, καὶ ὑπὸ κενώσεως καὶ πλησμο‐ | |
5 | νῆς κυκωμένῳ, οἰκονομοῦσα αὐτοῦ τὴν ἔνδειαν καὶ | |
1.2h | τὸν κόρον. Τοῦτο καὶ τῷ τῶν ἀνθρώπων βίῳ ὁ τῶν φιλοσόφων δύναται λόγος, ξυναρμοζόμενος τοῖς πά‐ θεσιν καὶ πεπαίνων μὲν τὰ σκυθρωπά, συνευφημῶν δὲ τοῖς φαιδροτέροις. | |
1.3a | Εἰ δὲ διὰ βίου τάξις μία καὶ εἶδος ἕν, ἑνὸς ἔδει λόγου καὶ ἤθους ἑνός· νῦν δὲ ἀοιδοῦ μὲν πρὸς κιθάραν | |
μινυρίζοντος καιρὸς εἷς, ἐπειδὰν πλήθωσιν αἱ τράπεζαι σίτου καὶ κρειῶν, μέθυ δ’ ἐκ κρητῆρος ἀφύσσων | 4 | |
5 | οἰνοχόος προχέῃσιν· | |
1.3b | καὶ ῥήτορος καιρὸς εἷς, ἐπειδὰν ἀθροισθῇ τὰ δικαστή‐ ρια· καὶ ποιητοῦ καιρὸς ἐν Διονυσίοις, ἐπειδὰν χοροῦ δέῃ· τῷ δὲ φιλοσόφῳ λόγῳ οὐδεὶς ἀποτέτμηται καιρὸς ἴδιος, ἀλλὰ συμπέφυκεν ἀτεχνῶς τῷ βίῳ καὶ ἀνακέ‐ | |
5 | κραται, καθάπερ τοῖς ὀφθαλμοῖς τὸ φῶς· τίς γὰρ ἂν | |
1.3c | ἐπινοήσαι ὀφθαλμοῦ ἔργον, ἀφελὼν τὸ φῶς; Ἀλλ’ ὄψις μὲν ἤδη καὶ ἐν νυκτὶ θαρσεῖ, ἀμβλὺ μὲν ὁρῶσα, εἰκά‐ ζουσα δὲ ἐν τῷ ἀφανεῖ τὴν χειραγωγίαν· τοῦ δὲ τῶν ἀνθρώπων βίου ἂν ἀφέλῃς λόγον, οἰχήσεται κατὰ κρη‐ | |
5 | μνῶν τινῶν πονηρὰς καὶ ἀσαφεῖς ὁδοὺς καὶ τραχείας, οἵας ὁδοὺς καὶ τὸ βαρβαρικὸν ἔρχεται, ὅσον αὐτοῦ μὴ μετέσχεν λόγου, τὸ μὲν ληϊζόμενον, τὸ δὲ μένον, τὸ δὲ | |
1.3d | μισθοφοροῦν, τὸ δὲ πλανώμενον. Ἀλλ’ αἰπολίου μὲν ἂν ἀποστήσας τὸν ποιμένα καὶ ἀφελὼν τὴν σύριγγα, | |
1.3e | διέλυσας τὸ αἰπόλιον· τῆς δὲ τῶν ἀνθρώπων ἀγέλης ἐὰν ἀποστήσῃς τὸν ἡγεμόνα τοῦτον καὶ συναγωγέα | |
λόγον, τί ἄλλο δράσεις; λυμαίνῃ καὶ διαλύεις ἀγέλην ἥμερον μὲν τὴν φύσιν, δυσπειθῆ δὲ ὑπὸ πονηρᾶς τρο‐ | 5 | |
5 | φῆς, καὶ δεομένην ποιμένος μουσικοῦ, μὴ μάστιγι μηδὲ | |
1.3f | κέντρῳ κολάζοντος αὐτῶν τὴν ἀπείθειαν. Παραπλή‐ σιόν μοι γὰρ δοκεῖ δρᾶν, ὅστις οὐκ ἀξιοῖ τὸν φιλό‐ σοφον μηδένα παριέναι καιρὸν λόγου, οἷον εἴ τις καὶ ἀνδρὶ δεινῷ τὰ πολέμια, ἀγαθῷ μὲν ὁπλιτεύειν, ἀγαθῷ | |
5 | δὲ ἑκηβολεῖν καὶ ἐφ’ ἵππου καὶ ξὺν ἅρματι, ἀποκρίναι καιρὸν ἕνα ἐξελόμενος τῆς ὅλης τοῦ πολέμου χρείας καὶ τύχης, πράγματος οὐχ ἑστῶτος οὐδ’ ὡμολογημένου. | |
1.4a | Ἀθλητῇ μὲν γάρ ἐστιν Ὀλυμπιάσιν ἀγωνισαμένῳ ἀμελῆσαι τοῦ Ἰσθμοῦ· καίτοι κἀνταῦθα ἐπονείδιστος ἡ ῥᾳθυμία· καὶ οὐκ ἀνέχεται ἡ φιλότιμος ψυχὴ ῥᾳστώνης πόθῳ τὸ μὴ διὰ πάντων ἐλθεῖν, καὶ μετασχεῖν μὴ | |
5 | κοτίνου μόνον Ὀλυμπιάσιν, ἀλλὰ καὶ πίτυος Ἰσθ‐ μικῆς καὶ σελίνου Ἀργολικοῦ καὶ μήλων Πυθικῶν· | |
1.4b | καὶ ταῦτα οὐκ αὐτὴ ἔχουσα ἡ ψυχὴ τὴν αἰτίαν τῆς ἀγωνίας, ἀλλὰ διὰ τὴν συνοίκησίν τε καὶ πρὸς τὸ σῶμα ὁμιλίαν συναπολαύουσα τῆς νίκης αὐτῷ καὶ τῶν | |
1.4c | κηρυγμάτων· ὅπου δὲ καὶ ὁ πόνος τῆς ψυχῆς αὐτῆς καὶ τὸ ἀγώνισμα τῆς ψυχῆς μόνης, καὶ νίκη μόνης, ἐν‐ ταῦθα παρόψεταί τινα ἀγῶνος καιρὸν καὶ ῥᾳθυμήσει ἑκοῦσα; ὅπου μήτε μῆλα μήτε κότινος τὸ ἆθλον, ἀλλ’ | 6 |
5 | ἀντὶ τούτων ὡραιότερον μὲν πρὸς φιλοτιμίαν, ἀνυσι‐ μώτερον δὲ τοῖς θεαταῖς πρὸς ὠφέλειαν, εὐδρομώ‐ | |
1.4d | τερον δὲ τῷ λέγοντι πρὸς πίστιν βίου. Οἱ δὲ καιροὶ τῆς ἀγωνίας καὶ οἱ τόποι ἄλλοτε ἄλλοι ἄφνω κη‐ ρυττόμενοι καὶ ἀθροίζοντες πανδημεὶ Ἑλληνικὸν αὐτό‐ κλητον καὶ αὐτεπάγγελτον καὶ ξυνιὸν οὐκ ἐφ’ ἡδονῇ | |
5 | ὀφθαλμῶν, ἀλλὰ ἀρετῆς ἐλπίδι, ὅπερ οἶμαι τῇ τοῦ ἀν‐ | |
1.4e | θρώπου ψυχῇ ἡδονῆς συγγενέστερον. Ἰδεῖν γοῦν ἐστιν ἐπὶ μὲν τὰς ἄλλας θέας, ὁπόσαι ῥώμης ἢ τέχνης σωμάτων, ἀφικνουμένους σπουδῇ οὐδένα τῶν θεατῶν ὡς τὸ θέαμα ζηλώσαντα ἢ μιμησόμενον· ἀλλ’ ἐκεῖ | |
5 | μὲν ἐξ ἀλλοτρίων πόνων τὰς ἡδονὰς τοῖς ὀφθαλμοῖς ἐρανιζόμεθα, καὶ ἐκ μυρίων θεατῶν οὐδεὶς ἂν εὔξαιτο εἷς εἶναι τῶν ἐν μέσῳ τῷ σταδίῳ κονιωμένων ἢ θεόν‐ των, ἢ ἀγχόντων, ἢ ἀγχομένων, ἢ τυπτομένων, πλὴν εἴ που τὶς ἀνδραποδώδης ψυχή· ἐνταῦθα δὲ τοσοῦτον | |
10 | οἶμαι καὶ τὴν ἀγωνίαν τήνδε ἐκείνης τῆς ἀγωνίας φι‐ λοτιμοτέραν εἶναι, καὶ τοὺς πόνους τῶν πόνων ἀνυσι‐ μωτέρους, καὶ τὸ θέατρον τοῦ θεάτρου συμπαθέστερον, ὥστε οὐδεὶς τῶν παρόντων νοῦν ἔχων οὐκ ἂν εὔξαιτο ἀποθέμενος τὸν θεατὴν ἀγωνιστὴς γενέσθαι. | 7 |
1.5a | Τί δήποτ’ οὖν τὸ τούτου αἴτιον; Ὅτι τὰς μὲν τῶν σωμάτων τέχνας καὶ τὰς ἐπὶ ταύταις ταλαιπωρίας οὐ πᾶσα ἀνέχεται σαρκῶν φύσις, οὐδέ ἐστιν τὸ χρῆμα κο‐ μιδῇ ἑκούσιον, ἀλλὰ αὐτοφυὲς καὶ αὐτόματον καὶ εἰς | |
1.5b | ὀλίγους ἐκ πολλῶν ἧκον· ἢ γὰρ κατὰ μέγεθος φῦναι δεῖ Τιτόλμῳ ὅμοιον, ἢ κατὰ καρτερίαν Μίλωνι, ἢ κατὰ | |
1.5c | ῥώμην Πουλυδάμαντι, ἢ κατὰ τάχος Λασθένει. Εἰ δέ τις ἀσθενέστερος μὲν ὢν τοῦ Ἐπειοῦ, αἰσχίων δὲ τοῦ Θερσίτου, μικρότερος δὲ τοῦ Τυδέως, βραδύτερος δὲ τοῦ Αἴαντος καὶ πάσας τὰς τοῦ σώματος ἐλαττώσεις | |
5 | ἠθροισμένας ἔχων ζηλώσαι τὴν ἀγωνίαν, ἦ ἔρωτα | |
1.5d | ἠράσθη κενὸν καὶ ἀτελεύτητον. Τὰ δὲ τῆς ψυχῆς ἀγωνίσματα ἔμπαλιν ἔχειν τοῖς ἐκεῖ· ὀλίγον γὰρ καὶ | |
σπάνιον ἐν τῷ τῶν ἀνθρώπων γένει τὸ μὴ πεφυκός· οὐ γὰρ αὐτοφυεῖς αἱ τῆς ψυχῆς ἀρεταὶ, οὐ γὰρ αὐτό‐ | 8 | |
5 | ματοι· ἀλλὰ προεξεργάζεται μέν τι καὶ ἡ φύσις, ὅσον ὑποβάλλειν κρηπῖδα ὀλίγην μεγάλῳ τειχίῳ, ἢ τρόπιν | |
1.5e | μικρὰν ὑψηλῇ ὁλκάδι· συγκατῴκισεν δὲ ὁ θεὸς τοῖς λογισμοῖς ἔρωτα καὶ ἐλπίδα, τὸν μὲν ὡσπερεὶ πτέ‐ ρωμά τι κοῦφον καὶ μετάρσιον, ἐπαῖρον τὲ καὶ ἀνακου‐ φίζον τὴν ψυχὴν καὶ παρέχον αὐτῇ δρόμον ἐπὶ τὰς | |
5 | αὐτῆς ὀρέξεις· καλοῦσιν δὲ οἱ φιλόσοφοι τὸ πτέρωμα τοῦτο ὁρμὴν ἀνθρωπίνην· αἱ δὲ ἐλπίδες συγκατῳκισ‐ μέναι τῇ ψυχῇ παραμύθιον ταῖς ἑκάστου ὁρμαῖς, οὐ κατὰ τὸν Ἀττικὸν ποιητὴν τυφλαί, ἀλλὰ ὀξυωπεῖς πάνυ, οὐκ ἐῶσιν αὐτὴν ἀπαγορεῦσαι πονοῦσαν ὡς τευξο‐ | |
1.5f | μένην πάντως ὧν ἐρᾷ. Πάλαι γὰρ ἂν οὐκ οὔσης ἐλ‐ πίδος καὶ ὁ χρηματιστὴς ἐπαύσατο χρηματιζόμενος, καὶ ὁ μισθοφόρος στρατευόμενος, καὶ ὁ ἔμπορος πλέων, καὶ ὁ λῃστὴς ληϊζόμενος, καὶ ὁ ἀκόλαστος μοιχεύων· | |
5 | ἀλλ’ οὐκ ἐῶσιν αἱ ἐλπίδες προστάττουσαι τούτους ἀνήνυτα πονεῖν καὶ ἀτελεύτητα, τὸν μὲν χρηματιστὴν ὡς πλουτήσοντα, τὸν δὲ πολεμοῦντα ὡς νικήσοντα, τὸν δὲ πλέοντα ὡς σωθησόμενον, τὸν δὲ ληϊζόμενον ὡς | |
κερδανοῦντα, τὸν δὲ μοιχεύοντα ὡς λησόμενον· κᾆτα | 9 | |
10 | τὶς ἕκαστον ὑπολαβοῦσα αἰφνίδιος συμφορὰ ἐσύλησεν μὲν τὸν χρηματιστήν, ἀπέκτεινεν δὲ τὸν μισθοφόρον, κατέδυσεν δὲ τὸν ἔμπορον, ἔλαβεν δὲ τὸν λῃστήν, ἐφώρασεν δὲ καὶ τὸν μοιχόν· καὶ ἀπολώλασιν αὐτοῖς αἱ | |
1.5g | ὀρέξεις αὐταῖς ἐλπίσιν. Οὐδὲν γὰρ τούτων περιέλαβεν μέτρῳ οὐδὲ ὥρισεν ὁ θεὸς, οὔτε πλοῦτον, οὔτε ἡδονάς, οὔτε ἄλλό τι τῶν ἀνθρωπίνων δὴ ἐπιθυμημάτων, ἀλλ’ ἔστιν αὐτῶν ἄπειρος ἡ οὐσία· ἔνθέν που καὶ οἱ διώ‐ | |
5 | κοντες ταῦτα ἐμπλησθέντες αὐτῶν διψῶσιν μᾶλλον· | |
1.5h | ἔλαττον γὰρ τὸ ληφθὲν τοῦ προσδοκωμένου. Ὁπόταν δὲ ἄξῃ ψυχὴ ἐπὶ πρᾶγμα ἑστὸς καὶ ὡμολογημένον καὶ πεπερασμένον καὶ ὡρισμένον, καὶ καλὸν μὲν τῇ φύσει, ἀνυστὸν δὲ τῷ πόνῳ, ληπτὸν δὲ τῷ λογισμῷ, διωκ‐ | |
5 | τὸν δὲ τῷ ἔρωτι, καταληπτὸν δὲ τῇ ἐλπίδι, τότε γίγνε‐ ται ἡ τῆς ψυχῆς ἀγωνία ἐπιτυχὴς καὶ τελεσιουργὸς | |
1.5i | καὶ νικηφόρος· ἔστιν δὲ τοῦτο οὐκ ἄλλό τι, ἢ οὗπερ εἵνεκα ταυτὶ τὰ θέατρα οἱ φιλοσοφοῦντες ἀθροίζουσιν. | |
1.6b | Πάλιν αὖ μοι δεῖ τῆς τῶν ἀθλητῶν εἰκόνος. Ἐκεί‐ νων μέν γε εὔξαιτ’ ἂν ἕκαστος μηδένα ἀγωνιστὴν ἄλλον παρελθεῖν ἐπὶ τὸ στάδιον, ἀλλ’ ἀκονιτεὶ νικᾶν αὐτάς· δεῖ γὰρ νικᾶν ἐκ πολλῶν ἕνα· ἐνταῦθα δὲ | |
5 | οὗτος μάλιστα τῶν ἀγωνιστῶν νικηφόρος, ὃς ἂν πολλοὺς | 10 |
1.6c | ἐπὶ τὴν ἀγωνίαν παρακαλέσῃ. Εἰ γάρ, ὦ θεοί, ἐμῶν θεατῶν γένοιτό τις συναγωνιστής, ἐμοὶ ἐπὶ ταυτησὶ τῆς ἕδρας συγκονιούμενος καὶ συμπονῶν, ἐγὼ τότε εὐδοκίμως στεφανοῦμαι, τότε κηρύττομαι, τότ’, ἐν τοῖς | |
1.6d | Πανέλλησιν. Ἕως δὲ νῦν, ἀστεφάνωτος εἶναι ὁμολογῶ | |
1.6e | καὶ ἀκήρυκτος, κἂν ὑμεῖς βοᾶτε. Τί γὰρ ἐμοὶ ὄφελος τῶν πολλῶν λόγων καὶ τῆς συνεχοῦς ταύτης ἀγωνίας; ἔπαινοι; ἅλις τούτων· ἔχω δόξαν, διακορής εἰμι τοῦ | |
1.6f | χρήματος· τὸ δὲ ὅλον, ἐπαινεῖ τὶς λόγους καὶ οὐ λέγει, φωνὴν ἔχων, ἀκοὴν ἔχων; ἐπαινεῖ τὶς φιλοσοφίαν καὶ | |
1.6g | οὐ λαμβάνει, ψυχὴν ἔχων, διδάσκαλον ἔχων; γέγονεν τοίνυν τὸ χρῆμα οἷον αὐλήματα ἢ κιθαρίσματα, ἢ εἴ τις ἄλλη ἐν Διονύσου μοῦσα τραγική τις καὶ κωμῳ‐ δική· ἐπαινοῦσιν μὲν πάντες, μιμεῖται δὲ οὐδείς. | |
1.7a | Ἢ κἀνταῦθα πάμμηκες διαφέρει ἔπαινος ἡδονῆς· ἥδονται μὲν γὰρ πάντες ἀκροώμενοι, ὃς δ’ ἂν τῷ ὄντι ἐπαινέσῃ, καὶ μιμήσεται· μέχρι δέ τις μὴ ζηλοῖ, οὐκ ἐπῄ‐ νεσεν. Ἤδη τὶς καὶ ὑπὸ αὐλημάτων ἀνὴρ ἄμουσος | |
5 | διετέθη μουσικῶς, καὶ τὰ ὦτα ἔναυλος ὢν διαμέμνηται τοῦ μέλους, καὶ μινυρίζει πρὸς αὑτόν. Κἂν τοῦτο τὶς | |
ὑμῶν τὸ πάθος ζηλωσάτω· τάχα γάρ που ἐρασθήσεται | 11 | |
1.7b | καὶ τῶν αὐλῶν αὐτῶν. Ἀνὴρ φιλοθρέμμων ὄρνιθας εἶχεν τῶν ἡδὺ μὲν φθεγγομένων τὸ ὄρθριον δὴ τοῦτο, ἄσημον δὲ, καὶ οἷον ὄρνιθας εἰκός. Ἦν αὐτῷ γεί‐ των αὐλητικός· ἀκροώμενοι δὲ οἱ ὄρνιθες διαμελετω‐ | |
5 | μένου τοῦ αὐλητοῦ, καὶ ἀντᾴδοντες αὐτῷ ὁσημέραι, ἐτυπώθησαν τῇ ἀκοῇ πρὸς τὰ αὐλήματα, καὶ τελευ‐ τῶντες ἀρξαμένου αὐλεῖν συνεπήχουν πρὸς τὸ ἐνδόσι‐ | |
1.7c | μον, δίκην χοροῦ· ἄνθρωποι δὲ ὄντες οὐδὲ κατὰ ὄρνι‐ θας ξυνᾴσονται ἡμῖν, ἀκούοντες θαμὰ οὐκ ἀσήμων αὐλημάτων, ἀλλὰ νοερῶν λόγων καὶ διηρθρωμένων | |
1.7d | καὶ γονίμων καὶ πρὸς μίμησιν εὖ πεφυκότων; Ὥστε ἔγωγε τέως καὶ πρὸς ἅπαντας ὑπὲρ τῶν ἡμετέρων σιγὴν ἔχων καὶ μηδὲν σεμνὸν μηδὲ ὑπέραυχον μήτε ἰδίᾳ μήτε εἰς κοινὸν εἰπεῖν, νῦν μοι δοκῶ ὑμῶν εἵνεκεν | |
1.7e | γαυρότατα ἂν καὶ μεγαλαυχότατα εἰπεῖν. Παρελήλυθεν εἰς ὑμᾶς, ὦ νέοι, παρασκευὴ λόγων αὕτη πολύχους καὶ πολυμερὴς καὶ πάμφορος, καὶ ἐπὶ πάσας ἐξικνου‐ μένη ἀκοὰς καὶ πάσας φύσεις, καὶ πάσας ζηλώσεις | |
5 | λόγων, καὶ πάσας παιδευμάτων ἰδέας, ἀταμίευτος καὶ ἄμισθος καὶ ἀπροφάσιστος καὶ ἄφθονος, ἐν μέσῳ κει‐ | |
1.7f | μένη τοῖς δυναμένοις λαβεῖν. Εἴτέ τις ῥητορείας ἐρᾷ, | |
οὗτος αὐτῷ δρόμος λόγου πρόχειρος καὶ πολυαρκὴς καὶ εὔπορος, καὶ ὑψηλός, καὶ ἐκπληκτικός, καὶ ἄρρατος, | 12 | |
1.7g | καὶ ἰσχυρός, καὶ ἄκμητος· εἴτέ τις ποιητικῆς ἐρᾷ, ἡκέτω πορισάμενος ἄλλοθεν τὰ μέτρα μόνον, τὴν δὲ ἄλλην χορηγίαν λαμβανέτω ἐντεῦθεν ἔκπλεων ποιητικῆς, τὸ σοβαρόν, τὸ ἐπιφανές, τὸ λαμπρόν, τὸ γόνιμον, τὸ ἔν‐ | |
5 | θεον, τὴν οἰκονομίαν, τὴν δραματουργίαν, τὸ κατὰ τὰς φωνὰς ἀταμίευτον, τὸ κατὰ τὴν ἁρμονίαν ἄπται‐ | |
1.7h | στον· ἀλλὰ πολιτικῆς καὶ τῆς περὶ δήμους καὶ βου‐ λευτήρια παρασκευῆς ἥκεις ἐνδεὴς ὤν; σὺ μὲν καὶ πεφώρακας τὸ ἔργον, ὁρᾷς τὸν δῆμον, ὁρᾷς τὸ βου‐ | |
1.7i | λευτήριον, τὸν λέγοντα, τὴν πειθώ, τὸ κράτος. Ἀλλὰ τούτων μέν τις ὑπερορᾷ, φιλοσοφίαν δὲ ἀσπάζεται καὶ ἀλήθειαν τιμᾷ; ἐνταῦθα ὑφαιρῶ, τῆς μεγαλαυχίας ὑφίεμαι, οὐχ ὁ αὐτός εἰμι· μέγα τὸ χρῆμα καὶ δεό‐ | |
5 | μενον προστάτου οὐ δημοτικοῦ, μὰ Δία, οὐδὲ ἐρχο‐ μένου χαμαί, οὐδὲ ἀνακεκραμένου τῷ τῶν πολλῶν τρόπῳ. | |
1.8a | Εἰ μὲν οὖν τις τοῦτ’ εἶναι φιλοσοφίαν λέγει, ῥήματα καὶ ὀνόματα, ἢ τέχνας λόγων, ἢ ἐλέγχους καὶ ἔριδας καὶ σοφίσματα, καὶ τὰς ἐν τούτοις διατριβάς, οὐ χα‐ | |
λεπὸν εὑρεῖν τὸν διδάσκαλον· πάντα ὑμῖν μεστὰ τοι‐ | 13 | |
5 | ούτων σοφιστῶν, εὔπορον τὸ χρῆμα, καὶ ταχὺ ἀνα‐ φαινόμενον· θαρρήσαιμι δ’ ἂν ἔγωγε εἰπεῖν, ὅτι τῆς τοιαύτης φιλοσοφίας πλείους οἱ διδάσκαλοι τῶν μαθη‐ | |
1.8b | τῶν. Εἰ δὲ ταῦτα μὲν ὀλίγη τοῦ φιλοσοφεῖν μοῖρα, καὶ τοσαύτη, ὅση αἰσχρὸν μὲν μὴ εἰδέναι, οὐ σεμνὸν δὲ εἰδέναι, διαφεύγομεν τὸ αἰσχρὸν καὶ ταῦτα εἰδότες, μὴ καλλωπιζώμεθα δὲ ἐπ’ αὐτοῖς· ἢ γὰρ ἂν πολλοῦ | |
5 | ἄξιοι καὶ οἱ γραμματισταὶ εἶεν, πραγματευόμενοι περὶ τὰς συλλαβάς, καὶ συμψελλίζοντες ἔθνει παίδων ἀνο‐ | |
1.8c | ητοτάτῳ. Τὸ δὲ ἐν φιλοσοφίᾳ κεφάλαιον καὶ ἡ ἐπ’ αὐτὸ ὁδὸς δεῖται διδασκάλου τὰς τῶν νέων ψυχὰς ξυνε‐ παίροντος, καὶ διαπαιδαγωγοῦντος αὐτῶν τὰς φιλοτι‐ μίας, καὶ οὐδὲν ἀλλ’ ἢ λύπαις καὶ ἡδοναῖς τὰς ὀρέξεις | |
1.8d | αὐτῶν συμμετρουμένου· οἷόν που καὶ οἱ πωλευταὶ δρῶσιν, μήτε ἀποσβεννύντες τὸν θυμὸν τῶν πωλευ‐ μάτων, μήτε ἐφιέντες αὐτοῖς ἀνέδην χρῆσθαι | |
1.8e | τῇ γενναιότητι. Οἰκονομεῖ δὲ πώλου μὲν θυμὸν χαλινός, καὶ ῥυτῆρες, καὶ ἱππέως καὶ ἡνιόχου τέχνη· ψυχὴν δὲ ἀνδρὸς λόγος, οὐκ ἀργός, οὐδὲ ῥυπῶν, οὐδὲ ἠμελημένος, ἀλλὰ ἀνακεκραμένος ἤθει καὶ πάθει, καὶ μὴ παρέχων | |
5 | σχολὴν τοῖς ἀκροωμένοις τὰς φωνὰς ἐξετάζειν καὶ τὰς ἐν αὐταῖς ἡδονάς, ἀλλὰ ἀνίστασθαι προσαναγκάζει καὶ συνενθουσιᾶν, ὥσπερ ὑπὸ σάλπιγγι, νῦν μὲν τὸ ἐφορ‐ μητικὸν φθεγγομένῃ, νῦν δὲ τὸ ἀνακλητικόν. | 14 |
1.9a | Εἰ τοιούτου δεῖ λόγου τοῖς φιλοσοφίας ἐφιεμένοις, τὸν ἔχοντα ἀθρητέον καὶ δοκιμαστέον καὶ αἱρετέον, ἐάν τε πρεσβύτης οὗτος ᾖ, ἐάν τε νέος, ἐάν τε πένης, ἐάν τε πλούσιος, ἐὰν ἔνδοξος· ἀσθενέστερον δέ, οἶμαι, καὶ νεό‐ | |
1.9b | τητος γῆρας, καὶ πλούτου πενία, καὶ δόξης ἀδοξία. Οἷς δ’ ἂν τὰ ἐλαττώματα ταῦτα προσῇ, ῥᾷον ἐπ’ αὐτοὺς οἱ ἄνθρωποι παραγίγνονται, καὶ γεγόνασιν αἱ παρὰ | |
1.9c | τῆς τύχης συμφοραὶ πρὸς φιλοσοφίαν ἐφόδια· καὶ ὅτι μὲν πένης ἦν ὁ Σωκράτης, ὁ πένης εὐθὺς μιμήσεται τὸν Σωκράτην· ὡς ὠνάμεθα, ὅτι μὴ καὶ οἱ σιμοὶ καὶ | |
1.9d | οἱ προγάστορες ἀμφισβητοῦσιν φιλοσοφίας· ὅτι δὲ Σω‐ κράτης οὐκ ἐπὶ τοὺς πένητας ὠθεῖτο μόνον, ἀλλὰ καὶ ἐπὶ τοὺς πλουσίους καὶ τοὺς ἐνδόξους καὶ τοὺς εὐγε‐ | |
1.9e | νεστάτους, διαμέμνηται οὐδείς. Ἡγεῖτο γάρ, οἶμαι, ὁ Σωκράτης Αἰσχίνου μὲν φιλοσοφήσαντος καὶ Ἀντι‐ σθένους ὄνασθαι ἂν ὀλίγα τὴν Ἀθηναίων πόλιν· μᾶλλον δὲ μηδένα τῶν τότε, πλὴν ἡμῶν τῶν ἔπειτα, κατὰ τὴν | 15 |
1.9f | μνήμην τῶν λόγων· εἰ δὲ Ἀλκιβιάδης ἐφιλοσόφει, ἢ Κριτίας, ἢ Κριτόβουλος, ἢ Καλλίας, οὐδὲν ἂν τῶν | |
1.9g | δεινῶν τοῖς τότε Ἀθηναίοις ξυνέπεσεν· οὐδὲ γὰρ ἡ Διογένους ζήλωσις θυλάκιον καὶ βακτηρία, ἀλλ’ ἔξεστίν που καὶ ταῦτα περιβεβλημένον Σαρδαναπάλλου εἶναι | |
1.9h | κακοδαιμονέστερον· ὁ Ἀρίστιππος ἐκεῖνος πορφυρίδι ἀμπισχόμενος, καὶ μύροις χριόμενος, οὐχ ἧττον τοῦ | |
1.9i | Διογένους ἐσωφρόνει. Ὥσπερ γάρ, εἴ τις δύναμιν σώματος παρεσκευάσατο οὐδὲν ὑπὸ πυρὸς λυμαινο‐ μένην, ἐθάρσει ἂν, οἶμαι, καὶ τῇ Αἴτνῃ αὐτοῦ παραδοὺς τὸ σῶμα· οὕτω καὶ ὅστις πρὸς ἡδονὴν παρεσκεύασται | |
5 | καλῶς, οὐδὲ ἐν αὐταῖς ὢν θάλπεται, οὐδὲ ἐμπίμπραται, οὐδὲ ἐκτήκεται. | |
1.10a | Ἐξεταστέον δὴ τὸν φιλόσοφον οὐ σχήματι, οὐχ ἡλικίᾳ, οὐ τύχῃ, ἀλλὰ γνώμῃ, καὶ λόγῳ, καὶ παρα‐ σκευῇ ψυχῆς, ὑφ’ ὧν μόνων χειροτονεῖται φιλόσο‐ | |
φος· τὰ δὲ ἄλλα ταυτὶ παρὰ τῆς τύχης σχήματα ἔοι‐ | 16 | |
1.10b | κεν τοῖς ἐν Διονύσου περιβλήμασιν. Τὸ μὲν γὰρ τῶν ποιημάτων κάλλος ἓν καὶ ταυτόν, ἐάν τε δυνάστης ὁ λέγων ᾖ, ἐάν τε οἰκέτης· αἱ δὲ χρεῖαι τῶν δραμάτων | |
1.10c | μεταποιοῦσι τὰ σχήματα. Ὁ Ἀγαμέμνων τὸ σκῆπτρον φέρει, ὁ βουκόλος διφθέραν, ὁ Ἀχιλλεὺς ὅπλα, Τήλε‐ φος ῥάκια καὶ θύλακον· ἀκροῶνται δὲ οἱ θεώμενοι οὐδὲν μᾶλλον τοῦ Τηλέφου, ἢ τοῦ Ἀγαμέμνονος· ἀπο‐ | |
5 | τείνεται γὰρ ἡ ψυχὴ ἐπὶ τὰ ποιήματα αὐτά, οὐ τὰς | |
1.10d | τύχας τῶν λεγόντων. Νόμιζε δὴ κἀν τοῖς τῶν φιλο‐ | |
1.10e | σόφων λόγοις, τὸ μὲν καλὸν οὐκ εἶναι παντοδαπὸν οὐδὲ διαπεφορημένον, ἀλλ’ ἓν καὶ αὐτὸ αὑτῷ παρα‐ πλήσιον· τοὺς δὲ ἀγωνιστὰς αὐτούς, ἄλλον ἄλλῳ σχήματι ὑπὸ τῆς τύχης περιβεβλήμενον, εἰσπέμπεσθαι | |
5 | ἐπὶ τὴν σκηνὴν τοῦ βίου, Πυθαγόραν μὲν πορφυρᾷ ἀμπισχόμενον, τρίβωνι δὲ Σωκράτην, Ξενοφῶντα δὲ θώρακι καὶ ἀσπίδι, τὸν δὲ ἐκ τῆς Σινώπης ἀγωνιστήν, | |
1.10f | κατὰ τὸν Τήλεφον ἐκεῖνον, βακτηρίᾳ καὶ θυλάκῳ. Συ‐ νετέλει δὲ αὐτοῖς καὶ τὰ σχήματα αὐτὰ πρὸς τὴν δραματουργίαν· καὶ διὰ τοῦτο ὁ μὲν Πυθαγόρας ἐξ‐ έπληττεν, ὁ δὲ Σωκράτης ἤλεγχεν, ὁ δὲ Ξενοφῶν ἔπει‐ | |
1.10g | θεν, ὁ δὲ Διογένης ὠνείδιζεν. Ὦ μακάριοι μὲν τῶν δραμάτων οἱ ὑποκριταί, μακάριοι δὲ τῶν ἀκουσμάτων οἱ θεαταί. Τίς ἂν ἡμῖν καὶ νῦν ποιητὴς καὶ ἀγω‐ | |
νιστὴς γένοιτο οὐκ ἀσχήμων, οὐδὲ ἄφωνος, ἀλλ’ ὁμι‐ | 17 | |
5 | λεῖν ἀξιόχρεως θεάτροις Ἑλληνικοῖς; Ζητῶμεν τὸν ἄνδρα· τάχα που φανήσεται, καὶ φανεὶς οὐκ ἀτιμασ‐ θήσεται. | |
2.1a(1t) | Εἰ θεοῖς ἀγάλματα ἱδρυτέον. | |
1 | Ἀρωγοὶ ἀνθρώποις θεοί, πάντες μὲν πᾶσιν, ἄλλοι δὲ ἄλλοις ἐνομίσθησαν κατὰ τὴν φήμην τῶν ὀνο‐ μάτων, καὶ διένειμαν αὐτοῖς οἱ ἄνθρωποι τιμὰς καὶ | |
2.1b | ἀγάλματα, οἱ ἐς τὰ ἴδια ἕκαστοι ὠφεληθέντες. Οὕτω μὲν ναῦται ἐπὶ ἀκλύστου πέτρας ἀνέθηκαν οἴακας θα‐ | |
2.1c | λαττίοις· οὕτω δέ τις ποιμένων τὸν Πᾶνα τιμᾷ ἐλάτην | |
2.1d | αὐτῷ ὑψηλὴν ἐξελόμενος, ἢ ἄντρον βαθύ· καὶ γεωργοὶ Διόνυσον τιμῶσιν, πήξαντες ἐν ὀρχάτῳ αὐτοφυὲς πρέ‐ | |
2.1e | μνον, ἀγροικικὸν ἄγαλμα· ἱερὰ δὲ Ἀρτέμιδος, πηγαὶ ναμάτων, καὶ κοῖλαι νάπαι, καὶ εὔθηροι λειμῶνες· | |
2.1f | ἐπεφήμισαν δὲ καὶ Διὶ ἀγάλματα οἱ πρῶτοι ἄνθρωποι, | |
κορυφὰς ὀρῶν, Ὄλυμπον, καὶ Ἴδην, καὶ εἴ τι ἄλλο | 18 | |
2.1g | ὄρος πλησιάζει τῷ οὐρανῷ· ἔστίν που καὶ ποταμῶν τιμή, ἢ κατ’ ὠφέλειαν, ὥσπερ Αἰγυπτίοις πρὸς τὸν Νεῖλον· ἢ κατὰ κάλλος, ὡς Θετταλοῖς πρὸς τὸν Πη‐ νειόν· ἢ κατὰ μέγεθος, ὡς Σκύθαις πρὸς τὸν Ἴστρον· | |
5 | ἢ κατὰ μῦθον, ὡς Αἰτωλοῖς πρὸς Ἀχελῶον· ἢ κατὰ νόμον, ὡς Σπαρτιάταις πρὸς τὸν Εὐρώταν· ἢ κατὰ | |
2.1h | τελετήν, ὡς Ἀθηναίοις πρὸς Ἰλισσόν. Εἶτα ποταμοὶ μὲν διέλαχον τὰς τιμὰς κατὰ τὴν χρείαν τῶν ὠφελου‐ μένων, καὶ αἱ τέχναι τιμῆς θεῶν ἑκάστη εὔπορος, ἄλλο ἄλλη προστησαμένη ἄγαλμα· εἰ δέ που τὶ γένος ἀν‐ | |
5 | θρώπων ἐστὶν οὐ θαλάττιον οὐδὲ γεωργικὸν, ἀλλ’ ἀστυπολοῦν καὶ ἀνακεκραμένον κοινωνίᾳ πολιτικῇ νό‐ μου καὶ λόγου, ἆρα τούτοις ἀγέραστον ἔσται τὸ θεῖον καὶ ἀτίμητον; ἢ τιμήσουσιν μέν, τῇ δὲ φήμῃ μόνῃ· ἀγαλμάτων δὲ καὶ ἱδρυμάτων οὐκ οἰήσονται δεῖν τοῖς | |
10 | θεοῖς; οὐδὲ γὰρ δεῖ τοῖς θεοῖς ἀγαλμάτων οὐδὲ ἱδρυ‐ μάτων μᾶλλον, ἢ εἰκόνων ἀγαθοῖς ἀνδράσιν. | |
2.2a | Ὥσπερ δέ, οἶμαι, τῷ κατὰ τὰς φωνὰς λόγῳ οὐδὲν δεῖ πρὸς σύστασιν χαρακτήρων Φοινικίων τινῶν, ἢ Ἰωνικῶν, | |
ἢ Ἀττικῶν, ἢ Ἀσσυρίων, ἢ Αἰγυπτίων, ἀλλ’ ἡ ἀνθρω‐ πίνη ἀσθένεια ἐξεῦρεν σημεῖα ταῦτα, ἐν οἷς ἀποτιθε‐ | 19 | |
5 | μένη τὴν αὑτῆς ἀμβλύτητα ἐξ αὐτῶν ἀναμάττεται τὴν | |
2.2b | αὖθις μνήμην· οὕτως ἀμέλει καὶ τῇ τοῦ θείου φύσει δεῖ μὲν οὐδὲν ἀγαλμάτων οὐδὲ ἱδρυμάτων, ἀλλὰ ἀσθενὲς ὂν κομιδῇ τὸ ἀνθρώπειον, καὶ διεστὸς τοῦ θείου ὅσον ‘οὐρανὸς γῆς,‘ σημεῖα ταῦτα ἐμηχανήσατο, | |
5 | ἐν οἷς ἀποθήσεται τὰ τῶν θεῶν ὀνόματα καὶ τὰς | |
2.2c | φήμας αὐτῶν. Οἷς μὲν οὖν ἡ μνήμη ἔρρωται, καὶ δύνανται εὐθὺ τοῦ οὐρανοῦ ἀνατεινόμενοι τῇ ψυχῇ τῷ θείῳ ἐντυγχάνειν, οὐδὲν ἴσως δεῖ τούτοις ἀγαλμάτων· | |
2.2d | σπάνιον δὲ ἐν ἀνθρώποις τὸ τοιοῦτο γένος, καὶ οὐκ ἂν ἐντύχοις δήμῳ ἀθρόῳ τοῦ θείου μνήμονι, καὶ μὴ | |
2.2e* | δεομένῳ τοιαύτης ἐπικουρίας· οἷον καὶ τοῖς παισὶν οἱ γραμματισταὶ μηχανῶνται ὑποχαράττοντες αὐτοῖς ση‐ μεῖα ἀμυδρά, οἷς ἐπάγοντες τὴν χειρουργίαν, ἐθίζονται | |
2.2f | τῇ μνήμῃ πρὸς τὴν τέχνην. Δοκοῦσιν δή μοι καὶ οἱ νομοθέται, καθάπέρ τινι παίδων ἀγέλῃ, ἐξευρεῖν τοῖς ἀνθρώποις ταυτὶ τὰ ἀγάλματα, σημεῖα τῆς πρὸς τὸ θεῖον τιμῆς, καὶ ὥσπερ χειραγωγίαν τινὰ καὶ ὁδὸν | |
5 | πρὸς ἀνάμνησιν. | |
2.3a | Ἀγαλμάτων δὲ οὐχ εἷς νόμος, οὐδὲ εἷς τρόπος, οὐδὲ τέχνη μία, οὐδὲ ὕλη μία· ἀλλὰ τὸ μὲν Ἑλλη‐ νικόν, τιμᾶν τοὺς θεοὺς ἐνόμισαν τῶν ἐν γῇ τοῖς καλλίστοις, ὕλῃ μὲν καθαρᾷ, μορφῇ δὲ ἀνθρωπίνῃ, | 20 |
2.3b | τέχνῃ δὲ ἀκριβεῖ. Καὶ οὐκ ἄλογος ἡ ἀξίωσις τῶν τὰ ἀγάλματα εἰς ἀνθρωπίνην ὁμοιότητα καταστησαμένων· | |
2.3c | εἰ γὰρ ἀνθρώπου ψυχὴ ἐγγύτατον θεῷ καὶ ἐμφερέ‐ στατον, οὐ δήπου εἰκὸς τὸ ὁμοιότατον αὐτῷ περιβα‐ λεῖν, τὸν θεόν, σκήνει ἀτοπωτάτῳ, ἀλλ’ ὅπερ ἔμελλεν ψυχῆς ἀθανάτοις εὔφορόν τε ἔσεσθαι καὶ κοῦφον καὶ | |
5 | εὐκίνητον μόνον, τοῦτο τῶν ἐν γῇ σωμάτων ἀνατεῖνον τὴν κορυφὴν ὑψοῦ, σοβαρὸν, καὶ γαῦρον, καὶ σύμ‐ μετρον, οὔτε διὰ μέγεθος ἐκπληκτικόν, οὔτε διὰ χαί‐ την φοβερόν, οὔτε διὰ βάρος δυσκίνητον, οὔτε διὰ λειότητα ὀλισθηρόν, οὔτε διὰ τραχύτητα ἀντίτυπον, | |
10 | οὔτε διὰ ψυχρότητα ἑρπηστικόν, οὔτε ἰταμὸν διὰ θερ‐ μότητα, οὔτε νηκτὸν διὰ μανότητα, οὐκ ὠμοφάγον δι’ ἀγριότητα, οὐ ποιηφάγον δι’ ἀσθένειαν, ἀλλὰ κεκρα‐ | |
2.3d | μένον μουσικῶς πρὸς τὰ αὑτοῦ ἔργα· φοβερὸν μὲν δειλοῖς, ἥμερον δὲ ἀγαθοῖς, βαδιστικὸν μὲν τῇ φύσει, | |
πτηνὸν δὲ τῷ λόγῳ, νηκτὸν δὲ τέχνῃ, σιτοφάγον καὶ γεωπόνον καὶ καρποφάγον καὶ εὔχρουν καὶ εὐσταλὲς | 21 | |
5 | καὶ εὐωπὸν καὶ εὐγένειον, διὰ τοιούτου σώματος τύ‐ πων τοὺς θεοὺς τιμᾶν ἐνόμισαν οἱ Ἕλληνες. | |
2.4a | Τὸ δὲ βαρβαρικόν, ὁμοίως μὲν ἅπαντες ξυνετοὶ τοῦ | |
2.4b | θεοῦ, κατεστήσαντο δὲ αὐτοῖς σημεῖα ἄλλοι ἄλλα. Πέρσαι μὲν πῦρ, ἄγαλμα ἐφήμερον, ἀκόρεστον καὶ ἁδηφάγον· καὶ θύουσιν Πέρσαι πυρί, ἐπιφοροῦντες αὐτῷ τὴν πυρὸς τροφήν, ἐπιλέγοντες· | |
5 | πῦρ δέσποτα, ἔσθιε. | |
2.4c | Ἄξιον δὲ πρὸς τοὺς Πέρσας εἰπεῖν, Ὦ πάντων γε‐ νῶν ἀνοητότατον, οἱ τοσούτων καὶ τηλικούτων ἀγαλ‐ μάτων ἀμελήσαντες, γῆς ἡμέρου, καὶ ἡλίου λαμπροῦ, καὶ θαλάττης πλοΐμου, καὶ ποταμῶν γονίμων, καὶ | |
5 | ἀέρος τροφίμου, καὶ αὐτοῦ οὐρανοῦ, περὶ ἓν μάλιστα ἀσχολεῖσθε τὸ ἀγριώτατον καὶ ὀξύτατον, οὐ ξύλων αὐτῷ τροφὴν χορηγοῦντες μόνον, οὐδὲ ἱερείων, οὐδὲ θυμιαμάτων· ἀλλὰ τούτῳ τῷ ἀγάλματι καὶ τούτῳ τῷ θεῷ καὶ τὴν Ἐρετρίαν ἀναλῶσαι δεδώκατε, καὶ τὰς | |
10 | Ἀθήνας αὐτάς, καὶ τὰ Ἰώνων ἱερά, καὶ τὰ Ἑλλή‐ νων ἀγάλματα. | |
2.5a | Μέμφομαι καὶ τὸν Αἰγυπτίων νόμον. Βοῦν ἐκεῖ‐ νοι τιμῶσιν καὶ ὄρνιν καὶ τράγον καὶ τοῦ ποταμοῦ | 22 |
2.5b | τοῦ Νείλου τὰ θρέμματα· ὧν θνητὰ μὲν τὰ σώματα, δειλοὶ δὲ οἱ βίοι, ταπεινὴ δὲ ἡ ὄψις, ἀγεννὴς δὲ | |
2.5c | ἡ θεραπεία, αἰσχρὰ δὲ ἡ τιμή. Ἀποθνήσκει θεὸς Αἰγυπτίοις, καὶ πενθεῖται θεός· καὶ δείκνυται παρ’ | |
2.5d | αὐτοῖς ἱερὸν θεοῦ, καὶ τάφος θεοῦ. Καὶ Ἕλληνες μὲν θύουσιν καὶ ἀνθρώποις ἀγαθοῖς, καὶ τιμῶνται μὲν | |
2.5e | αὐτῶν αἱ ἀρεταί, ἀμνημονοῦνται δὲ αἱ συμφοραί· παρὰ δὲ Αἰγυπτίοις ἰσοτιμίαν ἔχει τὸ θεῖον τιμῆς καὶ δα‐ | |
2.5f | κρύων. Γυναικὶ Αἰγυπτίᾳ θρέμμα ἦν κροκόδειλος σκύλαξ· ἐμακάριζον οἱ Αἰγύπτιοι τὴν γυναῖκα, ὡς τι‐ θηνουμένην θεόν τινα ἑαυτῶν, καὶ προσετρέποντο καὶ | |
2.5g | αὐτὴν καὶ τὸν τρόφιμον· ἦν αὐτῇ παῖς ἄρτι ἡβάσκων, ἡλικιώτης τοῦ θεοῦ, συναθύρων αὐτῷ καὶ συντρεφό‐ | |
2.5h | μενος· ὁ δὲ τέως μὲν ὑπὸ ἀσθενείας ἦν τιθασός, προ‐ ελθὼν δὲ εἰς μέγεθος ἤλεγξεν τὴν φύσιν, καὶ διέφθειρεν | |
2.5i | τὸν παῖδα· ἡ δὲ δύστηνος Αἰγυπτία ἐμακάριζεν τὸν | |
υἱὸν τοῦ θανάτου, ὡς γενόμενον δῶρον ἐφεστίῳ θεῷ. | 23 | |
2.6a | Τὰ μὲν Αἰγυπτίων τοιαῦτα. Ἀλέξανδρος δὲ ἐκεῖνος, Πέρσας ἑλών, καὶ Βαβυλῶνος κρατήσας, καὶ Δαρεῖον χειρωσάμενος, ἦλθεν εἰς τὴν Ἰνδῶν γῆν ἄβατον οὖσαν τέως στρατιᾷ ξένῃ, ὡς Ἰνδοὶ ἔλεγον, πλήν γε Διονύσου | |
2.6b | καὶ Ἀλεξάνδρου. Ἐστασίαζον Ἰνδοὶ βασιλεῖς Πῶρος καὶ Ταξίλης. Πῶρον μὲν λαμβάνει ὁ Ἀλέξανδρος, | |
2.6c | Ταξίλην δὲ κατὰ φιλίαν παρεστήσατο. Ἐπεδείκνυεν Ἀλεξάνδρῳ Ταξίλης τὰ θαυμαστὰ τῆς Ἰνδῶν γῆς, πο‐ ταμοὺς μεγίστους, καὶ ὄρνιθας ποικίλους, καὶ εὐώδη | |
2.6d | φυτά, καὶ εἴ τι ἄλλο ξένον ὀφθαλμοῖς Ἑλληνικοῖς· ἐν δὲ τοῖς ἔδειξε καὶ ζῷον ὑπερφυές, Διονύσου ἄγαλμα, | |
2.6e | ᾧ Ἰνδοὶ ἔθυον· δράκων ἦν μῆκος πεντάπλεθρον, ἐτρέ‐ φετο δὲ ἐν χωρίῳ κοίλῳ, ἐν κρημνῷ βαθεῖ, τείχει ὑψηλῷ ὑπὲρ τῶν ἄκρων περιβεβλημένος· καὶ ἀνήλισκεν τὰς Ἰνδῶν ἀγέλας, χορηγούντων αὐτῷ τροφὴν βοῦς | |
5 | καὶ ὄϊς, καθάπερ τυράννῳ μᾶλλον ἢ θεῷ. | |
2.7a | Οἱ ἑσπέριοι Λίβυες οἰκοῦσι γῆν, αὐχένα στενὸν καὶ ἐπιμήκη καὶ ἀμφιθάλασσον· σχιζομένη γὰρ κατὰ κορυφὴν τοῦ αὐχένος ἡ ἔξω θάλασσα περιλαμβάνει τὴν γῆν κύ‐ | |
2.7b | ματι πολλῷ καὶ πελαγίῳ. Τοῖς ἀνθρώποις τούτοις ἱερόν | 24 |
2.7c | ἐστιν καὶ ἄγαλμα ὁ Ἄτλας· ἔστιν δὲ ὁ Ἄτλας ὄρος κοῖλον, ἐπιεικῶς ὑψηλόν, ἀνεῳγὸς πρὸς τὸ πέλαγος, ὥσπερ τὰ θέατρα πρὸς τὸν ἀέρα· τὸ δὲ ἐν μέσῳ τοῦ ὄρους χωρίον, αὐλὼν βραχύς, εὔγαιος καὶ εὔδενδρος· | |
5 | καὶ ἴδοις ἂν καὶ καρποὺς ἐπὶ τῶν δένδρων, καὶ ὀπτεύ‐ σαις ἐκ τῆς κορυφῆς, ὥσπερ εἰς φρεατείας ἔδαφος· κατελθεῖν δὲ οὔτε δυνατόν, κρημνῶδες γάρ, οὔτε ἄλλως | |
2.7d | θέμις. Τὸ δὲ ἐν τῷ χωρίῳ θαῦμα, ὁ ὠκεανὸς πλημ‐ μύρων ἐμπίπτει τῇ ἠϊόνι, καὶ τῇ μὲν ἄλλῃ ἀναχεῖται ἐπὶ τὰ πεδία, κατὰ δὲ τὸν Ἄτλαντα αὐτὸν κορυ‐ φοῦται τὸ κῦμα· καὶ ἴδοις ἂν τὸ ὕδωρ ἀνεστηκὸς ἐφ’ | |
5 | ἑαυτοῦ, ὥσπερ τειχίον, οὔτε εἰσρέον ἐπὶ τὰ κοῖλα, οὔτε ὑπὸ γῆς ἐρειδόμενον, ἀλλ’ ἐκ μέσου τοῦ ὄρους καὶ τοῦ ὕδατος ἀὴρ πολύς, κοῖλον ἄλσος. Τοῦτο Λι‐ βύων καὶ ἱερόν, καὶ θεός, καὶ ὅρκος, καὶ ἄγαλμα. | |
2.8a | Κελτοὶ σέβουσιν μὲν Δία, ἄγαλμα δὲ Διὸς Κελτικὸν | |
2.8b | ὑψηλὴ δρῦς. Παίονες σέβουσιν μὲν Ἥλιον, ἄγαλμα δὲ Ἡλίου Παιονικὸν δίσκος βραχὺς ὑπὲρ μακροῦ ξύλου. | |
2.8c | Ἀράβιοι σέβουσι μέν, ὅντινα δέ, οὐκ οἶδα· τὸ δὲ ἄγαλμα | 25 |
2.8d | εἶδον, λίθος ἦν τετράγωνος. Παφίοις ἡ μὲν Ἀφροδίτη τὰς τιμὰς ἔχει· τὸ δὲ ἄγαλμα οὐκ ἂν εἰκάσαις ἄλλῳ | |
2.8e | τῳ ἢ πυραμίδι λευκῇ, ἡ δὲ ὕλη ἀγνοεῖται. Λυκίοις ὁ Ὄλυμπος πῦρ ἐκδιδοῖ, οὐχ ὅμοιον τῷ Αἰτναίῳ, ἀλλ’ εἰρηνικὸν καὶ σύμμετρον· καὶ ἐστὶν αὐτοῖς τὸ πῦρ | |
2.8f | τοῦτο καὶ ἱερὸν καὶ ἄγαλμα. Φρύγες οἱ περὶ Κελαι‐ νὰς νεμόμενοι τιμῶσιν ποταμοὺς δύο, Μαρσύαν καὶ | |
2.8g | Μαίανδρον· εἶδον τοὺς ποταμούς· ἀφίησιν αὐτοὺς πηγὴ μία, ἣ προελθοῦσα ἐπὶ τὸ ὄρος ἀφανίζεται κατὰ νώτου τῆς πόλεως, καὖθις ἐκδιδοῖ ἐκ τοῦ ἄστεος, διελοῦσα τοῖς ποταμοῖς καὶ τὸ ὕδωρ καὶ τὰ ὀνόματα· ὁ μὲν ἐπὶ | |
5 | Λυδίας ῥεῖ, ὁ Μαίανδρος· ὁ δὲ αὐτοῦ περὶ τὰ πεδία | |
2.8h | ἀναλίσκεται. Θύουσιν Φρύγες τοῖς ποταμοῖς, οἱ μὲν ἀμφοτέροις, οἱ δὲ τῷ Μαιάνδρῳ, οἱ δὲ τῷ Μαρσύᾳ· καὶ ἐμβάλλουσιν τὰ μηρία εἰς τὰς πηγάς, ἐπιφημίσαν‐ τες τοὔνομα τοῦ ποταμοῦ, ὁποτέρῳ ἔθυσαν· ἀπενεχθέν‐ | |
5 | τα δὲ ἐπὶ τὸ ὄρος, καὶ ὑποδύντα ὄρος σὺν τῷ ὕδατι, οὔτ’ ἂν ἐπὶ τὸν Μαρσύαν ἐκδοθείη τὰ τοῦ Μαιάνδρου, οὔτ’ ἐπὶ τὸν Μαίανδρον τὰ τοῦ Μαρσύου· εἰ δὲ ἀμ‐ | |
2.8i | φοῖν εἴη, διαιροῦνται τὸ δῶρον. Ὄρος Καππαδόκαις καὶ θεὸς καὶ ὅρκος καὶ ἄγαλμα, Μαιώταις λίμνη, Τά‐ ναϊς Μασσαγέταις. | 26 |
2.9a | Ὢ πολλῶν καὶ παντοδαπῶν ἀγαλμάτων· ὧν τὰ μὲν ὑπὸ τέχνης ἐγένετο, τὰ δὲ διὰ χρείαν ἠγαπήθη, τὰ δὲ δι’ ὠφέλειαν ἐτιμήθη, τὰ δὲ δι’ ἔκπληξιν ἐθαυ‐ μάσθη, τὰ δὲ διὰ μέγεθος ἐθειάσθη, τὰ δὲ διὰ κάλλος | |
2.9b | ἐπῃνέθη. Πλὴν οὐδὲν γένος, οὐ βάρβαρον, οὐχ Ἑλλη‐ νικόν, οὐ θαλάττιον, οὐκ ἠπειρωτικόν, οὐ νομαδικόν, οὐκ ἀστυπολοῦν, ἀνέχεται τὸ μὴ καταστήσασθαι σύμ‐ | |
2.9c | βολα ἄττα τῆς τῶν θεῶν τιμῆς. Πῶς ἂν οὖν τις διαι‐ τήσαι τὸν λόγον, εἴτε χρὴ ποιεῖσθαι ἀγάλματα θεῶν, | |
2.9d | εἴτε μή; Εἰ μὲν γὰρ ἄλλοις τισὶν νομοθετοῦμεν ὑπερ‐ ορίοις ἀνθρώποις ἔξω τοῦ καθ’ ἡμᾶς αἰθέρος, ἄρτι ἐκ γῆς ἀναφυομένοις, ἢ ὑπό τινος προμηθείας πλαττο‐ μένοις, ἀπείροις βίου καὶ νόμου καὶ λόγου, δέοι ἂν | |
5 | ἴσως τοῦ σκέμματος· πότερα ἐατέον τουτὶ τὸ γένος, ἐπεὶ τῶν αὐτοφυῶν τούτων ἀγαλμάτων προσκυν〈εῖν αἱρ〉οῦνται, οὐκ ἐλέφαντα, οὐδὲ χρυσόν, οὐδὲ δρῦν, | |
οὐδὲ κέδρον, οὐδὲ ποταμόν, οὐδὲ ὄρνιθα, ἀλλὰ τὸν ἥλιον ἀνίσχοντα, καὶ τὴν σελήνην λάμπουσαν, καὶ τὸν | 27 | |
10 | οὐρανὸν πεποικιλμένον, καὶ γῆν αὐτήν, καὶ ἀέρα αὐ‐ τόν, καὶ πῦρ πᾶν, καὶ ὕδωρ πᾶν· 〈ἢ〉 καὶ τούτους κα‐ θείρξομεν εἰς ἀνάγκην τιμῆς ξύλων ἢ λίθων ἢ τύπων; | |
2.9e | εἰ δέ ἐστιν οὗτος ἱκανὸς ὁ πάντων νόμος, τὰ κείμενα ἐῶμεν, τὰς φήμας τῶν θεῶν ἀποδεχόμενοι, καὶ φυλάτ‐ τοντες αὐτῶν τὰ σύμβολα, ὥσπερ καὶ τὰ ὀνόματα. | |
2.10a | Ὁ μὲν γὰρ θεός, ὁ τῶν ὄντων πατὴρ καὶ δημιουρ‐ γός, ὁ πρεσβύτερος μὲν ἡλίου, πρεσβύτερος δὲ οὐρα‐ νοῦ, κρείττων δὲ χρόνου καὶ αἰῶνος καὶ πάσης ῥεούσης φύσεως, ἀνώνυμος νομοθέτῃ, καὶ ἄρρητος φωνῇ, καὶ | |
5 | ἀόρατος ὀφθαλμοῖς· οὐκ ἔχοντες δὲ αὐτοῦ λαβεῖν τὴν οὐσίαν, ἐπερειδόμεθα φωναῖς, καὶ ὀνόμασιν, καὶ ζῴοις, καὶ τύποις χρυσοῦ καὶ ἐλέφαντος καὶ ἀργύρου, καὶ | |
φυτοῖς, καὶ ποταμοῖς, καὶ κορυφαῖς, καὶ νάμασιν· ἐπι‐ θυμοῦντες μὲν αὐτοῦ τῆς νοήσεως, ὑπὸ δὲ ἀσθενείας | 28 | |
10 | τὰ παρ’ ἡμῶν καλὰ τῇ ἐκείνου φύσει ἐπονομάζοντες· | |
2.10b | αὐτὸ ἐκεῖνο τὸ τῶν ἐρώντων πάθος, οἷς ἥδιστον εἰς μὲν θέαμα οἱ τῶν παιδικῶν τύποι, ἡδὺ δὲ εἰς ἀνάμνη‐ σιν καὶ λύρα, καὶ ἀκόντιον, καὶ θῶκος που, καὶ δρό‐ μος, καὶ πᾶν ἁπλῶς τὸ ἐπεγεῖρον τὴν μνήμην τοῦ | |
2.10c | ἐρωμένου. Τί μοι τὸ λοιπὸν ἐξετάζειν καὶ νομο‐ θετεῖν ὑπὲρ ἀγαλμάτων; Θεῖον ἴστω πᾶν γένος, ἴστω | |
2.10d | μόνον. Εἰ δὲ Ἕλληνας μὲν ἐπεγείρει πρὸς τὴν μνή‐ μην τοῦ θεοῦ ἡ Φειδίου τέχνη, Αἰγυπτίους δὲ ἡ πρὸς τὰ ζῷα τιμή, καὶ ποταμὸς ἄλλους, καὶ πῦρ ἄλλους, οὐ νεμεσῶ τῆς διαφωνίας· ἴστωσαν μόνον, ἐράτωσαν μόνον, | |
5 | μνημονευέτωσαν. | 29 |
3.1a(1t) | Εἰ καλῶς ἐποίησεν Σωκράτης μὴ | |
2t | ἀπολογησάμενος. | |
1 | Δεινόν γε τὰς μὲν ἄλλας τέχνας ἀπηλλάχθαι ἑκά‐ στην τοῦ τῶν πολλῶν δικαστηρίου, καὶ μήτε τὸν κυ‐ βερνήτην ἐπιλαβόμενον τῆς νεώς, καὶ χρώμενον τῇ τέχνῃ κατὰ τοὺς ναυτικοὺς λόγους, εὐθύνεσθαι πρὸς | |
5 | τῶν ἀτέχνων, μήτε τὸν ἰατρὸν ἀνέχεσθαι τοὺς κά‐ μνοντας τὰ προστάγματα αὐτοῦ καὶ τὰ ἰάματα καὶ τὰ διαιτήματα ἐπισκοποῦντας καὶ βασανίζοντας, ἀλλ’ οὐδὲ κεραμέας, οὐδὲ σκυτοτόμους, οὐδὲ τοὺς τὰ ἔτι τούτων ἀτιμότερα μεταχειριζομένους, ἄλλόν τινα ἔχειν δικα‐ | |
3.1b | στὴν τῶν ἔργων, πλὴν τῆς τέχνης. Σωκράτη δὲ τὸν μηδὲ τῷ Ἀπόλλωνι παρασχόντα ἀμαθίας αἰτίαν, τῷ τὰς ψάμμους εἰδότι καὶ καταμαντευσαμένῳ τῆς θαλάττης, | |
οὔπω καὶ νῦν πεπαῦσθαι συκοφαντούμενον καὶ εὐθυ‐ | 30 | |
5 | νόμενον, ἀλλὰ πικροτέρους αὐτῷ εἶναι τοὺς ἐπιγιγνο‐ μένους αἰεὶ καὶ τοὺς συκοφάντας Ἀνύτου καὶ Μελήτου, | |
3.1c | καὶ τοὺς δικαστὰς Ἀθηναίων τῶν τότε· καὶ εἰ μὲν γραφεὺς ἦν ἢ δημιουργὸς ἀγαλμάτων, οἷον Ζεῦξις ἢ Πολύκλειτος ἢ Φειδίας, παρέπεμπεν ἂν τὰ ἔργα αὐτῶν μετ’ εὐφημίας ἡ τῆς τέχνης δόξα· ὁρῶντες γοῦν ἐκεῖνα | |
5 | οἱ ἄνθρωποι, μὴ ὅτι αἰτιᾶσθαι, ἀλλ’ οὐδὲ ἐξετάζειν τολμῶσιν, ἀλλ’ εἰσὶν αὐτεπάγγελτοι ἐπαινέται θεαμά‐ | |
3.1d | των ἐνδόξων· εἰ δέ τις μὴ κατὰ γραφέας, μηδὲ κατ’ ἀγαλμάτων δημιουργοὺς ἀγαθὸς ἦν τὴν χειρῶν τέχνην, ἀλλὰ τὸν αὑτοῦ βίον συμμέτρως, καὶ πρὸς τὸ ἀκρι‐ βέστατον, λόγῳ καὶ πόνῳ καὶ ἐθισμῷ καὶ εὐτελείᾳ καὶ | |
5 | καρτερίᾳ καὶ σωφροσύνῃ καὶ ταῖς ἄλλαις ἀρεταῖς ἡρ‐ μόσατο· τοῦτον μὴ τυγχάνειν βεβαίας δόξης, μηδὲ ἐπαίνων ὡμολογημένων, μηδὲ ὁμοφώνων δικαστῶν, ἀλλὰ ἄλλον ἄλλό τι διατελεῖν ὑπὲρ αὐτοῦ λέγοντας; | |
32*a | Ὁποῖόν τι καὶ τὸ παρὸν ἡμῖν νυνὶ σκέμμα. Σω‐ κράτη τοῦτον Μέλητος μὲν ἐγράψατο, Ἄνυτός τε εἰσή‐ γαγεν, Λύκων δὲ ἐδίωκεν, κατεδίκασαν δὲ Ἀθηναῖοι, ἔδη‐ | |
32*b | σαν δὲ οἱ ἕνδεκα, ἀπέκτεινεν δὲ ὁ ὑπηρέτης. Καὶ Μελή‐ | |
του γραφομένου ὑπερεώρα, καὶ Ἀνύτου εἰσάγοντος κατ‐ εφρόνει, καὶ Λύκωνος λέγοντος κατεγέλα, καὶ ψηφιζο‐ μένων Ἀθηναίων ἀντεψηφίζετο, καὶ τιμωμένων ἀντε‐ | 31 | |
5 | τιμᾶτο, καὶ δεόντων αὐτὸν τῶν ἕνδεκα τὸ μὲν σῶμα παρεῖχεν, ἀσθενέστερον γὰρ ἦν πολλῶν σωμάτων, τὴν δὲ ψυχὴν οὐ παρεῖχεν, κρείττων γὰρ ἦν Ἀθηναίων ἁπάντων, οὐδὲ τῷ ὑπηρέτῃ ἐχαλέπαινεν, οὐδὲ πρὸς | |
32*c | τὸ φάρμακον ἐδυσχέραινεν· ἀλλ’ Ἀθηναῖοι μὲν αὐτὸν οὐχ ἑκόντες κατεδίκασαν, ὁ δὲ ἀπέθνησκεν ἑκών· | |
32*d | ἐλέγχει δὲ τοῦ μὲν τὸ ἑκούσιον, ὅτι ἐξὸν αὐτῷ καὶ χρημάτων τιμήσασθαι, καὶ φεύγειν ἐκκλαπέντι, προεί‐ | |
32*e | λετο ἀποθανεῖν· τῶν δὲ τὸ ἀκούσιον, μετέγνωσαν γὰρ εὐθύς· οὗ τί ἂν εἴη πάθος δικασταῖς καταγελαστότατον. | |
3.3a | Ἔτ’ οὖν ποθεῖς σκέψασθαι περὶ Σωκράτους, εἰ | |
3.3b | ὀρθῶς ταῦτα ἔδρα ἢ μή; τί οὖν, εἴ τις σοι παρελ‐ θὼν διηγεῖτο, ὅτι ἀνὴρ Ἀθηναῖος, γέρων τὴν ἡλικίαν, φιλόσοφος τὴν ἐπιτήδευσιν, πένης τὴν τύχην, δεινὸς τὴν φύσιν, ἀγαθὸς εἰπεῖν, συνετὸς νοῆσαι, ἄγρυπνος | 32 |
5 | καὶ νηφάλεος, καὶ οἷος μηδὲν εἰκῇ μήτε ἔργον πρᾶξαι, μήτε εἰπεῖν λόγον, βεβιωκὼς μὲν πόρρω ἡλικίας, ἐπαι‐ νέτας δὲ σχὼν τοῦ τρόπου Ἑλλήνων μὲν οὐ τοὺς φαυ‐ | |
3.3c | λοτάτους τὴν φύσιν, θεῶν δὲ τὸν Ἀπόλλωνα· οὗτος ἐπαναστάντων αὐτῷ φθόνῳ καὶ ἀπεχθείᾳ καὶ τῇ πρὸς τὰ καλὰ ὀργῇ ἐκ μὲν τοῦ θεάτρου Ἀριστοφάνους, ἐκ δὲ τῶν σοφιστῶν Ἀνύτου, ἐκ δὲ τῶν συκοφαντῶν | |
5 | Μελήτου, ἐκ δὲ τῶν ῥητόρων Λύκωνος, καὶ τοῦ μὲν κωμῳδοῦντος, τοῦ δὲ γραφομένου, τοῦ δὲ εἰσάγοντος, τοῦ δὲ λέγοντος, τῶν δὲ δικαζόντων, ἐχαλέπαινεν πρῶτα μὲν τῷ Ἀριστοφάνει, καὶ καταστὰς ἐν Ἀθηναίοις | |
ἀντεκωμῴδει τὸν ἄνδρα ἐν Διονυσίοις, ἔτι μεθυόντων | 33 | |
10 | δικαστῶν· ἔπειτα εἰς τὸ δικαστήριον παρελθὼν ἀντερ‐ ρητόρευεν τοῖς λέγουσι καὶ λόγους διεξῄει μακρούς, ἀπολογίαν εὖ μάλα εἰς ἐπαγωγὴν δικαστῶν συγκειμένην, ἐξευμενιζόμενος μὲν τὸ δικαστήριον τοῖς προοιμίοις, πείθων δὲ τοῖς διηγήμασιν, ἀποδεικνὺς δὲ τεκμηρίοις | |
15 | καὶ πίστεσιν καὶ εἰκάσμασιν, ἀναβιβαζόμενος δὲ καὶ μάρ‐ τυρας τῶν πλουσίων τινὰς καὶ ἀξιόχρεων ἐν Ἀθηναίοις δικασταῖς, κἂν τοῖς ἐπιλόγοις ἱκετεύων καὶ ἀντιβολῶν καὶ δεόμενος καί που καὶ δάκρυα ἐν καιρῷ ἀφιείς, | |
3.3d | καὶ μετὰ τοῦτο τελευτῶν τὴν Ξανθίππην ἀναβιβασά‐ | |
3.3e | μενος κωκύουσαν, καὶ τὰ παιδία κλαυμυριζόμενα, διὰ τούτων ἁπάντων μετεχειρίσατο τοὺς δικαστάς, καὶ ἀπεψηφίσαντο αὐτοῦ, καὶ ᾤκτειραν, καὶ ἀφῆκαν; | |
34*a | Καλοῦ τοῦ νικηφόρου· ἦ που εἰς Λύκειον ὤσατο ἂν ἐκεῖθεν, καὶ εἰς Ἀκαδημίαν αὖθις, καὶ τὰς ἄλλας διατριβὰς φαιδρός, ὥσπερ οἱ ἐκ χειμερίου θαλάττης σεσωσμένοι. | |
34*b | Καὶ πῶς ἂν ἠνέσχετο φιλοσοφία σπάνιον τὸ πρὸς ἑαυτὴν τοῦτον τὸν ἄνδρα; οὐ μᾶλλον ἢ παιδοτρίβης ἐκ σταδίου ἀγωνιστὴν μύρῳ κεχρισμένον, ἀνιδρωτὶ καὶ ἀκονιτὶ στεφανωθέντα, ἄπληκτον, καὶ ἄτρωτον, | |
34*c | καὶ μηδὲν ἴχνος ἀρετῆς ἔχοντα. Τίνος δ’ ἂν καὶ εἵνεκα ἀπελογήσατο Σωκράτης ἐπ’ ἐκείνων τῶν Ἀθηναίων; ὡς ἐπὶ δικαστῶν; ἀλλὰ ἄδικοι· ὡς ἐπὶ φρονίμων; ἀλλὰ ἀνόητοι· ὡς ἐπὶ ἀγαθῶν; ἀλλὰ μοχθηροί· ὡς ἐπὶ εὐμε‐ | 34 |
5 | νῶν; ἀλλὰ ὠργίζοντο· ὡς ἐπὶ ὁμοίων; ἀλλὰ ἀνομοιό‐ τατοι· ὡς ἐπὶ κρειττόνων; ἀλλὰ χείρους ἦσαν· ὡς ἐπὶ | |
34*d | χειρόνων; καὶ τίς κρείττων χείρονι ἀπελογήσατο; τί δ’ ἂν καὶ εἶπεν ἀπολογούμενος; ἆρα ὡς οὐκ ἐφιλοσόφει; ἀλλὰ ἐψεύδετο ἄν· ἢ ὅτι ἐφιλοσόφει; ἀλλὰ ἐπὶ τούτῳ ἐχαλέπαινον. | |
3.5a | Ἀλλὰ νὴ Δία τούτων μὲν οὐδέν, ἀπολύεσθαι δ’ ἐχρῆν τὴν αἰτίαν, ὡς μήτε διέφθειρεν τοὺς νέους, μήτε | |
3.5b | καινὰ δαιμόνια ἐπεισέφερεν. Καὶ τίς τεχνίτης τὸν ἄτεχνον πείθει ὑπὲρ τῶν κατὰ τὴν τέχνην; ποῦ γὰρ Ἀθηναίοις συνιέναι, τί μὲν διαφθορὰ νέων, τί δὲ | |
3.5c | ἀρετή; καὶ τί μὲν τὸ δαιμόνιον, πῶς δὲ τιμητέον; οὐ γὰρ τῷ κυάμῳ λαχόντες δικασταὶ χίλιοι ταῦτα ἐξετά‐ ζουσιν, οὐδὲ Σόλων τὶ ὑπὲρ αὐτῶν γέγραφεν, οὐδὲ οἱ | |
3.5d | Δράκοντος σεμνοὶ νόμοι· ἀλλὰ κλήσεις μέν, καὶ φάσεις, καὶ γραφαί, καὶ εὐθύναι, καὶ ἀντωμοσίαι, καὶ πάντα | |
τὰ τοιαῦτα ἐν ἡλιαίᾳ εὐθύνεται, ὥσπερ ἐν ταῖς τῶν παίδων ἀγέλαις αἱ περὶ τῶν ἀστραγάλων διαμάχαι καὶ | 35 | |
5 | ῥητορικαί, ἀφαιρουμένων ἀλλήλους, καὶ ἀδικούντων, | |
3.5e | καὶ ἀδικουμένων· ἀλήθεια δὲ καὶ ἀρετὴ καὶ βίος ὀρθὸς ἑτέρων δικαστῶν δεῖ, καὶ νόμων ἑτέρων, καὶ ῥητόρων ἑτέρων, ἐν οἷς Σωκράτης ἐκράτει, καὶ ἐστεφανοῦτο, καὶ εὐδοκίμει. | |
3.6a | Πῶς οὖν οὐκ ἂν ἦν καταγέλαστος γέρων ἀνὴρ καὶ φιλόσοφος συναστραγαλίζων τοῖς παισίν; ἢ τίς πώποτε ἰατρὸς ἔπεισεν τοὺς πυρέττοντας, ὅτι ἀγαθὸν τὸ διψῆν καὶ λιμώττειν; ἢ τίς τὸν ἀκόλαστον, ὅτι πονηρὸν | |
5 | ἡδονή; ἢ τίς τὸν χρηματιστήν, ὅτι οὐδενὸς ἀγαθοῦ | |
3.6b | ἐφίεται; ἦ γὰρ ἂν καὶ τοῦτο Σωκράτης οὐ χαλεπῶς ἔπεισεν τοὺς Ἀθηναίους, ὡς οὐκ ἔστιν διαφθορὰ νέων ἀρετῆς ἐπιτήδευσις, οὐδὲ ἡ τοῦ θείου γνῶσις περὶ δαί‐ | |
3.6c | μονας παρανομία. Καὶ γὰρ ἤτοι συνηπίσταντο ταῦτα | |
3.6d | τῷ Σωκράτει, ἢ ὁ μὲν ἠπίστατο, οἱ δὲ ἠγνόουν. Καὶ εἰ μὲν ἠπίσταντο, τί ἔδει λόγων πρὸς τοὺς εἰδότας; εἰ δὲ ἠγνόουν, οὐκ ἀπολογίας αὐτοῖς, ἀλλ’ ἐπιστήμης | |
3.6e | ἔδει. Τὰς μὲν γὰρ ἄλλας ἀπολογίας μάρτυρες ἀπο‐ φαίνουσιν, καὶ πίστις, καὶ ἔλεγχοι, καὶ τεκμήρια, καὶ βάσανοι, καὶ ἄλλα τοιαῦτα, ἵνα τὸ ἀφανὲς τέως ἐπὶ | |
δικαστηρίου φωραθῇ· ἀρετῆς δὲ καὶ καλοκαγαθίας ὁ | 36 | |
5 | ἔλεγχος εἷς, ἡ πρὸς ταῦτα αἰδώς, ἧς ἐξεληλαμένης τότε Ἀθήνηθεν, τί ἔδει τῷ Σωκράτει λόγου; Νὴ Δία, ἵνα μὴ ἀποθάνῃ. | |
37*a | Ἀλλ’ εἰ τοῦτο ἐξ ἅπαντος ἠυλαβεῖτο ἓν τῷ ἀγαθῷ ἀνδρί, ὥρα ἦν Σωκράτει μὴ τοῖς Ἀθηναίων δικασταῖς ἀπολογεῖσθαι, ἀλλὰ μήτε Μελήτῳ ἀπεχθάνεσθαι, μήτε ἐλέγχειν Ἄνυτον, μήτε παρέχειν πράγματα τοῖς ἁμαρ‐ | |
5 | τάνουσιν Ἀθηναίων, μηδὲ περϊιέναι τὴν πόλιν, ἐντυγ‐ χάνοντα πάσαις ἀνδρῶν καὶ τύχαις καὶ τέχναις καὶ ἐπιτηδεύμασιν καὶ ἐπιθυμίαις, σωφρονιστὴν κοινὸν πικρὸν καὶ ἀπαραίτητον, μηδὲν ταπεινόν, μηδὲ θωπι‐ κόν, μηδὲ ἀνδραποδῶδες, μηδὲ ὑφειμένον πρὸς μηδένα | |
37*b | λέγοντα. Εἰ δὲ θανάτου μὲν ἤδη τὶς καὶ ἐν πολέμῳ κατεφρόνησεν, καὶ κυβερνήτης ἐν θαλάττῃ, ὀρέγονται δὲ ἕκαστοι τῶν ἐν ταῖς τέχναις ἀποθνήσκειν καλῶς σὺν τῇ τέχνῃ· ἦπου τὸν φιλόσοφον ἔδει λιποτάκτην | |
5 | γενέσθαι καὶ λιπόνεων καὶ φιλόψυχον, ῥίψαντα τὴν | |
37*c | ἀρετὴν ὡς ἐν πολέμῳ ἀσπίδα. Καὶ ταῦτα δρῶντα τίς ἂν αὐτὸν δικαστὴς ἐπῄνεσεν; ἢ τίς ἂν ἠνέσχετο τὸν Σωκράτην ἑστῶτα ἐν δικαστηρίῳ ταπεινὸν καὶ ἐπ‐ τηχότα, καὶ τὴν ἐλπίδα τοῦ ζῆν ἐρανιζόμενον παρ’ | 37 |
5 | ἄλλων; τοῦτο γάρ που τῆς ἀπολογίας τὸ σχῆμα ἦν. Ἢ λέγειν ἐχρῆν, ταπεινὸν δὲ οὐδέν, οὔτε ἐπτηχός, οὔτε ὑφειμένον, ἀλλ’ ἐλεύθερόν τι καὶ ἄξιον φιλοσοφίας; | |
37*d | οὐκ ἀπολογίαν μοι λέγεις, ἀλλ’ ὀργῆς ζωπύρωσιν καὶ φλεγμονήν. Πῶς γὰρ ἂν ἤνεγκεν τοιαύτην ἀπολογίαν δικαστήριον πονηρὸν καὶ δημοκρατικόν, καὶ ἐκδεδιῃ‐ τημένον ὑπ’ ἐξουσίας, καὶ ἀνήκοον παρρησίας, καὶ κο‐ | |
5 | λακείᾳ διηνεκεῖ κεχρημένον; οὐ μᾶλλον ἢ ἀκόλαστον συμπόσιον νήφοντα ἄνδρα ἀφαιρούμενον μὲν τὸν κρα‐ τῆρα, ἀπάγοντα δὲ τὴν αὐλητρίδα, καθαιροῦντα δὲ | |
37*e | τοὺς στεφάνους, παύοντα δὲ τὴν μέθην. Τοιγαροῦν ἐσιώπησεν ὁ Σωκράτης ἀσφαλῶς, ὅπου λέγειν οὐκ ἐξῆν καλῶς, φυλάξας μὲν τὴν ἀρετήν, φυλαξάμενος δὲ τὴν ὀργήν, καὶ παρασχὼν τοὔνειδος αὐτοῖς πικρόν, | |
5 | ὅτι καὶ σιωπῶντος αὐτοῦ κατεδίκασαν. | |
3.8a | Πάνυ γοῦν ἔδει τοῖς τότε Ἀθηναίων δικασταῖς | |
3.8b | λόγων. Σωκράτη γὰρ ἑβδομήκοντα μὲν ἐτῶν χρόνος, | |
καὶ ἐν τούτῳ φιλοσοφία καὶ ἀρετὴ διηνεκής, καὶ ἄπται‐ στος βίος καὶ ὑγιής, καὶ δίαιτα εἰλικρινής, καὶ ὁμι‐ λίαι χρησταί, καὶ ἐντεύξεις ὠφέλιμοι, καὶ συνουσίαι | 38 | |
5 | ἀγαθαί, ταῦτα μὲν αὐτὸν οὐκ ἐξείλετο ἐκ τοῦ δι‐ καστηρίου, καὶ τοῦ δεσμωτηρίου, καὶ τοῦ θανάτου, | |
3.8c | ἀμφορεὺς δὲ ἔμελλεν διαμετρηθεὶς πρὸς ῥητορείας καιρὸν βραχὺς ῥύσεσθαι τὸν Σωκράτην; ἀλλ’ οὔτε ἠδύ‐ | |
3.8d | νατο, οὔτε δυνάμενος, ἐδέξατο ἂν ὁ Σωκράτης. Ἄπαγε, ὦ Ζεῦ καὶ θεοί, ὅμοιον ὡς εἰ καὶ Λεωνίδην τὸν Σπαρτιάτην ἐκεῖνον ἠξίωσεν ἄν τις παραστὰς τοι‐ οῦτος σύμβουλος ὑποχωρῆσαι βραχύ, καὶ ἐνδοῦναι τῇ | |
3.8e | Ξέρξου ἐμβολῇ, ὡς συκοφάντῃ ὡπλισμένῳ· ὁ δὲ οὐκ ἐδέξατο, ἀλλ’ αὐτοῦ κεῖσθαι σὺν τῇ ἀρετῇ καὶ τοῖς ὅπλοις μᾶλλον, ἢ ζῶν δεῖξαι τὰ νῶτα βασιλεῖ βαρ‐ | |
3.8f | βάρῳ. Τί τοίνυν ἦν ἄλλο ἡ Σωκράτους ἀπολογία, ἢ νώτων ἀποστροφή, καὶ φυγὴ βλημάτων, καὶ εὐπρεπὴς δειλία; τοιγαροῦν ἔμεινεν, καὶ τὴν ἐμβολὴν ἐδέξατο, | |
3.8g | καὶ ἠρίστευσεν· Ἀθηναῖοι δὲ ᾤοντο αὐτοῦ καταψηφί‐ | |
3.8h | ζεσθαι. Καὶ γὰρ Ξέρξης ᾤετο νικᾶν Λεωνίδην, ἀλλὰ Λεωνίδης μὲν ἀπέθνησκεν, Ξέρξης δὲ ἡττᾶτο· καὶ Σω‐ κράτης μὲν ἀπέθνησκεν, Ἀθηναῖοι δὲ κατεδικάζοντο, | |
3.8i | δικαστὴς δὲ ἦν αὐτοῖς θεὸς καὶ ἀλήθεια. Ἡ δὲ Σω‐ | 39 |
3.8k | κράτους κατὰ Ἀθηναίων γραφή· Ἀδικεῖ ὁ Ἀθηναίων δῆμος, οὓς μὲν Σωκράτης νομίζει θεούς, οὐ νομίζων, ἕτερα δὲ καινὰ δαιμόνια ἐπεισφέρων· Σωκράτης μὲν γὰρ νομίζει Ὀλύμπιον τὸν Δία, Ἀθηναῖοι δὲ Περικλέα· | |
5 | καὶ Σωκράτης μὲν πιστεύει τῷ Ἀπόλλωνι, Ἀθηναῖοι | |
3.8l | δὲ αὐτῷ ἀντιψηφίζονται. Ἀδικεῖ δὲ ὁ δῆμος καὶ τοὺς νέους διαφθείρων· οὗτος καὶ Ἀλκιβιάδην διέφθειρεν, καὶ Ἱππόνικον, καὶ Κριτίαν, καὶ ἄλλους μυρίους. | |
3.8m | Ὢ γραφῆς ἀληθοῦς, καὶ δικαίου δικαστηρίου, καὶ κα‐ ταδίκης πικρᾶς. Ὑπὲρ μὲν Διὸς ἀσεβουμένου λοιμὸς ἦλθε καὶ ἐκ Πελοποννήσου πόλεμος· ὑπὲρ δὲ νέων διαφθειρομένων Δεκέλεια, καὶ ἡ ἐν Σικελίᾳ τύχη, καὶ | |
5 | ἐν Ἑλλησπόντῳ συμφοραί. Οὕτω δικάζει θεός, οὕτω καταψηφίζεται. | |
4.1a(1t) | Τίνες ἄμεινον περὶ θεῶν διέλαβον, ποιηταὶ | |
2t | ἢ φιλόσοφοι. | |
1 | Δεινῶς γε οἱ ἄνθρωποι στασιωτικοὶ οὐ μέχρι πο‐ | |
λιτείας μόνον, οὐδὲ ἀρχῆς, οὐδὲ τῶν ἐν μέσῳ κακῶν, ἀλλὰ καὶ ἐπὶ τὰ εἰρηνικώτατα τῶν ὄντων προεληλύ‐ θασιν, ποιητικὴν καὶ φιλοσοφίαν· χρῆμα διττὸν μὲν | 40 | |
5 | κατὰ τὸ ὄνομα, ἁπλοῦν δὲ κατὰ τὴν οὐσίαν, καὶ δια‐ φέρον τὸ αὐτοῦ, οἷον εἴ τις ἢ τὴν ἡμέραν ἄλλό τι ἡγήσαιτο πλὴν ἡλίου φῶς πίπτον εἰς γῆν, ἢ τὸν ἥλιον ὑπὲρ γῆς θέοντα ἄλλό τι ἢ ἡμέραν· οὕτω τοι καὶ τὰ | |
4.1b | ποιητικῆς πρὸς φιλοσοφίαν ἔχει. Καὶ γὰρ ποιητικὴ τί ἄλλο ἢ φιλοσοφία, τῷ μὲν χρόνῳ παλαιά, τῇ δὲ ἁρ‐ μονίᾳ ἔμμετρος, τῇ δὲ γνώμῃ μυθολογική; καὶ φιλο‐ σοφία τί ἄλλο ἢ ποιητική, τῷ μὲν χρόνῳ νεωτέρα, τῇ | |
4.1c | δὲ ἁρμονίᾳ εὐζωνοτέρα, τῇ δὲ γνώμῃ σαφεστέρα; Δύο τοίνυν πραγμάτων χρόνῳ μόνον καὶ σχήματι ἀλλήλοις διαφερομένων πῶς ἄν τις διαιτῆσαι τὴν διαφορὰν ἐν οἷς τι περὶ τοῦ θείου ἑκάτεροι λέγουσιν καὶ οἱ ποιη‐ | |
5 | ταὶ καὶ οἱ φιλόσοφοι; | |
4.2a | Ἢ τὸ σκέμμα τουτὶ ἐοικέναι φῶμεν τοιῷδε, οἷον εἴ τις καὶ ἰατρικὴν ἐνθυμηθεὶς τὴν πρώτην ἐκείνην πρὸς τὴν νέαν δὴ καὶ τοῖς νῦν σώμασιν ἐπιτεταγμένην, | |
4.2b | σκοποῖ τὸ ἐν ἑκατέρᾳ βέλτιον καὶ χεῖρον; Ἀποκρίναιτο γὰρ ἂν αὐτῷ ὁ Ἀσκληπιός, ὅτι τὰς μὲν ἄλλας τέχνας | |
οὐ μεταποιοῦσιν οἱ χρόνοι· ὧν γὰρ ἡ αὐτὴ χρεία ἀεί, τούτων παραπλήσια καὶ τὰ ἔργα· ἰατρικὴν δὲ ἀνάγκη | 41 | |
5 | ἑπομένην τῇ κρατήσει τῶν σωμάτων, πράγματι οὐχ ἑστῶτι οὐδὲ ὡμολογημένῳ, ἀλλὰ ταῖς κατὰ τὴν δίαιταν τροφαῖς ἀλλοιουμένῳ καὶ μεταπίπτοντι, ἰάματα καὶ διαίτας αὐτῷ ἐξευρίσκειν ἄλλοτε ἄλλας, προσφόρους | |
4.2c | τῇ παρούσῃ τροφῇ. Μηδὲν οὖν ἡγοῦ τοὺς υἱέας τοὺς ἐμούς, τὸν Μαχάονα ἐκεῖνον καὶ τὸν Ποδαλείριον, ἧττόν τι εἶναι δεξιωτέρους ἰᾶσθαι τῶν αὖθις ἐπιτιθε‐ μένων τῇ τέχνῃ, καὶ τὸ σοφὰ ταῦτα καὶ παντοδαπὰ | |
4.2d | ἰάματα ἐξευρηκότων· ἀλλὰ τότε μὲν ἡ τέχνη σώμασιν ὁμιλοῦσα οὐ θρεπτικοῖς, οὐδὲ ποικίλοις, οὐδὲ ἐκλελυ‐ μένοις παντάπασιν, ῥᾳδίως αὐτὰ μετεχειρίζετο, καὶ ἦν αὐτῆς ἔργόν τι ἁπλοῦν | |
5 | ἰούς τ’ ἐκτάμνειν, ἐπί τ’ ἤπια φάρμακα πάσσειν· | |
4.2e | τελευτῶσα δὲ νῦν, ὑπολισθαινόντων αὐτῇ τῶν σωμάτων | |
εἰς δίαιταν ποικιλωτέραν καὶ κρᾶσιν πονηράν, ἐξεποι‐ κίλθη τὲ αὐτὴ καὶ μετέβαλλεν ἐκ τῆς πρόσθεν ἁπλό‐ τητος εἰς παντοδαπὸν σχῆμα. | 42 | |
4.3a | Φέρε καὶ ὁ ποιητικὸς ὁμοῦ καὶ ὁ φιλόσοφος ἀπο‐ κρινάσθω κατὰ τὸν Ἀσκληπιὸν ὑπὲρ τῶν ἐπιτηδευ‐ | |
4.3b | μάτων· οὗτος μὲν καὶ ἄγαν δεινοπαθῶν, εἴ τις ἡγή‐ σαιτο Ὅμηρον καὶ Ἡσίοδον ἤ, νὴ Δία, Ὀρφέα ἢ ἄλλόν τινα τῶν τότε ἀνδρῶν, ἧττόν τι εἶναι σοφώτερον Ἀρι‐ στοτέλους τοῦ Σταγειρίτου, ἢ Χρυσίππου τοῦ Κίλικος, | |
5 | ἢ Κλειτομάχου τοῦ Λίβυος, ἢ τῶν τὰ πολλὰ καὶ σοφὰ ταῦτα ἡμῖν ἐξευρηκότων· ἀλλὰ οὐχὶ καὶ τούτους ὁμοίως | |
4.3c | μὲν καὶ τὰ αὐτὰ δεινούς, εἰ μὴ καὶ μᾶλλον. Καθάπερ δὲ ἐπὶ τῶν σωμάτων τὰ μὲν ἀρχαῖα ὑπὸ διαίτης χρηστῆς εὐμεταχείριστα ἦν τῇ τέχνῃ, τὰ δὲ αὖθις ἐδεήθη ἰατρικῆς ἀλλοιοτέρας· οὕτω καὶ ἡ ψυχὴ πρότερον μὲν | |
5 | δι’ ἁπλότητα καὶ τὴν καλουμένην ταύτην εὐήθειαν ἐδεῖτο φιλοσοφίας μουσικῆς τινος καὶ πρᾳοτέρας, ἣ διὰ μύθων δημαγωγήσει αὐτὴν καὶ μεταχειριεῖται, κα‐ θάπερ αἱ τιτθαὶ τοὺς παῖδας διὰ μυθολογίας βουκο‐ | |
4.3d | λῶσιν· προϊοῦσα δὲ εἰς δεινότητα, καὶ ἀνδριζομένη, καὶ ὑποπιμπλαμένη ἀπιστίας καὶ πανουργίας, καὶ τοὺς μύθους διερευνωμένη, καὶ οὐκ ἀνεχομένη τῶν αἰνι‐ γμάτων, ἐξεκάλυψέν τε καὶ ἀπέδυσεν φιλοσοφίαν τοῦ | 43 |
5 | αὑτῆς κόσμου, καὶ ἐχρήσατο γυμνοῖς τοῖς λόγοις· οἱ δ’ εἰσὶν οὐδὲν ἀλλοιότεροι τῶν προτέρων οἱ ἔπειτα, πλὴν τῷ σχήματι τῆς ἁρμονίας, ἀλλ’ αἱ περὶ θεῶν δόξαι ἀρξάμεναι ἄνωθεν διὰ πάσης φιλοσοφίας ἦλθον. | |
4.4a | Ἐπίκουρον δὲ ἐξελῶ λόγου καὶ ποιητικοῦ καὶ φιλο‐ σόφου, τοῖς δὲ ἄλλοις ἡ πραγματεία ἴση καὶ ἡ αὐτή· | |
4.4b | πλὴν εἰ μὴ νομίζεις Ὅμηρον ἐντετυχηκέναι τοῖς θεοῖς τοξεύουσιν, ἢ διαλεγομένοις, ἢ θύουσιν, ἤ τι ἄλλο | |
4.4c | δρῶσιν, οἷα περὶ αὐτῶν ἐκεῖνος ᾄδει. Οὐδὲ γὰρ Πλά‐ τωνα ἡγητέον ἐντετυχηκέναι τῷ Διὶ ἡνιοχοῦντι καὶ φερομένῳ ἐπὶ πτηνοῦ ἅρματος, στρατιᾶς θεῶν κατὰ | |
4.4d | ἕνδεκα λόχους κεκοσμημένης, οὐδέ γε δαινυμένοις τοῖς θεοῖς ἐν Διὸς τοὺς Ἀφροδίτης γάμους, ὅτε Πόρος καὶ Πενία λαθόντε ξυνηλθέτην τὲ καὶ Ἔρωτα ἐξ αὐτῶν | |
4.4e | ἐγεννησάτην. οὐδέ γε θεατὴν γενέσθαι Πυριφλεγέ‐ θοντός τε καὶ Ἀχέροντος καὶ Κωκυτοῦ καὶ τῶν ἄνω | 44 |
4.4f | καὶ κάτω ποταμῶν, ῥεόντων ὕδατι καὶ πυρί· οὐδὲ τὴν Κλωθὼ ἰδεῖν καὶ τὴν Ἄτροπον, οὔτε ἐντετυχηκέναι ἑλιττομένῳ τῷ ἀτράκτῳ ἑπτὰ καὶ διαφόρους ἑλιγμούς. | |
4.4g | Ἀλλὰ καὶ τοῦ Συρίου τὴν ποίησιν σκόπει, τὸν Ζῆνα, καὶ τὴν Χθονίην, καὶ τὸν ἐν τούτοις Ἔρωτα, καὶ τὴν Ὀφιονέως γένεσιν, καὶ τὴν θεῶν μάχην, καὶ τὸ δέν‐ | |
4.4h | δρον, καὶ τὸν πέπλον· σκόπει καὶ τὸν Ἡράκλειτον, θεοὶ θνητοί, θεοὶ ἀθάνατοι. | |
4.5a | Πάντα μεστὰ αἰνιγμάτων, καὶ παρὰ ποιηταῖς, καὶ παρὰ φιλοσόφοις· ὧν ἐγὼ τὴν πρὸς τὸ ἀληθὲς αἰδὼ ἀγαπῶ μᾶλλον, ἢ τὴν παρρησίαν τῶν νεωτέρων· πρα‐ γμάτων γὰρ ὑπ’ ἀνθρωπίνης ἀσθενείας οὐ καθορω‐ | |
4.5b | μένων σαφῶς, εὐσχημονέστερος ἑρμηνεὺς ὁ μῦθος. Ἐγὼ δὲ εἰ μέν τι πλέον ἐθεάσαντο τῶν προτέρων οἱ ἔπειτα, μακαρίζω τοὺς ἄνδρας τῆς θέας· εἰ δὲ μη‐ δενὶ πλεονεκτοῦντες κατὰ τὴν γνῶσιν, μετέλαβον αὐ‐ | |
5 | τῶν τὰ αἰνίγματα εἰς μύθους σαφεῖς, δέδια μή τις αὐτῶν ἐπιλάβηται ὡς ἐξαγορευόντων ἀπορρήτους λόγους. | |
4.5c | Τί γὰρ ἂν ἄλλο εἴη μύθου χρεία; λόγος περισκεπὴς ἑτέρῳ κόσμῳ, καθάπερ τὰ ἱδρύματα, οἷς περιέβαλλον οἱ τελεσταὶ χρυσὸν καὶ ἄργυρον καὶ πέπλους, τὰ | 45 |
4.5d | πρῶτα ἀποσεμνύνοντες αὐτῶν τὴν προσδοκίαν. Θρασεῖα γὰρ οὖσα ἡ ἀνθρωπίνη ψυχή, τὰ μὲν ἐν ποσὶν ἧσσον τιμᾷ, τοῦ δὲ ἀπόντος θαυμαστικῶς ἔχει· καταμαντευο‐ μένη δὲ τῶν οὐχ ὁρωμένων καὶ θηρεύουσα ταῦτα τοῖς | |
5 | λογισμοῖς, μὴ τυχοῦσα μὲν σπεύδει ἀνευρεῖν, τυχοῦσα δὲ ἀγαπᾷ ὡς ἑαυτῆς ἔργον. | |
4.6a | Τοῦτο τοίνυν οἱ ποιηταὶ κατανοήσαντες, ἐξεῦρον ἐπ’ αὐτῇ μηχανὴν ἐν τοῖς θείοις λόγοις, μύθους λόγου μὲν ἀφανεστέρους, αἰνίγματος δὲ σαφεστέρους, διὰ μέσου ὄντας ἐπιστήμης πρὸς ἄγνοιαν· κατὰ μὲν τὸ ἡδὺ | |
5 | πιστευομένους, κατὰ δὲ τὸ παράδοξον ἀπιστουμένους· καὶ χειραγωγοῦντας τὴν ψυχὴν ἐπὶ τὸ ζητεῖν τὰ ὄντα, | |
4.6b | καὶ διερευνᾶσθαι περαιτέρω. Ἔλαθον μέχρι πλείστου οἱ ἄνδρες οὗτοι, ἐπιβουλεύσαντες ἡμῶν ταῖς ἀκοαῖς, φιλόσοφοι μὲν ὄντες, ποιηταὶ δὲ καλούμενοι, ἀλλα‐ | |
4.6c | ξάμενοι χρήματος ἐπιφθόνου δημοτερπῆ τέχνην. Ὁ μὲν γὰρ φιλόσοφος βαρὺ καὶ πρόσαντες τοῖς πολλοῖς | |
ἄκουσμα, ὡς ἐν πένησιν ὁ πλούσιος θέαμα βαρύ, καὶ ἐν ἀκολάστοις ὁ σώφρων, καὶ ἐν δειλοῖς ἀριστεύς· οὐ | 46 | |
5 | γὰρ ἀνέχονται αἱ πονηρίαι τὰς ἀρετὰς ἐν αὐταῖς καλλω‐ πιζομένας· ὁ δὲ ποιητὴς ἄκουσμα ἁβρὸν καὶ δήμῳ φίλον, ἀγαπώμενον μὲν καθ’ ἡδονήν, ἀγνοούμενον δὲ | |
4.6d | κατὰ τὴν ἀρετήν. Καθάπερ δὲ οἱ ἰατροὶ τοῖς κακο‐ σίτοις τῶν καμνόντων τὰ πικρὰ τῶν φαρμάκων ἀνα‐ δεύσαντες προσηνεῖ τροφῇ ἀπέκρυψαν τὴν τοῦ ὠφε‐ λοῦντος ἀηδίαν, οὕτως καὶ ἡ παλαιὰ φιλοσοφία κατα‐ | |
5 | θεμένη τὴν αὑτῆς γνώμην εἰς μύθους καὶ μέτρα καὶ σχῆμα ᾠδῆς, ἔλαθεν τῇ περιβολῇ τῆς ψυχαγωγίας, κε‐ ράσασα τὴν ἀηδίαν τῶν διδαγμάτων. | |
4.7a | Μὴ τοίνυν ἔρῃ, πότεροι κρεῖττον περὶ θεῶν διειλή‐ φασιν, ποιηταὶ ἢ φιλόσοφοι· ἀλλὰ σπονδὰς καὶ ἐκεχειρίαν τοῖς ἐπιτηδεύμασιν ποιησάμενος, ὡς περὶ μιᾶς καὶ ὁμο‐ φώνου τέχνης σκόπει· κἂν γὰρ ποιητὴν καλῇς, φιλόσοφον | |
4.7b | λέγεις, καὶ ἂν φιλόσοφον καλῇς, ποιητὴν λέγεις. Καὶ γὰρ ἀριστεῖς καλεῖς, ὁμοίως μὲν τὸν Ἀχιλλέα μετὰ | |
χρυσῆς καὶ ποιητικῆς ἀσπίδος στρατευόμενον, ὁμοίως δὲ καὶ τὸν Αἴαντα, κἂν ἐκ βύρσης φέρῃ σάκος· ἀμφό‐ | 47 | |
5 | τερα δὲ ἀριστευτικὰ καὶ ἐκπληκτικὰ ὁμοίως ἡ ἀρετὴ ποιεῖ, καὶ οὐδὲν ἐνταῦθα ὁ χρυσὸς πρὸς τὴν βύρσαν. | |
4.7c | Εἴκαζε δὴ κἀνταῦθα τὰ μὲν μέτρα καὶ τὴν ᾠδὴν χρυσῷ, τὸν δὲ ψιλὸν λόγον ὕλῃ δημοτικῇ· σκόπει δὲ μήτε τὸν χρυσόν, μήτε τὴν βύρσαν, ἀλλὰ τὴν ἀρετὴν | |
4.7d | τοῦ χρωμένου. Ἀληθῆ λεγέτω, κἂν ποιητὴς λέγῃ, κἂν μῦθον λέγῃ, κἂν ᾄδων λέγῃ, ἕψομαι τοῖς αἰνίγμασιν, καὶ διερευνήσομαι τὸν μῦθον, καὶ οὐκ ἐκστήσει με ἡ ᾠδή· ἀληθῆ λεγέτω, κἂν ψιλῶς λέγῃ, δέξομαι | |
5 | καὶ ἀγαπήσω τὴν ῥᾳστώνην τῶν ἀκουσμάτων· ἐὰν δὲ ἀφέλῃς ἑκατέρου τὸ ἀληθές, καὶ τοῦ ποιητοῦ καὶ τοῦ φιλοσόφου, ἄμουσον μὲν τὴν ᾠδὴν ποιεῖς, μῦθον δὲ τὸν λόγον· ἄνευ δὲ τοῦ ἀληθοῦς μήτε μύθῳ ποιητοῦ διαπιστεύσῃς τὸ πάμπαν, μήτε φιλοσόφου λόγῳ. | |
4.8a | Καὶ γὰρ Ἐπίκουρος λέγει μὲν λόγους, ἀλλὰ μύθων ἀτοπωτέρους· ὥστε ἔγωγε πιστεύω μᾶλλον Ὁμήρῳ περὶ Διὸς λέγοντι, ὅτι ψυχὰς δυοῖν ἀριστέοιν ἐπὶ πλά‐ στιγγος χρυσῆς ἐταλάντευεν, | |
5 | τὴν μὲν Ἀχιλλῆος, τὴν δ’ Ἕκτορος ἀνδροφόνοιο, ἀνατείνας τὰ ζυγὰ τῇ δεξιᾷ· ὁρῶ γὰρ τὴν εἱμαρμένην τῶν ἀνδρῶν συναπονεύουσαν τῇ Διὸς δεξιᾷ ... οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ’ ἀπατηλὸν οὐδ’ ἀτελεύτητον, ὅτι κεν κεφαλῇ κατανεύσω. | 48 |
4.8b | Αἰσθάνομαι τῶν Διὸς νευμάτων· διὰ τούτων γῆ μένει, καὶ ἀναχεῖται θάλαττα, καὶ ἀὴρ διαρρεῖ, καὶ πῦρ ἄνω θεῖ, καὶ οὐρανὸς περιφέρεται, καὶ ζῷα γίνεται, καὶ | |
4.8c | δένδρα φύεται· τῶν Διὸς νευμάτων ἔργα καὶ ἀνθρώπου | |
4.8d | ἀρετὴ καὶ εὐδαιμονία. Συνίημι δὲ καὶ Ἀθηνᾶς, νῦν μὲν τῷ Ἀχιλλεῖ ξυνισταμένης καὶ ἀπαγούσης τοῦ θυμοῦ τὸν ἄνδρα καὶ σπώσης ὀπίσω, νῦν δὲ τῷ Ὀδυσσεῖ παρισταμένης | |
5 | ἐν πάντεσσι πόνοισι. | |
4.8e | Ξυνίημι καὶ τοῦ Ἀπόλλωνος, τοξότης ὁ θεὸς καὶ μου‐ σικός· καὶ φιλῶ μὲν αὐτοῦ τὴν ἁρμονίαν, φοβοῦμαι | |
4.8f | δὲ τὴν τοξείαν. Σείει δὲ καὶ Ποσειδῶν γῆν τριστόμῳ δόρατι, ξυνάγει καὶ Ἄρης στρατοπέδων τάξεις, καὶ ὁ Ἥφαιστος χαλκεύει· ἀλλ’ οὐκ Ἀχιλλεῖ μόνῳ, πάσῃ δια‐ | |
4.8g | πύρῳ χρείᾳ συντάττεται καὶ συνεργάζεται. Ταῦτα μὲν | |
οἱ ποιηταὶ λέγουσιν, ταῦτα δὲ καὶ οἱ φιλόσοφοι λέ‐ γουσιν· ὧν ἂν μεταλάβῃς τὰ ὀνόματα, εὑρήσεις τὴν | 49 | |
4.8h | ὁμοιότητα, καὶ γνωριεῖς τὸ διήγημα. Κάλει τὸν μὲν Δία νοῦν πρεσβύτατον καὶ ἀρχικώτατον, ᾧ πάντα ἕπε‐ ται καὶ πειθαρχεῖ· τὴν δὲ Ἀθηνᾶν, φρόνησιν· τὸν δὲ Ἀπόλλω, ἥλιον· τὸν δὲ Ποσειδῶ, πνεῦμα διὰ γῆς καὶ | |
5 | θαλάττης ἰόν, οἰκονομοῦν αὐτῶν τὴν στάσιν καὶ τὴν ἁρμονίαν. | |
4.9a | Κἂν ἐπὶ τὰ ἄλλα ἴῃς, εὑρήσεις πάντα μεστά, παρὰ μὲν τοῖς ποιηταῖς ὀνομάτων, παρὰ δὲ τοῖς φιλοσόφοις λόγων. Τὰ δὲ Ἐπικούρου τίνι μύθων εἰκάσω; τίς οὕτω ποιητὴς ἀργὸς καὶ ἐκλελυμένος καὶ θεῶν ἄπειρος; | |
5 | Τὸ ἀθάνατον οὔτε αὐτὸ πράγματα ἔχει, οὔτε ἄλλῳ παρέχει | |
4.9b | Τίς μοι γένηται τοιοῦτος μῦθος; πῶς ἀναπλάσω τὸν Δία; τί δρῶντα, καὶ τί βουλευόμενον, καὶ ποίαις ἡδο‐ | |
4.9c | ναῖς συνόντα; Πίνει μὲν καὶ παρ’ Ὁμήρῳ ὁ Ζεύς, ἀλλὰ καὶ δημηγορεῖ, καὶ βουλεύεται, ὡς ἡ τῶν περὶ τὴν Ἀσίαν πραγμάτων χορηγία 〈διὰ〉 βασιλέως ῥεῖ, καὶ ἡ τῶν Ἑλληνικῶν πραγμάτων χορηγία ἐκ τῆς Ἀθηναίων ἐκ‐ | 50 |
5 | κλησίας ῥεῖ· βουλεύεται γὰρ ὑπὲρ μὲν τῆς Ἀσίας ὁ μέ‐ γας βασιλεύς, περὶ δὲ τῆς Ἑλλάδος ὁ Ἀθηναίων δῆμος· βουλεύεται καὶ περὶ νεὼς κυβερνήτης, καὶ περὶ στρατο‐ | |
4.9d | πέδου στρατηγός, καὶ περὶ πόλεως νομοθέτης· καὶ ἵνα σωθῇ ναῦς, καὶ στρατόπεδον, καὶ γῆ, καὶ οἶκος, πρά‐ γματα μὲν ὁ κυβερνήτης ἔχει, πράγματα δὲ ἔχει ὁ στρατηγός, πράγματα δὲ ὁ νομοθέτης· ὑπὲρ δὲ οὐρανοῦ | |
5 | καὶ γῆς καὶ θαλάττης καὶ τῶν ἄλλων μερῶν, τίς, ὦ Ἐπίκουρε, βουλεύεται; τίς κυβερνήτης; τίς στρατηγός; | |
4.9e | τίς νομοθέτης; τίς γεωργός; τίς οἰκονόμος; Ἀλλ’ οὐδὲ ὁ Σαρδανάπαλλος ἀπράγμων ἦν, ἀλλ’ ἐντὸς θυρῶν κατακεκλεισμένος, ἐπὶ σφυρηλάτου κλίνης κείμενος ἐν γυναικῶν χορῷ, ἐβουλεύετο ὅμως, πῶς σωθῇ Νῖνος, | |
5 | καὶ πῶς Ἀσσύριοι εὐδαιμονῶσιν· σοὶ δὲ ἡ Διὸς ἡδονὴ | |
4.9f | καὶ τῆς Σαρδαναπάλλου ἐκείνου ἀργοτέρα; Ὢ μύθων | |
ἀπίστων, καὶ μηδεμιᾷ ποιητικῇ ἁρμονίᾳ πρεπόντων. | 51 | |
5.1a(1t) | Εἰ δεῖ εὔχεσθαι. | |
1 | Ἀνὴρ Φρύξ, ἀργὸς τὸν βίον, ἐραστὴς χρημάτων, λαμβάνει τὸν Σάτυρον, ὡς φησὶν ὁ μῦθος, δαίμονα φίλοινον, κεράσας οἴνῳ κρήνην, εἰς ἣν φοιτῶν διψήσας | |
5.1b | ἔπινεν. Εὔχεται ὁ ἀνόητος Φρὺξ δαίμονι αἰχμαλώτῳ· εὔχεται δὲ εὐχήν, οἵαν εἰκὸς ἦν καὶ τοῦτον αἰτεῖν, καὶ ἐκεῖνον τελεσιουργεῖν, γενέσθαι αὐτῷ τὴν γῆν χρυσῆν, καὶ τὰ δένδρα χρυσᾶ, καὶ τὰ λήϊα, καὶ τοὺς λειμῶνας, | |
5.1c | καὶ τὰ ἐν αὐτοῖς ἄνθη. Δίδωσιν ταῦτα ὁ Σάτυρος· ἐπεὶ δὲ αὐτῷ ἐ〈κε〉χρύσωτο ἡ γῆ, λιμὸς εἶχεν Φρύγας· | |
5.1d | καὶ ὁ Μίδας ὀδύρεται τὸν πλοῦτον, καὶ ποεῖται παλι‐ νῳδίαν τῆς εὐχῆς, καὶ εὔχεται Σατύρῳ μὲν οὐκέτι, θεοῖς δὲ καὶ θεαῖς, ἐλθεῖν αὐτῷ τὴν ἀρχαίαν πενίαν, τὴν εὔφορον ἐκείνην καὶ πάμφορον καὶ καρποτρόφον, | 52 |
5.1e | τὸν δὲ χρυσὸν ἀπελθεῖν εἰς ἐχθρῶν κεφαλάς. Ὁ μὲν ταῦτα εὔχετο ποτνιώμενος, ἐτελεῖτο δὲ οὐδὲν μᾶλλον. | |
5.1f | Ἐπαινῶ τὸν μῦθον τῆς χάριτος καὶ τῆς πρὸς τ’ ἀληθὲς ὁδοῦ. Τί γὰρ δὴ ἄλλο αἰνίττεται, ἢ ἀνοήτου ἀνδρὸς εὐχὴν ἐπ’ οὐδενὶ χρηστῷ, εὐχομένου μέν, ἵνα τύχῃ, | |
5.1g | μεταγιγνώσκοντος δέ, ἐπειδὰν τύχῃ; Τὴν δὲ θήραν τοῦ Σατύρου, καὶ τὰ δεσμά, καὶ τὸν οἶνον ᾐνίξατο ὁ μῦθος· ὅτι οἱ μὲν ἀπατήσαντες, οἱ δὲ καὶ βιασάμενοι τυχόντες ὧν ἐπεθύμουν, οὐχ ὧν εὔξαντο, ἀνατιθέασιν | |
5 | θεοῖς τὴν δωρεάν, οὐ παρ’ ἐκείνων λαβόντες· οὐδὲν γὰρ τῶν μὴ καλῶν δίδωσιν θεός, ἀλλ’ ἐστὶν ταῦτα δωρεὰ τύχης, ἄλογος ἀλόγου, οἷαι καὶ παρὰ τῶν με‐ θυόντων φιλοσοφρύναι. | |
5.2a | Τί δὲ Λυδός, ὁ τοῦ Φρυγὸς ἀνοητότερος; οὐκ εὔ‐ ξατο μὲν τῷ Ἀπόλλωνι ἑλεῖν τὴν Περσῶν ἀρχήν, καὶ | |
ἐθεράπευεν χρυσῷ πολλῷ τὸν θεόν, ὥσπερ δωροδόκον δυνάστην; ἀκούων δὲ αὐτοῦ θαμὰ ἐκ Δελφῶν ἐπι‐ | 53 | |
5 | στέλλοντος Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει, ἐκδεχόμενος πρὸς ἡδονὴν τὸν χρησμόν, διέβη Ἅλυν, | |
5.2b | καὶ κατέλυσεν τὴν Λυδῶν μεγάλην ἀρχήν. Ἀκούω δὲ καὶ παρ’ Ὁμήρῳ εὐχομένου Ἕλληνος ἀνδρός, Ζεῦ πάτερ, ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν, ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης· | |
5 | καὶ δηλαδὴ ὁ Ζεὺς ἐπιτελεῖ τὴν εὐχήν, ἐκ δ’ ἔθορε κλῆρος κυνέης, ὃν ἄρ’ ἤθελον αὐτοὶ Αἴαντος. | |
5.2c | Καὶ τῷ μὲν Πριάμῳ εὐχομένῳ ὑπὲρ τῆς οἰκείας γῆς, βοῦς καὶ ὄϊς ὁσημέραι τῷ Διὶ καταθύοντι, ἀτελῆ τὴν | |
5.2d | εὐχὴν τίθησιν· τῷ δὲ Ἀγαμέμνονι ... ὑπέσχετο καὶ κατένευσεν ἐπὶ τὴν ἀλλοτρίαν ἐλθόντι Ἴλιον ἐκπέρσαντ’ εὐτείχεον ἀπονέεσθαι. | |
5.2e | Καὶ ὁ Ἀπόλλων πρότερον μὲν οὐκ ἐπαμύνει τῷ Χρύσῃ ἀδικουμένῳ, ἐπεὶ δὲ πρὸς αὐτὸν ἐπαρρησιάσατο καὶ ἀνέμνησεν τῆς κνίσης τῶν μηρίων, τότε τοὺς ἰοὺς ἀφίησιν εἰς τὸ Ἑλληνικόν, ‘ἐννῆμαρ ἐποιχόμενοσ‘ αὐ‐ | |
5 | τούς, καὶ ‘ὀρεῖς καὶ κύνας.‘ | 54 |
5.3a | Τί ταῦτα, ὦ ποιητῶν ἄριστε; λίχνον καὶ δωρο‐ δόκον τὸ θεῖον, καὶ μηδὲν διαφέρον τῶν πολλῶν ἀν‐ θρώπων; καί σου τὸ ἔπος τοῦτο ἀποδεξόμεθα, ..στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί; | |
5 | ἢ τουναντίον, ἄστρεπτον τὸ θεῖον καὶ ἀτενὲς καὶ ἀπα‐ ραίτητον; μετατίθεσθαι γὰρ καὶ μεταγινώσκειν προσήκει μὴ ὅτι θεῷ, ἀλλ’ οὐδὲ ἀνδρὶ ἀγαθῷ· ὁ γὰρ στρεπτὸς ἀνὴρ καὶ μετανοητικός, εἰ μὲν εἰς τὸ βέλτιον ἐκ τοῦ φαυλοτέρου μετατίθεται, πονήρως ἐβουλεύσατο· εἰ δὲ | |
10 | εἰς τὸ χεῖρον ἐκ τοῦ βελτίστου, πονηρῶς μετέθετο· τὸ | |
5.3b | δὲ θεῖον ἔξω πονηρίας. Καὶ γὰρ ἤτοι ὁ εὐχόμενος ἄξιος τυχεῖν ὧν ηὔξατο, ἢ οὐκ ἄξιος· εἰ μὲν οὖν ἄξιος, τεύξεται καὶ μὴ εὐξάμενος· εἰ δὲ οὐκ ἄξιος, οὐ τεύξεται | |
5.3c | οὐδὲ εὐξάμενος. Οὔτε γὰρ ὁ ἄξιος μὲν, παραλείπων δὲ τὴν εὐχήν, διὰ τοῦτο οὐκ ἄξιος, ὅτι οὐκ ηὔξατο· οὔτε ὁ μὴ ἄξιος μὲν τυχεῖν, λαβεῖν δὲ εὐχόμενος, διὰ | |
5.3d | τοῦτο ἄξιος, ὅτι εὔξατο· ἀλλὰ αὐτὸ τοὐναντίον, ὁ μὲν ἄξιος λαβεῖν, μὴ ἐνοχλῶν, τυχεῖν ἀξιώτερος· ὁ δὲ οὐκ ἄξιος, ἐνοχλῶν, καὶ διὰ τοῦτο οὐκ ἄξιος· καὶ τῷ μὲν ἀναθήσομεν αἰδὼ καὶ θάρσος, διὰ μὲν τὸ θαρρεῖν | 55 |
5 | πιστεύοντι ὡς τευξομένῳ, διὰ δὲ τὴν αἰδὼ ἡσυχάζοντι, | |
5.3e | κἂν μὴ τύχῃ· τῷ δὲ ἀμαθίαν καὶ μοχθηρίαν, διὰ μὲν ἀμαθίαν εὐχομένῳ, διὰ δὲ μοχθηρίαν οὐκ ἀξιουμένῳ. | |
5.3f | Τί δέ, εἰ στρατηγὸς ἦν ὁ θεός, κᾆτα ὁ μὲν σκευοφο‐ ρεῖν ἄξιος ᾔτει τὸν στρατηγὸν ὁπλίτου χώραν, ὁ δὲ ὁπλιτεύειν ἐπιτήδειος τὴν ἡσυχίαν ἦγεν· ἆρα οὐ κατὰ τὴν χρείαν τῆς τάξεως τὸν μὲν ἀχθοφορεῖν εἴα, τὸν | |
5.3g | δὲ εἰς τοὺς ὁπλίτας ἔταττεν; Ἀλλὰ στρατηγὸς μὲν | |
5.3h | κἂν ἀγνοήσαι, κἂν δωροδοκήσαι, κἂν ἐξαπατηθείη· τὸ δὲ θεῖον οὐ τοιοῦτον· οὔτε οὖν εὐχομένοις δώσει παρὰ τὴν ἀξίαν, οὔτε οὐκ εὐχομένοις οὐ δώσει κατὰ τὴν ἀξίαν. | |
5.4a | Καὶ μὴν τῶν ὅσα οἱ ἄνθρωποι εὔχονται γενέσθαι, φησί, τὰ μὲν ἡ πρόνοια ἐφορᾷ· τὰ δὲ εἱμαρμένη κατα‐ | |
ναγκάζει, τὰ δὲ μεταβάλλει ἡ τύχη, τὰ δὲ οἰκονομεῖ | 56 | |
5.4b | ἡ τέχνη. Καὶ ἡ μὲν πρόνοια θεοῦ ἔργον, ἡ δὲ εἱ‐ μαρμένη ἀνάγκης, ἡ δὲ τέχνη ἀνθρώπου, ἡ δὲ τύχη τοῦ αὐτομάτου. Διακεκλήρωνται δὲ τούτων ἑκάστων αἱ ὕλαι τοῦ βίου· ἃ τοίνυν εὐχόμεθα, ἢ εἰς πρό‐ | |
5 | νοιαν συντελεῖ θεοῦ, ἢ εἰς εἱμαρμένης ἀνάγκην, ἢ | |
5.4c | εἰς ἀνθρώπου τέχνην, ἢ εἰς τύχης φοράν. Καὶ εἰ μὲν εἰς πρόνοιαν συντελεῖ, τί δεῖ εὐχῆς; εἰ γάρ τοι | |
5.4d | προνοεῖ ὁ θεὸς (ἤτοι προνοεῖ τοῦ ὅλου, τῶν δὲ κατὰ μέρος οὐ φροντίζει, ὥσπερ οἱ βασιλεῖς σώζουσι τὰς πόλεις νόμῳ καὶ δίκῃ, οὐ διατείνοντες ἐφ’ ἕκαστον τῇ | |
5.4e | φροντίδι), κἀν τοῖς ἐπὶ μέρους ἡ πρόνοια ἐξετάζεται. Τί δὴ φῶμεν; βούλει τοῦ ὅλου προνοεῖν τὸν θεόν; οὐκ ἐνοχλητέον ἄρα τῷ θεῷ· οὐ γὰρ πείσεται, ἤν τι | |
5.4f | παρὰ τὴν σωτηρίαν αἰτῇς τοῦ ὅλου. Τί γὰρ εἰ καὶ τὰ μόρια τοῦ σώματος φωνὴν λαβόντα, ἐπειδὰν κάμνῃ τὶ αὐτῶν ὑπὸ τοῦ ἰατροῦ τεμνόμενον ἐπὶ σωτηρίᾳ τοῦ ὅλου, εὔξαιτο τῇ τέχνῃ μὴ φθαρῆναι; οὐκ ἀποκρινεῖται | 57 |
5 | ὁ Ἀσκληπιὸς αὐτοῖς, ὡς· ‘Οὐχ ὑμῶν ἕνεκα, ὦ δείλαια, χρὴ οἴχεσθαι τὸ πᾶν σῶμα, ἀλλὰ ἐκεῖνο σωζέσθω, ὑμῶν ἀπολλυμένων.‘ Τοῦτο καὶ τῷ σύμπαντι τούτῳ | |
5.4g | γίγνεσθαι φιλεῖ. Ἀθηναῖοι λοιμώττουσιν, σείονται Λακεδαιμόνιοι, ἡ Θετταλία ἐπικλύζεται, ἡ Αἴτνη φλέ‐ γεται· ὧν σὺ μὲν τὴν διάλυσιν φθορὰν καλεῖς· ὁ δὲ ἰατρὸς οἶδεν τὴν αἰτίαν, καὶ ἀμελεῖ εὐχομένων τῶν | |
5 | μερῶν, σώζει δὲ τὸ πᾶν· φροντίζει γὰρ τοῦ ὅλου. | |
5.4h | Ἀλλὰ καὶ τῶν κατὰ μέρος προνοεῖ ὁ θεός. Οὐδὲ ἐνταῦθα τοίνυν εὐκτέον; Ὅμοιον ὡς εἰ καὶ ἰατρὸν ᾔτει ὁ κάμνων φάρμακον ἤ σιτίον· τοῦτο γὰρ εἰ μὲν ἀνύτει τι, καὶ μὴ αἰτοῦντι δώσει· εἰ δὲ ἐπισφαλές, οὐδὲ | |
5.4i | αἰτοῦντι δώσει. Τῶν μὲν δὴ κατὰ τὴν πρόνοιαν, οὐδὲν οὔτε αἰτητέον, οὔτε εὐκτέον. | |
5.5a | Τί δὲ τῶν κατὰ τὴν εἱμαρμένην; ἢ κἀνταῦθα ἡ εὐχὴ γελοιότατον· θᾶττον γὰρ ἄν τις βασιλέα ἔπεισεν, | |
ἢ τύραννον· τυραννικὸν δὲ ἡ εἱμαρμένη, καὶ ἀδέσπο‐ τον, καὶ ἀμετάστρεπτον· ἣ, καθάπερ ψάλιον ἐμβάλ‐ | 58 | |
5 | λουσα ταῖς τῶν ἀνθρώπων ἀγέλαις, βίᾳ σπᾷ καὶ προσ‐ αναγκάζει συναπονεύειν ταῖς αὐτῆς ἀγωγαῖς· ὡς Συ‐ ρακοσίους Διονύσιος, ὡς Πεισίστρατος Ἀθηναίους, καὶ Περίανδρος Κορινθίους, καὶ Θρασύβουλος Μιλησίους. | |
5.5b | Ἐν μὲν γὰρ δημοκρατίᾳ δύναταί τι καὶ πειθώ, καὶ εὐχή, καὶ θεραπεία, καὶ λιταί· ἐν δὲ τυραννίδι ἡ βία κρατεῖ· ὡς ἐν πολέμῳ Ὅμηρος, ζώγρει Ἀτρέος ὑιέ, σὺ δ’ ἄξια δέξαι ἄποινα. | |
5 | Τίνα τοίνυν ἄποινα δόντες τῇ εἱμαρμένῃ ἐκλυσόμεθα ἑαυτοὺς τῆς ἀνάγκης καὶ τοῦ δεσμοῦ; τίνα χρυσόν; | |
5.5c | τίνα θεραπείαν; τίνα θυσίαν; τίνα εὐχήν; Ἀλλ’ οὐδὲ ὁ Ζεὺς αὐτὸς εὕρατο παρ’ ἐκείνης ἀποτροπήν, ἀλλ’ ὀδύρεται· ὤμοι ἐγών, ὅτε μοι Σαρπηδόνα φίλτατον | |
5 | ἀνδρῶν μοῖρ’ ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι. | |
5.5d | Τίνι θεῶν εὔχεται ὁ Ζεὺς ὑπὲρ τοῦ παιδός; Καὶ ἡ | |
Θέτις βοᾷ, ὤμοι ἐγὼ δειλή· ὤμοι δυσαριστοτόκεια. | 59 | |
5.5e | Τοιοῦτο χρῆμα ἡ εἱμαρμένη Ἄτροπος, καὶ ἡ Κλωθώ, καὶ ἡ Λάχεσις, ἄτρεπτον, καὶ ἐπικεκλωσμένον, καὶ διειληχὸς τοὺς ἀνθρωπίνους βίους. Πῶς ἂν οὖν τις εὔξαιτο ἀπαραιτήτῳ εἱμαρμένῃ; | |
5.6a | Ἀλλ’ οὐδὲ ἐν τοῖς κατὰ τὴν τύχην εὐκτέον, καὶ πολὺ μᾶλλον ἐνταῦθα οὐκ εὐκτέον· οὐδὲ γὰρ ἀνοήτῳ δυνάστῃ διαλεκτέον, ἔνθα οὐ βούλευμα οὐδὲ κρίσις οὐδὲ ὁρμὴ σώφρων οἰκονομεῖ τὴν ἀρχήν, ἀλλὰ ὀργή, | |
5 | καὶ φορά, καὶ ἄλογοι ἕξεις, καὶ ἔμπληκτοι ὁρμαί, καὶ | |
5.6b | ἐπιθυμιῶν διαδοχαί. Τοιοῦτον ἡ τύχη, ἄλογον, ἔμ‐ | |
πληκτον, ἀπροόρατον, ἀνήκοον, ἀμάντευτον, Εὐρίπου δίκην μεταρρέον, περιφερόμενον, καὶ οὐδεμιᾶς ἀνεχό‐ μενον κυβερνήτου τέχνης. Τί ἂν οὖν τις εὔξαιτο | 60 | |
5 | ἀστάτῳ χρήματι, καὶ ἀνοήτῳ, καὶ ἀσταθμήτῳ, καὶ ἀμί‐ | |
5.6c | κτῳ; Λοιπὸν δὴ μετὰ τὴν τύχην ἡ τέχνη. Καὶ τίς τέκτων εὔξεται περὶ κάλλους ἀρότρου, τὴν τέχνην ἔχων; ἢ τίς ὑφάντης περὶ κάλλους χλανίδος, τὴν τέχνην ἔχων; ἢ τίς χαλκεὺς περὶ κάλλους ἀσπίδος, τὴν | |
5 | τέχνην ἔχων; ἢ τίς ἀριστεὺς περὶ εὐτολμίας, τὴν ἀν‐ δρείαν ἔχων; ἢ τίς ἀγαθὸς περὶ εὐδαιμονίας, τὴν ἀρε‐ τὴν ἔχων; | |
5.7a | Εἶεν. Τί τοίνυν ἐστίν, ὑπὲρ ὅτου κἂν εὔξαιτο ἄν τις τοῖς θεοῖς, ὃ μὴ προνοίας ἔχεται, ἢ εἱμαρμένης, ἢ | |
5.7b | τέχνης, ἢ τύχης; Χρήματα αἰτεῖς; Μὴ ἐνόχλει θεοῖς, οὐδὲν αἰτεῖς τῶν καλῶν· μὴ ἐνόχλει τῇ εἱμαρμένῃ, οὐδὲν αἰτεῖς τῶν ἀναγκαίων· μὴ ἐνόχλει τῇ τύχῃ, οὐ γὰρ τοῖς δεομένοις δίδωσιν· μὴ ἐνόχλει τῇ τέχνῃ, | |
5 | ἀκούεις γὰρ Μενάνδρου λέγοντος, οὐ πάνυ τι γηράσκουσιν αἱ τέχναι καλῶς, ἐὰν μὴ λάβωσι προστάτην φιλάργυρον. | |
‘Ὁ δὲ χρηστὸς ἦν.‘ Μετάθου τὸν τρόπον, εὔξαιο μοχθηρίαις, ἐπιτήδευσον τὸ πρᾶγμα. Καὶ ἢ ‘πλοῦτον | 61 | |
10 | καὶ πρᾶγμα λαμβάνεισ‘ πορνοβοσκῶν, ἢ καπηλεύων, ἢ ληϊζόμενος, ἢ πανουργῶν, ἢ ψευδομαρτυρῶν, ἢ συκο‐ | |
5.7c | φαντῶν, ἢ δωροδοκῶν. Νίκην αἰτεῖς; ἣν δύνασαι λαβεῖν ἐν πολέμῳ μὲν παρὰ μισθοφόρου, ἐν δικαστη‐ | |
5.7d | ρίῳ δὲ παρὰ συκοφάντου. Ἐμπορίαν αἰτεῖς; ἣν δί‐ δωσιν ναῦς καὶ θάλαττα καὶ πνευμάτων φορά· ἀγορὰ | |
5.7e | πρόκειται· ὤνιον τὸ χρῆμα. Τί τοῖς θεοῖς ἐνοχλεῖς; μηδὲν τὸ παρὰ τὴν ἀξίαν φοβηθῇς· καὶ πλουτήσεις, κἂν Ἱππόνικος ἦς· νικήσεις, κἂν Κλέων ᾖς· αἱρήσεις, | |
5.7f | κἂν Μέλητος ᾖς. Ἐὰν δὲ εἰς τὰς πρὸς τοὺς θεοὺς παρέλθῃς εὐχάς, εἰς δικαστήριον παρελήλυθας ἀκριβὲς καὶ ἀπαραίτητον· οὐδεὶς ἀνέξεταί σου θεὸς εὐχομένου | |
5.7g | τὰ μὴ εὐκτά, οὐδὲ δώσει τὰ μὴ σοὶ δοτά. Ἐξεταστὴς καὶ λογιστὴς ἐφέστηκεν ταῖς ἑκάστου εὐχαῖς πικρός, | |
5.7h | εὐθύνων τῷ τοῦ συμφέροντος μέτρῳ τὰ σά· οὐδὲ αὐτὸν μεταχειριῇ ἀναβιβασάμενος ὥσπερ εἰς δικα‐ στήριον τὰς ὀρέξεις τὰς σὰς ἐλεεινὰ φθεγγομένας, | |
‘Οἴκτειρον‘ βοώσας, πολλὴν τὴν κόνιν καταχεομένας | 62 | |
5 | τῆς κεφαλῆς, εἰ δὲ οὕτω τύχοι, καὶ ὀνειδιζούσας τῷ θεῷ, ... εἴ ποτέ τοι χαρίεντ’ ἐπὶ νηὸν ἔρεψα. | |
5.7i | Ἀλλ’ ὁ θεὸς λέγει, Ἐπὶ ἀγαθῷ αἰτεῖς; λάμβανε, εἰ ἄξιος ὢν αἰτεῖς· ταῦτα ἔχοντί σοι οὐδὲν εὐχῆς δεῖ, λήψῃ καὶ σιωπῶν. | |
5.8a | ‘Ἀλλὰ Σωκράτης εἰς Πειραιᾶ κατῄει προσευξόμενος τῇ θεῷ, καὶ τοὺς ἄλλους προετρέπετο, καὶ ἦν ὁ βίος Σωκράτει μεστὸς εὐχῆς.‘ Καὶ γὰρ Πυθαγόρας ηὔξατο, | |
5.8b | καὶ Πλάτων, καὶ ὅστις ἄλλος θεοῖς προσήγορος· ἀλλὰ σὺ μὲν ἡγεῖ τὴν τοῦ φιλοσόφου εὐχὴν αἴτησιν εἶναι τῶν οὐ παρόντων, ἐγὼ δὲ ὁμιλίαν καὶ διάλεκτον πρὸς τοὺς θεοὺς περὶ τῶν παρόντων καὶ ἐπίδειξιν τῆς ἀρε‐ | |
5.8c | τῆς· ἢ, οἴει, τοῦτο εὔχετο ὁ Σωκράτης, ὅπως αὐτῷ χρήματα γένηται, ἢ ὅπως ἄρξει Ἀθηναίων; πολλοῦ γε καὶ δεῖ. Ἀλλ’ εὔχετο μὲν τοῖς θεοῖς, ἐλάμβανεν δὲ παρ’ ἑαυτοῦ, συνεπινευόντων ἐκείνων, ἀρετὴν ψυχῆς, | |
5 | καὶ ἡσυχίαν βίου, καὶ ζωὴν ἄμεμπτον, καὶ εὔελπιν | |
5.8d | θάνατον, τὰ θαυμαστὰ δῶρα, τὰ θεοῖς δοτά. Ἐὰν δέ τις παρὰ μὲν τῆς γῆς εὔπλοιαν αἰτῇ, παρὰ δὲ τῆς θαλάττης εὐκαρπίαν, καὶ παρὰ μὲν ὑφάντου ἄροτρον, παρὰ δὲ τέκτονος χλανίδα, ἄπεισιν ἀτελὴς καὶ ἄδωρος | 63 |
5.8e | καὶ ἄτευκτος. Ὦ Ζεῦ, καὶ Ἀθηνᾶ, καὶ Ἄπολλον, ἐθῶν ἀνθρωπίνων ἐπίσκοποι, φιλοσόφων ὑμῖν μαθητῶν δεῖ, οἳ τὴν ὑμετέραν τέχνην ἐρρωμέναις ψυχαῖς ὑποδεξά‐ μενοι ἄμητον βίου καλὸν καὶ εὐδαίμονα ἐκκαρπώσονται· | |
5.8f | ἀλλὰ ἐστὶν σπάνιον μὲν τὸ τῆς γεωργίας ταύτης χρῆμα, μόλις δὲ καὶ ὀψὲ παραγινόμενον. Δεῖ γε μὴν τοῦ σπανίου τούτου καὶ ὀλίγου ἐναύσματος τῷ βίῳ ἄλλοτε ἐν ἄλλοις σώμασιν φανταζομένου, ὡς ἐν νυκτὶ πολλῇ | |
5 | δεῖ φωτὸς ὀλίγου· τὸ γὰρ καλὸν ἐν ἀνθρωπίνῃ φύσει οὐ πολύ, φιλεῖ γε μὴν πρὸς τοῦ ὀλίγου τούτου σώ‐ | |
5.8g | ζεσθαι τὰ πάντα. Ἂν δ’ ἐξέλῃς τοῦ βίου φιλοσοφίαν, ἐξεῖλες αὐτοῦ τὸ ζώπυρον, τὸ ἔμπνουν, τὸ ζωτικόν, τὸ μόνον εὔχεσθαι ἐπιστάμενον· ὡς ψυχὴν σώματος ἐὰν ἀφέλῃς, ἔπηξας τὸ σῶμα· ὡς καρποὺς γῆς ἐὰν ἀφέλῃς, | |
5 | τὴν γῆν ἐξέτεμες· ὡς ἥλιον ἡμέρας, τὴν ἡμέραν ἔσβεσας. | 64 |
6.1a(1t) | Τί ἐπιστήμη. | |
1 | Τί ποτ’ ἐστὶν τοῦτο, ᾧ διαφέρει ἄνθρωπος θηρίου; | |
6.1b | καὶ τί ποτέ ἐστιν, ᾧ διαφέρει ἀνθρώπου θεός· Ἐγὼ μὲν οἶμαι θηρίων μὲν ἀνθρώπους ἐπιστήμῃ κρατεῖν, θεῶν δὲ ἐλαττοῦσθαι μοχθηρίᾳ· θεὸς μὲν γὰρ ἀνθρώπου σοφώτερον, ἄνθρωπος δὲ θηρίου ἐπιστημονέστερον. | |
6.1c/d | Ἄλλό τι οὖν ἐπιστήμην σοφίας ἡγεῖ; Οὐ μὰ τὸν Δία, οὐ μᾶλλον ἢ ζωὴν ζωῆς· ἀλλὰ κοινὸν ὑπάρχον τὸ τῆς ζωῆς θνητῇ φύσει πρὸς τὸ ἀθάνατον, κατὰ μὲν τὴν ποιότητα ἰσομοιρεῖ· κατὰ δὲ τὴν βραχύτητα τοῦ βίου | |
5 | σχίζεται· θεοῦ μὲν γὰρ ζωὴ αἰώνιος, ἀνθρώπου δὲ | |
6.1e | ἐφήμερος. Ὥσπερ οὖν εἴ τις ἦν δύναμις ὀφθαλμοῖς | |
ὁρᾶν ἀεὶ, καὶ ἀποτείνειν διηνεκῶς τὴν ὄψιν καὶ δέ‐ χεσθαι τὴν προσβολὴν τοῦ φωτός, καὶ μηδὲν αὐτῇ δεῖν καλυπτόντων βλεφάρων, μηδὲ ὕπνου πρὸς ἀνά‐ | 65 | |
5 | παυλαν, μηδὲ νυκτὸς πρὸς ἠρεμίαν· κοινὸν μὲν ἦν τὸ ὁρᾶν ἐκείνοις τοῖς ὀφθαλμοῖς πρὸς ταυτηνὶ τὴν τῶν | |
6.1f | πολλῶν ὄψιν, διέφερεν δὲ τῷ διηνεκεῖ· οὕτως ἀμέλει καὶ ἡ ἐπιστήμη, κοινόν τι οὖσα, διαφορὰν ὅμως | |
6.1g | ἔχει ἡ θεία πρὸς τὴν ἀνθρωπίνην. Καὶ τὴν μὲν θείαν τάχα καὶ αὖθις εἰσόμεθα· νῦν δὲ δὴ ἐπὶ τὰ γνωριμώ‐ | |
6.1h | τατα ἴωμεν· τί ποτ’ ἐστὶν τῷ ἀνθρώπῳ τὸ ἐπίστασθαι, καὶ εἰδέναι, καὶ μανθάνειν, καὶ ὅσα τοιαυτὶ λέγοντες ἕξιν τινὰ θεωρίας τῇ ψυχῇ προστίθεμεν. | |
6.2a | Ἆρα πᾶν ὅπερ ἡ αἴσθησις ἀθροίσασα τῇ κατὰ βραχὺ θεωρίᾳ, ἐμπειρίαν τοῦτο ὀνομάζουσα, προσ‐ αγάγῃ τῇ ψυχῇ, καὶ μετὰ τοῦτο ἐπισφραγίσηται ὁ λογισμὸς τῇ ἐμπειρίᾳ, τοῦτο φῶμεν ἐπιστήμην εἶναι; | |
6.2b | οἷον τὸ τοιόνδε λέγω. Οἱ πρῶτοι ἄνθρωποι οὔπω ναῦν εἰδότες, ἐρῶντες ἐπιμιξίας, ἀγόμενοι μὲν ὑπὸ τῆς χρείας, εἰργόμενοι δὲ ὑπὸ τῆς θαλάττης, εἶδον ὄρνιν ἐξ ἀέρος καταπτάντα νηχόμενον, εἶδον δὲ καὶ φόρτον | |
5 | φερόμενον κούφως ὑπὲρ τοῦ κύματος, ἤδη δέ που καὶ | 66 |
6.2c | δένδρον ἀπενεχθὲν ἐκ ποταμοῦ εἰς κλύδωνα· καὶ τάχα μέν τις καὶ ἄκων κατενεχθείς, κινῶν τὰ ἄρθρα, ἐξενή‐ | |
6.2d | ξατο, τάχα δὲ καὶ ἑκὼν ἐν παιδιᾶς μέρει· ἀθροίσασα δὲ ἡ πεῖρα τὴν ἔννοιαν τοῦ πλοῦ σχεδίαν τινὰ φαύλην τὸ πρῶτον ἐξειργάσατο, ὕλην κούφην ξυνδεόντων, αὐτο‐ | |
6.2e | σχέδιον ναῦν· κατὰ βραχὺ δὲ προϊοῦσα ἡ αἴσθησις ὁμοῦ τῷ λογισμῷ ἐσοφίσατο καὶ ἐξεῦρεν ὄχημα κοῖλον, ἐρεσσόμενόν τε, καὶ ἐξ ἱστίων πλέον, καὶ ὑπὸ ἀνέμων φερόμενον καὶ ὑπὸ οἰάκων εὐθυνόμενον, καὶ ἐπέτρεψεν | |
5 | αὐτοῦ τὴν σωτηρίαν ἐπιστήμῃ μιᾷ τῇ κυβερνητικῇ. | |
6.2f | Φασὶν δὲ καὶ ἰατρικὴν εὑρῆσθαι τὸ ἀρχαῖον ὡδί· κο‐ μίζοντες οἱ οἰκεῖοι τὸν κάμνοντα εἰς τῶν ἀγυιῶν τὴν ἐντριβῆ, κατετίθεντο· ἐφιστάμενοι δὲ οἱ ἄνθρωποι, καὶ ἀνερωτῶντες τὸ ἄλγος ὅτῳ τὸ αὐτὸ ξυμπεσόν, ἔπειτα | |
5 | ὤνατο ἢ ἐδωδῇ τινι, ἢ καύσας, ἢ τεμών, ἢ διψήσας, παρετίθεντο ἕκαστοι ταῦτα τῷ κάμνοντι οἱ πεπον‐ | |
6.2g | θότες πρότερον καὶ ὠφελημένοι· ἡ δὲ ὁμοιότης τοῦ πάθους συναθροίσασα τὴν τοῦ ὠφελήσαντος μνήμην τῇ κατ’ ὀλίγον ἐντεύξει ἐπιστήμην ἐποίησεν τὸ πᾶν. | |
6.2h | Οὕτω καὶ τεκτονικὴ συνέστη, καὶ χαλκευτική, καὶ ὑφαν‐ τική, καὶ γραφική, ὑπὸ τῆς πείρας ἑκάστη χειραγω‐ | |
γουμένη. | 67 | |
6.3a | Εἶεν· τοῦτο ἐπιστήμην φῶμεν, ἐθισμὸν ψυχῆς πρὸς ὁτιοῦν τῶν ἀνθρωπίνων ἔργων καὶ ἐπιτηδευμάτων· ἢ τοῦτο μὲν διατείνει καὶ ἐπὶ τὰ θηρία; καὶ αἴσθησις γὰρ καὶ πεῖρα οὐκ ἀνθρώπου ἴδιον· ἀλλὰ καὶ τὰ | |
5 | θηρία αἰσθάνεται, καὶ ἐκμανθάνει τὶ ὑπὸ τῆς πείρας, | |
6.3b | ὥστε καὶ τούτοις ὥρα μεταποιεῖσθαι σοφίας. Αἱ γέ‐ ρανοι ἐξ Αἰγύπτου ὥρᾳ θέρους ἀνιστάμεναι, οὐκ ἀνε‐ χόμεναι τὸ θάλπος, τείνασαι τὰς πτέρυγας ὥσπερ ἱστία, | |
6.3c | φέρονται διὰ τοῦ ἀέρος εὐθὺ τῆς Σκυθῶν γῆς· ἅτε δὲ οὐκ ἐν ῥυθμῷ ὂν τὸ ζῷον, ἀλλὰ ἐμβριθὲς μὲν τὰ μέσα, μακρὸν δὲ κατὰ τὸν αὐχένα, κοῦφον δὲ κατὰ τὸ οὐραῖον, ἀραιὸν δὲ κατὰ τὰς πτέρυγας, ἐσχισμένον δὲ | |
5 | κατὰ τὰ κῶλα, κλυδάζεται τὴν πτῆσιν, ὥσπερ ναῦς | |
6.3d | χειμαζομένη. Τοῦτο γνοῦσα ἡ γέρανος, ἢ αἰσθανο‐ μένη ἢ πειραθεῖσα, οὐ πρότερον ἀνίπταται, πρὶν ξυλ‐ λάβῃ λίθον τῷ στόματι ἕρμα εἶναι αὐτῇ πρὸς τὴν | |
6.3e | πτῆσιν. Ἔλαφοι ἐκ Σικελίας ἐπὶ Ῥηγίου περαιοῦνται, | |
νηχόμεναι ὥρα θέρους ἐπιθυμίᾳ καρπῶν· ἅτε δὲ ἐν μακρῷ πλῷ, ἐξασθενεῖ ἡ ἔλαφος ἀνέχουσα τὴν κο‐ ρυφὴν ὑπὲρ τοῦ ὕδατος· κουφίζονται δὴ τὸν κάματον | 68 | |
6.3f | ὧδέ πως· νήχονται ἐπὶ μιᾶς τεταγμέναι, ἀλλήλαις ἑπό‐ μεναι, ὥσπερ στρατόπεδον ἐπικέρως βαδίζον· νήχονται δὲ ἐπιθεῖσα ἑκάστη τὴν κορυφὴν τῇ τῆς ἡγουμένης | |
6.3g | ἰξύϊ· ἡ δὲ στρατηγοῦσα τῆς τάξεως, ἐπειδὰν κάμῃ, ἐπὶ οὐραῖον μεθίσταται, καὶ ἡγεῖται ἄλλη, καὶ οὐραγεῖ ἄλλη· ὡς ἐν τοῖς στρατοπέδοις Ξενοφῶν μὲν οὐραγεῖ, ἡγεῖται δὲ Χειρίσοφος· ὥστε καὶ στρατηγίας τακτικῆς | |
5 | μεταποιεῖται ταυτὶ τὰ θηρία. | |
6.4a | Μήποτε οὖν αἴσθησις μὲν καὶ πεῖρα οὐκ ἀνθρώ‐ πινον, λόγος δὲ ἀνθρώπου ἴδιον· καὶ οὐδὲν ἂν εἴη ἄλλο ἐπιστήμη πλὴν βεβαιότης λόγου, ὁδεύοντος κατὰ τὰ αὐτά, ἐκθηρωμένου τὰ συγγενῆ τῶν πραγμάτων, | |
5 | καὶ διακρίνοντος τὰ ἀνόμοια, καὶ τὰ ὅμοια συγκρίνον‐ τος, καὶ τὰ οἰκεῖα συντιθέντος, καὶ τὰ συγκεχυμένα διαιροῦντος, καὶ τὰ ἀλλότρια χωρίζοντος, καὶ τὰ ἄτακτα | |
6.4b | συντάττοντος, καὶ τὰ ἀνάρμοστα ἁρμοζομένου. Τοι‐ οῦτον γὰρ ἀμέλει καὶ ἀριθμητική, καὶ γεωμετρία, καὶ μουσική, καὶ ὅσαι ἄλλαι χειρουργίας ἀδεεῖς τῇ τοῦ | |
λόγου ῥώμῃ ἐπεξῆλθον τοῖς αὐτῶν νοήμασιν καὶ ἐξειρ‐ | 69 | |
6.4c | γάσαντο. Καὶ μὴν Ὅμηρος οὐ ταύτας πρεσβυτάτας ἐπι‐ στημῶν λέγει, παλαιὸς ἀνήρ, καὶ ἀξιόχρεως δήπου πι‐ στεύεσθαι, ἀλλὰ θαυμάζει τούτους μόνους, ὡς σοφούς, μάντιν, ἢ ἰητῆρα κακῶν, ἢ τέκτονα δούρων, | |
6.4d | καὶ ‘θέσπιν ἀοιδόν.‘ Ὢ τῆς ἰσοτιμίας. Ὁ μάντις σοφός, καὶ ὁ τέκτων σοφός, καὶ ὁ Ἀπόλλων δήπου, καὶ ὁ ἰατρός, καὶ ὁ Ἀσκληπιὸς δήπου ὁμοίως τίμιος, καὶ ὁ | |
6.4e | Φήμιος. Μήποτ’ οὖν Ὅμηρος μὲν ταῖς ἐπιστήμαις τὰς τιμὰς νέμει κατὰ τὴν εὕρεσιν μᾶλλον ἢ κατὰ τὴν χρείαν αὐτῶν, ἡμῖν δὲ οὐ ταύτῃ θηρατέον, ἀλλὰ ὡδὶ | |
6.4f | λέγωμεν· ὅτι ἡ τοῦ ἀνθρώπου ψυχὴ τὸ εὐκινητότατον οὖσα τῶν ὄντων καὶ ὀξύτατον, κεκραμένη ἐκ θνητῆς καὶ ἀθανάτου φύσεως, κατὰ μὲν τὸ θνητὸν αὐτῆς ξυντάττεται τῇ θηριώδει φύσει, καὶ γὰρ τρέφει, καὶ | |
6.4g | αὔξει, καὶ κινεῖ, καὶ αἰσθάνεται· κατὰ δὲ τὸ ἀθάνατον τῷ θείῳ καὶ ξυνάπτει, καὶ γὰρ νοεῖ, καὶ λογίζεται, | |
6.4h | καὶ μανθάνει, καὶ ἐπίσταται· καθὸ δὲ ξυμβάλλουσιν αὐτῆς αἱ θνηταὶ φύσεις τῷ ἀθανάτῳ, τοῦτο πᾶν κα‐ | |
λεῖται φρόνησις, διὰ μέσου οὖσα ἐπιστήμης πρὸς αἴ‐ | 70 | |
6.4i | σθησιν. Καὶ ἐστὶν ἔργον ψυχῆς, ὡς μὲν ἀλόγου, αἴ‐ σθησις· ὡς δὲ θείας, νοῦς· ὡς δὲ ἀνθρωπίνης, φρόνησις· ἀθροίζει δὲ αἴσθησις μὲν ἐμπειρίαν, φρόνησις δὲ λόγον, νοῦς δὲ βεβαιότητα· τὴν δὲ ἐξ ἁπάντων ἁρμονίαν ἐπι‐ | |
6.4k | στήμην καλῶ· εἰ δέ τοι δεῖ καὶ εἰκόνος τῷ λόγῳ, ἔστω ἡ μὲν αἴσθησις κατὰ τὴν ἐν τεκτονικῇ χειρουργίαν, ὁ δὲ νοῦς κατὰ γεωμετρίαν, ἡ δὲ φρόνησις οἵα καὶ τῶν ἀρχιτεκτόνων ἤδη τέχνη, διὰ μέσου οὖσα γεωμετρίας | |
5 | καὶ τεκτονικῆς, πρὸς μὲν τὴν χειρουργίαν ἐπιστήμη τὶς οὖσα, πρὸς δὲ γεωμετρίαν ἐλλαττουμένη κατὰ τὴν βε‐ βαιότητα. | |
6.5a | Διείληχε δὴ καὶ τὰς τῶν ἀνθρώπων δυνάμεις ἐπι‐ | |
6.5b | στήμη, καὶ φρόνησις, καὶ ἐμπειρία. Καὶ ἡ μὲν ἐμ‐ πειρία, περὶ πῦρ καὶ σίδηρον καὶ ἄλλας ὕλας πραγμα‐ τευομένη παντοδαπάς, ἐρανίζει τὰς χρείας τοῦ βίου | |
6.5c | ταῖς εὐπορίαις τῶν τεχνῶν. Ἡ δὲ φρόνησις ἐπιτετα‐ γμένη τοῖς τῆς ψυχῆς παθήμασιν, καὶ οἰκονομοῦσα ταῦτα τῷ λογισμῷ, πρὸς μὲν ἐμπειρίαν ἐπιστήμης ἔχει λόγον, ἀπολείπεται δὲ ἐπιστήμης, καθόσον περὶ πρᾶγμα | |
5 | οὐχ ἑστὸς οὐδὲ ὡμολογημένον πραγματευομένη σχηματί‐ | |
6.5d | ζεται τῇ τούτου φύσει. Ὁ δὲ νοῦς τὸ τιμιώτατον ἐν ψυχῇ καὶ ἀρχικώτατον, καθάπερ ἐν πόλει νόμος, οὐκ | |
ἐπ’ ἀξόνων γεγραμμένος, οὐδὲ ἐπὶ στήλης ἐγκεχαρα‐ γμένος, οὐδὲ ὑπὸ ψηφισμάτων κεκυρωμένος, οὐδ’ ὑπ’ | 71 | |
5 | ἐκκλησίας κεχειροτονημένος, οὐδ’ ὑπὸ δήμου ἐπῃνη‐ μένος, οὐδ’ ὑπὸ δικαστηρίου δεδοκιμασμένος, οὐδ’ ὑπὸ | |
6.5e | Σόλωνος ἢ Λυκούργου τεθείς· ἀλλὰ θεὸς μὲν ὁ νομο‐ θέτης, ἄγραφος δὲ ὁ νόμος, ἀχειροτόνητος δὲ ἡ τιμή, | |
6.5f | ἀνυπεύθυνος δὲ ἡ ἐξουσία. Καὶ μόνος ἂν εἴη οὗτος νόμος· οἱ δὲ ἄλλως, οἱ καλούμενοι, δόξαι ψευδεῖς καὶ | |
6.5g | διημαρτημέναι καὶ σφαλλόμεναι. Κατ’ ἐκείνους τοὺς νόμους καὶ Ἀριστείδης ἔφευγεν, καὶ Περικλῆς ἐζη‐ | |
6.5h | μιοῦτο, καὶ Σωκράτης ἀπέθνησκεν· κατὰ δὲ τὸν θεῖον τοῦτον νόμον καὶ Ἀριστείδης δίκαιος ἦν, καὶ Περι‐ | |
6.5i | κλῆς ἀγαθὸς ἦν, καὶ Σωκράτης φιλόσοφος. Ἐκείνων τῶν νόμων ἔργον δημοκρατία, καὶ δικαστήρια, καὶ ἐκ‐ κλησίαι, καὶ δήμου ὁρμαί, καὶ δημαγωγῶν δωροδοκίαι, καὶ τύχαι παντοδαπαί, καὶ συμφοραὶ ποικίλαι· τούτου | |
5 | τοῦ νόμου ἔργον ἐλευθερία, καὶ ἀρετή, καὶ βίος ἄλυπος, | |
6.5k | καὶ ἀσφαλὴς εὐδαιμονία. Ὑπ’ ἐκείνων τῶν νόμων ἀθροίζεται μὲν τὰ δικαστήρια, πληροῦνται δὲ αἱ τριή‐ ρεις, ἐκπέμπονται δὲ οἱ στόλοι, τέμνεται γῆ, πολε‐ μεῖται θάλαττα, Αἴγινα ἀνίσταται, Δεκέλεια τειχίζεται, | |
5 | Μῆλος ἀπόλλυται, Πλαταιαὶ ἁλίσκονται, Σκιώνη ἀν‐ | |
6.5l | δραποδίζεται, Δῆλος καθαιρεῖται· ὑπὸ τούτων τῶν νό‐ | |
μων ἀρετὴ ἀθροίζεται, πληροῦται ψυχὴ μαθημάτων, οἰκεῖται οἶκος καλῶς, εὐνομεῖται πόλις, εἰρήνην ἄγει γῆ καὶ θάλαττα, οὐδὲν σκαιόν, οὐδὲ ἀπάνθρωπον, οὐδὲ | 72 | |
5 | βαρβαρικόν, πάντα εἰρήνης μεστά, καὶ ἐκεχειρίας, καὶ ἐπιστήμης, καὶ φιλοσοφίας, καὶ λόγων μουσικῶν. | |
6.6a | Ὦ νόμοι νόμων πρεσβύτεροι, καὶ νομοθέται νομο‐ θετῶν ἡμερώτεροι· οἷς ὁ μὲν ἑκὼν ὑπορρίψας ἑαυτόν, ἐλεύθερος, καὶ εὔπορος, καὶ ἀδεὴς ἐφημέρων νόμων | |
6.6b | καὶ ἀνοήτων δικαστῶν· εἰ δέ τινες παράνομοι ἐν τού‐ τοις καὶ ὑβρισταὶ ἄνδρες, ἔχουσιν τὴν δίκην, οὐκ Ἀθηναίων καταψηφιζομένων, οὐδὲ τῶν ἕνδεκα ἀπαγόν‐ των, οὐδὲ τοῦ δημίου προσφέροντος τὸ φάρμακον, ἀλλ’ | |
5 | αὐτόθεν ἐξ αὐτοφυοῦς καὶ ἑκουσίου μοχθηρίας· αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο. | |
6.6c | Τοῦτον παραβὰς τὸν νόμον Ἀλκιβιάδης ἐδυστύχει, οὐχ ὁπότε αὐτὸν Ἀθηναῖοι ἐκ Σικελίας ἐκάλουν, οὐδ’ ὁπότε ἐπηράσαντο αὐτῷ κήρυκες καὶ Εὐμολπίδαι, | |
5 | οὐδ’ ὁπότε ἔφευγεν ἔξω τῆς Ἀττικῆς· μικρὰ ταῦτα, καὶ καταδίκη εὐκαταφρόνητος· κρείττων γὰρ ἦν καὶ | |
6.6d | φεύγων Ἀλκιβιάδης τῶν οἴκοι μενόντων· οὗτος παρὰ | |
Λακεδαιμονίοις φεύγων εὐδοκίμει, οὗτος Δεκέλειαν ἐπετείχισεν, οὗτος Τισσαφέρνῃ φίλος, καὶ Πελοπον‐ | 73 | |
6.6e | νησίων ἡγεῖτο· ἀλλ’ ἡ ἀληθὴς Ἀλκιβιάδου δίκη πρεσ‐ βυτέρα μακρῷ, πρεσβυτέρου νόμου καὶ πρεσβυτέρων δικαστῶν. Ἡνίκα ἐξῆλθεν Λυκείου, καὶ ὑπὸ Σωκρά‐ τους κατεγινώσκετο, καὶ ὑπὸ φιλοσοφίας ἐξεκηρύττετο· | |
6.6f | τότε φεύγει Ἀλκιβιάδης, τότε ἁλίσκεται. Ὢ καταδίκης | |
6.6g | πικρᾶς, καὶ ἀμειλίκτου ἀρᾶς, καὶ ἐλεεινῆς πλάνης. Τοι‐ γαροῦν Ἀθηναῖοι μὲν αὐτὸν καὶ δεηθέντες κατεδέ‐ ξαντο· φιλοσοφία δέ, καὶ ἐπιστήμη, καὶ ἀρετὴ τοῖς ἅπαξ φεύγουσιν ἄβατος μένει καὶ ἀδιάλλακτος. Τοι‐ | |
5 | οῦτον ἡ ἐπιστήμη, τοιοῦτον ἡ ἀμαθία. | |
6.7a | Ἐγὼ δὲ καὶ τοὺς Μίνω νόμους ἐπιστήμην καλῶ, ἣν ἐδίδασκεν μὲν ὁ Ζεὺς ἐν ἐνναετεῖ χρόνῳ, ἐμάν‐ θανεν δὲ ὁ Μίνως, εὐδαιμόνει δὲ τὸ Κρητῶν γένος. | |
6.7b | Καὶ τὴν Κύρου ἐπιστήμην, ἀρετήν καλῶ βασιλικήν, ἣν ἐδίδασκεν μὲν Κῦρος, Καμβύσης δὲ οὐκ ἐμάνθανεν, | |
6.7c | οὐδὲ Ξέρξης ἐμάνθανεν. Κῦρος μὲν γὰρ ἡγεῖτο Περ‐ σῶν, ὡς ποιμὴν θρεμμάτων, σώζων τὸ αἰπόλιον καὶ τρέφων, καὶ Μήδοις πολεμῶν, καὶ Βαβυλωνίους λαμ‐ βάνων, καὶ μηδενὶ ἐφιεὶς λύκῳ βαρβάρῳ καὶ ἀργίᾳ | |
6.7d | ἀναμιχθῆναι τῇ ἀγέλῃ. Καμβύσης δ’ ἦν καὶ αὖθις Ξέρξης ἐκ ποιμένων ἀγαθῶν πονηροὶ λύκοι, κείροντες | 74 |
6.7e | τὴν ἀγέλην, καὶ τῆς ἐπιστήμης ἀπεληλαμένοι. Ἐγὼ καὶ τοὺς Λυκούργου νόμους ἐπιστήμην καλῶ μουσικήν. | |
7.1a(1t) | Πότερα χαλεπώτερα νοσήματα, τὰ τοῦ | |
2t | σώματος, ἢ τὰ τῆς ψυχῆς. | |
1 | Ἄιδεταί τι ἐξ ἀρχαίου ᾆσμα ἐν εὐχῆς μέρει, ὑγεία πρεσβίστα μακάρων, μετὰ σοῦ ναίοιμι τὸ λειπόμενον βιοτᾶς. | |
7.1b | Ἐρωτῶ δὴ τὸν ποιητὴν τοῦ ᾄσματος, τίνα καὶ οὖσαν τὴν ὑγείαν ταύτην ξύνοικον αὐτῷ ἐλθεῖν παρακαλεῖ κατὰ | |
7.1c | τὴν εὐχήν. Ἐγὼ μὲν γὰρ ὑποπτεύω δαιμόνιόν τι εἶναι χρῆμα καὶ εὐχῆς ἄξιον· οὐ γὰρ ἂν εἰκῇ οὐδὲ ἐκ τοῦ | |
προστυχόντος κατηξιώθη ᾠδῆς, καὶ ἔμεινεν ᾀδόμενον. | 75 | |
7.1d | Εἰ δὲ καὶ τοιοῦτόν ἐστιν, ὁποῖον αὐτὸ ὑποπτεύω εἶναι, ἀποκρινάσθω ἡμῖν ὑπὲρ τοῦ ποιητοῦ ὁ λόγος αὐτός· | |
7.1e | δύο γὰρ ὄντοιν ἐν τῇ τοῦ ἀνθρώπου ἁρμονίᾳ, ψυχῆς καὶ σώματος, εἰ μὲν οὐ πέφυκεν ψυχὴ νοσεῖν, ἦν ἂν δήπου τὸ ᾆσμα τοῦτο εὐχὴ σώματος, τοῦ καὶ πεφυ‐ κότος νοσεῖν καὶ ὑγείαν στέργοντος· εἰ δὲ ἀμφοῖν | |
5 | ὁμοίως συγκεκραμένων μὲν πρὸς τὸ κάλλιστον ὑπὸ τῆς φύσεως, ταραττομένων δὲ ὑπὸ τῆς παροινίας τῶν μερῶν, ἐπειδὰν πλεονεκτήσῃ τὶ ἐν αὐτοῖς, ὡς ἐν πόλει δῆμος ἢ τύραννος, κωλύει τὰ ἄλλα καὶ λυμαίνεται αὐτῶν τῇ συμμετρίᾳ, καλοῦμεν δὲ ἑκατέραν τὴν πλεο‐ | |
10 | νεξίαν, τὴν μὲν ψυχῆς, τὴν δὲ σώματος, καὶ πρὸς μὲν αὐτὸ ἑκάτερον ὁμοίως ὑγείας ἐνδεές, πρὸς δὲ τὸ πλη‐ σίον οὐ κατ’ ἰσηγορίαν τάττεται· τὴν ποτέρου αὐτοῖν συμμετρίαν καὶ σωτηρίαν, πρεσβίσταν μακάρων ὀνο‐ | |
7.1f | μάζωμεν; Ἵνα δὴ καὶ τὴν ἑκατέρου νόσον ἐκ τοῦ ἐναν‐ τίου θεασώμεθα, ποτέρᾳ τῷ ἀνθρώπῳ μεῖζον κακόν, φέρε δὴ οὑτωσὶ τὸ πᾶν διαιτήσωμαι. | |
7.2a | Ψυχὴ καὶ σῶμα ὁ ἄνθρωπος, τὸ μὲν αὐτοῦ ἄρχον, τὸ δὲ ἀρχόμενον, ὡς ἐν πόλει ἄρχων καὶ ἀρχόμενος· καὶ ἐστὶν καὶ ὁ ἄρχων πόλεως μέρος, καὶ οἱ ἀρχόμενοι παραπλησίως· πότερον δὴ τῶν μερῶν τούτων πράττον | 76 |
7.2b | κακῶς λυμαίνεται τῇ πόλει; Νοσείτω δῆμος ἐν δημο‐ κρατίᾳ, ἀλλὰ Περικλῆς ὑγιαίνων, ἄρχων ἀγαθός, ἐπαν‐ ορθοῖ τὴν τοῦ δήμου νόσον· νοσείτω Συρακοσίοις Διονύσιος τυραννικὴν νόσον, ἀλλ’ ὁ δῆμος ὑγιαίνων | |
7.2c | ἐξασθενεῖ πρὸς τὴν σωτηρίαν. Βούλει δὴ τὸ μὲν σῶμα εἶναι σοι οἷον δῆμον, τὴν δὲ ψυχὴν ὥσπερ δυνάστην; | |
7.2d | θέασαι τοίνυν, καὶ παράβαλε τὴν εἰκόνα. Ὁ δῆμος πλέον ἢ ὁ ἄρχων, καὶ τὸ σῶμα πλέον ἢ ἡ ψυχή· δῆ‐ μος ἔμπληκτον, καὶ τὸ σῶμα ὅμοιον· δῆμος πολυμερὲς καὶ πολύφωνον καὶ πολυπαθές, 〈καὶ τὸ σῶμα πολυ‐ | |
5 | μερὲς καὶ πολύφωνον καὶ πολυπαθές·〉 δῆμος ἐξ ἀνο‐ μοίων πολλῶν καὶ παντοδαπῶν συγκεκραμένον, καὶ τὸ σῶμα ἐξ ἀνομοίων πολλῶν καὶ παντοδαπῶν συγκε‐ κραμένον· δῆμος χρῆμα ὀξὺ ἐν ὀργαῖς, ἰσχυρὸν ἐν | |
ἐπιθυμίαις, ὑγρὸν ἐν ἡδοναῖς, δύσθυμον ἐν λύπαις, | 77 | |
7.2e | χαλεπὸν ἐν θυμοῖς· ταὐτὰ καὶ σώματος πάθη, καὶ γὰρ ἐπιθυμητικόν, καὶ αἰτητικόν, καὶ φιλήδονον, καὶ ὁρ‐ | |
7.2f | μητικόν. Φέρε, καὶ τὸν ἄρχοντα τῷ ἄρχοντι εἰκάζωμεν | |
7.2g | Ἄρχων ἐν πόλει προστακτικώτατον, καὶ τιμιώτατον, καὶ ἰσχυρότατον, ψυχὴ ἀνθρώπῳ προστακτικώτατον, | |
7.2h | καὶ τιμιώτατον, καὶ ἰσχυρότατον· ἄρχων τῇ φύσει φροντιστικώτατον, καὶ λογιστικώτατον, τὸ δὲ αὐτὸν | |
7.2i | καὶ ἡ ψυχή· ὁ ἄρχων αὐτεξούσιον, καὶ ἡ ψυχή. Τού‐ των τοίνυν οὕτως ἐχόντων, τὴν ποτέρου νόσον χαλε‐ πωτέραν φήσομεν, καὶ ἐν ἀνθρώπῳ, καὶ ἐν πόλει; οὐ τὸ κρεῖττον νοσοῦν ἀνιαρότερον τῷ ὅλω; δῆμος μὲν | |
5 | γὰρ κάμνων, ὑγιαίνοντος ἄρχοντος, ἐν ἐλευθέρᾳ τῇ πόλει νοσεῖ· ἄρχοντος δὲ νοσοῦντος, δουλεία πόλεως. | |
7.2k | Συνελόντι δ’ εἰπεῖν, ψυχὴ σώματος τιμιώτερον· τὸ δὲ τοῦ τιμιωτέρου ἀγαθόν, μεῖζον· τὸ δὲ τῷ μείζονι ἀγαθῷ ἐναντίον, μεῖζον κακόν· ἀγαθὸν δὲ μεῖζον ὑγεία ψυχῆς ὑγείας σώματος· μεῖζον οὖν κακὸν νόσος ψυχῆς | |
7.2l | νόσου σώματος. Ὑγεία μὲν σώματος τέχνης ἔργον, ὑγεία δὲ ψυχῆς, ἀρετῆς ἔργον· νόσος ψυχῆς μοχθηρία, νόσος σώματος δυστυχία· ἑκούσιον ἡ μοχθηρία, ἀκούσιον ἡ | |
δυστυχία· ἐλεεῖται τὰ ἀκούσια, μισεῖται τὰ ἑκούσια· | 78 | |
5 | τὰ ἐλεούμενα βοηθεῖται, τὰ μισούμενα κολάζεται· τὰ βοηθούμενα μέτρια, τὰ κολαζόμενα χείρω. | |
7.3a | Πάλιν αὖ τὴν ὑγείαν ἐφ’ ἑκατέρου σκόπει. Ἡ μὲν πάντων ἀδεής, ἡ δὲ πάντων ἐνδεής· ἡ μὲν εὐδαιμονίαν χορηγεῖ, ἡ δὲ ποθίζεται· ἡ μὲν ἄμοιρος κακοῦ, ἡ δὲ ἐπισφαλὴς εἰς μοχθηρίαν· τῇ μὲν ἀέναος ὑγεία, τῷ δὲ | |
5 | ἐφήμερος· τῇ μὲν βέβαιος, τῷ δὲ ἄστατος· τῇ μὲν | |
7.3b | ἀθάνατος, τῷ δὲ θνητή. Σκόπει καὶ τὰς νόσους· νόσος σώματος εὐαπάλλακτος τῇ τέχνῃ, νόσος ψυχῆς δυσμετά‐ βλητος τῷ νόμῳ· ἡ μὲν τὸν ἔχοντα ἀνιῶσα ποιεῖ πρὸς τὴν ἴασιν εἰκτικώτερον, ἡ δὲ ἐξαναλοῦσα τὸν ἔχοντα, | |
5 | ὑπερορᾶν τῶν νόμων παρασκευάζει· τῇ μὲν βοηθοῦσιν θεοί, τὴν δὲ μισοῦσιν· πόλεμον οὐ κινεῖς διὰ νόσον | |
7.3c | σώματος, διὰ δὲ ψυχῆς νόσον οἱ πολλοὶ πόλεμοι· οὐ‐ δεὶς νοσῶν τὸ σῶμα συκοφαντεῖ, ἢ τυμβωρυχεῖ, ἢ ληΐ‐ ζεται, ἤ τι ἄλλο δρᾷ κακὸν μέγα· νόσος σώματος ἀν‐ ιαρὸν τῷ ἔχοντι· νόσος ψυχῆς ἀνιαρὸν καὶ τῷ πλησίον. | |
7.4a | Θέασαι τὸ λεγόμενον ὡδὶ σαφέστερον ἐπὶ πολιτι‐ | |
7.4b | κῆς εἰκόνος. Ἀθήνησιν ἐν δημοκρατουμένῃ πόλει, καὶ | |
ἀκμαζούσῃ πλήθει ἀνδρῶν καὶ μεγέθει ἀρχῆς καὶ δυ‐ νάμει χρημάτων καὶ εὐπορίᾳ στρατηγῶν, ὑπὸ Περικλεῖ δυναστεύοντι, λοιμὸς ἐμπεσών, ἐξ Αἰθιοπίας ἀρξάμενος, | 79 | |
5 | καὶ καταβὰς διὰ τῆς βασιλέως γῆς, καὶ τελευτήσας | |
7.4c | ἐκεῖ, καὶ ἱδρυθεὶς αὐτόθι, ἔφθειρε τὴν πόλιν. συνεπ‐ ελάμβανεν δὲ τῇ τοῦ κακοῦ ἐπιδημίᾳ καὶ ἐκ Πελο‐ | |
7.4d | ποννήσου πόλεμος. Δῃουμένης δὲ τῆς γῆς, καὶ φθειρο‐ μένης τῆς πόλεως, καὶ ἀναλισκομένων τῶν σωμάτων, καὶ μαραινομένης τῆς δυνάμεως, καὶ ἀπαγορεύοντος τῇ πόλει τοῦ σώματος, εἷς ἀνήρ, οἷον ψυχὴ πόλεως, ὁ | |
5 | Περικλῆς ἐκεῖνος, ἄνοσος καὶ ὑγιὴς μένων, ἐξώρθου τὴν πόλιν καὶ ἀνίστη, καὶ ἀνεζωπύρει, καὶ ἀντετάττετο | |
7.4e | τῷ λοιμῷ καὶ τῷ πολέμῳ. Θέασαι δὴ καὶ τὴν δευτέραν εἰκόνα. Ὅτε μὲν ὁ λοιμὸς ἐπέπαυτο, καὶ τὸ πλῆθος ἔρρωτο, καὶ ἡ δύναμις ἤκμαζεν· τότε δὴ τὸ ἀρχικὸν μέρος τῆς πόλεως ἐνόσει νόσον δεινὴν καὶ ἐγγύτατα | |
5 | μανίᾳ, καὶ κατελάμβανεν τὸ πλῆθος, καὶ τὸν δῆμον | |
7.4f | συννοσεῖν προσηνάγκαζεν. Ἦ γὰρ οὐχ οὗτος ὁ δῆμος καὶ Κλέωνι συνεμαίνετο, καὶ Ὑπερβόλῳ συνενόσει, καὶ Ἀλκιβιάδῃ συνεφλέγετο, καὶ τελευτῶν τοῖς δημαγωγοῖς συνετήκετο, καὶ συνεσφάλλετο, καὶ συναπωλλύετο, ἄλλου | |
5 | ἄλλοσε τὴν δειλαίαν καλοῦντος, | |
δεῦρ’ ἴθι, νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι; | 80 | |
7.4g | Καὶ δείκνυσι μὲν Ἀλκιβιάδης Σικελίαν, δείκνυσι δὲ Κλέων Σφακτηρίαν, καὶ ἄλλος ἄλλην γῆν ἢ θάλατταν, ὡς | |
7.4h | πυρετιῶντι πηγὰς καὶ φρέατα. Ταῦτά ἐστιν ὑμῶν, ὦ πονηροί, τὰ θέσκελα ἔργα; φθορὰ καὶ ἀνάστασις, | |
7.4i | καὶ κακῶν ἀκμή, καὶ φλεγμονὴ νόσου; Τοῦτο δύναται καὶ ψυχῆς νόσος πρὸς σώματος νόσον παραβαλλομένη. | |
7.4k | Νοσεῖ σῶμα, καὶ ταράττεται, καὶ φθείρεται· ἀλλ’ ἐὰν ἐπιστήσῃς αὐτῷ ψυχὴν ἐρρωμένην, ἀμελεῖ τῆς νόσου, καὶ ὑπερφρονεῖ τοῦ κακοῦ· ὡς Φερεκύδης ὑπερεφρόνει ἐν Σύρῳ κείμενος, τῶν μὲν σαρκῶν αὐτῷ φθειρο‐ | |
5 | μένων, τῆς δὲ ψυχῆς ἑστώσης ὀρθῆς, καὶ παραδο‐ κούσης τὴν ἀπαλλαγὴν τοῦ δυσχρήστου τούτου περι‐ βλήματος. | |
7.5a | Φαίην δ’ ἂν ἔγωγε, οὐδὲ ἀκούσῃ εἶναι τῇ γενναίᾳ ψυχῇ φθορὰν σώματος· οἷον εἰ καὶ δεσμώτην ἐννοή‐ σαις ὁρῶντα σηπόμενον καὶ διαρρέον τὸ τειχίον τοῦ δεσμωτηρίου, ἀναμένοντα τὴν ἔκδυσιν καὶ τὴν ἐλευ‐ | |
5 | θερίαν τοῦ Ἑρμοῦ, ἵνα ἐκ πολλοῦ καὶ ἀφεγγοῦς ζόφου, οὗ τέως κατορώρυκτο, ἀναβλέψῃ πρὸς τὸν αἰ‐ θέρα, καὶ ἐμπλησθῇ λαμπροῦ φωτός· ἢ οἴει ἄνδρα ἠσκημένον καλῶς καὶ διαπεπονημένον τῷ σώματι τα‐ ραχθῆναι ἂν τῶν χλανιδίων αὐτῷ διαρρηγνυμένων· | 81 |
10 | ἀλλ’ οὐκ ἂν ἀπορρίψαι αὐτὰ ἄσμενον, καὶ παραδοῦναι τὸ σῶμα τῷ ἀέρι, γυμνὸν γυμνῷ, φίλον φίλῳ, ἐλεύ‐ | |
7.5b | θερον ἐλευθέρῳ; Τί οὖν ἄλλο ἡγεῖ τῇ ψυχῇ εἶναι τὸ δέρμα τοῦτο καὶ τὰ ὀστᾶ καὶ τὰς σάρκας; χλανίδια | |
7.5c | ἐφήμερα, καὶ ῥακία ἀσθενῆ καὶ τρύχινα· ταῦτα καὶ σίδη‐ ρος διαρρήγνυσιν, καὶ πῦρ τήκει, καὶ ἕλκη ἐπινέμεται. | |
7.5d | Ἡ μὲν οὖν ἀγαθὴ ψυχὴ καὶ διαπεπονημένη καὶ ἠσκημένη ἀμελεῖ, καὶ ὡς τάχιστα ἐφίεται γυμνωθῆναι· ὥστε κἂν ἐπιφθέγξαιτό τις τῷ γενναίῳ ἀνδρί, νοσοῦντα τῷ σώ‐ ματι θεασάμενος, τὸ τοὐ Ὀδυσσέως ἐκεῖνο, | |
5 | οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει· | |
7.5e | Ἡ δὲ δειλὴ ψυχὴ κατορωρυγμένη ἐν σώματι, ὡς ἑρπε‐ τὸν νωθὲς εἰς φωλεόν, φιλεῖ τὸν φωλεόν, καὶ οὐδε‐ πώποτε θέλει ἀπαλλαγῆναι αὐτοῦ, οὐδὲ ἐξερπύσαι, ἀλλὰ καιομένῳ συγκάεται, καὶ σπαραττομένῳ συσπαράττεται, | |
5 | καὶ ἀλγοῦντι τῷ σώματι συναλγεῖ, καὶ βοῶντι συμβοᾷ. Ὦ ποῦς, ἀφήσω σε; ὁ Φιλοκτήτης λέγει. Ἄνθρωπε, ἄφες, καὶ μὴ βόα, μηδὲ λοιδοροῦ τοῖς φιλτάτοις, μηδὲ ἐνόχλει τὴν Λημ‐ νίων γῆν. | 82 |
10 | Ὦ θάνατε παιάν· | |
7.5f | εἰ μὲν ταῦτα λέγεις ἀλλαττόμενος κακὸν κακοῦ, οὐκ ἀποδέχομαι τῆς εὐχῆς· εἰ δὲ ἡγεῖ τῷ ὄντι τὸν θάνατον παιᾶνα εἶναι καὶ ἀπαλλακτὴν κακοῦ καὶ ἀπλήστου καὶ νοσεροῦ θρέμματος, ἡγεῖ καλῶς· εὔχου, καὶ κάλει τὸν | |
5 | παιᾶνα. | |
7.6a | Καὶ δὴ φέρων με ὁ λόγος εἰς παράδειγμα ἐμβέ‐ βληκεν σαφέστερον οὗ πάλαι ποθῶ ἐνδείξασθαι ὑμῖν. | |
7.6b | Ἐν γὰρ τοῖς Ἀχαιοῖς τότε ἦν που σώματα μυρία, ... ὅσσα τε φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ, ὑγιῆ πάντα, ἄνοσα, καὶ ἰσχυρά, καὶ ἄρτια, τῷ τῶν πολεμίων τείχει περιχεόμενα ἐν δεκαέτει χρόνῳ ἐπέ‐ | |
5 | ραινεν οὐδέν, οὐχ ὁ Ἀχιλλεὺς διώκων, οὐχ ὁ Αἴας μένων, οὐχ ὁ Διομήδης ἀναιρῶν, οὐχ ὁ Τεῦκρος το‐ | |
ξεύων, οὐχ ὁ Ἀγαμέμνων βουλευόμενος, οὐχ ὁ Νέστωρ λέγων, οὐχ ὁ Κάλχας μαντευόμενος, οὐχ ὁ Ὀδυσσεὺς | 83 | |
7.6c | σοφιζόμενος. Ἀλλ’ ὁ θεὸς λέγει· ‘Ὦ καλὰ καὶ γενναῖα γῆς Ἑλλάδος θρέμματα, μάτην πονεῖτε, μάτην διώκετε, κενὰ τοξεύετε, κενὰ βουλεύεσθε· οὐ γὰρ ἂν ἄλλως ἕλοιτε τουτὶ τὸ τεῖχος, πρὶν ὑμῖν ἐπίκουρος ἔλθῃ | |
5 | ψυχὴ μὲν ἐρρωμένη, σῶμα δὲ νοσοῦν, ὀδωδὸς καὶ χω‐ | |
7.6d | λεῦον, καὶ διαβεβρωμένον ὑπὸ τῆς νόσου.‘ Οἱ δὲ ἐπεί‐ σθησαν τῷ θεῷ, καὶ ἤγαγον ἐκ Λήμνου σύμμαχον, ψυχὴν μὲν ὑγιᾶ, σῶμα δὲ νοσοῦν. | |
7.7a | Εἰ δὲ βούλει, σκέψαι μεταλαβὼν τῆς ψυχῆς νόσον | |
7.7b | ἐν σώματι ὑγιεινῷ. Νοσεῖ ψυχὴ τὴν ἡδονῆς νόσον, τήκεται, καὶ μαραίνεται· τί χρήσῃ τῷ νοσοῦντι; τίς ὄνησις σώματος τοιαύτῃ ψυχῇ; Σαρδανάπαλλος νοσεῖ· οὐχ ὁρᾷς ὡς καὶ ἐπὶ τὸ σῶμα αὐτῷ τὸ κακὸν ἔρχεται; | |
5 | ἐντρίβεται ὁ δύστηνος, καὶ λεαίνεται, καὶ τὼ ὀφ‐ θαλμὼ συντήκεται, καὶ οὐκ ἀνεχόμενος τὴν νόσον, | |
7.7c | ἐπὶ πῦρ ἦλθεν. Νοσεῖ Ἀλκιβιάδης· πῦρ αὐτὸν ἐπινέ‐ μεται πολὺ καὶ ἄγριον, καὶ τοὺς λογισμοὺς ἐπιτα‐ ράττει ἐγγύτατα μανίας, καὶ περιφέρει πανταχοῦ, ἀπὸ μὲν Λυκείου ἐπὶ τὴν ἐκκλησίαν, ἀπὸ δὲ τῆς ἐκκλησίας | |
5 | ἐπὶ τὴν θάλατταν, ἀπὸ δὲ τῆς θαλάττης ἐπὶ Σικελίαν, κἀκεῖθεν εἰς Λακεδαίμονα, εἶτα παρὰ τοὺς Πέρσας, καὶ ἀπὸ Περσῶν ἐπὶ Σάμον, καὶ ἀπὸ Σάμου ἐπὶ τὰς Ἀθήνας, | |
7.7d | καὶ ἐπὶ τὸν Ἑλλήσποντον αὖθις, καὶ πανταχοῦ. Νοσεῖ Κριτίας νόσον πικρὰν καὶ παντοδαπήν, καὶ οὐκ ἰάσι‐ | 84 |
7.7e | μον, οὐδὲ ἀνασχετὴν τῇ πάσῃ πόλει. Καίτοι τούτοις τὰ σώματα ὑγιῆ καὶ ἄρτια· ἁβρὸς μὲν γὰρ ὁ Σαρδα‐ νάπαλλος, καλὸς δὲ ὁ Ἀλκιβιάδης, ἰσχυρὸς δὲ ὁ Κρι‐ | |
7.7f | τίας· ἀλλὰ τὴν ὑγείαν ἐπὶ τούτων μισῶ. Νοσείτω Κριτίας, ἵνα μὴ τυραννῇ· νοσείτω Ἀλκιβιάδης, ἵνα μὴ ἐπὶ Σικελίαν Ἀθηναίους ἄγῃ· νοσείτω Σαρδανά‐ παλλος (βέλτιον γὰρ αὐτῷ διὰ νόσον κεῖσθαι μᾶλλον | |
5 | ἢ διὰ ἡδονήν), μᾶλλον δὲ φθειρέσθω πᾶς, ὅτῳ ἐπιρ‐ | |
7.7g | ρεῖ ἀέναος πονηρία. Ὥσπερ γὰρ τὰ ἑρπηστικὰ τῶν ἑλκῶν τοῖς σώμασιν ἐμπεσόντα πρόσω νέμεται, καὶ τοῦ ὑγιαίνοντός τι ἀεὶ προαπόλλυσιν, καὶ πρὸς τὰς ἰάσεις ἀγριαίνει, ἕως ἂν ἡ τέχνη τὴν κρηπῖδα καὶ τὴν ἕδραν | |
5 | τοῦ νοσήματος ἐκτέμῃ· ὡς δὲ καὶ ὅτῳ ὕπουλος καὶ διαβεβρωμένη καὶ σαθρὰ οὖσα ἡ ψυχὴ ἐπινέμεται | |
7.7h | πρόσω τὲ καὶ τὰ πλησίον ἀεὶ καταλαμβάνει, ἐκτμητέον δὴ αὐτῆς καὶ ἀφαιρετέον τὰς δυνάμεις τῶν σωμάτων, | |
ὡς λῃστοῦ χεῖρας, ὡς ἀκολάστου ὀφθαλμούς, ὡς λίχνου | 85 | |
7.7i | γαστέρα. Κἂν γὰρ ἐπιστήσῃς τῇ νόσῳ δικαστὰς καὶ δεσμωτήρια καὶ δημίους, τὸ κακὸν φθάνει, καὶ ἕρπει, | |
7.7k | καὶ προλαμβάνει· ἀμήχανος γὴρ ἡ πονηρίας ὀξύτης, ἐπειδὰν ἅπαξ ἤθει ψυχῆς ἐμπεσοῦσα ἐπιλάβηται ὕλης πονηρᾶς, καὶ ἐξουσίας ἀδεοῦς, καὶ ἀνεπιτιμήτου τόλμης. | |
8.1a(1t) | Τί τὸ δαιμόνιον Σωκράτους. αʹ. | |
1 | Θαυμάζεις εἰ Σωκράτει συνῆν δαιμόνιον, φίλον, μαντικόν, ἀεὶ παρεπόμενον, καὶ μόνον οὐ τῇ γνώμῃ αὐτοῦ ἀνακεκραμένον; ἀνδρὶ καθαρῷ μὲν τὸ σῶμα, ἀγαθῷ δὲ τὴν ψυχήν, ἀκριβεῖ δὲ τὴν δίαιταν, δεινῷ | |
5 | δὲ φρονεῖν, μουσικῷ δὲ εἰπεῖν, εἰς δὲ τὸ θεῖον εὐσε‐ | 86 |
8.1b | βεῖ, ὁσίῳ δὲ τὰ ἀνθρώπινα. Τί δήποτε οὖν τοῦτο μὲν θαυμάζεις, γύναιον δὲ τὸ τυχὸν Δελφικὸν Πυθοῖ, ἢ Θέσπρωτον ἄνδρα ἐν Δωδώνῃ, ἢ Λίβυν ἐν Ἄμμωνος, ἢ Ἴωνα ἐν Κλάρῳ, ἢ Λύκιον ἐν Ξάνθῳ, ἢ Βοιωτὸν | |
5 | ἐν Ἰσμημίου, τούτους ἅπαντας οὐ θαυμάζεις τῷ δαιμο‐ νίῳ ὅσαι ἡμέραι συγγιγνομένους, καὶ οὐ τὰ σφίσιν μόνον πρακτέα ἢ μὴ γιγνώσκοντας, ἀλλὰ καὶ τοῖς | |
8.1c | ἄλλοις χρησμῳδοῦντας καὶ ἰδίᾳ καὶ δημοσίᾳ; ἢ διότι ἡ μὲν πρόμαντις καθίζουσα ἐπὶ τρίποδος, ἐμπιμπλα‐ μένη δαιμονίου πνεύματος, χρησμῳδεῖ· ὁ δὲ ἐν Ἰωνίᾳ ὑποφήτης, ὕδωρ ἐκ πηγῶν ἀρυσάμενος καὶ πιών, μαν‐ | |
5 | τικῶς ἔχει· οἱ δὲ ‘χαμεῦναι, καὶ ἀνιπτόποδες,‘ ἐν Δω‐ δώνῃ θεραπεύοντες δρῦν, παρ’ ἐκείνης, ὡς ὁ Θεσπρω‐ τῶν λόγος, μαθόντες χρησμῳδοῦσιν; | |
8.2a | Ἐν Τροφωνίου τε μὴν (καὶ γὰρ τοῦτο μαντεῖόν ἐστιν ἐν Βοιωτίᾳ ἥρωος Τροφωνίου περὶ Λεβαδίαν πόλιν) ὁ δεόμενος συγγενέσθαι τῷ δαιμονίῳ, ἐνσκευα‐ σάμενος ὀθόνῃ ποδήρει καὶ φοινικίδι, μάζας τε ἐν | |
5 | χεροῖν ἔχων, εἰσδύεται ὕπτιος κατὰ στομίου στενοῦ· καὶ τὰ μὲν ἰδών, τὰ δὲ ἀκούσας, ἄνεισιν αὖθις ὑπο‐ | 87 |
8.2b | φήτης αὐτάγγελος. Ἦν δέ που τῆς Ἰταλίας κατὰ τὴν μεγάλην Ἑλλάδα περὶ λίμνην Ἄορνον οὕτω καλου‐ μένην μαντεῖον ἄντρον, καὶ θεραπευτῆρες τοῦ ἄντρου ἄνδρες ψυχαγωγοί, οὕτως ὀνομαζόμενοι ἐκ τοῦ ἔργου. | |
5 | Ἐνταῦθα ὁ δεόμενος ἀφικόμενος, εὐξάμενος, ἐντεμὼν σφάγια, χεάμενος χοάς, ἀνεκαλεῖτο ψυχὴν ὅτου δὴ τῶν πατέρων ἢ φίλων· καὶ αὐτῷ ἀπήντα εἴδωλον, ἀμυδρὸν μὲν ἰδεῖν καὶ ἀμφισβητήσιμον, φθεγκτικὸν δὲ καὶ μαν‐ τικόν· καὶ συγγενόμενον ὑπὲρ ὧν ἐδεῖτο, ἀπηλλάττετο. | |
8.2c | Τοῦτό μοι δοκεῖ τὸ μαντεῖον καὶ Ὅμηρος γνούς, προ‐ σθεὶς τῷ Ὀδυσσεῖ τὴν ἐπ’ αὐτῷ ὁδόν, ἐκτοπίσαι τὸ χωρίον ποιητικῶς μάλα τῆς καθ’ ἡμᾶς θαλάττης. | |
8.3a | Ὅτι δὲ ταῦτα ἀληθῆ, ὥσπέρ ἐστιν (καὶ σώζεται καὶ νῦν τὰ μὲν αὐτὰ ἐκεῖνα οἷα ἦν, τῶν δὲ ἴχνη σαφῆ ἐκλέλειπται τῆς περὶ αὐτὸ θεραπείας τὲ καὶ κομιδῆς), θαυμαστὸν εἰ ταῦτα μὲν οὐδεὶς ἡγεῖται ἄτοπά τε εἶναι | |
5 | καὶ ἔξω τρόπου, οὐδὲ ἀμφισβητεῖ περὶ αὐτῶν, ἀλλὰ | |
τὴν πίστιν παραδοὺς τῷ χρόνῳ εἴσεισιν ἕκαστος μαν‐ τευσόμενος, καὶ ἀκούσας διαπιστεύει, καὶ πιστεύσας | 88 | |
8.3b | χρῆται, καὶ χρησάμενος τιμᾷ· εἰ δὲ ἀνὴρ φύσει τὲ κεχρημένος γενναιοτάτῃ, καὶ παιδείᾳ σωφρονεστάτῃ, καὶ φιλοσοφίᾳ ἀληθεστάτῃ, καὶ τύχῃ δεξιωτάτῃ, συγ‐ γίγνεσθαι τῷ δαιμονίῳ ἠξιώθη πρὸς τοῦ θεοῦ, θαυ‐ | |
5 | μαστὸν δοκεῖ καὶ ἄπιστον, καὶ τοῦτο, ὅσον αὐτῷ ἱκα‐ νὸν εἶναι, χρησμῳδεῖν οὐκ Ἀθηναίοις, μὰ Δία, περὶ τῶν Ἑλληνικῶν κακῶν βουλευομένοις, οὐδὲ Λακεδαι‐ μονίοις περὶ στρατείας μαντευομένοις, οὐδὲ εἴ τις Ὀλυμπίαζε ἀγωνιούμενος περὶ νίκης ἠρώτα, οὐδ’ εἴ | |
10 | τις εἰς δικαστήριον καθιστάμενος, εἰ αἱρήσει, διεπυν‐ θάνετο, οὐδ’ εἴ τις ἤρα χρημάτων, εἰ πλουτήσει, οὐδὲ ἄλλό τι τῶν ἐπὶ μηδεμιᾷ προφάσει ἀξιόχρεῳ πρα‐ γματευομένων, ὑπὲρ ὧν ὁσημέραι ἐνοχλοῦσιν οἱ ἄν‐ | |
8.3c | θρωποι τοὺς θεούς· τάχα μὲν γὰρ καὶ ταῦτα ἦν ἱκα‐ νὸν καὶ τὸ Σωκράτους δαιμόνιον διειδέναι, εἴπερ ἦν μαντικόν· καὶ γὰρ ἰατρῶν, ὅστις αὐτῷ ἱκανὸς καὶ ἄλλῳ, ὁ αὐτὸς, καὶ τεκτόνων καὶ σκυτοτόμων καὶ τῶν ἄλλων | |
8.3d | ἑξῆς καὶ ἐπιστημῶν καὶ δυνάμεων· ἀλλὰ ταύτῃ γε ὁ Σωκράτης ἐπλεονέκτει (τῷ νῷ ταῖς τῶν θεῶν φωναῖς | |
συγγιγνόμενός τε), ὅτι τὰ αὑτοῦ ἐν καλῷ διατιθέμενος τῇ πρὸς τὸ δαιμόνιον συνουσίᾳ τοῖς ἄλλοις ἀνεπιφ‐ | 89 | |
5 | θόνως τὲ καὶ ὅσα ἀνάγκη προσεφέρετο. | |
8.4a | Εἶεν· τοῦτο μὲν, φήσει τὶς, πείθομαι, ὅτι κατ’ ἀρετὴν τρόπου καὶ φύσεως γενναιότητα ἠξιώθη ὁ Σω‐ κράτης δαιμονίου συνουσίας· τί δὲ καὶ ἦν τὸ δαιμό‐ | |
8.4b | νιον, ποθῶ μαθεῖν. Ἐὰν πρῶτον, ὦ τάν, ἀποκρίνῃ μοι, πότερον ἡγεῖ τι εἶναι δαιμονίων γένος ἐν τῇ φύσει, ὡς θεῶν, ὡς ἀνθρώπων, ὡς θηρίων, ἢ μή· γε‐ λοῖον γὰρ ἂν ἐρωτᾶν, τί ἦν τὸ δαιμόνιον Σωκρά‐ | |
8.4c* | τους, τὸ πᾶν ἀγνοοῦντα· οἷον εἰ καὶ νησιώτης ἀνήρ, ἀθέατος τοῦ ἵππων γένους καὶ ἀμαθέστατος, ἀκούων ὅτι ἦν Μακεδόνι βασιλεῖ κτῆμα ὁ Βουκεφάλας, ὄχημα ἐκείνῳ μὲν τιθασόν, τοῖς δὲ ἄλλοις ἄβατον, ἔπειτα | |
5 | ἀνερωτῴη, τί ἦν πρᾶγμα ὁ Βουκεφάλας· ἠπόρησεν γὰρ ἂν ὁ διηγούμενος, πρὸς ἄνδρα ἀθέατον τῆς ἵππων φύσεως, εἰκόνος σαφοῦς. | |
8.5a | Τί δή, νῦν ἀποροῦντες περὶ τοῦ δαιμονίου τοῦ Σωκράτους, Ὁμήρῳ συνεγένοντο διηγουμένῳ; αὐτῷ ἐκείνῳ, ἃ διηγεῖτο, περὶ μὲν τοῦ Ἀχιλλέως, ὅτι ἐν ἐκκλησίᾳ στρατιωτικῇ δημηγορῶν, διενεχθεὶς πρὸς τὸν | |
5 | Ἀγαμέμνονα, σπώμενος τὸ ξίφος, ὡς παίσων, κωλύεται ὑπὸ δαιμονίου. Ἀθηνᾶν καλεῖ τὸ δαιμόνιον. Αὕτη γάρ, φησιν, ὀργιζομένῳ αὐτῷ παρεγένετο, στῆ δ’ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα. | 90 |
8.5b | Τὴν δὲ αὐτὴν ταύτην Ἀθηνᾶν λέγει, καὶ τοῦ Διομή‐ δους φησίν ἀχλὺν δ’ αὖ τοι ἀπ’ ὀφθαλμῶν ἕλον, ἣ πρὶν ἐπῆεν, | |
5 | ὄφρ’ εὖ γινώσκοι ἠμὲν θεόν, ἠδὲ καὶ ἄνδρα. | |
8.5c | Πάλιν αὖ τῷ Τηλεμάχῳ, μέλλοντι συγγίγνεσθαι βα‐ σιλεῖ πρεσβυτέρῳ, αἰδουμένῳ καὶ ἀπορουμένῳ ὁ ἑταῖρος λέγει· Τηλέμαχ’, ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις, | |
5 | ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται· καὶ προστίθησιν τὴν αἰτίαν τῆς παρὰ τοῦ δαιμονίου ἐλπίδος· οὐ γὰρ ὀΐω οὐδέ σε θεῶν ἀέκητι γενέσθαί τε τραφέμεν τε. | |
8.5d | Καὶ ἐπ’ ἄλλου ἄλλος αὖθις, τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη, | |
8.5e | καὶ ἐπ’ ἄλλου, Τυδείδῃ Διομήδεϊ Πάλλας Ἀθήνη | |
δῶκε μένος καὶ θάρσος, | 91 | |
8.5f | καὶ ἐπ’ ἄλλου, γυῗα δ’ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν. | |
8.5g | Ὁρᾶς τὸ πλῆθος τῶν συγγιγνομένων τῷ δαιμονίῳ Βούλει τοίνυν, τὸν Σωκράτην ἐάσας, Ὁμήρου πυθέσθαι, τί σοι ταυτὶ ἐθέλει, ὦ ποιητῶν γενναιότατε; | |
86*a | Τὸ μὲν γὰρ Σωκράτους δαιμόνιον ἓν καὶ ἁπλοῦν, καὶ ἰδιωτικόν, καὶ δημοτικόν, ἢ ποταμὸν διαβαίνοντα ἀνακαλούμενον, ἢ Ἀλκιβιάδου ἔρωτα ἀναβαλλόμενον, ἢ ἀπολογεῖσθαι βουλόμενον, ἢ ἀποθνήσκειν προαι‐ | |
86*b | ρούμενον οὐ κωλῦον. Ὁμήρῳ δὲ τὸ δαιμόνιον συνί‐ σταται οὔτε ἑνί, οὔτε ἐφ’ ἑνί, οὔτε ἕν, οὔτε ἐπὶ σμι‐ κροῖς· ἀλλὰ καὶ παντοδαπόν, καὶ πολλάκις, καὶ ἐν πολλοῖς ὀνόμασιν, καὶ ἐν πολλοῖς φαντάσμασιν, καὶ | |
86*c | ἐν παντοδαπαῖς φωναῖς. Ἆρ’ οὖν καὶ ἀποδέχῃ τὶ τούτων, καὶ ἡγεῖ τι εἶναι τὴν Ἀθηνᾶν, καὶ τὴν Ἥραν, καὶ τὸν Ἀπόλλωνα, καὶ Ἔριν, καὶ ὅστις ἄλλος δαί‐ | |
86*d | μων Ὁμηρικός; Μή με οἴου πυνθάνεσθαι εἰ τοιαύτην ἡγεῖ τὴν Ἀθηνᾶν, οἵαν Φειδίας ἐδημιούργησεν, οὐδὲν τῶν Ὁμήρου ἐπῶν φαυλοτέραν, παρθένον καλήν, γλαυ‐ κῶπιν, ὑψηλήν, αἰγίδα ἀνεζωσμένην, κόρυν φέρουσαν, | 92 |
5 | δόρυ ἔχουσαν, ἀσπίδα ἔχουσαν· μηδὲ αὖ τὴν Ἥραν, οἵαν Πολύκλειτος Ἀργείοις ἔδειξεν, λευκώλενον, ἐλε‐ φαντόπηχυν, εὐῶπιν, εὐείμονα, βασιλικήν, ἱδρυμένην | |
86*e | ἐπὶ χρυσοῦ θρόνου· μηδέ γε αὖ τὸν Ἀπόλλωνα, οἷον γραφεῖς καὶ δημιουργοὶ εἰκάζουσιν, μειράκιον γυμνὸν ἐκ χλαμυδίου, τοξότην, διαβεβηκότα τοῖς ποσὶν ὥσπερ | |
86*f | θέοντα. Οὐ τοῦτο ἐρωτῶ, οὐδὲ ἡγοῦμαί σε φαῦλον εἶναι τ’ ἀληθῆ εἰκάζειν, ὥστε μὴ μεταβάλλειν τὸ αἴ‐ | |
86*g | νιγμα εἰς λόγον· ἀλλ’ εἰ τῷ ὄντι ἡγεῖ ταυτὶ τὰ ὀνό‐ ματα καὶ τὰ σώματα αἰνίττεσθαί τινας δαιμονίους δυνάμεις, καὶ συνισταμένας τῶν ἀνθρώπων τοῖς εὐμοι‐ | |
86*h | ροτάτοις καὶ ὕπαρ καὶ ὄναρ. Εἰ μὲν γὰρ μηδεμίαν ἡγεῖ, ὥρα σοι καὶ Ὁμήρῳ πολεμεῖν, καὶ τὰ μαντεῖα ἀναιρεῖν, καὶ ταῖς φήμαις ἀπιστεῖν, καὶ τὰ ὀνείρατα | |
86*i | φεύγειν, καὶ Σωκράτην δὲ ἐᾶν. Εἰ δὲ ταῦτα μὲν οὔτε ἄπιστα ἡγεῖ οὔτε ἀδύνατα, ἀπορεῖς δὲ περὶ Σω‐ κράτους· μεταλαβὼν ἐρήσομαί σε, πότερα οὐκ ἄξιον ἡγεῖ τὸν Σωκράτην μοίρας δαιμονίου, ἢ τὸ δυνατὸν | |
86*k | ἄλλοθι ἐνταῦθα ἐξασθενεῖ. Ἀλλὰ τὸ μὲν δυνατὸν διδούς, κἀνταῦθα δώσεις, τὸ δὲ ἄξιον οὐκ ἀφαιρήσεις | 93 |
86*l | τοῦ Σωκράτους. Εἰ τοίνυν καὶ δυνατὸν τὸ πρᾶγμα, καὶ ἄξιος Σωκράτης, λείπεταί σοι μὴ περὶ Σωκράτους ἀμφισβητεῖν, ἀλλὰ καθόλου σκοπεῖν, τίς ἡ τοῦ δαι‐ μονίου φύσις. | |
8.7a | Καὶ τοῦτο μέν σοι παρ’ ἐμοῦ καὶ αὖθις λελέ‐ ξεται· νῦν δὲ ἴθι αὐτὸς πρὸς αὑτὸν ἑκκαθηράμενος ταυτηνὶ τὴν δόξαν, ἵνα σοι καὶ προτέλεια γένηται ταῦτα | |
8.7b* | τοῦ μέλλοντος λόγου· ὅτι θεοὶ ἀνθρώποις ἀρετὴν καὶ κακίαν ἔνειμαν, ὥσπερ ἐν σταδίῳ ἀγωνισταῖς, τὴν μὲν ἆθλον μοχθηρίας φύσεως καὶ γνώμης πονηρᾶς, τὴν δὲ ἐπινίκιον γνώμης ἀγαθῆς καὶ φύσεως ἐρρωμένης, | |
8.7c | ὅταν κρατῶσιν καλοκαγαθίᾳ. Τούτοις καὶ τὸ θεῖον ἐθέλει ξυνίστασθαί τε καὶ συνεπιλαμβάνειν τοῦ βίου, ὑπερέχον χεῖρα καὶ κηδόμενον· τὸν μὲν φήμαις σώζει, τὸν δὲ οἰωνοῖς, τὸν δὲ ὀνείρασιν, τὸν δὲ φωναῖς, τὸν | |
8.7d | δὲ θυσίαις. Ἀσθενὴς γὰρ ἡ ἀνθρωπίνη ψυχὴ πρὸς πάντα ἐξικνεῖσθαι τοῖς λογισμοῖς, ἅτε περιβεβλημένη ἐν τῷ δευτέρῳ βίῳ πολλὴν καὶ σκοτεινὴν ἀχλύν, καὶ ἐν πολλῷ ψόφῳ καὶ θορύβῳ τῶν δεῦρο κακῶν δια‐ | |
8.7e | τρίβουσα, καὶ ταραττομένη ὑπ’ αὐτῶν. Τίς γὰρ οὕτω ταχὺς καὶ ἀσφαλὴς ὁδοιπόρων, ὡς μὴ ἐντυχεῖν βαδίζων χαράδρᾳ ἀφανεῖ, ἢ χάρακι ἀδήλῳ, ἢ κρημνῷ, ἢ τάφρῳ; | 94 |
8.7f | τίς δὲ οὕτω κυβερνήτης ἀγαθὸς καὶ εὔστοχος, ὡς ἀπεί‐ ρατος διελθεῖν κλύδωνος, καὶ ζάλης, καὶ πνευμάτων | |
8.7g | ἐμβολῆς, καὶ ἀέρος τεταραγμένου; τίς δὲ οὕτω ἰατρὸς τεχνικός, ὡς μὴ ἐπιταραχθῆναι ἀφανεῖ καὶ ἀνελπίστῳ νοσήματι, ἄλλου ἄλλοθεν ὑποφυομένου καὶ ὑποτεμνο‐ | |
8.7h | μένου τοὺς τῆς τέχνης λόγους; τίς δὲ ἀνὴρ ἀγαθός, ὡς διελθεῖν βίον ἀπταίστως καὶ ἀσφαλῶς, ὡς σῶμα νοσερόν, ὡς πλοῦν ἄδηλον, ὡς ὁδὸν διεσκαμμένην, καὶ μὴ δεηθῆναι ἐν τούτοις, κυβερνήτου καὶ ἰατροῦ | |
8.7i | καὶ χειραγωγοῦ θεοῦ; Καλὸν μὲν γὰρ ἡ ἀρετή, καὶ εὐπορώτατον, καὶ δραστικώτατον· ἀλλ’ ἀνακέκραται ὕλῃ πονηρᾷ, καὶ ἀσαφεῖ, καὶ μεστῇ πολλοῦ τοῦ ἀδή‐ λου, ἣν δὴ καλοῦσιν οἱ ἄνθρωποι τύχην, χρῆμα τυ‐ | |
5 | φλὸν καὶ ἀστάθμητον. Ἀντιφιλοτιμεῖται τῇ ἀρετῇ, καὶ | |
ἀντιστατεῖ, καὶ ἀνταγωνίζεται, καὶ πολλάκις αὐτὴν ἀντιταράττει, ὡς νέφη αἰθέρι ὑποδραμόντα τὴν ἡλίου ἀκτῖνα ἀπέκρυψεν αὐτοῦ τὸ φῶς, καὶ ἐστὶν μὲν καὶ τότε ἥλιος καλός, ἀλλὰ ἡμῖν ἄδηλος· οὕτω καὶ ἀρε‐ | 95 | |
8.7k | τὴν ὑποτέμνεται τύχης ἐμβολή· καὶ καλὴ μὲν ἡ ἀρετὴ τά τε ἄλλα, ἐμπεσοῦσα δὲ εἰς νεφέλην ἄδηλον, ἐπι‐ σκιάζεται καὶ διατειχίζεται. Ἔνθα δὴ αὐτῇ θεοῦ δεῖ συλλήπτορος, καὶ συναγωνιστοῦ, καὶ παραστάτου. | |
8.8a | Θεὸς μὲν οὖν αὐτὸς κατὰ χώραν ἱδρυμένος οἰκο‐ | |
8.8b | νομεῖ τὸν οὐρανὸν καὶ τὴν ἐν οὐρανῷ τάξιν· εἰσὶ δ’ αὐτῷ φύσεις, ἀθάνατοι δεύτεροι, οἱ καλούμενοι δεύ‐ τεροι ἐν μεθορίᾳ γῆς καὶ οὐρανοῦ τεταγμένοι· θεοῦ μὲν ἀσθενέστεροι, ἀνθρώπου δ’ ἰσχυρότεροι· θεῶν μὲν | |
5 | ὑπηρέται, ἀνθρώπων δὲ ἐπιστάται· θεῶν μὲν πλησι‐ | 96 |
8.8c | αίτατοι, ἀνθρώπων δὲ ἐπιμελέστατοι. Ἦ γὰρ ἂν τὸ διὰ μέσου πολλῷ τῷ θνητῷ πρὸς τὸ ἀθάνατον διε‐ τειχίσθη τῆς οὐρανίου ἐπόψεώς τε καὶ ὁμιλίας, ὅτι μὴ τῆς δαιμονίου ταύτης φύσεως, οἷον ἁρμονίας, κατὰ τὴν | |
5 | πρὸς ἑκάτερον συγγένειαν καταλαβούσης δεσμῷ τὴν | |
8.8d | ἀνθρωπίνην ἀσθένειαν πρὸς τὸ θεῖον κάλλος. Καθάπερ γάρ, οἶμαι, τὸ βαρβαρικὸν τοῦ Ἑλληνικοῦ διῄρηται φωνῆς συνέσει, ἀλλὰ τὸ τῶν ἑρμηνέων γένος τὰς παρ’ ἑκατέρων φωνὰς ὑποδεχόμενον καὶ διαπορθ‐ | |
5 | μεῦον‘ πρὸς ἑκατέρους, συνῆψεν αὐτῶν καὶ συνεκέ‐ ρασεν τὰς ὁμιλίας· οὕτω δ’ ἂν καὶ τὸ δαιμόνων γένος | |
8.8e | ἐπίμικτον νοεῖται καὶ θεοῖς τε καὶ ἀνθρώποις. Τοῦτο γάρ ἐστιν τὸ ἀνθρώποις προσφθεγγόμενον, καὶ φαντα‐ ζόμενον, καὶ εἱλούμενον ἐν μέσῃ τῇ θνητῇ φύσει, καὶ ἀπωφελοῦν ὅσα ἀνάγκη δεῖσθαι θεῶν τὸ θνητῶν γένος. | |
8.8f | Πολλὴ δὲ ἡ δαιμόνων ἀγέλη· τρὶς γὰρ μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ, ἀθάνατοι, Ζηνὸς πρόπολοι· οἱ μὲν ἰατροὶ νοσημάτων, οἱ δὲ τῶν ἀπόρων σύμβουλοι, | 97 |
5 | οἱ δὲ τῶν ἀφανῶν ἄγγελοι, οἱ δὲ τέχνης συνεργάται, οἱ δὲ ὁδοῦ συνέμποροι· οἱ μὲν ἀστικοί, οἱ δὲ ἀγροι‐ κικοί, οἱ δὲ θαλάττιοι, οἱ δὲ ἠπειρωτικοί· εἴληχεν δὲ ἄλλος ἄλλην ἑστίαν σώματος, ὁ μὲν Σωκράτην, ὁ δὲ Πλάτωνα, ὁ δὲ Πυθαγόραν, ὁ δὲ Ζήνωνα, ὁ δὲ Διο‐ | |
10 | γένην· ὁ μὲν φοβερός, ὁ δὲ φιλάνθρωπος, ὁ δὲ πολι‐ τικός, ὁ δὲ τακτικός· ὅσαι φύσεις ἀνδρῶν, τοσαῦται καὶ δαιμόνων· καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσιν, παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας· | |
8.8g | ἐὰν δέ που μοχθηρὰν δείξεις ψυχήν, ἀνέστιος αὕτη | |
καὶ ἀνεπιστάτητος. | 98 | |
9.1a(1t) | Ἔτι περὶ τοῦ Σωκράτους δαιμονίου βʹ. | |
1 | Φέρε, ἐρώμεθα τὸ δαιμόνιον· φιλάνθρωπον γὰρ καὶ εἰωθὸς ἀποκρίνεσθαι διὰ σωμάτων ἀνθρωπίνων, ὡς ἡ Ἰσμενίου τέχνη διὰ τῶν αὐλῶν· ἐρώμεθα δὲ ὧδέ πως κατὰ τὸν Ὁμήρου Ὀδυσσέα· | |
9.1b | θεὸς νύ τις, ἢ βροτός ἐσσι; εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, οὐδὲν δεῖ λόγων, ἴσμεν γὰρ τὰ σά· εἰ δέ τις ἐσσὶ βροτῶν, τοὶ ἐπὶ χθονὶ ναιετάουσιν, | |
5 | ἆρα τοιοῦτον χρῆμα, οἷον ὁμοπαθές τε εἶναι ἡμῖν καὶ | |
9.1c | ὁμόφωνον, καὶ ὁμογενές, καὶ σύγχρονον· ἢ κατὰ μὲν τὴν δίαιταν ἐφέστιον τῇ γῇ, κατὰ δὲ τὴν οὐσίαν κρεῖτ‐ | |
τον αὐτῆς; Οὐ γὰρ σάρκες αἱ δαιμόνων φύσεις (ἀπο‐ κριτέον γάρ τοι ὑπὲρ αὐτῶν, κελεύουσι γάρ), οὐδὲ | 99 | |
5 | ὀστᾶ, οὐδὲ αἷμα, οὐδὲ ἄλλό τι σκεδαστέον, ἢ λυό‐ μενον, ἢ τηκόμενον, ἢ διαρρέον· ἀλλὰ τίς μήν; Οὑτωσὶ πρῶτον θεασώμεθα τὸ ἀναγκαῖον τῆς δαιμόνων οὐσίας. | |
9.1d | Τὸ ἀπαθὲς τῷ ἐμπαθεῖ ἐναντίον, καὶ τὸ θνητὸν τῷ ἀθανάτῳ, καὶ τὸ ἄλογον τῷ λογικῷ, καὶ τὸ ἀναίσθη‐ τον τῷ αἰσθητικῷ, καὶ τὸ ἔμψυχον τῷ ἀψύχῳ. Πᾶν τοίνυν τὴν ψυχὴν ἔχον ἑκατέροιν συγκεκρατημένην· ἢ | |
5 | γὰρ ἀπαθὲς τὸ ἀθάνατον, ἢ ἀθάνατον ἐμπαθές, ἢ ἐμπαθὲς θνητόν, ἢ ἄλογον αἰσθητικόν, ἢ ἔμψυχον | |
ἀπαθές· καὶ διὰ τούτων ὁδεύει ἡ φύσις κατὰ βραχὺ ἀπὸ τῶν τιμιωτάτων ἐπὶ τὰ ἀτιμότατα καταβαίνουσα | 100 | |
9.1e | ἑξῆς· ἐὰν δέ τι τούτων ἐξέλῃς, διέκοψας τὴν φύσιν· ὥσπερ ἐν ἁρμονίᾳ φθόγγων τὴν πρὸς τὰ ἄκρα ὁμο‐ λογίαν ἡ μέση ποιεῖ· ἀπὸ γὰρ τοῦ ὀξυτάτου φθόγγου ἐπὶ τὸ βαρύτατον ταῖς διὰ μέσου φωναῖς ἐπερειδομέ‐ | |
5 | νην τὴν μεταβολὴν ἐμμελῆ ποιεῖ καὶ τῇ ἀκοῇ καὶ τῇ χειρουργίᾳ. | |
9.2a | Τοῦτό τοι νόμιζε γίγνεσθαι καὶ ἐν τῇ φύσει, ὥσπερ ἐν ἁρμονίᾳ τελεωτάτῃ· καὶ τίθεσο θεὸν μὲν κατὰ τὸ ἀπαθὲς καὶ ἀθάνατον, δαίμονα δὲ κατὰ τὸ ἀθάνατον καὶ ἐμπαθές, ἄνθρωπον δὲ κατὰ τὸ ἐμπαθὲς καὶ θνη‐ | |
5 | τόν, θηρίον δὲ κατὰ τὸ ἄλογον καὶ αἰσθητικόν, φυτὸν | |
9.2b | δὲ κατὰ τὸ ἔμψυχον καὶ ἀπαθές. Καὶ τὰ μὲν ἄλλα ἡμῖν, τὸ νῦν ἔχον, κατὰ χώραν ἔστω· ἐπεὶ δὲ τῆς δαι‐ μονίων φύσεως πέρι σκοπούμεθα, ἣν φαμὲν μεσότητα | |
εἶναι πρὸς ἄνθρωπον καὶ θεόν, ἴδωμεν εἴ πῃ δυνατὸν | 101 | |
9.2c | ἐξελέσθαι αὐτήν, καὶ διασῶσαι τὰ ἄκρα. Ἆρ’ οὖν ὁ θεός, ἀθάνατον μὲν γάρ, ἐμπαθὲς δέ; οὐδαμῶς, ἀλλὰ | |
9.2d | ἀθάνατον μέν, ἀπαθὲς δέ· τί δὲ ἄνθρωπος; θνητὸν μέν, ἀπαθὲς δέ; οὐδὲ τοῦτο· ἀλλὰ θνητὸν μέν, οὐ | |
9.2e | μὴν ἀπαθές. Ποῦ τοίνυν ἡμῖν οἰχήσεται τὸ ἀθάνατον ὁμοῦ καὶ ἐμπαθές; δεῖ γὰρ συστῆναι ἐξ ἀμφοῖν οὐσίαν κοινήν, κρείττονα μὲν ἀνθρώπου, θεοῦ δὲ ἐλάττονα, εἰ μέλλει ἔσεσθαι τῶν ἄκρων πρὸς ἄλληλα ἀναλογία· | |
9.2f | δύο γὰρ πραγμάτων κεχωρισμένων τῇ φύσει, χωρι‐ σθήσεται καὶ ἡ ἐπιμιξία παντάπασιν, ἐὰν μή τις κοινὸς ὅρος ἀμφότερα ὑποδέξηται. | |
9.3a | Οἷον τὸ τοιόνδε λέγω· καλοῦμέν τι πῦρ ξηρόν τε καὶ θερμόν· ἐναντίον δὲ θερμῷ μὲν 〈ψυχρόν, ξηρῷ δὲ ὑγρόν· ἀλλὰ μὴν καὶ ὕδωρ καλοῦμεν〉 ψυχρὸν καὶ ὑγρόν· ἀδύνατον δὴ μεταβάλλειν πῦρ εἰς ὕδωρ, | |
5 | καὶ ὕδωρ εἰς πῦρ· οὔτε γὰρ ψυχρὸν εἰς θερμότητα, | |
9.3b | οὔτε ὑγρὸν εἰς ξηρότητα μεταβάλοι ἄν. Οὕτω δὴ τὸν τούτων πόλεμον μετεχειρίσατο ἡ φύσις· ἔδωκεν αὐτοῖς | |
ὥσπερ ἐκεχειροφόρον τὸν ἀέρα, ὃς λαβὼν παρὰ μὲν τοῦ πυρὸς τὴν θερμότητα, παρὰ δὲ τοῦ ὕδατος τὴν | 102 | |
5 | ὑγρότητα, συνεκέρασεν αὐτῶν καὶ συνῆψεν τὰς ὁμιλίας, καὶ γίνεται μεταβολὴ καὶ πρόσβασίς ποτε μὲν τοῦ πυρὸς εἰς ἀέρα, κατὰ θερμότητα· ἀπὸ δὲ τοῦ ἀέρος | |
9.3c | εἰς ὕδωρ, κατὰ ὑγρότητα. Πάλιν αὖ ἀὴρ θερμόν τε καὶ ὑγρόν, γῆ δὲ ψυχρόν τε καὶ ξηρόν· ἐναντίον δὲ ξηρότης μὲν ὑγρότητι, ψυχρότης δὲ θερμότητι· οὐκ ἂν οὖν μετέβαλέν ποτε ἀὴρ εἰς γῆν, ὅτι μὴ τῆς φύσεως | |
5 | καὶ τούτοις δούσης τὴν τοῦ ὕδατος οὐσίαν, διαιτῶσάν τε αὐτὰ καὶ ξυνάγουσαν, παρὰ μὲν ἀέρος λαβοῦσαν | |
9.3d | τὴν ὑγρότητα, παρὰ δὲ γῆς τὴν ψυχρότητα. Σκόπει δὴ τὸ πᾶν οὕτως συγκεφαλαιωσάμενος βραχεῖ λόγῳ· ἐπειδὴ ἕκαστον τούτων ἀνὰ δύο συνέστηκεν φύσεων ἐναντίων, ὧν ἀεὶ τὴν ἑτέραν ἀφαιρῶν μοῖραν, προστι‐ | |
5 | θεὶς τῶν ἔπειτα τῇ ἑτέρᾳ, καθ’ ἥμισυ μὲν χωρίζεις ἑκατέρου ἑκάτερον, καθ’ ἥμισυ δὲ συντάττεις ἑκατέρῳ ἑκάτερον, τοῦτον τὸν τρόπον τὰ ἐναντία ἀλλήλοις ἄμικτα ὄντα κοινωνεῖ ὅμως, καὶ ἀνακίρνανται καὶ πῦρ ἀέρι κατὰ θερμότητα, καὶ ἀὴρ ὕδατι κατὰ ὑγρότητα, | |
10 | καὶ ὕδωρ γῇ κατὰ ψυχρότητα, καὶ γῆ πυρὶ κατὰ ξηρό‐ | |
τητα· οὕτω κἀνταῦθα κοινωνεῖ θεὸς μὲν δαίμονι κατὰ τὸ ἀθάνατον, δαίμων δὲ ἀνθρώπῳ κατὰ τὸ ἐμπαθές, ἄνθρωπος θηρίῳ κατὰ τὸ αἰσθητικόν, θηρίον φυτῷ κατὰ τὸ ἔμψυχον. | 103 | |
9.4a | Εἰ δὲ βούλει, καὶ τὴν οἰκονομίαν τοῦ σώματος θέασαι, ὡς οὐδὲ ἐνταῦθα ἡ φύσις μεταπηδᾷ ἀθρόως, ἀλλὰ καὶ ταύτῃ μεσοτήτων τινῶν δεῖ πρὸς τὴν χειρα‐ γωγίαν τῆς κράσεως τῶν σωμάτων· θρὶξ γάρ που καὶ | |
5 | ὄνυξ ὀστοῦ μαλακώτερον, καὶ νεύρου ἀραιότερον, καὶ | |
9.4b | αἵματος ξηρότερον, καὶ σαρκὸς τραχύτερον· συνελόντι δὲ εἰπεῖν, παντὶ χρήματι, ἐν ᾧ τὸ ἡρμοσμένον καὶ τε‐ ταγμένον, μεσότητος δεῖ, ἐν φωναῖς, ἐν χρόαις, ἐν χυ‐ μοῖς, ἐν σώμασιν, ἐν ῥυθμοῖς, ἐν σχήμασιν, ἐν πά‐ | |
9.4c | θεσιν, ἐν λόγοις. Εἶεν· οὕτω τούτων ἐχόντων, εἰ ὁ μὲν θεὸς ἀπαθὴς καὶ ἀθάνατος, ὁ δὲ ἄνθρωπος θνητός τε καὶ ἐμπαθής, ἀνάγκη τὸ διὰ μέσου τούτων ἢ ἀπα‐ | |
9.4d | θὲς θνητὸν εἶναι, ἢ ἀθάνατον ἐμπαθές· ὧν τὸ μὲν ἀδύνατον, οὐ γὰρ ἂν ξυνέλθοι ποτὲ οὐδὲ ὁμολογήσαι | |
9.4e | τῷ θνητῷ τὸ ἀπαθές· λείπεται δὴ τὴν δαιμόνων φύσιν ἐμπαθῆ τε εἶναι καὶ ἀθάνατον, ἵνα τοῦ μὲν ἀθανάτου κοινωνῇ τῷ θεῷ, τοῦ δὲ ἐμπαθοῦς τῷ ἀνθρώπῳ. | 104 |
9.5a | Πῶς οὖν καὶ ἐμπαθὲς καὶ ἀθάνατον τὸ δαιμόνιον γένος, ὥρα λέγειν· καὶ πρῶτον γε περὶ τοῦ ἀθανάτου. | |
9.5b | Τὸ φθειρόμενον πᾶν ἢ τρέπεται, ἢ διαλύεται, ἢ τή‐ κεται, ἢ κόπτεται, ἢ ῥήγνυται, ἢ μεταβάλλει· ἢ δια‐ λύεται, ὡς πηλὸς ὑπὸ ὕδατος· ἢ ῥήγνυται, ὡς ὑπὸ ἀρότρου γῆ· ἢ τήκεται, ὡς ὑπὸ ἡλίου κηρός· ἢ κόπ‐ | |
5 | τεται, ὡς ὑπὸ σιδήρου φυτόν· ἢ μεταβάλλει καὶ τρέ‐ | |
9.5c | πεται, ὡς ὕδωρ εἰς ἀέρα, καὶ ἀὴρ εἰς πῦρ. Δεῖ δὴ τὴν οὐσίαν τοῦ δαιμονίου, εἰ μέλλει ἔσεσθαι ἀθά‐ νατος, μὴ διαλύεσθαι, μὴ σκεδάννυσθαι, μὴ τρέπεσθαι, μὴ ῥήγνυσθαι καὶ μεταβάλλειν, μὴ κόπτεσθαι· εἰ γὰρ | |
9.5d | πείσεταί τι τούτων, ἀπολεῖ τὸ ἀθάνατον. Πῶς δ’ ἂν | |
καὶ πάθοι, εἴπέρ ἐστιν τὸ δαιμόνιον αὐτὸ ψυχὴ ἀπο‐ δυσαμένη τὸ σῶμα; ἣ γὰρ καὶ τῷ σώματι τῷ φύσει φθειρομένῳ παρέχει τὸ μὴ φθείρεσθαι ἡνίκ’ ἂν αὐτῷ | 105 | |
9.5e | συνῇ, πολλοῦ γε δεῖ φθαρῆναι αὐτῇ. Ἐν γοῦν τῇ συστάσει τὸ μὲν σῶμα συνέχεται, ἡ δὲ ψυχὴ συνέχει· εἰ δὲ καὶ τὴν ψυχὴν ἕτερόν τι συνέχει, ἀλλὰ μὴ αὐτὴ αὑτήν, τί τοῦτο ἔσται, καὶ τίς ἂν ἐπινοήσαι ψυχὴν | |
9.5f | ψυχῆς; Ὅταν γὰρ ἕτερον ὑφ’ ἑτέρου σώζηται συνεχό‐ μενον, ἀνάγκη που παύσασθαι τὴν συνοχὴν ἐπὶ πρᾶγμα προελθοῦσαν συνέχον μὲν ἄλλο, συνεχόμενον δὲ ὑφ’ ἑαυτοῦ· εἰ δὲ μή, ποῖ στήσεται ὁ λογισμὸς προϊὼν εἰς | |
9.5g | ἄπειρον; οἷον εἰ ξυνείη τις ὁλκάδα ἐν κλύδωνι ἐκ πέτρας ποθὲν καθωρμισμένην διὰ πολλῶν κάλων, ὧν ἕτερον ἐξ ἑτέρου συνεχόμενον τῇ ξυνδέσει τελευτᾷ ἐπὶ τὴν πέτραν, χρῆμα ἑστὸς καὶ ἑδραῖον. | |
9.6a | Τοιοῦτον ἡ ψυχή· σῶμα ἐν σάλῳ ἀεὶ καὶ κλύδωνι νηχόμενον καὶ κραδαινόμενον καὶ σειόμενον συνέχει αὐτή, καὶ καθορμίζει, καὶ ἵστησιν· ἐπειδὰν δὲ ἀποκάμῃ τὰ νεῦρα ταυτί, καὶ τὸ πνεῦμα, καὶ τὰ ἄλλα τὰ ὥσπερ | |
5 | καλώδια, ἐξ ὧν τέως προσώρμιστο τῇ ψυχῇ τὸ σῶμα, τὸ μὲν ἐφθάρη καὶ κατὰ βυθοῦ ᾤχετο, αὐτὴ δὲ ἐφ’ | 106 |
9.6b | ἑαυτῆς ἐκνηξαμένη συνέχει τε αὑτὴν καὶ ἵδρυται. Καὶ καλεῖται ἡ τοιαύτη ψυχὴ δαίμων ἤδη, θρέμμα αἰθέ‐ ριον, μετοικισθὲν ἐκ γῆς ἐκεῖ· ὥσπερ ἐκ βαρβάρων εἰς Ἕλληνας, καὶ ἐξ ἀνόμου καὶ τυραννουμένης καὶ | |
5 | στασιωτικῆς πόλεως εἰς εὐνομουμένην καὶ βασιλευο‐ | |
9.6c | μένην καὶ εἰρηνικὴν πόλιν. Ἐγγύτατα γάρ μοι δοκεῖ ἔχειν τὸ γιγνόμενον Ὁμηρικῇ εἰκόνι· οἷον φασὶν ἐκεί‐ νῳ χαλκεῦσαι τὸν Ἥφαιστον ἐπὶ χρυσῆς ἀσπίδος πό‐ λεις δύο· | |
5 | .. ἐν τῇ μέν ῥα γάμοι τ’ ἔσαν, εἰλαπίναι τε, καὶ χοροί, καὶ παιᾶνες, καὶ δᾳδουχίαι· ἐν δὲ τῇ πό‐ λεμοι, καὶ στάσεις, καὶ ἁρπαγαί, καὶ μάχαι, καὶ ὀλο‐ | |
9.6d | λυγαί, καὶ οἰμωγαί, καὶ στόνοι. Τοῦτο δύναται καὶ γῆ πρὸς αἰθέρα· ὁ μὲν γὰρ εἰρηναῖόν τι χρῆμα, καὶ παιάνων μεστὸν καὶ θείων χορῶν, ἡ δὲ πολυφωνίας | |
9.6e | καὶ πολυεργίας καὶ διαφωνίας. Ἐπειδὰν γὰρ ἀπαλλαγῇ ψυχὴ ἐνθένδε ἐκεῖσε, ἀποδυσαμένη τὸ σῶμα, καὶ κα‐ | |
ταλιποῦσα αὐτὸ τῇ γῆ φθαρησόμενον τῷ αὐτοῦ χρόνῳ καὶ νόμῳ, δαίμων τ’ ἀνθρώπου, ἐποπτεύει μὲν αὕτη | 107 | |
5 | τὰ οἰκεῖα θεάματα καθαροῖς τοῖς ὀφθαλμοῖς, μήτε ὑπὸ σαρκῶν ἐπιπροσθουμένη, μήτε ὑπὸ χρωμάτων ἐπιτα‐ ραττομένη, μήτε ὑπὸ σχημάτων παντοδαπῶν συγχεο‐ μένη, μήτε ὑπὸ ἀέρος θολεροῦ διατειχιζομένη, ἀλλὰ αὐτὸ κάλλος, αὐτοῖς ὀφθαλμοῖς ὁρῶσα καὶ γανυμένη· | |
9.6f | οἰκτείρουσα μὲν αὑτὴν τοῦ πρόσθεν βίου, μακαρίζουσα δὲ τοῦ παρόντος· οἰκτείρουσα δὲ καὶ τὰς συγγενεῖς ψυχάς, αἳ περὶ γῆν στρέφονται ἔτι, καὶ ὑπὸ φι‐ λανθρωπίας ἐθέλουσα αὐταῖς συναγελάζεσθαι, καὶ ἐπα‐ | |
9.6g | νορθοῦν σφαλλομένας. Προστέτακται δὲ αὐτῇ ὑπὸ τοῦ θεοῦ ἐπιφοιτᾶν τὴν γῆν, καὶ ἀναμίγνυσθαι πάσῃ μὲν ἀνδρῶν φύσει, πάσῃ δὲ ἀνθρώπων τύχῃ καὶ | |
γνώμῃ καὶ τέχνῃ· καὶ τοῖς μὲν χρηστοῖς συνεπιλαμ‐ | 108 | |
5 | βάνειν, τοῖς δὲ ἀδικουμένοις τιμωρεῖν, τοῖς δὲ ἀδι‐ κοῦσιν προστιθέναι τὴν δίκην. | |
9.7a | Ἀλλ’ οὐχὶ δαιμόνων πᾶς πάντα δρᾷ, ἀλλ’ αὐτοῖς | |
9.7b | διακέκριται κἀκεῖ τὰ ἔργα, ἄλλο ἄλλῳ. Καὶ τοῦτό ἐστιν ἀμέλει τὸ ἐμπαθές, ᾧ ἐλαττοῦται δαίμων θεοῦ. Ὡς γὰρ εἶχον φύσεως, ὅτε περὶ γῆν ἦσαν, οὐκ ἐθέ‐ λουσιν ταύτης παντάπασιν ἀπαλλάττεσθαι· ἀλλὰ καὶ | |
5 | Ἀσκληπιὸς ἰᾶται νῦν, καὶ ὁ Ἡρακλῆς ἰσχυρίζεται, καὶ Διόνυσος βακχεύει, καὶ Ἀμφίλοχος μαντεύεται, καὶ οἱ Διόσκουροι ναυτίλλονται, καὶ Μίνως δικάζει, καὶ | |
9.7c | Ἀχιλλεὺς ὁπλίζεται. Ἀχιλλεὺς νῆσον οἰκεῖ εὐθὺ Ἴστρου κατὰ τὴν Ποντικὴν θάλατταν, Ἀχιλλέως ναός, καὶ βωμοὶ Ἀχιλλέως· καὶ ἑκὼν μὲν οὐκ ἄν τις προσέλθοι, | |
9.7d | ὅτι μὴ θύσων· θύσας δέ, ἐπιβαίνει τῆς νεώς. Εἶδον ἤδη ναῦται πολλάκις ἄνδρα ἠΐθεον, ξανθὸν τὴν κόμην, | |
9.7e | πηδῶντα ἐν ὅπλοις· τὰ ὅπλα χρυσᾶ· οἱ δὲ εἶδον μὲν | |
9.7f | οὐδαμῶς, ἤκουσαν δὲ παιωνίζοντος· οἱ δὲ καὶ εἶδον | |
9.7g | καὶ ἤκουσαν. Ἤδη δέ τις καὶ κατέδαρθεν ἄκων ἐν | |
τῇ νήσῳ, καὶ αὐτὸν Ἀχιλλεὺς ἀνίστησιν, καὶ ἐπὶ σκηνὴν ἄγει, καὶ εὐωχεῖ· ὁ Πάτροκλος ᾠνοχόει, Ἀχιλ‐ λεὺς ἐκιθάριζεν, παρεῖναι δὲ ἔφη καὶ τὴν Θέτιν, καὶ | 109 | |
9.7h | ἄλλων δαιμόνων χορόν. Ὁ δὲ Ἕκτωρ κατὰ χώραν μένει, ὡς ὁ Ἰλιέων λόγος, καὶ φαντάζεται πηδῶν ἅμα | |
9.7i | τὸ πεδίον, καὶ ἀστράπτων. Ἐγὼ δὲ τὸν μὲν Ἀχιλλέα οὐκ εἶδον, οὐδὲ τὸν Ἕκτορα εἶδον· εἶδον δὲ καὶ Διο‐ σκούρους ἐπὶ νεώς, ἀστέρας λαμπρούς, ἰθύνοντας τὴν ναῦν χειμαζομένην· εἶδον καὶ τὸν Ἀσκληπιόν, ἀλλ’ | |
5 | οὐχὶ ὄναρ· εἶδον καὶ τὸν Ἡρακλέα, ἀλλ’ ὕπαρ. | |
10.1a(1t) | Εἰ αἱ μαθήσεις ἀναμνήσεις. | |
1 | Ἀφίκετό ποτε Ἀθήναζε Κρὴς ἀνήρ, ὄνομα Ἐπι‐ | |
μενίδης, κομίζων λόγον, οὑτωσὶ ῥηθέντα, πιστεύεσθαι | 110 | |
10.1b | χαλεπόν· ἐν τοῦ Διὸς τοῦ Δικταίου τῷ ἄντρῳ κεί‐ μενος ὕπνῳ βαθεῖ ἔτη συχνά, ὄναρ ἔφη ἐντυχεῖν αὐτὸς θεοῖς καὶ θεῶν λόγοις, καὶ ἀληθείᾳ, καὶ δίκῃ. | |
10.1c | Τοιαῦτα ἄττα διαμυθολογῶν ᾐνίττετο, οἶμαι, ὁ Ἐπι‐ μενίδης, ὡς ἄρα ὁ ἐν γῇ βίος ταῖς τῶν ἀνθρώπων | |
10.1d | ψυχαῖς ὀνείρατι ἔοικεν μακρῷ καὶ πολυετεῖ. Πιθα‐ νώτερος δ’ ἦν ἂν καὶ τὰ Ὁμήρου ἔπη προστιθεὶς | |
10.1e | τῷ αὑτοῦ λόγῳ, ἃ περὶ ὀνείρων ἐκεῖνος. Λέγει γάρ που Ὅμηρος δύο εἶναι πύλας ἀμενηνῶν ὀνεί‐ ρων, τὴν μὲν ἐξ ἐλέφαντος, τὴν δὲ ἐκ κεράτων· τοὺς μὲν οὖν διὰ κεράτων ἰόντας ἀτρεκεῖς τε εἶναι καὶ πι‐ | |
5 | θανοὺς πιστεύεσθαι· τοὺς δὲ ἑτέρους σφαλερούς, καὶ ἀπατεῶνας, καὶ μηδὲν ὕπαρ ἐπὶ τὴν ψυχὴν φέροντας. | |
10.1f | Ταύτῃ τοι ἔτεινεν καὶ ὁ Ἐπιμενίδου εἴτε μῦθος εἴτε καὶ ἀληθὴς λόγος. Ἐνύπνιον γάρ τι ἐστὶν ἀτεχνῶς οὑτοσὶ ὁ δεῦρο βίος, καθ’ ὃν ἡ ψυχὴ κατορωρυγμένη ἐν σώματι ὑπὸ κόρου καὶ πλησμονῆς μόγις πως ὀνει‐ | |
10.1g | ρώττει τὰ ὄντα. Ἔρχονται δὲ ταῖς μὲν τῶν πολλῶν | |
ψυχαῖς ὄνειροι δι’ ἐλεφαντίνων πυλῶν· εἰ δέ που τίς ἐστιν καθαρὰ ψυχὴ καὶ νηφάλιος, καὶ ὀλίγα ὑπὸ τοῦ δεῦρο κάρου καὶ τῆς πλησμονῆς ἐπιταραττομένη, εἰκός | 111 | |
5 | που ταύτῃ δι’ ἑτέρων ἰόντα ἀπαντᾶν ὀνείρατα σαφῆ καὶ διακεκριμένα καὶ ἐγγύτατα τῷ ἀληθεῖ. Οὗτος ἦν ὁ Ἐπιμενίδου ὕπνος. | |
10.2a | Πυθαγόρας δὲ ὁ Σάμιος πρῶτος ἐν τοῖς Ἕλλησιν ἐτόλμησεν εἰπεῖν, ὅτι αὐτῷ τὸ μὲν σῶμα τεθνήξεται, ἡ δὲ ψυχὴ ἀναπτᾶσα οἰχήσεται ἀθανὴς καὶ ἀγήρως· | |
10.2b | καὶ γὰρ εἶναι αὐτήν, πρὶν ἥκειν δεῦρο. Ἐπίστευον δὲ αὐτῷ οἱ ἄνθρωποι ταῦτα λέγοντι, καὶ ὅτι ἤδη πρό‐ τερον γένοιτο ἐν γῇ ἐν ἄλλῳ σώματι, Εὔφορβος δὲ | |
10.2c | εἶναι ὁ Τρὼς τότε. Ἐπίστευον δὲ ὧδε· ἀφίκετο εἰς Ἀθηνᾶς νεών, οὗ πολλὰ ἦν καὶ παντοδαπὰ ἀναθή‐ ματα, ἐν δὲ τοῖς καὶ ἀσπίς, τὸ μὲν σχῆμα Φρυγία, ὑπὸ δὲ χρόνου ἐξίτηλος· εἶπεν οὖν ὅτι ‘Γνωρίζω τὴν | |
5 | ἀσπίδα, ἀφείλετο δέ με ὅσπερ καὶ ἀπέκτεινεν τότε ἐν | 112 |
10.2d | Ἰλίῳ ἐν τῇ μάχῃ.‘ Θαυμάσαντες οἱ ἐπιχώριοι τὸν λόγον, καθεῖλον τὸ ἀνάθημα, καὶ ἦν ἐπίγραμμα | |
10.2e | Παλλάδι Ἀθηνᾷ Μενέλεως ἀπὸ Εὐφόρβου. | |
10.2f | Εἰ δὲ βούλει, καὶ ἄλλον αὖ λόγον διέξιμί σοι. Προκονη‐ σίῳ ἀνδρὶ τὸ μὲν σῶμα ἔκειτο ἔμπνουν μέν, ἀλλ’ ἀμυδρῶς καὶ ἐγγύτατα θανάτου· ἡ δὲ ψυχὴ ἐκδῦσα τοῦ σώματος, ἐπλανᾶτο ἐν τῷ αἰθέρι, ὄρνιθος δίκην, | |
5 | πάντα ὕποπτα θεωμένη, γῆν, καὶ θάλατταν, καὶ ποτα‐ μούς, καὶ πόλεις, καὶ ἔθνη ἀνδρῶν, καὶ παθήματα, καὶ φύσεις παντοίας· καὶ αὖθις εἰσδυομένη τὸ σῶμα καὶ ἀναστήσασα, ὥσπερ ὀργάνῳ χρωμένη, διηγεῖτο ἅττα εἶδέν τε καὶ ἤκουσεν, παρ’ ἄλλοις ἄλλα. | |
10.3a | Τί δήποτ’ οὖν Ἐπιμενίδης καὶ Πυθαγόρας καὶ Ἀριστέας ἐθέλουσιν αἰνίττεσθαι; ἄλλό τι ἢ τὴν σχολὴν τῆς ψυχῆς τοῦ ἀγαθοῦ ἀνδρὸς ἀπὸ τῶν τοῦ σώματος ἡδονῶν καὶ παθημάτων, ὅταν ἀπαλλαγεῖσα τοῦ περὶ | |
5 | ἐκεῖνο ταράχου, καὶ ἐπιστρέψασα εἰς ἑαυτὴν τὸν νοῦν, | |
ἔμπαλιν ἐντυγχάνει τῷ ἀληθεῖ αὐτῷ, ἀφεμένη τῶν | 113 | |
10.3b | εἰδώλων; Τοῦτο ἔοικεν μὲν ὕπνῳ καλῷ καὶ μεστῷ ἐναργῶν ὀνειράτων· ἔοικεν δὲ ψυχῆς πτήσει μεταρσίῳ, οὐχ ὑπὲρ ἄκρων φερομένης τῶν ὀρῶν ἐν ἀχλυώδει καὶ ταραττομένῳ τῷ ἀέρι, ἀλλ’ ὑπὲρ τοῦτον ὑψοῦ ἐν στα‐ | |
5 | θερῷ αἰθέρι, γαλήνης καὶ ἠρεμίας αὐτὴν παραπεμ‐ | |
10.3c | πούσης ἀλύπως ἐπὶ τὸ ἀληθές, ἐπὶ τὴν ὄψιν. Τίς δὲ ὁ τῆς παραπομπῆς τρόπος, καὶ τί ἂν αὐτὴν ἐμμελῶς ὀνομάζομεν; ἆρα γε μάθησιν, ἢ Πλάτωνι ὁμοφώνως ἀνάμνησιν; ἢ δύο θησόμεθα ὀνόματα πράγματι ἑνί, | |
10.3d | μάθησιν καὶ ἀνάμνησιν; Τὸ δέ ἐστιν τοιοῦτον, οἷον τὸ περὶ τὸν ὀφθαλμὸν πάθος· σύνεστιν μὲν γὰρ αὐτῷ ἡ ὄψις ἀεί, ἤδη δέ που ὑπὸ συμφορᾶς ἐπιχυθεῖσα ἀχλύς, καὶ ἀμφιέσασα τὸ ὄργανον, διετείχισεν αὐτοῦ | |
5 | τὴν πρὸς τὰ ὁρώμενα ὁμιλίαν· ἡ δὲ τέχνη παρελθοῦσα ὄψιν μὲν οὐκ ἐνεποίησε τῷ ὀφθαλμῷ, τὸ δὲ ἐνοχλοῦν παραναγαγοῦσα ἀπεκάλυψεν αὐτοῦ τὸν ἔξω δρόμον. | 114 |
10.3e | Νόμιζε δὴ καὶ τὴν ψυχὴν ὄψιν τινὰ εἶναι διορατικὴν τῶν ὄντων φύσει καὶ ἐπιστήμονα· ὑπὸ δὲ τῆς τῶν σωμάτων συμφορᾶς ὑποκεχύσθαι αὐτῇ πολλὴν ἀχλύν, καὶ συγχεῖν τὴν θέαν, καὶ ἀφαιρεῖσθαι τὴν ἀκρίβειαν, | |
10.3f | καὶ ἀποσβεννύναι τὸ οἰκεῖον φῶς· προσιόντα δὲ αὐτῇ τεχνίτην λόγον, ὥσπερ ἰατρόν, εὐπροστιθέναι αὐτῇ φέροντα ἐπιστήμην, πρᾶγμα ὃ μήπως ἔχει, ἀλλ’ ἐπε‐ γείρειν ἣν ἔχει μέν, ἀμυδρὰν δὲ καὶ ξυνδεδεμένην | |
5 | καὶ καρηβαροῦσαν. | |
10.4a | Ὅνπερ οὖν τρόπον καὶ ταῖς κυούσαις προσάγουσα ἡ μαιευτικὴ τὰς χεῖρας σὺν τῇ τέχνῃ ὑποδέχεται τὸ | |
κυούμενον, καὶ θεραπεύει τὰς ὠδῖνας, καὶ ἐξάγει τὸ τελεσφορηθὲν εἰς φῶς, καὶ ἀπαλλάττει τῆς ὀδύνης τὴν | 115 | |
5 | φέρουσαν· τοῦτον τὸν τρόπον καὶ λόγος μαιεύεται | |
10.4b | ψυχὴν κύουσαν καὶ ὠδίνων μεστήν· ἀλλὰ πολλαὶ ἀμ‐ βλισκάνουσιν, ἢ δι’ ἀτεχνίαν τῶν μαιουμένων, ἢ διὰ σφοδρότητα τῶν ὠδίνων, ἢ διὰ ἀμβλύτητα τῶν σπερ‐ μάτων· ὀλίγαι δέ που καὶ σπάνιοι ψυχαὶ τελεσφόροι, | |
5 | ὧν τὰ ἔκγονα σαφῆ καὶ διηρθρωμένα καὶ γνήσια τῶν | |
10.4c | πρώτων πατέρων· ὄνομα δὲ τῇ μὲν ψυχῆς κυήσει νοῦς, τῇ δὲ ὠδῖνι αἴσθησις, τῇ δὲ ἀποτέξει ἀνάμνησις· | |
10.4d | κύουσιν δὲ πᾶσαι μὲν ψυχαὶ φύσει, ὠδίνουσιν δὲ ἔθει, | |
10.4e | τίκτουσιν δὲ λόγῳ. Ὥσπερ οὖν ἀδύνατον φῦναί τι | |
ἄνευ σπέρματος καὶ ἀλλοῖον, ἢ οἷα τὰ σπέρματα, ἄν‐ θρωπον μὲν ἐξ ἀνθρώπου, βοῦν δὲ ἐκ βοός, καὶ ἐξ ἐλαίας ἐλαίαν, καὶ ἐξ ἀμπέλου ἄμπελον· οὕτω καὶ εἴ | 116 | |
5 | τι ἀληθὲς ἡ ψυχὴ ξυνίησιν, ἀνάγκη ἀληθῆ εἶναι ταυτὶ | |
10.4f | τὰ σπέρματα ἐμπεφυτευμένα τῇ ψυχῇ· εἰ δὲ ἦν, καὶ | |
10.4g | ἀεὶ ἦν· ἀεὶ δὲ ὄντα, καὶ ἀθάνατα ἦν. Καὶ τοῦτό ἐστιν ἀμέλει τὸ περὶ τὰς ἐπιστήμας γιγνόμενον, σπερ‐ | |
10.4h | μάτων ψυχῆς ἄνθος, καὶ τελεσφόρησις· ὃ δὲ καλοῦσιν οἱ ἄνθρωποι ἄγνοιαν, τί ἂν εἴη ἄλλο ἢ ἀργία τῶν σπερμάτων; | |
10.5a | Εἰ μὲν οὖν τοιοῦτόν ἐστιν ἡ ψυχή, οἷον καὶ τὸ σῶμα, θνητὸν καὶ φθειρόμενον, καὶ λυόμενον, καὶ ση‐ πόμενον, οὐδὲν ἔχω περὶ αὐτῆς σεμνὸν εἰπεῖν· οὐδὲ γὰρ περὶ σώματος σεμνὸν οὐδὲν εἰπεῖν ἔχω· ἐφήμερον | |
5 | γὰρ τὸ θρέμμα καὶ ἀκροσφαλές, φερόμενον, ἄπιστον, | |
10.5b | ἀσαφές, καὶ ἔμπληκτον. Εἰ τοιοῦτον ἡ ψυχή, οὔτέ τι οἶδεν, οὐδὲ ἀναμιμνήσκεται, οὔτε μανθάνει· θᾶττον γὰρ ἂν φυλάξαι σφραγῖδος τύπους κηρὸς ὑπὸ ἡλίου | |
10.5c | τηκόμενος, ἢ ψυχὴ μάθημα, εἴπέρ ἐστιν σῶμα· πᾶν | |
γὰρ σῶμα ῥεῖ, καὶ φέρεται ὀξέως, Εὐρίπου δίκην, ἄνω καὶ κάτω, νῦν μὲν ἐκ νηπιότητος εἰς ἥβην οἰ‐ δαῖνον· νῦν δὲ ἐξ ἥβης εἰς γῆρας ὑπονοστοῦν καὶ | 117 | |
10.5d | ὑποφερόμενον. Ἀλλ’ οὐ τοιοῦτον χρῆμα εἶναι τὴν ψυχὴν μαντεύεται οὔτε Πυθαγόρας, οὔτε Πλάτων· ἀλλ’ οὐδὲ ὁ πρὸ τούτων Ὅμηρος, ᾧ καὶ ἐν Ἅιδου | |
10.5e | διαλέγονται αἱ ψυχαί, καὶ εἰσὶν μαντικαὶ τότε. Λέγει δέ που αὐτῷ καὶ ἀοιδὸς ἀνήρ, αὐτοδίδακτος δ’ εἰμί, θεοὶ δέ μοι ὤπασαν ὀμφήν. Καὶ ἀληθῆ λέγει· αὐτοδίδακτον γάρ τι χρῆμα ἀτεχνῶς | |
5 | ἡ ψυχή, καὶ τὸ εἰδέναι παρὰ θεῶν τῇ φύσει εὖ ἔχον. | |
10.5f | Ἢ τὰ μὲν ἄλλα ζῷα αὐτοδίδακτα πρὸς τὰ αὐτῶν ἔργα, | |
καὶ οὐδεὶς εἰπεῖν ἔχει διδασκάλους, οὐ λεόντων πρὸς ἀλκήν, οὐκ ἐλάφων πρὸς φυγήν, οὐχ ἵππων πρὸς | 118 | |
10.5g | δρόμον· ἀλλὰ καὶ ὀρνίθων γένος αὐτοδίδακτον ἐπ’ ἄκρων φυτῶν ἐμηχανήσαντο καλειάδας αὐτουργῷ τέχνῃ, καὶ ἀράχναι αὐτοφυεῖ μίτῳ θήρατρα ἐν ἀέρι, καὶ ἑρ‐ πετὰ φωλεούς, καὶ ἰχθύες χειραμούς, καὶ ὅσαι ἄλλων | |
5 | ζῴων τέχναι πρὸς σωτηρίαν ἑκάστῳ γένει ξύμφυτοι· ἀνθρώπῳ δὲ ἆρα τῷ νοερωτάτῳ τῶν ὄντων ἐπίκτη‐ | |
10.5h | τον ἥξει τὸ εἰδέναι; οὐκοῦν ἥξει ποτέ· ἀνάγκη γὰρ ἢ εὑρόντα εἰδέναι, ἢ μαθόντα· ὧν ἑκάτερον ἀσθενές, | |
10.5i | οὐχ ὑπούσης ἐπιστήμης φύσει· ὅ, τε γὰρ εὑρὼν πῶς ἂν χρήσαιτο τῷ εὑρεθέντι, μὴ γνωρίσας τὴν χρείαν αὐ‐ | |
τοῦ; κἂν γὰρ ἠπειρώτης ἀνὴρ καθ’ Ὅμηρον οἴακι ἐντύχῃ, φήσει ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ | 119 | |
5 | 〈ὅ, τε μαθών, ἄλλ〉οθεν μαθών, παρὰ μὲν τοῦ οὐκ εἰδότος οὐκ ἂν μάθοι, παρὰ δὲ τοῦ εἰδότος κἂν μάθοι, ἐρεῖ μοι τὸν διδάξαντα, πῶς καὶ οὗτος ἔγνω. Οὐκοῦν καὶ οὗτος ἢ εὗρεν ἢ ἔμαθεν; καὶ εἰ μὲν εὗρεν, τὰ αὐτὰ ἐρήσομαι, πῶς ἐχρήσατο τῷ εὑρεθέντι, μὴ γνω‐ | |
10 | ρίσας; εἰ δὲ ἔμαθεν παρ’ ἄλλου, πάλιν ἡδὺ ἐκεῖνον | |
10.5k | διέρεσθαι. Καὶ ποῖ στησόμεθα, ἄλλον ἄλλου διδάσ‐ καλον ἀνερωτῶντες; ἀφίξεται γάρ ποτε λογισμὸς προ‐ ϊὼν ἐπὶ τὸν οὐ μαθόντα, ἀλλ’ εὑρόντα· πρὸς ὃν τὰ αὐτὰ ἐκεῖνα ῥητέον. | |
10.6a | Ἥκει τοίνυν ἡμᾶς ὁ λόγος φέρων ἐπὶ τὸ ζητού‐ μενον. Ἡ δὴ γὰρ ψυχῆς εὕρεσις, αὐτογενής τις οὖσα, καὶ αὐτοφυής, καὶ ξύμφυτος· τί δ’ ἄλλό ἐστιν ἢ δόξαι ἀληθεῖς ἐπεγειρόμεναι, ὧν τῇ ἐπεγέρσει τὲ καὶ συν‐ | |
10.6b | τάξει ἐπιστήμη ὄνομα; Εἰ δὲ βούλει καὶ ταύτης, εἴκαζέ μοι τὸ λεγόμενον στρατιώτῃ πλανωμένῳ καὶ διακεχυ‐ μένῳ· ἢ καθ’ Ὅμηρον μᾶλλον, νὺξ μὲν ἔστω καὶ ἡσυχία πολλὴ κατὰ τὸ στρατόπεδον, καὶ ὕπνος βαθὺς τῶν | |
5 | ἄλλων ἁπάντων κειμένων ἑξῆς. Ἀλλ’ οὐκ Ἀτρείδην Ἀγαμέμνονα, ποιμένα λαῶν, ὕπνος ἔχεν· ἀλλ’ ἐπιὼν καὶ ἐξανιστὰς ἕκαστον καὶ συντάττων, ἱππῆας μὲν πρῶτα, σὺν ἵπποισιν καὶ ὄχεσφιν· | 120 |
10 | πεζοὺς δ’ ἐξόπιθεν ἔστησεν πολέας τε καὶ ἐσθλούς, ἕρκος ἔμεν πολέμοιο, κακοὺς δ’ ἐς μέσσον ἔλασσεν. | |
10.6d | Τοιοῦτον ἡγοῦ καὶ περὶ τὴν ψυχὴν γίγνεσθαι· νύκτα πολλὴν καὶ ὕπνον βαθὺν τῶν τῆς ψυχῆς νοημάτων· | |
10.6e | τὸν δὲ λόγον αὐτόν, τὸν στρατηγὸν ὄντα, ἢ βασιλέα, ἢ ὅ, τι περ ὀνομάζων χαίρεις, ἐπιόντα τοῦτον ἕκαστον | |
10.6f | καὶ ἐπεγείροντα καὶ συντάττοντα. Κάλει δὲ τὸν μὲν ὕπνον λήθην, τὴν δὲ ἀνάστασιν αὐτῶν ἀνάμνησιν, μνήμην δὲ τὴν φυλακὴν καὶ τὴν σωτηρίαν τῶν συν‐ | |
10.6g | ταχθέντων. Γίγνεται δὲ ἡ ἀνάμνησις, κατὰ βραχὺ ἕτερον ἐξ ἑτέρου θηρευούσης τῆς ψυχῆς, καὶ χειραγω‐ γουμένης ὑπὸ τοῦ παρόντος ἐπὶ τὸ μέλλον· ὁποῖον ἀμέλει περὶ τὰς τῶν δεῦρο πραγμάτων ἀναμνήσεις | |
5 | γίγνεται. | 121 |
10.7a | Ἄιδει ὁ Δημόδοκος ἐν τῇ Φαιάκων δαιτί νεῖκος Ὀδυσσῆος καὶ Πηλείδεω Ἀχιλῆος· Ὀδυσσεὺς παρών, ἀκούων τῆς ᾠδῆς, γνωρίσας δακρύει. | |
10.7b | Ἆρ’ οὖν οὐκ εἰκός, ἐπιλαβομένης αὐτῷ τῆς ψυχῆς τοιαύτης ἀρχῆς, ὁδεύειν ἐπὶ τὰ ἐκεῖ ἔργα, καὶ τὸ μὲν σῶμα αὐτῷ συμπίνειν τοῖς Φαίαξιν, αὐτοῦ μένον· τὴν δὲ ψυχὴν γίγνεσθαι τῆς μνήμης ἐκεῖ ἐν Ἰλίῳ, ἀναπεμ‐ | |
5 | παζομένην ἕκαστον ὧν εἶδεν τέως, καὶ ἰοῦσαν ἐπὶ πολλὰ | |
10.7c | τῶν ἑαυτῆς θεαμάτων, ἀπὸ μικρᾶς ἀρχῆς; Ἤδη τὶς καὶ λύραν ἰδὼν ἐμνήσθη τῶν παιδικῶν τῶν χρησαμένων τῇ λύρᾳ· κοῦφον γάρ τι χρῆμα ἀνάμνησις καὶ εὔκολον. | |
10.7d | Καὶ ὥσπερ τὰ εὐκίνητα τῶν σωμάτων τοῦ χείρω προ‐ άγοντος δεῖται, καὶ παραλαβόντα τὴν ἐξ ἐκείνου ἀρχὴν φυλάττει ἐπὶ πολὺ τὴν κίνησιν· οὕτω καὶ ὁ νοῦς ἐπι‐ λαβόμενος πρὸς μνήμην βραχείας ἀρχῆς, ἣν ἡ αἴσθησις | |
5 | αὐτῷ ὀρέγει, ἐπὶ πολλὰ χωρεῖ προιὼν κατὰ ἀνάμνησιν. | |
10.7e | Ἕκαστον γάρ, οἶμαι, τῶν ὄντων ἢ γεγονότων, οἷς ἡ ψυχὴ ἐνέτυχεν, ἀκολουθίαν ἔχει, ἢ κατὰ χρόνον, ὡς ἐπὶ ἡμέρᾳ νύξ, καὶ ἐπὶ νεότητι γῆρας, καὶ ἐπὶ χειμῶνι ἔαρ· ἢ κατὰ πάθος, ὡς κάλλει ἔρως ἐπιγίνεται, καὶ | 122 |
10.7f | προπηλακισμῷ ὀργή, καὶ ἡδονὴ εὐτυχίαις, καὶ λύπη συμφοραῖς· ἢ κατὰ τόπον, Φᾶρίν τε, Σπάρτην τέ, πολυτρήρωνά τε Θίσβην· | |
10.7g | ἢ κατὰ νόμον, Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον, Ἀρκεσίλαός τε, Προθοήνωρ τέ, Κλόνιός τε· | |
10.7h | ἢ κατὰ δύναμιν, Ζεῦ πάτερ, ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν, ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης. | |
10.8a | Ἅτε οὖν ἐν προθύροις τῆς ψυχῆς αἱ αἰσθήσεις ἱδρυμέναι, ἐπειδάν τινος ἐφάψωνται ἀρχῆς, καὶ παρα‐ δῶσιν τῷ νῷ, ἐπιλαβόμενος ταύτης, διορᾷ τὰ λοιπά, καὶ διεξέρχεται ἐπὶ τὰ ἀκόλουθα, ἢ χρόνῳ, ἢ φύσει, | |
10.8b | ἢ νόμῳ, ἢ τόπῳ, ἢ τιμῇ, ἢ δυνάμει. Ὥσπερ γὰρ ἐπὶ τῶν μακρῶν καὶ λεπτῶν δοράτων, ὁ τὸν στύρακα κλο‐ νήσας, παρέπεμψε τὴν κίνησιν διὰ παντὸς τοῦ δόρατος | 123 |
10.8c | μέχρι τῆς αἰχμῆς· καὶ ὥσπερ τῶν μακρῶν καὶ διατε‐ ταμένων κάλων ὁ διασείσας τὴν ἀρχήν, παραδίδωσιν τὴν κίνησιν τῷ ὅλῳ, βαδίζουσαν ἐπὶ τὸ πέρας· οὕτω καὶ τῷ νῷ βραχείας ἀρχῆς δεῖ πρὸς ἔννοιαν τῶν πρα‐ | |
10.8d | γμάτων ὅλων. Ὁ μὲν δὴ εὖ πεφυκὼς ἀνήρ, καὶ πρὸς ἀρετὴν εὐδρομώτατος, αὐτὸς παρ’ αὐτοῦ τὴν ἀρχὴν λαβών, πορεύεται, καὶ ἐφοδεύει, καὶ ξυλλαμβάνει, καὶ | |
10.8e | ἀναπεμπάζεται τῇ μνήμῃ τὰ τοῦ νοῦ θεάματα· ὁ δὲ ἧττον δεινός, δεῖται τοῦ Σωκράτους, αὐτοῦ μὲν δι‐ δάσκοντος οὐδέν, διερωτῶντος δὲ καὶ διαπυνθανομένου· | |
10.8f | ὁ δὲ ἀποκρίνεται τἀληθῆ αὐτά. Τίς ἂν οὖν ἀποκρί‐ νεται, ἃ μήπω οἶδεν; πλὴν εἰ μὴ καὶ τὸν βαδίζοντα, χειραγωγοῦντος ἑτέρου, φήσει τὶς μὴ βαδίζειν αὐτόν. | |
10.8g | Τί τοίνυν διαφέρει ὁ χειραγωγῶν τοῦ ἀνερωτῶντος, καὶ τί διαφέρει ὁ βαδίζων τοῦ ἀποκρινομένου; ὁ μὲν γὰρ ἑαυτῷ παρέχει τὴν ἐνέργειαν, ὁ δὲ ἐκείνῳ τὴν ἀσφάλειαν. Ἀλλ’ οὔτε ὁ χειραγωγούμενος μανθάνει | |
5 | βαδίζειν, οὔτε ὁ ἀνερωτώμενος ἀποκρίνεσθαι μανθάνει· ἀλλ’ ἑκάτερος, ὁ μὲν βαδίζει, δύναται γάρ· ὁ δὲ ἀπο‐ κρίνεται, οἶδε γάρ· ξυνεπιλαμβάνουσιν δὲ πρὸς ἀσφά‐ | |
λειαν ἑκατέρῳ ἑκάτερος. | 124 | |
10.9a | Σῶμα μὲν βαδιστικὸν τῇ φύσει, ψυχὴ δὲ λογι‐ στικὴ τῇ φύσει· εἰ δ’ ἐστὶν ἀθάνατος, ὥσπέρ ἐστιν, ἀνάγκη που αὐτῇ τοῦτο ἐξ ἀϊδίου ἐνεῖναι, τὰς νοήσεις | |
10.9b | τὲ καὶ ἐπιστήμας τῶν πραγμάτων. Ἅτε δέ, οἶμαι, διττῷ βίῳ ἡ ψυχὴ συνεχομένη, τῷ μὲν καθαρῷ καὶ διαυγεῖ καὶ ὑπὸ μηδεμιᾶς συμφορᾶς ἐνοχλουμένῳ, τῷ δὲ θο‐ λερῷ καὶ τεταραγμένῳ καὶ ἐν παντοίαις τύχαις φυρο‐ | |
5 | μένῳ· ἐνταῦθα μὲν ἀσαφείας ἐμπέπλησται, καὶ καρη‐ βαρεῖ, αὐτὸ ἐκεῖνο τὸ τῶν μεθυόντων πάθος· τούτοις γάρ που φλεγμαίνουσα ἡ ψυχὴ ὑπὸ τοῦ ἀνέδην πότου, ἐγγύτατα μὲν τείνει μανίας· ἤδη δέ που ἀνακαλεῖται αὑτήν, καὶ οὔτε ἀκριβῶς σφάλλεται, οὔτε σαφῶς λογί‐ | |
10 | ζεται, ἀλλ’ ἐν μεθορίῳ μένει ἀγνοίας καὶ λογισμοῦ. | |
10.9c | Ἐπειδὰν δὲ ἀπαλλαγῇ ἡ ψυχὴ ἐνθένδε ἐκεῖσε, ὥσπερ ἐκ τῆς Κιμμερίων γῆς ἐπὶ λαμπρὸν αἰθέρα ἐξελθοῦσα, ἐλευθέρα μὲν γενομένη σαρκῶν, ἐλευθέρα δὲ ἐπιθυμιῶν, ἐλευθέρα νόσων, ἐλευθέρα συμφορῶν· τότε διορᾷ καὶ | 125 |
5 | λογίζεται τἀληθῆ αὐτά, θεοῖς καὶ θεῶν παισὶν συγγι‐ γνομένη ὑπὲρ ἄκραν τὴν οὐρανοῦ ἁψῖδα, συμπεριπο‐ λοῦσα καὶ συντεταγμένη στρατιᾷ θεῶν ὑφ’ ἡγεμόνι καὶ | |
10.9d | στρατηγῷ τῷ Διί· καὶ μέμνηται μὲν ἀληθείας τότε, ἀνα‐ μιμνήσκεται δὲ 〈ἐνθάδε〉 ἐκείνων· καὶ θαρσεῖ μὲν τότε, | |
10.9e | σφάλλεται δὲ νῦν. Ἡ δὲ ἐρρωμένη ψυχὴ καὶ χρηστῷ δαί‐ μονι συγκεκληρωμένη, κἀνταῦθα ἀντέχει τῷ κυκηθμῷ, καὶ κατὰ δύναμιν ἀπαλλάττουσα αὑτὴν τῆς πρὸς τὸ σῶμα ὁμιλίας, τὴν μνήμην ἐγείρει ἐκείνων τῶν θεα‐ | |
10.9f | μάτων, καὶ ἐκείνων τῶν ἀκουσμάτων. Τοῦτο ἄρα καὶ οἱ ποιηταὶ τὴν Μνημοσύνην αἰνίττονται Μουσῶν μη‐ τέρα, Μούσας μὲν τὰς ἐπιστήμας ὀνομάζοντες, ἠγάθεον | |
χορὸν καὶ ἔργον Διός, ὑπὸ Μνημοσύνης δὲ γεννω‐ | 126 | |
5 | μένας καὶ συνταττομένας. Θεραπεύωμεν τὰς Μούσας, θεραπεύωμεν τὴν Μνημοσύνην. | |
11.1a(1t) | Τίς ὁ θεὸς κατὰ Πλάτωνα. | |
1 | Περὶ μὲν δαιμόνων σκοπῶν ἀμφισβητεῖν λόγον λόγῳ φέρω, καὶ ἀνέχομαι τὴν στάσιν, καὶ οὐδὲν δεινὸν οὐδὲ πλημμελὲς οὐδὲ ἔξω τρόπου ἡγοῦμαι δρᾶν τὸν ἀμφισβη‐ τοῦντα πρὸς ἑαυτὸν καὶ πρὸς ἄλλον, εἰ ἐστὶν τὸ δαι‐ | |
5 | μόνιον, καὶ τί, καὶ ὁπόσον· καὶ γὰρ ἦν ἐνταῦθα τὸ | |
μὲν ὄνομα δῆλον, ἡ δὲ οὐσία ἀφανής, ἡ δὲ δύναμις | 127 | |
11.1b | ἀμφισβητήσιμον. Νῦν δὲ δὴ τίς γένωμαι, περὶ θεοῦ λέγων; ποῖον κάλλος ῥημάτων περιβαλλόμενος, ἢ ποῖον φῶς ἐξ ὀνομάτων σαφεστάτων πορισάμενος, ἢ τίνα ἁρ‐ μονίαν ᾠδῆς ἐκλόγου ἁρμοσάμενος, δείξαιμι ἂν ἐμαυτῷ | |
11.1c | καὶ ἄλλῳ τὸ νῦν ζητούμενον; Ὁπότε γὰρ οὐδὲ ὁ εὐφω‐ νότατος τῶν ὄντων Πλάτων, εἰ καὶ πρὸς Ὅμηρον παρα‐ βάλλειν ἐθέλοις, οὔπω καὶ νῦν ἀξιόχρεως πιστεύεσθαι περὶ θεοῦ λέγων, ἀλλ’ ἑτέρωθέν τι πυθέσθαι ποθεῖς | |
5 | τὴν Πλάτωνος δόξαν, σχολῇ γ’ ἄν τις ἐπιτολμήσαι τῷ | |
11.1d | λόγῳ, νοῦν καὶ βραχὺν ἔχων· πλὴν εἰ μὴ καὶ ἀνδρὶ διψῶντι ποταμοῦ παρόντος καθαροῦ καὶ πολλοῦ, ἰδεῖν ἡδίστου, καὶ πιεῖν προσηνεστάτου, καὶ θρέψαι γονιμωτάτου, ἄλλοθέν ποθεν ἐκ πηγῆς ἀσθενοῦς καὶ | |
5 | ἧττον τὰ αὐτὰ ἀγαθῆς ἀρυσάμενοι κομίζοιμεν τῷ δι‐ ψῶντι ἀναγκαῖον ποτόν. Ὁποῖον φασὶ τὴν γλαῦκα πάσχειν, πρὸς μὲν τὸν ἥλιον ἀμαυρουμένην, θηρεύου‐ | |
11.1e | σαν δὲ ἐν νυκτὶ ἔκπυρον φῶς· εἰ γάρ τις ἐς τὰς Πλάτωνος φωνὰς ἐμπεσὼν ἑτέρων δεῖται λόγων, καὶ εἴ τῳ ἐκεῖθεν φῶς ἀμαυρὸν δοκεῖ καὶ ἥκιστα μετέχον αὐγῆς σαφοῦς, οὗτος οὐδ’ ἂν τὸν ἥλιον ἴδοι ἀνίσχοντα, | 128 |
5 | οὐδὲ τὴν σελήνην λαμπρυνομένην, οὐδὲ τὸν Ἕσπερον καταδυόμενον, οὐδὲ τὸν Ἑωσφόρον φθάνοντα. | |
11.2a | Ἔχε ἀτρέμας· νῦν γάρ τοι ἠρέμα ἐννοῶ, οἷον ἂν εἴη τὸ πάθος τοῦ τοιοῦδε λόγου· αὐτὸ ἐκεῖνο, οἷον τὸ τῶν μεταλλέων· οὗτοι γάρ που κόπτοντες τὴν γῆν, ὀρύσσοντες τὸν χρυσόν, οὐχ ἱκανοὶ διαγιγνώσκειν τὴν | |
5 | τοῦ χρυσοῦ φύσιν, ἀλλὰ ἐστὶν ἔργον βασανίζον τὸν | |
11.2b | χρυσὸν ἐν πυρί. Εἰκάζω δὴ τὴν μὲν πρώτην ὁμιλία τῶν Πλάτωνος λόγων μετάλλῳ τινὶ ἀτεχνῶς χρυσοῦ· τὸ δὲ ἐπὶ τούτῳ ἑτέρας δεῖται τέχνης, ἣ τὸ ληφθὲν δοκιμάζουσα, καὶ ἐκκαθαίρουσα λόγῳ, οὐ πυρί, χρῆ‐ | |
5 | σθαι ἤδη δύναται ἀκηράτῳ καὶ βεβασανισμένῳ τῷ | |
11.2c | χρυσῷ. Εἰ τοίνυν δήλη μὲν ἡ μεταλλεία τοῦ ἀληθοῦς καὶ μεγαλόδωρος καὶ ἄφθονος, δεῖ δὲ ἡμῖν τέχνης ἑτέρας πρὸς βάσανον τοῦ ληφθέντος· φέρε παρακαλῶ‐ μεν τὴν τέχνην ταύτην ξυνεπιλαβέσθαι ἡμῖν τοῦ παρ‐ | |
5 | όντος λόγου, τί ποτέ ἐστι τὸ θεῖον κατὰ Πλάτωνα | |
σκοπουμένοις. | 129 | |
11.3a | Εἰ οὖν ἔροιτο ἡμᾶς ἡ τέχνη φωνῇ φωνὴν λαβοῦσα, πότερα τοίνυν οὐχ ἡγούμενοι αὐτοί τι εἶναι θεῖον ἐν τῇ φύσει, οὐδὲ ἔχοντες καθάπαξ ἔννοιαν θεοῦ, ἀμ‐ φισβητοῦμεν, ἢ περὶ Πλάτωνος, ᾗ αὐτοί τινας ἔχοντες | |
5 | οἰκείας δόξας, ἕτερ’ ἄττα ἡγούμεθα παρὰ ταύτας δοξά‐ ζειν ἐκεῖνον, κᾆτα ὑμῶν φασκόντων ἔχειν, ἀξιώσει ἀποκρίνασθαι ὁποῖόν τινα ἡγούμεθα εἶναι τὸν θεόν, τί τοίνυν, ὅταν ἀποκρινοίμεθα, ὅτι ἐστὶν ὁ θεὸς γυρὸς ἐν ὤμοιιν, μελάγχροος, οὐλοκάρηνος; | |
11.3b | Καταγέλαστος ἡ ἀπόκρισις, κἂν εἰ μειζόνως χαρακτη‐ ρίζοις τὸν Δία, ‘κυανὰς μὲν ὀφρύας, χρυσὰς δὲ χαίτας, | |
11.3c | ἐλελιζόμενον δὲ ὑπ’ αὐτῶν τὸν οὐρανόν.‘ Πάντα γάρ που τὰ τοιαῦτα ἀπορίᾳ ὄψεως, καὶ ἀσθενείᾳ δηλώσεως, καὶ γνώμης ἀμβλύτητι, ἐφ’ ὅσον δύνανται ἕκαστοι ἐξαιρόμενοι τῇ φαντασίᾳ, πρὸς τὸ κάλλιστον δοκοῦν | |
5 | 〈καὶ γραφεῖς ἀπεργάζονται, καὶ ἀγαλματοποιοὶ δια‐ πλάττουσιν, καὶ ποιηταὶ αἰνίττονται〉, καὶ φιλόσοφοι καταμαντεύονται. | 130 |
11.4a | Εἰ δὲ συναγαγὼν ἐκκλησίαν τῶν τεχνῶν τούτων κελεύοις ἅπαντας ἀθρόους διὰ ψηφίσματος ἑνὸς ἀπο‐ κρίνασθαι περὶ τοῦ θεοῦ, οἴει ἄλλο μὲν ἂν τὸν γρα‐ φέα εἰπεῖν, ἄλλο δὲ καὶ τὸν ἀγαλματοποιόν, καὶ τὸν | |
5 | ποιητὴν ἄλλο, καὶ τὸν φιλόσοφον ἄλλο; ἀλλ’ οὐδέ, μὰ Δία, τὸν Σκύθην, οὐδὲ τὸν Ἕλληνα, οὐδὲ τὸν Πέρσην | |
11.4b | ἢ τὸν Ὑπερβόρειον· ἀλλὰ ἴδοις ἂν ἐν μὲν τοῖς, ἄλλοις, ἐν δὲ τοῖς, ἄλλοις ταὐτὸ ψηφιζομένους τοὺς ἀνθρώ‐ πους, πάντας δὲ πᾶσιν διαφερομένους· οὐ τὸ ἀγαθὸν τὸ αὐτὸ πᾶσιν, οὐ τὸ κακὸν ὅμοιον, οὐ τὸ αἰσχρόν, | |
11.4c | οὐ τὸ καλόν· νόμος μὲν γὰρ δὴ καὶ δίκη ἄνω καὶ κάτω φύρεται διασπώμενα καὶ σπαρασσόμενα· μὴ γὰρ ὅτι γένος γένει ὁμολογεῖ ἐν τούτοις, ἀλλ’ οὐδὲ πόλις πόλει, ἀλλ’ οὐδὲ οἶκος οἴκῳ, οὐδὲ ἀνὴρ ἀνδρί, οὐδὲ | |
5 | αὐτὸς αὑτῷ· τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἷον ἐπ’ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε. | 131 |
11.5a | Ἐν τοσούτῳ δὴ πολέμῳ καὶ στάσει καὶ διαφωνίᾳ ἕνα ἴδοις ἂν ἐν πάσῃ γῇ ὁμόφωνον νόμον καὶ λόγον, ὅτι θεὸς εἷς πάντων βασιλεύς, καὶ πατήρ, καὶ θεοὶ | |
11.5b | πολλοί, θεοῦ παῖδες, συνάρχοντες θεοῦ. Ταῦτα καὶ ὁ Ἕλλην λέγει, καὶ ὁ βάρβαρος λέγει, καὶ ὁ ἠπειρώτης, καὶ ὁ θαλάττιος, καὶ ὁ 〈σοφὸς καὶ ὁ〉 ἄσοφος· κἂν ἐπὶ τοῦ ὠκεανοῦ ἔλθῃς τὰς ἠϊόνας, κἀκεῖ θεοί, τοῖς | |
11.5c | μὲν ἀνίσχοντες ἀγχοῦ μάλα, τοῖς δὲ καταδυόμενοι. Εἰ δή, τούτοις Πλάτωνα ἀντιχειροτονεῖν καὶ ἀντινομοθε‐ τεῖν ἄλλα, οὐχ ὁμόφωνον εἶναι καὶ ὁμοπαθῆ καλλίστης | |
11.5d | φωνῆς καὶ ἀληθεστάτου πάθους; Τί τοῦτο; ἥλιος, | |
ὀφθαλμὸς λέγει· τί τοῦτο; βρονταί, ἀκοὴ λέγει· τί ταῦτα ὡραῖα καὶ καλά, καὶ περίοδοι, καὶ μεταβολαί, καὶ κράσεις ἀέρων, καὶ ζώων γενέσεις, καὶ καρπῶν | 132 | |
5 | φύσεις; θεοῦ πάντα ἔργα, ἡ ψυχὴ λέγει, καὶ τὸν τεχ‐ | |
11.5e | νίτην ποθεῖ, καὶ καταμαντεύεται τῆς τέχνης. Εἰ δὲ ἐξ‐ εγένοντο ἐν τῷ ξύμπαντι αἰῶνι δύο που καὶ τρεῖς, ἄθεον καὶ ταπεινὸν καὶ ἀναισθὲς γένος, καὶ πεπλανημένον μὲν τοῖς ὀφθαλμοῖς, ἐξηπατημένον δὲ ταῖς ἀκοαῖς, | |
5 | ἐκτετμημένον δὲ τὴν ψυχήν, ἄλογον καὶ ἄγονον καὶ ἄκαρπον, ὡς ἄθυμος λέων, ὡς βοῦς ἄκερως, ὡς ὄρνις ἄπτερος, καὶ παρὰ τούτου ὅμως τοῦ γένους 〈οὐκ εἰκ〉ῇ πεύσει τὸ θεῖον· ἴσασιν γὰρ οὐχ ἑκόντες, καὶ λέγουσιν | |
11.5f | ἄκοντες· κἂν ἀφέλῃς αὐτοῦ τὸ ἀγαθόν, ὡς Λεύκιππος· κἂν προσθῇς τὸ ὁμοπαθές, ὡς Δημόκριτος· κἂν ὑπαλ‐ λάξῃς τὴν φύσιν, ὡς Στράτων· κἂν δῷς τὴν ἡδονήν, ὡς Ἐπίκουρος· κἂν μὴ εἶναι φῇς, ὡς Διαγόρας· κἂν | |
5 | ἀγνοεῖν τι φῇς, ὡς Πρωταγόρας. | |
116*a | Τούτους μὲν οὖν ἐῶμεν χαίρειν, εἰ δυναμένους ἐπαύρασθαι τοῦ ἀληθοῦς ὅλου καὶ ἀρτίου, ἰόντας δὲ ἐπ’ αὐτὸ ἀσαφεῖς ὁδοὺς καὶ πεπλανημένας· αὐτοῖς δὲ δὴ τί δράσωμεν, ἢ ἔπιμεν, ἐκ τοῦ Λοξίου δὲ ἴχνη | 133 |
5 | αὐτοῦ σκεψάμενοι, οὐδὲ ὅσον εἰδώλοις ἐντυχόντες; | |
116*b | ἀλλ’ ὁ μὲν Ὀδυσσεὺς προσχὼν τῇ ξένῃ, εἰς περιωπὴν ἀνελθών, ἐσκέπτετο τέχνῃ τῶν ἐχόντων, ἦ ῥ’ οἵγ’ ὑβρισταί τε καὶ ἄγριοι, οὐδὲ δίκαιοι, ἠὲ φιλόξενοι, καί σφιν νόος ἐστὶ θεουδής· | |
5 | ἡμεῖς δὲ ἆρα οὐ τολμήσομεν ἀναβιβασάμενοι τὸν λογισ‐ μὸν εἴς τινα περιωπὴν ἄνω τῆς ψυχῆς περισκέψασθαι τὰ τοῦ θεοῦ ἴχνη, τίνα χώραν ἔχει, τίνα φύσιν· ἀγα‐ | |
116*c | πήσομεν δὲ ἀμυδρῶς ἰδόντες; εἴθέ μοι μαντεῖον ἦν ἓν Διός, ἢ Ἀπόλλωνος, οὐ λοξὰ χρησμῳδοῦν οὐδὲ ἀμ‐ φίβολα· ἠρόμην ἂν τὸν θεόν, οὐ τὸν Κροίσου λέβητα, τοῦ βασιλέων ἀνοητοτάτου καὶ μαγείρων δυστυχεστάτου, | |
5 | ἀλλ’ οὐδὲ θαλάττης μέτρα, οὐδὲ ἀριθμὸν ψάμμου· | |
116*d | ἠμέλησα δ’ ἂν καὶ τῶν σεμνῶν τούτων ἐρωτημάτων· ‘ἐπίασιν Μῆδοι, πῶς φυλάξομαι;‘ κἂν ὁ θεὸς μὴ συμβουλεύῃ, τὰς τριήρεις ἔχω· ‘ἐπιθυμῶ Σικελίας, πῶς λάβω;‘ κἂν γὰρ ὁ θεὸς μὴ κωλύῃ, ἡ Σικελία πολλή· | 134 |
116*e | ἐμοὶ δὲ σαφῶς ὁ Ἀπόλλων ἐκ Δελφῶν περὶ τοῦ Διὸς ἀποκρινάσθω, ἢ ὁ Ζεὺς αὐτός· ὑπὲρ αὐτοῦ τίς; ἐξ Ἀκαδημίας ὑποφήτης τοῦ θεοῦ, ἀνὴρ Ἀττικός, μαντι‐ κός· ἀποκρίνεται δὲ ὧδε. | |
11.7a | Τῇ τοῦ ἀνθρώπου ψυχῇ δύο ὀργάνων ὄντων πρὸς σύνεσιν, τοῦ μὲν ἁπλοῦ, ὃν καλοῦμεν νοῦν, τοῦ δὲ ποικίλου καὶ πολυμεροῦς καὶ πολυτρόπου, ἃς αἰσθή‐ σεις καλοῦμεν, συνῆπται μὲν αὐτῶν ἡ ἐργασία, κεχώ‐ | |
11.7b | ρισται δὲ ἡ οὐσία· ὡς δὲ ταῦτα πρὸς ἄλληλα ἔχει, οὕτω κἀκεῖνα ὧν ἐστι ταῦτα ὄργανα· καὶ διαφέρει νοητὸν 〈καὶ〉 αἰσθητόν, ὅσον νοῦς αἰσθήσεως. Ἔστιν δὲ τούτων κατὰ μὲν τὴν ὁμιλίαν θἄτερον γνωριμώτερον, | |
5 | τὸ αἰσθητόν· τὰ δὲ νοητὰ ἄγνωστα μὲν ταῖς ὁμιλίαις, | |
11.7c | γνωριμώτερα δὲ τῇ φύσει· ζῷα γάρ που, καὶ φυτά, | |
καὶ λίθοι, καὶ φωναί, καὶ θυμοί, καὶ ὁρμαί, καὶ σχή‐ ματα, καὶ χροιαί, ὑπὸ τοῦ ἔθους ξυναγειρόμενα, καὶ τῇ καθ’ ἡμέραν διαίτῃ ἀνακιρναμένῃ παρεσκεύακεν | 135 | |
5 | τὴν ψυχὴν καὶ ἀναπέπεικεν, μηδὲν ἄλλο ἡγεῖσθαι | |
11.7d | εἶναι, ὅτι μὴ ταῦτα· τὸ δὲ νοητόν, ἀπηλλαγμένον τῆς τούτων ἐπαφῆς καὶ ἐπερείσεως αὐτὸ καθ’ ἑαυτὸ ὁρᾶ‐ | |
11.7e | σθαι πέφυκεν ὑπὸ τούτου· ὁ δὲ τῇ πάσῃ ψυχῇ ἐμπε‐ φυτευμένος διασπᾶται ὑπὸ τῶν αἰσθήσεων, καὶ ταράτ‐ τεται, καὶ ἀσχολίαν ἄγει, ὥστε μὴ διορᾶν τὰ αὑτοῦ | |
11.7f | θεάματα, ἤδη δὲ καὶ δημαγωγηθεὶς ἀναπείθεται, ὥστε συμφθέγγεσθαι ταῖς τῶν αἰσθήσεων φωναῖς, καὶ μη‐ δὲν ἡγεῖσθαι ἄλλο εἶναι παρὰ τὰ ὁρατὰ καὶ ἀκουστὰ | |
11.7g | καὶ ὀσφραντὰ καὶ γευστὰ καὶ ἁπτά. Ὥσπερ οὖν ἐν συμποσίῳ μεστῷ κνίσσης πολλῆς, καὶ οἴνου χεομένου, | |
καὶ αὐλῶν ἤχου, καὶ συρίγγων, καὶ ψαλμάτων, καὶ θυμιαμάτων, ἀνδρὸς ἂν εἴη καρτεροῦ συναγείραντος | 136 | |
5 | καὶ συστείλαντος καὶ τὰς αἰσθήσεις ἀποστρέφοντος, νηφάλιον καὶ κόσμιον· οὕτως ἀμέλει καὶ ἐν τῇ τῶν αἰσθήσεων πολυφωνίᾳ χαλεπὸν εὑρεῖν νήφοντα νοῦν, | |
11.7h | καὶ δυνάμενον προσβλέπειν τοῖς αὑτοῦ θεάμασιν. Καὶ μὲν δὴ καὶ ἡ τῶν αἰσθητῶν φύσις, πολυειδής τε οὖσα, καὶ συμπεφορημένη, καὶ ῥέουσα, ἐν μεταβολῇ παντοίᾳ συνδιατίθησιν αὐτῇ τὴν ψυχήν, ὥστε καὶ μεταβιβά‐ | |
5 | ζουσαν αὐτὴν ἐπὶ τὴν τοῦ νοητοῦ φύσιν, στάσιμόν τε οὖσαν καὶ ἑδραίαν, μὴ δύνασθαι διορᾶν ἀσφαλῶς ὑπὸ τοῦ σάλου καὶ τοῦ ταράχου κραδαινομένην· οἷόν που ξυμβαίνειν φιλεῖ καὶ τοῖς ἐκ νεὼς εἰς ἤπειρον ἀπο‐ βᾶσιν· μόγις γάρ που καὶ τούτοις ἵσταται τὸ σῶμα ὑπὸ | |
10 | τοῦ ἐν τῷ κλύδωνι ἔθους κινούμενόν τε, καὶ περιφε‐ ρόμενον, καὶ σειόμενον. | |
11.8a | Ἐν ποτέρᾳ δὴ τῶν φύσεων τούτων τὸν θεὸν τακ‐ τέον; ἆρα οὐκ ἐν τῇ στασιμωτέρᾳ καὶ ἑδραιοτέρᾳ, καὶ | |
ἀπηλλαγμένῃ τοῦ ῥεύματος τούτου καὶ τῆς μεταβολῆς; τί γὰρ ἂν καὶ τῶν ὄντων σταίη, ὅτι μὴ τοῦ θεοῦ | 137 | |
5 | ἐπαφησαμένου τῆς ἐκείνου φύσεως; Εἰ δέ σοι πρὸς τὸ πᾶν ὥσπέρ τινος χειραγωγίας δεῖ, ἔφες τῷ λόγῳ ὁ δὲ ἐρήσεται, διαιρούμενος τὰς γνωριμωτάτας φύσεις δίχα, καὶ τὴν ἑτέραν τὴν τιμιωτέραν τέμνων ἀεί, ἔστ’ | |
11.8b | ἂν ἐφίκηται τοῦ νῦν ζητουμένου. Τῶν ὄντων τοίνυν τὰ μὲν ἄψυχα, τὰ δὲ ἔμψυχα· καὶ τὰ μὲν ἄψυχα, λίθοι καὶ ξύλα καὶ ὅσα τοιαῦτα· τὰ δὲ ἔμψυχα, φυτὰ | |
11.8c | καὶ ζῷα· κρεῖττον δ’ ἔμψυχον, ἀψύχου· Τοῦ δ’ ἐμ‐ ψύχου τὸ μὲν φυτικόν, τὸ δὲ αἰσθητικόν· τὸ αἰσθη‐ | |
11.8d | τικὸν τοῦ φυτικοῦ κρεῖττον· Τοῦ δὲ αἰσθητικοῦ τὸ μὲν λογικόν, τὸ δὲ ἄλογον· κρεῖττον δὲ τὸ λογικὸν | |
11.8e | τοῦ ἀλόγου. Ἀλλὰ καὶ ἐν λογικῇ ψυχῇ, ἐπειδήπερ ἐστὶν ἡ πᾶσα ὥσπερ ἄθροισμά τι, θρεπτικόν, αἰσθη‐ | |
11.8f | τικόν, κινητικόν, παθητικόν, νοητικόν. Ὃν οὖν ἔχει λόγον τὸ ἄψυχον πρὸς τὸ ἔμψυχον, τοῦτον ἔχει καὶ ἡ ἔννους ψυχὴ αὐτὸ τοῦτο πρὸς τὴν ὅλην ψυχήν· καὶ δηλαδὴ ὡς κρεῖττον ἡ ἔννους ψυχὴ τῆς ἐξ ἁπάντων | |
11.8g | τούτων ἠθροισμένης· Ποῦ τοίνυν τούτων τὸν θεὸν τάττωμεν; πότερα ἐν τῷ ἀθροίσματι; ἀλλὰ εὐφημεῖν | 138 |
11.8h | ἄξιον. Λείπεται δὴ ὥσπερ εἰς ἀκρόπολιν ἀναβιβασα‐ μένους τῷ λόγῳ τὸν θεὸν ἱδρῦσαι κατὰ τὸν νοῦν αὖ | |
11.8i | τὸν ἀρχηγικώτατον· ἀλλὰ καὶ ἐνταῦθα διφυῆ ὁρῶ· τοῦ γὰρ νοῦ ὁ μὲν νοεῖν πέφυκεν, καὶ μὴ νοῶν· ὁ δέ, καὶ πέφυκεν, ἀλλὰ καὶ οὗτος οὔπω τέλειος, ἂν μὴ προσθῇς αὐτῷ τὸ καὶ νοεῖν ἀεί, καὶ πάντα νοεῖν, καὶ | |
5 | μὴ ἄλλοτε ἄλλα· ὥστε εἴη ἂν ἐντελέστατος, ὁ νοῶν ἀεί, καὶ πάντα, καὶ ἅμα. | |
11.9a | Εἰ δὲ βούλει, τῇδε εἴκαζέ μοι τὸ λεγόμενον· τὸν μὲν θεῖον νοῦν τῷ ὁρᾶν, τὸν δὲ ἀνθρώπινον τῷ λέ‐ γειν· ὀφθαλμοῦ μὲν γὰρ βολὴ ὀξύτατον, ἀθρόως σπῶσα τὴν αἴσθησιν τοῦ ὁρωμένου· λόγου δὲ ἐνέργεια ἔοικεν | |
11.9b | σχολαίῳ βαδίσματι. Μᾶλλον δὲ ταύτῃ εἰκαζέσθω· ὁ μὲν θεῖος νοῦς κατὰ τὴν περιβολὴν τοῦ ἡλίου πάντα ἐφορᾷ τὸν ἐν γῇ τόπον ἀθρόως, ὁ δὲ ἀνθρώπινος κατὰ τὴν πορείαν αὐτοῦ, ἄλλοτε ἄλλα μέρη τοῦ ὅλου ἐπι‐ | |
11.9c | πορευομένου. Τοῦτον μὲν δὴ ὁ ἐξ Ἀκαδημίας ἡμῖν ἄγγελος δίδωσιν πατέρα καὶ γεννητὴν τοῦ ξύμπαντος· τούτου ὄνομα μὲν οὐ λέγει, οὐ γὰρ οἶδεν· οὐδὲ χρόαν | |
λέγει, οὐ γὰρ εἶδεν· οὐδὲ μέγεθος λέγει, οὐ γὰρ ἥψατο· | 139 | |
11.9d | φύσεις αὗται, σαρκῶν καὶ ὀφθαλμῶν συνέσεις. Τὸ δὲ θεῖον αὐτὸ ἀόρατον ὀφθαλμοῖς, ἄρρητον φωνῇ, ἀναφὲς σαρκί, ἀπευθὲς ἀκοῇ, μόνῳ δὲ τῷ τῆς ψυχῆς καλλίστῳ καὶ καθαρωτάτῳ καὶ νοερωτάτῳ καὶ κουφοτάτῳ καὶ | |
5 | πρεσβυτάτῳ ὁρατὸν δι’ ὁμοιότητα, καὶ ἀκουστὸν διὰ συγγένειαν, ὅλον ἀθρόον ἀθρόᾳ συνέσει παραγινόμενον. | |
11.9e | Ὥσπερ οὖν εἴ τις ἐπιθυμεῖ ἰδεῖν τὸν ἥλιον, οὐχὶ ταῖς ἀκοαῖς θηρᾶται αὐτοῦ τὴν σύνεσιν· οὐδὲ εἴ τις τῆς ἐν φωναῖς ἁρμονίας ἐρᾷ, τοῖς ὀφθαλμοῖς αὐτὴν μετα‐ διώκει· ἀλλ’ ὄψις μὲν ἐρᾷ χρωμάτων, ἀκοὴ δὲ ἀκου‐ | |
5 | στῶν· οὕτω καὶ νοῦς νοητὰ ὁρᾷ, καὶ νοητῶν ἀκούει. Τοῦτ’ ἔστιν ἀμέλει τὸ τοῦ Συρακοσίου αἴνιγμα νοῦς ὁρῇ καὶ νοῦς ἀκούει. | |
1110*a | Πῶς οὖν ὁρᾷ νοῦς; καὶ πῶς ἀκούει; Ὀρθῇ τῇ ψυχῇ καὶ ἐρρωμένῃ, πρὸς τὸ ἀκήρατον ἐκεῖνο φῶς ἀντι‐ βλέπων, καὶ μὴ σκοτοδινιῶν, μηδὲ εἰς γῆν καταφερό‐ | |
1110*b | μενος· ἀλλὰ ἀποφράττων μὲν καὶ τὰ ὦτα, ἀποστρέφων δὲ τὰς ὄψεις καὶ τὰς ἄλλας αἰσθήσεις ἔμπαλιν πρὸς | |
1110*c | ἑαυτόν· καὶ ἐκλαθόμενος μὲν τῶν κάτω οἰμωγῶν καὶ | |
στόνων καὶ ἡδονῶν καὶ δοξῶν καὶ τιμῆς καὶ ἀτιμίας, ἐπιτρέψας δὲ τὴν ἡγεμονίαν αὐτοῦ λόγῳ ἀληθεῖ καὶ ἔρωτι ἐρρωμένῳ· τῷ μὲν λόγῳ φράζοντι ᾗ χρὴ | 140 | |
5 | ἰέναι· τῷ δὲ ἔρωτι ἐπισταμένῳ, καὶ τοὺς πόνους τῆς πορείας πειθοῖ καὶ χάρισιν ἐπελαφρύνοντι· ἰόντι δὲ ἐκεῖσε, καὶ ἀφισταμένῳ τῶν κάτω, ἀεὶ τὰ πρόσθεν σαφῆ καὶ εὐλαμπέστατα καὶ τὴν τοῦ θεοῦ φύσιν προ‐ οιμιαζόμενα· καὶ πορευόμενος μὲν ἀκούει τὴν φύσιν | |
1110*d | τοῦ θεοῦ, ἀνελθὼν δὲ ὁρᾷ. Τέλος δὲ τῆς ὁδοῦ οὐχ ὁ οὐρανός, οὐδὲ τὰ ἐν τῷ οὐρανῷ σώματα· καλὰ μὲν γὰρ ταῦτα καὶ θεσπέσια, ἅτε ἐκείνου ἔγγονα ἀκριβῆ | |
1110*e | καὶ γνήσια, καὶ πρὸς τὸ κάλλιστον ἡρμοσμένα· ἀλλὰ καὶ τούτων ἐπέκεινα ἐλθεῖν δεῖ, καὶ ὑπερκύψαι τοῦ οὐρανοῦ ἐπὶ τὸν ἀληθῆ τόπον καὶ τὴν ἐκεῖ γαλήνην, ἔνθ’ οὐκ ἔστ’ ... οὔτ’ ἂρ χειμὼν πολύς, | |
5 | οὐδέ ποτ’ ὄμβρῳ, δεύεται, ..... ἀλλὰ μάλ’ αἴθρη πέπταται ἀννέφελος, λευκὴ δ’ ἐπιδέδρομεν αἴγλη· | |
1110*f | μηδενὸς ἐνοχλοῦντος τὴν θέαν πάθους σαρκίνου, οἷα δεῦρο ἐνοχλεῖ τὴν δειλαίαν ψυχήν, ὅσον αὐτῇ τοῦ φρονεῖν ἔνεστιν, ὑπὸ τοῦ κυκηθμοῦ καὶ τοῦ θορύβου | 141 |
1110*g | καταβάλλοντα. Πῶς γὰρ ἄν τις συνίῃ θεὸν ὑπὸ πλή‐ θους ἐπιθυμιῶν καὶ λογισμῶν ἀλλοκότων ταραττο‐ μένων; οὐ μᾶλλον ἐν δημοκρατίᾳ πολυφώνῳ καὶ συν‐ τεταραγμένῃ συνίῃ ἄν τις νόμου καὶ ἄρχοντος· | |
5 | ἀνδρῶν δὲ ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσῃ; | |
1110*h | Καταπεσοῦσα γὰρ ἡ ψυχὴ εἰς τουτονὶ τὸν θόρυβον, καὶ δοῦσα ἑαυτὴν ἐπ’ ἀμηχάνου φορεῖσθαι κύματος, νήχεται δυσέκνευστον πέλαγος· ἐστ’ ἂν αὐτὴ φιλο‐ σοφία ὑποδέξηται ὑπολαβοῦσα τοὺς ἑαυτῆς λογισμούς, | |
5 | ὥσπερ τὸ κρήδεμνον τῷ Ὀδυσσεῖ ἡ Λευκοθέα. | |
11.11a | Πῶς ἂν οὖν τις ἐκνήσαιτ’ ἂν καὶ ἴδοι τὸν θεόν; τὸ μὲν ὅλον, ὄψει τότε, ἐπειδὰν πρὸς αὐτὸν καλῇ· καλέσει δὲ οὐκ εἰς μακράν· ἀνάμεινον τὴν κλῆσιν· ἥξει σοι γῆρας, ὁδηγοῦν ἐκεῖ· καὶ θάνατος, ὃν ὁ μὲν | |
5 | δειλὸς ὀδύρεται καὶ προσιόντα δέδιεν, ὁ δὲ ἐραστὴς τοῦ θεοῦ ἐκδέχεται ἄσμενος, καὶ προσιόντος θαρσεῖ. | |
11.11b | Εἰ δὲ καὶ νῦν ἤδη μαθεῖν ἐρᾷς τὴν ἐκείνου φύσιν, πῶς τὶς αὐτὴν διηγήσεται; Καλὸν μὲν γὰρ εἶναι τὸν θεόν, καὶ τῶν καλῶν τὸ φανότατον· ἀλλ’ οὐ σῶμα κα‐ λόν· ἄλλοθεν καὶ τῷ σώματι ἐπιρρεῖ τὸ κάλλος· οὐδὲ | 142 |
5 | λειμὼν καλόν· ἄλλοθέν ποθεν καὶ ὁ λειμὼν καλός· καὶ ποταμοῦ κάλλος, καὶ θαλάττης, καὶ οὐρανοῦ, καὶ τῶν ἐν οὐρανῷ θεῶν, πᾶν τὸ κάλλος τοῦτο ἐκεῖθεν | |
11.11c | ῥεῖ ὂν ἐκ πηγῆς ἀενάου καὶ ἀκηράτου· καθόσον δὲ αὐτοῦ μετέσχεν ἕκαστα, καλὰ καὶ ἑδραῖα καὶ σωζόμενα· καὶ καθόσον αὐτοῦ ἀπολείπεται, αἰσχρὰ καὶ διαλυόμενα | |
11.11d | καὶ φθειρόμενα. Εἰ μὲν ταῦτα ἱκανά, ἑώρακας τὸν | |
11.11e | θεόν, εἰ δὲ μή, πῶς τις αὐτὸν αἰνίξηται; Ἐννόει γάρ μοι μήτε μέγεθος, μήτε χρῶμα, μήτε σχῆμα, μήτε ἄλλό τι ὕλης πάθος, ἀλλ’ ὥσπερ ἂν εἰ καὶ σῶμα καλὸν ἀπεκρύπτετο πρὸς τὴν θέαν ὑπὸ ἐσθήτων πολλῶν καὶ | |
5 | ποικίλων, ἀπέδυσεν αὐτὸ ἐραστής, ἵνα εἰδῇ σαφῶς· οὕτω καὶ νῦν ἀπόδυσον καὶ ἄφελε τῷ λόγῳ τὴν περι‐ βολὴν ταύτην, καὶ τὴν ἀσχολίαν τῶν ὀφθαλμῶν, καὶ τὸ καταλειπόμενον ὄψει, αὐτὸ ἐκεῖνο οἷον ποθεῖς. | |
11.12a | Εἰ δὲ ἐξασθενεῖς πρὸς τὴν τοῦ πατρὸς καὶ δη‐ μιουργοῦ θέαν, ἀρκεῖ σοι τὰ ἔργα ἐν τῷ παρόντι ὁρᾶν, καὶ προσκυνεῖν τὰ ἔγγονα πολλὰ καὶ παντοδαπὰ ὄντα, οὐχ ὅσα Βοιώτιος ποιητὴς λέγει· οὐ γὰρ τρισ‐ | 143 |
5 | μύριοι μόνον θεοὶ θεοῦ παῖδες καὶ φίλοι, ἀλλ’ ἄληπτοι ἀριθμῷ· τοῦτο μὲν κατ’ οὐρανὸν αἱ ἀστέρων φύσεις· | |
11.12b | τοῦτο δ’ αὖ κατ’ αἰθέρα αἱ δαιμόνων οὐσίαι. Βούλο‐ μαι δέ σοι δεῖξαι τὸ λεγόμενον σαφεστέρᾳ εἰκόνι. Ἐν‐ νόει μεγάλην ἀρχήν, καὶ βασιλείαν ἐρρωμένην, πρὸς μίαν ψυχὴν βασιλέως τοῦ ἀρίστου καὶ πρεσβυτάτου | |
11.12c | συμπάντων νενευκότων ἑκόντων· ὅρον δὲ τῆς ἀρχῆς οὐχ Ἅλυν ποταμόν, οὐδὲ Ἑλλήσποντον, οὐδὲ τὴν Μαιῶτιν, οὐδὲ τὰς ἐπὶ τῷ ὠκεανῷ ἠϊόνας· ἀλλὰ οὐ‐ ρανόν, καὶ γῆν, τὸν μὲν ὑψοῦ, τὴν δ’ ἔνερθεν· οὐ‐ | |
5 | ρανὸν μὲν οἷον τεῖχος τὶ ἐληλαμένον ἐν κύκλῳ, ἄρ‐ ρηκτον, πάντα χρήματα ἐν ἑαυτῷ στέγον· τὴν δὲ οἷον | |
11.12d | φρουρὰν καὶ δεσμοὺς ἀλιτρῶν σωμάτων. Βασιλέα δὲ αὐτὸν δὴ τὸν μέγαν ἀτρεμοῦντα, ὥσπερ νόμον, παρ‐ έχοντα τοῖς πειθομένοις σωτηρίαν ὑπάρχουσαν ἐν αὐτῷ· καὶ κοινωνοὺς τῆς ἀρχῆς πολλοὺς μὲν ὁρατοὺς θεούς, | 144 |
5 | πολλοὺς δὲ ἀφανεῖς, τοὺς μὲν περὶ τὰ πρόθυρα αὐτὰ εἱλουμένους, οἷον εἰσαγγελέας τινὰς καὶ βασιλεῖς συγ‐ γενεστάτους, ὁμοτραπέζους αὐτοὺς καὶ συνεστίους, τοὺς δὲ τούτων ὑπηρέτας, τοὺς δὲ ἔτι τούτων καταδεεστέ‐ | |
11.12e | ρους. Διαδοχὴν ὁρᾷς καὶ τάξιν ἀρχῆς καταβαίνουσαν ἐκ τοῦ θεοῦ μέχρι γῆς. | |
12.1a(1t) | Εἰ τὸν ἀδικήσαντα ἀνταδικητέον. | |
1 | Πότερον δίκα τεῖχος ὕψιον, ἢ σκολιαῖς ἀπάταις ἀναβαίνει ἐπιχθόνιον γένος ἀνθρώπων, | |
δίχα μοι νόος ἀτρεκίαν εἰπεῖν. | 145 | |
12.1b | Σὺ μέν, ὦ Πίνδαρε, ἀμφισβητεῖς πρὸς ἑαυτὸν περὶ ἀπάτης καὶ δίκης, παραβάλλων χρυσὸν χαλκῷ· ποιητὴς | |
12.1c | γὰρ ἦσθα· καὶ δεινὸς ᾠδὴν συντιθέναι χορῷ, καὶ τυ‐ ράννοις ποιεῖν ἐπινίκια ᾄσματα, καί σοι ἐμέλησεν ὀνο‐ μάτων μέτρου, καὶ ἁρμονίας μελῶν, καὶ ῥυθμοῦ σχη‐ | |
12.1d | μάτων· ἀνδρὶ δὲ ὅτῳ χορὸς μὲν καὶ ᾠδὴ καὶ ἡ ἐκ μελῶν ἡδονὴ χώραν ἔχει ὅσην περ καὶ τοῖς παισὶν τὰ ἀθύρματα, μέλει δὲ αὐτῷ μέτρου ψυχῆς καὶ ῥυθμοῦ καὶ μέλους καὶ σχήματος τοῦ περὶ τὰς πράξεις καὶ | |
5 | τὸν ἄλλον βίον, οὐδ’ ἂν τὴν ἀρχὴν εἰς νοῦν ἔλθοι τουτὶ τὸ ἀπόρημα πότερον δίκα τεῖχος ὕψιον ἢ μή· ἀλλ’ οὑτωσὶ φαίην ἂν μεταλαβὼν τὸ ᾆσμα τὸ σόν, ὅτι | |
10 | καὶ δίκα τεῖχος ὕψιον, καὶ σκολιαῖς ἀπάταις ἀναβαίνειν ἐπιχθόνιον γένος ἀνθρώπων, ἀλλ’ ἀπρόσβατόν τι χρῆμα τῇ ἀπάτῃ ἡ δίκη, ὥσπερ | |
τοῖς Ἀλωΐδαις ὁ οὐρανός· καὶ ὤνησεν αὐτοὺς οὐδὲν | 146 | |
15 | ἡ Ὄσσα ἐπιτεθεῖσα τῷ Ὀλύμπῳ, καὶ ὁ Ὄλυμπος τῷ Πηλίῳ, ἀλλὰ ἀπεῖχον τοῦ οὐρανοῦ, ὅσον ἀπέχει ἀπάτη | |
12.1e | δίκης. Οὐκοῦν τῶν μὲν ἀγαθῶν ἡ δίκη, τῶν δὲ μο‐ χθηρῶν ἡ ἀπάτη· καὶ δόκιμον μὲν ἡ δίκη, κίβδηλον δέ τι ἡ ἀπάτη· καὶ ἰσχυρὸν μὲν ἡ δίκη, ἀσθενὲς δὲ ἡ ἀπάτη· καὶ τὸ μὲν ὠφέλιμον, τὸ δὲ οὔ. | |
12.2a | Ὅτῳ δὴ μέλει δίκης, καὶ περιβέβληται τουτὶ τὸ Πινδάρου τειχίον, οὗτος ἕλοιτο ἄν ποτε ἀδικηθεὶς ἀμύνασθαι ἐκ τῆς ἴσης; φέρε ἴδω τι καὶ λέγων· μὴ | |
12.2b | γὰρ οὖν καὶ ἀδικεῖσθαι αὐτῷ θέμις ᾖ. Εἰ μὲν γὰρ τὸ ἀδικεῖν καὶ τὸ ἀδικεῖσθαι τοιοῦτόν ἐστιν, ὁποῖον τὸ τύπτειν καὶ τύπτεσθαι, καὶ τέμνειν καὶ τέμνεσθαι, οὐδὲν δεινὸν τὸν αὐτὸν καὶ δραστικὸν ὁμοῦ εἶναι | |
5 | ἀδικίας καὶ παθητικόν· εἰ δ’ ἐνταῦθα ὁ αὐτὸς μὲν τῇ κοινότητι τῆς φύσεως ἐνέργειαν καὶ πάθος, ἑκάτερον αὐτῶν, καταδέχεται, ἔοικεν δὲ τὸ ἀδικεῖν καὶ ἀδικεῖ‐ σθαι πολὺ μᾶλλον τῷ ὁρᾶν καὶ ὁρᾶσθαι, ὁ μὲν γὰρ | |
τὸ μετέχον ὄψεως, τὸ δὲ, ὁρώμενον, οὐ πάντως καὶ | 147 | |
12.2c | ὁρᾷ, ἢ μᾶλλον οὑτωσὶ λέγωμεν, ὅτι ἔοικεν τὸ 〈ἀδικεῖν καὶ〉 ἀδικεῖσθαι τῷ ἐλέγχειν καὶ ἐλέγχεσθαι· ἐλέγχει μὲν γὰρ ὁ τὸ ἀληθὲς εἰδώς, ἐλέγχεται δὲ ὁ ἀγνοῶν· καὶ ὡς οὐκ ἂν εἴη οὔτε τοῦ τἀληθὲς εἰδότος 〈τὸ ἐλέγ‐ | |
5 | χεσθαι, οὔτε τοῦ τἀληθὲς οὐκ εἰδότοσ〉 τὸ ἐλέγχειν, οὕτως οὐδὲ τὸ ἀδικεῖν εἴη ἂν καὶ τὸ ἀδικεῖσθαι τοῦ αὐτοῦ. | |
12.3a | Ἐπεὶ τοίνυν οὐ τοῦ αὐτοῦ, ἀλλ’ ἑτέρου, ὁ δὲ χρηστὸς τῷ πονηρῷ οὐχ ὁ αὐτός, ποτέρῳ πότερον προσθήσομεν; ἆρα τὸ μὲν ἀδικεῖν τῷ πονηρῷ, τὸ δὲ ἀδικεῖσθαι τῷ χρηστῷ; ἢ τὸ μὲν ἀδικεῖν τοῦ μοχθηροῦ, | |
5 | τὸ δὲ ἀδικεῖσθαι οὔπω δῆλον ὁποτέρου αὐτοῖν, οὑτωσὶ | |
12.3b | δὲ θεασώμεθα. Ἀδικία ἐστὶν ἀφαίρεσις ἀγαθοῦ· τὸ δὲ ἀγαθὸν τί ἂν εἴη ἄλλο, ἢ ἀρετή; ἡ δὲ ἀρετὴ ἀν‐ αφαίρετον. Οὐκ ἀδικηθήσεται τοίνυν ὁ τὴν ἀρετὴν | |
12.3c | ἔχων, ἢ οὐκ ἔστιν ἀδικία ἀφαίρεσις ἀγαθοῦ· οὐδὲν γὰρ ἀγαθὸν ἀφαιρετόν, οὐδὲ ἀποβλητόν, | |
οὐδὲ ἑλετόν, οὐδὲ ληϊστόν. | 148 | |
12.3d | Εἶεν· οὐκ ἀδικεῖται ὁ χρηστὸς 〈οὔτε ὑπὸ τοῦ χρηστοῦ, ἀνεπιβούλευτος γὰρ αὐτοῦ ἀρετή,〉 οὔτε ὑπὸ τοῦ μο‐ χθηροῦ, ἀναφαίρετος γάρ· λείπεται τοίνυν ἢ μηδὲν ἀδικεῖσθαι καθάπαξ, ἢ τὸν μοχθηρὸν ὑπὸ τοῦ ὁμοίου· | |
12.3e | ἀλλὰ τῷ μοχθηρῷ οὐδενὸς μέτεστιν ἀγαθοῦ, ἡ δὲ ἀδι‐ κία ἦν ἀγαθοῦ ἀφαίρεσις· ὁ δὲ μὴ ἔχων ὅ,τι, ἂν ᾖ, ἀφαιρεθῇ, οὐδὲ εἰς ὅ,τι ἀδικηθῇ ἔχει. | |
12.4a | Μήποτε οὖν οὐ κατὰ τὴν ἀφαίρεσιν τοῦ πάσχοντος ἡ ἀδικία τέτακται, ἀλλὰ κατὰ τὴν γνώμην τοῦ δρά‐ σαντος· καὶ ὁ μοχθηρὸς ὑπὸ τοῦ μοχθηροῦ ἀδικεῖται, κἂν μὴ ἔχῃ τὸ ἀγαθόν· καὶ ὁ χρηστὸς ὑπὸ μοχθηροῦ, | |
12.4b | ἂν ἔχῃ δὴ 〈ἀν〉αφαίρετον τὸ ἀγαθόν. Ἀποδέχομαι τοῦ λόγου τῆς γνώμης τῷ ἡμαρτημένῳ προστιθέντος τὴν ἀδικίαν μᾶλλον ἢ τῷ ἐπιτυχεῖ τοῦ ἔργου· καὶ γὰρ μοιχὸν κολάζει ὁ νόμος, οὐ τὸν δράσαντα μόνον, ἀλλὰ | |
5 | καὶ τὸν βουληθέντα· καὶ τοιχώρυχον τὸν ἐπιχειρή‐ σαντα, κἂν μὴ λάθῃ· καὶ προδότην τὸν μελλήσαντα, | 149 |
12.4c* | κἂν μὴ πράξῃ. Ἥξει τοίνυν ὁ σύμπας λόγος εἴς τι δέον. Ὁ μὲν γὰρ ἀγαθὸς οὔτε ἀδικεῖ, οὔτε ἀδικεῖται· οὐκ ἀδικεῖ μὲν διὰ τὴν βούλησιν, οὐκ ἀδικεῖται δὲ διὰ τὴν ἀρετήν. Ὁ δὲ μοχθηρὸς ἀδικεῖ μέν, οὐκ ἀδι‐ | |
5 | κεῖται δέ· ἀδικεῖ μὲν διὰ μοχθηρίαν, 〈οὐκ ἀδικεῖται | |
12.4d* | δέ, δι’ ἀπουσίαν〉 ἀγαθοῦ. Ἔτι τοίνυν, εἰ μὲν ἀγαθὸν ἡ ἀρετὴ μόνον καὶ οὐκ ἄλλό τι, ὁ μοχθηρὸς τὴν | |
12.4e | ἀρετὴν οὐκ ἔχων οὐδ’ εἰς ὅ,τι ἀδικηθῇ ἔχει· εἰ δὲ πρὸς τῇ ἀρετῇ καὶ ταυτὶ ἀγαθὰ τὰ περὶ σῶμα, καὶ τὴν ἐκτὸς τύχην καὶ περιβολήν, ἀρετῆς μὴ παρούσης, βέλτιον ἀπεῖναι ταῦτα, ἢ μή· ὥστε οὐδ’ ὣς ἀδικηθείη | |
5 | ἂν ὁ μοχθηρός, ἀφαιρούμενός τι τούτων, οἷς χρῆται | |
12.4f | κακῶς. Οὐκοῦν ἀδικεῖ μέν, οὐκ ἀδικεῖται δέ, προστι‐ θέντων ἡμῖν τῇ βουλήσει τὸ ἄδικον, οὐ τῷ ἔργῳ. Πονηρῶν νῦν βούλεται μὲν ὁ μοχθηρὸς ἀδι‐ κεῖν, οὐ μὴν δυνατός· βουλόμενος δέ, ἢ πρὸς τὸν | |
125*a | ὅμοιον ἀποτείνεται, ἢ πρὸς τὸν κρείττονα. Τί δὲ τῷ κρείττονι δραστέον; ἢ ἀνταδικητέον τὸν μοχθηρόν; καὶ μὴν εἰς ὅ,τι ἀδικεῖ, οὐκ ἀδικεῖ, ὅτι οὐκ ἔχει· ἀπουσίᾳ γὰρ ἀγαθοῦ μοχθηρὸς 〈ὁ μοχθηρ〉ὸς ἦν. | 150 |
5 | Οὔτ’ οὖν κατὰ τὸ ἔργον ἀνταδικήσει ὁ νοῦν ἔχων τὸν μοχθηρόν, οὐ γὰρ ἔχει εἰς ὅ,τι ἀδικηθήσεται· οὔτε κατὰ τὴν βούλησιν, οὐ γὰρ ἐθέλει ἀδικεῖν χρηστὸς ὢν οὐ | |
125*b | μᾶλλον, ἢ αὐλητικὸς παρὰ μέρος αὐλεῖν. Καθόλου δέ, εἰ τὸ ἀδικεῖν πονηρόν, καὶ τὸ ἀνταδικεῖν ὅμοιον· οὐ γὰρ τῷ ὑπάρξαι πλεονεκτεῖ κατὰ πονηρίαν ὁ ἀδι‐ κῶν, ἀλλὰ τῷ ἀμύνασθαι ἐξισοῦται κατὰ μοχθηρίαν | |
125*c | ὁ ἀνταδικῶν. Καὶ μήν, εἰ ὁ ἀδικῶν κακῶς ποιεῖ, ὁ ἀντιποιῶν κακῶς οὐδὲν ἧττον ποιεῖ κακῶς, κἂν ἀμύ‐ | |
125*d* | νηται. Ὥσπερ γὰρ ἀποδιδοὺς χάριν τῷ προϋπάρξαντι οὐδὲν ἧττον εὖ ποιεῖ, κἂν προπεπονθὼς ᾖ· οὕτως ὁ μετατιθεὶς τὴν ἀμοιβὴν εἰς κάκωσιν οὐδὲν ἧττον κακῶς | |
δρᾷ, κἂν προπεπονθὼς ᾖ. | 151 | |
12.6a | Τί δὲ τοίνυν ἔσται καὶ πέρας τοῦ κακοῦ; εἰ γὰρ ὁ ἀδικηθεὶς ἀμύνεται, ἀεὶ μεταβαίνει τὸ κακὸν ἀπ’ ἄλλου πρὸς ἄλλον καὶ μεταπηδᾷ, καὶ διαδέξεται ἀδικία ἀδικίαν. Ὧι γὰρ δικαίῳ συγχωρεῖς τῷ παθόντι ἐπεξεῖναι, | |
5 | τῷ αὐτῷ τούτῳ δικαίῳ ἐπαναχωρεῖ αὖθις ἀπ’ ἐκείνου πρὸς τὸν αὐτὸν ἡ τιμωρία· τὸ γὰρ δίκαιον ἐπ’ ἀμ‐ | |
12.6b | φοῖν ἴσον. Ὦ Ζεῦ, καὶ οἷον πεποίηκας; δικαιοσύνην ἐξ ἀδικημάτων; καὶ ποῖ βαδιεῖται τὸ κακόν; καὶ ποῦ | |
12.6c | στήσεται; Οὐκ οἶσθα, ὅτι πηγὴν ταύτην ἀέναον κινεῖς πονηρίας, καὶ γράφεις νόμον ἀρχέκακον τῇ πάσῃ γῇ; Τοῦτο γὰρ ἀμέλει ἐστὶν τὸ τῶν πάλαι κακῶν τοῖς ἀνθρώποις ἡγησάμενον, στόλων βαρβαρικῶν καὶ Ἑλλη‐ | |
5 | νικῶν ἐπ’ ἀλλήλους περαιουμένων, ἁρπαζόντων, καὶ πολεμούντων, καὶ ληϊζομένων, προκάλυμμα ποιουμένων | |
12.6d | τῆς παρούσης ἀδικίας τὴν φθήσασαν. Φοίνικες ἐξ Ἄργους βασιλικὴν κόρην ἄγουσιν, Ἕλληνες ἐκ Κόλχων βαρβαρικὴν παρθένον ἄγουσιν, καὶ αὖθις Φρύγες ἐκ | |
12.6e | Πελοποννήσου Λακωνικὴν γυναῖκα. Ὁρᾷς τὴν δια‐ δοχὴν τῶν κακῶν, καὶ τὰς προφάσεις τῶν πολέμων, καὶ τὸν πολυπλασιασμὸν τῶν ἀδικημάτων. Τοῦτο καὶ τὴν Ἑλλάδα συνέτριψεν αὐτήν, ἡ περὶ ἑαυτὴν δόξα | 152 |
5 | ἀδικίας διαβαίνουσα ἐπὶ τοὺς πλησίον, καὶ ἄπαυστοι θυμοί, καὶ ὀργαὶ ἀθάνατοι, καὶ τιμωρίας ἔρως, καὶ ἀμαθία δίκης. | |
12.7a | Ἀλλ’ εἴπερ οἱ ἀδικούμενοι ἠπίσταντο, ὅτι τοῖς ἀδι‐ κοῦσιν μέγιστον κακὸν ἡ ἀδικία αὐτή, τοῦτ’ εἶναι πο‐ λέμου μεῖζον, καὶ τειχῶν ἀφαιρέσεως καὶ γῆς δῃώσεως, καὶ τυραννίδος καταστάσεως, οὐκ ἂν ἐμπέπληστο ἡ | |
12.7b | Ἑλλὰς τοσούτων κακῶν. Ποτίδαιαν Ἀθηναῖοι πολιορ‐ κοῦσιν· ἔασον, ὦ Λακεδαιμόνιε· μεταγνώσονταί ποτε· μὴ μιμήσῃ τὸ κακόν, μὴ μεταλάβῃς τοῦ ψόγου· ἐὰν δὲ ἀγαπᾷς μὲν τὴν πρόφασιν καὶ ἐπὶ Πλαταιὰς | |
5 | ἔλθῃς, ἀπόλωλέ σοι Μῆλος νῆσος γείτων, ἀπόλωλεν Αἴγινα νῆσος φίλη, ἀπόλωλεν Σκιώνη πόλις σύμμαχος, | |
12.7c | μίαν πόλιν λαβὼν πολλὰς πορθήσεις. Ὥσπερ γὰρ τῶν ἐπὶ χρηματισμῷ παραβαλλομένων ἐν θαλάττῃ οἱ τόκοι μεγάλοι τῶν δανεισμάτων, οὕτω καὶ τῶν ἐπ‐ εξιόντων τοῖς θυμοῖς οἱ τόκοι μεγάλοι τῶν συμφορῶν. | |
12.7d | Καὶ πρὸς τὸν Ἀθηναῖον λέγω· Σφακτηρίαν ἔχεις, ἀπόδος τῇ Σπάρτῃ τοὺς ἄνδρας· ἕως εὐτυχεῖς, σω‐ φρόνησον· εἰ δὲ μή, τοὺς μὲν ἄνδρας ἕξεις, τὰς δὲ | 153 |
12.7e | τριήρεις οὐχ ἕξεις. Λύσανδρος περὶ Ἑλλήσποντον εὐτυχεῖ, καὶ ἡ Σπάρτη μεγάλη. Ἀλλὰ ἀπέχου Θηβῶν· εἰ δὲ μή, δακρύσεις τὴν ἐν Λεύκτροις τύχην, καὶ τὴν ἐν Μαντινείᾳ συμφοράν· | |
12.8a | Ὢ δίκης ἀφανοῦς καὶ πλανωμένης. Διὰ τοῦτο ὁ Σωκράτης οὐκ Ἀριστοφάνει ὠργίζετο, οὐ Μελήτῳ ἐχα‐ λέπαινεν, οὐκ Ἄνυτον ἐτιμωρεῖτο, ἀλλὰ ἐβόα μέγα· Ἐμὲ δὲ Ἄνυτος καὶ Μέλητος ἀποκτεῖναι μὲν δύνανται, | |
5 | βλάψαι δὲ οὐ δύνανται· οὐ γὰρ θέμις ἀγαθῷ ἀνδρὶ ὑπὸ πονηροῦ βλαβῆναι. | |
12.8b | Αὕτη φωνὴ δίκης, ἣν εἴπερ ἅπαντες ταύτην ἐφθέγ‐ γοντο, οὐκ ἂν ἦσαν αἱ τραγῳδίαι, οὐδὲ τὰ ἐπὶ τῇ σκηνῇ δράματα, οὐδὲ πολλαὶ καὶ παντοδαπαὶ συμφοραί. | |
12.8c | Ὥσπερ γὰρ ἐπὶ τῶν τοῦ σώματος νοσημάτων χαλεπὰ | |
τὰ ἑρπηστικά, καὶ δεῖ τοῦ τῆς ἐπικουρίας στασίμου, ἵνα τὸ περιλειφθὲν σωθῇ· οὕτως ἐπειδὰν ἐμπέσῃ οἴκῳ ἢ πόλει ἀδικίας ἀρχή, στῆναι δεῖ τὸ κακόν, εἰ μέλλει | 154 | |
12.8d | τὸ περιλειφθὲν σωθήσεσθαι. Τοῦτο Πελοπίδας ἐξ‐ έτριψεν, τοῦτο Ἡρακλείδας ἠφάνισεν, τοῦτο τὴν Κάδμου οἰκίαν, τοῦτο Πέρσας ἀπώλεσεν, τοῦτο Μακεδόνας, τοῦτο Ἕλληνας. | |
129*a | Ὢ νοσήματος διηνεκοῦς, καὶ ἐπὶ πολλὰς περιόδους | |
129*b | χρόνων καταλαβόντος τὴν γῆν. Ἐπιτολμήσαιμι δ’ ἂν ἔγωγε εἰπεῖν, ὅτι εἴπερ ἐστιν ἀδικίας πρὸς ἀδικίαν ὑπερβολή, ὁ τιμωρῶν τοῦ προϋπάρξαντος ἀδικώτερος. Ὁ μὲν γὰρ ὑπὸ ἀμαθίας ἐπὶ τὸ ἀδικεῖν ἐλθὼν ἔχει | |
5 | τὴν δίκην ἐκ τοῦ ψόγου· ὁ δὲ ἐπεξιών, προσλαβὼν ἐκ τοῦ ὁμοίου τὸ ἄδικον, ἀφῄρηκεν ἐκείνου τὸ ἐπίψογον. | |
129*c | Ὥσπερ γὰρ τῷ μαρίλῃ ἐμπεπλεγμένῳ τὸν συμπλεκέντα ἀνάγκη καὶ αὐτὸν συναισχῦναι τὸ σῶμα, οὕτω καὶ ὅστις ἀδίκῳ ἀνδρὶ συμπλέκεσθαι καὶ συγκυλινδεῖσθαι ἀξιοῖ, ἀνάγκη τοῦτον συναπολαύειν τοῦ κακοῦ, καὶ | |
129*d | συναναπίμπλασθαι τῆς μαρίλης. Ἀθλητῇ μὲν οὖν ἀν‐ δρὸς προσφερομένου ἀθλητοῦ, ἐκ τῆς ἴσης ἀγωνίας καὶ | |
φιλοτιμίας ἀποδέχομαι· ὁρῶ γὰρ αὐτοῖς ὁμοίαν μὲν τὴν φύσιν, παραπλησίαν δὲ τὴν μελέτην, ἰσότιμον δὲ | 155 | |
129*e | τὴν ἐπιθυμίαν τοῦ νικᾶν· ὅταν δὲ ἀγαθὸς ἀνὴρ πο‐ νηρῷ συμπέσῃ, οὐκ ἐκ τῆς αὐτῆς παλαίστρας προσ‐ εληλυθὼς ἑκάτερος, οὐδὲ ὑπὸ τῷ αὐτῷ παιδοτρίβη ἀσκηθείς, οὐδὲ τὴν αὐτὴν τέχνην ἐκμαθών, οὐδὲ τοῖς | |
5 | αὐτοῖς παλαίσμασιν ἐντεθραμμένος, οὐδὲ τοῦ αὐτοῦ στεφάνου ἐρῶν, οὐδὲ τοῦ αὐτοῦ κηρύγματος, οἰκτείρω | |
129*f | τὴν μάχην, ἄνισος ἡ ἀγωνία. Ἀνάγκη τὸν πονηρὸν κρατεῖν ἀγωνιζόμενον ἐν τοιούτῳ σταδίῳ, οὗ πονηροὶ μὲν θεαταί, ἄδικοι δὲ οἱ ἀθλοθέται· ὁ δὲ ἀγαθὸς ἐν τού‐ τοις ἄτεχνος, καὶ ἀμαθής, καὶ ἄπορος ἀπιστίας, καὶ | |
5 | πανουργίας, καὶ ἀπάτης, καὶ τῶν ἄλλων παλαισμάτων, ὑφ’ ὧν μοχθηρία κρατύνεται καὶ ἰσχυρίζεται· ὥστε καὶ καταγέλαστος ἂν γίγνοιτο ἀντεπιχειρῶν ἀδικεῖν ὁ μὴ πεφυκὼς τὸν ἄδικον καὶ τῇ φύσει, καὶ τῇ τέχνῃ, καὶ τῷ ἔθει. | |
12.10a | Ἀλλὰ διὰ τοῦτο, φαίη ἄν τις, ὁ δίκαιος ἀνὴρ προ‐ πηλακίζεται, καὶ συκοφαντεῖται, καὶ διώκεται, καὶ χρή‐ ματα ἀφαιρεῖται, καὶ εἰς δεσμωτήριον ἐμβάλλεται, καὶ | |
12.10b | φεύγει, καὶ ἀτιμοῦται, καὶ ἀποθνήσκει. Τί οὖν, εἰ καὶ οἱ παῖδες νόμους πρὸς ἀλλήλους θέμενοι, καθί‐ | |
σαντες δικαστήριον ἑαυτῶν, ὑπάγοιεν ἄνδρα κατὰ τοὺς αὐτῶν νόμους, κᾆτα, εἰ δόξαι ἀδικεῖν, ψηφίζοιντο | 156 | |
5 | αὐτὸν ἄτιμον εἶναι ἐν τῷ τῶν παίδων δήμῳ, δημεύοιεν δὲ αὐτοῦ τὰ παιδικὰ χρήματα, τοὺς ἀστραγάλους καὶ τὰ παίγνια, τί εἰκὸς πρᾶξαι τὸν ἄνδρα ἐκ τοιούτου δικαστηρίου αὐταῖς ψήφοις καὶ καταδίκαις αὐταῖς; | |
12.10c | Οὕτω καὶ ὁ Σωκράτης Ἀθηναίων κατεγέλα, ὡς παιδα‐ ρίων ψηφιζομένων, καὶ κελευόντων ἀποθνήσκειν ἄνδρα | |
12.10d | θνητόν. Καὶ ἄλλος ὅστις ἀγαθὸς ἀνὴρ καὶ δίκαιος καταγελάσεται γέλωτα ἀκραιφνῆ, ὁρῶν τοὺς ἀδίκους ἐπ’ αὐτὸν ὡρμημένους σπουδῇ, οἰομένους τὶ δρᾶν, | |
12.10e | δρῶντας δὲ οὐδέν· ἀλλὰ καὶ ἀτιμαζόντων ἐκείνων, βοήσεται τὸ τοῦ Ἀχιλλέως, φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ· καὶ ἀφαιρουμένων τὰ χρήματα, προήσεται ὡς παίγνια | |
5 | καὶ ἀστραγάλους ἀφαιρουμένους, καὶ ἀποθανεῖται ὡς ὑπὸ πυρετοῦ καὶ λίθου, οὐδὲν ἀγανακτῶν πρὸς τοὺς | |
ἀποκτειννύντας. | 157 | |
13.1a(1t) | Εἰ μαντικῆς οὔσης, ἔστίν τι ἐφ’ ἡμῖν. | |
1 | Ὅτε οἱ Μῆδοι ἐπὶ τὴν Ἑλλάδα ἐστρατεύοντο, ἐχρῶντο οἱ Ἀθηναῖοι τῷ θεῷ, τί χρῆ δρᾶν ἐπιόντος αὐτοῖς βαρ‐ βαρικοῦ στόλου, ἵππου Μηδικῆς, ἁρμάτων Περσικῶν, ἀσπίδων Αἰγυπτίων· εἵποντο δὲ καὶ σφενδονῆται Κᾶρες, | |
5 | καὶ ἀκοντισταὶ Παφλαγόνες, καὶ πελτασταὶ Θρᾷκες, καὶ | |
13.1b | ὁπλῖται Μακεδόνες, καὶ Θετταλικὸν ἱππικόν· ἐχρῶντο οὖν τῷ θεῷ οἱ Ἀθηναῖοι, τί χρὴ δρᾶν, ἐπιόντος ταῖς | |
13.1c | Ἀθήναις τοσούτου κακοῦ. Ὁ δὲ αὐτοῖς χρᾷ φράτ‐ | |
13.1d | τεσθαι τὸ ἄστυ ξυλίνῳ τείχει. Θεμιστοκλῆς λέγει ὅτι | |
13.1e | οἱ δοκεῖ τὸ ξύλινον τεῖχος αἱ τριήρεις εἶναι. Συνεδόκει ταῦτα τοῖς Ἀθηναίοις, καὶ ἀναστάντες ἐκ τοῦ ἄστεος | |
13.1f | ἐς τὸ τεῖχος τοῦ θεοῦ μετῳκίσθησαν. Εἰ οὖν οἱ Ἀθη‐ ναῖοι τότε τῷ μὲν θεῷ συμβουλεύεσθαι περὶ τούτων οὐκ ἤθελον, νοῦν δὲ ἔχοντι ἀνδρὶ καὶ δυναμένῳ ἐκ‐ | |
λογίζεσθαι καὶ τὴν παροῦσαν δύναμιν, καὶ τὴν ἐπιοῦ‐ | 158 | |
5 | σαν παρασκευήν, καὶ τὸν μέλλοντα κίνδυνον, καὶ τὴν ὑποφαινομένην ἀσφάλειαν· τί εἰκὸς συμβουλεῦσαι ἂν τὸν ἄνδρα τοῦτον καταδεέστερον τῆς χρησμῳδίας τοῦ | |
13.1g | θεοῦ; Ἐγὼ μὲν οἶμαι, οὐδὲ αἰνίγματος ἂν ἐδεήθη | |
13.1h | πρὸς αὐτούς, οὐδὲ τείχους ἀμφισβητησίμου· ἀλλ’ εἶπεν ἄν, ὧδέ πως· ‘Ὦ Ἀθηναῖοι, τῶν μὲν λίθων καὶ τῶν οἰκοδομημάτων ἐξίστασθαι τῷ βαρβάρῳ· αὐτοὶ δὲ πανοικησίᾳ, αὐτοῖς παισίν, καὶ ἐλευθερίᾳ, καὶ νόμοις, | |
5 | ἴτε ἐπὶ τὴν θάλατταν· ὑποδέξονται δὲ ὑμᾶς τριήρεις ἱκαναί, καὶ σώζειν φέρουσαι, καὶ νικᾶν μαχόμεναι.‘ | |
13.2a | Τί δήποτ’ οὖν οἱ ἄνθρωποι ἐπὶ τὰ μαντεῖα παρα‐ γίγνονται, ἀμελήσαντες τῆς παρὰ τοῦ ὁμοίου συμβου‐ λῆς; ἢ διότι γνώμη μὲν ἀνθρώπου ἐπισφαλὲς καὶ ἄπιστον καὶ ἐπίφθονον καὶ κίβδηλον καὶ οὐκ ἀεὶ ὅμοιον, | |
13.2b | καὶ οὐκ ἐν παντὶ εὔστοχον· τὸ δὲ θεῖον κατὰ μὲν τὴν ὑπεροχὴν πιστόν· κατὰ δὲ τὴν ἀλήθειαν δόκιμον, κατὰ δὲ τὴν πεῖραν εὔστοχον, κατὰ δὲ τὴν τιμὴν ἀνεπί‐ | |
13.2c | φθονον; Θεοῦ δὲ μαντεῖα καὶ ἀνθρώπου νοῦς (τολ‐ μηρὸν μὲν εἰπεῖν, φράσω δὲ ὅμως) χρῆμα συγγενές, καὶ εἴπέρ τι ἄλλο ἄλλῳ ὅμοιον, οὐδὲν ἂν εἴη ἐμφερέ‐ | |
στερον ἀρετῆς ἀνθρωπίνης γνώμῃ θεοῦ. Μὴ τοίνυν | 159 | |
5 | ἀπόρει, μηθ’ ὅντινα τρόπον τὸ αὐτεξούσιον τῆς ἀν‐ θρωπίνης γνώμης χρῆται μαντικῇ, μήθ’ ὅπως, ἀλη‐ θευούσης τῆς μαντικῆς, δύναταί τι καὶ ἀνθρώπου γνώμη· περὶ γὰρ ὁμοίου πράγματος σκοπεῖς· τὸ γὰρ αὐτὸ ἐρωτᾷς, καὶ ἀπορεῖς, καὶ ἀναστρέφεις, ἐξὸν τὸ | |
13.2d | πᾶν διελέσθαι ὡς δεῖ. Οὔτε τὸ θεῖον πάντων εὔστοχον, οὔτε τὸ ἀνθρώπινον πάντων ἄστοχον. | |
13.3a | Καὶ περὶ μὲν τοῦ ἀνθρωπίνου νόμου καὶ αὖθις | |
13.3b | ῥητέον· τὸ δὲ θεῖον δοκεῖ σοι γινώσκειν πάντα ἑξῆς, καὶ τὰ καλὰ καὶ τὰ αἰσχρά, καὶ τὰ τίμια καὶ τὰ ἄτιμα; φείδομαι τῶν ῥημάτων, καὶ αἰδώς με τοῦ θεοῦ ἔχει· σεμνὸν γάρ τι τὸ πάντα εἰδέναι, καὶ ἀριθμὸν ψάμμων, | |
5 | καὶ θαλάττης μέτρα, καὶ ξυνιέναι ἀτόπου λέβητος ἑψο‐ μένου ἐν Λυδοῖς. Καὶ δηλαδὴ πᾶσι τοῖς δεομένοις θεσπίζει ὁ θεὸς τὸ ἀληθὲς μαθεῖν, καὶ συμφέρει, κἂν | |
13.3c | μέλλῃ ὁ μαθών, ἄδικος ὤν, πλεονεκτήσειν. Δεινῶς τινα πολυπράγμονα ἡγεῖ τὸν θεόν, καὶ περίεργον, καὶ εὐήθη, καὶ μηδὲν τῶν ἐν τοῖς κύκλοις ἀγειρόντων διαφέροντα, οἳ δυοῖν ὀβολοῖν τῷ προστυχόντι ἀπο‐ | |
13.3d | θεσπίζουσιν· ἐγὼ δὲ μὴ ὅτι θεόν, ἀλλ’ οὐδὲ ἄνδρα | |
ἀγαθόν, ἀξίως ἐπιπηδᾶν τῷ ἀληθεῖ· οὐδὲν γὰρ σεμνὸν τὸ τἀληθῆ λέγειν, εἰ μὴ γίγνοιτο ἐπ’ ἀγαθῷ τοῦ μα‐ θόντος. Οὕτω καὶ ἰατρὸς νοσοῦντα ἐξαπατᾷ, καὶ στρα‐ | 160 | |
5 | τηγὸς στρατόπεδον, καὶ κυβερνήτης ναύτας, καὶ δεινὸν οὐδέν· ἀλλὰ ἤδη καὶ ψεῦδος ὤνησεν ἀνθρώπους, καὶ | |
13.3e | τἀληθὲς ἔβλαψεν. Εἰ μὲν οὖν ἄλλό τι ἡγεῖ εἶναι τὴν μαντικήν, ἢ νοῦν θεῖον, διαφέροντα τοῦ ἀνθρωπίνου ἀκριβείᾳ καὶ βεβαιότητι, νόμιζε πολεμεῖν λόγον λόγῳ· | |
13.3f | εἰ δέ ἐστιν οὐδὲν ἀλλοιότερον, ἢ ὅσον τὸ ἐξ ἡλίου φῶς τοῦ ἐκ πυρός, φῶς δὲ ἑκάτερον, ἀγάπα μὲν τὸ λαμπρότερον, μὴ ἀτίμαζε δὲ τῇ διαιρέσει τὸ ἀμαυρό‐ | |
13.3g | τερον. Ἀλλ’ ἡγοῦ τὸ πᾶν τοῦτο ἁρμονίαν τινὰ εἶναι ὀργάνου μουσικοῦ, καὶ τεχνίτην μὲν τὸν θεόν, τὴν δὲ ἁρμονίαν αὐτὴν ἀρξαμένην παρ’ αὐτοῦ, δι’ ἀέρος ἰοῦ‐ σαν, καὶ γῆς καὶ θαλάττης, καὶ ζῴων, καὶ φυτῶν, ἐμ‐ | |
5 | πεσοῦσαν μετὰ τοῦτο εἰς πολλὰς καὶ ἀνομοίους φύσεις, συντάττειν τὸν ἐν αὐταῖς πόλεμον· ὡς κορυφαία ἁρ‐ μονία, ἐμπεσοῦσα εἰς πολυφωνίαν χοροῦ, συντάττει | |
τὸν ἐν αὐτῇ θόρυβον. | 161 | |
13.4a | Τίς δὲ ὁ τρόπος τῆς θείας τέχνης, ὀνόματι μὲν εἰπεῖν οὐκ ἔχω, εἴσῃ δὲ αὐτῆς τὴν δύναμιν ἐξ εἰκόνος | |
13.4b | ἣ οἵα δήποτε· ἐθεάσω νεῶν ἐρύσεις ἐκ θαλάττης ἄνω, καὶ λίθων ἀγωγὰς ὑπερφυῶν κατὰ μέγεθος, παντο‐ δαποῖς ἑλιγμοῖς καὶ ἀναστροφαῖς ὀργάνων· ὧν ἕκαστον πρὸς τὸ πλησίον τὴν ῥώμην νειμάμενον, ἕτερον ἐξ | |
5 | ἑτέρου διαδεχόμενον τὴν ἀγωγήν, κινεῖ τὸ πᾶν· καὶ τὸ μὲν ὅλον ἔχει τὴν αἰτίαν τοῦ ἔργου· συνεπιλαμ‐ | |
13.4c | βάνει δέ τι αὐτῷ καὶ τὰ μερικά. Κάλει τοίνυν τεχ‐ νίτην μὲν τὸν θεόν, ὄργανα δὲ τοὺς λογισμοὺς τοὺς ἀνθρωπίνους, τέχνην δὲ τὴν ἀνθρωπίνην σπῶσαν | |
13.4d | ἡμᾶς ἐπὶ τὴν ἀγωγὴν τῆς εἱμαρμένης. Εἰ δέ σοι καὶ σαφεστέρας εἰκόνος δεῖ, νόει μοι στρατηγὸν μὲν τὸν θεόν, στρατείαν δὲ τὴν ζωήν, ὁπλίτην δὲ τὸν ἄνθρω‐ πον, σύνθεμα δὲ τὴν εἱμαρμένην, ὅπλα δὲ τὰς εὐπορίας, | |
5 | πολεμίους δὲ τὰς συμφοράς, σύμμαχον δὲ τὸν λογισ‐ μόν, ἀριστείαν δὲ τὴν ἀρετήν, ἧτταν δὲ τὴν μοχθηρίαν, μαντικὴν δὲ τὴν τέχνην αὐτὴν τὴν ἐκ τῆς παρασκευῆς | |
13.4e | ἐπισταμένην τὸ μέλλον. Καὶ γὰρ κυβερνήτης ναῦν ἔχων, καὶ εἰδὼς τὰ ὄργανα, καὶ τὴν θάλατταν ὁρῶν, καὶ αἰσθανόμενος τῶν πνευμάτων, οἶδεν τὸ ἀποβησό‐ | 162 |
13.4f | μενον. Καὶ στρατηγὸς στρατόπεδον ἔχων, καὶ τὰ ὅπλα εἰδώς, καὶ τῆς παρασκευῆς μεμνημένος, καὶ τῶν πολε‐ | |
13.4g | μίων αἰσθανόμενος, οἶδεν τὸ ἀποβησόμενον. Καὶ ἰατρὸς τὸν κάμνοντα ἰδών, καὶ τῆς νόσου ξυνείς, καὶ τῆς | |
13.4h | τέχνης αἰσθανόμενος, οἶδεν τὸ ἀποβησόμενον. Ὁρᾷς τὸ πλῆθος τῶν μάντεων, ὡς σαφές, ὡς τεχνικόν, ὡς | |
13.4i | εὔστοχον; Εἰ μὲν οὖν τὸ ἐφ’ ἡμῖν αὐτὸ ἦν καθ’ αὑτό, | |
13.4k | ἀπήλλακτο δὲ εἱμαρμένης, οὐδὲν ἔδει μαντικῆς· εἰ δὲ ἀνακέκραται τὸ ἐφ’ ἡμῖν τοῖς ὅλοις, μέρος ὅσον καὶ τοῦτο τῆς εἱμαρμένης, κατὰ μὲν τὸ ἀναγκαῖον ἡ μαν‐ τικὴ στήσεται· κατὰ δὲ τὸ δῆλον ἢ μή, βουλεύσεται. | |
13.5a | Ἤδη δὲ καὶ τοῦ ἀναγκαίου ἡ γνώμη μαντικῇ | |
13.5b | δηλωτική. Πῶς καὶ τίνα τρόπον ἑκατέρα; Αὐχμοὺς μέν, καὶ ἀνομβρίας, καὶ σεισμοὺς γῆς, καὶ πυρὸς ἐκβολάς, καὶ πνευμάτων ἐμβολάς, καὶ ἀέρων μεταβολὰς οὐ θεὸς οἶδεν μόνος, ἀλλὰ καὶ ἀνθρώπων ὅσοι δαι‐ | |
13.5c | μόνιοι. Οὕτω καὶ Φερεκύδης σεισμὸν Σαμίοις προ‐ εμήνυσεν, καὶ Ἱπποκράτης Θετταλοῖς προσιόντα λοι‐ μόν, καὶ Τιμήσιος Κλαζομενίοις ἐκλείποντα ἥλιον, καὶ | 163 |
13.5d | ἄλλος ἄλλό τι. Πῶς δὲ δὴ καὶ θεὸς τῶν ὅσα ἐφ’ ἡμῖν καταμαντεύεται; Μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων ἄτερ, ὁ θεὸς λέγει· | |
5 | ἢν γὰρ φυτεύσῃς παῖδα, ἀποκτενεῖ σε ὁ φῦς· ταῦτα λέγει μέν, ἀλλὰ οἶδεν ἀνδρὶ συμβουλεύων ἀκο‐ λάστῳ καὶ ἀκρατεῖ μέθης, καὶ διὰ τοῦτο προλέγει τὴν συμφοράν, ἧς παρέσχεν μὲν τὴν ἀρχὴν ὁ Λάϊος, | |
10 | ἐγνώρισεν δὲ τὴν αἰτίαν ὁ θεός. | |
13.5e | Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει· ὅτι μὲν διαβήσεται οὐ λέγει, τί δὲ πείσεται διαβὰς | |
13.5f | λέγει. Εἰ δὲ ἀπαλλάξεις τῆς συμπλοκῆς καὶ διοικίσεις μαντικὴν θεοῦ καὶ ἀνθρώπου νοῦν, καὶ διέλυσας ἁρμονιῶν τὴν μουσικωτάτην. | 164 |
13.6a | Οἶκος οὗτος εἷς θεῶν καὶ ἀνθρώπων, οὐρανὸς καὶ | |
13.6b | γῆ, δυοῖν ἑστία ἢ ὀχήματα, τὰ ἀθάνατα. Ὧν τὸν μὲν νέμονται θεοὶ καὶ θεῶν παῖδες, τὴν δὲ ὑποφῆται θεῶν, ἄνθρωποι, οὐ ‘χαμαιεῦναι,‘ καθ’ Ὅμηρον, οὐδὲ ‘ἀνιπτόποδες,‘ ἀλλὰ ἄνω εἰς τὸν οὐρανὸν ὁρῶντες | |
5 | ὀρθῇ τῇ ψυχῇ, καὶ ἀνηρτημένοι τῇ γνώμῃ πρὸς τὸν | |
13.6c | Δία. Διέλαχον δὲ αὐτῶν τοὺς βίους ἐπιστάται θεοί· γῆν τε γὰρ θεοὶ ἐπιβόσκονται, σώζοντες τὰ τῆς γῆς ἔγγονα, οὐχ ὁρώμενοι, οὐδὲ τοξεύοντες, ἢ τιτρωσκό‐ μενοι, | |
5 | οὐ γὰρ σῖτον ἔδους’, οὐ πίνους’ αἴθοπα οἶνον. | |
13.6d | Ἄνθρωποι δὲ εἰς τὸν οὐρανὸν ἀφορῶντες, ᾗ θέμις ὁρᾶν τὸν τοῦ Διὸς περιλαμπῆ οἶκον, οὐ χρυσοῖς, καθ’ Ὅμηρον, κόσμοις καὶ κόραις δᾷδας μετὰ χεῖρας φέ‐ ρουσιν λαμπόμενον, ἀλλὰ ἡλίῳ καὶ σελήνῃ καὶ τῶν | 165 |
5 | τούτοις συντεταγμένων ἀκμαίῳ πυρὶ καταφεγγόμενον. | |
13.6e | Στρατὸν ὁρᾷς ἡγεμόνων ἀγαθῶν καὶ θεραπόντων ἀν‐ αγκαίων· τοῦτό μοι φύλαττε τὸ σύνθημα, καὶ ὄψει μὲν τὴν μαντικήν, συνήσεις δὲ τὴν ἀρετήν, γνωριεῖς δὲ τὴν ἑκατέρου ἐπιμέλειαν καὶ κοινωνίαν. | |
13.7a | Πολιτείαν ὁρᾷς τὸν ἀνθρώπινον βίον, οὐχ ἑδραῖον οὐδὲ ἠπειρωτικόν, ἀλλὰ νεὼς ὁλκάδος, ἐν πελάγει πλα‐ τεῖ περαιούμενος· σώζει δὲ αὐτὴν οὐ μόνον κυβερνή‐ του τέχνη, ἀλλὰ καὶ πνευμάτων καιροί, καὶ ὑπηρεσία | |
5 | ναυτῶν, καὶ εὐκολία ὀργάνων, καὶ θαλάττης φύσις. | |
13.7b | Τάττε δέ μοι κατὰ μὲν τὰ ὄργανα καὶ τὰς ὑπηρεσίας τοὺς λογισμοὺς τῆς ψυχῆς, κατὰ δὲ θάλατταν καὶ τὰ πνεύματα τὸ ἄδηλον τῶν ἀνθρωπίνων, κατὰ δὲ τὸ | |
προορατικὸν τῆς κυβερνητικῆς τέχνης τὸ εὔστοχον τῆς | 166 | |
13.7c | μαντικῆς. Εἰ δέ σου ἀντε〈τίθει〉 τύχη τῷ λογισμῷ τῆς πολιτείας κράσεις, ἀκούσῃ Πλάτωνος ὡδὶ λέγοντος, | |
13.7d | ὡς θεὸς μὲν πάντα, καὶ μετὰ θεοῦ τύχη καὶ καιρὸς τὰ ἀνθρώπινα κυβερνῶσιν τὰ ξύμ‐ | |
13.7e | παντα· ἡμερώτερόν γε μὴν τρίτον ἐπὶ τούτοις προσ‐ | |
13.7f | θεῖναι δεῖν ἕπεσθαι, τὴν τέχνην. Καιρῷ γὰρ χειμῶνι συλλαβέσθαι κυβερνητικήν, ἢ μή, μέγα πλεονέκτημα ἔγωγ’ ἂν θείην. | |
13.8a | Ταῦτά μου τὰ μαντεύματα τὴν ψυχὴν ταράττει, καὶ οὔτε καθαρῶς εἰς ὑπεροψίαν ἄγει τῆς μαντικῆς, | |
13.8b | οὔτε καθαρῶς τοῖς λογισμοῖς διαπιστεύει· ἀλλ’ ὥσπερ τῶν ἀμφιβίων ζῴων οἱ ὄρνιθες κοινωνοῦσιν τοῦ ἐν ἀέρι δρόμου τοῖς μεταρσίοις, τοιαύτην ὁρῷ καὶ τῷ ἀν‐ θρώπῳ τὴν διαγωγὴν τοῦ βίου, ἀμφίβιον καὶ κεκρα‐ | |
5 | μένην ὁμοῦ ἐξουσίᾳ καὶ ἀνάγκῃ· οἵα γένοιτ’ ἂν καὶ δεσμώτῃ ἀνδρὶ ἐξουσία ἑπομένῳ αὐθαιρέτως τοῖς ἄγου‐ | 167 |
13.8c | σιν· ὥστε ἐγὼ ὑποπτεύω μὲν τὴν ἀνάγκην, ὀνομάσαι δὲ αὐτὴν εὐπόρως οὐκ ἔχω. Κἂν γὰρ πεπρωμένην φῶ, ὄνομα λέγω πλανώμενον ἐν ἀνθρώπων δόξαις· τίς γὰρ ἡ πεπρωμένη; ποίας φύσεως; τίνος οὐσίας; | |
13.8d | Εἰ μέν τοι θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, οὐδὲν τῶν δεινῶν σὸν ἔργον, οὐδὲ καθ’ εἱμαρμένην αἱ ἀνθρώπιναι συμφοραί· οὐ γὰρ θέμις ἀνάπτειν θεῶν αἰτίαν κακοῦ· | |
13.8e | εἰ δέ τις ἐστὶ βροτῶν, τοὶ ἐπὶ χθονὶ ναιετά‐ ουσιν, ψεύδεται μὲν ὁ Ἐλπήνωρ λέγων, ἆσέ με δαίμονος αἶσα κακή· | |
5 | ψεύδεται δὲ ὁ Ἀγαμέμνων λέγων, ἐγὼ δ’ οὐκ αἴτιός εἰμι, ἀλλὰ Ζεύς, καὶ Μοῖρα, καὶ ἠεροφοῖτις Ἐρινύς. | |
13.9a | Ἔοικεν δὲ καὶ ταυτὶ τὰ ὀνόματα εἶναι μοχθηρίας ἀνθρωπίνης εὔφημοι ἀποστροφαί, ἀναθέντων αὐτῆς τὴν αἰτίαν τῷ δαιμονίῳ, καὶ ταῖς Μοίραις, καὶ ταῖς | |
13.9b | Ἐρινύσιν· οἱ δὲ ἐν μὲν ταῖς τραγῳδίαις ἐχέτωσαν χώ‐ | |
ραν, οὐ νεμεσῶ τοῖς ποιηταῖς τῶν ὀνομάτων· ἐν δὲ τῷ βίου ὁράματι μήποτε ταῦτα κενά. Ἡ δὲ Ἐρινὺς καὶ ἡ Αἶσα καὶ οἱ δαίμονες καὶ ὅσα ἄλλα διανοίας | 168 | |
5 | εἱμαρμένης ὀνόματα, ἔνδον ἐν τῇ ψυχῇ καθειργμένα, καὶ τὸν Ἀγαμέμνονα ἐνοχλεῖ, ὅτ’ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν· ταῦτα καὶ τὸν Ἐλπήνορα εἰς μέθην ἄγει, ταῦτα καὶ τὸν Θυέστην ὠθεῖ ἐπὶ τὸν τοῦ ἀδελφοῦ γάμον, ταῦτα | |
10 | καὶ τὸν Οἰδίποδα ἐπὶ τὸν τοῦ πατρὸς φόνον, ταῦτα καὶ τὸν συκοφάντην ἐπὶ τὰ δικαστήρια, καὶ τὸν λῃστὴν ἐπὶ τὴν θάλατταν, καὶ τὸν ἀνδροφόνον ἐπὶ τὸ ξίφος, | |
13.9c | καὶ τὸν ἀκόλαστον ἐφ’ ἡδονάς. Αὗται πηγαὶ συμ‐ φορῶν ἀνθρωπίνων· ἐντεῦθεν ῥεῖ τὸ τῶν κακῶν πλῆ‐ θος, ὡς ἀπὸ τῆς Αἴτνης τὸ πῦρ ῥεῖ, ὡς ἐξ Αἰθιοπίας ὁ λοιμὸς ῥεῖ; καὶ τὸ μὲν πῦρ ἐπὶ γῆν ῥεῖ, καὶ ὁ | |
5 | λοιμὸς μέχρι τῶν Ἀθηνῶν προελθὼν ἔστη· οἱ δὲ ὀχετοὶ τῆς μοχθηρίας πολλοὶ καὶ ἀέναοι, καὶ δεόμενοι μαν‐ | |
13.9d | τείων πολλῶν καὶ χρησμῶν μυρίων. Τίς ἂν οὖν ἁμάρ‐ τοι μαντευόμενος τί τέλος μοχθηρίας; τί τέλος ἀπι‐ στίας; τί τέλος ἀκολασίας; Ταῦτα καὶ Σωκράτης προὔ‐ λεγεν, οὐχ ὁ Ἀπόλλων μόνον· διὰ τοῦτο ὁ Ἀπόλλων | 169 |
5 | ἐπῄνει Σωκράτην, ὅτι ἦν ὁμότεχνος αὐτῷ. | |
14.1a(1t) | Τίσιν χωριστέον τὸν κόλακα τοῦ φίλου. | |
1 | Πρόδικος μὲν Ἡρακλέα ἄγει ἐν τῷ μύθῳ ἄρτι ἡβάσκοντα καὶ ἀνδριζόμενον ἐπὶ διττὰς ὁδούς, Ἀρετὴν | |
14.1b | καὶ Ἡδονὴν ἐπιστήσας ἡγεμόνας ἑκατέρᾳ τῇ ὁδῷ· ἡ μὲν αὐτῷ σοβαρὰ τῶν ἡγεμόνων, ἡ δὲ εὐσχήμων ἰδεῖν, | |
βαδίζουσα ἠρέμα, φθεγγομένη μουσικῶς, βλέμμα πρᾶον | 170 | |
14.1c | ἀμπεχόνη ἀνέτη· ἡ δὲ δευτέρα θρυπτική, ἐπίχριστος, χλανιδίοις ἐξηνθισμένη, βλέμμα ἰταμόν, βάδισμα | |
14.1d | ἄτακτον, φωνὴ ἄμουσος. Ταῦτα ὁρᾷ καὶ ὁ Ἡρακλῆς, ἅτε Διὸς παῖς, καὶ ἀγαθὸς τὴν φύσιν, καὶ χαίρειν τῇ Ἡδονῇ φράσας, ἐπιτρέπει ἑαυτὸν τῇ Ἀρετῇ ἄγειν. | |
14.1e | Φέρε καὶ ἡμεῖς πλάττωμεν μῦθον, διττὰς ὁδούς, καὶ ἄνδρα ἀγαθόν, καὶ ἡγεμόνας ταῖν ὁδοῖν, ἀντὶ μὲν τῆς Ἀρετῆς τὸν φίλον, ἀντὶ δὲ τῆς Ἡδονῆς τὸν κόλακα. Οὐκοῦν καὶ τούτω διαφέρετον σχήματι καὶ βλέμ‐ | |
14.1g | ματι καὶ ἀμπεχόνῃ καὶ φωνῇ καὶ βαδίσματι· ὁ μὲν | |
14.1h | ὡς ἥδιστος ἰδεῖν ὤν, ὁ δὲ ὡς ἀληθέστατος· καὶ ὁ μὲν σεσηρώς, ὀρέγων δεξιάν, παρακαλείτω τὸν ἄνδρα ἕπε‐ σθαι αὐτῷ, ἐπαινῶν, καὶ κυλινδαίνων, καὶ ἀντιβολῶν, καὶ δεόμενος, καὶ διηγούμενος ἐκτόπους τινὰς ἡδονάς, | |
14.1i | εἰ λαβὼν αὐτὸν ἄξει, λειμῶνας ἀνθοῦντας, καὶ ποτα‐ μοὺς ῥέοντας, καὶ ὄρνιθας ᾄδοντας, καὶ αὔρας προση‐ νεῖς, καὶ δένδρα ἀμφιλαφῆ, καὶ λείας ὁδούς, καὶ δρό‐ μους εὐπετεῖς, καὶ κήπους εὐθαλεῖς, ‘ὄγχνας ἐπ’ ὄγχναις, | 171 |
5 | καὶ μῆλα ἐπὶ μήλοις, καὶ σταφυλὴν σταφυλῇ ἐπιφυο‐ | |
14.1k | μένην·‘ ὁ δὲ ἕτερος τῶν ἡγεμόνων λέγει μὲν ὀλίγα, τὰ δὲ ἀληθῆ αὐτά, ὅτι πολλὴ μὲν τῆς ὁδοῦ ἡ τραχεῖα, ὀλίγη δὲ εὐπετής, καὶ χρὴ τὸν ἀγαθὸν ὁδοιπόρον ἥκειν παρεσκευασμένον, ἵνα δεῖ πόνου, μοχθήσοντα, τὴν δὲ | |
5 | ῥᾳστώνην ἐκ περιουσίας ληψόμενον. | |
14.2a | Ταῦτά τοι λεγόντων ποτέρῳ πείσεται; καὶ ποίαν | |
14.2b | ἄπεισιν; Ἀποκρινώμεθα τῷ ποιητῇ τοῦ μύθου, ὅτι εἰ μὲν Ἀσσύριός τις οὗτος εἴη κακοδαίμων ἀνήρ, ἢ Φοῖνιξ Στράτων, ἢ Νικοκλῆς ὁ Κύπριος, ἢ ὁ Συβαρίτης ἐκεῖνος, τὸν μὲν καὶ μισήσει τῶν ἡγεμόνων, καὶ ἡγή‐ | |
5 | σεταί τινα εἶναι ἄξεινον καὶ ἀηδῆ καὶ ἄμουσον, τὸν δὲ ἕτερον χαρίεντα καὶ προσηνῆ καὶ φιλάνθρωπον | 172 |
14.2c | δεινῶς. Ἀγέτω δὴ λαβὼν τὸν ἄνδρα τοῦτον ὁ καλὸς ἡγεμών· οὐκοῦν ἄξει τελευτῶν ἢ ἐπὶ πῦρ, ὡς τὸν Ἀσσύριον· ἢ ἐπὶ πενίαν, ὡς τὸν Φοίνικα· ἢ ἐπὶ δεσμά, ὡς τὸν Κύπριον, καὶ ἐπί τι ἄλλο διὰ ψευδοῦς ἡδονῆς | |
14.2d | ἀληθὲς κακόν. Εἰ δὲ εἴη ἀνὴρ κατὰ τὸν Ἡρακλέα, αἱρήσεται τὸν ἀληθῆ τῶν ἡγεμόνων, τὸν φίλον, ὥσπερ ἐκεῖνος τὴν Ἀρετήν. | |
14.3a | Καὶ ὁ μὲν μῦθος ὡδὶ τελευτᾷ· μεταλαβὼν δὲ ὁ λόγος πρὸς αὑτὸν σκοπείτω ἄν, τίσι διακρίναι τὸν κόλακα τοῦ φίλου. Τὸν μὲν γὰρ χρυσὸν βασανίζει λίθος, προστριβόμενον αὐτῇ· φιλίας δὲ δὴ καὶ κολα‐ | |
14.3b | κείας τίς ἔσται βάσανος; ἆρα τὸ ἐξ ἑκατέρου τέλος; ἀλλ’ εἰ ἀναμενοῦμεν τὸ τέλος, ἄλλη βλάβη φθήσεται τὴν γνῶσιν· δεῖ δὲ κρῖναι, πρὶν ἄρξασθαι χρῆσθαι· ἐὰν δὲ ὑστερῇ τῆς χρήσεως ἡ κρίσις, ὁ χρήσασθαι | |
5 | φθάσας καὶ μεταγνοὺς εἰς οὐδὲν δέον τὴν κρίσιν | |
14.3c | κατατίθεται. Βούλει τοίνυν ἡδονῇ καὶ λύπῃ κρινοῦμεν | 173 |
14.3d | τὸν φίλον καὶ τὸν κόλακα; Καὶ μὴν καὶ ὁ κόλαξ ὑπερ‐ βολὴν λαβὼν ἀνιαρότατον καὶ ἐπαχθέστατον, καὶ ὁ | |
14.3e | φίλος ἥδιστον εὐτυχίαν προσλαβών. ‘Μήποτε οὖν βλάβῃ | |
14.3f | καὶ ὠφελείᾳ τοὺς ἄνδρας κριτέον.‘ Ἀμφισβητήσιμον | |
14.3g | καὶ τοῦτο λέγεις. Ὁ μὲν γὰρ κόλαξ, κἂν βλάψῃ, ἢ εἰς χρήματα ἐζημίωσεν, ἢ εἰς ἡδονὴν ἐξέχεεν· ὧν τὸ μὲν εἰς χρήματα κουφότατον, τὸ δὲ εἰς ἡδονὴν τερπνότατον· διὰ δὲ φιλίας πολλοὶ ἤδη καὶ φυγῆς ἐκοινώνησαν, καὶ | |
5 | ἀτιμίας συναπέλαυσαν, καὶ θανάτῳ περιέπεσον. | |
14.4a | Τῷ οὖν διακρινοῦμεν τὸν κόλακα τοῦ φίλου; μήτε τῷ τέλει, μήτε ἡδονῇ, μήτε βλάβῃ· φέρε χωρὶς ἑκά‐ | |
14.4b | τερον θεασώμεθα. Ἆρά γε ὁ πρὸς ἡδονὴν ὁμιλῶν φίλος; καὶ πάνυ εἰκός· καὶ μὴν εἰ ἐχθρὸς ὁ λύπης παρασκευαστικός, φίλος ἂν εἴη ὁ ἡδονῆς παρασκευα‐ | |
14.4c | στικώτατος. Τὸ δὲ οὐχ οὕτως ἔχει· καὶ γὰρ ἰατρῶν ὁ φιλάνθρωπος λυπηρότατος, καὶ στρατηγῶν ὁ ἀκρι‐ βέστατος, καὶ κυβερνητῶν ὁ ἀσφαλέστατος. Φιλοῦσιν δέ που καὶ παῖδας πατέρες, καὶ διδάσκαλοι μαθητάς· καὶ | |
5 | τί ἂν εἴη ἀνιαρότερον, ἢ παιδὶ πατήρ, καὶ μαθητῇ διδά‐ σκαλος; ἐπεὶ καὶ Ὀδυσσεὺς ἐφίλει δή που τοὺς ἑαυτοῦ | |
ἑταίρους, ὡς πολλὰ καὶ δεινὰ ἀνέτλη ἀρνύμενος ἥν τε ψυχήν, καὶ νόστον ἑταίρων· | 174 | |
14.4d | ἀλλ’ ἐντυχὼν ἀνδρῶν γένει ἀκολάστῳ καὶ φιληδόνῳ, οἳ διῆγον, καθάπερ τὰ θρέμματα, λωτὸν ἐρεπτόμενοι ... μελιηδέα, (οὕτω γάρ που τὴν ἡδονὴν ὀνομάζει Ὅμηρος), ἀν‐ | |
5 | αμιχθέντας αὐτῷ τοὺς ἑταίρους τῇ τούτων τρυφῇ, καὶ γευσαμένους τῆς ἀτοπίας τοῦ λωτοῦ, ἄκοντας καὶ δα‐ | |
14.4e | κρύοντας λαβὼν ἐπὶ ναῦν ἄγει. Ἀλλ’ οὐχ ὁ Εὐρύ‐ μαχος τοῖς μνηστῆρσι τοιοῦτος, ἀλλὰ τοῦ ἑτέρου γένους τοῦ κολακευτικοῦ, οἵου σιάλους σῦς ἢ αἶγας εὐτραφεῖς συγκατακόπτειν αὐτοῖς, καὶ τοῦ οἴνου ἅδην συνεκρο‐ | |
5 | φεῖν, καὶ συγκυλινδεῖσθαι ἐᾶν τῆς νυκτὸς θεραπαινι‐ δίοις, καὶ κείρειν οἶκον ἀνδρὸς βασιλέως, καὶ διεπι‐ βουλεύειν τῷ γάμῳ. | |
14.5a | Βούλει δὴ συνελὼν τὸν μὲν κόλακα κατὰ τὴν μοχθηρίαν τάξαι, τὸν δὲ φίλον κατὰ τὴν ἀρετήν, λύ‐ πην δὲ καὶ ἡδονὴν χαίρειν ἐᾶν; οὔτε γὰρ τὸ φιλεῖν ἡδονῆς ἀτυχές, οὔτε τὸ κολακεύειν λύπης ἄμοιρον, | |
5 | ἀλλ’ ἑκάτερον ἐν ἑκατέρῳ φύρεται, καὶ ἡδονὴ ἐν φιλίᾳ, | |
καὶ λύπη ἐν κολακείαις· ἐπεὶ καὶ αἱ μητέρες καὶ αἱ τιτθαὶ φιλοῦσιν τὰ βρέφη, καὶ πρὸς ἡδονὴν αὐτὰ θεραπεύουσιν, καὶ οὐκ ἀφαιρήσεις αὐτῶν τὸ φιλεῖν διὰ | 175 | |
14.5b | τὴν ἡδονήν. Ὁ Ἀγαμέμνων τῷ Μενελάῳ παραινεῖ, πάντας κυδαίνειν, μηδὲ μεγαλίζεο θυμῷ· | |
14.5c | ἤ, οἴει, κολακείαν αὑτῷ ὑποτίθεται; Ὁ Ὀδυσσεύς, ἐκ‐ νηξάμενος τῆς θαλάττης εἰς τὴν Φαιάκων γῆν, γυμ‐ νὸς διαναστὰς ἐκ τῆς εὐνῆς, ἐντυχὼν παιζούσαις κό‐ ραις, τὴν βασιλίδα γνωρίσας, Ἀρτέμιδι εἰκάζει αὐτήν, | |
5 | καὶ αὖθις φυτῷ καλῷ· καὶ οὐδεὶς ἂν διὰ ταῦτα κόλακα | |
14.5d | εἴποι τὸν Ὀδυσσέα· προθέσει γὰρ καὶ χρείᾳ καὶ δια‐ θέσει ψυχῆς ὁ κόλαξ διακρίνεται τοῦ φίλου. Καὶ γὰρ ὁ ἀριστεὺς ὅπλοις χρῆται, καὶ ὁ μισθοφόρος, καὶ οὐ‐ δεὶς αὐτῶν εἰκάζει τὰ ἔργα κατὰ τὴν χειρουργίαν, ἀλλὰ | |
14.5e | χωρίζει τὴν ἑκατέρου χρείαν κατὰ τὴν πρόθεσιν· ὁ μὲν γὰρ διασωστικὸς διὰ τὴν φιλίαν· ὁ δὲ μισθαρνι‐ κὸς τῶν βουλομένων· καὶ ὁ μὲν αὐθαίρετος, ὁ δὲ ὤνιος· καὶ ὁ μὲν τοῖς ἐνσπόνδοις πιστός, ὁ δὲ καὶ | |
5 | τοῖς φίλοις ἄπιστος. | |
14.6a | Ταύτῃ νόμιζε καὶ τὸν κόλακα διαφέρειν τοῦ φίλου, καὶ συμπίπτειν μὲν ἑκάτερον ἑκατέρῳ πολλάκις εἰς τὰς | |
αὐτὰς πράξεις καὶ τὰς ὁμιλίας, διαφέρειν δὲ ἑκάτερον ἑκατέρου τῇ χρείᾳ καὶ τῷ τέλει, καὶ τῇ διαθέσει τῆς | 176 | |
14.6b | ψυχῆς. Ὁ μὲν γὰρ φίλος τὸ φαινόμενον αὐτῷ ἀγαθὸν εἰς κοινὸν καταθέμενος τῷ φίλῳ, ἐάν τε λυπηρὸν τοῦτο ᾖ, ἐάν τε ἡδύ, συναπολαύει αὐτῷ ἐκ τῆς ἴσης· ὁ δὲ κόλαξ ἐπακολουθῶν τῇ αὑτοῦ ὀρέξει οἰκονομεῖ τὴν | |
14.6c | ὁμιλίαν πρὸς τὸ ἴδιον πλεονέκτημα· καὶ ὁ μὲν φίλος ὀρέγεται τοῦ ἴσου, ὁ δὲ κόλαξ τοῦ ἰδίου· καὶ ὁ μὲν ἰσοτιμίας κατὰ τὴν ἀρετήν, ὁ δὲ πλεονεξίας κατὰ τὴν ἡδονήν· καὶ ὁ μὲν ἰσηγορίας κατὰ τὴν ὁμιλίαν, ὁ δὲ | |
5 | ταπεινότητος κατὰ τὴν θεραπείαν· ὁ μὲν ἀληθείας ἐν τῇ κοινωνίᾳ, ὁ δὲ ἀπάτης· καὶ ὁ μὲν ὠφελείας τῆς εἰς τὸ μέλλον, ὁ δὲ χάριτος τῆς ἐν τῷ παρόντι· ὁ μὲν δεῖται μνήμης ὧν ἔπραξεν, ὁ δὲ λήθης ὧν ἐπανούργη‐ σεν· ὁ μὲν ὡς κοινῶν κήδεται, ὁ δὲ ὡς ἀλλότρια λυ‐ | |
10 | μαίνεται· ὁ μὲν φίλος καὶ εὐτυχίας κοινωνὸς κουφό‐ τατος, καὶ συμφορῶν κοινωνὸς ἰσότατος· ὁ δὲ κόλαξ εὐτυχίας μὲν κοινωνὸς ἀπληστότατος· ἐν δὲ ταῖς συμ‐ | |
14.6d | φοραῖς ἀμικτότατος. Φιλία μὲν ἐπαινετόν, κολακεία δὲ ἐπονείδιστον· φιλία γὰρ ἑκατέρου πρὸς ἑκάτερον ἴσην ἔχει τὴν ἀντίδοσιν, ἡ δὲ κολακεία χωλεύει· ὁ γάρ του ἐνδεὴς θεραπεύων τὸν ἔχοντα κατὰ τὴν χρείαν, | |
5 | καθόσον οὐκ ἀντιθεραπεύεται, ἐλέγχει τὸ ἄνισον. Ὁ | |
φίλος λανθάνων δυστυχεῖ, ὁ κόλαξ μὴ λανθάνων. | 177 | |
14.6e | Φιλία βασανιζομένη κρατύνεται, κολακεία ἐλεγχομένη θραύεται· φιλία χρόνῳ αὔξεται, κολακεία χρόνῳ ἐλέγ‐ χεται· φιλία χρείας ἀδεής, κολακεία χρείας ἐνδεής. | |
14.6f | Εἰ δέ ἐστιν καὶ ἀνθρώποις πρὸς θεοὺς ἐπιμιξία, ὁ μὲν εὐσεβὴς φίλος θεῷ, ὁ δὲ δεισιδαίμων κόλαξ θεοῦ· καὶ μακάριος εὐσεβὴς φίλος θεοῦ, δυστυχὴς δὲ ὁ δεισι‐ δαίμων. | |
14.7a | Ὅνπερ οὖν τρόπον ὁ μὲν θαρσῶν τῇ ἀρετῇ πρόσ‐ εισιν τοῖς θεοῖς ἄνευ δέους, ὁ δὲ ταπεινὸς διὰ μοχθη‐ ρίαν μετὰ πολλοῦ δέους, δύσελπις, καὶ δεδιὼς τοὺς θεούς, ὥσπερ τοὺς τυράννους, τοῦτον, οἶμαι, τὸν τρό‐ | |
5 | πον καὶ πρὸς ἀνθρώπους εὔελπις μὲν καὶ θαρσαλέον | |
14.7b | ἡ φιλία, δύσελπις δὲ καὶ ἐπτηχὸς ἡ κολακεία. Τυ‐ ράννῳ οὐδεὶς φίλος, βασιλεῖ δὲ οὐδεὶς κόλαξ· βασι‐ | |
14.7c | λεία δὲ τυραννίδος θειότερον. Εἰ δέ ἐστιν ἡ φιλία | |
ἰσότης τρόπου, τὸ δὲ μοχθηρὸν οὔτε αὐτὸ αὑτῷ οὔτε τῷ χρηστῷ ἴσον, ὁ μὲν ἀγαθὸς τῷ ἀγαθῷ φίλος, ἴσος γάρ· ὁ δὲ κόλαξ τοῦ μὲν ἀγαθοῦ πῶς ἂν εἴη κόλαξ; | 178 | |
5 | οὐ γὰρ ἂν λάθοι· τοῦ δὲ μοχθηροῦ κόλαξ ὤν, εἰ μὲν εἴη ἴσος ἐκείνῳ, οὐκ ἂν εἴη κόλαξ· οὐ γὰρ ἀνέχεται κολακεία ἰσηγορίας· εἰ δὲ οὐκ εἴη ἴσος, οὐκ ἂν εἴη | |
14.7d | φίλος. Ἀλλὰ καὶ τῶν πολιτειῶν ἡ μὲν ἀριστοκρατία φιλίας μεστή, δημοκρατία δὲ κολακείας ἀνάπλεως· | |
14.7e | κρείττων δὲ ἀριστοκρατία δημοκρατίας. Οὐδεὶς ἐν Λακεδαίμονι Κλέων ἦν, οὐδὲ Ὑπέρβολος, κόλακες πο‐ | |
14.7f | νηροὶ τρυφῶντος δήμου. Ἀλλὰ Καλλίαν μὲν ἐν Διο‐ νυσίοις ἐκωμῴδει Εὔπολις, ἰδιώτην ἄνδρα ἐν συμπο‐ σίοις κολακευόμενον, ὅπου τῆς κολακείας τὸ ἆθλον ἦν κύλικες καὶ ἑταῖραι καὶ ἄλλαι ταπειναὶ καὶ ἀνδραπο‐ | |
14.7g | δώδεις ἡδοναί· τὸν δὲ δῆμον αὐτόν, τὸν τῆς Εὐπό‐ λιδος στωμυλίας θεατήν, ποῦ τὶς ἐλθὼν κωμῳδήσει; | |
14.7h | ἐν ποίῳ θεάτρῳ; ποίοις Διονυσίοις; καὶ τοὺς πολλοὺς ἐκείνους κόλακας, οἷς τὰ ἆθλα ἦν οὐ ταπεινά, οὐδὲ μέχρι γαστρὸς καὶ ἀφροδισίων ἥκοντα, ἀλλὰ αἱ τῆς | |
14.7i | Ἑλλάδος συμφοραί; Εἰ δὲ ἤθελον Ἀθηναῖοι, παρωσά‐ μενοι τοὺς κόλακας, πείθεσθαι Περικλεῖ καὶ Νικίᾳ, | |
εἶχον ἂν δημαγωγοὺς ἀντὶ κολάκων φίλους. | 179 | |
14.8a | Ἂν δὲ ἐπὶ τὰς μοναρχίας ἔλθῃς, κολακεύει καὶ Ξέρξην Μαρδόνιος, βάρβαρος βάρβαρον, ἀνόητος ἀνό‐ | |
14.8b | ητον, δειλὸς οἰκέτης δεσπότην τρυφῶντα· τὰ δὲ τῆς κολακείας τέλη, ἀνίσταται ἡ Ἀσία, μαστιγοῦται ἡ θά‐ λαττα, Ἑλλήσποντος ζεύγνυται, Ἄθως ὀρύττεται· τέλος δὲ τῆς σπουδῆς ἧττα, καὶ φυγή, καὶ θάνατος αὐτοῦ | |
14.8c | κόλακος. Κολακεύουσιν καὶ Ἀλέξανδρον Μακεδόνες· τῆς δὲ κολακείας τὰ ἔργα ἀναξυρίδες Περσικαί, καὶ προσκυνήσεις βαρβαρικαί, καὶ λήθη τοῦ Ἡρακλέως, | |
14.8d | καὶ τοῦ Φιλίππου, καὶ τῆς Ἀργεάδων ἑστίας. Τὰς δὲ τυραννίδας τί χρὴ λέγειν; ὅπου γὰρ δέος καὶ ἐξουσία δεσποτικὸν τὸ ἀρχόμενον ἄγχει, ἀνάγκη δεῦρο κολα‐ | |
14.8e | κείαν μὲν ἀνθεῖν, φιλίαν δὲ κατορωρύχθαι. Ἔστιν καὶ ἐν ἐπιτηδεύμασιν καὶ τέχναις κολακείας ἰδεῖν, ὁμοίους μὲν ταῖς τέχναις κατὰ τὸ σχῆμα, ἀνομοίους | |
14.8f | δὲ κατὰ τὰ ἔργα. Ἐκολάκευσεν ἀνθρώπους καὶ μου‐ | |
σικὴ νόθος, ὅτε Δωριεῖς τὴν πάτριον ἐκείνην καὶ ὄρειον μουσικὴν καταλιπόντες (ἦσαν ἐπ’ ἀγέλαις καὶ ποίμναις ἦχοι), Ἰωνικῶν αὐλημάτων καὶ ὀρχημάτων ἐρασταὶ γενό‐ | 180 | |
14.8g | μενοι, ἐνόθευσαν ὁμοῦ τῇ μουσικῇ καὶ τὴν ἀρετήν. Ἐκο‐ λάκευσεν ἀνθρώπους καὶ ἰατρικὴ νόθος, ὅτε τὴν Ἀσκλη‐ πιοῦ καὶ τὴν Ἀσκληπιαδῶν ἴασιν καταλιπόντες οὐδὲν διαφέρουσαν ἀπέφηναν τὴν τέχνην ὀψοποιϊκῆς, πονη‐ | |
14.8h | ρὰν κόλακα πονηρῶν σωμάτων. Κολακεύει καὶ συκο‐ φάντης ῥήτορα, λόγον λόγῳ ἐπανιστάς, καὶ ἐπιτειχίζων | |
14.8i | τὸ ἄδικον τῷ δικαίῳ, καὶ τὸ αἰσχρὸν τῷ καλῷ. Κολα‐ κεύει καὶ σοφιστὴς φιλόσοφον· οὗτος μὲν κολάκων | |
ἀκριβέστατος. | 181 | |
15.1a(1t) | Τίς ἀμείνων βίος, ὁ πρακτικὸς ἢ ὁ θεωρη‐ | |
2t | τικός; ὅτι ὁ πρακτικός. | |
1 | Χαλεπὸν εὑρεῖν ἀκριβῆ βίον, ὥσπερ ἄνδρα· ἀλλὰ παντὶ ἀνακέκραται ἔνδειά τις πρὸς τὸ ἄκρως καλόν, καὶ πλεονεκτεῖ ἕτερος ἑτέρου, ὅτῳ ἂν ἐλάττω τὰ ἐν‐ | |
15.1b | δέοντα ᾖ. Καὶ ἴδοις ἂν τὸν μὲν γεωργικὸν μακαρί‐ ζοντα τοὺς ἀστικούς, ὡς συνόντας βίῳ χαρίεντι καὶ ἀνθηρῷ· τοὺς δὲ ἀπὸ τῶν ἐκκλησιῶν καὶ τῶν δικα‐ στηρίων, καὶ τοὺς πάνυ ἐν αὐτοῖς εὐδοκίμους, ὀδυρο‐ | |
5 | μένους τὰ αὑτῶν, καὶ εὐχομένους ἐπὶ σκαπάνῃ βιῶναι | |
15.1c | καὶ γηδίῳ σμικρῷ. Ἀκούσῃ δὲ τοῦ μὲν στρατιωτικοῦ τὸν εἰρηνικὸν εὐδαιμονίζοντος, τοῦ δὲ ἐν εἰρήνῃ τὸν | |
15.1d | στρατιωτικὸν τεθηπότος. Καὶ τὶς θεῶν, ὥσπερ ἐν δράματι ὑποκριτάς, ἀποδύσας ἕκαστον τοῦ παρόντος βίου καὶ σχήματος μεταμφιέσει τὰ τοῦ πλησίον· αὖθις αὖ οἱ αὐτοὶ ἐκεῖνοι ποθήσουσι μὲν τὰ πρότερα, ὀδυ‐ | 182 |
15.1e | ροῦνται δὲ τὰ παρόντα. Οὕτω δυσάρεστόν τι ἐστὶν ὁ ἄνθρωπος κομιδῇ, καὶ φιλαίτιον, καὶ δεινῶς δύσ‐ κολον· καὶ οὐδὲν τὰ αὑτοῦ ἀσπάζεται. | |
15.2a | Καὶ τὰς μὲν τῶν πολλῶν ὀρέξεις τὲ καὶ δυσαρε‐ στήσεις τί χρὴ σκοπεῖν; οὐ μᾶλλον ἢ τὰς τῶν θρεμ‐ | |
15.2b | μάτων· τοὺς δὲ ἐν φιλοσοφίᾳ καὶ πάνυ ἄν τις ἢ μέμ‐ ψαιτο, ἢ οἰκτείραι· οἳ κομῶντες ἐπὶ φρονήσει, καὶ τέχνῃ βίου, καὶ ἐπιστήμῃ λόγου, οὔπω γε νῦν παύονται στασιάζοντες πρὸς αὑτοὺς καὶ πρὸς ἄλλους, | |
5 | καὶ ἀμφισβητοῦντες ποίῳ σχήματι βίου φέροντες αὐ‐ | |
15.2c | τοὺς ἐγχειροῦσιν· ἀλλὰ ἀτεχνῶς ἐοίκασιν κυβερνήταις παρεσκευασμένοις μὲν πρὸς πλοῦν, καλῷ μεγέθει ὁλ‐ κάδος, καὶ κατασκευῇ ὑγιεῖ, καὶ πλήθει ὀργάνων, καὶ ὑπηρεσίας ἀκριβείᾳ, καὶ τέχνης ἀσφαλείᾳ, καὶ ἕρματος | |
15.2d | συμμετρίᾳ, ἐν δὲ τῇ τοῦ πλοῦ χρείᾳ πλανωμένοις, καὶ ἀποροῦσιν πῇ τράπωνται, πολλῶν μὲν ὑποφαινομένων | 183 |
15.2e | λιμένων, πάντων δὲ ἀπιστουμένων. Τοὺς μὲν ἄλλους ἐῶμεν χαίρειν αὐτοῖς βίοις, τὸν μὲν ἐν ἡδονῇ τηκό‐ μενον, τὸν δ’ ἐν γῇ πονούμενον, τὸν δὲ ἐν θαλάττῃ πλανώμενον, τὸν δὲ ἐν ὅπλοις μισθοφοροῦντα, τὸν δὲ | |
5 | ἐν ἐκκλησίαις βοῶντα, τὸν δὲ ἐν δικαστηρίοις φυρό‐ | |
15.2f | μενον· ὥσπερ δὲ ἐν ἀγῶνι σωμάτων οἱ μὲν ἀσθενεῖς καὶ παρὰ τὸ εἰκὸς ἐπιτολμήσαντες τῇ τοῦ νικᾶν ἐλπίδι τάχυ ἀπεῖπον, οἱ δὲ ἐφάμιλλοι ἀρετῇ μένουσιν καὶ καρτεροῦσιν καὶ διαγωνίζονται περὶ τῆς νίκης· οὕτω | |
5 | κἀν τῇ τῶν βίων ἀγωνίᾳ οἱ μὲν ἄλλοι ἡμῖν ἐκκηρυχ‐ θέντες τὲ καὶ ἀπαγορεύσαντες οἰχέσθωσαν· οἱ δὲ θεω‐ ρητικοῖς ἐφαμίλλω ὄντε καὶ ἀμφισβητησίμω δεῦρο ἰόν‐ | |
15.2g | των ἀγωνιουμένω τὰ νῦν τῷ λόγῳ. Πότερος τοίνυν πρότερος ἡμῖν τοῖς δικασταῖς τὰ αὑτοῦ δίεισιν; ἐγὼ μὲν οἶμαι, ὅτι ὁ πρακτικός· θαρσαλέος γάρ, καὶ ἰτητι‐ κώτερος, καὶ ἐθὰς ὁμιλεῖν τοῖς πολλοῖς· λέγοι δὲ ὧδε. | |
15.3a | Εἴ τις ἡμᾶς παριόντας εἰς τὸν βίον ὥσπερ ἄρχων πόλεως ἢ οἰκιστής, οὐκ εἴα βαδίζειν εἴσω πυλῶν, πρὶν | |
πυθέσθαι τὸ ἑκάστῳ ἔργον, καὶ τίνα ἕκαστος ἥκει χρείαν εἰς κοινὸν φέρων τῇ πόλει, οἶμαι ἂν εἰπεῖν | 184 | |
5 | τὸν μὲν οἰκοδόμον, ὅτι λίθους ἐν τάξει διὰ τέχνης ἁρμόσας, πρός τε χειμῶνα καὶ θάλπος ἀποχρῶντα μη‐ | |
15.3b | χανήσεται τοῖς οἰκοῦσιν ἐρύματα· τὸν δὲ ὑφάντην, ὅτι μίτοις καὶ στημονίοις σὺν ὕφει ἐσθήματα ἐργασά‐ μενος, σκέπην ὁμοῦ ποριεῖ καὶ εὐσχημοσύνην τοῖς σώ‐ | |
15.3c | μασιν· τέκτων δὲ ἄροτρον φήσει, ἢ σκίμποδα, ἤ τι | |
15.3d | ἄλλο τῶν ὅσα ἡ τέχνη παρέχει, ξυνεισφέρειν· καὶ ὁ χαλκεύς, ὅσα χαλκοῦ ἢ σιδήρου δεῖσθαι πολεμιστήριά | |
15.3e | τε καὶ εἰρηναῖα τῆς τέχνης ἔργα. Καὶ ὅσα πρὸς ἡδο‐ νὴν δημιουργεῖται, καὶ ταῦτα ὡς τὸ εἰκὸς εἰσδέξεται· γραφέας μὲν καὶ δημιουργοὺς ἀγαλμάτων, ἐπὶ εὐφρο‐ σύνῃ ὀφθαλμῶν· μυροπώλας δὲ καὶ ὀψοποιούς, χυμῶν | |
5 | καὶ ὀδμῶν δημιουργοὺς γενναίους· καὶ ὅσαι δι’ αὐλη‐ μάτων, ἢ δι’ ᾠδῆς, ἢ ψαλμάτων, ἢ χορῶν τὸ τερπνὸν | |
15.3f | μηχανῶνται τῇ ἀκοῇ. Ἤδη δέ τις καὶ ἐπὶ γελοίου χρείᾳ παρελεύσεται, καὶ ἄλλος ἐπὶ θαυμάτων, καὶ ἄλλος λόγων. Ὁμήρῳ δὲ καὶ τὸ τοῦ Νιρέως κάλλος | |
15.3g | ὥραν ἔσχεν καὶ ταῦτα ἐν στρατοπέδῳ. Ἀσύμβολος δέ, ὡς ἔπος εἰπεῖν, παρέρχεται οὐδεὶς εἰς τὸν βίον· ἀλλ’ ὁ μὲν χρείαν τινὰ παρεχόμενος, ὁ δὲ τέχνην, ὁ δὲ | |
ἡδονήν. | 185 | |
15.4a | Εἶεν. Εἰς τί τούτων τὸ τοῦ φιλοσόφου ἔργον καταστησόμεθα; ὅτι μὲν γὰρ οὐκ ἀχρεῖος ἡμῖν οὐδὲ κηφὴν παρέρχεται, ἄνθρωπος δὲ ὢν ξύννομος καὶ | |
15.4b | συνεργάτης κοινοῦ νόμου, παντὶ δῆλον. Τί δέ ἐστίν ποτ’ αὐτὸ τὸ τῆς κοινωνίας συμβόλαιον, καὶ ποῦ τάτ‐ τωμεν τὸν ἄνδρα; εἰς τοὺς δημιουργούς, ὡς τὸν Τυχεῖον; εἰς τοὺς ὀψοποιούς, ὡς Μίθαικον; εἰς τοὺς | |
5 | εὐφραίνοντας, ὡς Φρυνίωνα; εἰς τοὺς γελωτοποιούς, | |
15.4c | ὡς Φίλιππον; εἰς τοὺς δημαγωγούς, ὡς Κλέωνα; ἢ ἄφιλος καὶ ἀνέστιος ἡμῖν ἀνὴρ πλανήσεται; ἀλλ’ ἔστιν μέν τι αὐτοῦ ἔργον· ὅ,τι δέ ἐστιν τοῦτο, οὐκ ἴσμεν. | |
15.4d | ‘Ἡσυχίαν ἄγω, φησίν, καὶ ἀνασκοπῶ πρὸς ἐμαυτὸν τὰ | |
15.4e | ὄντα, καὶ ἀληθείας ἐμπίμπλαμαι.‘ Μακάριος τῆς πολ‐ λῆς σχολῆς· σύ μοι δοκεῖς καὶ νεὼς ἐπιβὰς μὴ ὅτι κυ‐ βερνήτης γενέσθαι, ἀλλ’ οὐδὲ ἐρέτης, οὐδέ τις τῶν | |
διαθεόντων καὶ ξυνεπιλαμβανόντων τῇ σωτηρίᾳ τῆς | 186 | |
5 | νεώς, ἀλλ’ οὐδὲ ἐπιβάτης εὐκίνητος, οἷος ἢ καλωδίου ἐπιλαβέσθαι, ἢ προσάψασθαι κώπης ἐν γαλήνῃ· ἀλλά τις τῶν εἰκῇ κειμένων καὶ φερομένων, αὐτὸ τοῦτο, | |
15.4f | ἄχθος νεώς. Ἢ οἴει ἧττόν τι δεῖσθαι πόλιν τῶν ξυλλη‐ ψομένων αὐτῇ πρὸς τὴν σωτηρίαν ἢ ναῦν ἐν θαλάττῃ; | |
15.4g | καὶ πολύ γε οἶμαι μᾶλλον ἐν γῇ· εἰ μὲν γὰρ 〈πλέομεν,〉 ὀλίγον τὸ ἐνεργόν, ὁ δὲ φόρτος πολύς· πόλις δέ ἐστιν πρᾶγμα ἀνακεκραμένον πάντων ξυνεργατῶν. Καθάπερ καὶ ἡ τοῦ σώματος χρεία, πολυμερής τε οὖσα καὶ πο‐ | |
5 | λυδεής, σώζεται τῇ συντελείᾳ τῶν μερῶν πρὸς τὴν ὑπηρεσίαν τοῦ ὅλου· φέρουσιν πόδες, ἐργάζονται χεῖ‐ ρες, ὁρῶσιν ὀφθαλμοί, ἀκούουσιν ἀκοαί, καὶ τἄλλα, ἵνα μὴ διατρίβω λέγων. | |
15.5a | Εἰ δὲ θελήσαι λογοποιὸς Φρὺξ μῦθον πλάττειν, ὅτι ἄρα δυσχεράνας ὁ ποῦς τῷ ἄλλῳ σώματι καὶ ἀπ‐ αγορεύσας πρὸς τὸν κάματον, φέρων καὶ αἰωρῶν μετ‐ έωρον τοσοῦτον ἄχθος, σχολὴν ἄγειν καὶ ἡσυχίαν | |
5 | ἐπανείλετο· ἢ αὖ τῷ γομφίῳ, ὡς ἀλοῦντι καὶ ἐργαζο‐ μένῳ τροφὴν τοσούτῳ ὄχλῳ ἀργῶν· κᾆτα ἔροιντο, ἀπειπαμένων τὸ ἔργον τὸ αὑτῶν σκοπεῖν, εἰ ταῦτα ἅμα γίγνοιτο· ἄλλό τι ἢ φθαρήσεται ὁ ἄνθρωπος ἐν | 187 |
15.5b | τῷ μύθῳ; Τοιοῦτο ἀμέλει ἐστὶν τὸ περὶ τὴν κοινωνίαν τὴν πολιτικὴν γιγνόμενον· εἰ γὰρ ἐθελήσαι ἕκαστος ὄκνῳ τοῦ πωλεῖν ἀφέμενος τοῦ παράγειν ἐπαναχωρεῖν ἐκ τῆς κοινωνίας πρὸς τὴν αὑτοῦ σχολήν, τί κωλύει | |
15.5c | διαλυθῆναι τὸ πᾶν καὶ φθαρῆναι; Ἢ τὰ μὲν ἰσχυρὰ τῶν οἰκοδομημάτων τῇ πρὸς ἄλληλα ξυννεύσει τῶν ἐν αὐτοῖς λίθων ξυνδέδεται καὶ ἕστηκεν καὶ μένει, εἰ δὲ ἐξέλοις ὅ,τι οὖν τῆς ἁρμονίας, διαλύσεις τὸ πᾶν· | |
5 | τὸν δὲ ξύμπαντα βίον οὐχ ἡγεῖ τὴν σωτηρίαν ἔχειν ἐκ τῆς πρὸς ἑαυτὰ ξυννεύσεως τῶν ἐν αὐτῷ μερῶν; | |
15.5d | Καὶ τῶν μὲν ἄλλων τοῦ πράττειν ἐξισταμένων οὐδεὶς λόγος· οὐδὲ γὰρ ὁ Θερσίτης λιποτακτῶν ἐλύπησεν ἂν τὸ Ἑλληνικόν· ὁ δὲ Ἀχιλλεὺς ὁ μηνίσας καὶ ἐπὶ σκη‐ νῆς ἀναπαυόμενος, καὶ δοὺς αὑτὸν σχολῇ καὶ κιθάρᾳ | |
5 | καὶ τῇ ᾠδῇ, ἀνέπλησεν τὸ στρατόπεδον πολλῶν κακῶν· οὗ γὰρ παρόντος ὠφελεῖσθαι ὑπάρχει, ἀπόντος τούτου | |
15.5e | βλάπτεσθαι ἀνάγκη. Καὶ τὸ νῦν ὁ θεωρίαν καὶ ἀλή‐ θειαν καὶ σχολὴν ἀσπαζόμενος τίς ἂν εἴη ἄλλος, ἢ ὁ | 188 |
15.5f | φρόνιμος καὶ νοῦν ἔχων; Ἀλλὰ τί οὖν· ὁ μὴ κυβερ‐ νητικώτατος ἐξίσταται τῆς αὑτοῦ ἕδρας τοῖς ἀτεχνο‐ τάτοις, καὶ ὁ στρατηγὸς ἐξίσταται τῆς ἀρχῆς τοῖς ἀν‐ | |
15.5g | αρχοτάτοις; Τί δὲ καὶ τὴν ἀρχὴν σεμνὸν τὸ τἀληθῆ εἰδέναι, καὶ τεταμιεῦσθαι ἐν τῇ ψυχῇ θησαυρὸν ἄγο‐ νον καὶ ἀργὸν καὶ ἄκαρπον, μηδὲν αὐτῆς ὀνίνασθαι | |
15.5h | μέλλοντα μηδὲ ὠφελήσειν ἑτέρους; πλὴν εἰ μὴ καὶ ἀκοὴ καλόν, ἵνα ἔχωμεν, οὐχ ἵνα ἁρμονίας καὶ φωνῆς συνῶμεν· καὶ ὄψις καλόν, ἵνα ἔχωμεν, οὐχ ἵνα ἴδωμεν τὸ τοῦ ἡλίου φῶς· καὶ ὁ πλοῦτος καλόν, κἂν ἔχει τὶς | |
5 | αὐτὸν κατορύξας ἐν γῇ, θησαυρὸν ἀργόν. | |
15.6a | Συνελόντι δ’ εἰπεῖν, τίς ὄνησις τοῦ εἰδέναι, εἰς ἅπερ συντελεῖ τὸ εἰδέναι; τίς χρεία ἰατρῷ τῆς τέχνης, μὴ ὑγιάζοντι κατὰ τὴν τέχνην; τίς χρεία Φειδίᾳ τῆς τέχνης, μὴ προστιθέντι αὐτὴν τῷ ἐλέφαντι καὶ τῷ | |
15.6b | χρυσῷ; Σοφὸς ἦν δήπου καὶ ὁ Νέστωρ· ἁλλὰ ὁρῶ τὰ τῆς σοφίας ἔργα, σωτηρίαν στρατοπέδου, εἰρήνην πό‐ | 189 |
15.6c | λεως, παιδῶν πειθώ, δήμου ἀρετήν. Σοφὸς ἦν ὁ Ὀδυσσεύς· ἀλλ’ ὁρῶ τὰ ἔργα, τοῦτο μὲν ἐν γῇ, τοῦτο δὲ ἐν θαλάττῃ· πολλῶν δ’ ἀνθρώπων ἴδεν ἄστεα, καὶ νόον ἔγνω, | |
5 | ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων. | |
15.6d | Καὶ πρὸς τούτῳ ἔτι ἦν σοφὸς ὁ Ἡρακλῆς· ἀλλὰ οὐχ αὑτῷ σοφός, ἀλλὰ ἐπὶ πᾶσαν γῆν καὶ θάλατταν ἡ σοφία ἔτεινεν. Οὗτος ὁ θηρίων καθάρτης, οὗτος ὁ τυράννων σωφρονιστής, ὁ δουλείας ἐλευθερωτής, ὁ ἐλευθερίας | |
5 | νομοθέτης, ὁ δικαιοσύνης βεβαιωτής, εὑρετὴς νόμων, | |
15.6e | ἀληθευτὴς λόγων, κατορθωτὴς ἔργων. Εἰ δὲ ἤθελεν ὁ Ἡρακλῆς ἐπαναχωρήσας καθ’ ἡσυχίαν βιοῦν, καὶ σχολὴν ἄγειν, καὶ διώκειν σοφίαν ἀπράγμονα, ἦν ἂν δήπου ἀνθ’ Ἡρακλέους σοφιστής, καὶ οὐδεὶς ἂν αὐ‐ | |
15.6f | τὸν ἐτόλμησεν εἰπεῖν παῖδα Διός. Οὐδὲ γὰρ ὁ Ζεὺς σχολὴν ἄγει· ἦ γὰρ ἂν ἐπαύσατο καὶ οὐρανὸς περι‐ φερόμενος· καὶ γῆ τρέφουσα, καὶ ποταμοὶ ῥέοντες, καὶ | |
δεχομένη θάλαττα, καὶ ὧραι ἀμείβουσαι, καὶ Μοῖραι | 190 | |
5 | διαλαγχάνουσαι, καὶ Μοῦσαι ᾄδουσαι· ἐπαύσαντο δ’ ἂν καὶ αἱ ἀνθρώπων ἀρεταί, καὶ ζῴων σωτηρίαι, καὶ καρπῶν γενέσεις, καὶ τὸ πᾶν τοῦτο αὖθις ἂν περὶ | |
15.6g | αὑτῷ σφαλλόμενον συνεχύθη καὶ συνεταράχθη. Ἀλλ’ ἡ Διὸς πραγματεία ἄτρυτος οὖσα καὶ διηνεκὴς καὶ ἀκοίμητος, καὶ μηδέποτε ἀπαγορεύουσα, μηδὲ ἐπανα‐ χωροῦσα τοῦ ἑαυτῆς ἔργου, ἀέναον χορηγεῖ τὴν σω‐ | |
15.6h | τηρίαν τοῖς οὖσιν. Οὕτω που καὶ βασιλέων τοῖς ἀγαθοῖς καὶ Διὶ ὁμοίοις παραινεῖ δι’ ὀνειράτων ὁ Ζεύς, οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα, ᾧ λαοί τ’ ἐπιτετράφαται καὶ τόσσα μέμηλεν. | |
15.7a | Πρὸς ταῦτα ἀπιδὼν ὁ φιλόσοφος, μὴ τὸν Δία μι‐ μείσθω, μὴ τὸν Ἡρακλέα, μὴ τοὺς ἀγαθοὺς βασιλεῖς, μὴ τοὺς ἄρχοντας, ἀλλὰ βιούτω βίον ἀνδρὸς ἐν ἐρημίᾳ γεννηθέντος, μονωτὴν βίον, οὐκ ἀγελαστικόν· Κυκλώ‐ | |
15.7b | πιον βίον, οὐκ ἀνθρώπινον. Ἀλλὰ καὶ τούτοις ἔφερεν | |
μὲν ἡ γῆ πυροὺς καὶ κριθάς, οὔτε φυτεύουσι χερσὶ φυτόν, οὔτ’ ἀρόωσιν· ἀλλὰ θεμιστεύει ἕκαστος ὁμῶς καὶ παίδων καὶ γυναι‐ | 191 | |
5 | κῶν, καὶ οὐ παντάπασιν ἀπράγμων ἦν. Τὸ δὲ ὅλον, | |
15.7c | ἀπραγμοσύνη τίνος ἄλλου εἴη πλὴν νεκροῦ; Εἰ μὲν οὖν τὸ πράττειν ἔρημον ἦν ἀρετῆς, καλῶς εἶχε, διώ‐ κοντας τὴν ἀρετήν, ἀπολείπεσθαι αὐτοῦ· εἰ δ’ ἔστιν ἀνθρώπου ἀρετὴ οὐ λόγος, ἀλλ’ ἔργον, καὶ πρᾶξις ἐν | |
5 | κοινωνίᾳ, καὶ χρῆσις βίου πολιτική, διωκτέον ταῦτα, μεθ’ ὧν ἄν τις καὶ τὴν ἀρετὴν λάβοι. Τὴν μὲν γὰρ κακότητα καὶ εἰλαδόν ἐστιν ἑλέσθαι, ὁ Βοιώτιος ποιητὴς λέγει, | |
10 | τῆς δὲ ἀρετῆς ἱδρῶτα θεοὶ προπά‐ ροιθεν ἔθηκαν. Καλός γε ὁ ἀγωνιστὴς ἡμῖν ἀνιδρωτεὶ στεφανοῦσθαι ἐθέλων. | |
15.8a | Ἀλλὰ τῷ προσαπτομένῳ πραγμάτων κίνδυνος ἕπεται, καὶ ζημία, καὶ ἐπιβουλαί, καὶ φθόνοι, καὶ φυγαί, καὶ θά‐ | |
15.8b | νατοι, καὶ ἀτιμίαι. Φέρε οὖν, εἰ καὶ τῷ κυβερνήτῃ ὁ λο‐ γισμὸς οὗτος ἦν, ὅτι τὸ πλεῖν ἐπισφαλές, κινδύνων μεστὸν καὶ πόνων, καὶ πολλοῦ τοῦ ἀδήλου, καὶ χειμώνων, καὶ | |
15.8c | πνευμάτων· φέρε, εἰ καὶ τῷ στρατηγῷ τοιοῦτος λογισμὸς ἦν, ὅτι ἄδηλοι μὲν αἱ τοῦ πολέμου τύχαι, τὸ δὲ σφα‐ λερὸν ἐπ’ ἀμφοῖν ἴσον, ἐν ποσὶν δὲ ὁ κίνδυνος, καὶ | 192 |
15.8d | ὁ θάνατος πλησίον· τί τοίνυν ἐκώλυεν ἐκ τούτων τῶν λογισμῶν ἄπλουν μὲν εἶναι τὴν θάλατταν, ἐλευθερίας δὲ μηδὲ ὄναρ μετέχειν τοὺς πολλοὺς ἀπορίᾳ στρατη‐ γῶν, τὸν δὲ ξύμπαντα βίον εἶναι μηδὲν σκωλήκων | |
15.8e | διαφέροντα, δειλὸν καὶ ἀργὸν καὶ ἐπτηχότα; Σαρδα‐ ναπάλλου μοι βίον λέγεις, Ἐπικούρου μοι βίον λέγεις. | |
15.8f | Ἀντιθῶμεν αὐτοῖς, Κῦρον μὲν Σαρδαναπάλλῳ, τὸν Πέρσην τῷ Ἀσσυρίῳ, ὅς, ἐξὸν αὐτῷ σχολὴν ἄγειν καὶ καθ’ ἡσυχίαν βιοῦν, εἵλετο ἐλευθεροῦν τὸ Περσῶν γένος, πονῶν καὶ στρατευόμενος καὶ διψῶν καὶ λι‐ | |
5 | μώττων, καὶ μὴ ἀνεὶς τὸν κάματον, μήτε νύκτωρ, | |
15.8g | μήτε μεθ’ ἡμέραν. Ἀντίθες καὶ Ἐπικούρῳ πολλούς, Ἕλληνι Ἕλληνας· ἐκ μὲν Ἀκαδημίας Πλάτωνα, ἐκ δὲ στρατοπέδου Ξενοφῶντα, ἐκ δὲ τοῦ Πόντου Διογένην. | |
15.9a | Οὐκοῦν ὁ μὲν ὑπὲρ ἀνδρὸς φίλου, φυγάδος καὶ πένητος, μεγάλῃ καὶ ἰσχυρᾷ τυραννίδι ἀντετάξατο, γῆν πολλὴν βαδίζων, καὶ πελάγη περαιούμενος, καὶ ἀπεχθα‐ | |
νόμενος τῷ τυράννῳ, καὶ ἐκπίπτων, καὶ κινδυνεύων, ἵνα | 193 | |
5 | μὴ προδῷ τὸ φιλοσοφίας ἦθος· ἐξῆν δέ που αὐτῷ ἐν | |
15.9b | Ἀκαδημίᾳ θεωρεῖν, καὶ ἀληθείας ἐμπίμπλασθαι. Ξενο‐ φῶντα δὲ καλεῖ μὲν Πρόξενος, παραπέμπει δὲ ὁ Ἀπόλλων, συνεκπέμπει δὲ ὁ Σωκράτης ἐκ τῆς πολλῆς σχολῆς καὶ θεωρίας, ἐπὶ στρατείαν, καὶ στρατηγίαν, | |
15.9c | καὶ σωτηρίαν Ἑλλήνων μυρίων. Τὰ δὲ Διογένους τί χρὴ λέγειν; ὃς ἀφέμενος τῆς αὑτοῦ σχολῆς περιῄει ἐπισκοπῶν τὰ τῶν πλησίον, οὐκ ἀργὸς οὐδὲ ἠμελη‐ μένος ἐπιστάτης· ἀλλὰ κατὰ τὸν Ὀδυσσέα ἐκεῖνον, | |
15.9d | ὅντινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη, τόν ῥ’ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς· ὃν δ’ αὖ δήμου τ’ ἄνδρα ἴδοι, βοόωντά τ’ ἐφεύροι, | |
5 | τὸν σκήπτρῳ ἐλάσασκεν· | |
15.9e | ἀλλ’ οὐδ’ ἑαυτοῦ ἀπείχετο, ἀλλ’ ἐκόλαζεν καὶ παρεῖχεν ἑαυτῷ πράγματα, αὑτὸν μὲν πληγῇσιν ἀεικελίῃσι δαμάσσας, σπεῖρα κάκ’ ἀμφ’ ὤμοισι βαλών. | |
15.10a | Ἐῶ λέγειν, ὅτι ὁ μὲν ἀγαθὸς ἀνὴρ πράττων καὶ μὴ ἐπαναχωρῶν, μηδὲ ἐξιστάμενος τοῖς μοχθηροῖς, | |
ἑαυτὸν ἂν σώζοι, καὶ τοὺς ἄλλους ἐπὶ τὸ βέλτιστον τρέποι· ἐπαναχωρῶν δὲ καὶ δεικνὺς τὰ νῶτα, θρασύ‐ | 194 | |
5 | τητος μὲν καὶ ἀπειροκαλίας καὶ τόλμης τὸ μοχθηρὸν πᾶν ἂν ἀπέπλησεν, τὸ δὲ ἑαυτοῦ προΐεται. Ποῖ φεύγεις μετὰ νῶτα βαλών, κακὸς ὥς, ἐν ὁμίλῳ; Μένε, καὶ ἵστασο, καὶ ἀνέχου τῶν βλημάτων, καὶ μη‐ | |
15.10b | δὲν ἐκπλαγῇς· δειλὸν τὸ τῶν πολεμίων στρατόπεδον, κενὰ τὰ βλήματα, ἐπιόντα σε οὐδεὶς δέξεται, φεύγοντα πάντες βαλοῦσιν, ὡς τὸν Αἴαντα οἱ Τρῶες, ὡς τὸν Σωκράτην Ἀθηναῖοι ἔβαλλον, καὶ οὐκ ἀπέσχοντο αὐ‐ | |
15.10c | τοῦ, πρὶν κατέβαλον. Πῶς ἂν οὖν τις βιώῃ ἀσφαλῶς ἐν μέσοις ὢν τοῖς πολεμίοις; οὐδὲν γὰρ πολεμιώτερον | |
15.10d | ἀνδρὸς ἀρετῇ μοχθηρίας ἀμφιλαφοῦς. Συνυποσταλείς, φησὶν ὁ Σωκράτης, ὑπὸ τειχίον, τοὺς ἄλλους ὁρῶν | |
15.10e | ζάλῃ καὶ ἀμηχανίᾳ κυκωμένους. Δεῖξον, ὦ Σώκρατες, ἀσφαλὲς τειχίον, ἔνθα στὰς ὑπερόψομαι τῶν βλημά‐ των· ἐὰν δέ μοι τοιοῦτον τειχίον λέγῃς, ᾧ καὶ σὺ ὑπεστάλης, ὁρῶ τὰ βλήματα, Ἀνύτους πολλούς, Μελή‐ | |
5 | τους πολλούς· ἁλώσιμον τὸ τειχίον. | 195 |
16.1a(1t) | Ὅτι ὁ θεωρητικὸς βίος ἀμείνων τοῦ πρακτικοῦ. | |
1 | Ἀλλ’ εἰ μὲν δίκην ἐφεύγομεν, ἠχθόμεθα ἂν τῷ δικαστῇ μὴ παρέχοντι ἑκατέρῳ ἐκ τῆς ἴσης τὴν ἀπο‐ | |
16.1b | λογίαν, ἀλλ’ ἐοικότι τυράννῳ μᾶλλον ἢ δικαστῇ· ἐπεὶ δὲ ἡ μὲν ἐν δικαστηρίοις ψῆφος καὶ τύχη ἔξω τοῦ κατὰ φιλοσοφίαν ἤθους καὶ τρόπου, κατήγορος δὲ λόγος λόγου, φίλος φίλου, ἐπὶ θήρᾳ τοῦ ἀληθοῦς | |
5 | γίγνεται γοῦν, καὶ δικαστηρίῳ τινὶ ἔοικεν ἡ τοιαύτη βάσανος, φέρειν δῶμεν τήμερον τὴν ἀπολογίαν τῷ ἑτέρῳ τῶν λόγων, καὶ τῶν ἀνδρῶν τῷ θεωρητικῷ ἀτεχνῶς, ὥσπερ ἐπὶ δικαστῶν καθισταμένῳ καὶ ἀπο‐ τειναμένῳ πρὸς τὴν γραφήν· καὶ ἡ μὲν γραφὴ τοιάδε | |
10 | τὶς ἔστω, ἢ ὅτι ἐγγυτάτω. | |
16.1c | ‘Ἀδικεῖ Ἀναξαγόρας, γεγονὼς μὲν ἐν τῇ Κλαζο‐ μενίων γῇ καὶ πόλει, καὶ μετασχὼν ἱερῶν καὶ ὁσίων, καὶ νόμων, καὶ τροφῆς, καὶ τῶν ἄλλων, ὧν καὶ οἱ λοιποὶ Κλαζομένιοι, ἐπαναχωρῶν δὲ ὥσπερ ἐκ θηρίων, | 196 |
5 | καὶ μήτε ταῖς ἐκκλησίαις ἀναμιγνύμενος, μήτε εἰς Διο‐ νύσια ἀπαντῶν, μήτε εἰς δικαστήρια, μήτε ἄλλοθι Κλαζομενίοις, ἀλλὰ αὐτῷ ἡ μὲν γῆ μηλόβοτος, ἡ δὲ ἑστία ἄοικος, διατελεῖ δὲ καθ’ αὑτὸν τὴν θαυμαστὴν σοφίαν, ἄνω καὶ κάτω στρέφων καὶ διερευνώμενος.‘ | |
16.2a | Ἡ μὲν δὴ γραφὴ ταύτῃ ἐχέτω· ἀπολογείσθω δὲ Ἀναξαγόρας ᾧδέ πως· | |
16.2b | ‘Ὅτι μὲν πολλοῦ δέω ἀδικεῖν ὑμᾶς, ὦ ἄνδρες Κλα‐ ζομένιοι, εὖ τοῦτο οἶδα· οὔτε γὰρ εἰς χρημάτων λόγον ἐπλημμελεῖσθέ τι ὑπ’ ἐμοῦ, οὔτε τὸ ἐμαυτοῦ μέρος ἀδοξοτέραν ὑμῖν τὴν πόλιν ἐν τοῖς Ἕλλησιν παρασκευ‐ | |
5 | άζω· ἔν τ’ αὖ τοῖς πρὸς ἕκαστον ὑμῶν συμβο‐ λαίοις ἀλυπότατον ἐμαυτὸν παρέχειν οἶμαι καὶ μέτριον, τῶν τε νόμων τῶν κειμένων, καὶ τῆς πολιτείας, ὑφ’ ἧς κοσμούμεθα, οὐκ ἔστιν ὅτου ἐλάττω ἔχω λόγον. | |
16.2c | Λείπεται δή, εἰ μηδὲν ἀδικῶν ὑμᾶς ἐγὼ ἐν τοῖς καθ’ ἡμέραν ἐμαυτοῦ διαιτήμασι καὶ τῷ τοῦ βίου σχήματι, γνώμῃ ἔτι ἁμαρτάνω, τοῦ μὲν ἔχειν αἰτίαν, ὡς ἀδικῶ δημοσίᾳ τὴν πόλιν, ἀφεῖσθαί με, τυχεῖν δὲ εἰς τὰ | |
16.2d | ἐμαυτοῦ ἰδίᾳ διδασκάλων, ἀλλ’ οὐ κατηγόρων. Φράσω δὴ πρὸς ὑμᾶς, οἷον τοὐμὸν πρᾶγμα ἐστίν, οὐδὲν ὑπο‐ | |
στειλάμενος, εἰ καὶ μέλλω γέλωτα ὀφλισκάνειν τὸ ἐπι‐ | 197 | |
16.2e | θύμημα τοὐμὸν ῥηθέν. Ἐγὼ γάρ, ὅτι μέν ἐστιν πολ‐ λοῦ ἄξιον δύναμις ἐν πόλει, καὶ κοινωνία βίου, καὶ ἔργων ἐπιφάνεια, καὶ χρῆσις πραγμάτων, σαφῶς οἶδα· | |
16.2f | εὖ γε μὴν ἐπίσταμαι ταυτὶ τὰ πολλοῦ ἄξια, μετὰ μὲν τρόπου ἀρετῆς καὶ καλοκαγαθίας, εἰς μέγα πάνυ συν‐ τελοῦντα τῷ σχόντι· εἰ δὲ μή, εἰς τοὐναντίον κατα‐ σμικρύνοντα καὶ καταβάλλοντα, καὶ μηδὲ τὸ λαθεῖν | |
16.2g | τοῖς ἔχουσιν, μοχθηρονοοῦσιν, παρεχόμενα. Ἐκλαμ‐ πρύνουσι γὰρ αἱ δυνάμεις τοὺς ἄνδρας· καθόσον δ’ ἄν τις ἁμάρτῃ τοῦ καλοῦ, κατὰ τοσοῦτον αὐτοὺς | |
16.2h | ἐξήλεγξαν. Εἰ μὲν δή τις γνώμης ἔχοι καλῶς, τὴν ἐπιφάνειαν ἐν τῷ ἀσφαλεῖ κτησάμενος, τῆς δυνάμεως | |
16.2i | ὤνατο· εἰ δὲ ταύτῃ ἐνδέων ἐπιθοῖτο, οἷς αὕτη χρῆται, ἀνάγκη πολυαμαθίᾳ τέχνης καὶ εὐπορίᾳ ὀργάνων σφα‐ | |
16.2k | λῆναι τὸν χρώμενον. Ταῦτά τοι ἐννοῶν, ἡγούμην δεῖν φροντιστέον εἶναί μοι μᾶλλον, ἀλλ’ οὐ μὴ λάθω προσ‐ ιὼν παρὰ δύναμιν τοῖς κοινοῖς πταίων περὶ αὐτὰ καὶ σφαλλόμενος· οὐδὲ γὰρ 〈εἰ〉 ἐν χορῷ ξυνᾴδειν | |
5 | ὑφ’ ὑμῶν ἐταττόμην, ἠδίκουν ἄν, πρὶν ἔχειν φωνῆς | |
16.2l | ἐμμελῶς, οὐκ ἐθέλων ἐγκαταμίγνυσθαι τῷ χορῷ. Διά τοι ταῦτα τῆς μὲν γῆς, ὅπως μοι ἕξει καλῶς, ὀλίγα ἐφρόντιζον· κατεθέμην δὲ ἐμαυτὸν φέρων εἰς τοῦτον τὸν βίον, ἐξ οὗ τὸ εἰδέναι τῇ ψυχῇ παραγενόμενον, | 198 |
5 | ὥσπερ φῶς ὀφθαλμοῖς, τὴν ἀσφάλειαν τῇ λοιπῇ πο‐ | |
16.2m | ρείᾳ παρασκευάσει. Τοῦτο γε μὴν τὸ φῶς κτητόν ἐστιν, 〈καὶ αὕτη ἡ ἐπιστήμη λαμβάνεται· ἀλλ’ οὐ λαμ‐ πάδες ἐν πανηγύρεσιν〉 οἷς τε λέγομεν Παναθήναια ὁδοὶ αἱ ἐπ’ αὐτὴν τετμημέναι, οὐ λῆροι, οὐδὲ φλυαρίαι, | |
5 | οὐδ’ ἐπιμέλειαι γεωργικαὶ οὐδὲ ἀγοραῖοι σπουδαί, οὐδὲ δημώδεις κοινωνίαι, ἀλλ’ ἀληθείας ἔρως, καὶ ἡ τῶν | |
16.2n | ὄντων θέα, καὶ ἡ περὶ ταῦτα φιλοτιμία. Ταύτῃ νο‐ μίσας ἰέναι δεῖν εἱπόμην τοῖς ἄγουσιν λόγοις, καὶ τὰ ἴχνη τῆς ὁδοῦ διεσκόπουν. | |
16.3a | Καὶ τὰ μὲν ἐμὰ ταύτῃ ἔχει· ὅτι δὲ καὶ περὶ ὑμᾶς τὰ ἄριστα καὶ τὰ δικαιότατα βουλεύομαι ταύτῃ ἰών, | |
16.3b | νῦν ἐρῶ. Τὰ γὰρ κοινὰ σώζεσθαι φιλεῖ, οὐκ ἐὰν τὰ τείχη ὑμῖν ἀραρότα ᾖ, οὐδὲ νεὼς οἶκοι σωζόμενοι, οὐδὲ νῆες αὐταὶ πλέουσαι, οὐδέ γε στοαί, καὶ ἄλση, καὶ γυμνάσια, καὶ τεμένη, καὶ πομπεῖα (ταῦτα γὰρ δὴ εἰ | |
5 | καὶ μὴ οἱ πολέμιοι, μηδὲ πῦρ, μηδὲ ἄλλή τις συμ‐ φορά, ἀλλ’ ὅ γε χρόνος λαβὼν οἰχήσεται)· τὸ δὲ σῶζον | |
τὰς πόλεις ἡ ἁρμονία, καὶ ὁ τῆς πολιτείας κόσμος· φημὶ κἀγώ. Ταῦτα δὲ ὑπὸ τῆς εὐνομίας γίγνεται, τὴν δὲ εὐνομίαν ἡ τῶν χρωμένων ἀρετὴ φυλάττει, | 199 | |
10 | τὴν δὲ ἀρετὴν διδόασιν οἱ λόγοι, τοὺς δὲ λόγους ἡ ἄσκησις, τὴν δὲ ἄσκησιν ἡ ἀλήθεια, τὴν δὲ ἀλήθειαν | |
16.3c | ἡ περὶ αὐτὴν σχολή. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἄλλο ὄργανον, ᾧ κτητὸν ἀρετή, πλὴν ἀληθὴς λόγος, ὑφ’ οὗ παροξύνεται ἡ ψυχὴ καὶ ζωπυρεῖται, καὶ οὐκ εἰδυῖα μὲν μανθάνει, μαθοῦσα δὲ φυλάττει ἃ ἔμαθεν, | |
5 | φυλάττουσα δὲ χρῆται, χρωμένη δὲ οὐ σφάλλεται. | |
16.3d | Τοῦτο ἡ διατριβή, τοῦτο ἡ σχολή, ἀληθείας μελέτη, καὶ τέχνη βίου, καὶ ῥώμη λόγου, καὶ παρασκευὴ ψυχῆς, | |
16.3e | καὶ ἄσκησις καλοκαγαθίας. Εἰ μὲν οὖν ταῦτα ἐπ’ οὐ‐ δὲν συντελεῖ τῶν καλῶν, ἢ συντελοῦντά γε οὐ δεδί‐ δακται οὐδὲ ἤσκηται, ἀλλὰ εἰκῇ καί, εἰ ἔτυχεν, παρα‐ γιγνόμενα, σκηνὴ τὸ χρῆμα, εἰσαγγελίας ἄξιον ὄντα | |
16.3f | φῇς· εἰ δὲ τοῦτο μὲν οὐδεὶς φήσει, οὐχ οὕτω μέμηνεν. Ἀλήθειάν γε καὶ ὑγιῆ λόγον, καὶ ἀρετήν, καὶ γνῶσιν νόμου καὶ δίκης, οὐκ ἔστιν ἑτέρως λαβεῖν, ἢ περὶ αὐτὰ | |
πραγματευόμενον, οὐ μᾶλλον ἢ τὰ σκυτοτομικὰ μὴ | 200 | |
5 | περὶ αὐτὰ ἄγοντας σχολήν, ἢ τὰ χαλκευτικὰ μὴ πρὸς τῷ βαύνῳ καὶ τῷ πυρὶ διημερεύοντας, ἢ τὰ κυβερνη‐ | |
16.3g | τικὰ μὴ θαλαττουργοῦντας καὶ ναυτιλλομένους· πράτ‐ τοντες μὲν ταῦτα ἀδικοῦμεν οὐδέν, ἀπολειπόμενοι δὲ αὐτῶν, καὶ μηλόβοτον ἐῶντες τὴν ψυχὴν καὶ ἄγονον, | |
16.3h | ἦμεν ἂν γραφῆς καὶ εἰσαγγελίας. Ἐγὼ μέν, ἃ νομίζω καὶ δίκαια ἅμα καὶ ἀληθῆ εἶναι, ἀπελογησάμην πρὸς ὑμᾶς, ὦ ἄνδρες Κλαζομένιοι· ἀξιῶ δὲ ὑμᾶς μὴ αὐτό‐ θεν διενέγκαι τὴν ψῆφον, ἀλλ’ ἐπισχεῖν τὸ νῦν ἔχον, | |
5 | αὐτόπτας δὲ καὶ θεατὰς γενομένους τῶν αὐτῶν ἐμοί· εἰ μέν τι χρηστὸν περιγίγνεται, δόξετε, διδαχθέντες ἔργῳ, ἀφεῖναι τῆς γραφῆς· εἰ δὲ μή, τότε ὑμεῖς μὲν ψηφιεῖσθαι τὰ ὑμῖν δοκοῦντα· ἡμεῖς δὲ καὶ ὣς περὶ αὐτῶν καλῶς βουλευσόμεθα.‘ | |
16.4a | Ταῦτα λέγοντος καὶ ἀπολογιζομένου τοῦ Ἀναξα‐ γόρου, γελάσονται, ὡς τὸ εἰκός, οἱ Κλαζομένιοι· οὐ γὰρ δὴ πιθανώτερός γε δόξει εἶναι τῆς γραφῆς, ἀληθῆ δὲ οὐδὲν ἧττον αὐτῷ λελέξεται, κἂν ἐκεῖνοι καταψη‐ | |
16.4b | φίσωνται. Εἰ δέ που τὶς οἷος δικαστοῦ χώραν ἔχειν μὴ κυάμῳ λαχόντος, ἀλλ’ ᾗπερ δεῖ χειροτονίᾳ δικαστοῦ | |
μόνῃ, αὐτῷ τῷ εἰδέναι, πρὸς τοῦτον οὐχ ὡς ἀδικῶν, οὐδ’ ὡς φεύγων γραφήν, ἀπολογιεῖται, εἴτε Ἀναξα‐ | 201 | |
5 | γόρας ἐν Κλαζομεναῖς, εἴτε ἐν Ἐφέσῳ Ἡράκλειτος, εἴτε ἐν Σάμῳ Πυθαγόρας, εἴτε ἐν Ἀβδήροις Δημό‐ κριτος, εἴτε ἐν Κολοφῶνι Ξενοφάνης, εἴτε ἐν Ἐλαίᾳ Παρμενίδης, εἴτε ἐν Ἀπολλωνίᾳ Διογένης, εἴτέ τις | |
16.4c | ἄλλος τῶν δαιμονίων ἐκείνων ἀνδρῶν· ἀλλ’ ἐξ ἰσοτι‐ μίας οὑτωσὶ πείθων καὶ διαλεγόμενος, συνετὰ συνετοῖς | |
16.4d | λέγων, καὶ πιστὰ πιστοῖς, καὶ ἔνθεα ἐνθέοις· ὅτι τῇ τοῦ ἀνθρώπου ψυχῇ ἔνειμεν θεὸς δυνάμεις τρεῖς καὶ χώρας καὶ φύσεις, ὥσπέρ τινα ἀθροίζων ξυνοίκησιν | |
16.4c | πόλεως· ἧς τὸ μὲν ἄρχον καὶ προβουλευόμενον εἰς ἀκρόπολιν ἀναγαγών, ἱδρύσας αὐτοῦ, πλέον οὐδὲν | |
16.4f | αὐτῷ προσέταξεν λογισμοῦ· τὸ δ’ ἀκμάζον, καὶ πράτ‐ τειν δεινόν, καὶ τελεσιουργεῖν ἱκανὸν τὰ βουλευθέντα, συνῆψέν τε καὶ ξυνεκέρασεν δι’ ὑπηρεσίας προσταγ‐ | |
16.4g | μάτων τῷ βουλευτικῷ· τρίτον δ’ αὖ, τὸ ἀργὸν τοῦτο πλῆθος καὶ ἀκόλαστον καὶ βάναυσον, καὶ μεστὸν μὲν ἐπιθυμιῶν, μεστὸν δὲ ἐρώτων, μεστὸν δὲ ὕβρεως, με‐ στὸν δὲ ἡδονῶν παντοδαπῶν, τρίτην ἔχειν μοῖραν, | |
5 | οἷον δῆμόν τινα ἀργόν, καὶ πολύφωνον, καὶ πολυπαθῆ, | 202 |
16.4h | καὶ ἔμπληκτον. Ταύτῃ δὴ νενεμημένης τῆς ψυχῆς τὴν οἰκονομίαν τῆς τοῦ ἀνθρώπου συντάξεως, στάσις ἐγ‐ | |
16.4i | γίγνεσθαι φιλεῖ, αὐτὸ ἐκεῖνο τὸ ἐν πόλει πάθος· ὧν ἡ μὲν εὐδαίμων πόλις βασιλεύεται, τῶν ἄλλων μερῶν εἰκόντων κατὰ τὸν τοῦ θεοῦ νόμον τῷ δυναμένῳ καὶ | |
16.4k | πεφυκότι ἐξηγεῖσθαι· ἡ δὲ ταύτης ἐλλειπεστέρα κατ’ εὐδαιμονίαν πόλις, ἀριστοκρατίαν ὀνομάζουσα τὴν τῶν ἐν δυνάμει ξυνεληλυθότων ἀρχήν, ἐλάττων μέν ἐστιν βασιλευομένης, κρείττων δὲ δημοκρατουμένης, ἰσχυρὰ | |
5 | μέν τις καὶ πρακτική, κατὰ τὴν Λακωνικήν, ἢ Κρη‐ τικήν, ἢ Μαντινικήν, ἢ Πελληνικήν, ἢ Θετταλικὴν πολιτείαν ἱσταμένη, φιλότιμος δὲ ἄγαν καὶ φιλόνεικος, καὶ δύσερις, καὶ πολυπράγμων, καὶ ἰτητική, καὶ θαρ‐ | |
16.4l | σαλέα. Τρίτον δ’ αὖ πολιτείας γένος, ᾗ ὄνομα μὲν εὔφημον δημοκρατία, τὸ δὲ ἀληθὲς ὀχλοκρατία, κατὰ τὴν Ἀττικήν, ἢ Συρακοσίαν, ἢ Μιλησίαν, ἤ τινα ἄλ‐ λην πλήθους ἰσχύν, πολύφωνόν τε καὶ ἀκόλαστον καὶ | |
5 | παντοδαπόν. | |
16.5a | Τριῶν δὴ πολιτειῶν, τρία τ’ αὖ τιμήματα βίων | |
16.5b | ἴδοις ἂν ἐν ἀνθρώπου ψυχῇ· κατὰ μὲν τὸ βουλευ‐ | |
τικὸν καὶ ἀρχικὸν καὶ ἐκποδὼν τῇ πράξει τὲ καὶ χειρουργίᾳ, τὸ θεωρητικὸν ψυχῆς γένος· τὸ δὲ πρακ‐ τικὸν δεύτερον, δευτέρως τιμώμενόν τε καὶ δοκιμαζό‐ | 203 | |
5 | μενον· τήν τε ἐν ἀνδρὶ δημοκρατίαν οὐ χαλεπὸν ἰδεῖν· πολὺ γὰρ τὸ τῆς πολιτείας τοῦτο γένος ἐπινέμεται | |
16.5c | πᾶσαν ψυχήν. Καὶ τοῦτο μὲν ἐατέον καὶ ἀποχειρο‐ τονητέον τοῦ ἀρίστου· θεωρίαν δὲ πράξει παραβαλλο‐ μένην, ἑκατέραν τυγχάνουσαν τοῦ καλοῦ, τὴν μὲν θεωρίαν κατὰ τὴν γνῶσιν, τὴν δὲ πρᾶξιν κατὰ τὴν | |
16.5d | ἀρετήν, ποτέραν προτιμητέον; Ἀποκρίνεται ὁ λόγος· ὅτι εἰ μὲν κατὰ τὴν χρείαν αὐτὴν ἱστάμεθα, τιμητέον τὴν πρᾶξιν· εἰ δὲ κατὰ τὴν αἰτίαν τοῦ γενομένου κα‐ λῶς, προτιμητέον τὴν θεωρίαν. Ὥστε καὶ σπονδὰς | |
5 | ἑκατέρῳ σπεισάμενοι, νείμωμεν τὰς δυνάμεις καὶ τὸ σχῆμα τοῦ βίου τοῖς ἀνδράσιν ἢ κατὰ φύσιν, ἢ καθ’ | |
16.5e | ἡλικίαν, ἢ κατὰ τύχην. Καὶ γὰρ φύσει διαφέρει ἕτερος ἑτέρου· ὁ μὲν ἐν πράξει ἐξασθενῶν, εὐχερὴς δέ τις ὢν κατὰ τὴν ψυχὴν πρὸς θεωρίαν· ὁ δὲ ἐν μὲν θεω‐ | |
16.5f | ρίᾳ καματηρὸς ὤν, πράττειν δὲ ἐρρωμένος. Διίστησιν δὲ καὶ ἡλικία τοὺς ἄνδρας· νεότητος μὲν γὰρ ἡ πρᾶξις· Ὅμηρος λέγει, κἀγὼ πείθομαι νέῳ δέ τε παντ’ ἐπέοικεν. | 204 |
16.5g | Νέος μὲν γὰρ ὢν ὁ φιλόσοφος πραττέτω, λεγέτω, πο‐ λιτευέσθω, στρατευέσθω, ἀρχέτω. Καὶ γὰρ οἱ Πλά‐ τωνος ἐπὶ Σικελίαν δρόμοι καὶ πόνοι, καὶ περὶ Δίωνα | |
16.5h | σπουδή, κατὰ τὴν ἀκμὴν ἐγίγνοντο τῆς ἡλικίας· γηρά‐ σαντα δ’ αὐτὸν ὑπεδέξατο Ἀκαδημία, καὶ βαθεῖα σχολή, καὶ λόγοι καλοί, καὶ θεωρία ἄπταιστος, ἐν πολλῇ καὶ ἀμφιλαφεῖ ἀληθείᾳ κατατιθέμενον τὸ τοῦ βίου τέλος. | |
16.5i | Καὶ Ξενοφῶντα νεανιευόμενον μὲν ἐν τοῖς ἔργοις | |
16.5k | φιλῶ, γηράσκοντα δὲ ἐν τοῖς λόγοις ἐπαινῶ. Διίστησιν δὲ ἤδη καὶ τύχη· τὸν μὲν γὰρ δυνάμει καὶ πράξει ἀναγκαίᾳ περιέβαλλεν· τὸν δὲ σχολῇ καὶ ἡσυχίᾳ | |
16.5l | προσηνεῖ· ὧν τὸν μὲν ἐπαινῶ ἐν τῷ ἀναγκαίῳ ἀνδρι‐ ζόμενον· τὸν δὲ καὶ μακαρίζω μένον〈τα〉 καὶ ἐπαινῶ· μακαρίζω μὲν τῆς σχολῆς, ἐπαινῶ δὲ τῆς ἱστορίας. | |
16.6a | Ἀλλὰ τὸν μὲν ἐκ τῆς Εὐρώπης ἐπὶ τὴν Ἀσίαν πλέοντα, ἵνα ἴδῃ τὴν Αἰγυπτίων γῆν, καὶ τοῦ Νείλου τὰς ἐκβολάς, ἢ πυραμίδας ὑψηλάς, ἢ ὄρνεις ξένους, ἢ βοῦν, ἢ τράγον, μακαρίζομεν τῆς θέας· κἂν ἐπὶ τὸν | |
5 | Ἴστρον τὶς ἔλθῃ, κἂν τὸν Γάγγην ἴδῃ, κἄν τις αὐτόπτης γένηται Βαβυλῶνος κειμένης, ἢ τῶν ἐν Σάρδεσιν ποτα‐ | |
μῶν, ἢ τῶν ἐν Ἰλίῳ τάφων, ἢ τῶν ἐν Ἑλλησπόντῳ | 205 | |
16.6b | τόπων· καὶ τῆς Ἀσίας ἐπὶ τὴν Ἑλλάδα περαιοῦνται στόλοι, ἢ ἐπὶ τὰς Ἀθήνησιν τέχνας, ἢ ἐπὶ τοὺς Θή‐ | |
16.6c | βαισιν θυμούς, ἢ ἐπὶ τοὺς ἐν Ἄργει τόπους. Ὁμήρῳ δὲ καὶ Ὀδυσσεὺς σοφὸς διὰ πολλὴν πλάνην, πολλῶν δ’ ἀνθρώπων ἴδεν ἄστεα, καὶ νόον ἔγνω· τὰ δὲ Ὀδυσσέως θεάματα ἢ Θρᾷκες ἦσαν, ἢ Κίκονες | |
5 | οἱ ἄγριοι, ἢ Κιμμέριοι οἱ ἀνήλιοι, ἢ Κύκλωπες οἱ ξενοκτόνοι, ἢ γυνὴ φαρμακίς, ἢ τὰ ἐν Ἅιδου θεάματα, ἢ Σκύλλα, ἢ Χάρυβδις, ἢ Ἀλκινόου κῆπος, ἢ ἡ Εὐ‐ μαίου αὐλή· πάντα θνητά, πάντα ἐφήμερα, πάντα ἄπιστα. | |
16.6d | Τὰ δὲ τοῦ φιλοσόφου ἀνδρὸς θεάματα τῷ εἰκάσω; ὀνείρῳ, νὴ Δί’, ἐναργεῖ, καὶ πανταχοῦ περιφερομένῳ· οὗ τὸ μὲν σῶμα οὐδαμοῦ στέλλεται, ἡ δὲ ψυχὴ πρό‐ εισιν, πᾶσαν γῆν, ἐκ γῆς ἐπ’ οὐρανόν, πᾶσαν μὲν | |
5 | περαιουμένη θάλατταν, πᾶσαν δὲ διερχομένη γῆν, πάντα δὲ ἀέρα ἀνιπταμένη, συνθέουσα ἡλίῳ, συμπερι‐ φερομένη σελήνῃ, συνδεδεμένη τῷ τῶν ἄλλων ἄστρων χορῷ, καὶ μονονουχὶ τῷ Διὶ συνοικονομοῦσα τὰ ὄντα | |
16.6e | καὶ συντάττουσα. Ὢ στόλου μακαρίου, καὶ θεαμάτων | |
καλῶν, καὶ ὀνείρων ἀληθινῶν. | 206 | |
17.1a(1t) | Εἰ καλῶς Πλάτων Ὅμηρον τῆς πολιτείας | |
2t | παρῃτήσατο. | |
1 | Ἦλθεν εἰς Σπάρτην Συρακόσιος σοφιστής, οὐ κατὰ τὴν Προδίκου καλλιλογίαν, οὐδὲ κατὰ τὴν Ἱππίου γε‐ νεολογίαν, οὐδὲ κατὰ τὴν Γοργίου ῥητορείαν, οὐδὲ κατὰ τὴν Θρασυμάχου ἀδικίαν, οὐδὲ κατ’ ἄλλην πραγ‐ | |
17.1b | ματείαν λόγου παρεσκευασμένος· ἀλλ’ ἦν τῷ Συρα‐ κοσίῳ σοφιστῇ ἡ τέχνη αὐτὸ ἔργον, κεκραμένον ὁμοῦ χρείᾳ καὶ ἡδονῇ. Τὰ γὰρ ὄψα καὶ τὰ σιτία ἡδυσ‐ μάτων συμμετρίαις καὶ κράσεσιν καὶ ποικιλίαις, καὶ | |
5 | τῇ διὰ πυρὸς ὁμιλίᾳ, αὐτὰ ἑαυτῶν προσφορώτατα | |
εἶναι παρεσκεύαζεν· καὶ ἦν πολὺ τὸ Μιθαίκου καὶ ὅσον τοῖς Ἕλλησιν κατὰ ὀψοποιΐαν, ὥσπερ τὸ Φειδίου | 207 | |
17.1c | κατὰ ἀγαλματουργίαν· ἧκεν δὴ καὶ εἰς τὴν Σπάρτην οὗτος ἀνὴρ δυναστεύουσαν τότε, ἐν ἀρχούσῃ τῇ πόλει καὶ δύναμιν γενναίαν περιβεβλημένῃ εὔελπις ὢν εὐδό‐ | |
17.1d | κιμον αὐτῷ φανεῖσθαι τὴν τέχνην· τὸ δὲ ἦν ἄρα οὐ τοιοῦτον· ἀλλὰ τῶν Λακεδαιμονίων τὰ τέλη ἀνακαλε‐ σάμενοι τὸν ἄνδρα, ἐκέλευον αὐτῷ ἐξεῖναι τῆς Σπάρτης αὐτίκα μάλ’ εἰς ἄλλην γῆν καὶ ἀνθρώπους | |
5 | ἄλλους—‘ἐφίεμεν γὰρ ὑπὸ τοῦ πονεῖν δεῖσθαι τρο‐ φῆς ἀναγκαίας μᾶλλον ἢ τεχνικῆς, καὶ τὰ σώματα ἔχειν ἀκολάκευτα καὶ ἁπλᾶ, καὶ μηδὲν ὀψοποιοῦ δεό‐ μενα, οὐ μᾶλλον ἢ τὰ τῶν λεόντων‘—ἀπεῖναι δὲ ἐκεῖσε, ἔνθα καὶ εἰκὸς τιμηθήσεσθαι αὐτῷ τὴν τέχνην, | |
10 | δι’ ἡδονῆς καὶ χρείας τοὺς δημιουργοὺς αὐτῆς ἀσπα‐ | |
17.1e | ζομένων. Οὕτω Μίθαικος ἐξῆλθεν Σπάρτης αὐτῇ τέχνῃ· παρεδέξαντο δὲ αὐτὸν οὐχ ἧττον οἱ ἄλλοι Ἕλ‐ ληνες, κατὰ τὴν ἑαυτῶν ἡδονὴν ἀσπαζόμενοι, οὐ κατὰ τὴν παρὰ Λακεδαιμονίοις ἀτιμίαν ὑπεριδόντες. | |
17.2a | Εἰ δὲ δεῖ καὶ ἄλλας παρακαλέσαι εἰκόνας τῷ παρ‐ | |
17.2b | όντι λόγῳ σεμνοτέρας τῆς Μιθαίκου τέχνης· Θηβαῖοι | |
αὐλητικὴν ἐπιτηδεύουσιν, καὶ ἐστὶν ἡ δι’ αὐλῶν μοῦσα ἐπιχώριος τοῖς Βοιωτοῖς· Ἀθηναῖοι λέγειν, καὶ ἐστὶν ἡ περὶ λόγους σπουδὴ τέχνη Ἀττική· παιδεύματα Κρη‐ | 208 | |
5 | τικὰ θῆραι, ὀρειβασίαι, τοξεῖαι, δρόμοι· τὰ Θετταλικὰ ἱππική, τὰ Κυρηναϊκὰ διφρεῖαι, τὰ Αἰτωλικὰ λῃστεῖαι· ἀκοντίζουσιν Ἀκαρνᾶνες, πελτάζουσιν Θρᾷκες, νησιῶται | |
17.2c | πλέουσιν. Ἐὰν δὲ μεταθῇς τὰ ἐπιτηδεύματα πολλῶν | |
17.2d | πρὸς ἄλλους, νοθεύσεις τὰς τέχνας. Τί γὰρ δεῖ ἠπει‐ ρώταις νεῶν; ἢ ἀμούσοις αὐλῶν; ἢ ὀρείοις ἵππων; ἢ πεδιάδα οἰκοῦσιν δρόμων; ἢ ὁπλίταις τόξων; ἢ τοξό‐ | |
17.2e | ταις ἀσπίδων; Ὥσπερ οὖν ἐνταῦθα διεκληρώσαντο τὰς τέχνας οἱ τόποι, ἢ αἱ φύσεις τῶν χρωμένων, ἢ αἱ φιλίαι τῶν ἀπ’ ἀρχῆς ἐπιτηδευθέντων, καὶ οὐ ταὐτὰ ἕκαστον οὔτε πᾶσιν τίμιον διότι ἐνίοις, οὔτε ἄτιμον | |
5 | τισὶν ὅτι μὴ πᾶσιν, ἀλλὰ εὐδοκιμεῖ ἕκαστον κατὰ τὴν | |
17.2f | χρείαν τῶν λαβόντων· τί κωλύει τοὺς τῆς καλῆς ταύ‐ της πόλεως πολίτας, οὓς Πλάτων θρεψάμενος τῷ λόγῳ ὑπὸ νόμοις ξένοις καὶ οὐ καθωμιλημένοις τῷ τῶν πολλῶν ἔθει κατῴκισεν, αὖθις αὖ λόγῳ ἔχειν καὶ τούτους ἐπι‐ | |
5 | χώρια ἄττα αὐτῶν νόμιμά τε καὶ ἐπιτηδεύματα, ξυμ‐ πεφυκότα τῇ ἐκ παίδων τροφῇ, τιμώμενα μὲν αὐτοῖς κατὰ τὴν χρείαν αὐτῶν ἐκείνων, οὐκ ἀτιμαζόμενα δὲ | 209 |
17.2g | παρὰ τοῖς ἄλλοις, ἐπεὶ μὴ κἀκείνοις ἥρμοσεν; Εἰ μὲν γὰρ πόλιν πόλει παραβάλλομεν, καὶ πολιτείαν πολι‐ τείᾳ, καὶ νόμους νόμοις, καὶ νομοθέτην νομοθέτῃ, καὶ τροφὴν τροφῇ, ἔχοι ἄν τινα ἡμῖν λόγον ἡ ἐξέτασις | |
17.2h | τοιάδε, διερευνωμένοις τὸ παρ’ ἑκάστοις ἐνδέον· εἰ δέ τις μέρος τοῦ ὅλου ἀποτεμόμενος καθ’ αὑτό, σκο‐ πεῖ διὰ μαρτύρων τῶν χρωμένων τούτῳ ἢ μή (οὕτω γὰρ ἂν καὶ τὰ ἄλλα πάντα ὅσα ἄνθρωποι χρῶνται), | |
5 | κατ’ ἴσον ἂν τύχοι τιμῆς καὶ ἀτιμίας, καὶ διατελοῖ ἐν | |
17.2i | ἀμφισβητησίμῳ κρίσει πλανώμενα· καὶ γὰρ αἱ τροφαί, καὶ τὰ φάρμακα, καὶ τὰ διαιτήματα, καὶ τἄλλα ὅσα τῇ τῶν ἀνθρώπων χρείᾳ ἀνακέκραται, οὐ πᾶσιν ἑξῆς ὅμοια πάντα, ἀλλὰ τὸ αὐτὸ ἤδη τὸν μὲν ἔβλαψεν, τὸν | |
5 | δὲ ὤνησεν· καὶ τὸν μὲν εὔφρανεν, τὸν δὲ ἠνίασεν· ἕκαστον γὰρ τούτων ἡ χρεία καὶ ὁ καιρὸς καὶ ἡ ὑπό‐ θεσις τοῦ βίου ἕτερα ἑτέρῳ φαίνεσθαι ποιεῖ. | |
17.3a | Οὕτω τοίνυν ἐχόντων τούτων, μεταβάντες αὖ περὶ | |
Ὁμήρου σκοποῦμεν ἀδεκάστως μάλα, οὔθ’ ὅστις Πλά‐ τωνι χαίρει ἀτιμάζων Ὅμηρον, οὔθ’ ὅστις Ὅμηρον θαυμάζει μεμφόμενος Πλάτωνι· οὐ γὰρ διακεκλήρωται | 210 | |
5 | οὐδὲ ἀπέσχισται ἑκάτερον θἀτέρου· ἀλλ’ ἔξεστίν που καὶ τὰ Πλάτωνος τιμᾶν, καὶ θαυμάζειν Ὅμηρον· ἔξε‐ | |
17.3b | στιν δὲ ὧδε. Πόλιν οἰκίζει Πλάτων τῷ λόγῳ, οὐ Κρητικήν, οὐδὲ Δωρικήν, οὐδὲ Πελοποννησίαν, οὐδὲ Σικελικήν, οὐδὲ, μὰ Δί’, Ἀττικήν· ἦ γὰρ ἂν τοιαύτην οἰκίζων πόλιν, μὴ ὅτι Ὁμήρου ἂν ἐδεήθη μόνου, ἀλλὰ | |
5 | καὶ πρὸ Ὁμήρου Ἡσιόδου καὶ Ὀρφέως, καὶ εἴ τις ἄλλη παλαιὰ μοῦσα ποιητικὴ κατεπᾴδειν ἱκανὴ τὰς τῶν νέων ψυχὰς καὶ δημαγωγεῖν, καὶ ἡδονῇ συνήθει | |
17.3c | ἀνακιρνάναι πράως ἀληθεῖς λόγους· ἀλλ’ ἔστιν αὐτῷ ξυνοίκησις καὶ ἡ πολιτεία γιγνομένη λόγῳ, κατὰ τὸ | |
17.3d | ἀκριβέστατον μᾶλλον ἢ χρειωδέστατον· ὅνπερ τρόπον καὶ τοῖς τὰ ἀγάλματα τούτοις διαπλάττουσιν, οἳ παν‐ τὸς παρ’ ἑκάστου καλὸν συναγαγόντες, κατὰ τὴν τέχνην ἐκ διαφόρων σωμάτων ἀθροίσαντες εἰς μίμησιν μίαν, | |
5 | κάλλος ἓν ὑγιὲς καὶ ἄρτιον καὶ ἡρμοσμένον αὐτὸ αὑτῷ | |
17.3e | ἐξειργάσαντο· καὶ οὐκ ἂν εὗρες σῶμα ἀκριβὲς κατὰ ἀλήθειαν ἀγάλματι ὅμοιον· ὀρέγονται μὲν γὰρ αἱ τέχ‐ | |
ναι τοῦ καλίστου· αἱ δὲ ἐν ποσὶν ὁμιλίαι καὶ χρεῖαι | 211 | |
17.3f | ἀπολείπονται τῶν τεχνῶν. Οἶμαι δέ, εἰ καί τις ἦν ἐν ἀνθρώποις δύναμις πλαστικὴ σωμάτων σαρκίνων, ξυμφορήσαντες ἂν οἱ δημιουργοὶ τὰς δυνάμεις ξυμ‐ μέτρως γῆς καὶ πυρός, καὶ τῶν ὅσα τούτοις ἁρμοσ‐ | |
5 | θέντα τὲ καὶ ὁμολογήσαντα συνίστησιν τὴν σωμάτων φύσιν, ἀπέφηναν, ὥστε εἰκός, ἂν σῶμα ἀδεὲς φαρ‐ μάκου καὶ μαγγανευμάτων καὶ διαιτημάτων ἰατρικῶν. | |
17.3g | Εἰ οὖν τις ἐκείνων τινὸς τῶν δημιουργῶν ἀκούσας νομοθετοῦντος τοῖς ὑπ’ αὐτοῦ πλασθεῖσιν τῷ λόγῳ, ὅτι ἄρα δεήσονται οὐδὲ Ἱπποκράτους ἰωμένου σφᾶς, ἀλλὰ χρὴ στέψαντας ἐρίῳ τὸν ἄνδρα καὶ χρίσαντας | |
5 | μύρῳ ἀποπέμπειν, παρ’ ἄλλου εὐδοκιμήσοντα, ἐκεῖ ὅπου τὴν τέχνην παρακαλεῖ ἡ νόσος, κᾆτα ἀγανακτοίη πρὸς αὐτόν, ὡς ἀτιμάζοντα τὴν Ἀσκληπιοῦ καὶ τὴν Ἀσκληπιάδων τέχνην, ἆρα οὐ καταγέλαστος ἂν γίγ‐ νοιτο, αἰτίαν προσφέρων τῷ μὴ κατὰ ἀτιμίαν παραι‐ | |
10 | τουμένῳ ἰατρικήν, ἀλλὰ μήτε κατὰ χρείαν δεομένῳ αὐτῆς, μήτε καθ’ ἡδονὴν ἀσπαζομένῳ; | |
17.4a | Δύο γὰρ ὄντων τούτων, ὑφ’ ὧν Ὅμηρος καὶ Ἡσίοδος καὶ ὅστις ἄλλος ἐν ἁρμονίᾳ ποιητικῇ εὐδόκιμοι ἦσαν, | |
χρείας καὶ ἡδονῆς, κατ’ οὐδέτερον αὐτοῖν ἐπιτήδεια τὰ ἔπη τῇ Πλάτωνος πολιτείᾳ, οὔτε κατὰ τὴν χρείαν, | 212 | |
17.4b | οὔτε κατὰ τὴν ἡδονήν. Ἥ τε γὰρ χρεία ξυνελήλαται αὐτοῖς εἰς τροφὴν ἀκριβῆ καὶ ἀκούσματα ἀναγκαῖα, οὐδὲν αὐθαίρετον, οὐδὲ αὐτεξούσιον, οὐδὲ οἷον ἂν δέξαιντο παρὰ μητέρων παῖδες ὑπὸ φήμης ἀλόγου | |
5 | πλασθέντα μῦθον· οὐδὲν γὰρ ἐκεῖ οὐδὲ ἐκ τοῦ προσ‐ τυχόντος, οὔτε ἄκουσμα, οὔτε παίδευμα· οὔτε ἀθύρ‐ ματα παρέλθοι ἂν εἰς τοιαύτην πόλιν, ὥστε καὶ δεη‐ θῆναι Ὁμήρου, τὰς οὔσας περὶ θεῶν δόξας ἐμμελῶς μεγαλύνοντος, καὶ τρέφοντος τὰς τῶν πολλῶν ψυχὰς | |
17.4c | ἐκ ταπεινῆς φαντασίας εἰς ἔκπληξιν. Τοῦτο γάρ τοι δύναται ποιητοῦ λόγος ἐμπεσὼν ἀκοαῖς τεθραμμέναις κακῶς, περιβομβεῖν αὐτάς, καὶ μὴ παρέχειν σχολὴν διαπιστεύειν τοῖς εἰκῇ θρυλουμένοις λόγοις, ἀλλ’ εἰ‐ | |
5 | δέναι μὲν ὅτι ποιητικὴ πᾶσα αἰνίττεται, καταμαντεύε‐ σθαι δὲ τῶν αἰνιγμάτων μεγαλοπρεπῶς, κατὰ τὴν | |
17.4d | θεῶν δίκην. Ὁπόθεν δὲ ἐξελήλαται τὸ ταπεινὸν πᾶν καὶ τὸ ἠμελημένον, τί δεῖ ἐνταῦθα τοιούτου φαρμάκου; | |
17.4e | Τὸν Ἀνάχαρσιν ἐκεῖνον ἤρετο Ἕλλην ἀνήρ, εἰ ἔστιν αὐλητικὴ ἐν Σκύθαις· ‘Οὐδὲ ἄμπελοι,‘ ἔφη. Ἄλλη γὰρ ἄλλην παρακαλεῖ ἡδονήν, καὶ ἐστὶν ξυμφυὲς τὸ χρῆμα, καὶ ἄπαυστον, καὶ ἀέναον, ἐπειδὰν ἄρξηται ῥεῖν· καὶ | 213 |
5 | μία μηχανὴ πρὸς σωτηρίαν, στῆσαι τὰς πηγάς, καὶ | |
17.4f | ἀποφράξαι τὴν ἡδονῶν γένεσιν. Ἡ δὴ τοιαύτη πόλις, ἣν συνεστήσατο ὁ Πλάτων, ἄβατος ἡδονῇ, καὶ 〈ἀδεὴσ〉 θεαμάτων καὶ ἀκουσμάτων· ὥστε οὔτε εἰ ποιητικὴ παρασκευαστικὸν ἡδονῆς, εἰσδέξαιτο ἂν αὐτήν, καὶ | |
5 | πολὺ μᾶλλον κατὰ τὴν χρείαν. | |
17.5a | Ἐῶ λέγειν ὅτι καὶ τῶν ἐν ἀνθρώποις γενῶν οὐ λόγῳ μόνον πλαττόμεναι πόλεις, ἀλλὰ καὶ ἔργῳ γενόμεναι πολλαὶ καὶ πολιτευθεῖσαι ὑγιῶς, καὶ ξυνοικισθεῖσαι νομίμως, ἀγνοοῦσιν τὸν Ὅμηρον. Ὀψὲ μὲν γὰρ ἡ | |
5 | Σπάρτη ῥαψῳδεῖ, ὀψὲ δὲ καὶ ἡ Κρήτη, ὀψὲ δὲ καὶ τὸ Δωρικὸν ἐν Λιβύῃ γένος· ἐπαινοῦνται δὲ οὐκ ὀψέ, | |
17.5b | ἀλλ’ ἐκ παλαιᾶς ἀρετῆς. Τὰ δὲ τῶν βαρβάρων τί χρὴ λέγειν; σχολῇ γὰρ ἂν ἐκεῖνοι τὰ Ὁμήρου μάθοιεν, ἀλλ’ εὕροις ἂν ὅμως καὶ ἐν βαρβάροις ἀρετὴν ἀπ‐ εσχισμένην τῶν Ὁμήρου ἐπῶν· ἦ γὰρ ἂν καὶ τὸ τῶν | |
5 | ῥαψῳδῶν γένος τὸ ἀνοητότατον εὐδαιμόνει κατὰ τὴν | |
17.5c | συνουσίαν τῆς τέχνης· τὸ δὲ οὐχ οὕτως ἔχει. Καλὰ | |
μὲν γὰρ τὰ Ὁμήρου ἔπη, καὶ ἐπῶν τὰ κάλλιστα, καὶ φανότατα, καὶ ᾄδεσθαι Μούσαις πρέποντα· ἀλλ’ οὐ πᾶσιν καλά, οὐδὲ ἀεὶ καλά· οὐδὲ γὰρ τῶν ἐν μουσικῇ | 214 | |
17.5d | μελῶν εἷς νόμος, οὐδὲ εἷς χρόνος. Καλὸν μὲν ἐν πολέμῳ τὸ ὄρθριον, καλὸν δὲ ἐν συμποσίῳ τὸ παροί‐ νιον, καὶ καλὸν μὲν Λακεδαιμονίοις τὸ ἐμβατήριον, καλὸν δὲ Ἀθηναίοις τὸ κύκλιον, καὶ καλὸν μὲν ἐν | |
5 | διώξει τὸ ἐγκελευστικόν, καλὸν δὲ ἐν φυγῇ τὸ ἀνακλη‐ τικόν· ἡδεῖα μὲν πᾶσα μοῦσα, ἀλλὰ τὸ τῆς χρείας | |
17.5e | οὐχ ὅμοιον πᾶσιν. Ἂν τοίνυν καθ’ ἡδονὴν κρίνῃς Ὅμηρον ᾄδειν ἄνδρας, εἰσκυκλεῖς ποιητῶν χορὸν ἀκό‐ λαστον καὶ βακχεύοντα, κρατοῦντα ἡδονῇ τῆς Ὁμήρου | |
17.5f | ᾠδῆς, ἀποχειροτονεῖς τῆς ἡδονῆς τὸν ἄνδρα. Ἡδὺς μὲν γάρ, ἡδύς, ἀλλὰ τὸ κάλλος ἀκμαιότερον τῆς ἡδο‐ νῆς, καὶ μὴ παρέχον σχολὴν εὐφραίνεσθαι, ἀλλὰ ἐπαι‐ νεῖν· ἀλλ’ ἔπαινος σὺν ἡδονῇ μέν, ἀλλ’ οὐκ αὐτὸ | |
17.5g | ἡδονή. Εἰ δὲ καθ’ ἡδονὴν τὰ Ὁμήρου ἀσπαζόμεθα, ὡς αὐλήματα, ὡς κιθαρίσματα, ἐξελαύνεις Ὅμηρον οὐκ ἐκ τῶν Πλάτωνος τροφίμων μόνον, ἀλλὰ καὶ ἐκ τῶν Λυκούργου, καὶ ἐκ τῶν Κρητικῶν, καὶ παντὸς χωρίου | |
5 | καὶ πάσης πόλεως, ὅπου μετὰ ἀρετῆς εὐδοκιμοῦσιν οἱ | |
πόνοι. | 215 | |
18.1a(1t) | Τίς ἡ Σωκράτους ἐρωτική | |
1 | Κορινθίῳ ἀνδρί, ὄνομα Αἰσχύλῳ, παῖς ἦν Ἀκταίων, | |
18.1b | μειράκιον Δωρικόν, ὥρᾳ διαφέρον. Ἐρᾷ Ἀκταίωνος νεανίας Κορίνθιος, γένους τῶν Βακχιάδων· Βακχιάδαι | |
18.1c | δὲ Κορίνθου ἐδυνάστευον. Ὡς δὲ ἐσωφρόνει τὸ μει‐ ράκιον καὶ ὑπερεφρόνει ὑβριστοῦ ἐραστοῦ, ἐκώμασεν εἰς Ἀκταίωνος ὁ ἐραστὴς ὁμοῦ τοῖς Βακχιάδαις νεα‐ νίσκοις· οἳ θαρσοῦντες μέθῃ καὶ τυραννίδι καὶ ἔρωτι, | |
5 | εἰσπεσόντες εἰς τὸ δωμάτιον, οἱ μὲν ἐπειρῶντο ἀπ‐ άγειν, οἱ δὲ οἰκεῖοι κατέχειν· σπώμενον τὸ μειράκιον | |
18.1d | ὑπ’ ἀμφοῖν, βίᾳ διαφθείρεται ἐν χερσὶν αὐτῶν. Καὶ εἰκάσθη τὸ ἐν Κορίνθῳ τοῦτο πάθος τῷ Βοιωτίῳ διὰ | |
τὴν ὁμωνυμίαν τῶν μειρακίων, ἀπολομένου ἑκατέρου, τοῦ μὲν ὑπὸ κυνῶν ἐν θήρᾳ, τοῦ δὲ ὑπὸ ἐραστῶν ἐν | 216 | |
18.1e | μέθῃ. Περιάνδρῳ τῷ Ἀμβρακιώτῃ τυράννῳ παιδικὰ ἦν μειράκιον πολιτικόν· ἅτε δὲ οὐ σὺν δίκῃ τὴν ὁμι‐ λίαν συστησαμένῳ ὕβρις ἦν τὸ χρῆμα, οὐκ ἔρως· θαρ‐ σῶν δὲ ὁ Περίανδρος τῇ ἐξουσίᾳ παροινεῖ εἰς τὸ | |
18.1f | μειράκιον. Ἡ δὲ παροινία αὕτη Περίανδρον μὲν ἔπαυ‐ σεν ὑβρίζοντα, τὸ δὲ μειράκιον ἐποίησεν ἐξ ἐρωμένου τυραννοκτόνον. Αὕτη δίκη ἀδίκων ἐρώτων. | |
18.2a | Βούλει σοι λέγω καὶ τοῦ ἑτέρου τρόπου τῶν ἐρώ‐ των τοῦ δικαίου μίαν γέ τινα ἢ δευτέραν εἰκόνα; | |
18.2b | Μειρακίῳ Ἀττικῷ δύο ἦσαν ἐρασταί, ἰδιώτης καὶ τύ‐ ραννος· ὁ μὲν δίκαιος ἦν διὰ ἰσοτιμίαν, ὁ δὲ ἄδικος | |
18.2c | δι’ ἐξουσίαν· ἀλλὰ τό γε μειράκιον ὄντως ἦν καλὸν καὶ ἐρᾶσθαι ἄξιον, ὥστε ὑπεριδὸν τοῦ τυράννου τὸν | |
18.2d | ἰδιώτην ἠσπάζετο· ὁ δὲ ὑπ’ ὀργῆς ἄλλά τε ἀμφοτέρους προὐπηλάκισεν, καὶ ἀδελφὴν Ἁρμοδίου Παναθηναίοις ἥκουσαν ἐπὶ τὴν πομπὴν κανηφοροῦσαν ἐξήλασεν ἐπ’ | |
18.2e | ἀτιμίᾳ. Διδόασιν δίκην ἐκ τούτου Πεισιστρατίδαι, καὶ ἦρξεν ἐλευθερίας Ἀθηναίοις ὕβρις τυράννου, καὶ μει‐ | |
ρακίου θάρσος, καὶ ἔρως δίκαιος, καὶ ἐραστοῦ ἀρετή. | 217 | |
18.2f | Ἐλευθεροῖ τὰς Θήβας Ἐπαμεινώνδας ἀπὸ Λακεδαι‐ | |
18.2g | μονίων στρατηγήματι ἐρωτικῷ· μειρακίων πολλῶν κα‐ λῶν ἐρασταὶ ἦσαν Θήβησιν πολλοὶ νεανίαι· ὅπλα δοὺς Ἐπαμεινώνδας τοῖς ἐρασταῖς καὶ τοῖς ἐρωμένοις συν‐ έταξεν λόχον ἱερὸν τοῦ ἔρωτος, δεινὸν καὶ ἄμαχον, | |
18.2h | καὶ συνασπίζοντα ἀκριβῶς, καὶ ἄρρηκτον· οἷον οὔτε ὁ Νέστωρ περὶ τὸ Ἴλιον συνεστήσατο, ὁ δεινότατος τῶν στρατηγῶν, οὔτε Ἡρακλεῖδαι περὶ Πελοπόννησον, οὔτε | |
18.2i | Πελοποννήσιοι περὶ τὴν Ἀττικήν. Ἔδει γὰρ ἕκαστον τῶν ἐραστῶν ἀριστεύειν, καὶ διὰ φιλοτιμίαν ἐν ὄψει τῶν παιδικῶν μαχόμενον, καὶ δι’ ἀνάγκην ὑπερμαχοῦντα | |
18.2k | τῶν φιλτάτων· ἦν δὲ καὶ τὰ μειράκια ἐφάμιλλα ταῖς ἀρεταῖς τοῖς ἐρασταῖς, ὥσπερ ἐν θήρᾳ σκύλακες συμ‐ παραθέοντες τοῖς πρεσβυτέροις τῶν κυνῶν. | |
18.3a | Τί δή μοι βούλεται ὁ Ἐπαμεινώνδας καὶ ὁ Ἁρμό‐ | |
18.3b | διος, καὶ οἱ περὶ τοῦ ἀδίκου ἔρωτος λόγοι; Ὅτι πρᾶγμα διττόν, τὸ μὲν ἀρετῆς ἐπήβολον, τὸ δὲ μοχθηρίᾳ συμ‐ | |
πεφυκός, φωνῇ μιᾷ οἱ ἄνθρωποι ἐπονομάζοντες ἔρωτα, οὑτωσὶ καλοῦντες καὶ τὸν θεὸν καὶ τὴν νόσον, | 218 | |
5 | καλλωπίζονται μὲν οἱ μοχθηροὶ ἐρασταὶ διὰ τὴν πρὸς τὸν θεὸν ὁμωνυμίαν, ἀπιστοῦνται δὲ οἱ χρηστοὶ διὰ τὸ ἀμφίβολον τοῦ πάθους, ἀλλ’ ὥσπερ τοὺς ἀργυρο‐ γνώμονας ἐξετάζειν ἔδει, ὁπότερος αὐτῶν γνωριστικὸς | |
18.3c | τοῦ δοκίμου καὶ μή. Τὸν μὲν πρὸ τοῦ δοκίμου τὸ φαινόμενον ἀσπαζόμενον πόρρω πάνυ τίθεμεν τῆς τέχνης, τὸν δὲ τἀληθῆ αὐτὰ γνωρίζοντα, τοῦτον καὶ συνιέναι αὐτῆς· ταύτῃ καὶ τὴν ἐρωτικὴν προσθῶμεν | |
5 | φέροντες, ὥσπέρ τινι νομίσματι, τῇ τοῦ καλοῦ φύσει. Ἐὰν γὰρ τούτου τὸ μὲν ᾖ φαινόμενον καλόν, οὐχ οὕ‐ τως ἔχον, τὸ δὲ καλὸν καὶ ὂν καὶ φαινόμενον, ἀνάγκη τοὺς μὲν τοῦ φαινομένου κάλλους καὶ μὴ ὄντος γλι‐ χομένους νόθους τινὰς εἶναι καὶ κιβδήλους ἐραστάς, | |
10 | τοὺς δὲ τοῦ καὶ ὄντος καὶ φαινομένου γνησίους ἐρα‐ στὰς κάλλους ἀληθινοῦ. | |
18.4a | Εἶεν· ἐπεὶ ταύτῃ βασανιστέον τὲ καὶ ἀθρητέον τὸν ἐρωτικὸν καὶ λόγον καὶ ἄνδρα, ἐπιτολμητόν τοι καὶ περὶ Σωκράτους ἐκλογίσασθαι, τί ἦν αὐτῷ ταυτὶ τὰ θρυλούμενα ἐν τοῖς λόγοις; ὁποῖα ἄττα φησὶν περὶ | 219 |
5 | αὑτοῦ ἐκεῖνος, ὅτι ἐστὶν θεράπων τοῦ ἔρωτος, καὶ λευκὴ στάθμη πρὸς τοὺς καλούς, καὶ τὴν τέχνην δει‐ | |
18.4b | νός. Ἀλλὰ καὶ διδασκάλους ἐπιγέγραπται τῆς τέχνης, Ἀσπασίαν τὴν Μιλησίαν, καὶ Διοτίμαν τὴν Μαντινι‐ κήν· καὶ μαθητὰς λαμβάνει τῆς τέχνης, Ἀλκιβιάδην τὸν γαυρότατον, καὶ Κριτόβουλον τὸν ὡραιότατον, καὶ | |
5 | Ἀγάθωνα τὸν ἁβρότατον, καὶ Φαῖδρον τὴν θείαν κε‐ φαλήν, καὶ Λῦσιν τὸ μειράκιον, καὶ Χαρμίδην τὸν | |
18.4c | καλόν. Ἀποκρύπτεται δὲ οὐδὲν τῶν τοῦ ἔρωτος, οὔτε ἔργον, οὔτε πάθος, ἀλλὰ ἔοικεν πάντα ἑξῆς παρρησια‐ | |
ζομένῳ· πηδᾶν μὲν αὐτῷ τὴν καρδίαν ἐπὶ Χαρμίδῃ καὶ ἥδειν τὸ σῶμα, ἐπτοῆσθαι δὲ καὶ ἐνθουσιᾶν, | 220 | |
5 | καθάπερ τὰς βάκχας, ἐπὶ Ἀλκιβιάδῃ· ἐπεστρέφθαι δὲ ἐπ’ Αὐτόλυκον τὰ ὄμματα, ὥσπερ ἐν νυκτὶ ἐπὶ φέγγος. | |
18.4d | Πόλιν δὲ οἰκίζων ἀγαθῶν ἀνδρῶν, τιθεὶς νόμους τοῖς ἀριστεῦσιν οὐ στέφανον οὐδὲ εἰκόνας, τὰς Ἑλληνικὰς φλυαρίας, δωρεῖται· ἀλλ’ ἐξεῖναι φιλεῖν τῷ ἀρίστῳ, εἰ δή τινα ἂν θέλῃ, τῶν καλῶν· ὢ τοῦ θαυμαστοῦ | |
18.4e | γέρως. Αὐτὸς δὲ δὴ τὸν ἔρωτα, ἀναπλάττων ἐπ’ αὐτῷ μῦθον, οἷον καὶ εἶναι λέγει, αἰσχρὸν ἰδεῖν, καὶ πένητα, ἐγγυτάτω τῆς ἑαυτοῦ τύχης, ἀνυπόδητον, χαμαιεύνην, ἐπίβουλον, θηρευτικόν, φαρμακέα, σοφιστήν, γόητα· | |
5 | ἀτεχνῶς οἷα εἰς αὐτὸν Σωκράτην ἔσκωπτον ἐν Διο‐ | |
18.4f | νυσίοις οἱ κωμῳδοί. Ἔλεγε δὲ ταῦτα μόνον οὐκ ἐν | |
μέσοις τοῖς Ἕλλησιν, ἀλλὰ καὶ οἴκοι καὶ δημοσίᾳ, ἐν συμποσίοις, ἐν Ἀκαδημίᾳ, ἐν Πειραιεῖ, ἐν ὁδῷ ὑπὸ | 221 | |
18.4g | πλατάνῳ, ἐν Λυκίῳ. Καὶ τὰ μὲν ἄλλα ἅπαντα ἀπο‐ ποιεῖται εἰδέναι, καὶ τοὺς περὶ ἀρετῆς λόγους, καὶ τὰς περὶ θεῶν δόξας, καὶ τὰ ἄλλα ἅπαντα, ἐφ’ οἷς οἱ σο‐ φισταὶ ἐκόμων· τὴν δὲ ἐρωτικὴν τέχνην ὑποδύς, ταύ‐ | |
5 | της καὶ ἐπιστήμων εἶναι, καὶ πραγματεύεσθαι περὶ αὐτὴν ἔλεγεν. | |
18.5a | Τί βούλεται τῷ Σωκράτει ταυτὶ τὰ κομψά, εἴτε αἰνίγματα, εἴτε εἰρωνεύματα; ἀποκρινάσθω ἡμῖν ὑπὲρ τοῦ Σωκράτους Πλάτων, ἢ Ξενοφῶν, ἢ Αἰσχίνης, ἤ | |
18.5b | τις ἄλλος τῶν ὁμοφώνων αὐτῷ. Ἐγὼ μὲν γὰρ θαυ‐ μάζω καὶ ἐκπλήττομαι, ὅπως τὰ μὲν Ὁμήρου ἔπη τῆς θαυμαστῆς πολιτείας καὶ τροφῆς τῶν νέων ἀπεπέμ‐ ψατο, αὐτῷ Ὁμήρῳ, στεφανώσας τὸν ποιητὴν καὶ χρί‐ | |
18.5c | σας μύρῳ· αἰτιασάμενος τὴν παρρησίαν τῶν ἐπῶν, ὅτι ὁ Ζεὺς πεποίηται αὐτῷ τῇ Ἥρᾳ μισγόμενος ἐν τῇ Ἴδῃ, νεφέλης αὐτοὺς καλυπτούσης ἀθανάτου, καὶ Ἄρεως | |
καὶ Ἀφροδίτης συνουσία, καὶ Ἡφαίστου δεσμά, καὶ | 222 | |
5 | θεοὶ πίνοντες, καὶ γελῶντες θεοὶ ἄσβεστον γέλωτα, καὶ Ἀπόλλων φεύγων, καὶ Ἀχιλλεὺς διώκων, αὐτὸς θνητὸς ἐών, θεὸν ἄμβροτον, καὶ ὀδυρόμενοι θεοί· ὤμοι ἐγών, ὅτε μοι Σαρπήδονα φίλτατον | |
10 | ἀνδρῶν, ὁ Ζεὺς λέγει· καὶ αὖθις αὖ, ὤμοι ἐγὼ δειλή, ὤμοι δυσαριστοτόκεια, ἡ Θέτις λέγει· καὶ ὅσα ἄλλα ἐπὶ τούτοις Ὅμηρος μὲν | |
18.5d | ᾐνίξατο, Σωκράτης δὲ ἐμέμψατο· αὐτὸς δὲ δὴ Σω‐ κράτης, ὁ ἐραστὴς μὲν σοφίας, πενίας δὲ κρείττων, ἡδονῆς δὲ ἐχθρός, ἀληθείας δὲ φίλος, οὕτω σφαλεροὺς καὶ κινδυνώδεις λόγους ταῖς αὐτοῦ ὁμιλίαις ἀνεκέρασεν, | |
5 | ὥστε τὰ Ὁμήρου αἰνίγματα πόρρω πάνυ εἶναι τῆς | |
18.5e | αἰτίας, τοῖς ἐκείνου παραβαλλόμενα. Αὐτίκα καὶ ὁ μὲν περὶ τοῦ Διὸς τοιαῦτα ἀκούσας, καὶ τοῦ Ἀπόλ‐ λωνος, καὶ τῆς Θέτιδος, καὶ τοῦ Ἡφαίστου, καταμαν‐ τεύεται τοῦ λόγου, ὡς φησὶ μὲν ταῦτα, ἕτερα δὲ | |
5 | αἰνίττεται· καὶ παρεὶς τῇ ἀκοῇ τὸ τερπνόν, συναγωνί‐ ζεται τῷ ποιητῇ, καὶ συνεξαίρεται τῇ φαντασίᾳ, καὶ συναναπλάττει τὸν λόγον, ἀπιστῶν ὁμοῦ καὶ χαίρων | |
18.5f | τῇ τῆς μυθολογίας ἐξουσίᾳ. Ὁ δὲ Σωκράτης ἡμῖν ἐπ’ ἀληθείᾳ διατεθρυλημένος, ἐπισφαλέστερος ἐν οἷς αἰ‐ νίττεται, διὰ τὸ ἀξιόπιστον μὲν ἐν τοῖς λόγοις, δυνα‐ | 223 |
18.5g | τὸν δὲ τῇ μιμήσει, ἀνόμοιον δ’ ἐν τοῖς ἔργοις. Οὐδὲν γὰρ αὐτὸς αὑτῷ ὅμοιος ὁ Σωκράτης ἐρῶν τῷ σωφρο‐ νοῦντι, καὶ ὁ ἐκπληττόμενος τοὺς καλοὺς τῷ ἐλέγχοντι τοὺς ἄφρονας, ὁ Λυσίου τῶν ἐρωτικῶν ἀντίτεχνος, ὁ | |
5 | Κριτοβούλου ἁπτόμενος, ὁ ἀπὸ κυνηγεσίου τῆς Ἀλκι‐ βιάδου ὥρας παραγινόμενος, ὁ Χαρμίδην τεθηπώς. | |
18.5h | Πῶς γὰρ ὅμοια ταῦτα φιλοσόφῳ βίῳ; οὐ τῇ πρὸς τὸν δῆμον παρρησίᾳ, οὐδὲ τῇ πρὸς τοὺς τυράννους ἐλευ‐ θερίᾳ, οὐδὲ τῇ ἐπὶ Δηλίῳ ἀριστείᾳ, οὐδὲ τῇ πρὸς τοὺς δικαστὰς ὑπεροψίᾳ, οὐδὲ τῇ ἐπὶ τὸ δεσμωτήριον | |
5 | ὁδῷ, οὐδὲ τῇ πρὸς τὸν θάνατον παρασκευῇ· πολλοῦ | |
18.5i | γε καὶ δεῖ. Εἰ μὲν γὰρ ἀληθῆ ταῦτα, εὐφημεῖν ἄξιον· εἰ δὲ αἰνίττεται δι’ αἰσχρῶν ῥημάτων πράξεις καλάς, δεινὸν καὶ σφαλερὸν τὸ χρῆμα. Τὸ γὰρ ὑποβαλεῖν αἰσχρῷ καλόν, καὶ τὰ ὠφελοῦντα διὰ τῶν βλαπτόντων | |
5 | ἐπιδείκνυσθαι, οὐκ ὠφελοῦν βουλομένου ἔργον (τὸ γὰρ | |
ὠφελοῦν ἀφανὲς) ἀλλὰ βλάπτειν· πρόχειρον γὰρ τοῦτο. | 224 | |
18.5k | Ταῦτα οἶμαι Θρασύμαχον ἂν εἰπεῖν, ἢ Καλλίαν, ἢ Πῶλον, ἢ ὅστις ἄλλος τῇ Σωκράτους φιλοσοφίᾳ ἐπο‐ λέμει. | |
18.6a | Φέρ’ ἐπαμύνωμεν τῷ λόγῳ, μὴ εἰκαῖα φλυαρῶμεν. Καὶ δή μοι δοκῶ βούλεσθαι μὲν ταῦτα, δύνασθαι δὲ | |
18.6b | ἧττον· χρὴ δὲ ὁμοῦ τῷ βούλεσθαι καὶ δύνασθαι. Ὧδε τοίνυν δράσωμεν περὶ ῥᾳστώνην τοιαύτην τῷ λόγῳ, οἵαν καὶ εἰς τὰ δικαστήρια εἰσαγγελλόμενοι ἢ κιν‐ δυνεύοντες· οὐ περὶ τοῦ πράγματος ἀπολογοῦνται μό‐ | |
5 | νον, ὑπὲρ ὅτου ἡ εἰσαγγελία ἐγένετο, ἀλλ’ ἠρέμα εἰς ἄλλους ἀξιοχρεωτέρους τρέπουσι τὴν αἰτίαν, τῇ πρὸς | |
18.6c | ἐκείνους κοινωνίᾳ κατασμικρύνοντες τὰ αὐτῶν. Οὐ‐ κοῦν καὶ ἡμεῖς περὶ Σωκράτους, εἰ μὲν ὀρθῶς ταῦτα ἔδρα ἢ μή, σκοπεῖν ἀναθησόμεθα σμικρόν, ὅσον τὸ νῦν ἔχον· λέγωμεν δὲ ὡδὶ πρὸς τουτουσὶ τοὺς δει‐ | |
18.6d | νοὺς κατηγόρους· ὅτι ‘ἡμῖν δοκεῖτε, ὦ ἄνδρες, ἀτοπώ‐ | 225 |
18.6e | τεροι εἶναι συκοφάνται Ἀνύτου καὶ Μελήτου·‘ ἐκεῖνοι μέν γε ἀδικεῖν γραψάμενοι Σωκράτην, καὶ τοὺς νέους διαφθείρειν, καὶ ὅτι μὲν Κριτίας ἐτυράννησεν, τοῦτο ἀδικεῖν ἔλεγον τὸν Σωκράτην, καὶ ὅτι Ἀλκιβιάδην ἐᾷ | |
5 | ὑβρίζειν, καὶ ὅτι τὸν ἥττω λόγον κρείττω ποιεῖ, καὶ | |
18.6f | ὀμνύει τὴν πλάτανον καὶ τὸν κύνα· τῶν δὲ ἐρωτικῶν τῶν Σωκράτους ἀπέσχοντο καὶ οἱ δεινοὶ οὗτοι συκο‐ | |
18.6g | φάνται· ἀλλ’ οὐδὲ Ἀριστοφάνης τὰ Σωκράτους ἐν Διονυσίοις κωμῳδῶν, ὁ δεινότατος τῶν κατηγόρων, ἐλοιδορήσατο τῷ ἔρωτι τοῦ Σωκράτους· καίτοι πένητα εἰπών, καὶ ἀδολέσχην, καὶ σοφιστήν, καὶ πάντα μᾶλλον | |
18.6h | ἢ κακῶς ἐρῶντα. Οὐ γὰρ ἦν, ὡς ἔοικεν, τὸ πρᾶγμα οὔτε τοῖς συκοφάνταις, οὔτε τοῖς κωμῳδοῖς ἐπιλήψιμον. Διὸ δὴ τὸ μὲν Ἀθηναίων θέατρον καὶ τὸ δικα‐ στήριον ἐκεῖνο διαπέφευγεν· πρὸς τουτουσὶ δὲ τοὺς | |
5 | νυνὶ κατηγόρους (οὐ γάρ εἰσιν ἐκείνων ἀμαχώτεροι) | |
187*a | διαγωνισώμεθα τὸ πρῶτον τῇδε· ὡς οὐκ ἴδιον Σω‐ κράτους τὸ ἐρωτικὸν ἐπιτήδευμα, ἀλλὰ μακρῷ πρεσβύ‐ | |
τερον· μάρτυρα δὲ αὐτὸν Σωκράτην παραστησώμεθα, ἐπαινοῦντα μὲν τὸ ἔργον καὶ θαυμάζοντα αὐξανό〈μενον, | 226 | |
187*b | ἀπαρνού〉μενον δὲ αὐτοῦ τὴν εὕρεσιν. Ἐπιδειξαμένου γὰρ αὐτῷ τοῦ Μυρινουσίου Φαίδρου λόγον ὑπὸ Λυσίου τοῦ Κεφάλου συγγεγραμμένον ἐρωτικόν, οὐκ ἔφη θαυ‐ μάζειν, πλῆρες τὸ στῆθος ἔχων ὥσπερ ἀγγεῖον, ἀλλοτρίων | |
5 | ναμάτων, ἦπου Σαπφοῦς τῆς καλῆς (οὕτω γὰρ αὐτὴν ὀνομάζων χαίρει διὰ τὴν ὥραν τῶν μελῶν, καίτοι μι‐ κρὰν οὖσαν καὶ μέλαιναν) ἢ Ἀνακρέοντος, φησίν, τοῦ | |
187*c | σοφοῦ. Τὸν δὲ ἐν τῷ συμποσίῳ λόγον, εἰς ἔρωτα | |
187*d | ἔπαινον, Μαντινικῇ γυναικὶ ἀνατίθησιν· ἀλλὰ εἴτε Μαντινική, εἴτε καὶ Λεσβία τὶς ἦν ἡ τοῦ λόγου μήτηρ, πάντως γε οὐκ ἴδιοι οἱ τοῦ Σωκράτους ἐρωτικοὶ λόγοι, οὐδὲ πρώτου· θεασώμεθα γὰρ οὕτως, ἀπὸ Ὁμήρου | |
5 | ἀρξάμενοι. | |
18.8a | Οὗτος γάρ μοι δοκεῖ πολυφωνότατος ὢν καὶ δεινὸς | |
ὁμοῦ τοῖς καλοῖς τὰ αἰσχρὰ ἱστορεῖν, τὰ μὲν ὅπως ἔχωμεν, τὰ δὲ ὅπως φεύγωμεν, τὰ μὲν ἄλλα εὐήθως πάνυ καὶ ἀρχαίως ἐκδιδάσκειν ἰδέσθαι, καὶ ἡνιοχεῖν, | 227 | |
5 | καὶ τάττειν στράτευμα· ἐν νύσσῃ μὲν παραινῶν ἐγ‐ χριμφθῆναι τὸν ἐπὶ λαιᾷ ἵππον, κυκεῶ δὲ Πραμνίου διδοὺς τοῖς κάμνουσιν, τοὺς δὲ κακοὺς ἐν μέσῳ τάττων τῶν ἀγαθῶν, καὶ τοὺς ἱππεῖς διακρίνων τῶν πεζῶν· | |
18.8b | ἦ γὰρ ἂν γέλωτα ὄφλοι τὰ σοφὰ ταῦτα τοῖς νῦν | |
18.8c | τακτικοῖς καὶ ἰατροῖς καὶ ἡνιόχοις· τὰ δὲ τοῦ ἔρωτος πάντα ἑξῆς δίεισιν, καὶ ἔργα, καὶ ἡλικίας, καὶ εἴδη, καὶ πάθη, τὰ καλά, τὰ αἰσχρά, τὸν σώφρονα ἔρωτα, τὸν ἀκόλαστον, τὸν δίκαιον, τὸν ὑβριστήν, τὸν ἐπι‐ | |
5 | μανῆ, τὸν πρᾶον· καὶ ἐστὶν ἐν τοιούτοις οὐκέτι ἀρχαῖος, ἀλλὰ τεχνίτης δεινῶς, οἷοι νῦν βροτοί εἰσιν. | |
18.8d | Αὐτίκα ἐν πρώτῳ λόγῳ ἐπὶ αἰχμαλώτῳ ἐρασταὶ δύο, | |
ὁ μὲν θρασὺς καὶ ἐπιμανής, ὁ δὲ ἥμερος καὶ ἐμπαθής· ὁ μὲν ἀποφλογοῦται τὰ ὄμματα, καὶ λοιδορεῖται πᾶσιν καὶ ἀπειλεῖ· ὁ δὲ ἀναχωρεῖ ἐφ’ ἡσυχίας, καὶ δακρύει | 228 | |
5 | κείμενος, καὶ ἀλύει, καὶ ἀπελεύσεσθαι φησίν, καὶ οὐκ | |
18.8e | ἄπεισιν. Ἄλλη εἰκὼν ἀκολάστου ἔρωτος· τοιοῦτος αὐτῷ ὁ Ἀλέξανδρος, οἷος ἐκ μάχης ἐπανεῖναι εἰς τὸν θάλα‐ | |
18.8f | μον καὶ ἀεὶ μοιχῷ ἐοικέναι. Ἔστιν αὐτῷ καὶ δίκαιος ἔρως παρ’ ἀμφοῖν ἴσος οἷον τῆς Ἀνδρομάχης καὶ τοῦ Ἕκτορος· ἡ μὲν πατέρα καὶ ἀδελφὸν καλεῖ τὸν ἄνδρα καὶ ἐραστήν, καὶ πάντα δὴ τὰ φίλτατα ὀνόματα· ὁ δὲ | |
5 | οὔτε μητρὸς τοσουτονὶ αὐτῷ μέλειν, ὅσον ἐκείνης, λέγει. | |
18.8g | Ἔδειξεν καὶ τὸν χαμαιεύνην ἔρωτα ἐπὶ τῆς Ἥρας καὶ τοῦ Διός· καὶ τὸν ὑβριστὴν ἐπὶ τῶν μνηστήρων· καὶ τὸν γόητα ἐπὶ τῆς Καλυψοῦς· καὶ τὸν φαρμακέα ἐπὶ τῆς Κίρκης· καὶ τὸν ἀνδρεῖον ἐπὶ τῷ Πατρόκλῳ, τὸν | |
5 | πόνῳ κτητὸν καὶ χρόνῳ, καὶ μέχρι θανάτου προερχό‐ μενον, νέων καὶ καλῶν ἀμφοτέρων, καὶ σωφρόνων, τοῦ μὲν παιδεύοντος, τοῦ δὲ παιδευομένου· ὁ μὲν ἄχθεται, ὁ δὲ παραμυθεῖται· ὁ μὲν ᾄδει, ὁ δὲ ἀκροᾶ‐ | |
18.8h | ται· ἐρωτικὸν δὲ καὶ τὸ τυχεῖν ἐθέλοντα ἐξουσίας πρὸς μάχην δακρῦσαι ὡς οὐκ ἀνεξομένου τοῦ ἐραστοῦ· ὁ δὲ ἐφίησιν, καὶ τοῖς αὑτοῦ ὅπλοις κοσμεῖ, καὶ βραδύ‐ νοντος περιδεῶς ἔχει, καὶ ἀποθανόντος ἀποθανεῖν ἐρᾷ, | 229 |
18.8i | καὶ τὴν ὀργὴν κατατίθεται· ἐρωτικὰ δὲ καὶ τὰ ἐνύπνια, καὶ τὰ ὀνείρατα, καὶ τὰ δάκρυα, καὶ τὸ τελευταῖον δῶρον ἤδη θαπτομένῳ ἡ κόμη. Ταῦτα μὲν τὰ Ὁμήρου ἐρωτικά. | |
18.9a | Ἡσιόδῳ δὲ ἀείδουσιν αἱ μοῦσαι τί ἄλλο ἢ γυναι‐ κῶν ἔρωτας, καὶ ἀνδρῶν; καὶ ποταμῶν ἔρωτας καὶ | |
18.9b | βασιλέων καὶ φυτῶν; Τὸν δὲ Ἀρχιλόχου ἔρωτα, ὑβρι‐ | |
18.9c | στὴς γάρ, χαίρειν ἐῶ. Ὁ δὲ τῆς Λεσβίας (εἴτοι χρὴ πρεσβύτερα τοῖς νέοις εἰκάσαι) τί ἂν εἴη ἄλλο, ἢ αὐτό, ἡ Σωκράτους τέχνη ἐρωτική; Δοκοῦσιν γάρ μοι τὴν καθ’ αὑτὸν ἑκάτερος φιλίαν, ἡ μὲν γυναικῶν, ὁ δὲ | |
5 | ἀρρένων, ἐπιτηδεῦσαι. Καὶ γὰρ πολλῶν ἐρᾶν ἔλεγον, | |
18.9d | καὶ ὑπὸ πάντων ἁλίσκεσθαι τῶν καλῶν· ὅ, τι γὰρ | |
ἐκείνῳ Ἀλκιβιάδης καὶ Χαρμίδης καὶ Φαῖδρος, τοῦτο τῇ Λεσβίᾳ Γύριννα καὶ Ἀτθὶς Ἀνακτορία· καὶ ὅ,τιπερ Σωκράτει οἱ ἀντίτεχνοι, Πρόδικος καὶ Γοργίας καὶ | 230 | |
5 | Θρασύμαχος καὶ Πρωταγόρας, τοῦτο τῇ Σαπφοῖ Γοργὼ καὶ Ἀνδρομέδα· νῦν μὲν ἐπιτιμᾷ ταύταις, νῦν δὲ ἐλέγχει, καὶ εἰρωνεύεται αὐτὰ ἐκεῖνα τὰ Σωκράτους· τὸν Ἴωνα χαίρειν φησὶν ὁ Σωκράτης· | |
10 | πολλά μοι τὰν Πολυανακτίθαο παῖδα χαίρειν, | |
18.9e | Σαπφὼ λέγει· οὐ προσιέναι φησὶν ὁ Σωκράτης Ἀλκι‐ βιάδῃ, ἐκ πολλοῦ ἐρῶν, πρὶν ἡγήσατο ἱκανὸν εἶναι πρὸς λόγους· σμικρά μοι παῖς ἔτι φαίνεο κἄχαρις ἔσσα ... | |
18.9f | Σαπφὼ λέγει· κωμῳδεῖ σχῆμά που καὶ κατάκλισιν σοφιστοῦ, καὶ αὕτη | |
τίς δὲ ἀγροιῶτιν ἐπεμμένα στολήν ...· | 231 | |
18.9g* | τὸν ἔρωτα φησὶν ἡ Διοτίμα τῷ Σωκράτει οὐ παῖδα, ἀλλὰ ἀκόλουθον τῆς Ἀφροδίτης καὶ θεράποντα εἶναι· λέγει που καὶ Σαπφοῖ ἡ Ἀφροδίτη ἐν ᾄσματι, σύ τε καλὸς θεράπων Ἔρως. | |
5 | Ἡ Διοτίμα λέγει, ὅτι θάλλει μὲν ἔρως εὐπορῶν, ἀπο‐ θνήσκει δὲ ἀπορῶν· τοῦτο ἐκείνη ξυλλαβοῦσα εἶπεν | |
18.9h | ‘γλυκύπικρον‘ καὶ ‘ἀλγεσίδωρον.‘ Τὸν ἔρωτα Σωκράτης | |
18.9i | σοφιστὴν λέγει, Σαπφὼ μυθοπλόκον. Ἐκβακχεύεται ἐπὶ Φαίδρῳ ὑπὸ τοῦ ἔρωτος, τῇ δὲ ὁ ἔρως ἐτίναξεν τὰς φρένας, ὡς ἄνεμος κατ’ ὄρος δρυσὶν ἐμπεσών· | |
18.9k* | ἀναίθεται τῇ Ξανθίππῃ ὀδυρομένῃ ὅτι ἀπέθνησκεν, ἡ δὲ τῇ θυγατρί· οὐ γὰρ θέμις ἐν μουσοπόλων οἰκίᾳ θρῆνον εἶναι οὐκ ἄμμι πρέποι τάδε. | |
18.91* | Ἡ δὲ τοῦ Τηΐου σοφιστοῦ τέχνη τοῦ αὐτοῦ ἤθους καὶ τρόπου· καὶ γὰρ πάντων ἐρᾷ τῶν καλῶν, καὶ ἐπαινεῖ πάντας· μεστὰ δὲ αὐτοῦ τὰ ᾄσματα τῆς Σμέρ‐ διος κόμης, καὶ τῶν Κλεοβούλου ὀφθαλμῶν, καὶ τῆς | 232 |
5 | Βαθύλλου ὥρας· ἀλλὰ καὶ τούτοις τὴν σωφροσύνην ὁρᾷς· ἔραμαί τοι συνηβᾶν, φησίν, χαρίεν γὰρ ἔχεις ἦθος· | |
18.9m | καὶ αὖθις ‘καλὸν εἶναι τῷ ἔρωτι τὰ δίκαια‘ φησίν. Ἤδη δέ που καὶ τὴν τέχνην ἀπεκαλύψατο· ἐμὲ γὰρ λόγων εἵνεκα παῖδες ἂν φιλοῖεν· χαρίεντα μὲν γὰρ ᾄδω, χαρίεντα δ’ οἶδα λέξαι. | |
18.9n | Τοῦτο καὶ περὶ Σωκράτους Ἀλκιβιάδης ἔλεγεν, εἰκάζων αὐτοῦ τὴν χάριν τοῖς Ὀλύμπου καὶ Μαρσύου αὐλή‐ μασιν. Τίς ἄν, ὦ θεοί, μέμψαιτο ἐραστὴν τοιοῦτον, | |
πλὴν Τιμάρχου; | 233 | |
19.1a(1t) | Ἔτι περὶ ἔρωτος βʹ | |
1 | Ἀναλαβόντες αὖθις αὖ τοὺς περὶ ἔρωτος λόγους, ὥσπερ ἀρχὴν μακρᾶς ὁδοῦ, μετ’ ἀνάπαυλαν βαδίζωμεν ἐπὶ τὸ τέλος, ἡγεμόνας παρεκκαλέσαντες τῆς ὁδοῦ Ἑρ‐ μῆν τὸν Λόγιον, καὶ Πειθώ, καὶ Χάριτας, καὶ τὸν | |
5 | Ἔρωτα αὐτόν. Οὐ γάρ τι σμικρὸν οὐδ’ ὑπὲρ τῶν | |
19.1b | τυχόντων τὸ κινδύνευμα· παραθεῖ μὲν γὰρ τῇ λεω‐ φόρῳ τοῦ περὶ ἔρωτος λόγου κρημνὸς βαθύς, καὶ χρὴ δυοῖν θἄτερον, ἢ καλῶς ἐρῶντας ἰέναι ἀσφαλῶς, ἢ ἐκτραπομένους τῆς ὁδοῦ κακῶς ἐρᾶν καὶ ἐνεχθῆναι | |
19.1c | κατὰ τοῦ κρημνοῦ. Τοῦτο τοι δείσας καὶ Σωκράτης ἐκεῖνος, εὑρὼν τὸ πάθος ἐνακμάζον τῇ τε ἄλλῃ Ἑλ‐ λάδι, καὶ πολὺ μάλιστα ταῖς Ἀθήναις, καὶ μεστὰ πάντα ἀδίκων ἐραστῶν καὶ μειρακίων ἐξηπατημένων, οἰκτείρας | |
5 | τοῦ πάθους ἑκατέραν τὴν ἀγέλην, καὶ μήτε παῦσαι | |
δυνάμενος τὴν ὕβριν νόμῳ (οὐ γὰρ ἦν Λυκοῦργος, οὐδὲ Σόλων, οὐδὲ Κλειδοσθένης, οὐδέ τις ἄλλος τῶν διὰ δύναμιν ἀρχικὴν πιστευομένων ἐν τοῖς Ἕλλησι), | 234 | |
19.1d | μήτε δι’ ἐξουσίας βιάσασθαι πρὸς τὰ κρείττω (Ἡρα‐ κλέους γὰρ αὐτοῖς πρὸς τοῦτο ἔδει, ἢ Θησέως, ἤ τινος ἄλλου σωφρονιστοῦ ἰσχυροῦ), μήτε πεῖσαι λόγῳ (ἀπει‐ θὲς γὰρ χρῆμα ἐπιθυμία προσλαβοῦσα οἶστρον, καὶ | |
19.1e | προσελθοῦσα ἐγγύτατα μανίᾳ)· οὕτω δὴ ὁ Σωκράτης τὸ μὲν ὑπεριδεῖν παντάπασιν τῶν νεανίσκων καὶ τῶν μειρακίων οὐκ ἠνέσχετο οὐδὲ πρὸς τὴν σωτηρίαν αὐτῶν ἐξέκαμεν, ἐξεῦρεν δὲ μηχανὴν ἑκουσίου ἀγω‐ | |
5 | γῆς τοιάνδε τινά. | |
19.2a | Φράσω δὲ αὐτὴν κατὰ τοὺς τοῦ Φρυγὸς λόγους | |
19.2b | μῦθον πλάττων. Ποιμὴν ἀνὴρ καὶ μάγειρος ἐβάδιζον ἄμφω κοινὴν ὁδόν· ἰδόντες δὲ ἐκ ποίμνης ἄρνα εὐ‐ τραφῆ πλανώμενον, ἀπολειφθέντα τῶν συννόμων, | |
19.2c | ὤσαντο ἐπ’ αὐτὸν ἄμφω· ἦν ἄρα τότε ὁμόφωνα καὶ | |
19.2d | τὰ θηρία τοῖς ἀνθρώποις· ἐρωτᾷ ὁ ἀμνός, τίς ὡς ἑκά‐ | 235 |
19.2e | τερος ἐθέλει αὐτὸν μεταχειρίσασθαι καὶ ἄγειν. Ὡς δὲ ἐπύθετο τἀληθῆ αὐτά, τὴν ἀμφοῖν τέχνην, φέρων ἑαυτὸν ἐπιτρέπει τῷ ποιμένι· ‘σὺ μὲν γὰρ δήμιός τις εἶ καὶ μιαιφόνος τῆς ἀρνῶν ποίμνης, τούτῳ δὲ ἐξαρ‐ | |
19.2f | κέσει, ἂν καλῶς τὰ ἡμέτερα ἔλθῃ.‘ Εἴκαζε, εἰ βούλει, κατὰ τὸν μῦθον, τοὺς μὲν ἐραστὰς ἐκείνους μαγείροις πολλοῖς, τὸν δὲ Σωκράτην ποιμένι ἑνί, τὰ δὲ μειράκια τὰ Ἀττικὰ θρέμμασιν πλανωμένοις, ὁμοφώνοις ἀλη‐ | |
19.2g | θῶς, οὐ κατὰ τὴν ἐν τοῖς μύθοις ἐξουσίαν. Τί ἂν οὖν δράσαι ὁ ποιμὴν οὗτος ὁρῶν τοὺς δημίους τῆς τῶν μειρακίων ὥρας ἐφιεμένους καὶ δρόμῳ ἐπ’ αὐτὴν ὠθουμένους; ἆρα ἀνέξεται καὶ τὴν ἡσυχίαν ἄγων στή‐ | |
5 | σεται; οὕτω μὲν εἴη ἂν μιαιφονώτερος αὐτῶν τῶν δημίων. Οὐκοῦν θεύσεται, καὶ κοινωνήσει τοῦ δρό‐ | |
19.2h | μου, καὶ διώξεται σὺν αὐτοῖς, οὐκ ἐπὶ τῇ ἴσῃ. Καί τις ἰδὼν τῶν ἀπείρων τῆς τέχνης καὶ τῆς αἰτίας τοῦ δρόμου, αὐτὸ ἐκεῖνο οἰήσεται, ἐπ’ ὀλέθρῳ καὶ τοῦτον θεῖν· ἐὰν δὲ ἀναμείνῃ τὸ τέλος, ἐπαινέσεται τὸν δρό‐ | |
5 | μον, καὶ μιμήσεται τὴν σπουδήν, καὶ θαυμάσει τὸν | |
19.2i | θηρευτήν, καὶ μακαρίσει τὴν ἄγραν. Διὰ τοῦτο καὶ | |
ὁ Σωκράτης ἐρᾶν ἔλεγεν, καὶ πάντων ἐρᾶν· καὶ ἐκοι‐ νώνει τοῦ δρόμου, καὶ ἐδίωκεν τοὺς καλούς, καὶ τοὺς συνεραστὰς ἔφθανεν, καὶ τοὺς δημίους ὑπετέμνετο. | 236 | |
19.2j | Καὶ γὰρ ἦν αὐτῶν καὶ πονεῖν ἱκανώτερος, καὶ ἐρᾶν δεινότερος, καὶ λαμβάνειν εὐστοχώτερος· καὶ πάνυ εἰ‐ | |
19.2k | κότως. Τοῖς μὲν γὰρ ἄλλοις ὁ ἔρως ἦν ὄνομα ἐπι‐ | |
19.2l | θυμίας ἐν ἡδοναῖς πλανώμενον· ἀρχὴ δὲ αὐτοῦ ἄνθος σώματος ἐρχόμενον εἰς ὀφθαλμούς, καὶ δι’ αὐτῶν ἐπὶ | |
19.2m | τὴν ψυχὴν ῥέον· ὁδοὶ γὰρ κάλλους οἱ ὀφθαλμοί. Τῷ δὲ Σωκράτει ὁ ἔρως ἦν κατὰ μὲν τὴν σπουδὴν τοῖς ἄλλοις ὅμοιος, κατὰ δὲ τὴν ἐπιθυμίαν διαφέρων, κατὰ δὲ τὴν ἡδονὴν σωφρονέστερος, κατὰ δὲ τὴν ἀρετὴν εὐστοχώ‐ | |
5 | τερος· ἀρχὴ δὲ αὐτοῦ ψυχῆς ἄνθος ἐν σώματι δια‐ | |
19.2n | φαινόμενον· οἷον εἰ ξυνείης καὶ ποταμοῦ κάλλος λει‐ μῶνι ἐπιρρέον, καλὰ μὲν τὰ ὑπ’ αὐτῷ ἄνθη, λαμπρυ‐ | |
19.2o | νόμενα δὲ ὑπὸ τοῦ ὕδατος πρὸς τὴν ὄψιν· τοῦτο δύναται καὶ ψυχῆς ἄνθος ἐμπεφυτευμένον σώματι καλῷ, ἐκλαμπρύνεται ὑπ’ αὐτοῦ, καὶ ἐκλάμπει, καὶ διαφαί‐ νεται. Καὶ ἔστιν σωμάτων ὥρα οὐδὲν ἄλλο, ἢ μελ‐ | 237 |
5 | λούσης ἀρετῆς ἄνθος, καὶ οἱονεὶ προοίμιον κάλλους | |
19.2p | ὡραιοτέρου. Ὥσπερ γὰρ τοῦ ἡλίου προανίσχει τὶς αὐγὴ ὑπὲρ ἄκρων ὀρῶν, ἀγαπητὸν ὀφθαλμοῖς θέαμα διὰ τὴν προσδοκίαν τοῦ μέλλοντος, οὕτως καὶ τῆς λαμπρᾶς ψυχῆς προανίσχει τὶς ὥρα ὑπὲρ ἄκρων τῶν | |
5 | σωμάτων, ἀγαπητὸν φιλοσόφοις θέαμα διὰ τὴν προσ‐ δοκίαν τοῦ μέλλοντος. | |
19.3a | Ἀλλὰ Θετταλὸς μὲν ἀγαπήσει πωλίον, καὶ Αἰ‐ γύπτιος πόρτιν, καὶ Σπαρτιάτης σκύλακα· φιλάν‐ θρωπος δ’ ἀνὴρ καὶ φιλοθρέμμων τοῦ ζῴου τούτου, οὐ κατὰ γεωργὸν Αἰγύπτιον, οὐδὲ κατὰ ἱππικὸν Θετ‐ | |
5 | ταλόν, οὐδὲ κατὰ κυνηγέτην Λακωνικόν· τούτοις μὲν γὰρ ἡ θεραπεία 〈διὰ προσδοκίαν χρείας γίγνεται, | |
καὶ τὴν ἐπιτηδειότητα〉 προμνᾶται τοῖς ζῴοις πονοῦσα· | 238 | |
19.3b | ὁ δὲ ἐραστὴς ὁ φιλάνθρωπος θεραπεύει τὰ παιδικὰ ἐπὶ κοινωνίᾳ τῆς ἀρετῆς, θεραπεύει δὲ ἐπιλεξάμενος τὰ ἐπιτηδειότατα, ἐπιτήδεια δὲ εἰς προσδοκίαν ἀρετῆς | |
19.3c | τὰ κάλλιστα. Τὸ δὲ κάλλος, τὸ αὐτὸ ὄν, ἀλλοιότερον μὲν φαίνεται μοχθηροῖς ὀφθαλμοῖς, ἀλλοιότερον δὲ ἐρασταῖς νομίμοις· καὶ γὰρ τὸ ξίφος, τὸ αὐτὸ ὄν, ἀλ‐ λοιότερον μὲν φαίνεται τῷ ἀριστεῖ, ἀλλοιότερον δὲ | |
5 | τῷ δημίῳ· καὶ τὴν μὲν Πενελόπην ἀλλοίως μὲν Ὀδυσ‐ | |
19.3d | σεὺς ὁρᾷ, ἄλλως δὲ ὁ Εὐρύμαχος· καὶ τὸν ἥλιον ἄλλως μὲν ὁρᾷ Πυθαγόρας, ἄλλως δὲ Ἀναξαγόρας, Πυθα‐ γόρας μὲν ὡς θεόν, Ἀναξαγόρας δὲ ὡς λίθον· καὶ τὴν ἀρετὴν ἄλλως μὲν διώκει Σωκράτης, ἄλλως δὲ Ἐπί‐ | |
5 | κουρος, Σωκράτης μὲν ὡς εὐδαιμονίας ἐραστής, Ἐπί‐ | |
19.3e | κουρος δὲ ἡδονῆς. Οὕτω καὶ καλὸν σῶμα ἄλλως μὲν διώκει Σωκράτης, ἄλλως δὲ Κλεισθένης, Σωκράτης μὲν ὡς ἀρετῆς ἐραστής, Κλεισθένης δὲ ὡς ἡδονῆς. | |
19.4a | Ὁπόταν τοίνυν ἀκούσῃς ἐρῶντα μὲν τὸν φιλόσοφον, ἐρῶντα δὲ καὶ τὸν μοχθηρὸν ἄνδρα, μὴ προσείπῃς τὸ γιγνόμενον ὀνόματι ἑνί. Ὁ μὲν ἐφ’ ἡδονὴν οἰστρεῖ, ὁ δὲ κάλλους ἐρᾷ· ὁ μὲν ἄκων νοσεῖ, ὁ δὲ ἑκὼν ἐρᾷ· | 239 |
5 | ὁ μὲν ἐπ’ ἀγαθῷ ἐρᾷ τοῦ ἐρωμένου, ὁ δὲ ἐπ’ ὀλέθρῳ | |
19.4b | ἀμφοῖν. Ἐκείνου τοῦ ἔρωτος ἀρετὴ ἔργον, τοῦδε τοῦ ἔρωτος ἔργον ὕβρις· ἐκείνου τοῦ ἔρωτος φιλία τέλος, τούτου τοῦ ἔρωτος ἔχθρα τέλος· ἄμισθος ὁ ἔρως ἐκεῖ‐ νος, μισθοφόρος ὁ ἔρως οὗτος· ἐκεῖνος ὁ ἔρως ἐπαι‐ | |
5 | νετός, ἐπονείδιστος οὗτος· ἐκεῖνος Ἑλληνικός, βαρ‐ βαρικὸς οὗτος· ἐκεῖνος ἄρρην, ἁπαλὸς οὗτος· ἐκεῖνος | |
19.4c | ἑστώς, πτηνὸς οὗτος, ἀβέβαιος. Ἐκεῖνον τὸν ἔρωτα ἐρῶν ἀνὴρ φίλος θεῷ, φίλος νόμῳ, μεστὸς αἰδοῦς, μεστὸς παρρησίας· ἐκεῖνος καὶ μεθ’ ἡμέραν τὸν ἐρώ‐ μενον περιέπει καὶ ἀγάλλεται τῷ ἔρωτι, καὶ ἐν γυμ‐ | |
5 | νασίῳ συμπλέκεται, καὶ ἐν δρόμῳ συνθεῖ, καὶ ἐν θήρᾳ | |
συγκυνηγετεῖ, καὶ ἐν πολέμῳ συναριστεύει, καὶ ἐν εὐ‐ τυχίαις συνεντυχεῖ, καὶ ἀποθανόντος συναποθνήσκει· καὶ οὐδὲν αὐτῷ δεῖ πρὸς τὴν συνουσίαν οὐ νυκτός, | 240 | |
19.4d | οὐκ ἐρημίας. Ὁ δὲ ἕτερος ἐραστὴς θεοῖς μὲν ἐχθρός, πλημμελὴς γάρ· ἐχθρὸς δὲ καὶ νόμῳ, παράνομος γάρ· ἀθαρσής, δύσελπις, αἰδοῦς ἄπορος, ἐρημίας φίλος καὶ νυκτὶ καὶ φωλεοῖς· μηδαμοῦ ἂν ἐθέλων ὀφθῆναι συν‐ | |
5 | διημερεύων τοῖς παιδικοῖς, φεύγων ἥλιον, διώκων νύκτα καὶ ὁμίχλην ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δὲ | |
19.4e | ἀγαθήν. Ὁ μὲν ποιμένι ἔοικεν, ὁ δὲ κλέπτῃ ἔοικεν, καὶ λανθάνειν εὔχεται· οἶδεν γὰρ τὸ κακὸν ὃ δρᾷ, | |
19.4f | ἀλλὰ εἰδὼς ὑφ’ ἡδονῆς ἕλκεται. Καὶ γὰρ ἐν τοῖς εὐ‐ κάρποις φυτοῖς ὁ μὲν γεωργὸς τημελῶς πρόσεισιν, ὁ δὲ κλέπτης ἐμπεσὼν δρέπει καὶ λυμαίνεται καὶ σπα‐ ράττει. | |
19.5a | Καλὸν σῶμα ὁρᾷς ἀνθοῦν καὶ ἔγκαρπον· μὴ χράνῃς, μὴ μιάνῃς, μὴ προσάψῃ τοῦ ἄνθους· ἐπαί‐ νεσον, ὡς ὁδοιπόρος φυτόν ποτε· τοῖον Ἀπόλλωνος παρὰ βωμῷ | |
5 | φοίνικος νέον ἔρνος ἀνερχόμενον εἰσενόησα· φεῖσαι τοῦ φυτοῦ τοῦ Ἀπόλλωνος καὶ τοῦ Διός, ἀνάμεινον τοὺς καρπούς, καὶ ἐρασθήσῃ δικαιό‐ | 241 |
19.5b | τερον. Οὐ χαλεπὸν τὸ ἔργον· οὐ γὰρ Σωκράτους μό‐ νον· οὐδὲ φιλοσόφου μόνον. Ἤδη καὶ Σπαρτιάτης ἀνὴρ οὐκ ἐν Λυκίῳ τραφείς, οὐδὲ ἐν Ἀκαδημίᾳ γυμ‐ νασάμενος, οὐδὲ ἐν φιλοσοφίᾳ πεπαιδευμένος, ἐντυχὼν | |
5 | μειρακίῳ βαρβαρικῷ μέν, ἀλλ’ ἄκρως καλῷ καὶ ἀν‐ θοῦντι ἄρτι, ἠράσθη μὲν αὐτοῦ· πῶς δ’ οὐκ ἔμελλεν; | |
19.5c | ἀλλ’ οὐ περαιτέρω τῶν ὀφθαλμῶν. Ἐπαινῶ τῆς ἀρι‐ στείας τὸν Ἀγησίλαον μᾶλλον, ἢ τὸν Λεωνίδην μαχί‐ μων· ἀμαχώτερος γὰρ ὁ ἔρως ἦν τοῦ βαρβάρου· καὶ τὰ τοῦ ἔρωτος βλήματα τιτρώσκει μᾶλλον ἢ τὰ Κα‐ | |
19.5d | δούσια ἢ τὰ Μηδικά. Τοιγαροῦν ὁ Ξέρξης μὲν ἐπέβη Λεωνίδου κειμένου, καὶ παρῆλθεν ἔσω Πυλῶν· Ἀγη‐ σιλάῳ δὲ μέχρι τῶν ὀφθαλμῶν προσελθὼν ὁ ἔρως, ἐνταῦθα ἔστη ἐπὶ θύραις τῆς ψυχῆς· μεῖζον τὸ ἔργον· | |
19.5e | δίδωμι τὰ ἀριστεῖα. Ταῦτα δρῶντα ἐπαινῶ τὸν Ἀγη‐ σίλαον μᾶλλον, ἢ Τισσαφέρνην διώκοντα, ἢ Θηβαίων κρατοῦντα, ἢ τὰς μάστιγας καρτεροῦντα· ἐκεῖνα μὲν γὰρ ἦν τῆς τῶν σωμάτων τροφῆς καὶ παιδαγωγίας· | |
5 | ταῦτα δὲ ἔργα ψυχῆς τῷ ὄντι ἠσκημένης καὶ μεμαστι‐ | |
γωμένης. | 242 | |
20.1a(1t) | Ἔτι περὶ τῆς Σωκράτους ἐρωτικῆς γʹ | |
1 | Σμερδίης, Θρᾷξ ὑπὸ Ἑλλήνων, κάλλους μειράκιον βασιλικόν, ὀφθῆναι γαῦρον, ἐκομίσθη δῶρον τυράννῳ | |
20.1b | Ἴωνι, Πολυκράτει τῷ Σαμίῳ. Ὁ δὲ ἥσθη τῷ δώρῳ, καὶ ἐρᾷ Πολυκράτης Σμερδίου, καὶ αὐτῷ συνερᾷ ὁ | |
20.1c | Τήϊος ποιητὴς Ἀνακρέων. Καὶ Σμερδίης παρὰ μὲν Πολυκράτους ἔλαβεν χρυσὸν καὶ ἄργυρον καὶ ὅσα εἰκὸς ἦν μειράκιον καλὸν παρὰ τυράννου ἐρῶντος· παρὰ δὲ Ἀνακρέοντος ᾠδὰς καὶ ἐπαίνους καὶ ὅσα εἰκὸς | |
20.1d | ἦν παρὰ ποιητοῦ ἐραστοῦ. Εἰ δή τις παραβάλλοι ἔρωτα ἔρωτι, τυραννικὸν ποιητικῷ, ποτέρῳ ἂν αὐτοῖν φανείη ἐνθεώτερος, καὶ οὐράνιος, καὶ ἄξιος Ἀφροδίτης ἐπονο‐ | |
20.1e | μάζεσθαι, καὶ ἔργον εἶναι ὅσου; Ἐγὼ μὲν οἶμαι κρα‐ τεῖν ἂν τὸν Μούσαις καὶ Χάρισιν ἀνακεκραμένον μᾶλ‐ λον, ἢ τὸν ἀνάγκῃ καὶ δέει· ὁ μὲν γὰρ αἰχμαλώτῳ ἔοικεν, ἢ μισθοφόρῳ οὐ πάνυ τι εὐτυχεῖ, ὁ δὲ ἐλευ‐ | 243 |
5 | θέρῳ καὶ Ἕλληνι. Διόπερ μοι δοκεῖ οὐδὲ ἐν τοῖς βαρβάροις πάνυ τι ἐπιχωριάσαι τὰ τοῦ ἔρωτος. Ὅπου γὰρ τὸ μὲν πλῆθος δουλεύει, τὸ δὲ ἄρχον δεσπόζει, τὸ διὰ μέσου ἐνθένδε ἐξῄρηται, τὸ ἰσήγορόν τε καὶ ἰσότιμον καὶ ξύννομον. | |
202*a | Ὁ δὲ ἔρως οὐδενὶ οὕτως πολεμεῖ ὡς ἀνάγκῃ καὶ δέει· καὶ ἐστὶν χρῆμα γαῦρον, καὶ δεινῶς ἐλεύθερον, καὶ | |
202*b | τῆς Σπάρτης αὐτῆς ἐλευθερώτερον. Μόνον γάρ τοι τῶν ἐν ἀνθρώποις ἔρως, ἐπειδάν τῳ καθαρῶς ξυγ‐ γένηται, οὐ πλοῦτον τέθηπεν, οὐ τύραννον δέδιεν, οὐ βασίλεια ἐκπλήττεται, οὐ δικαστήριον φυλάττεται, οὐ | |
5 | φεύγει θάνατον· οὐ θηρίον αὐτῷ δεινόν, οὐ πῦρ, οὐ κρημνός, οὐ θάλαττα, οὐ ξίφος, οὐ βρόχος, ἀλλὰ καὶ τὰ ἄπορα αὐτῷ εὐπορώτατα, καὶ τὰ δεινὰ εὐμαχώτατα, καὶ τὰ φοβερὰ εὐπετέστατα, καὶ τὰ χαλεπὰ εὐκολώτατα. | |
202*c | Ποταμοὶ πάντες περάσιμοι, χειμῶνες πλοϊμώτατοι, ὄρη | |
εὐδρομώτατα· πανταχοῦ θαρσεῖ, πάντων ὑπερορᾷ, πάν‐ | 244 | |
202*d | των κρατεῖ. Πολλοῦ γε ἄξιον τὸ ἐρᾶν, τοιοῦτον ὄν. | |
202*e | Ἐγὼ μὲν οἶμαι καὶ εὔξασθαί τινα νοῦν ἔχοντα, μη‐ δαμοῦ ἀπαλλαγῆναι αὐτοῦ, εἰ μέλλοι ὁμοῦ ἐρῶν ἐλεύ‐ θερός τ’ εἶναι καὶ ἀδεὴς καὶ ἄπταιστος. | |
20.3a | Δέδια δὲ μὴ οὐ τοιοῦτον ᾖ πᾶσιν ἑξῆς, ἀλλά τις ὁμοιότης ἐπιτηδεύματος αἰσχροῦ ὑποδῦσα ἔργον καλόν, τῇ πρὸς αὐτὸ εἰκασίᾳ καλλωπιζομένη τυγχάνει μὲν τῆς | |
20.3b | φαντασίας ὁμοίας, τοῦ δὲ τέλους ἀστοχεῖ. Μιμεῖταί που καὶ φαρμακοπώλης ἰατρόν, καὶ συκοφάντης ῥήτορα, καὶ σοφιστὴς φιλόσοφον. Καὶ πανταχοῦ εὕροις ἂν ξυμφυὲς ἀγαθῷ κακόν, πολλῷ τῷ ὁμοίῳ ἀνακεκρα‐ | |
5 | μένον, ἢ προαιρέσει χωριζόμενον, ὡς ὁ ῥήτωρ τοῦ συκοφάντου· ἢ τέλει, ὡς ὁ ἰατρὸς τοῦ φαρμακέως· ἢ ἀρετῇ, ὡς ὁ φιλόσοφος τοῦ σοφιστοῦ· προαίρεσις δὲ | |
20.3c | καὶ ἀρετὴ καὶ τέλος ὀλίγοις γνώριμα. Ὅταν οὖν ἐν ἐπιτηδεύμασιν διπλοῖς καὶ ἀμφιβόλοις, τὰ μὲν ὅμοια ἂν ἀπῇ, ἀνάγκη κατὰ τὸ ἀγνοούμενον οὐ δυναμένοις χωρίζειν τὰς τέχνας κατὰ τὸ εἰκαζόμενον αὐτὰς συν‐ | |
5 | άπτειν· μήποτ’ οὖν καὶ περὶ ἔρωτος ταύτῃ κριτέον, καὶ | |
ἡγητέον αὐτὸν εἶναι ὄνομα κοινὸν ἐν μεταιχμίῳ ἀρε‐ τῆς καὶ κακίας τεταγμένον, ὑπ’ ἀμφοῖν δημαγωγού‐ μενον, σχηματιζόμενον δὲ πρὸς ἑκατέραν, ὁποτέρᾳ ξυγ‐ γένοιτο, τῷ τῆς ἐπαγομένης πάθει προσονομάζεσθαι. | 245 | |
204*a | Καὶ μὴν τῆς ψυχῆς δίχα νενεμημένης, ὡς ὁ Πλάτωνος φησὶν λόγος, ἧς τῷ μὲν τῶν μερῶν ὄνομα λόγος, τῷ δὲ πάθος, ἀνάγκη τὸν ἔρωτα, εἰ μὲν κακία εἴη, πάθος τι εἶναι ἔρημον λόγου· εἰ δέ τι τῶν καλῶν, δυοῖν | |
5 | θἄτερον, ἢ κατὰ τὸν λόγον τετάχθαι πάθους ἀπηλλαγ‐ | |
204*b | μένον, ἢ κατὰ τὸ πάθος λόγῳ συμπεπλεγμένον. Καὶ εἰ μὲν ὁ ἔρως φιλίας ἐστὶν ὁρμή, καὶ ὄρεξις τοῦ ὁμοίου πρὸς τὸ ὅμοιον ἄττοντος φύσει, καὶ ἀνακραθῆναι αὐτῷ ὀρεγομένου (πάθος ἂν εἴη τοῦτο, οὐ λόγος), δεῖ προσ‐ | |
5 | τεθῆναι τῷ πάθει τούτῳ ἐπιστάτην λόγον, ἵνα ἀρετὴ | |
204*c | γένηται, καὶ μὴ νόσος. Καθάπερ γὰρ ἐπὶ τῆς τῶν σωμάτων κράσεως καὶ ἡ ὑγεία πάθος τί ἐστιν ὑγρῶν καὶ ξηρῶν καὶ ψυχρῶν καὶ θερμῶν δυνάμεων, ἢ ὑπὸ | |
τέχνης συγκραθεισῶν καλῶς, ἢ ὑπὸ φύσεως ἁρμοσθει‐ | 246 | |
5 | σῶν τεχνικῶς· ἂν δὲ ἀφέλῃς τῆς φύσεως ἢ τῆς τέχνης, τὸ μὲν πάθος συνετάραξας, τὴν δὲ ὑγείαν ἐξήλασας· | |
204*d | οὕτως ἀμέλει καὶ ἐπὶ τοῦ ἔρωτος τὸ πάθος μὲν ὁμοίως ἐστίν, κἂν ἔχῃ λόγον· ἐὰν δὲ ἀφέλῃς τὸν λόγον, ἐπ‐ ετάραξας αὐτοῦ τὴν συμμετρίαν, καὶ νόσον ἐποίησας τὸ πᾶν. | |
20.5a | Ἔστω δὴ ὁ ἔρως ὄρεξίς τις ψυχῆς, ἀλλὰ τῇ ὀρέξει ταύτῃ χαλινοῦ δεῖ, καθάπερ ἵππου θυμῷ· ἐὰν δὲ ἐπιτρέψῃς τῇ ψυχῇ φέρεσθαι, αὐτὸ ἐκεῖνο, κατὰ τὴν Ὁμηρικὴν εἰκόνα, ἵππον ἀνῆκας ἀδηφάγον διὰ | |
5 | πεδίου κροαίνειν καὶ ὑβρίζειν, οὐκ ἐπὶ λουτρὰ νόμιμα, οὐδὲ ἐπὶ δρόμους τεχνικοὺς θέοντα, ἀχάλινον, ἀδέ‐ σποτον. Ἀλλὰ αἰσχρὸν μὲν θέαμα ἵππος ἄφετος, | |
20.5b | αἰσχρὸν δὲ ἄκουσμα ὑβριστὴς ἔρως. Οὗτός ἐστιν ὁ ἔρως ὁ τοὺς κρημνοὺς πηδῶν, οὗτος ὁ ποταμοὺς πε‐ ρῶν, ὁ ξίφος λαμβάνων, ὁ ἅπτων βρόχον, ὁ μητρυιᾷ ἐπιτιθέμενος, ὁ προγόνοις ἐπιβουλεύων, ὁ παράνομος, | |
20.5c | ὁ ἔμπληκτος, ὁ χλωρός· οὗτος ὁ ἐν σκηναῖς τραγῳ‐ δούμενος, ὁ ἐν μύθοις μισούμενος, μεστὸς ἐρινυῶν, μεστὸς δακρύων, οἴμοι βοῶν καὶ στένων, ὀλίγα μὲν | |
εὐτυχῶν, ἐπαιρόμενος δὲ παρὰ τὴν ἀξίαν, καὶ τρεπό‐ | 247 | |
20.5d | μενος παντοδαπὰς τροπὰς καὶ αἰφνιδίους· ἐπὶ σαρκῶν ἡδονὰς συντεταγμένος, καὶ φλεγμαίνων σῶμα σώματι ἀναμιγνύει, καὶ προσφυόμενος οὔτέ τινα εὐσχήμονα οὔτε νόμιμον οὔτε ἐρωτικὴν τῷ ὄντι ξυνυφήν. Ἐπι‐ | |
5 | σπᾶται δὲ αὐτὸν κάλλους φήμη οἰστρούμενον, ὑπὸ δὲ τῆς ἀγνοίας πλανώμενον. | |
20.6a | Ὁ δὲ τούτῳ ἐναντίος, μόνῳ τῷ τίκτοντι εἰς γένεσιν τοῦ ὁμοίου ἀπὸ ὀρέξεως ἐμφύτου μετὰ δικαιοσύνης ξυνών, καὶ διορίζων τὸ θῆλυ· οὗτος θεῶν Γαμηλίων τε καὶ Ὁμογνίων καὶ Γενεθλίων θεσμός, ἐπὶ πάσῃ | |
5 | ζῴων φύσει τεταγμένος· τῶν μὲν αὐτομάτων εἰς τὴν κοινωνίαν ὑπὸ οἰκείου ἔρωτος ἐν ὥρᾳ τοῦ γεννᾶν ἰόντων· τῶν δὲ καὶ διὰ τέχνης ἐπιστάτου ποιμενικῆς τε καὶ αἰπολικῆς καὶ βουφορβοῦ καὶ ἱπποκόμου, ζευγ‐ νύντων ἑκάστων κατὰ φύσιν τὰ αὑτῶν θρέμματα, καὶ | |
10 | διακρινόντων αὖθις δέει ὕβρεως· χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μετάσσαι, χωρὶς δ’ αὖθ’ ἕρσαι· | |
20.6b | ἡ δὲ τῶν ἀνθρώπων ἀγελαιοτρόφος ἐπιστάτις, βασιλικὴ καὶ ποιμενικὴ τέχνη, οὐδεμίαν ἐξεύροι ἂν ἄλλην ὕβρεως ἀγωγὸν μηχανήν, πρὶν ἄν τις ἑκὼν εἴξας τῷ λόγῳ | |
καὶ τὴν ψυχὴν παραδῷ ποιμαίνειν αἰδοῖ καὶ σωφρο‐ | 248 | |
20.6c | σύνῃ. Ὥσπερ γὰρ ἄλλο ἄλλῳ ζῴῳ ἀλέξημα ἥκει παρὰ τῆς φύσεως εἰς τὸν αὑτοῦ βίον, ὑφ’ οὗ σώζεται, λέ‐ ουσιν ἀλκή, ἐλάφοις δρόμοι, θῆραι κυσίν, καὶ τῷ μὲν διερῷ γένει αἱ νήξεις, τῷ δὲ μεταρσίῳ αἱ πτήσεις, τῷ | |
5 | δὲ εἰλυσπωμένῳ οἱ φωλεοί, ὡς δὲ καὶ τοῖς ἀνθρώ‐ | |
20.6d | ποις, τὰ ἄλλα ἐλαττουμένοις τῶν ἁπάντων (καὶ γὰρ ἀλκὴν ἀσθενέστατοι, καὶ θεῖν βράδιστοι, καὶ ἀνίπτα‐ σθαι ἀδύνατοι, καὶ νήχειν ἀσθενεῖς, καὶ φωλεύειν | |
20.6e | ἀμήχανοι), λόγον δὲ αὐτοῖς θεὸς ἔδωκεν πρὸς τὰς ἁπάντων εὐπορίας ἀντίρροπον, ὑποβάλλων αὐτῷ τὴν ἐρωτικὴν ὄρεξιν, ὡς χαλινῷ ἵππον, ὡς τοξότῃ τόξον, | |
20.6f | ὡς οἴακι ναῦν, καὶ τεχνίτῃ ὄργανον. Ὅ τε οὖν λόγος αὐτὸς αὑτοῦ ἀμβλύτατος, ἀνέραστος ὤν· ὅ τε ἔρως αὐτὸς αὑτοῦ ἐμπληκτότατος, ἀπειθέστατος ὢν τῷ λόγῳ. | |
20.6g | Ἔστιν δὲ ἡ πειθὼ συζυγία ἔρωτος καὶ λόγου πρὸς τὸ καλὸν ὁρμωμένων, καὶ λαμπρυνομένων ἐπ’ αὐτὸν πολλῷ | |
20.6h | δρόμῳ. Ὁ δὲ οἰόμενος ἐν τῇ σαρκῶν φύσει κατορω‐ ρύχθαι τὸ καλόν, ἡδονὴν κάλλους ἀλλάττεται, καὶ ἐξ‐ απατᾶται ὑπ’ αὐτῆς· πιθανὸν γὰρ κακὸν ἡδονή, καὶ | |
κολακείας ἀνάπλεων· | 249 | |
20.7a | Τοῦτο καὶ μειράκιον Τρωϊκὸν βουκολοῦν τέως καὶ περὶ τὴν Ἴδην πλανώμενον, οὐκ ἀνασχόμενον τὰς οἴκοι ἡδονάς, ἐπὶ θάλατταν ἐκ τῶν ὀρῶν καταβιβασά‐ μενον, εἰς ναῦν ἐνθέμενον, ἐπὶ Πελοποννήσου ἐπεραίω‐ | |
20.7b | σεν, λῃστὴν ἐραστήν. Οὐ γὰρ ἦν περὶ τὴν Ἀσίαν σῶμα ἄλλο καλόν, οὐ Τρωϊκόν, οὐ Δαρδανικόν, οὐχ Ἑλλησπόντιον, οὐ Λύδιον, ὁμόφωνον τῷ ἐραστῇ, ἐν τοῖς αὐτοῖς ἤθεσίν τε καὶ νομίμοις τεθραμμένον· ἀλλ’ | |
5 | ἐπὶ τὴν Σπάρτην καὶ τὸν Εὐρώταν ἔρχεται κωμαστὴς διαπόντιος, ἐξ ὀνείρων ἐραστής, καὶ ἀδικεῖ τὸν ὑπο‐ δεξάμενον, καὶ ἀνθίστησιν, καὶ διαλύει γάμον Ἑλλη‐ νικόν. Ὢ λίχνου ἔρωτος, καὶ ἀδίκων ἐνυπνίων, καὶ ὀφθαλμῶν πονηρῶν, καὶ ἡδονῆς ἡγεμόνος πολλῶν | |
20.7c | κακῶν. Οὕτω καὶ Ξέρξην τὸν μέγαν ἐκεῖνον, τὸν ἐν Σαλαμῖνι καὶ Πλαταιαῖς τοῖς Ἕλλησι παραταξάμενον, τοσούτων σωμάτων θεατὴν καὶ δεσπότην γενόμενον, οὐκ ἐπηγάγετο εἰς ἔρωτα οὐκ Ἰνδικὴ κόρη ὑψηλή, | |
5 | οὐδὲ Μηδικὴ τιαραφόρος, οὐδὲ Μαρδονικὴ μιτρηφόρος, οὐδὲ Καρικὴ ὡπλισμένη, οὐδὲ Λυδία ᾄδουσα, οὐκ Ἰω‐ | |
νική, οὐχ Ἑλλησποντία· ἀλλ’ ἐπὶ Ἄμηστριν ἧξεν τὴν | 250 | |
20.7d | τοῦ παιδὸς γαμετήν. Ὢ κακίστου ἔρωτος, ὃς παρα‐ λιπὼν τὰ ἐδώδιμα, ἐπὶ τὰ πικρὰ ἦλθεν καὶ ἄβρωτα, ὑπ’ ἀκολάστου ἐξουσίας εἰς τὴν τοῦ φιλεῖν δύναμιν | |
20.7e | ὑβριζούσης. Ὅταν γὰρ ψυχῆς ἀφέλῃς μὲν τὸ εἰδέναι, παράσχῃς δὲ τὸ δύνασθαι, δίδως τοῖς ἁμαρτήμασιν | |
20.7f | ἐπιρροὴν καὶ ἐξουσίαν καὶ δρόμον. Ἄφελε Ἀλεξάν‐ δρου μὲν τὴν Πριάμου δύναμιν, καὶ τὸ ἐκεῖ θάρσος, καὶ μένει βουκολῶν καὶ τὴν Ἑλένην οὐκ ὀνειρώττει· ἄφελε Ξέρξου τὴν ἐξουσίαν, καὶ Ἄμηστρις, οὐκ αἰσχρὰ | |
5 | ἔστι καὶ ἐν ἰδιώταις; | |
20.8a | Τυραννὶς ἀκόλαστος, ὅταν ἀπῇ μὲν ὁ λόγος, οἱ δὲ ὀφθαλμοὶ λιχνεύουσιν· ὧν ἐὰν ἀφέλῃς τὴν ἐξουσίαν, οὔτε Κριτόβουλος Εὐθυδήμῳ προσκνήσασθαι ἐρᾷ, οὔτε Αὐτολύκῳ Καλλίας, οὔτε Ἀγάθωνι Παυσανίας, οὔτε | |
20.8b | ἄλλος ἄλλῳ. Διὰ τοῦτο ἐγὼ ἐπαινῶ τὸν Κρητῶν νό‐ | |
μον, καὶ τὸν Ἠλείων μέμφομαι· τὸν μὲν Κρητικὸν ἐπαινῶ τῆς ἀνάγκης, τὸν δὲ Ἠλείων μέμφομαι τῆς | 251 | |
20.8c | ἐξουσίας. Κρητικῷ μειρακίῳ αἰσχρὸν ἐραστὸν εἶναι, Κρητικῷ νεανίσκῳ αἰσχρὸν προσάψασθαι παιδικῶν. Ὢ | |
20.8d | νόμου κεκραμένου καλῶς σωφροσύνῃ καὶ ἔρωτι. Τὰ δὲ Ἠλείων οὐ λέγω, τὰ δὲ Λακεδαιμονίων λέγω· ἐρᾷ Σπαρτιάτης ἀνὴρ μειρακίου Λακωνικοῦ, ἀλλ’ ἐρᾷ μό‐ νον ὡς ἀγάλματος καλοῦ· καὶ ἑνὸς πολλοί, καὶ εἷς | |
20.8e | πολλῶν. Ἡ μὲν γὰρ ἐξ ὕβρεως ἡδονὴ ἀκοινώνητος πρὸς ἀλλήλους· ὁ δὲ ἐξ ὀφθαλμῶν ἔρως κοινωνικὸς μόνον, καὶ ἐπὶ πάσας ἐξικνούμενος φύσεις ἐρωτικάς. Τὶ γὰρ ἂν εἴη ὡραιότερον τοῦ ἡλίου, καὶ ἐρασταῖς | |
5 | πολυδερκέστερον; ἀλλ’ ὅμως ἐρῶσιν ἡλίου οἱ πάντων ὀφθαλμοί. | |
20.9a | Ἐν Λοκροῖς τοῖς Ἰταλιώταις ἔφηβος ἦν καλός, καὶ νόμος καλός, καὶ ἐρασταὶ πονηροί· ἐρᾶν μὲν ἠναγκά‐ ζοντο ὑπὸ τοῦ κάλλους, εἴργοντο δὲ ὑπὸ τοῦ νόμου κακῶς ἐρᾶν· οἰστρούμενοι δὲ ὑπὸ τοῦ πάθους πρὸς | |
5 | τὴν ὕβριν, τὸν μὲν ἔφηβον οὐκ ἔπεισαν (νόμιμος γὰρ | |
ἦν), ἧξαν δὲ οἱ δυστυχεῖς ἐπὶ βρόχον πάντες ἑξῆς. Ἄξιοι μὲν θανάτου· τί γὰρ δεῖ ζῆν ἄνδρα μηδὲ ὀφθαλμῶν ἀνεχόμενον; Ἄγαλμα μέν τις ἰδὼν καὶ | 252 | |
20.9b | ἐπαινέσας τὸ κάλλος, οὐκ ἐδεήθη βρόχου· ἀλλὰ κἂν ἵππον ἴδῃ ἱππικὸς ἀνὴρ καὶ τοῦ κάλλους ἐπαινέσῃ, καὶ κτήσασθαι μὴ δυνηθῇ, οὐ δεῖται βρόχου· ἐξαρκεῖ δὲ καὶ τῷ γεωργῷ καὶ ἐν γειτόνων, εἰ δὴ φυτὸν καλόν, | |
5 | ἡ ὄψις αὐτή· ἐξαρκεῖ καὶ τῷ θηρευτῇ, κἂν παρ’ ἄλλῳ ἴδῃ σκύλακα ὡραῖον, ἡ ὄψις αὐτή· καὶ οὐδεὶς τούτων | |
20.9c | θανατᾷ δι’ ἀπορίαν τῶν κτημάτων. Ἐρῶσιν καὶ οἱ φιλοχρήματοι χρυσοῦ μᾶλλον, ἢ οἱ ἐρασταὶ σωμάτων, καὶ συγκατορύττεσθαι ἐθέλουσιν τῷ χρυσῷ μᾶλλον, ἢ τοῖς σώμασιν οἱ ἐρασταί· ἀλλ’ οὐδεὶς θανατᾷ τού‐ | |
20.9d | των, ἐὰν μὴ τύχῃ χρυσοῦ. Οὐδὲ γὰρ ὁ Πέρσης βα‐ σιλεὺς ἧψεν βρόχον ἀτυχήσας χρυσίου, ὁ πάντων χρη‐ ματιστῶν ἀκορεστότατος καὶ ἐπιμανέστατος, ὃς ἄρχων | |
αὐτῆς γῆς, καὶ ἐν τοσαύταις ἡδοναῖς φυρόμενος, ὅσαι | 253 | |
5 | πληροῦσιν βασιλέως ἀκολάστου ὀρέξεις, ἐπεβούλευσεν | |
20.9e | νεκροῦ τάφῳ. Φήμη δὲ αὐτὸν ἐπεσπάσατο χρυσοῦ κατορωρυγμένου σὺν τῷ νεκρῷ, καὶ ἐτυμβωρύχει ὁ μέγας βασιλεὺς τὴν τιάραν ἔχων, καὶ τὸν μὲν χρυσὸν οὐχ εὗρεν, ἐπίγραμμα δὲ ἔνδοθεν ἐπὶ τῷ τάφῳ, ὃ | |
5 | νεκρὸς λέγει· ‘ὦ πάντων ἀνθρώπων ἀπληστότατε· ὃς ἔτλης ἐν νεκροῦ 〈νεκροῦ〉 θίγειν δι’ ἔρωτα χρυσοῦ.‘ | |
20.9f | Τοῦτο εἴποι ἂν καὶ Ἕλλην λόγος πρὸς Ἕλληνα ἄνδρα ἐπὶ ὕβριν σαρκῶν ὑπὸ ἀκορέστου ἐπιθυμίας ὁρμη‐ θέντα, ὅταν αὐτὸν ἐπισπάσηται φήμη κάλλους κατο‐ | |
20.9g | ρωρυγμένου ἐν σώματι. Ὦ πάντων ἀνθρώπων ἀνοη‐ τότατε, νεκρὸν ἀνορύττεις· οὐ γὰρ ἂν ἔτλης θίγειν σαρκὸς ἄρρενος, κἀθικτοῦ χρήματος σαρκὶ ἄρρενι· ἄδικος ἡ μῖξις· ἄγονος ἡ συνουσία· ἐπὶ πετρῶν σπεί‐ | |
5 | ρεις, ψάμμους ἀροῖς. Μετένεγκε τὰς εὐφροσύνας ἐπὶ τὴν φύσιν, τρέψον ἐπὶ τὴν γεωργίαν τοὺς ὀφθαλμούς, ἐγκάρποις ἥσθητι ἡδοναῖς, | |
ὥς κε μὴ ἄσπερμος γενεὴ μετόπισθεν ὄληται. | 254 | |
21.1a(1t) | Ἔτι περὶ ἔρωτος δʹ | |
1 | Οὐκ ἔστ’ ἔτυμος λόγος, λέγει που τῶν αὐτοῦ ᾀσμάτων ὁ Ἱμεραῖος ποιητής, ἐξομνύμενος τὴν ἔμπροσθεν ᾠδήν, ἐν ᾗ περὶ τῆς Ἑλένης εἰπεῖν φησὶν οὐκ ἀληθεῖς λόγους· ἀναμάχεται | |
21.1b | οὖν ἐπαίνῳ τὸν ἔμπροσθεν ψόγον. Δοκῶ δή μοι, κατὰ τὸν ποιητὴν ἐκεῖνον, δεήσεσθαι καὶ αὐτὸς παλινῳδίας ἐν τοῖς περὶ τοῦ ἔρωτος λόγοις· θεὸς γὰρ καὶ οὗτος, καὶ οὐχ ἧττον τῆς Ἑλένης ἐπιτιθέναι δίκην τοῖς πλημ‐ | |
21.1c | μελοῦσιν εἰς αὐτὸν ἐρρωμενέστατος. Τί δὴ οὖν ἐστιν τὸ πλημμέλημα, ὅπερ καὶ ἀναμαχέσασθαι λίαν φημὶ ἡμᾶς δεῖν; ὂν καὶ μέγα καὶ δεόμενον γενναίου ποιη‐ τοῦ καὶ τελέστου, εἰ μέλλοι τὶς ἱκανῶς ἐξευμενιεῖσθαι | |
5 | ἀδέκαστον δαίμονα, οὐ τρίποδας ἑπτὰ δούς, οὐδὲ χρυ‐ | |
σοῦ τάλαντα δέκα, οὐδὲ γυναῖκας Λεσβιάδας, οὐδὲ ἵππους Τρωϊκούς, ἀλλὰ λόγον λόγῳ, πονηρῷ χρηστόν, καὶ ψευδῆ ἀληθεῖ ἐξαλείψας. | 255 | |
21.2a | Τοιαύτην φασὶ καὶ τὸν Ἀνακρέοντα ἐκεῖνον τὸν | |
21.2b | Τήϊον ποιητὴν δοῦναι δίκην τῷ ἔρωτι. Ἐν τῇ τῶν Ἰώνων ἀγορᾷ, ἐν Πανιωνίῳ, ἐκόμιζεν τιτθὴ βρέφος· ὁ δὲ Ἀνακρέων βαδίζων, μεθύων, ἰάχων, ἐστεφανω‐ μένος, σφαλλόμενος, ὠθεῖ τὴν τιτθὴν σὺν τῷ βρέφει, | |
5 | καί τι καὶ εἰς τὸ παιδίον ἀπέρριψεν βλάσφημον ἔπος· | |
21.2c | ἡ δὲ γυνὴ ἄλλο μὲν οὐδὲν ἐχαλέπηνεν τῷ Ἀνακρέοντι, ἐπεύξατο δὲ τὸν αὐτὸν τοῦτον ὑβριστὴν ἄνθρωπον τοσαῦτα καὶ ἔτι πλείω ἐπαινέσαι ποτὲ τὸ παιδίον, ὅσα | |
21.2d | νῦν ἐπηράσατο. Τελεῖ ταῦτα ὁ θεός· τὸ γὰρ παιδίον ἐκεῖνο δὴ αὐξηθὲν γίγνεται Κλεόβουλος ὁ ὡραιότατος, καὶ ἀντὶ μικρᾶς ἀρᾶς ἔδωκεν ὁ Ἀνακρέων Κλεοβούλῳ δίκην δι’ ἐπαίνων πολλῶν. | |
21.3a | Τί κωλύει, 〈εἰ〉 δεῖ καὶ ἡμᾶς ἀναμαχέσασθαι τήμερον, κατὰ τὸν Ἀνακρέοντα ἐκεῖνον δοῦναι δίκην τῷ ἔρωτι αὐτοὺς ἑκόντας γλώττης ἀδίκου; τὸ φάναι, ὅτι ὁ ἔρως | |
ἐπὶ μοιχείαν ἀνάπτει, ὥσπερ τὸν Ἀλέξανδρον, ἢ ἐπὶ | 256 | |
5 | παρανομίαν, ὡς τὸν Ξέρξην, ἢ ἐπὶ ὕβριν, ὡς Κριτό‐ βουλον, καὶ ἀνατιθέναι θεῷ πρᾶγμα ἄθεον, πῶς οὐ | |
21.3b | πλημμελές; οὑτωσὶ δὲ αὐτὸ θεασώμεθα. Ὁ ἔρως ἄλλού | |
21.3c | του ἔρως, ἢ κάλλους ἐστίν; οὐδαμῶς. Σχολῇ γὰρ ἂν | |
21.3d | εἴη ἔρως, εἰ μὴ κάλλους εἴη. Ὁπόταν λέγωμεν ἐρᾶν χρημάτων Δαρεῖον, ἢ Ξέρξην τῆς Ἑλλήνων γῆς, ἢ Κλέαρχον πολέμου, ἢ Ἀγησίλαον τιμῆς, ἢ Κριτίαν τυραννίδος, ἢ Ἀλκιβιάδην Σικελίας, καὶ Γύλιππον | |
5 | χρυσίου, ἆρα κάλλος τὶ ὁρῶντες ἐμφαινόμενον, τὴν πρὸς αὐτὸ ἐπαγωγὴν ἔρωτα ἐπονομάζοντες, ἕκαστον τούτων ἐρᾶν φαμέν, τὸν μὲν τοῦδε, τὸν δὲ τοῦδε, | |
21.3e | ἄλλον ἄλλου; πολλοῦ γε καὶ δεῖ. Ἦ γὰρ ἂν τὰ αἴσχιστα τῶν ἐν ἀνθρώποις πραγμάτων τῷ μὴ προσήκοντι ὀνό‐ ματι ἐπικοσμοῦντες πλημμελοῖμεν ἂν εἰς τὸ ἀληθὲς αὐτό. Ποῦ γὰρ ἢ ἐν χρήμασιν κάλλος, τῷ πάντων | |
5 | πραγμάτων ‘καλλίστῳ;‘ ἢ ἐν πολέμῳ, τῷ πάντων ἀβε‐ | |
βαιοτάτῳ; ἢ ἐν τυραννίδι, τῷ πάντων ἀγριωτάτῳ; ἢ | 257 | |
21.3f | ἐν χρυσῷ, τῷ πάντων γαυροτάτῳ; Σικελίαν δὲ εἴ μοι λέγοις, ἢ τὴν Ἑλλήνων γῆν, ἐλπίδας λέγεις ἡδονῶν, | |
21.3g | κάλλος δὲ οὐδαμοῦ· εἰ δέ μοι, νὴ Δία, τὴν Αἰ‐ γυπτίων γῆν λέγοις τὴν τὰς πυραμίδας ἔχουσαν τὰς μεγάλας, καὶ τὸν πολὺν ποταμόν, 〈οὐδὲ ταύτην λέγεις ἔχουσαν τὸ καλόν〉, οὐδὲ Βαβυλῶνα αὐτὴν τὴν εὐτει‐ | |
5 | χοτάτην, οὐδὲ Μηδίαν τὴν εὐιπποτάτην, οὐδὲ τὴν Φρυγῶν γῆν τὴν εὐβοτωτάτην, οὐδὲ Σάρδεις τὰς εὐ‐ χρυσοτάτας. Ἕκαστον γὰρ τούτων τοσούτου δεῖ εἶναι καλόν, ὅσουπερ καὶ ἡδύ· μᾶλλον μὲν ἡδὺ τῷ δυνα‐ μένῳ πορίσασθαι ἐξ αὐτοῦ ἡδονήν, ἢ καλὸν τῷ μὴ | |
21.3h | δυναμένῳ ἐξ αὐτοῦ ὄνασθαι· οὐδὲν γὰρ καλὸν ἐπι‐ βλαβές, οὐδὲ [εἰς] σφαλερόν, οὐδὲ εἰς μοχθηρίαν συν‐ τελοῦν, οὐδὲ εἰς δυστυχίαν ἄγον, οὐδὲ εἰς συμφορὰν χειραγωγοῦν, οὐδὲ εἰς μετάγνωσιν τελευτῶν. | |
21.4a | Εἶεν. Ὁ ἔρως ἡμῖν κάλλους ἦν ἔρως· ὁ δὲ ἐρῶν ἄλλού του, καὶ μὴ κάλλους, ἡδονῆς ἐρᾷ. Ἀφαιρῶμεν | |
δέ, εἰ βούλει, τοὔνομα, καὶ ἐπιθυμεῖν λέγωμεν τοῦτον, ἀλλ’ οὐκ ἐρᾶν, ἵνα μὴ τῇ περὶ τὴν φωνὴν παρανομίᾳ | 258 | |
5 | πρᾶγμα ὑπαλλάξαντες λάθωμεν, ἀλλ’ οὐ τοὔνομα μόνον. | |
21.4b | Ἔστω τοίνυν ἔρως μὲν κάλλους, ἐπιθυμία δὲ ἡδονῆς. | |
21.4c | Ὁ τοίνυν κάλλους ἐρῶν ἆρα οὐκ ἐπιθυμεῖ αὐτοῦ; καὶ | |
21.4d | μάλα. Σχολῇ γὰρ ἂν εἴη τι ἄλλο ὁ ἔρως, εἰ μὴ ὄρεξίς | |
21.4e | τις. Παραιτοῦμαι δὲ τοὺς σοφοὺς τῆς τῶν ὀνο‐ μάτων θήρας, εἰ τὸ αὐτὸ νῦν μὲν ὄρεξιν, νῦν δὲ ἐπι‐ θυμίαν καλῶ· ἐγὼ γάρ τοι τά τε ἄλλα, καὶ ἐν τῇ τῶν | |
21.4f | ὀνομάτων ἐλευθερίᾳ πείθομαι Πλάτωνι. Ἔστω δέ, εἰ βούλονται, ὄρεξις, καὶ μὴ ἐπιθυμία ὁ ἔρως. Διῃ‐ ρήσθω δὲ τῇδε· ἐὰν μὲν ἐπὶ τὸ καλὸν φαινόμενον ἡ ψυχὴ ἄξῃ, ἔρως καλείσθω τοῦτο, οὐκ ἐπιθυμία· ἐὰν | |
21.4g | δὲ μή, ἐπιθυμία καλείσθω τοῦτο, οὐκ ἔρως. Τί οὖν, εἰ ἀκόλαστος ὁ σοφιστὴς, τῇ τοῦ φαινομένου προσθήκῃ χρώμενος, τὸ ἡδὺ τοῦτο φῇ φαντάζεσθαι αὐτῷ καλὸν | |
21.4i | ἐρᾶν; Καὶ τούτῳ συγχωρήσομεν; Καὶ πάλιν αὖ, εἴ τις ἀποβλέψας εἰς τοὺς τῷ ὄντι ἐραστὰς τοὺς πρὸς τὸ καλὸν ὡρμημένους, καὶ θεασάμενος τὸ ἐν τῇ ὀρέξει | |
τοῦ κάλλους ἡδύ, διὰ τὴν ἐπιμιξίαν τῆς ἡδονῆς ἐπι‐ | 259 | |
5 | θυμεῖν καὶ τούτους φῇ, ἀλλ’ οὐκ ἐρᾶν· πῇ ἂν ταῦτα | |
21.4k | ἡμῖν διακριθείη; Εἰ γὰρ τά τε ἡδέα φαντάζεται καλά, τά τε καλὰ ἀνακέκραται ἡδοναῖς, κίνδυνος οὕτω καὶ | |
21.4l | τὴν ἐπιθυμίαν τῷ ἔρωτι ἐπιμιχθῆναι. Βούλει τοίνυν τοῦ μὲν καλοῦ ἀφαιροῦμεν τὸ φαινόμενον, ἵνα μήποτε λάθῃ σχηματισαμένη πρὸς αὐτὸ ἡ ἡδονή· τῆς δὲ ἡδονῆς | |
21.4m | οὐκ ἔτι; Τὸ μὲν γὰρ καλόν, τίμιον ὄν, κατὰ τὴν αὑτοῦ φύσιν εἶναι δεῖ καλόν, ἵνα καὶ ἐράσμιον ᾖ· τῇ δὲ ἡδονῇ ἀπόχρη φαίνεσθαι, καὶ μὴ οὔσῃ· τῇ γὰρ τοῦ πεπον‐ θότος εὐφροσύνῃ λαμβάνουσα τὴν σύστασιν, οὐ τῇ | |
5 | αὑτῆς φύσει, ἱκανῶς ἕξει, ἐὰν τὸ δοκεῖν ὑπάρχῃ, αὐτῇ καὶ μὴ οὔσῃ. | |
21.5a | Οἷον τὸ τοιόνδε λέγω (αἴσθομαι γάρ τοι ἐμαυτοῦ γλίσχρως τὸ πρᾶγμα διελομένου, καὶ δεομένου εἰκόνος). | |
21.5b | Σῶμά που τραφῆναι ἀδύνατον, ὅτι μὴ σιτίων προσ‐ φορᾷ, καὶ ἐργασίᾳ ὀδόντων, καὶ σπλάγχνων ὑποδοχῇ, καὶ τῇ ἔνδον οἰκονομίᾳ, προσγινομένης αὐτῷ τῆς ὑπο‐ | |
21.5c | τροφῆς. Ἦσαν δέ που κατὰ τὸν ἐπὶ Κρόνου, φασίν, βίον αἱ τροφαὶ τοῖς ἀνθρώποις φηγοὶ καὶ ὄγχναι· καὶ διὰ τοῦτο ἐπεφημίσθη φέρειν ἡ γῆ τοὺς καρποὺς αὐτο‐ μάτους, ὅτι αὐτοῖς οὐδὲν ἔδει γεωπονίας, ἐξ αὐτοφυοῦς | 260 |
21.5d | τροφῆς βιοτεύουσιν. Ἐὰν τοίνυν προσθῇς ὀψοποιόν, καὶ ἡδύσματα, καὶ τροφὴν ποικίλην, ἄλλῳ ἄλλην, καρυκείαν Σικελικήν, καὶ Συβαριτικὴν χλιδήν, καὶ Περσικὴν τρυφήν, πάντα ταῦτα ἐρεῖς ἡδονῆς ὄνομα· | |
5 | καὶ κοινὸν μὲν πᾶσι τὴν τροφὴν ἐρεῖς, ἴδιον δὲ ἑκάστῳ τὴν ἡδονήν, καὶ κατὰ φύσιν μὲν τὴν τροφήν, κατὰ | |
21.5e | τέχνην δὲ τὴν ἡδονήν. Κἂν μεταθῇς τραπέζας, τὴν Σικελικὴν τοῖς Πέρσαις, καὶ τὴν Περσικὴν Σικελιώταις, τροφὴ μὲν ὁμοίως ἑκατέροις ἑκάτερα, τὸ δὲ τῆς ἡδο‐ νῆς ὑπαλλαχθέν, δι’ ἀήθειαν εἰς λύπην μετέβαλλεν. | |
21.5f | Γίγνεται τοίνυν ἡ μὲν τροφὴ κατὰ τὴν οὐσίαν τοῦ τρέφειν δυναμένου, ἡ δὲ ἡδονὴ κατὰ τὸ πάθος τοῦ ἥδεσθαι εἰθισμένου. | |
21.6a | Τὸ δὲ ἔθος ἄλλο ἄλλῳ. Αὐτίκα Ἕλληνες μέν, καὶ | |
Πέρσαι, καὶ Λυδοί, καὶ Φοίνικες, καὶ εἴ τι δὴ ἄλλο γένος, φυτευσάμενοι ἀμπέλους, πονηθέντες περὶ αὐτάς, ἐξελό‐ μενοι τὸν βότρυν, εὐτρεπίσαντες τὸν οἶνον, παρεσκευά‐ | 261 | |
5 | σαντο ποτόν, κατὰ μὲν τὴν χρείαν οὐκ ἀναγκαῖον, | |
21.6b | κατὰ δὲ τὴν ἡδονὴν ἀκμαιότατον. Σκυθῶν δὲ οἱ μὲν πολλοὶ γάλακτι βιοτεύουσιν, ὅσα οἱ ἄλλοι ἐπὶ οἴνῳ· τοῖς δὲ αἱ μέλιτται καθηδύνουσι τὸ πόμα, ἐπὶ πετρῶν | |
21.6c | καὶ δρυῶν διαπλάττουσαι τοὺς σίμβλους· εἰσὶν δέ, οἳ τῇ παρὰ τῶν νυμφῶν ὀχετείᾳ καὶ ἐπιρροῇ οὐδὲν λυμαίνονται, ἀλλ’ αὐτοφυεῖ προσχρῶνται ποτῷ ὕδατι· | |
21.6d | ἓν δέ τι, οἶμαι, Σκυθῶν γένος πίνουσιν μὲν ὕδωρ, ἐπειδὰν δὲ αὐτοῖς δέῃ τῆς κατὰ μέθην ἡδονῆς, νή‐ σαντες πυράν, θυμιῶντες εὐώδεις βοτάνας, περικαθί‐ σαντες ἐν κύκλῳ τῇ πυρᾷ, ὡς περὶ κρατῆρα, εὐωχοῦν‐ | |
5 | ται τῆς ὀδμῆς, καθάπερ οἱ ἄλλοι τοῦ ποτοῦ, καὶ μεθύσκονταί γε ὑπ’ αὐτῆς, καὶ ἀναπηδῶσιν, καὶ ᾄδου‐ σιν, καὶ ὀρχοῦνται. | |
21.7a | Τί δή μοι βούλεται ἡ περίοδος τοῦ λόγου; ἐνδεί‐ | |
21.7b | ξασθαι ὑμῖν διάκρισιν καλοῦ καὶ ἡδονῆς. Τίθει γάρ | |
μοι, κατὰ δὲ τὸ ἀναγκαῖον καὶ τὸ αὐτοφυὲς τῆς τρο‐ φῆς καὶ τοῦ ποτοῦ, τὸ καλὸν αὐτό, ὅπερ εἶναι δεῖ καὶ μὴ δοκεῖν μόνον· κατὰ δὲ τὸ ποικίλον καὶ ἐπίκτητον | 262 | |
5 | τῶν ἄλλων ἄλλους ἄλλως εὐφραινόντων, τὴν ἡδονήν· | |
21.7c | δοκεῖν γὰρ εἶναι δεῖ ταύτην μόνην. Οὕτω δὴ τούτων ἐχόντων, γίγνεται ὁ μὲν ἔρως λόγος, καὶ ἀρετή, καὶ τέχνη· λόγος μὲν ὁ κατὰ τὴν ἀλήθειαν, ἀρετὴ δὲ κατὰ τὴν διάθεσιν, τέχνη δὲ κατὰ τὴν εὐστοχίαν τοῦ καλοῦ· | |
21.7d | ἐπιθυμίαι δὲ ἡδονῶν, ἄλογοι ἀλόγων. Ἐπεὶ τοίνυν τὸ καλὸν εἶναι δεῖ καλόν, ἵν’ ἔρωτα ποιῇ, ποῖόν τι εἶναι αὐτὸ φῶμεν, καὶ πῶς ποιοῦν; Βούλει σοι λέγω | |
21.7e | κατὰ τὴν Σωκράτους μαντείαν; Ὡς τὸ καλὸν αὐτὸ ἄρ‐ ρητον ὂν καὶ ὀφθαλμῶν κρεῖττον ἡ ψυχὴ τεθεαμένη πάλαι, καὶ ὀνειρώττουσα αὐτοῦ τὴν μνήμην, ἐν τῇ δεῦρο συνουσίᾳ οὐ πάντῃ ἐναργῶς ὁρᾷ, ἅτε ἀπολελειμ‐ | |
5 | μένη αὐτοῦ καὶ τῷ χωρίῳ καὶ τῇ τύχῃ, καὶ ἀπεξενω‐ μένη ἐκείνων τῶν θεαμάτων εἰς τὸν ἐν γῇ τόπον, καὶ περιβεβλημένη πολλὴν καὶ παντοδαπὴν ἰλύν, ὑφ’ ἧς ταράττεται, συνδεδεμένη ἀσαφεῖ βίῳ καὶ συγκεχυ‐ | |
21.7f | μένῳ, καὶ μεστῷ ταράχου καὶ πλημμελείας πολλῆς· ἡ δέ γε τοῦ καλοῦ φύσις ἀρξαμένη ἐκεῖθεν κάτεισιν δεῦρο πρόσω ἰοῦσα ἠρέμα, καὶ ἀμβλυνομένη μᾶλλον, καὶ ἀπολείπουσα τὴν ἀρχαίαν ἀκμήν. | 263 |
21.8a | Καθάπερ τῶν ποταμῶν οἱ γενναιότατοι ἐξιόντες ἐπὶ τὴν θάλατταν κατὰ μὲν τὴν πρώτην ἐκβολὴν σώ‐ ζουσιν τὸ ῥεῦμα ἀμιγὲς ἄλλῃ φύσει πικροτέρᾳ, καὶ τοῖς ναύταις θαλαττίοις προσπλεύσασιν ἀκραιφνὲς πο‐ | |
5 | τόν· προελθόντες δὲ οἱ ποταμοὶ πόρρω καὶ εἰσπεσόντες εἰς πέλαγος πλατύ, καὶ παραδόντες τὸ ῥεῦμα ἀνέμοις καὶ κύμασιν καὶ ζάλῃ καὶ κλύδωνι, ἠφάνισαν δι’ ἐπι‐ | |
21.8b | μιξίαν τὴν ἀρχαίαν φύσιν· οὕτω καὶ τὸ κάλλος τὸ ἄρρητον καὶ ἀθάνατον ἔρχεται μὲν πρῶτον δι’ οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ σωμάτων, καὶ εἰσπεσὸν ἐκεῖ, ἀκραι‐ φνὲς μένει καὶ ἀμιγὲς καὶ ὁλόκληρον· ἐπειδὰν δὲ ὑπερ‐ | |
5 | κύψῃ τοῦ οὐρανοῦ εἰς τὸν δεῦρο τόπον, ἀμβλύνεται καὶ ἀμαυροῦται· καὶ μόλις ἂν αὐτοῦ γνωρίσαι τὴν ἐπιρ‐ ροὴν 〈πλὴν〉 ναύτης θαλάττιος, συνήθης τῷ ποταμῷ, διὰ μνήμης ἔχων τὴν ἐκείνου φύσιν, ὁρῶν αὐτὴν ἀμυδρὰν ἐν γῇ πλανωμένην καὶ ἀνακεκραμένην ἀλλοτρίᾳ φύσει· | |
21.8c | ὁ δέ, ἐπειδὰν ἐντύχῃ, καὶ γνωρίσῃ καὶ ἴχνος αὐγῶν φανὲν ὥσπερ ὁ Ὀδυσσεὺς ἀποθρώσκοντα καπνόν, σκιρτᾷ | 264 |
21.8d | καὶ φλογοῦται καὶ φαιδρύνεται καὶ ἐρᾷ. Τοῦ δὲ κάλ‐ λους τούτου ἔλθοι μὲν ἄν τις μοῖρα καὶ ἐπὶ ποταμὸν εὐροώτατον, καὶ ἐπὶ φυτὸν εὐβλαστότατον, καὶ ἐπὶ ἵππον γενναιότατον, ἀλλ’ ὅ, τι περ κάλλους ἀργό‐ | |
21.8e | τατον καὶ ἀμβλύτατον· εἰ δέ τις ἐστὶν αὐτοῦ ἐπιφοι‐ τῶσα τὴν γῆν, ἴδοις ἂν ταύτην οὐκ ἄλλοθι, ἢ ἐν ἀν‐ θρώπῳ, τῷ καλλίστῳ καὶ νοερωτάτῳ γηΐνων σωμά‐ των, καὶ τῷ ψυχῆς μεμοιραμένῳ συγγενοῦς αὐτῷ τῷ | |
21.8f | καλῷ. Καὶ διὰ τοῦτο νοῦν ἔχων, ἄγαλμα μὲν ἰδών, ἐπαινεῖ τὴν τέχνην, ἀλλ’ οὐκ ἐρᾷ τοῦ ἀγάλματος· καὶ φυτὸν ἰδών, ἐπαινεῖ τοῦ καρποῦ, ἀλλ’ οὐκ ἐρᾷ τοῦ φυτοῦ· καὶ ποταμὸν ἐπαινεῖ τῆς πραότητος, ἀλλ’ οὐκ | |
21.8g | ἐρᾷ τοῦ ποταμοῦ· ἐν δὲ ἀνθρώπῳ ἐπειδὰν ἴδῃ κάλλος ἔμπνουν καὶ νοερὸν καὶ ἀρετὴν προοιμιαζόμενον, καὶ | |
τὴν μνήμην ἐγείρει, καὶ ἐρᾷ νέου, φασὶ μὲν τοῦ ὁρω‐ | 265 | |
21.8h | μένου, τὸ δὲ ἀληθὲς ἐρᾷ κάλλους ἀληθεστέρου. Διὰ ταῦτα καὶ Σωκράτης ἑώρα τὰ καλὰ τῶν σωμάτων, καὶ ταχέως ἔβλεπεν, καὶ πάντα ἔβλεπεν· οὐκ ἐλάνθανεν δὲ αὐτὸν κάλλος, οὐκ ἐν παλαίστρᾳ καταδεδυκός, οὐκ ἐν | |
5 | Ἀκαδημίᾳ πλανώμενον, οὐκ ἐν συμποσίοις εὐωχού‐ μενον· ἀλλ’ οἷς θηρευτὴς δεινός, διὰ σωμάτων ἀνθρω‐ πίνων διετέλει μεμνημένος κάλλους ἀληθινοῦ. | |
22.1a(1t) | Ὅτι πάσης τῆς διὰ λόγων εὐφροσύνης ἡ διὰ | |
2t | φιλοσόφων λόγων ἀμείνων. | |
1 | Διηγεῖται Ὅμηρος περὶ Ὀδυσσέως, ὅτι χήτει νεὼς ἐπὶ σχεδίας πλέων, χειμῶνος ἐπιγενομένου, σκεδασθεί‐ | |
σης τῆς σχεδίας, νηχόμενος, ὑποβαλλούσης αὐτῷ κρή‐ δεμνον τῆς Λευκοθέας, ἐκπεσὼν εἰς τὴν Φαιάκων γῆν, | 266 | |
5 | ἱκετεύσας βασιλικὴν παρθένον, κομισθεὶς ὑπ’ αὐτῆς εἰς τὸ ἄστυ, τυχὼν αἰδοῦς παρ’ Ἀλκίνου, κοινωνεῖ τῆς ἑστίας τοῖς Φαιάκων ἀρίστοις, καὶ μετὰ τοῦτο ἐνάρχε‐ | |
22.1b | ται τῶν πρὸς τὸν Ἀλκίνουν λόγων ὡδί πως· ‘Ἀλκίνοε βασιλεῦ, καλὸν μὲν ἀκούειν ἀοιδοῦ ἀγαθοῦ, οἷος οὗ‐ τος, τὴν τέχνην θεῖος· τί γὰρ ἂν εἴη χαριέστερον τέ‐ λος δήμου εὐθυμουμένου, καὶ δαιτυμόνων οἴκοι, ᾠδῆς | |
5 | ἀκροωμένων, καθημένων ἑξῆς, καὶ τραπέζης ἀφθόνου, | |
22.1c | καὶ κρατῆρος μεστοῦ;‘ Ἐρωτῶ δὴ τὸν Ὀδυσσέα· ‘Τί ἡγεῖ εἶναι τὴν εὐφροσύνην, ὦ σοφώτατε ἀνδρῶν; τρά‐ πεζαν μεστὴν κρεῶν καὶ σίτου, καὶ κρατῆρας πλήρεις, καὶ οἶνον διαχεόμενον, καὶ ἐπὶ τούτοις ᾄδοντα ἀοιδόν, | |
5 | οἵας ἐκεῖνος ᾠδὰς ᾖδεν, νεῖκος Ὀδυσσῆος καὶ Πηλείδεω Ἀχιλλῆος; ἢ αὖ κοῖλον ἵππον, ἔνθα εἰσδύντες οἱ ἄριστοι τῶν Ἑλλήνων, εἰς τὸ ἄστυ εἰσενεχθέντες, προχυθέντες τοῦ ἵππου, μεθύουσιν ἐπιθέμενοι, εἷλον τὸ ἄστυ; | |
10 | Τοῦτο τί σοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι; | |
22.2a | Δεινός τις εἶ, ὦ σοφώτατε Ὀδυσσεῦ, ἐπαινέτης εὐφροσύνης δημωδέστατος, οἵαν καὶ βάρβαρος ἀνὴρ ἐπαινέσαι, καὶ ἄρτι ἐκ Βαβυλῶνος ἥκων, συνήθης πο‐ λυτελεῖ τραπέζῃ καὶ οἴνῳ χεομένῳ πολλῷ καὶ ᾠδῇ | 267 |
5 | αὐτοσχεδίῳ· καὶ ταῦτα, ὡς φῆς, ὑπεριδὼν παρ’ ἄλλοις | |
22.2b | τοῦ μελιηδέος λωτοῦ καὶ τῆς Σειρήνων ᾠδῆς.‘ Μή‐ ποτε οὖν ἔοικέν τι Ὅμηρος αἰνίττεσθαι ἄλλο κρεῖττον, | |
22.2c | ἢ ὁποῖον τὰ ἔπη λέγοι οὑτωσὶ ἀκούσαντι εὐθύς. Τὸ γάρ τοι κειμένων σιτίων ἀμφιλαφῶν καὶ οἴνου πολλοῦ, ταῦτα μὲν ἐπιθεῖναι ταῖς τραπέζαις, καὶ τὸν οἶνον τῷ κρατῆρι ἐγχέαι, ἔπαινος δ’ ἐς τοὺς δαιτυμόνας ἐν το‐ | |
5 | σαύταις ἡδοναῖς ἀκροωμένους τοῦ ἀοιδοῦ σπουδῇ, εὐ‐ σχήμονά τινα ἔοικεν εὐωχίαν διηγεῖσθαι ἡμῖν, οἵαν μιμήσεται ἄν τις νοῦν ἔχων, μεταθεὶς τὰς ἡδονὰς ἀπὸ τῶν αἰσχίστων ἐπὶ τὰ κοσμιώτατα, ἀπὸ τῆς γαστρὸς | |
22.2d | ἐπὶ τὰς ἀκοάς· ἢ οὐδὲ τοῦτο ἀπόχρη, εὐωχεῖν τὰς ἀκοὰς εἰκῇ καὶ ἀναίδην, | |
αὐλῶν συρίγγων τ’ ἐνοπῇ, καὶ ἀνθρώπων ὀμάδῳ, ἀλλὰ κἀνταῦθα τέχνης δεῖ κατα‐ | 268 | |
5 | κοσμούσης τὴν ἀκοῆς εὐωχίαν ἁρμονίᾳ δεξιᾷ. | |
22.3a/b | Καὶ τίς ἂν ἡμῖν ἡ τοιαύτη ἁρμονία γένοιτο; ἀγαπῶ μὲν γὰρ ἔγωγε τὴν ἐκ μελῶν ἡδονὴν προσιοῦσαν ταῖς ἀκοαῖς, ἢ δι’ αὐλῶν ἐμπνεομένων, ἢ διὰ λύρας κρουο‐ μένης, ἢ δι’ ἄλλού του μουσικοῦ ὀργάνου δυναμένου | |
22.3c | χορηγεῖν καὶ ἐπιπέμπειν ἡμῖν προσηνὲς μέλος· δείδια δέ, μὴ ταυτὶ τὰ μέλη ἡδονὴν μέν τινα ἔχῃ κεκραμένην ὑπὸ τέχνης καλῶς, ἄσημα δὲ ὄντα καὶ ἄλογα καὶ ἄφωνα | |
22.3d | μηδὲν μέγα τῇ ψυχῇ εἰς εὐφροσύνην συντελεῖ. Εἰ γάρ τις ἐθέλοι παραβαλεῖν τὴν ἐκ μελῶν ἡδονὴν τῇ τῶν λόγων, ἐοίκοι ἂν ὁ μὲν λόγος σιτίοις, τὸ δὲ μέλος ὀδμαῖς· ὧν τὰ μὲν εἰς ὑποτροφὴν προσφορώτατα, ὀδμὴ δέ, καὶ | |
5 | ἐνοδμή, κιβδηλότατον ἐν 〈ἡδονῇ〉 χρῆμα, καὶ ἐν τροφῇ | |
22.3e | ἀσθενέστατον. Εὐωχητέον οὖν τὰς ἀκοάς, τρέφοντας ὁμοῦ, τὰς μὲν ὀδμὰς ταύτας τὰς ἐκ τῶν μελῶν παρα‐ πεμπομένους, τὰ δὲ ἐκ λόγων σιτία προσάγοντας αὐ‐ | |
22.3f | ταῖς. Ἐπεὶ τοίνυν λόγῳ, καὶ οὐκ ἄλλῴ τῳ, χαίρειν εἰκὸς δαιτυμόνας δεξιούς τινας, καὶ λόγους αὐτοῖς παραθήσομεν φέροντες ἄρα, οἳ μὲν μιμοῦνται τὰς ἐν | |
δικαστηρίοις ἔριδας καὶ φιλονεικίας, ἐπιτεχνήσεις καὶ | 269 | |
5 | μάχας, κρατύνοντες μὲν τὰ ἄδικα, ἐπικοσμοῦντες δὲ τὰ αἰσχρά, κιβδηλεύοντες τἀληθῆ, ὑγιὲς δὲ οὐδέν, οὐδὲ ἄδολον, οὐδὲ ἐν τῷ τῆς φύσεως ἐπιχωρίῳ μένειν ἐῶν‐ τες, ἀλλ’ αὐτὸ ἐκεῖνο, οἷόν περ οἱ τῶν ἀνδραπόδων κάπηλοι, οἳ σώματα παραλαβόντες ἁπλᾶ ὑφ’ ἡλίῳ κα‐ | |
10 | θαρῷ καὶ ἀέρι ἐλευθέρῳ τεθραμμένα, σκιατροφοῦντες ταῦτα καὶ λεαίνοντες, λυμαίνονται αὐτῶν τὴν ἀπ’ ἀρχῆς δημιουργίαν, ἣν ἡ φύσις αὐτοῖς περιέβαλλεν | |
22.3g | κρείττονα τέχνης. Τοιοῦτον γάρ τι ἀμέλει καὶ οἱ περὶ τὰς δίκας εἱλούμενοι δρῶσιν. | |
22.4a | Ἀλλὰ τά γε τούτων μιμήματα, πρὸς τῷ κίβδηλα εἶναι καὶ σκυθρωπὰ κομιδῇ, καὶ εὐωχουμέναις ψυχαῖς οὐ πάνυ τι ἀκούειν ἐπιτήδεια· ὡς ἐγὼ οὐδὲ τὰ Αἰ‐ νιάνων θεάματα ἐπαινῶ, ὅσα ἐν πότῳ εὐφραίνονται | |
22.4b | Αἰνιᾶνες, οἱ μὲν δρῶντες, οἱ δὲ ὁρῶντες. Ἄνδρες δύο μιμοῦνται μάχην, ὑπαυλοῦντος ἄλλου· ὁ μὲν αὐτοῖν γεωργὸς τέ ἐστιν καὶ ἀροῖ, ὁ δὲ λῃστὴς καὶ ὅπλα ἔχει, κεῖται δὲ καὶ τῷ γεωργῷ τὰ ὅπλα ἀγχοῦ· ἐπειδὰν δὲ | |
5 | ὁ λῃστὴς ἔλθῃ, ἀφέμενος ὁ γεωργὸς τοῦ ζεύγους, δρα‐ μὼν ἐπὶ τὰ ὅπλα, συμπεσόντες μάχονται, παίοντες τὰς ὄψεις, καὶ μιμούμενοι τραύματα καὶ πτώματα· θεά‐ | 270 |
22.4c | ματα οὐ συμποτικά. Ἐπαινῶ πρὸ τούτων τὸν Περ‐ σικὸν νόμον τὸν ἀρχαῖον, δι’ ὃν Πέρσαι τῆς ἐλευθε‐ | |
22.4d | ρίας ἐπελάβοντο. Ἀνέκειντο τοῖς Πέρσαις αἱ βουλαὶ εἰς τὰς εὐωχίας, ὥσπερ τοῖς Ἀθηναίοις εἰς τὰς ἐκκλη‐ σίας, καὶ σπουδαστικώτερον ἦν συμπόσιον Περσικὸν | |
22.4e | ἐκκλησίας Ἀττικῆς· ἐκεῖ μὲν γὰρ νόμος κολάζων τὴν μέθην ἐπήγειρεν αὐτῶν τὰς ἀρετὰς τῇ εὐωχίᾳ, καθά‐ περ ἔλαιον πῦρ, ἐπιχέων τῇ ψυχῇ συμμέτρως, μὴ τε‐ λείως σβεννὺς αὐτῆς τὸ φιλότιμον, μήτε ἐξάπτων τῆς | |
22.4f | χρείας περαιτέρω· ἐνταῦθα δὲ οἱ νήφοντες οὗτοι δη‐ μαγωγοί, μηδενὸς αὐτοῖς ἐφεστῶτος νόμου κολάζοντος τὴν ἐξουσίαν τῶν λόγων, ἐξωρχοῦντο ἐν ταῖς ἐκκλη‐ σίαις πάσης μέθης ἀκολαστότερον. | |
22.5a | Τὰ μὲν οὖν τῶν Περσῶν καὶ τὰ Ἀττικὰ ἐῶμεν, | |
22.5b | ἐπανάγωμεν δὲ αὖθις ἐπὶ τὰ ἡμέτερα. Λόγοις τοιγα‐ ροῦν εὐωχητέον τὰς ἀγαθὰς ψυχάς, καὶ οὐ δικανικοῖς | 271 |
22.5d | λόγοις, φησὶν ὁ λόγος. Τίσιν μὴν ἄρα; Οἳ τὰς ψυχὰς ἐπὶ τὸν πρόσθεν χρόνον ἀναβιβασάμενοι παρέχουσιν | |
22.5e | αὐταῖς τὴν θέαν τῶν γενομένων πάλαι. Προσηνὲς γὰρ ἡ ἱστορία καὶ τὸ μηδὲν καμόντα πανταχοῦ περι‐ πολεῖν, πάντα μὲν χωρία ἐποπτεύοντα, πᾶσιν δὲ πολέ‐ μοις ἐκ τοῦ ἀσφαλοῦς παραγιγνόμενον, μῆκος δὲ ἀμή‐ | |
5 | χανον χρόνου ἐν βραχεῖ ἀναλεγόμενον, πλῆθος δὲ ἄπειρον πραγμάτων ἐν ὀλίγῳ μανθάνοντα, τὰ Ἀσσύρια, τὰ Αἰγύπτια, τὰ Περσικά, τὰ Μηδικά, τὰ Ἑλληνικά· | |
22.5f | νῦν μὲν πολεμοῦσιν ἐν γῇ παραγινόμενον, νῦν δὲ ἐν θαλάττῃ ναυμαχοῦσιν, νῦν δὲ ἐν ἐκκλησίαις βουλευο‐ μένοις· μετὰ Θεμιστοκλέους ναυμαχοῦντα, μετὰ Λεω‐ νίδου ταττόμενον, καὶ μετὰ Ἀγησιλάου διαβαίνοντα, | |
5 | καὶ μετὰ Ξενοφῶντος σωζόμενον· ξυνερῶντα Πανθίᾳ, | |
22.5g | συνθηρῶντα Κύρῳ, συμβασιλεύοντα Κυαξάρει. Εἰ δὲ καὶ Ὀδυσσεὺς σοφός, ὅτι πολύτροπος ἦν, καὶ πολλῶν ἀνθρώπων ἴδεν ἄστη καὶ νόον ἔγνω, | |
ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων, | 272 | |
5 | πολύ που σοφώτερος ὁ τῶν μὲν κινδύνων ἐξιστάμενος, | |
22.5h | τῆς δὲ ἱστορίας ἐμπιμπλάμενος. Χάρυβδιν ὄψεται, ἀλλ’ οὐκ ἐν ναυαγίῳ· Σειρήνων ἀκούσεται, ἀλλ’ οὐ δεδε‐ | |
22.5i | μένος· Κύκλωπι ἐντεύξεται, ἀλλ’ εἰρηνικῷ. Εἰ δὲ καὶ Περσεὺς εὐδαίμων, ὅτι πτηνὸς ἦν, καὶ περιεφέρετο ἐν τῷ αἰθέρι, πάντα ἐποπτεύων τὰ ἐν γῇ παθήματα καὶ χωρία, πολὺ τῶν Περσέως πτερῶν ἡ ἱστορία κουφό‐ | |
22.5k | τερον καὶ μετεωρότερον· ἣ λαβοῦσα τὴν ψυχὴν περι‐ φέρει πανταχοῦ, οὐκ ἀργῶς οὐδὲ ἠμελημένως δεικνύ‐ ουσα, ἀλλὰ καὶ ἄνδρα γενεαλογεῖ καὶ ποταμόν· Κροῖσσος ἦν Λυδὸς μὲν γένος, παῖς | |
5 | δὲ Ἀλυάττεω, τύραννος δὲ ἐθνῶν· Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς. | |
22.5l | Γενεαλογεῖ καὶ πόλιν· Ἐπίδαμνός ἐστιν πόλις ἐν δεξιᾷ εἰσ‐ πλέοντι τὸν Ἰώνιον κόλπον· προσοικοῦσιν δ’ αὐτὴν Ταλάντιοι βάρβαροι· | |
5 | ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο. | |
Γενεαλογεῖ δὲ καὶ ποταμόν· ὃς ῥέων ἐκ μεσημβρίης πρὸς βορέην ἄνεμον εἰς τὸν Εὔξεινον πόντον καλεόμενον ἐκδιδοῖ· ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμαν‐ | 273 | |
10 | δρον. | |
22.5n | Τοῦτο τὸ ἄκουσμα ἐφήμερον τὸ τῶν ἀνθρώπων γένος καὶ φθειρόμενον ταχὺ καὶ ἀπολλύμενον καὶ ὑπορρέον τῇ μνήμῃ σώζει, καὶ τὰς ἀρετὰς φυλάττει, καὶ τὰς | |
22.5o | πράξεις ταῖς δόξαις ἀθανάτους ποιεῖ. Διὰ τοῦτο ὁ Λεωνίδης ᾄδεται οὐχ ὑπὸ Λακεδαιμονίων μόνον τῶν τότε, καὶ ὁ Θεμιστοκλῆς ἐπαινεῖται οὐχ ὑπὸ Ἀθηναίων ἐκείνων· μένει δὲ καὶ ἡ Περικλέους στρατηγία, καὶ | |
5 | νῦν ἔτι ἡ Ἀριστείδου δικαιοσύνη· δίδωσιν Κριτίας | |
22.5p | καὶ νῦν δίκην, φεύγει καὶ νῦν Ἀλκιβιάδης. Συνελόντι δὲ εἰπεῖν, οἱ καθ’ ἱστορίαν λόγοι τῷ μὲν ἀνηκόῳ τερ‐ πνότατον καθ’ ἡδονήν, τῷ δὲ εἰδότι ἐπαγωγότατον κατὰ ἀνάμνησιν. | |
22.6a | Τίς ἂν οὖν γένοιτο ψυχαῖς εὐωχία λόγων ταύτης προσηνεστέρα; Χαλεπὸν μὲν εἰπεῖν καὶ ἀντιτάξασθαι | |
22.6b | πολλῷ καὶ γενναίῳ λογοποιῷ, ῥητέον δὲ ὅμως· ὅτι | |
‘καλὴ μὲν ὑμῶν ἡ ἁρμονία καὶ ᾄδεσθαι προσηνής, ἄλλο δὲ ποθεῖ ἡ ἐπιεικὴς ψυχή, καὶ οὐχ οἷον παρέχεσθαι ὑμῖν.‘ Τί γὰρ σεμνὸν ἡ μνήμη τῶν πάλαι κακῶν τῷ | 274 | |
5 | μήπω μαθόντι, ὅπως ταῦτα φυλακτέον; ἢ τί πλέον Ἀθηναίοις ἐγένετο διὰ τὴν ἱστορίαν τὴν Ἀττικήν; ἢ τί πλέον Ἁλικαρνασσεῦσιν διὰ τὴν ἱστορίαν τὴν | |
22.6c | Ἰωνικήν; ἢ τί Χίοι διὰ ταύτην εὐδαιμονέστεροι; Εἰ μὲν γὰρ ἀποκρίναντες τὰ καλὰ τῶν αἰσχρῶν, τὰ μὲν ἀπέκρυπτον, τὰ δὲ ἱστόρουν, ἦν ἄν που τῇ ψυχῇ ὄνησις κατὰ μίμησιν τῶν ἱστορημένων, καθάπερ ὀφθαλ‐ | |
22.6d | μοῖς κατὰ μίμησιν γραφῆς· νῦν δὲ ἀναμὶξ εἰσφύρεται πάντα ἐν τοῖς λόγοις, καὶ πλεονάζει τὰ χείρω, καὶ κρατεῖ τὰ αἰσχρά· καὶ τὸ πολὺ τῆς ἱστορίας πλεονέκται τύραννοι, καὶ πόλεμοι ἄδικοι, καὶ εὐτυχίαι ἄλογοι, καὶ | |
5 | πράξεις πονηραί, καὶ συμφοραὶ ἀγνώμονες, καὶ περι‐ στάσεις τραγικαί· ὧν σφαλερὰ μὲν ἡ μίμησις, βλαβερὰ | |
22.6e | δὲ ἡ μνήμη, ἀθάνατος δὲ ἡ δυστυχία. Ἐγὼ δὲ ποθῶ πρὸς τὴν εὐωχίαν τροφὴν λόγων ὑγιεινῶν, καὶ ἀνόσου τοιούτου δέομαι σιτίου, ἀφ’ οὗ καὶ Σωκράτης ὑγίανεν, καὶ Πλάτων, καὶ Ξενοφῶν, καὶ Αἰσχίνης. | |
22.7a | Ἐπιθυμεῖ ἡ ἀνθρώπου ψυχή, καὶ δέδιεν, καὶ λυ‐ πεῖται, καὶ φθονεῖ, καὶ ἄλλοις συνέχεται παντοδαποῖς καὶ ἀλλοκότοις παθήμασιν· στάσιν ὁρᾷς πικρὰν καὶ ἀκήρυκτον· τοιοῦτόν μοι διηγοῦ τὸν πόλεμον, τὸν δὲ | 275 |
5 | Μηδικὸν ἔα· ταύτην μοι διηγοῦ τὴν νόσον, τὸν δὲ | |
22.7b | λοιμὸν ἔα. Εἰπέ, τίνι ἐπιτρέψω τὴν στρατηγίαν καὶ τὴν ἴασιν; Ἱπποκράτην δὲ ἔα τοῖς σώμασιν καὶ Θε‐ μιστοκλέα τῇ θαλάττῃ· λέγε τὸν ψυχῆς ἰατρόν, λέγε | |
22.7c | τὸν στρατηγόν. Κἂν ἀπορῇς ἀνδρῶν, ἐπὶ τοὺς θεοὺς ἴθι. Ἔρου μὴ περὶ γῆς δῃουμένης, μήτε περὶ θαλάτ‐ της λῃστευομένης, μηδὲ περὶ τειχῶν πολιορκουμένων, μηδὲ περὶ σωμάτων φθειρομένων· σμικρὰ ταῦτα, ἐφή‐ | |
22.7d | μερα ταῦτα. Τμηθήσεται λήϊον, κἂν Πελοποννήσιοι ἀπόσχωνται· λῃστευθήσεται θάλαττα, κἂν Ἀθηναῖοι μὴ ναυμαχῶσιν· καταβαλεῖ τὰ τείχη, καὶ εἰ μὴ Φίλιππος, ἀλλ’ ὁ χρόνος· φθαρήσεται τὰ σώματα, κἂν | |
5 | ἀπέλθῃ ὁ λοιμός· | |
22.7e | ἀνδρὸς δὲ ἀρετή, πάλιν ἐλθεῖν οὔτε λεϊστή, ... οὐθ’ ἑλετή. | |
5 | Περὶ ταύτης ἔρου δή, ὅτε ψυχὴ τέμνεται, λῃστεύεται, πολιορκεῖται, νοσεῖ· χρησμοῦ σοι δεῖ, μαντείας σοι δεῖ, εὖξαι τῷ θεῷ· κλῦθί μευ, ἀργυρότοξε, ὃς Χρύσην ἀμφιβέβηκας, κλῦθι, ὦ Ἄπολλον, καὶ Ζεῦ, καὶ εἴ τις ἄλλος θεὸς ἰα‐ | 276 |
10 | τικὸς ψυχῆς νοσούσης, εἴ ποτέ τοι χαρίεντ’ ἐπὶ νηὸν ἔρεψα, εἰ δήποτέ τοι κατὰ πίονα μηρί’ ἔκηα. Ἀκούσεται ὁ Ἀπόλλων τοιαῦτα εὐχομένου θᾶττον, ἢ | |
22.7f | τοῦ Χρύσου. Οὐ γὰρ ἐπὶ λοιμὸν παρακαλεῖς τὸν θεόν, οὐδὲ ἐπὶ τοξείαν ὀϊστῶν θανατηφόρων, οὐδὲ ἐπὶ φθο‐ ρὰν κυνῶν καὶ ἀνδρῶν καὶ ὀρέων· οὐ γὰρ ταῦτα ἔργα | |
22.7g | μουσικοῦ θεοῦ, καὶ σοφοῦ καὶ μαντικοῦ. Ὅμηρος δὲ αὐτῷ προσέθηκεν τὴν φήμην, αἰνιττόμενος τὴν ἡλίου ἀκτῖνα δι’ ἀέρος χωροῦσαν ὀϊστοῦ θᾶττον, ἀκρατοτέραν | |
22.7h | τῆς τῶν σωμάτων συμμετρίας. Ἐμοὶ δὲ ᾀδέτω εἴτε καὶ Ὅμηρος, εἴτε Ἡσίοδος, εἴτε τις ἄλλος ποιητὴς δαι‐ μόνιος, θεὸν Παιᾶνα ψυχῆς παθημάτων· ἄξια ταῦτα | |
τοῦ Ἀπόλλωνος, ἄξια τοῦ Διός. | 277 | |
23.1a(1t) | Τίνες λυσιτελέστεροι πόλει, | |
2t | οἱ προπολεμοῦντες, ἢ οἱ γεωργοῦντες. Ὅτι | |
3t | οἱ προπολεμοῦντες. | |
1 | Ἔχεις εἰπεῖν, τίνας ὀνομάζει Ὅμηρος ἐν τοῖς ἔπεσιν διογενεῖς, καὶ θεοῖς εἰκέλους, καὶ λαῶν ποιμένας, καὶ ἄλλα ὅσα ποιητὴν εἰκὸς ἀποσεμνύνοντα τοῖς ὀνόμασιν | |
23.1b | ἀρετὴν ἀνδρός; ἆρα τοὺς ἐπὶ σκαπάνῃ καὶ αὔλακι πρὸς τῇ γῇ διαπονουμένους, δεινοὺς ἀροῦν, ἀγαθοὺς φυ‐ | |
23.1c | τεύειν, ἐν ἀμήτῳ δεξιούς, ἐν ὀρχάτῳ φιλοπόνους; ἢ τούτων μὲν οὐδὲ τὴν ἀρχὴν ἠξίωσεν καταμῖξαι τὰ ἔργα τῇ αὐτοῦ ᾠδῇ, ὅτι μὴ νησιώτῃ γέροντι ἀναθεὶς αὐτά, ἐκπεπτωκότι τῆς ἀρχῆς ὑπὸ ὑβριστῶν νέων, ἐν | |
5 | ‘γουνῷ οἰνοπέδου ἀλωῆσ‘ ἐπὶ φύλλων χαμαὶ | |
23.1d | βεβλημένων ὥρᾳ θέρους ἀναπαυομένῳ; Οἱ δὲ μακάριοι | |
αὐτῷ ἄνδρες, οὓς ἐκεῖνος ἐπαινῶν χαίρει, ἕτεροί εἰσιν ἐξ ἑτέρων ἐπιτηδευμάτων καὶ ἔργων· ἢ Ἀχιλλεὺς διώ‐ κων, ἢ Αἴας μονομαχῶν, ἢ Τεῦκρος τοξεύων, ἢ Διο‐ | 278 | |
5 | μήδης ἀριστεύων, ἤ τις ἄλλος τῶν δεινῶν τὰ ἀριστευ‐ | |
23.1e | τικά. Μεστὰ δὲ αὐτῷ τὰ ἔπη ἀσπίδων μεγάλων, καὶ κορύθων φαεινῶν, καὶ δοράτων μακρῶν, καὶ ἁρμάτων καλῶν, καὶ ἵππων θεόντων, καὶ ἀγαθῶν κτεινόντων, | |
23.1f | καὶ δειλῶν κτεινομένων. Τὸν μὲν γὰρ Ἀγαμέμνονα αὐτὸν τὸν τῶν Πανελλήνων βασιλέα οὐκ ἔσχεν ἑτέρως ἐπαινέσαι, ἢ τὸν αἰχμητὴν προσθεὶς τῷ βασιλεῖ, ὡς μόνον δὴ τοῦτο ἔργων ἀρχικώτατον· καὶ φησίν, ὅτι | |
5 | ἦν ὁ Ἀγαμέμνων ἀμφότερον, βασιλεὺς καὶ αἰχμητὴς | |
23.1g | ἀγαθός. Ἐπεὶ καὶ ὁ Μενέλαος βασιλεὺς μὲν ἦν, οὐχ ἧττον ἢ ὁ Ἀγαμέμνων, μαλθακὸς δὲ αἰχμήν, καὶ διὰ τοῦτο ὀλίγον αὐτῷ μετέδωκε ποιητικῆς εὐφημίας Ὅμη‐ | |
23.1h | ρος. Ὅ γε μὴν Ἀγαμέμνων οὗτος, τί ἦν ἂν ἐπικλε‐ έστερος τῶν ἄλλων, εἰ κατὰ τὸ Ἄργος μένων, γῆν ἀγαθὴν ἔχων, γεωργῶν τὴν γῆν, ἀπέφηνεν αὐτὴν εὐ‐ | |
23.1i | καρπωτέραν τῆς Αἰγυπτίας; Τοῦ μὲν γὰρ Ὀδυσσέως ἀκούεις αὐτοῦ σεμνολογουμένου περὶ τῆς Ἰθάκης· τρηχεῖα, ἀλλ’ ἀγαθὴ κουροτρόφος, | |
φησίν. Οἶδεν γάρ που, ἅτε σοφὸς ὤν, ὅσον διαφέρει | 279 | |
5 | ὁ τῆς ἀνδρείας καρπὸς οὗτος πυρῶν καὶ κριθῶν, καὶ εἴ τις ἄλλη ὑποτροφὴ γῆς. | |
23.2a | Ὅμηρον ἐῶ· τάχα γὰρ καὶ δυσχεράναις ἂν τῷ λόγῳ | |
23.2b | προφερομένῳ σοι μάρτυρα φιλοπόλεμον. Βούλει σοι τὰ δεύτερα ἐπ’ ἐκείνῳ λέγω τὰ Λακωνικά, ἢ τὰ Ἀττικά, | |
23.2c | ἢ τὰ Κρητικά, ἢ τὰ Περσικά; Τὴν Σπάρτην ἐπαινεῖς ὡς εὐνομωτάτην. Ὁ δὲ Λυκοῦργος (ὃς σοῦ δήπου ἐπαινέτου δεήσεται· ὁ γὰρ Ἀπόλλων φθάνει λέγων πρὸς αὐτὸν | |
5 | δίζω, ἤ σε θεὸν μαντεύομαι, ἢ ἄνθρωπον), | |
23.2d | ὁ τοίνυν Λυκοῦργος οὗτος, ὃν ὁ θεὸς εἰκάζει θεῷ, τιθεὶς τῇ Σπάρτῃ νόμους, συμβουλευσάμενος τῷ Ἀπόλ‐ λωνι, ποῖόν τι πολιτείας ἦθος καταστήσαιτο τοῖς αὑτοῦ θρέμμασιν, ἆρα γεωργικόν, καὶ ταμιευτικόν, ταπεινὸν | |
5 | καὶ γλίσχρον, καὶ ἐργαστικὸν τὰ σμικρὰ ταῦτα· ἢ ταῦτα μὲν οἱ εἴλωτες αὐτῷ ἔχουσιν καὶ ὁ ἀνδραποδώδης ὅμιλος καὶ οἱ περίοικοι Λακεδαιμονίων, τὸ δὲ καθαρῶς Σπαρτιατικόν, ἄφετον ἐκ γῆς ὂν καὶ ὄρθριον, καὶ πρὸς ἐλευθερίαν τετραμμένον, μαστιγούμενον καὶ τυπ‐ | |
10 | τόμενον, καὶ ἐν θήραις καὶ ὀρειβασίαις καὶ ἄλλοις | |
παντοδαποῖς πόνοις παιδευόμενον, ἐπειδὰν ἱκανῶς τοῦ καρτερεῖν ἔχῃ, ἐπὶ αἰχμῇ καὶ ἀσπίδι τεταγμένον, ὑπὸ στρατηγῷ τῷ νόμῳ προμαχεῖν τῆς ἐλευθερίας, καὶ τὴν Σπάρτην σώζειν, καὶ τῷ Λυκούργῳ συναγωνίζεται, καὶ | 280 | |
23.2e | πείθεται τῷ θεῷ; Εἰ δὲ ἐγεώργουν Λακεδαιμόνιοι, τίς ἂν ὑπὲρ αὐτῶν Λεωνίδας ἐν Θερμοπύλαις παρετάξατο; τίς ἂν Ὀθρυάδας ἐν Θυρεᾷ ἠρίστευεν; Ἀλλ’ οὐδὲ Βρα‐ σίδας γεωργὸς ἦν, οὐδ’ ὁ Γύλιππος ἐκ ληΐου ὁρμηθεὶς | |
5 | Συρακοσίους ἔσωζεν, οὐδὲ Ἀγησίλαος ἐξ ἀμπέλων ὁρ‐ μηθεὶς Τισσαφέρνους ἐκράτει, καὶ τὴν βασιλέως γῆν ἔτεμνεν, καὶ Ἴωνας καὶ Ἑλλήσποντον ἐλευθέρου· οὐκ ἀπὸ σμινύης ὁ Καλλικρατίδας, οὐκ ἀπὸ σκαπάνης ὁ | |
23.2f | Λύσανδρος, οὐκ ἀπὸ ἀρότρου ὁ Δερκυλλίδας. Θητικὰ ταῦτα, εἰλωτικά· ταῦτα ὑπὸ ἀσπίδων σώζεται, τούτων δόρατα ὑπερμαχεῖ, ταῦτα δουλεύει τοῖς κρατοῦσιν. | |
23.2g | Αὕτη ἡ ἐν ὅπλοις ἀρετὴ καὶ τὴν Ἀθηναίων γῆν ἔτεμνεν, καὶ τὴν Ἀργείων ἐδῄου, καὶ Μεσσηνίους ἐλάμ‐ βανεν· ἐπεὶ δ’ ἐξέκαμεν αὕτη τοῖς Σπαρτιάταις, τὰ μὲν | |
ὅπλα ἀπέθεντο, ἐγένοντο δὲ ἐξ ἐλευθέρων γεωργοί. | 281 | |
23.3a | Ἐλεύθεροι Κρῆτες. Πότε; Ὅτε ὅπλα εἶχον, ὅτε ἐτόξευον, ὅτε ἐθήρων. Δοῦλοι, πότε; Ὅτε καὶ γεωργοί· | |
23.3b | Ἐλεύθεροι Ἀθηναῖοι. Πότε; Ὅτε Καδμείοις ἐπολέ‐ μουν, ὅτε καὶ Ἴωνας ἐξέπεμπον, ὅτε καὶ Ἡρακλείδας | |
23.3c | ὑπεδέχοντο, ὅτε Πελασγοὺς ἐξέβαλλον. Δοῦλοι, πότε; Ὅτε Πεισιστρατίδαι τὸν δῆμον ἐξοπλίσαντες γεωργεῖν ἠνάγκαζον. Αὖθις δὲ ἐπελθόντος αὐτοῖς στόλου Μη‐ δικοῦ, τῆς μὲν γῆς ἐπελάθοντο, ἐπὶ δὲ τὰ ὅπλα ἔδρα‐ | |
23.3d | μον, καὶ μετ’ αὐτῶν τὴν ἐλευθερίαν ἀνελάμβανον. Οὐ γεωργῶν Κυναίγειρος τὰς Ἀθήνας ἠλευθέρου, οὐκ ἐν ἀμήτῳ Καλλίμαχος τοὺς Μήδους ἐξέβαλλεν, οὐκ ἐν γεωργοῖς ἐστρατήγει Μιλτιάδης. Ὁπλιτῶν τὰ ἔργα, | |
23.3e | μαχομένων τὸ κράτος, νικώντων ἡ ἐλευθερία. Ἐπεὶ δὲ καὶ τῆς θαλάττης ἔδει, χαίρειν τῇ γῇ φράσαντες, καὶ παραδόντες πυρὶ τὴν ἐκεῖ ἑστίαν, καὶ μόνα ὑπο‐ λειπόμενοι τὰ ὅπλα, εἰς τὰς τριήρεις μετῳκίσθησαν. | |
5 | Ἔπλεεν πόλις Ἀττικὴ καὶ ἠπειρώτης δῆμος, καὶ πλέων ὁμοῦ ἐναυμάχει, καὶ ναυμαχῶν ἐκράτει, καὶ κρατῶν | |
23.3f | εἶχεν καὶ τὴν γῆν καὶ τὴν θάλατταν. Ἐπαινῶ καὶ Περικλέα τῆς στρατηγίας, ὃς ἀμελήσας τῶν γεωργῶν, | |
καὶ ὁρῶν τεμνομένας τὰς Ἀχάρνας, ἐφύλαττεν τὰς Ἀθήνας ἐλευθέρας· μενούσης γὰρ τῆς ἐλευθερίας, ἡ | 282 | |
5 | γῆ μένει, τὰ φυτὰ μένει, τὰ λήϊα. | |
23.4a | Ἔα μοι τὰ Ἑλληνικά, ἴθι ἐπὶ τοὺς βαρβάρους. Γεωργοῦσιν Αἰγύπτιοι, πολεμοῦσιν Σκύθαι· ἀνδρεῖον τὸ Σκυθικόν, δειλὸν τὸ Αἰγύπτιον· ἐλεύθερον τὸ Σκυθικόν, δοῦλον τὸ Αἰγύπτιον. Γεωργοῦσιν Ἀσσύ‐ | |
5 | ριοι, πολεμοῦσιν Πέρσαι· δουλεύουσιν Ἀσσύριοι, βα‐ σιλεύουσιν Πέρσαι. Ἐπολέμουν Λυδοὶ πρότερον, ἐγεώρ‐ γουν αὖθις Λυδοί· ἐλεύθεροι μὲν ὄντες ἐπολέμουν, | |
23.4b | δουλεύσαντες δὲ ἐπὶ γεωργίαν ἐτράποντο. Μέτιθι ἐπὶ τὰ ζῷα· καὶ γὰρ ἐνταῦθα ὄψει ἐλευθερίαν καὶ δου‐ λείαν, καὶ βίον ἐξ ἀρετῆς, καὶ ἐκ γῆς βίον. Βοῦς ἀροῖ, ἵππος ἀθλεύει· ἐὰν δὲ μεταθῇς τὰ ἔργα, παρα‐ | |
23.4c | νομεῖς περὶ τὴν φύσιν. Τὰ δειλὰ ποιηφάγα, τὰ ἰσχυρὰ ἀγρευτικά. Ἔλαφος ποιηφαγεῖ, λέων ἀγρεύει· σπερμο‐ λογεῖ κολοιός, ἀγρεύουσιν ἀετοί· δοῦλα μέν, τὰ σπερ‐ μολόγα καὶ ποιηφάγα, ἐλεύθερα δὲ τὰ ἀγρευτικά. | |
23.5a | Εἰ δὲ καὶ τοὺς περὶ θεῶν μύθους παραδεκτέον, οὐ γεωργὸς ὁ Ζεύς, οὐδὲ Ἀθηνᾶ, οὐδὲ ὁ Ἀπόλλων, οὐδὲ ὁ Ἐνυάλιος, οἵπερ βασιλεύτατοι τῶν θεῶν. Ἀλλ’ ὀψὲ μὲν Δημήτηρ γεωργεῖ μετὰ πολλὴν πλάνην, ὀψὲ | |
5 | δὲ Διόνυσος μετὰ τὸν Κάδμον καὶ τὸν Πενθέα, ὀψὲ ὁ Τριπτόλεμος μετὰ τὸν Ἐριχθόνιον καὶ τὸν Κέκροπα. | 283 |
23.5b | Εἰ δὲ καὶ τῆς Κρόνου ἀρχῆς ἐπελαβόμεθα, τίς ἂν ἡμῖν γεωργίας λόγος; Ἀλλ’ οὐδὲ νῦν δεῖ γεωργίας· οὐ γὰρ ἐξέκαμεν ἡ γῆ τοὺς καρποὺς αὐτομάτους φέ‐ ρουσα· φέρει μὲν τροφήν, φηγοὺς καὶ ὄγχνας· φέρει | |
5 | δὲ ποτὸν αὐτοφυές, Νεῖλον καὶ Ἴστρον καὶ Ἀχελωὸν καὶ Μαίανδρον, καὶ ἄλλους κρατῆρας ἀενάους ναμάτων | |
23.5c | καθαρῶν καὶ νηφαλίων γεωργίας. Ταῦτα οὐ πρεσ‐ βύτης Ἰκάριος, οὐδὲ Βοιώτιος ἀνήρ, ἢ Θετταλικός· ἀλλ’ ἥλιος αὐτὸς καὶ σελήνη θάλπουσα, καὶ ὄμβροι τρέφοντες, καὶ ἄνεμοι διαπνέοντες, καὶ ὧραι ἀμείβου‐ | |
5 | σαι, καὶ γῆ βλαστάνουσα· οὗτοι γεωργοὶ ἀθάνατοι ἐγκάρπων, σιτίων καὶ δένδρων, καὶ μηδὲν ἀνθρω‐ | |
23.5d | πίνης τέχνης προσδεομένων. Ταύτην τὴν γεωργίαν οὐδεὶς παύει, οὐ λοιμός, οὐ λιμός, οὐ πόλεμος, ἀλλὰ τὰ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται. | |
23.5e | Ἐὰν δὲ ἐπιθυμῇς Λιβυκοῦ λωτοῦ, καὶ Αἰγυπτίων πυ‐ | |
ρῶν, καὶ ἐλαίας Ἀττικῆς, ἢ ἀμπέλου Λεσβίας, μετατί‐ θης τὴν τέχνην εἰς διακονίαν ἡδονῆς· τὸ δ’ ὅλον, παραβάλλεις πόνους ἐλευθέρους ἀναγκαίοις πόνοις, καὶ | 284 | |
5 | ἐλευθέραν ἀρετήν, ἀναγκαίᾳ γεωργίᾳ· οὐ γὰρ εἰρήνην παραβάλλεις πολέμῳ· | |
236*a | Εἰ γὰρ τοιοῦτόν ἐστιν ἡ γεωργία, ἄφελε τοὺς πο‐ λέμους γεωργῶν μὲν πάντας· ῥίψας δόρυ ἐπὶ σμινύην ἴτω, ἀριστευέτω ἐν γῇ, κρατείτω ἐν γεωργοῖς· κηρύτ‐ τωμεν τὸν ἄνδρα τῆς εὐκαρπίας, | |
5 | οὗτος ἐν ἀνθρώποις νικηφόρος, οὗτος ὁ ἄριστος. | |
236*b | Νῦν δὲ μεστὰ πάντα πολέμου καὶ ἀδικίας· αἱ γὰρ ἐπι‐ θυμίαι πλανῶνται πανταχοῦ, περὶ πᾶσαν γῆν τὰς πλεονεξίας ἐπεγείρουσαι, καὶ πάντα μεστὰ στρατοπέδων | |
236*c | ἐπὶ τὴν ἀλλοτρίαν ἰόντων. Κάλλος ᾄδεται γυναικὸς Πελοποννησίας· πλέει βάρβαρος ἀνὴρ ἐπ’ αὐτὴν ἀπὸ τῆς Ἴδης, οὐ γεωργός, ἀλλὰ γεωργοῦ ἡμερώτερος καὶ σχολαίτερος καὶ εἰρηνικώτερος, ποιμὴν καὶ βουκόλος. | |
236*d | Ἐπιθυμεῖ Καμβύσης τῆς Αἰγυπτίων γῆς· πόλεμον ἡ | |
236*e | ἐπιθυμία διανέστησεν. Ἐπιθυμεῖ Δαρεῖος τῆς Σκυθῶν γῆς· πολεμοῦνται Σκύθαι. Μεταβαίνει ἡ ἐπιθυμία | |
ἐπ’ Ἐρετρίαν καὶ Ἀθήνας· καὶ μετὰ τῆς ἐπιθυμίας οἱ στόλοι· Ἐρετρία σαγηνεύεται, ἐπιπλεῖται Μαραθών. | 285 | |
236*f | Ἐπιθυμεῖ ἡ Ξέρξου γυνὴ θεραπαινίδων Λακωνίδων καὶ Ἀτθίδων καὶ Ἀργιάδων· καὶ δι’ ἐπιθυμίαν γυ‐ ναικὸς ἐξαρτύονται στόλοι διαπόντιοι, ἡ Ἀσία ἐξοικί‐ ζεται, ἡ Εὐρώπη ἀνίσταται. Ἐπιθυμοῦσιν Ἀθηναῖοι | |
5 | Σικελίας, ἐπιθυμοῦσιν Λακεδαιμόνιοι Ἰωνίας, ἐπιθυ‐ μοῦσιν Θηβαῖοι ἡγεμονίας. | |
23.7a | Ὢ ἐρώτων πικροτάτων τῇ Ἑλλάδι. Ποῦ τις ἐλθὼν μετὰ ἀσφαλείας γεωργῇ; ποῦ δὲ εὕρῃ τὸ χρύσεον εἰρήνης πρόσωπον; ποῖον γῆς μέρος ἐραστὰς οὐκ ἔχει; | |
23.7b | Ἄσκρη χεῖμα κακή, θέρει ἀργαλέη· ἴωμεν ἐπὶ τὴν Ἄσκρην. Ἀλλ’ αἰγειροφόρος ἡ Βοιωτία. Λιβύη πόρρω μέν, ἀλλὰ εὔβοτος. Ὑπερόριος ἡ Ἰνδῶν γῆ, ἀλλὰ καὶ αὕτη ἐξεῦρεν Μακεδόνα ἐραστήν, διὰ | |
23.7c | πολλῶν γενῶν καὶ πολέμων βαδίζοντα ἐπ’ αὐτήν. Ποῖ τὶς τράπηται; ποῦ τὶς εὕρῃ γεωργίαν ἀσφαλῆ; Πάντα μεστὰ πολέμων, πάντα ὅπλων. Τοιγαροῦν εὖ μέν τις δόρυ θηξάσθω, εὖ δ’ ἀσπίδα θέσθω, | 286 |
5 | εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν. | |
23.7d | Καλὸν ἡ γεωργία, καλόν, ἐὰν μεῖναι δυνηθῇ, ἐὰν σχο‐ λῆς τύχῃ, ἐὰν φυλακὴν ἔχῃ· δέδια δ’ ἐγώ, μὴ τοῦτο ᾖ τὸ καλόν, τὸ τοὺς πολέμους κινοῦν καὶ τὰς στάσεις. | |
23.7e | Λέγει τὶς παλαιὸς ἀνήρ· μάλιστα γὰρ τῆς γῆς, φησὶν, ἡ ἀρίστη τὰς μεταβολὰς τῶν οἰκητόρων ἐλάμβανεν· | |
5 | τὴν γοῦν Ἀττικήν, διὰ τὸ λεπτόγεω εἶναι ἀστα‐ σίαστον οὖσαν, ἄνθρωποι ᾤκουν οἱ αὐτοὶ ἀεί. | |
23.7f | Ἀκήκοας, πῶς πόλεμος γίνεται; Μὴ γεώργει, ἄνθρωπε· ἔα τὴν γῆν ἀκαλλώπιστον, αὐχμῶσαν· στάσιν κινεῖς, | |
πόλεμον κινεῖς. | 287 | |
24.1a(1t) | Ὅτι γεωργοὶ τῶν προπολεμούντων | |
2t | λυσιτελέστεροι. | |
1 | Ἐπαμύνωμεν τῷ δήμῳ τῶν γεωργῶν, ἐπείπερ λόγῳ τὰ νῦν γίγνεται ἡ δίαιτα, καὶ οὐχ ὅπλοις· εἰ δὲ καὶ ὅπλων δέοι, τάχα που φανεῖται καὶ ὁ γεωργὸς οὐδὲν | |
24.1b | τοῦ ὁπλίτου ἀσθενέστερος. Ἀλλὰ τοῦτο μὲν καὶ αὖθις σκεψόμεθα· λόγῳ δὲ δὴ τὰ νῦν, καὶ οὐχ ὅπλοις, κρι‐ τέον τοὺς ἄνδρας· καὶ οὐκ εὐλαβητέον οὔτε Ὅμηρον | |
24.1c | μαρτυροῦντα, οὔτε ὅστις Ὁμήρου εὐφωνότερος. Εἰ δέ τοι καὶ τοῦτο δέοι, καὶ αὐτοὶ ἀναβιβασόμεθα ἐκ τοῦ Ἑλικῶνος ποιητὴν ἄλλον οὐδὲν ἀδοξότερον τοῦ Ὁμή‐ ρου, μεμφόμενον τῷ νῦν γένει, | |
5 | οἳ πρῶτοι κακοεργὸν ἐτεκτήναντο μάχαιραν, εἰνοδίην, πρῶτοι δέ, βοῶν ἐπάσαντο ἀροτή‐ ρων. | |
24.1d | Τὸ γάρ τοι τὰ τοιαῦτα ἐπαινεῖν ἀνδρὸς ἂν εἴη δυσχε‐ ρέστερον τῷ βίῳ τῆς τοῦ πολεμεῖν χρείας· ἧς κἂν | |
ἀφέλῃς τὸ ἄδικον, ἐλεεινὸν αὐτῆς τὸ ἀναγκαῖον. | 288 | |
24.2a | Οὑτωσὶ δὲ θεασώμεθα. Τῶν ἀνθρώπων οἱ μὲν | |
24.2b | δίκαιοι, οἱ δὲ ἄδικοί εἰσιν. Πολεμοῦσιν δέ, ἆρα οἱ δίκαιοι τοῖς δικαίοις; οὐδαμῶς· ἴσοι γὰρ ταῖς γνώμαις | |
24.2c | ὄντες, τί ἂν τοῦ πολεμεῖν δέοιντο; Πολεμοῦσιν οὖν οἱ ἄδικοι ἢ τοῖς δικαίοις, ἢ τοῖς ὁμοίοις· ἄνισοι γὰρ καὶ πρὸς ἀλλήλους, καὶ πρὸς τοὺς δικαίους. Πολε‐ μοῦσιν δὲ καὶ ἀσθενεῖς, ὀρεγόμενοι τοῦ ἴσου· οἱ δὲ | |
24.2d | ἰσχυροί, τοῦ πλέονος. Εἶεν. Τρία ταυτὶ συστήματα ἡμῖν πεφώρακεν ὁ λόγος· ὧν τὸ μὲν ἐκεχειρίαν ἀεὶ πρὸς ἑαυτὸ καὶ σπονδὰς ἄγει, τὸ δίκαιον· τοῖν δὲ ἄλλοιν πολεμεῖ ἑκάτερον, τὸ μὲν αὐτὸ αὑτῷ, τὸ δὲ τῷ | |
24.2e | δικαίῳ. Φαίνεται τοίνυν ὁ πόλεμος τοῖς μὲν δικαίοις | |
24.2f | ἀναγκαῖος ὤν, τοῖς δὲ ἀδίκοις ἑκούσιος. Καὶ περὶ μὲν τῶν ἀδίκων τί χρὴ σκοπεῖν; οὐ γὰρ δέος, μή τις αὐ‐ | |
24.2g | τοῖς προσθῇ ἐπαίνου μοῖραν. Ἐπεὶ δὲ οἱ δίκαιοι οὐ βουλήσει πολεμοῦσιν, ἀλλὰ ἀνάγκῃ, σωφρονίζοντες τὸ ἄδικον πᾶν, ὥσπερ ὁ Ἡρακλῆς, ἢ ἐπιόντας ἀμυνόμενοι, ὡς τοὺς Μήδους οἱ Ἕλληνες, πότερα δέξοιντο ἂν οἱ | |
5 | αὐτοὶ οὗτοι, ἀπηλλαγμένοι τῆς τοῦ πολεμεῖν ἀνάγκης, ἀφῃρῆσθαι καὶ τὴν ἐν ὅπλοις ἀρετήν, ἢ σὺν τῷ ἀβου‐ λήτῳ τῆς χρείας τὸ ἀναγκαῖον τῆς ἀρετῆς ἔχειν; ἐγὼ | |
24.2h | μὲν οἶμαι θάτερον, τὸ πρότερον. Καὶ γὰρ οἱ ἰατροί, εἴπερ δίκαιοι εἶεν καὶ φιλάνθρωποι, εὔξαιντο ἂν ἀπο‐ λωλέναι τὴν τέχνην σὺν ταῖς νόσοις. | 289 |
24.3a | Φέρε καὶ ἐπὶ γεωργίας θεασώμεθα, εἰ τοῦτον αὐ‐ τοῖς ἔχει τὸν τρόπον, ὅνπερ καὶ ἡ ἐν τῷ πολεμεῖν | |
24.3b | χειρουργία. Ἅπτονται ἄνθρωποι γῆς, οἱ μὲν σὺν δίκῃ, οἱ δὲ ἄνευ δίκης· σὺν δίκῃ μὲν κατὰ χρείαν καρποῦ, | |
24.3c | δίκης δὲ ἄνευ ἐπὶ χρηματισμῷ. Εἴη ἂν οὖν κἀν‐ ταῦθα ἡ δίαιτα οὐ ξυλλήβδην περὶ πάσης γεωργίας. Ἀλλὰ ἐπεὶ καὶ τοῦτο κοινὸν δικαίων καὶ μή, κοινὸν δ’ ἦν καὶ τὸ πολεμεῖν ἑκατέρῳ τῷ γένει, δέος μὴ λάθῃ | |
5 | ἐξαπατήσας ἡμᾶς ὁ λόγος οὗτος, οὐ γεωργικῷ τὸ πολε‐ μικόν, ἀλλὰ τῷ δικαίῳ τὸ ἄδικον παραβαλεῖν ἐθέλων. | |
24.3d | Δικαίους οὖν ἄμφω ὑποθέμενοι, καὶ τὸν πολεμικὸν καὶ τὸν γεωργικόν, τὸν μὲν ὑπ’ ἀνάγκης ἐπὶ τὸ πολε‐ μεῖν ἰόντα, τὸν δὲ ὑπὸ χρείας γεωργεῖν ἠναγκασμένον, | |
24.3e | οὕτως σκοπῶμεν περὶ ἑκατέρου. Καίτοι τί ταῦτα λέγω; εἰ γὰρ ἐπ’ ἀμφοῖν τὸ δίκαιον ἴσον, καὶ τὸ καλὸν ἴσον, καὶ ὁ ἔπαινος ἴσος, καὶ ἀπ’ ἴσης εἰσὶν ἡμῖν ἄμφω | |
24.3f | νικηφόροι. Βούλει τοίνυν, ἀφελὼν τὸ δίκαιον ἑκα‐ τέρου, τὸ ἄδικον προσθείς, οὕτω σκοπεῖν; Ἀλλὰ κἀν‐ ταῦθα ἐπ’ ἀμφοῖν ἡ κακία ἐπανισουμένη τὸν ἔπαινον | |
24.3g | ἐξ ἀμφοῖν ἀφαιρεῖ. Τῷ ἂν οὖν τις κρίναι τὸ λεγό‐ | |
24.3h | μενον; βούλει σοι φράσω; καὶ δὴ λέγω. Μαντεύεταί μοι ἡ ψυχή, κατὰ τοὺς Πλάτωνος λόγους, εἶναί τι | |
ἀνθρώπων γένος, μήτε ἀρετῆς κομιδῇ ἐπήβολον, μήτ’ εἰς κακίαν ἐσχάτην παντάπασιν ἐκκεκυλισμένον, βιο‐ | 290 | |
5 | τεῦον δὲ ἐν δόξαις ὀρθαῖς, τροφῇ καὶ παιδεύσει ὑπὸ | |
24.3i | νόμῳ σώφρονι πολιτευόμενον. Τοῦτο τοίνυν τῶν ἀν‐ θρώπων τὸ γένος διελόντες δίχα, τὸ μὲν παραδόντες τῇ γῇ, τὸ δὲ εἰς τὰ ὅπλα ἀποπέμψαντες, ἅτε ἀμφί‐ βολον ὂν καὶ ἐν μεταιχμίῳ ἀρετῆς καὶ κακίας καθωρ‐ | |
5 | μισμένον, θεασώμεθα ὑπὸ τῶν ἐπιτηδευμάτων ἑκά‐ τερον ὑπὸ ἑκατέρου, πότερον ἐφ’ ὁπότερον ἄγεται θᾶττον· θεασώμεθα δὲ οὑτωσί. | |
24.4a | Μέγιστον ἀνθρώπῳ κακὸν ἐπιθυμία. Πότερον ἐπι‐ | |
24.4b | θυμίας ἐργαστικώτερον, πόλεμος, ἢ γεωργία; Καὶ μὴν τὸ μὲν ἀκόρεστον, τὸ δὲ φειδωλόν· ἀκόρεστον μὲν ὁ | |
24.4c | πόλεμος, φείδωλον δὲ ἡ γεωργία. Καὶ τὸ μὲν παντο‐ δαπὸν ὁ πόλεμος, ἁπλοῦν ἡ γεωργία· καὶ τὸ μὲν ἄδη‐ λον, τὸ δὲ ὡμολογημένον. Τί γὰρ ἂν εἴη ἀδηλότερον τῆς ἐν πολέμῳ τύχης; βέβαιος δὲ ὁ ἐν γῇ πόνος. Πό‐ | |
5 | λεμος ὑπ’ εὐτυχίας μάλιστα θρασύνεται, ἡ δὲ γεωργία | |
24.4d | ὑπ’ εὐκαρπίας σωφρονίζεται. Εἰ δὲ καὶ ὁ θυμὸς ἀν‐ θρώπῳ σύνοικος, χαλεπὸς καὶ δεόμενος πολλῆς παιδα‐ γωγίας, τί, ἂν ᾖ, θυμοῦ παρασκευαστικώτερον πολέμου | |
24.4e | καὶ ὅπλων; τί δὲ γεωργίας ἠπιώτερον; Πρός γε μὴν τὰς ἀρετὰς αὐτὰς οὕτως ἔχει ἑκάτερον. Καὶ πρῶτόν γε πρὸς σωφροσύνην· ὅπλα ἔχων ἀνήρ, ὁ μὲν ἰσχυρὸς ἰταμώτερος, ὁ δὲ δειλὸς σφαλερώτερος· καὶ ὁ μὲν θρα‐ | 291 |
5 | σὺς ἰταμώτερος, ὁ δὲ ἀσθενὴς θρασύτερος, ὁ δὲ φιλή‐ | |
24.4f | δονος ἀκολαστότερος. Γεωργῶν ἀνήρ, ὁ μὲν ἰσχυρὸς εὐκαρπότερος, ὁ δὲ ἀσθενέστερος ὑγιεινότερος, ὁ δὲ δειλὸς ἀσφαλέστερος, ὁ δὲ φιλήδονος σωφρονέστερος. | |
24.4g | Εἰ δὲ καὶ πρὸς δικαιοσύνην ἐξετάζοις, πόλεμος μὲν | |
24.4h | διδάσκαλος ἀδικίας, γεωργία δὲ δικαιοσύνης. Ὁ μὲν γὰρ πλεονέκτης τέ ἐστιν καὶ ἐπὶ τὰ ἀλλότρια ἄγει, καὶ αὐτὸς αὑτοῦ κράτιστα ἔχει, ἐπειδὰν τὰ μέγιστα | |
24.4i | ἀδικῇ καὶ ἀδικῶν εὐστοχῇ. Παρὰ δὲ γεωργίας ἴση μὲν ἡ ἀντίδοσις, δικαία δὲ ἡ ὁμιλία. Θεραπεύεις φυ‐ τόν, τὸ δὲ ἀντιδίδωσιν καρπούς· θεραπεύεις λήϊον, τὸ δὲ εὐτροφεῖ· τημελεῖς ἄμπελον, ἡ δὲ εὐοινεῖ· τημελεῖς | |
24.4k | ἐλαίαν, ἡ δὲ εὐανθεῖ. Φοβερὸς γεωργὸς οὐδενί, πολέμιος οὐδενί, φίλος πᾶσιν, ἄπειρος αἵματος, ἄπει‐ | |
ρος σφαγῆς, ἱερὸς καὶ παναγὴς θεῶν ἐπικαρπίων καὶ ἐπιληναίων καὶ ἁλώων καὶ προηροσίων· ἴσος μὲν ἐν | 292 | |
5 | δημοκρατίᾳ, ὀλιγαρχίαν δὲ καὶ τυραννίδα πάντων μά‐ λιστα μισεῖ γεωργία. Οὐ γὰρ ταύτης θρέμματα ὁ Διο‐ νύσιος, οὐδὲ ὁ Φάλαρις, ἀλλ’ ἑκάτερος ἀπὸ τῶν ὅπλων. | |
24.5a | Ἑορταῖς γε μὴν καὶ μυστηρίοις καὶ πανηγύρεσιν ποῖον πλῆθος ἐπιτηδειότερον; οὐχ ὁ μὲν ὁπλίτης ἑορ‐ ταστὴς ἄμουσος, ὁ δὲ γεωργὸς ἐμμελέστατος; καὶ ὁ μὲν μυστηρίοις ἀλλότριος, ὁ δὲ οἰκειότατος; καὶ ὁ μὲν ἐν | |
24.5b | πανηγύρει φοβερώτατος, ὁ δὲ εἰρηναιότατος; Δοκοῦσι δέ μοι μηδὲ τὴν ἀρχὴν συστήσασθαι ἑορτὰς καὶ τελε‐ τὰς θεῶν ἄλλοί τινες, ἢ γεωργοί· πρῶτοι μὲν ἐπὶ ληνῷ στησάμενοι Διονύσου χορούς, πρῶτοι δὲ ἐπὶ ἅλῳ Δη‐ | |
5 | μητρὶ ὄργια, πρῶτοι δὲ τὴν ἐλαίας γένεσιν τῇ Ἀθηνᾷ ἐπιφημίσαντες, πρῶτοι δὲ τῶν ἐκ γῆς καρπῶν τοῖς δεδωκόσιν θεοῖς ἀπαρξάμενοι· οἷς εἰκὸς χαίρειν τοὺς θεοὺς μᾶλλον, ἢ Παυσανίᾳ τὴν δεκάτην ἀποθύοντι, ἢ Λυσάνδρῳ τὴν δεκάτην ἀνατιθέντι· ἐκ πολέμων αἱ | |
24.5c | ἀπαρχαί, ἐκ συμφορῶν αἱ εὐσέβειαι. Γεωργῶν δὲ φι‐ λάνθρωποι μὲν αἱ εὐχαί, εὔφημοι δὲ αἱ θυσίαι, ἀπ’ οἰκείων πόνων, ἄμοιροι συμφορῶν, ἄμοιροι κακῶν. | |
24.6a | Εἰ δὲ δὴ καὶ πρὸς σοφίαν ἀντεξεταστέον τοὺς | 293 |
24.6b | ἄνδρας, ἐρώμεθα ἑκάτερον. Οὐκοῦν ὁ μὲν ἐν πολέμῳ σοφός, κοσμῆσαι δεινός, | |
5 | ἵππους καὶ ἀνέρας ἀσπιδιώτας, τὸ ἀκοσμότατον τῶν ἐν ἀνθρώποις πραγμάτων καὶ | |
24.6c | σκυθρωπότατον· ὁ δὲ ἐν γεωργίᾳ σοφὸς Πληϊάδων Ἀτλαγενέων περιτελλομενάων ἀμήτου ἄρχεται, ἀροτοῖο δυομενάων· | |
5 | μέλει δὲ αὐτῷ καὶ ἐνιαυτῶν ὡρῶν, καὶ σελήνης δρό‐ μου, καὶ ἄστρων ἐπιτολῆς, καὶ ὄμβρου μέτρων, καὶ | |
24.6d | πνευμάτων καιροῦ. Εἰ δὲ καὶ σωμάτων ἀρετῇ τοὺς ἄνδρας κριτέον, καὶ ἀνδρείᾳ πόνων, ὀλίγοι μὲν τῷ στρατιώτῃ οἱ καιροὶ τοῦ πονεῖν, τῷ δὲ γεωργῷ διη‐ νεκεῖς· ὑπαίθριος ἀεί, ἡλίῳ φίλος, συνήθης νιφετῶν, | |
5 | πεπηγώς, νηλίπους, αὐτουργός, εὔπνους, ὀξὺς δραμεῖν, | |
24.6e | ἰσχυρὸς φέρειν· εἰ δέ που καὶ δεήσαι μάχης, ὄψει στρατιώτην ἠσκημένον πόνοις ἀληθινοῖς, οἵων ἐπει‐ ράθη Δαρεῖος ἐπὶ Μαραθῶνα ἐλθών. Ἦν γὰρ τότε Ἀθηναίοις στρατιωτικόν, οὐχ ὁπλιτικόν, οὐ τοξικόν, | 294 |
5 | οὐ ναυτικόν, οὐχ ἱππικόν, ἀλλὰ κατὰ δήμους νενε‐ μημένον· οἳ καὶ γεωργοῦντες, ἐπιπλεύσαντος αὐτοῖς βαρβαρικοῦ στόλου ἐπὶ Μαραθῶνα, ἐκ τῶν ἀγρῶν ἔδραμον, στρατιῶται ὀργιζόμενοι, ὁ μὲν σμινύην ἔχων, | |
24.6f | ὁ δὲ ὑννιμάχος, ὁ δὲ θεριστηρίῳ ἀμυνόμενος. Ὢ στρατιωτικοῦ καλοῦ, καὶ αὐτουργοῦ, καὶ μεστοῦ ἐλευ‐ θερίας· ὦ γῆς καὶ γεωργίας καλὰ καὶ γενναῖα θρέμ‐ ματα, ὡς ὑμῶν ἐπαινῶ μὲν τὰς ἀρετάς, ἐπαινῶ δὲ καὶ | |
5 | τὰ ὅπλα, οἷς ὑπὲρ τῆς οἰκείας γῆς ἐμαχέσασθε, ὑπὲρ ἀμπέλων, ἃς ἐκάμετε, ὑπὲρ ἐλαῶν, ἃς ἐφυτεύ‐ σασθε. Ἀπὸ τοιούτων πάλιν ἐπὶ τὴν γῆν ἤλθετε, ἐκ πολέμων γεωργοί, ἐκ γεωργῶν ἀριστεῖς. Ὢ τῆς καλῆς ἀντιδόσεως. | |
24.7a | Ἀλλὰ Πέρσαις μὲν αἱ παλλακίδες ἕπονται, ἵνα | |
μάχωνται καλῶς ὑπὲρ τῶν φιλτάτων· γεωργὸς δὲ ἀνὴρ οὐκ ἀμυνεῖται καλῶς ὑπὲρ τῶν φιλτάτων, ὑπὲρ ἀμ‐ πέλου τεμνομένης, ὑπὲρ ἐλαίας κοπτομένης, ὑπὲρ ληΐου | 295 | |
24.7b | δῃουμένου; Ἐὰν δὲ παραβάλῃς τῷ στρατιωτικῷ τούτῳ τὰ ὕστερα, εὑρήσεις μὲν πλείστους, ἀλλ’ οὐ νικηφό‐ ρους· ὁπλίτας, ἀλλὰ μισθοφόρους, ὁπλίτας ἐσκιατρο‐ φημένους, ὁπλίτας ὑβριστάς, ἐν Σικελίᾳ ἡττωμένους, | |
24.7c | ἐν Ἑλλησπόντῳ λαμβανομένους. Τὰ δὲ Περσικὰ εἰ λέγοις, στρατιωτικόν μοι καὶ τοῦτο λέγεις ἐκ γεωργίας. Πότε γάρ ποτε Μῆδοι μὲν ἡττῶνται, κρατοῦσιν δὲ Πέρσαι; ὅτε Πέρσαι μὲν ἐγεώργουν ἔτι, Μῆδοι δ’ ἐπο‐ | |
5 | λέμουν, τότε ἦλθεν αὐτοῖς ἀγὼν κύριος. Στρατιω‐ τικὸν ἐν Πασαργάδαις νενικημένον, γῇ τραχείᾳ ὑπ’ αὐτουργίᾳ στρατιώτας διαπεπονημένους· ἀλλ’ ἐπεὶ γεωργοῦντες ἐπαύσαντο οἱ Πέρσαι, καὶ τῆς γῆς ἐπελά‐ θοντο, καὶ τῶν ἀρότρων καὶ τῶν ἀμητηρίων, τότε | |
10 | ἀπέβαλλον καὶ τὰς ἀρετὰς ὁμοῦ τοῖς ὀργάνοις. | 296 |
25.1a(1t) | Ὅτι οἱ σύμφωνοι τοῖς ἔργοις λόγοι ἄριστοι. | |
1 | Ἦλθεν εἰς Ἕλληνας ἐκ τῆς Σκυθῶν γῆς τῶν ἐκεῖ βαρβάρων ἀνὴρ σοφὸς σοφίαν οὐ πολυρρήμονα οὐδὲ λάλον· ἀλλ’ ἦν αὐτῆς τὸ κεφάλαιον βίος ἀκριβής, καὶ γνώμη ὑγιής, καὶ λόγος βραχύς, εὔστοχος, ἐοικὼς οὐ | |
5 | πελταστῇ μισθοφόρῳ, ἀπροοράτως θέοντι, ἀλλ’ ὁπλίτῃ | |
25.1b | βάδην ἰόντι καὶ κινουμένῳ ἀσφαλῶς. Ἐλθὼν δὲ Ἀθή‐ ναζε, ἐντυγχάνει αὐτόθι ὁπλίτῃ μὲν οὐδενί, πελτα‐ σταῖς δὲ πολλοῖς· καὶ τὸν μὲν τούτων δρόμον καὶ τὴν πτοίαν τοῦ παντὸς ἐδέησεν ὁ Ἀνάχαρσις ἐπαινέσαι. | |
25.1c | Περιῄει δὲ τὴν Ἑλλάδα ἐν κύκλῳ, ποθῶν ἰδεῖν σο‐ φίαν στάσιμον καὶ ἑδραίαν. Καὶ εἰ μέν που καὶ ἄλ‐ λοθι ἐξεῦρεν, εἰπεῖν οὐκ ἔχω· εὗρε δ’ οὖν ἐν Χηναῖς, σμικρῷ καὶ ἀσθενεῖ πολίσματι, ἄνδρα ἀγαθόν· ὄνομα | |
25.1d | ἦν αὐτῷ Μύσων. Ἀγαθὸς δὲ ἦν ἄρα ὁ Μύσων οἶκον οἰκῆσαι καλῶς, καὶ γῆν τημελῆσαι δεξιῶς, καὶ γάμου προστῆναι σώφρονος, καὶ παῖδα ἐκθρέψαι γεννικῶς. Καὶ ἐξήρκεσεν τῷ Σκύθῃ ξένῳ μηκέτι σοφίαν ζητεῖν | 297 |
5 | λαλιστέραν, παρόντων ἔργων, ἃ τότε ἀκριβῶς ἅπαντα | |
25.1e | διεσκόπει. Ἐπεὶ δὲ ἱκανῶς εἶχεν τῆς θέας, λέγει πρὸς αὐτὸν ὁ Χηνεὺς Μύσων· ‘Διὰ ταῦτά τοι, ὦ Ἀνάχαρσι, καὶ σοφοὶ δοκοῦμεν, οὐκ οἶδα ὅπως, τοῖς ἀνθρώποις εἶναι· εἰ δὲ ἐγὼ σοφὸς ταῦτα ἐπιτηδεύων, ποῖ ποτε | |
5 | οἰχήσεται φερόμενον τὸ μὴ σοφόν;‘ Ἠγάσθη μάλα τοῦ Ἕλληνος ξένου ὁ Ἀνάχαρσις τὴν ἀφθονίαν τῶν ἔργων καὶ τὴν φειδὼ τῶν λόγων. | |
25.2a | Ἦσαν δέ που καὶ οἱ Πυθαγόρου λόγοι ἐοικότες τοῖς νόμοις, βραχεῖς καὶ ἐπίτομοι· τὰ δὲ ἔργα μακρὰ καὶ διηνεκῆ, καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν μηδαμοῦ | |
25.2b | τὴν ψυχὴν ἀνιέντα, μηδὲ εἰς ῥᾳθυμίαν χαλῶντα. Ὥσπερ γὰρ ἐν ταῖς τῶν μελῶν ἁρμονίαις τὸ παραλειφθέν, κἂν σμικρὸν ᾖ, διαλύει τὸν κόσμον τοῦ μέλους, οὕτω κἀν τῇ τοῦ βίου ἁρμονίᾳ, εἴπερ μὴ ἐκμελὴς ἡμῖν ἔσται | |
5 | μηδὲ εἰκῇ διαπεραινόμενος, ὁμολογίαν εἶναι δεῖ ἔργου | |
25.2c | καὶ λόγου· καὶ μήτε τὰ ἔργα εἰς ἀφάνειαν κομιδῇ | |
ξυνεληλάσθαι, μήτε τοὺς λόγους ὑπὲρ τὰ ἔργα χωρεῖν, ὥσπερ ἐξ ἀγγείου στενοῦ ἀποχεομένους, ἀλλ’ ἑκάτερα ἑκατέροις συντεταγμένοις ἰσομέτρητά τε καὶ ἰσοχειλῆ | 298 | |
25.2d | εἶναι. Ὅστις οὖν τῆς ἁρμονίας ταύτης ἐρᾷ, καὶ ἐθέλει ἠχεῖν τὸν τῶν ἔργων φθόγγον, οὗτος ἄν ποτε ἐπ’ | |
25.2e | εὐγλωττίᾳ σεμνύνοιτο; πολλοῦ μοι δοκεῖ δεῖν. Οὐδὲ γὰρ τοὺς ταώς, ἡδίστους ὄντας ὀρνίθων ἰδεῖν, μακα‐ ρίσαι ἄν τις τοῦ κάλλους οὐδὲν αὐτοῖς εἰς εὐπτησίαν | |
25.2f | συντελοῦντος, ἥπέρ ἐστιν ὀρνίθων ῥώμη. Καὶ τῶν ἀηδόνων τῆς ᾠδῆς, ὅσα μὲν ἐς ἡδονὴν ἀκοῆς, ἀπο‐ δεχόμεθα· τὸ δὲ ἡμῖν τερπνὸν ἀσύμβολον ἐκείναις εἰς σωτηρίαν. | |
25.3a | Αἰετοῦ κλάγξαντος, ἢ λέοντος βρυχησαμένου, γνω‐ ρίσαι ἄν τις τῷ λυπηρῷ τῆς ἀκοῆς τὴν ῥώμην τοῦ | |
25.3b | φθεγγομένου. Εἰ δὲ μὴ φαυλότερον ἦχος ἀνδρὸς μηδὲ ἀσθενέστερον ἐλέγξαι τὸ τοῦ λέοντος ἦθος βρυχηθμοῦ λέοντος καὶ αἰετῶν κλαγγῆς, ἆρα οὐκ ἄξιον ἐκθηρᾶσθαι τῇ ἀκοῇ, πότερον ἀηδὼν τὸ φθεγγόμενον, γλῶττα δειλὴ | |
5 | καὶ ᾠδὴ ἐφήμερος, ἢ αἰετός, ἤ τι ἄλλο ζῷον ἄρρεν | |
25.3c | καὶ θυμοῦ μεστόν; Ἀλλ’ ὁ μὲν Ζώπυρος ἐκεῖνος δει‐ νὸς ἦν τῇ προσβολῇ τῶν ὀφθαλμῶν, τοῖς τοῦ σώ‐ ματος τύποις ἐντυγχάνων, γνωρίζειν τὸ ἦθος, καὶ καταμαντεύεσθαι τῆς ψυχῆς διὰ τῶν ὁρωμένων, μαν‐ | 299 |
5 | τείαν ἀσαφῆ· τίς γὰρ ἐπιμιξία πρὸς ὁμοιότητα ψυχῆς | |
25.3d | καὶ σώματος; Εἰ δ’ ἐστὶ μαντείαν ἐπὶ ψυχῇ θέσθαι οὐ διὰ ἀμυδρῶν οὐδὲ ἀσθενῶν συμβόλων, τοῖς μὲν ὀφθαλμοῖς παραχωρητέον τὴν χρωμάτων τε καὶ σχη‐ μάτων καὶ τῆς ἐν τούτοις ἡδονῆς καὶ ἀηδίας ὁμιλίαν, | |
25.3e | τῇ δὲ ἀκοῇ ἐξιχνευτέον τὸ τῆς ψυχῆς ἦθος, οὐ κατὰ τοὺς τῶν πολλῶν λογισμοὺς ἀπόχρη πρὸς ἔπαινον λόγου γλῶττα εὔστοχος, ἢ ὀνομάτων δρόμος, ἢ ῥήματα Ἀττικά, ἢ περίοδοι εὐκαμπεῖς, ἢ ἁρμονία ὑγρά· τὰ | |
5 | δ’ ἐστὶν πάντα, κατὰ τὸν ἐν Διονύσου ποιητήν, ἐπιφυλλίδες, .... καὶ στωμύλματα, | |
χελιδόνων μουσεῖα, λωβηταὶ τέχνης. | 300 | |
25.4a | ‘Ποῖον οὖν ἐστιν τὸ ἐν λόγοις καλόν;‘ φαίη ἄν τις. Μήπω μέν, ὦ τάν, ἔρῃ· ὄψει γὰρ αὐτὸ ὄν, ἐπειδὰν ἰδεῖν δυνηθῇς. Οὐδὲ γὰρ τῷ Κιμμερίῳ διηγήσασθαι δύναταί τις τὸ τοῦ ἡλίου κάλλος, οὐδὲ τῷ ἠπειρώτῃ | |
5 | τὴν θάλατταν, οὐδ’ Ἐπικούρῳ τὸν θεόν· οὐ γὰρ δι’ ἀγγέλων ἡ ἱστορία ἔρχεται, ἀλλ’ ἐπιστήμης πρὸς ταῦτα δεῖ· μέχρι δὲ ἀπιστεῖ τὸ εἰδέναι, ἀνάγκη πλανᾶσθαι | |
25.4b | καὶ τὰς κρίσεις. Καὶ γὰρ τῶν ἐκ γῆς φυομένων παν‐ τοδαπὸς μὲν θεατὴς ὁδοιπόρος, ὁ δὲ γεωργός, ὑγιής· ὁ μὲν ἄνθος ἐπαινεῖ φυτῷ, ὁ δὲ μέγεθος, ἢ σκιάν, ὁ δὲ χρόαν· τῷ δὲ γεωργῷ ὁ καρπὸς τὸν ἔπαινον μετὰ | |
25.4c | τῆς χρείας ἔχει. Εἰ μὲν δή τις καθ’ ὁδοιπόρον πλη‐ σιάζει τῷ λόγῳ, οὐ νεμεσῶ τῆς ἡδονῆς παρατρέχοντι ἐπαινεῖν· εἰ δὲ κατὰ τοὺς γεωργοὺς τάττεται, οὐκ ἀνέχομαι τῶν ἐπαίνων, πρὶν ἄν μοι καὶ τὴν χρείαν | |
5 | τῶν ἐπαινουμένων φράσῃ. | |
25.5a | Λέγε, τίνας εἶδες καρποὺς ἐν τῷ λόγῳ; τίνας ἔλαβες; πῶς ἔχοντας; ἐπειράθης, ἐξήτασας, εἰ τελεσιουργοὶ καὶ γόνιμοι ἑτέρων καρπῶν; ἐξέφυσέ τι σοι ἡ ψυχὴ ἀπ’ αὐτῶν χρηστὸν καὶ ἔγκαρπον; Ἢ ‘ὄγχνη μὲν ἐπὶ ὄγχνῃ | 301 |
5 | γηράσκει,‘ καὶ ‘ἐπὶ μήλῳ μῆλον, καὶ στα‐ | |
25.5b | φυλὴ σταφυλῇ‘ ἐπιφύεται, καὶ ‘σῦκον σύκῳ·‘ λόγου δὲ ἄρα ἐφήμερος μὲν ἡ γένεσις, ἄσπερμος δὲ ὁ καρπός, καὶ οὐ τρόφιμος, οὐδὲ ἀνακιρνάμενος τῇ ψυχῇ, ἀλλά τέ μιν καθύπερθεν ἐπιρρεῖ, ἠΰτ’ ἔλαιον; | |
25.5c | Ταύτην μοι διήγησαι τὴν γεωργίαν, τοὺς δὲ ἐπαίνους ἔα. Ἐὰν γὰρ ἀφέλῃς αὐτῶν τὴν χρείαν, ὑποπτεύω τὴν αἰτίαν, καὶ τὸν ἐπαινέτην ἐλεῶ, καὶ τὸν ἔπαινον | |
25.5d | μέμφομαι. Τοῦτον τὸν ἔπαινον φθέγγεται τὰ μέλη τῆς ψυχῆς, τὰ ἀκόλαστα, τὰ κρίνειν ἀσθενῆ, τὰ ἀπα‐ τᾶσθαι πεφυκότα· | |
25.5e | οὐ νέμεσις Τρῶας καὶ εὐκνήμιδας Ἀχαιοὺς τοιῇδ’ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πά‐ σχειν. Ὁρᾷς τοῦ ἐπαίνου τὴν μοχθηρίαν, ἀντικαταλλασσο‐ | |
5 | μένου γύναιον μανὲν καὶ τὴν ἀπ’ αὐτοῦ ἡδονήν, Ἑλ‐ | |
25.5f* | ληνικῶν καὶ Τρωϊκῶν κακῶν; Ἔστι κἀνταῦθα ἐπαινέτης τοιοῦτος, ἐπειδάν τις ἐντυχὼν ἀκολάστῳ λόγῳ, τὸ μὲν ἀπατηλὸν αὐτοῦ μὴ γνωρίσῃ, τὸ δὲ ἡδὺ στέρξῃ, κατὰ | |
βραχὺ ὑποφερόμενος ταῖς καθ’ ἡμέραν ἡδοναῖς ἀψο‐ | 302 | |
5 | φητί, ὥσπερ τῶν πλεόντων οἱ πνευμάτων μὲν ἐξ οὐ‐ ρίας πρὸς τὸν ἀληθῆ δρόμον οὐ τυχόντες, ῥεύματι δὲ γαληνῷ δι’ ἀκυμάντου τῆς θαλάττης εἰς ἠϊόνας ἐρή‐ μους ἢ ῥαχίας δυσχερεῖς ἐκπεπτωκότες· μετὰ τοῦτο προσηνέχθη λαθὼν ἀμαθίᾳ, καὶ μετὰ τοῦτο φιληδο‐ | |
10 | νίας πάσης ἠϊόνος ἐρημοτέροις χωρίοις, καὶ πάσης ῥα‐ χίας δυσχερεστέροις, ἀγαπῶν τὴν πλάνην καὶ χαίρων τῇ ψυχαγωγίᾳ· ὥσπερ οἱ πυρέττοντες, ἐμπιπλάμενοι | |
25.5g | ποτοῦ καὶ σιτίων παρὰ τοὺς τῆς τέχνης νόμους· παρα‐ τιθέντες γὰρ κακὸν κακῷ, νόσῳ πόνους, αἱροῦνται ἡδόμενοι νοσεῖν μᾶλλον, ἢ πονοῦντες ὑγιασθῆναι. Καί τις ἤδη ἰατρὸς εὐμήχανος ἀνεκέρασεν βραχεῖαν ἡδονὴν | |
25.5h | τῷ ἀλγεινῷ τῆς ἰάσεως· ποριστὴς δὲ ἡδονῆς, καὶ παν‐ τοίας ἡδονῆς, οὔτε ὁ Ἀσκληπιός, οὔτε οἱ Ἀσκληπιάδαι, | |
25.5i | ἀλλ’ ὀψοποιῶν τὸ ἔργον. Οὐδὲν δὲ σεμνότερον ἀκό‐ λαστος λόγος τῶν τῆς γαστρὸς κολακευμάτων· ἐὰν γὰρ τούτου ἀφέλῃς μὲν τὸ ὠφελοῦν, τερπνὸν δὲ προσθῇς, ἰταμὸν καὶ ἄκρατον ἰσοτιμίαν καὶ ἰσηγορίαν χειροτο‐ | |
5 | νεῖς λόγου πρὸς τὰ αἰσχρὰ πάντα, ὅσα δι’ αἰσθήσεων ἐπὶ ψυχὴν ἔρχεται, ὑφ’ ἡδονῆς παραπεμπόμενα. | |
25.6a | Ἀλλὰ τοὺς μὲν ὀψοποιοὺς τούτους τοῖς συμποσίοις | |
25.6b | ἐῶμεν, καὶ γαστρὸς καὶ ἀκοῆς ὑπηρέτας πονηρούς· ἡμῖν δὲ δεῖ λόγου ὀρθοῦ καὶ διανεστηκότος, μέγα βοῶντος, καὶ τὰς ψυχὰς αὑτῷ συνεπαίροντος ὑπὲρ τὴν γῆν ἄνω, καὶ ὅσα περὶ γῆν παθήματα ἡδονῶν καὶ ἐπιθυμημά‐ | 303 |
5 | των, καὶ φιλοτιμιῶν, καὶ ἐρώτων, καὶ ὀργῆς καὶ λύπης | |
25.6c | καὶ μέθης ἐχόμενα· ὧν συμπάντων κρείττονα χρὴ γε‐ νέσθαι τὸν τῷ φιλοσόφῳ λόγῳ συνανιστάμενον ῥήτορα ἀληθῆ, οὐκ ἀργόν, οὐδὲ ἐκλελυμένον, οὐδ’ ἐπίχριστον κατὰ τὴν τέχνην, οὐδὲ ἐν δικαστηρίῳ μό‐ | |
25.6d | νον ἐν ἀμφιβόλῳ ἐπικουρίᾳ τεταγμένον· ἀλλὰ παντα‐ χοῦ καὶ ἐν ἅπαντι ἐξεταζόμενον, ἐν μὲν ἐκκλησίαις σύμβουλον φρόνιμον, ἐν δὲ δικαστηρίοις ἀγωνιστὴν δίκαιον, ἐν δὲ πανηγύρεσιν ἀγωνιστὴν σώφρονα, ἐν | |
25.6e | δὲ παιδείᾳ διδάσκαλον ἐπιστήμονα· οὐ περὶ Θεμιστο‐ κλέους μόνον τοῦ μηκέτι ὄντος, οὐδ’ ἐν Ἀθηναίοις τοῖς τότε, οὐδ’ ὑπὲρ ἀριστέως τοῦ μηδαμοῦ, οὐδὲ κατὰ μοιχοῦ λέγοντα μοιχὸν ὄντα, οὐδὲ κατὰ ὑβριστοῦ | |
5 | ὑβριστὴν ὄντα· ἀλλ’ ἀπηλλαγμένον τῶν παθῶν τού‐ | |
25.6f | των, ἵνα γένηται κατήγορος ἀδικημάτων ἀληθής. Τοι‐ οῦτος ἐξ ἀγαθῆς παλαίστρας ἀγωνιστὴς γίγνεται, λό‐ γων μεστὸς ἀκολακεύτων, καὶ ἠσκημένων ὑγιῶς, καὶ δυναμένων ἄγειν πειθοῖ καὶ βίᾳ ἐκπληκτικῇ τὸ πλη‐ | |
5 | σιάζον πᾶν. | |
25.7a | Εἰ δὲ καὶ ἡδονῆς πρὸς τὴν ἀγωγὴν ταύτην δεησό‐ μεθα καὶ τυράννου, δότω μοι τὶς ἡδονήν, οἵαν καὶ ἐπὶ σάλπιγγος ἁρμονίᾳ ἐν μέσοις τοῖς ὁπλίταις τεταγ‐ | 304 |
25.7b | μένῃ, καὶ ἐξορμώσῃ τὰς ψυχὰς τῷ μέλει· τοιαύτης δέομαι ἡδονῆς λόγου, ἣ φυλάξει μὲν αὐτοῦ τὸ μέγε‐ θος, οὐ προσθήσει δὲ τὴν αἰσχύνην· τοιαύτης δέομαι ἡδονῆς, ἣν οὐκ ἀπαξιώσει ἡ ἀρετὴ ὀπαδὸν αὐτῇ γίνε‐ | |
25.7c | σθαι. Ἀνάγκη γὰρ παντὶ τῷ φύσει καλῷ συντετάχθαι χάριτας, καὶ ὥραν, καὶ πόθον, καὶ εὐφροσύνην, καὶ | |
25.7d | πάντα δὴ τὰ τερπνὰ ὀνόματα. Οὕτω καὶ ὁ οὐρανὸς οὐ καλὸς μόνον, ἀλλὰ καὶ ἥδιστον θεαμάτων, καὶ θά‐ λαττα πλεομένη, καὶ λήϊα καρποτρόφα, καὶ ὄρη δεν‐ δροτρόφα, καὶ λειμῶνες ἀνθοῦντες, καὶ νάματα ῥέοντα. | |
25.7e | Ἥδιστον ἦν θέαμα ὁ Ἀχιλλεύς, (πῶς δὲ οὐκ ἔμελλεν;) | |
οὐ διὰ τὴν ξάνθην κόμην· καὶ γὰρ ὁ Εὔφορβος εὐ‐ κόμης ἦν, τῷ δὲ Ἀχιλλεῖ τὸ καλὸν ἥδιστον ἦν ὑπὸ | 305 | |
25.7f | τῆς ἀρετῆς ἐξαπτόμενον. Ἥδιστον μὲν 〈ἐν〉 ποταμοῖς θέαμα ὁ Νεῖλος· ἀλλ’ οὐ δι’ ἀφθονίαν ὕδατος, καὶ γὰρ ὁ Ἴστρος εὔνεως· ἀλλὰ ὁ Ἴστρος οὐ γόνιμος, ὁ δὲ Νεῖλος γόνιμος. Ἥδιστον θέαμα ὁ Νεῖλος, ἀλλ’ | |
5 | οὐ τολμῶ παραπεμψάμενος τὴν ἀρετὴν τοῦ θεοῦ ἡδο‐ | |
25.7g | νὴν αὐτῶ ἐπιφημίσαι. Ἐγὼ καὶ τῶν Φειδίου ἀγαλ‐ μάτων αἰσθάνομαι μὲν τῆς ἡδονῆς, ἐπαινῶ δὲ τὴν | |
25.7h | τέχνην· καὶ τῆς Ὁμήρου ᾠδῆς συνίημι μὲν τῆς ἡδονῆς, | |
25.7i | ἀλλ’ ἐκ τῶν σεμνοτέρων αὐτὴν ἐπαινῶ. Ἀλλ’ οὐδὲ τὸν Ἡρακλέα ἔγωγε ἡγοῦμαι ἄγευστον καὶ ἀμέτοχον ἡδονῆς διαβιῶναι· οὐ πείθομαι παντάπασι τῷ Προ‐ δίκῳ· ἀλλ’ εἰσὶν γὰρ καὶ ἀνδρὸς ἡδοναὶ παραμυθού‐ | |
5 | μεναι τοὺς δι’ ἀρετῆς πόνους, οὐ διὰ σαρκῶν, οὐδέ γε δι’ αἰσθήσεων ἐπίρρυτοι, ἀλλ’ αὐτοφυεῖς τινες καὶ ἔνδοθεν διανιστάμεναι, ἐθιζομένης τῆς ψυχῆς χαίρειν τοῖς καλοῖς καὶ ἔργοις καὶ ἐπιτηδεύμασιν καὶ λόγοις. | |
25.7k | Οὕτω καὶ ὁ Ἡρακλῆς ἔχαιρεν ἐπὶ τὸ πῦρ ἰών· καὶ Σωκράτης ἔχαιρεν ἐν τῷ δεσμωτηρίῳ μένων καὶ πει‐ | |
θόμενος τῷ νόμῳ. Παραβάλλωμεν τὴν Σωκράτους κύλικα ἐκείνην τῇ Ἀλκιβιάδου· πότερος αὐτῶν ἔπινεν | 306 | |
5 | ἀλυπότερον; Ἀλκιβιάδης τὸν οἶνον; ἢ τὸ φάρμακον Σωκράτης; | |
26.1a(1t) | Εἰ ἔστιν καθ’ Ὅμηρον αἵρεσις. | |
1 | Βούλομαι καθ’ Ὅμηρον αὐτὸν παρακαλέσαι ἐπὶ τὸν λόγον, τίνα μέντοι θεῶν, ἢ τὴν αὐτὴν ἐκείνῳ, τὴν Καλλιόπην; ἄνδρά μοι ἔννεπε, Μοῦσα, πολύτροπον, ὃς μάλα | |
5 | πολλὰ πλάγχθη· οὐ γῆν ἄξενον ἐπιπορευόμενος, οὐδὲ θάλατταν χαλεπὴν περαιούμενος, οὐδὲ ἀνθρώποις ἀγρίοις συμφερόμενος· ἀλλὰ ταῦτα μὲν αὐτῷ οἱ μῦθοι ἔχουσιν· αὐτὸς δὲ τῇ | |
10 | ψυχῇ, κούφῳ χρήματι καὶ πολυπλανεστέρῳ τῶν σωμά‐ | |
των, πανταχοῦ περιεφέρετο, πάντα ἐπεσκόπει, ὅσα οὐ‐ ρανοῦ κινήματα, ὅσα γῆς παθήματα, θεῶν βουλάς, ἀνθρώπων φύσεις, ἡλίου φῶς, ἄστρων χορόν, γενέσεις ζῴων, ἀναχύσεις θαλάττης, ποταμῶν ἐκβολάς, ἀέρων | 307 | |
15 | μεταβολάς, τὰ πολιτικά, τὰ οἰκονομικά, τὰ πολεμικά, τὰ εἰρηνικά, τὰ γαμήλια, τὰ γεωργικά, τὰ ἱππικά, τὰ ναυτικά, τέχνας παντοίας, φωνὰς ποικίλας, εἴδη παν‐ τοδαπά, ὀλοφυρομένους, ἡδομένους, πενθοῦντας, γε‐ λῶντας, πολεμοῦντας, ὀργιζομένους, εὐωχουμένους, | |
20 | πλέοντας· ὥστε ἔγωγε εἰς τὰς Ὁμήρου φωνὰς ἐμπεσὼν οὐκ ἔχω παρ’ ἐμαυτοῦ τὸν ἄνδρα ἐπαινέσαι, ἀλλὰ κἀν‐ ταῦθα δεήσομαι αὐτοῦ ἐπιδοῦναί μοι τῶν ἐπῶν, ἵνα μὴ διαφθείρω τὸν ἔπαινον ψιλῷ λόγῳ· | |
26.1b | ἔξοχα δή σε βροτῶν, ὦ Ὅμηρε, αἰνίζομαι πάντων, ἢ σέ γε μοῦσα δίδαξε Διὸς παῖς, ἢ σέ γ’ Ἀπόλλων. | |
26.1c | Τὰ δὲ Μουσῶν καὶ Ἀπόλλωνος διδάγματα οὐδὲ τὴν ἀρχὴν θέμις ἄλλό τι ὑπολαβεῖν, ἢ ἀφ’ ὧν ψυχὴ εἰς κόσμον καθίσταται. Τοῦτο δὲ τί ἂν εἴη ἄλλο ἢ φιλο‐ | |
σοφία; ταύτην δὲ τί ἄλλο ὑποληψόμεθα ἢ ἐπιστήμην | 308 | |
5 | ἀκριβῆ θείων τε πέρι κἀνθρωπίνων, χορηγὸν ἀρετῆς καὶ λογισμῶν καλῶν καὶ ἁρμονίας βίου καὶ ἐπιτηδευ‐ μάτων δεξιῶν; | |
26.2a | Τῆς δὲ ἐπιστήμης ταύτης τὸ κεφάλαιον, τέως μὲν παντοδαποῖς περιβεβλημένον σχήμασιν, μετεχειρίζετο τὰς τῶν ἐντυγχανόντων ψυχὰς διδασκαλίοις ἀλύποις, τῶν μὲν τελετὰς καὶ ὀργιασμούς τινας ἐπιφημισάντων | |
5 | τοῖς αὑτῶν λόγοις, τῶν δὲ μύθους, τῶν δὲ μουσικήν, | |
26.2b | τῶν δὲ καὶ μαντικήν. Καὶ κοινὸν μὲν ἦν ἅπασιν τὸ | |
26.2c | ὠφελοῦν, ἴδιον δὲ τὸ σχῆμα τοῦ λόγου. Χρόνῳ δὲ ὕστερον ὑπὸ σοφίας οἱ ἄνθρωποι νεανιευόμενοι, ἀπο‐ καλύψαντες ταυτὶ τὰ τοῦ λόγου προκαλύμματα, ἀπέ‐ φηναν φιλοσοφίαν γυμνὴν καὶ ἐξωνειδισμένην καὶ | |
5 | πάγκοινον καὶ πρόχειρον εἰς συνουσίαν παντί τῳ, ὄνομα μόνον ἔργου καλοῦ πλανώμενον ἐν δυστήνοις | |
26.2d | σοφίσμασιν. Τοιγαροῦν τὰ μὲν Ὁμήρου καὶ Ἡσιόδου ἔπη, καὶ πᾶσα ἡ παλαιὰ μοῦσα ἐκείνη καὶ ἔνθεος, μύ‐ θου χώραν ἔχει, καὶ ἀγαπᾶται αὐτῶν ἡ ἱστορία μόνον, | |
καὶ τὸ προσηνὲς τῶν ἐπῶν, καὶ τὸ εὐανθὲς τῆς ἁρ‐ | 309 | |
5 | μονίας, ὡς αὐλήματα, ὡς κιθαρίσματα· παρορᾶται δὲ τὸ ἐν αὐτοῖς καλόν, καὶ ἀποχειροτονεῖται τῆς ἀρετῆς. | |
26.2e | Καὶ Ὅμηρος μὲν ἀποκηρύττεται φιλοσοφίας, ὁ ἡγε‐ | |
26.2f | μὼν τοῦ γένους. Ἀφ’ οὗ δὲ τὰ ἐκ Θρᾴκης καὶ Κιλι‐ κίας σοφίσματα εἰς τὴν Ἑλλάδα παρέδυ, καὶ ἡ Ἐπι‐ κούρου ἄτομος, καὶ τὸ Ἡρακλείτου πῦρ, καὶ τὸ Θαλοῦ ὕδωρ, καὶ τὸ Ἀναξιμένους πνεῦμα, καὶ τὸ Ἐμπεδο‐ | |
5 | κλέους νεῖκος, καὶ ὁ Διογένους πίθος, καὶ τὰ πολλὰ τῶν φιλοσόφων στρατόπεδα ἀντιτεταγμένα ἀλλήλοις | |
26.2g | καὶ ἀντιπαιωνίζοντα, λόγων μὲν πάντα μεστὰ καὶ ψι‐ θυρισμάτων, σοφιστῶν σοφισταῖς συμπιπτόντων, ἔργου | |
26.2h | δὲ ἐρημία δεινή· καὶ τὸ θρυλούμενον τοῦτο τὸ ἀγα‐ θόν, ὑπὲρ οὗ διέστηκεν καὶ διεστασίασται τὸ Ἑλληνι‐ κόν, οὐδεὶς ὁρᾷ. Τὰ παλαιὰ ἐκεῖνα, ἐν οἷς ἔτι ἡ Ὁμήρου ᾠδὴ δυνα‐ | |
5 | στεύει, γενναῖα καὶ ἀληθῆ καὶ γνήσια φιλοσοφίας θρέμματα ἐπαίδευέν τε καὶ ἐξέτρεφεν, ἐκείνης τῆς | 310 |
26.3a | ᾠδῆς θρέμμα ἦν Πλάτων. Κἂν γὰρ ἐξομόσηται τόνδε διδάσκαλον, ὁρῶ τὰ γνωρίσματα, καὶ συνίημι τῶν σπερμάτων· κείνού τοι τοιοῖδε πόδες, τοιαῖδέ τε χεῖρες, | |
5 | ὀφθαλμῶν τε βολαί, κεφαλή τ’ ἐφ’ ὑπερθέ τε χαῖται, ὥστε καὶ ἐπιτολμήσαιμι ἂν εἰπεῖν ἔγωγε, ἐμφερέστερον εἶναι Πλάτωνα Ὁμήρῳ μᾶλλον, ἢ Σωκράτει, κἂν τὸν | |
26.3b | Ὅμηρον φεύγῃ, κἂν διώκῃ τὸν Σωκράτην. Μή με οἰη‐ θῇς τὰς Πλάτωνος φωνὰς εἰκάζειν Ὁμήρῳ, καὶ τὰ ὀνόματα, καὶ τὰ ῥήματα· ἔστιν μὲν γὰρ καὶ ταῦτα ἐκεῖθεν, ἐκείνης τῆς ἁρμονίας ἀπορροή, ὡς ἐξ ὠκεανοῦ | |
5 | ἡ Μαιῶτις, ὡς ἐκ τῆς Μαιώτιδος ὁ Πόντος, ὡς ἐκ τοῦ Πόντου ὁ Ἑλλήσποντος, ὡς ἐξ Ἑλλησπόντου ἡ θάλασσα· ἀλλὰ τὴν γνώμην τῇ γνώμῃ προσάγω, καὶ | |
26.3c | τὴν συγγένειαν ὁρῶ. Καὶ τοῦτο μέν σοι καὶ αὖθις παρ’ ἐμοῦ λελέξεται· ἐπάγωμεν δὲ τὸν λόγον ἐπὶ τὴν | |
Ὁμήρου γνώμην, διεξιόντες περὶ αὐτῆς τὰ εἰκότα. | 311 | |
26.4a | Δοκεῖ μοι Ὅμηρος, φύσει τε κεχρημένος ἐνθεωτάτῃ καὶ φρονήσει δεινοτάτῃ καὶ ἐμπειρίᾳ πολυτροπωτάτῃ, φιλοσοφίᾳ ἐπιθέμενος, δημοσιεῦσαι ταύτην τοῖς Ἕλλη‐ σιν ἐν ἁρμονίᾳ τῇ ποτὲ εὐδοκίμῳ· αὕτη δ’ ἦν ἡ ποιη‐ | |
5 | τική· οὔτε δὲ Ἰωνικὴν ταύτην ἐθελῆσαι εἶναι αὐτῷ, οὔτε ἀκριβῶς Δώριον, οὔτε Ἀττικήν, ἀλλὰ κοινὴν τῆς | |
26.4b | Ἑλλάδος. Ἅτε οὖν ξύμπασι διαλεγόμενος, ἀθροίσας ἀναμὶξ τὴν Ἑλλάδα φωνὴν καὶ ἀνακερασάμενος εἰς σχῆμα ᾠδῆς, 〈δι’〉 ὧν τὰ ἔπη εἰργάσατο προσηνῆ τε ἅμα | |
26.4c | εἶναι καὶ ξυνετὰ πᾶσιν καὶ κεχαρισμένα ἑκάστοις, ἐν‐ θυμηθεὶς δέ, ὅτι ὀλίγον μὲν τὸ ξυνετὸν ἐν ἅπαντι, τὸ δὲ πολὺ δημαγωγεῖσθαι φιλεῖ, οὐδετέρῳ τῷ γένει ἀποκεκριμένην τὴν ποίησιν ἐξειργάσατο· καθάπερ ὁ | |
5 | Ἡσίοδος, χωρὶς μὲν τὰ γένη τῶν ἡρώων, ἀπὸ γυναι‐ κῶν ἀρχόμενος καταλέγων τὰ γένη, ὅστις ἐξ ἧς ἔφυ· χωρὶς δὲ αὐτῶν πεποίηνται οἱ θεῖοι λόγοι, ἅμα τοῖς λόγοις θεογονία· χωρὶς δ’ αὖ ὠφελεῖ τὰ εἰς τὸν βίον, | |
26.4d | ἔργα τὲ ἃ δραστέον, καὶ ἡμέραι ἐν αἷς δραστέον· οὐχ οὕτω τὰ Ὁμήρου ἔχει, οὐδὲ ἀποκέκριται ἕκαστα χωρίς, | |
οὐδ’ αὖ φύρεται ἀκρίτως πάντα ἐν πᾶσιν· ἀλλά τε ἦν τὸ σχῆμα αὐτῷ τοῦ λόγου, 〈ὃ〉 οἱ μῦθοι ἔχουσιν, οἱ | 312 | |
5 | Τρωϊκοὶ λόγοι καὶ τὰ τοῦ Ὀδυσσέως παθήματα, μέμικται δ’ ἐν αὐτοῖς καὶ θεολογία σαφής, καὶ πολι‐ τείας ἦθος, καὶ ἀρεταὶ ἀνθρώπων, καὶ μοχθηρίαι, καὶ παθήματα, καὶ συμφοραί, καὶ εὐτυχίαι· καὶ τούτων | |
26.4e | ἕκαστον ὑποθέσεις οἰκείας ἔχει· οἷον εἰ ξυνίῃς παναρ‐ μόνιόν τι ὄργανον, παντοδαπὰς μὲν φωνάς, πάσαις δὲ | |
26.4f | ἄλλαις ὡμολογημένας· μᾶλλον δὲ οὕτως, εἰ ἤδη που ἐθεάσω ἄθροισμα ὀργάνων, αὐλὸν ἠχοῦντα, καὶ λύραν ψαλλομένην, καὶ ᾠδὴν χοροῦ, καὶ σάλπιγγα ἀναμίξ, καὶ σύριγγα, καὶ ἄλλ’ ἄττα ὀργάνων εἴδη καὶ ὀνό‐ | |
5 | ματα· ὧν ἕκαστον πεποίηται μὲν κατὰ οἰκείαν τέχνην, συντέτακται δὲ πρὸς τὸ πλησίον κατὰ κοινὴν μοῦσαν. | |
26.5a | Συνελόντι δ’ εἰπεῖν, ἡ Ὁμήρου ποίησις τοιάδε τίς ἐστιν, οἷον εἰ καὶ ζωγράφον ἐννοήσαις φιλόσοφον Πο‐ λύγνωτον ἢ Ζεῦξιν, μὴ γράφοντα εἰκῇ· καὶ γὰρ τού‐ των ἔσται τὸ χρῆμα διπλοῦν, τὸ μὲν ἐκ τῆς τέχνης, | |
5 | τὸ δὲ ἐκ τῆς ἀρετῆς· κατὰ μὲν τὴν τέχνην, τὰ σχή‐ ματα καὶ τὰ σώματα εἰς ὁμοιότητα τοῦ ἀληθοῦς δια‐ | |
σώζοντι· κατὰ δὲ τὴν ἀρετήν, εἰς μίμησιν τοῦ κάλλους | 313 | |
26.5b | τὴν εὐσχημοσύνην τῶν γραμμάτων διατιθέντι. Ταύτῃ μοι καὶ τὰ Ὁμήρου σκόπει, ὡς ἔστι χρῆμα διπλοῦν, κατὰ μὲν τὴν ποιητικὴν ἐντεταμένον εἰς μύθου σχῆμα, κατὰ δὲ φιλοσοφίαν εἰς ζῆλον ἀρετῆς καὶ ἀληθείας | |
26.5c | γνῶσιν συντεταγμένον. Αὐτίκα πεποίηται αὐτῷ ἐν τοῖς λόγοις μειράκιον Θετταλικὸν καὶ ἀνὴρ βασιλικός, Ἀχιλλεὺς καὶ Ἀγαμέμνων· ὁ μὲν ὑπ’ ὀργῆς εἰς ὕβριν προφερόμενος ὁ Ἀγαμέμνων, ὁ δὲ Ἀχιλλεὺς προπηλα‐ | |
5 | κισθεὶς μηνιῶν· εἰκόνες παθῶν, νεότητος καὶ ἐξου‐ | |
26.5d | σίας. Ἀντίθες τοι ἑκατέρῳ τὸν Νέστορα, παλαιὸν τῷ | |
26.5e | χρόνῳ, ἀγαθὸν φρονεῖν, δεινὸν εἰπεῖν. Πάλιν αὖ Θερσίτης πεποίηται αὐτῷ αἰσχρὸς ἰδεῖν, φωνὴν ἐπεσ‐ βόλος, γνώμην ἄτακτος, οἷος εἶναι εἰκὼν ἀκολάστου | |
26.5f | δήμου. Ἀλλ’ ἀντίθες καὶ τούτῳ ἄνδρα, ἀγαθόν, ἡγε‐ μόνα ἀκριβῆ, ἐπιπορευόμενον, ὅντινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα ἐφεύροι, | |
τόν ῥ’ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς· | 314 | |
5 | ὃν δ’ αὖ δήμου τ’ ἄνδρα ἴδοι, βοόωντά τ’ ἐφεύροι, τὸν σκήπτρῳ ἐλάσασκεν. | |
26.5g | Ἆρά σοι εὐδοκεῖ αὐτὸ τοῦτο, εἰ καὶ ὁ Σωκράτης τοὺς μὲν βασιλικοὺς καὶ ἐξόχους ἄνδρας ἀγανοῖς λόγοις γεραίρων καὶ ἀποδεχόμενος, Τίμαιόν τινα, ἢ Παρμε‐ νίδην, ἢ ἄλλον βασιλικὸν ξένον· | |
5 | ὃν δ’ αὖ δήμου τ’ ἄνδρα ἴδοι, βοόωντά τ’ ἐφεύροι, τοῦτον ἐλαύνων τῷ λόγῳ, Θρασύμαχόν τινα, ἢ Πῶλον, ἢ Καλλικλέα, ἤ τινα ἄλλον λωβητῆρα καὶ ἐπεσβόλον. | |
26.6a | Πάλιν αὖ ἐπανίωμεν ἐπὶ τὸν Ὅμηρον, καὶ τοὺς παρ’ αὐτῷ βαρβάρους· καὶ γὰρ ἐνταῦθα ὄψει ἀρετὴν καὶ κακίαν ἀντιτεταγμένας ἀλλήλαις· ἀκόλαστον μὲν τὸν Ἀλέξανδρον, σώφρονα δὲ τὸν Ἕκτορα· δειλὸν τὸν | |
5 | Ἀλέξανδρον, ἀνδρεῖον τὸν Ἕκτορα· κἂν τοὺς γάμους αὐτῶν ἐξετάζῃς, ὁ μὲν ζηλωτός, ὁ δὲ ἐλεεινός· ὁ μὲν ἐπάρατος, ὁ δὲ ἐπαινετός· ὁ μὲν μοιχικός, ὁ δὲ νό‐ | |
26.6b | μιμος. Θέασαι δὲ καὶ τὰς ἄλλας ἀρετὰς νενεμη‐ μένας κατ’ ἄνδρα, τὴν μὲν ἀνδρείαν κατὰ τὸν Αἴαντα, τὴν δὲ ἀγχίνοιαν κατὰ τὸν Ὀδυσσέα, τὸ δὲ θάρσος κατὰ τὸν Διομήδην, τὴν δὲ εὐβουλίαν κατὰ τὸν | 315 |
5 | Ὀδυσσέα αὐτόν· οὕτως ἄρα εἰκόνα ἡμῖν ὑποτίθεται χρηστοῦ βίου καὶ ἀρετῆς ἀκριβοῦς, ὥστε καὶ ἀπέδωκεν | |
26.6c | αὐτῷ ἥμισυ μέρος τῶν αὐτοῦ ἔργων. Καὶ ταῦτα μέν, ὡς συλλήβδην εἰπεῖν, ἴχνη βραχέα μακρῶν λόγων. | |
26.7a | Εἰ δέ τι χρὴ καὶ περὶ θεῶν ὀλίγα ἄττα δείγματα τῆς Ὁμήρου γνώμης ἐνέγκασθαι, ἑνὶ τῷ παρὰ Πλά‐ τωνος, ὥσπερ εἰκόνι, τὰ λοιπὰ εἰκάζωμεν, κατὰ τὸ ἦθος τοῦ λόγου, τὰ πρεσβύτερα τοῖς νεωτέροις· ἐπεί‐ | |
5 | περ ταύτῃ κριτέον. | |
26.7b | Ὁ γὰρ δὴ μέγας ἐν οὐρανῷ Ζεύς, λέγει που καὶ ὁ Πλάτων· καὶ ὀχεῖται αὐτῷ ὁ Ζεύς, | |
26.7c | ἐπὶ πτηνοῦ ἅρματος, καὶ ἡγεῖται θεῶν. Ὁμήρῳ δὲ ὁ στρατηγός, ὁ Ζεύς, λέγει· μήτέ τις οὖν θήλεια θεὸς τόδε, μήτέ τις ἄρσην πειράτω διακέρσαι ἐμὸν ἔπος· ἀλλ’ ἅμα πάντες | |
5 | αἰνεῖτ’, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα. | |
26.7d | Καὶ μετὰ τοῦτο αὐτῷ καὶ τὸ ἅρμα ζεύγνυται, καὶ οἱ | |
ἵπποι θέουσιν ὠκυπέτα χρυσέῃς’ ἐθείρησιν κομόωντες. | 316 | |
26.7e | Ζεύγνυται δὲ καὶ Ποσειδῶνι ἅρμα ἐν θαλάττῃ, βῆ δ’ ἐλάαν ἐπὶ κῦμα, ἄταλλε δὲ κήτε’ ὑπ’ αὐτοῦ. | |
26.7f | Ἔχει δὲ καὶ ὁ Ἅιδης αὐτῷ τρίτην ἀρχήν· τριχθὰ δὲ Ὁμήρῳ δέδασται τὰ πάντα. Ποσειδῶν μὲν ἔλαχεν, πολιὴν ἅλα ναιέμεν αἰεί· Ἅιδης δὲ ἔλαχεν, ζόφον ἠερόεντα | |
5 | Ζεὺς δὲ ... οὐρανόν. Ὢ τῆς δικαίας καὶ φιλοσόφου νομῆς. | |
26.8a | Εὕροις δ’ ἂν καὶ ἄλλας παρ’ Ὁμήρῳ ἀρχὰς καὶ γενέσεις παντοδαπῶν ὀνομάτων, ὧν ὁ μὲν ἀνόητος ὡς | |
26.8b | μύθων ἀκούει, ὁ δὲ φιλόσοφος ὡς πραγμάτων. Ἔστιν | |
26.8c | αὐτῷ καὶ ἀρετῆς ἀρχή· ἀλλὰ Ἀθηνᾶ λέγεται, καὶ τῷ ἔχοντι παρίσταται ἐν πάντεσσι πόνοισιν. | |
26.8d | Ἔστι καὶ ἔρωτος· ἀλλὰ τὴν αἰτίαν ἡ Ἀφροδίτη ἔχει, καὶ τοῦ κεστοῦ κρατεῖ, καὶ μεταδίδωσιν τοῦ πόθου. | |
26.8e | Ἔστιν καὶ τέχνης· ἀλλ’ ὁ Ἥφαιστος τὴν αἰτίαν ἔχει, καὶ τοῦ πυρὸς κρατεῖ, καὶ μεταδίδωσι τῆς τέχνης. | |
26.8f | Ἄρχει δὲ αὐτῷ καὶ Ἀπόλλων χοροῦ, καὶ Μοῦσαι ᾠδῆς, καὶ Ἄρης πολέμου, καὶ Αἴολος πνευμάτων, καὶ Ὠκεα‐ νὸς ποταμῶν, καὶ Δημήτηρ καρπῶν· καὶ οὐδὲν μέρος Ὁμήρῳ ἄθεον, οὐδὲ δυνάστου ἄπορον, οὐδὲ ἀρχῆς | 317 |
5 | ἔρημον, ἀλλὰ πάντα μεστὰ θείων λόγων, καὶ θείων | |
26.8g | ὀνομάτων, καὶ θείας τέχνης. Κἂν ἐπὶ τὰ στοιχεῖα ἔλθῃς καὶ τὸν τούτων πόλεμον, ὄψει μάχην ἐν τῷ Τρωϊκῷ πεδίῳ, οὐ Τρώων καὶ Ἀχαιῶν, καὶ ὀλλύντων καὶ ὀλλυμένων, αἵματι ῥεούσης τῆς γῆς· ἀλλὰ πυρὸς | |
5 | καὶ ποταμοῦ μάχην, τοῦ μὲν οἰδαίνοντος καὶ ἀνιστα‐ μένου λαμπρῷ καὶ συνεχεῖ τῷ κύματι, τοῦ δὲ ταῖς δίναις ἐμπίπτοντος ἀκμαίᾳ ῥιπῇ, φλέγοντος μὲν τὰς κόμας καὶ τὸ κάλλος τοῦ ποταμοῦ, ἰτέας καὶ μυρίκας καὶ λωτὸν καὶ θρύον, φλέγοντος δὲ αὐτοῦ τὰ φορή‐ | |
10 | ματα καὶ τὰ θρέμματα, τείροντ’ ἐγχέλυές τε καὶ ἰχθύες, οἱ κατὰ δίνας, οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα. | |
26.8h | Ἄπιστος δ’ ἂν ἦν ὁ πόλεμος οὗτος, ἀλλὰ ἡ Ἥρα σπέν‐ δεται καὶ διαλύει τὸν πόλεμον, καὶ τὰ στοιχεῖα συν‐ | |
26.8i | άγει. Ἔα μοι ταυτὶ τὰ αἰνίγματα· σκόπει τὰ σά, τὰ ἀνθρώπινα. Οὗτός σοι πολιτείας τρόπος, οὐκ ἐν Πειραιεῖ πλατ‐ | |
τόμενος, οὐδὲ ἐν Κρήτῃ νομοθετούμενος, ἀλλ’ ἐπὶ προ‐ | 318 | |
5 | φάσει ἡρωϊκῇ ὑπὸ φιλοσόφου δεικνύμενος, δι’ οἰκονο‐ | |
269*a | μίας ἡρωϊκῆς. Ἄρχοντες αὐτουργοί, προβουλευόμενοι· ἀριστεῖς ἀγαθοί, προπολεμοῦντες· γυνὴ σώφρων, ἀντι‐ ταττομένη ὑβρισταῖς νεανίαις· βασιλεὺς δίκαιος, ξενο‐ δοχῶν ἀλήτην ξένον· ἀνὴρ σώφρων, παντοίαις συμ‐ | |
269*b | φοραῖς ἀντιτεχνώμενος. Δείξω δέ σοι καὶ πολιτείας ἄλλας ἀντιτεταγμένας· δημιουργεῖ δὲ αὐτὰς Ὅμηρος μὲν λόγῳ, Ἥφαιστος δὲ χρυσῷ· | |
269*c | ... ἐν τῇ μέν ῥα γάμοι τὲ καὶ ᾠδή, καὶ χοροί, καὶ δικάζοντες βασιλεῖς, καὶ ἑπό‐ μενοι λαοί· τὴν δ’ ἑτέρην πόλιν ἀμφὶ δύο στρατοὶ εἵατο λαῶν. | |
5 | Κἂν ἀπιστῇς τῷ πράγματι, οὐκ ἀπορήσεις λόγων ἀλη‐ | |
269*d | θεστέρων. Αὗται σοι νησιωτικαὶ πόλεις, ἡ μὲν Φαιά‐ κων, ἡ δὲ Ἰθακησίων· τῶν μὲν ἄρχει αἰδώς, τῶν δὲ ὕβρις· τῶν μὲν βασιλεῖς ἔννομοι, τῶν δὲ ἄδικοι μνη‐ στῆρες· οἱ μὲν τὸν βασιλέα | |
5 | ἐρχόμενον ... θεὸν ὣς εἰσορόωσιν, | 319 |
269*e | οἱ δὲ τοῦ βασιλέως ἐπιβουλεύουσιν τῷ γάμῳ· τέλος δὲ ἑκατέροις, τοῖς μὲν εὐφροσύνη διηνεκής, καὶ βίος ἄλυπος, καὶ ὑποδοχὴ ξένων, καὶ θαλάττης στόλοι, καὶ γῆς καρποί· τοῖς δὲ ἑτέροις ὄλεθρος ἁθρόος ἐν αὐταῖς | |
269*f | ταῖς ἡδοναῖς. Τοῦτο τέλος μοχθηρίας ὑβριζούσης, | |
269*g | τοῦτο τέλος ἀνεπιτιμήτου ἐξουσίας. Αὐτόν γε μὴν τὸν Ὀδυσσέα οὐχ ὁρᾷς, ὡς παντοίαις συμφοραῖς ἀντι‐ τεχνώμενον ἀρετὴ σώζει καὶ τὸ δι’ ἐκείνην θάρσος; | |
269*h | Τοῦτο αὐτῷ τὸ ἐν Κίρκης μῶλυ, τοῦτο τὸ ἐν θαλάττῃ κρήδεμνον· τοῦτο τῶν Πολυφήμου χειρῶν τὸν ἄνδρα ἐξάγει, τοῦτο ἐξ Αἵδου ἀνάγει, τοῦτο πήγνυσιν σχεδίαν, τοῦτο πείθει Ἀλκίνουν, τοῦτο ἀνέχεται βαλλόντων | |
5 | μνηστήρων, Ἴρου παλαίοντος, Μελανθίου ὑβρίζοντος, τοῦτο ἐλευθεροῖ τὴν ἑστίαν, τοῦτο τιμωρεῖται γάμῳ, τοῦτο ἄνδρα ποιεῖ διογενῆ καὶ θεοῖς εἴκελον, οἷον | |
ἀξιοῖ Πλάτων εἶναι τὸν εὐδαίμονα. | 320 | |
27.1a(1t) | Εἰ τέχνη ἡ ἀρετή. | |
1 | Καὶ πῶς ἄν τις τοῦ φιλοσόφου ἀποδέξαιτο, ἄλλό τι τὴν ἀρετὴν λέγοντος εἶναι, καὶ μὴ τέχνην; σχολῇ γὰρ | |
27.1b | ἂν εἴη τέχνη τὶ ἄλλο, εἴπερ μὴ ἡ ἀρετή· πλὴν εἰ μὴ ἄροτρον μὲν τέχνης ἔργον, καὶ ἀσπὶς τέχνης, καὶ ναῦς, καὶ τειχίον· τὸ δὲ τούτοις χρώμενον καὶ ἐπιστατοῦν καὶ παρέχον τὴν ἑκάστου χρείαν ἅπαντα τῷ ἔχοντι εἰς | |
5 | δέον, καὶ τὴν ἐξ ἁπάντων ὠφέλειαν συντάττον εἰς | |
27.1c | κοινὸν τέλος, τοῦτο δή που ἀτεχνίαν φήσομεν. Δει‐ νόν γε, ὦ θεοί, καὶ δεινοῦ πέρα, εἰ ὁ μὲν κεραμεὺς ἐπὶ τέχνῃ μανθάνει, καὶ ὁ σκυτοτόμος, καὶ ὁ τέκτων· ὁ δὲ φιλόσοφος μανθάνει μέν, καὶ τὸ τέλος αὐτῷ ἡ | |
5 | ἀρετὴ ἔχει, ἔστι δὲ τοῦτο οὐ τέχνη, ἀλλά τι μάθημα ὑπὸ ἀτεχνίας διδασκόμενον. | |
27.2a | Καλῶς· ἔχε ἀτρέμας· οὐ γὰρ ἀτόπως ὑφηγῇ οὐδὲ | |
ἀτεχνῶς, μὰ Δία. Ἐγὼ δέ σου τὴν μὲν τέχνην ἐπ‐ αινῶ, τὸ δὲ κεφάλαιον αὐτῆς φέρε ἴδω τί καὶ λέγεις. | 321 | |
27.2b | Κεραμεύς, φής, κεραμεύειν μανθάνει τέχνῃ, καὶ σκυ‐ | |
27.2c | τοτόμος σκυτοτομεῖν, καὶ τεκταίνειν τέκτων. Ἐγὼ δ’ εἴ σοι ταυτὶ μὲν δίδωμι, μανθάνειν ἕκαστον τῶν δη‐ μιουργῶν, ἃ μανθάνει δρᾶν, κᾂν τέχνῃ· τῆς δὲ τέχνης ἑκάστης οὐκ εἶναι τέλος τὸ μαθεῖν τὴν τέχνην παρ’ | |
27.2d | ἄλλου ἄλλον. Τὴν μὲν γὰρ διαδοχὴν τοῦ εἰδέναι μα‐ θήσει ποιεῖ· ἡ δὲ χρεία τῶν τεχνῶν, οὐχ ὑπὸ τέχνης γενέσθαι τέχνην, ἀλλ’ ὑπὸ μὲν κεραμέως ἀμφορέα, ὑπὸ δὲ αὐλητοῦ αὔλημα, ὑπὸ δὲ στρατηγοῦ νίκην, | |
5 | τούτων δὲ ἕκαστον ἄλλό τι παρὰ τὴν τέχνην, τέχνης | |
27.2e | τέλος, καὶ οὐ τέχνη· οὐ γὰρ ὅ, τι μὴ τέχνη, καὶ ἀτεχνία εὐθύς. Ἀτεχνία μὲν γὰρ ἀφαίρεσις τέχνης, ἔνθα δεῖ τέχνης· οὐ τέχνη δέ, τὸ ὑπὸ τέχνης μὲν γε‐ γονός, ἕτερον δὲ ὂν παρὰ τὴν τέχνην. | |
27.3a | Ἆρ’ ἡγεῖ με σαφῶς λέγειν, ἢ φραστέον σοι οὑτωσὶ ἐνδηλότερον; Καλεῖς τινα τέχνην ἰατρικήν, καὶ ἄλλην αὖ ἀγαλματουργικήν; τέλος δὲ ἑκατέρας, οὔτε ἰατρικῆς ἰατρική, οὔτε ἀγαλματουργικῆς ἀγαλματουργία, ἀλλὰ | |
27.3b | ἄγαλμα μὲν ἀγαλματουργίας, ὑγίειαν δὲ ἰατρικῆς; τί οὖν; ἄλλό τι εἶναι ἡγεῖ τὴν ἀρετήν, ἢ ψυχῆς ὑγίειάν | 322 |
27.3c | τε καὶ εὐσχημοσύνην; Οὑτωσὶ δὲ αὐτὸ σκέψαι· ψυχῇ καὶ σώματι καὶ λίθῳ, τρισὶ τούτοις ἐπινείμας τέχνας τρεῖς, ὧν αἱ μὲν ὕλαι κόσμου ἐνδεεῖς, ἡ δὲ τέχνη, προσαγαγοῦσα ἑκάστης ἑκάστῳ τὸ οἰκεῖον σχῆμα, περι‐ | |
5 | έβαλλεν τὸν μὲν λίθον ῥυθμοῖς καὶ σχήμασιν εἰς μορ‐ φῆς εἶδος, τὸ δὲ σῶμα ἁρμονίαις καὶ κράσεσιν εἰς ὑγιείας μέτρον, τὴν δὲ ψυχὴν συμμετρίαις καὶ εὐκινη‐ | |
27.3d | σίαις εἰς ἀρετῆς κόσμον. Κἂν καλῇς τι τούτων τέχ‐ νην, τὸ τοῦ δράσαντος ὄνομα τῷ ποιηθέντι ὑπὸ φιλίας προστιθείς, οὕτω μοι δοκεῖς καλεῖν, ὥσπερ ἂν εἰ καὶ ἥλιον καλεῖς τὴν ἐξ ἡλίου αὐγήν, ἑτέραν οὖσαν τοῦ | |
5 | ἡλίου, ποίημα ἡλίου, οὐκ αὐτὸ ἥλιον. | |
27.4a | Καὶ μὲν δὴ καὶ ἀμφοτέρωθεν σκόπει τὸ λεγόμενον. | |
Ἐξετάζωμεν, τί μὲν τέχνη, τί δὲ ἀρετή. Τέχνην τοί‐ νυν ἄλλό τι ἡγεῖ, ἢ λόγον ἐπὶ τέλος ἰόντα; τὸν μὲν διὰ χειρουργίας σώματι ἀπεργαζόμενον, ὃ καλοῦμεν | 323 | |
5 | ποίημα, ἢ οἷον οἰκίαν οἰκοδόμου, καὶ ναυπηγοῦ ναῦν, | |
27.4b | καὶ γραφέως εἰκόνα· τὸν δὲ αὖ πράξεώς τινος ἐργα‐ στικόν, οὐκ ἄνευ σώματος ἀπεργαζόμενον, ἀλλ’ ἐν μὲν στρατηγίᾳ νίκην, ἐν δὲ ἰατρικῇ ὑγίειαν, ἐν δὲ πολι‐ τικῇ δικαιοσύνην· τρίτον δ’ αὖ τεχνῶν εἶδος αὐτὸ | |
5 | λόγον ἄνευ σωμάτων ἐφ’ ἑαυτοῦ κρατυνόμενον, καὶ περὶ αὐτὸν τὴν πραγματείαν ἔχοντα, ὁποῖαι τέχναι γεωμετρικαὶ καὶ ἀριθμητικαί, καὶ ὅσαις τὸ τέλος δια‐ νοητικόν, αὐτὸ τοῦτο, οὔτε δὴ πρακτικόν, οὐδὲ ποιη‐ | |
27.4c | τικόν. Εἶεν. Τριῶν τούτων τέχνης γενῶν, κατὰ | |
27.4d | ποῖον αὐτῶν τὴν ἀρετὴν τάξομεν, εἴπερ τέχνη; Κατὰ τὸ ποιητικόν; οὐδὲ αὐτὸς φήσεις· ἀλλὰ ἀμφισβητή‐ σιμον ἔσται σοι τὸ τῆς πράξεως πρὸς τὴν θεωρίαν; ἐγὼ δὲ οὐδέτερον μὲν ἀφαιρῶ τῆς ἀρετῆς· ἀλλ’ ἑκά‐ | |
5 | τερον ἑκατέρῳ ἀνακεράσας, ἐπιμετρήσας τὶ ἐπὶ τούτοις καὶ ἄλλο, τὸ ἐξ ἁπάντων ξυστὰν ἕτερον εἶναι φημὶ | |
27.4e | ἑκάστου, ἀφ’ ὧν συνέστη· οἷον εἴ τις τὸ τοῦ ἀνθρώπου σῶμα πῦρ εἶναι λέγοι, ἢ γῆν, ἢ ἀέρα, ἢ, νὴ Δία, ὕδωρ· εἴποιμι ἂν δήπου, ὡς οὔτε πῦρ ἐστιν τὸ σῶμα, οὔτε γῆ, οὔτε ἀήρ, οὔτε ὕδωρ· τὸ γὰρ ἐξ ἁπάντων μιχθὲν | 324 |
5 | οὐκ ἔστιν ἕκαστον ἐκείνων, ἀφ’ ὧν ἐμίχθη. | |
27.5a | Πῶς οὖν ἀρετὴ μετέχουσα θεωρίας καὶ πράξεως | |
27.5b | οὐκ ἔστιν τέχνη; Ταύτῃ μοι λέγοντι ἐφέπου. Λέξω δὲ οὐκ ἐμαυτοῦ λόγον, ἀλλὰ ἐξ Ἀκαδημίας ὁρμηθέντα, καὶ ἐπιχώριον τῆς Πλάτωνος μούσης τὲ καὶ ἑστίας· | |
27.5c | ἀπεδέξατο δὲ αὐτὸν καὶ Ἀριστοτέλης αὐτῷ. Ἐγὼ δὲ καὶ πορρωτέρω ἐπανάγω· ὑποπτεύω γὰρ ἐξ Ἰταλίας Ἀθήναζε ἐλθεῖν τὸν λόγον, Πυθαγορείων τινῶν ἐμ‐ πορίαν ταύτην καλὴν στειλαμένων εἰς τὴν ἀρχαίαν | |
27.5d | Ἑλλάδα. Ὁ δ’ οὖν λόγος ταύτῃ ἔχει. Ἡ τοῦ ἀνθρώ‐ που ψυχὴ νενέμηται δίχα κατὰ πρώτην νομήν· καὶ τὸ | |
27.5e | μὲν αὐτῆς ἐστιν λόγος, τὸ δὲ πάθος· τούτων δὲ ἑκά‐ τερον πονηρῶς ἔχον, καὶ κινούμενον ἀτάκτως, συλ‐ λήβδην καλεῖται ὀνόματι ἑνὶ τῷ αἰσχίστῳ, κακία προσ‐ | |
27.5f | αγορευόμενον. Γίγνονται δὲ αἱ πηγαὶ καὶ αἱ γενέσεις τοῦ αἰσχροῦ τούτου ἐκ τῆς θατέρου τῶν μορίων πλημ‐ | |
μύρας τὲ καὶ ἐπιρροῆς, ἐπειδὰν τὰ πάθη ζέσαντα ἐπι‐ κλύσῃ τὴν ψυχήν, καὶ τὰς τοῦ λόγου βλαστήσεις τὲ | 325 | |
27.5g | καὶ ἐκφύσεις ἐπιταράξῃ. Καθάπερ τῶν ποταμῶν οἱ χειμέριοι, ὑπὲρ τὰς νομίμους ὁδοὺς ἀναχεόμενοι ἐπὶ γεωργίαν ἀροτοῦ καὶ φυτουργίας, ἐπεθόλωσαν τὴν | |
27.5h | σωτηρίαν τῶν ἔργων καὶ τὸν κόσμον, οὕτω καὶ ψυχὴ ὑπὸ ἀμετρίας παθῶν ἐξίσταται τῶν λογισμῶν, καὶ δό‐ ξαι τότε αὐτῇ ψευδεῖς καὶ πονηραὶ παρὰ τὴν αὑτῆς φύσιν διανίστανται, αὐτὸ ἐκεῖνο τὸ τῶν μεθυόντων | |
5 | πάθος· ἡ πλησμονὴ ἐπεγείρασα τὰ ἔνδον νοσήματα, ὥσπερ ἐκ φωλεοῦ ἑρπετά, συγχεῖ τὸν νοῦν καὶ φθέγ‐ γεσθαι προσαναγκάζει τὰς τῶν ἑρπετῶν τούτων φωνάς. | |
27.6a | Εἰ δέ σοι καὶ σαφεστέρας εἰκόνος δεῖ, ὀχλοκρασίᾳ τινὶ εἰκαστέον τὴν τῆς ψυχῆς πονηρίαν· ἐπειδὰν πό‐ λεως τὸ μὲν ἐπιεικὲς πᾶν βιασθὲν δουλεύῃ, τὸ δὲ ἀνόητον καὶ παντοδαπὸν ἐπιχειρῇ ἄρχειν, ὑπὸ ἐξου‐ | |
27.6b | σίας ἀδεοῦς θρασυνόμενον· ἀνάγκη γάρ που τήν τοι | |
αὐτὴν πόλιν πολύφωνόν τε εἶναι καὶ πολυμερῆ καὶ πολυπαθῆ, καὶ μεστὴν παντοδαπῶν ἐπιθυμημάτων, ἀκόλαστον μὲν ἐν ἡδοναῖς, ἀκατάσχετον δὲ ἐν ὀργαῖς, | 326 | |
5 | ἄμετρον δὲ ἐν τιμαῖς, ἀστάθμητον δὲ ἐν εὐτυχίαις, | |
27.6c | δυσανάκλητον δὲ ἐν συμφοραῖς. Ὅταν Περικλῆς μὲν οἴχηται, φεύγῃ δὲ Ἀριστείδης, ἀποθνήσκῃ δὲ Σωκράτης, ἀνίστηται δὲ Νικίας, ἐπιθυμῇ δὲ Κλέων μὲν Σφακτη‐ ρίας, Θρασύλλος δὲ Ἰωνίας, Ἀλκιβιάδης δὲ Σικελίας, | |
5 | καὶ ἄλλος ἄλλης γῆς ἢ θαλάττης, συνεπιθυμῇ δὲ αὐτῷ πλῆθος ἀργὸν καὶ ἄτακτον καὶ μισθοφόρον, πανταχοῦ περιφερόμενον, ἀνάγκη τὰς ἐπιθυμίας ταύτας δου‐ λείας γεννᾶν, καὶ συμφοράς, καὶ τυραννίδα, καὶ πάντα | |
27.6d | δὴ τὰ ἔκτοπα ὀνόματα. Εἰσὶν καὶ ἐν ψυχῇ δημαγωγοὶ πονηροί, καὶ δῆμος ἀκόλαστος, Ἀλκιβιάδαι πολλοὶ καὶ Κλέωνες, τὴν δειλαίαν οὐκ ἐῶντες ψυχὴν ἀτρεμεῖν καὶ παραχωρεῖν τῷ ἐν αὐτῇ λόγῳ καὶ νόμῳ. Αὕτη τῆς | |
5 | ἐν ἀνθρώπῳ πολιτείας μοχθηρία· | |
27.7a | Ἀρετὴ δέ, ἧσπερ εἵνεκεν τοὺς πολλοὺς λόγους κατ‐ εστησάμεθα, ἔμπαλιν ἔχει, αὐτὸ ἐκεῖνο κατὰ τὴν Λα‐ κωνικὴν πολιτείαν, ἧς τὸ τοιοῦτο μὲν πλῆθος ἄρχεται, τὸ δὲ ὀλίγον καὶ ἐπιεικὲς ἄρχει· καὶ τὸ μὲν σώζει, τὸ | |
5 | δὲ σώζεται· καὶ τὸ μὲν προστάττει, τὸ δὲ πείθεται· τὸ δὲ ἐξ ἀμφοῖν ἔργον ἐλευθερία· ἑκάτερον δὲ ἑκατέρου | |
ἐνδεές, καὶ τὸ ἄρχον τῶν ἀρχομένων, καὶ τὸ ἀρχόμενον | 327 | |
27.7b | τῶν σωζόντων. Καὶ περὶ ψυχὴν τὴν ἔχουσαν καλῶς, τὸν αὐτὸν τρόπον, σώζει μὲν ὁ λόγος, σώζεται δὲ τὰ πάθη· καὶ μετρεῖ μὲν ὁ λόγος, μετρεῖται δὲ τὰ πάθη· [καὶ τὸ μὲν σοφίαν] τὸ δὲ ἐξ ἀμφοῖν ἔργον ἐλευ‐ | |
27.7c | θερία. Τάττε δή μοι πᾶν, ὅσον θεωρητικὸν τέχνης εἶδος, κατὰ τὸν λόγον· τὸ δὲ ὑπ’ αὐτοῦ κοσμούμενον κατὰ τὰ πάθη· καὶ τὸ μὲν σοφίαν κάλει, ἐπιστήμην | |
27.7d | οὖσαν· τὸ δὲ ἀρετήν, ὑπὸ ἐπιστήμης γινόμενον. Ἐὰν δὲ μεταθῇς τὰ ὀνόματα, καὶ τὴν ἐπιστήμην ἀρετὴν καλῇς, ἐρήσομαί σε, ὑπὸ τίνος αὕτη γέγονεν· ἐκεῖνο | |
γὰρ ἔσται ἡ ἐπιστήμη, οὐ τὸ ὑπ’ αὐτῆς γενόμενον. | 328 | |
27.7e | Τέχνην τεχνῶν τὴν ἐπιστήμην καλεῖς; ἀκήκοα· ἐπι‐ στήμην ἐπιστημῶν; μανθάνω, καὶ ἀποδέξομαι τοῦ λό‐ | |
27.7f | γου, ἐὰν ἕν τι μοι δῷς μικρὸν πάνυ. Τέχνην τεχνῶν τὴν τέχνην λέγε, ἐπιστήμην ἐπιστημῶν τὴν ἐπιστήμην λέγε· ἀπαλλάγηθι τοῦ ἑτέρου μέρους, καὶ σπένδομαι | |
27.7g | τῷ λόγῳ. Εἰ δὲ τὴν ἐπιστήμην φυλάττων καὶ ἐξαί‐ ρων τὰ πάθη, τὸ τούτων σχῆμα τῇ ἐπιστήμῃ δίδως, ὅμοιον δρᾷς· εἴ τις τὴν Φειδίου φυλάξας τέχνην, τὴν ὕλην ἀφελὼν προσθείη τῇ τέχνῃ τὸ τῆς τέχνης ὄνομα. | |
27.7h | Ἐπιστήμην ἄρχειν βούλει βίου καλοῦ; ‘Ἀρχέτω λόγος.‘ Ἄρχειν βούλει, ἔστω κοίρανος οὗτος εἷς, .... ᾧ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω· | |
27.7i | ἀλλ’ ἄρχει τίνων; τίνας αὐτῷ δίδως ὑπηρέτας; τίνας | |
27.7k | χειρουργοὺς τῶν πράξεων; τὸ σῶμα; εὐθὺς ὅρα τί δρᾷς· διαπηδᾷς τὴν τάξιν τῶν ἀρχομένων, ἀπὸ τοῦ | |
27.7l | στρατηγοῦ ἐπὶ τοὺς σκευοφόρους. Οὐχ ὁρᾷς τὸν κόσ‐ μον; ὁ στρατηγός, εἶτα οἱ λοχαγοί· καὶ μετὰ τούτους ἐνωμοτάρχαι· εἶτα οἱ ὁπλῖται, οἱ πελτασταί, οἱ τοξό‐ ται· καταβαίνει ἠρέμα ἡ ὑπηρεσία ἀπὸ τοῦ ὅλου, ἀπὸ | |
5 | τῶν ἀρίστων ἐπὶ τὰ φαυλότατα. | 329 |
278*a | Ἀλλ’ ὁρῶ τὸ πρόχειρον δὴ τοῦτο. Ὁ θεὸς οἰκο‐ νομεῖ τὸ πᾶν τοῦτο καλῶς καὶ τεχνικῶς καὶ ἐπιστη‐ μόνως· τί δὲ οὐ μέλλει; Τί οὖν μᾶλλον ἡ ἐπιστήμη, | |
278*b | ἢ ἀρετή; εἰ μὲν γὰρ τὴν ἐπιστήμην τοῦ θεοῦ ἀρετὴν καλῇς, οὐ νεμεσῶ τῶν ὀνομάτων· οὐ γάρ ἐστιν θεῷ, καθάπερ ἀνθρώπῳ, τῆς ψυχῆς τὸ μὲν ἄρχον, τὸ δὲ ἀρχόμενον· ἀλλ’ ἁπλοῦν τὸ θεῖον, αὐτὸ ὅ, τι περ νοῦς | |
278*c | καὶ ἐπιστήμη καὶ λόγος. Εἰ δὲ ἐν τῇ κράσει τοῦ κρείττονος πρὸς τὸ χεῖρον, τὸ τοῦ ἀρχομένου ὄνομα μετατίθης πρὸς τὸ κρεῖττον, μέχρι μὲν τῆς φωνῆς | |
278*d | ἀνέχομαι, τὸ δὲ πρᾶγμα οὐ δίδωμι. Ἀρετὴν τὴν ἐπι‐ στήμην, εἰ βούλει, κάλει, ἀλλ’ ἐπιστήμην τὴν ἀρετὴν μὴ κάλει. Καὶ γὰρ ψευδὴς ὁ λόγος καὶ ἐπισφαλής, | |
278*e | νὴ Δία. Εἴ τις ἔσται τοῖς ἀνθρώποις πίστις, ὅτι θεωρημάτων ἀριθμοὶ καὶ μαθήματα ἄττα ἐπὶ τὴν ψυ‐ χὴν ἐλθόντα τὴν ἀρετὴν αὐτοῖς συνεισάγει, πολλοῦ μέντ’ ἂν ἦν ἄξιον τὸ τῶν σοφιστῶν γένος, τὸ πολυ‐ | |
5 | μαθὲς τοῦτο καὶ πολύλογον καὶ πολλῶν μεστὸν μαθη‐ μάτων, καπηλεῦον ταῦτα, καὶ ἀπεμπολοῦν τοῖς δεο‐ μένοις· ἀγορὰ πρόκειται ἀρετῆς, ὤνιον τὸ χρῆμα. | 330 |
27.9a | Εἰ δ’ οἱ μὲν λόγοι σαφεῖς καὶ πρόχειροι, καὶ μεστὰ πάντα διδασκάλων καὶ μαθημάτων, ἀντιτυπεῖ δὲ ἔν‐ δοθεν ταῖς τῶν λόγων ὁδοῖς παθήματα χαλεπὰ καὶ ἄγρια, καὶ ἐθισμοὶ φαῦλοι, καὶ ἀσκήσεις ἄδικοι, καὶ | |
5 | ἐπιθυμίαι ἀλλόκοτοι, καὶ τροφαὶ πονηροί, ἐνθυμητέον, | |
27.9b | ὅτι ‘φύσεως δεῖ πρῶτον χρηστῆς, ὥσπερ κρηπῖδος ἀν‐ ισταμένῳ τειχίῳ· καὶ μετὰ τοῦτο τροφῆς καὶ ἔθους πρὸς σωτηρίαν τῆς φύσεως· ὑφ’ ὧν φιλία τῇ ψυχῇ ἐγγίγνεται πρὸς τὰ καλὰ πάντα, συντρεφομένη τοῖς | |
5 | χρόνοις, καὶ συνθέουσα ταῖς ἡλικίαις· ἐπὶ δὲ τούτοις προσελθεῖν δεῖ τέχνην ἐπισφραγιζομένην βεβαιότητι | |
27.9c | τὰ τῶν παθῶν μέτρα.‘ Οὕτω γίγνεται εὐδαίμων ψυχή, καὶ βίος ὑγιής, καὶ δόξαι ὀρθαί, ὑπὸ ἁρμονίας καὶ | |
27.9d* | κράσεως συνταττόμεναι. Ταῦτα νομοθετεῖ θεός, ταῦτα ἀποφαίνει ἄνδρα ἀγαθόν· ἀγωγὴ παθῶν ὑπὸ τοῦ λό‐ γου, καὶ πειθαρχία πρὸς ἐπιστήμην ἑκούσιος· μοχθηρία | |
δὲ χρῆμα ἀκούσιον, ὑφ’ ἡδονῆς ἑλκόμενον. | 331 | |
28.1a(1t) | Πῶς ἄν τις ἄλυπος εἴη. | |
1 | Πῶς ἄν τις ἀλυπίαν τῇ ψυχῇ περιποιήσαιτο; ἢ δεῖ κἀνταῦθα ἰατροῦ, καθάπερ ἐν ταῖς τοῦ σώματος ὀδύ‐ ναις, καὶ πρὸς τῷ ἰατρῷ φαρμάκων τινῶν, καὶ διαίτης | |
28.1b | κεκραμένης πρὸς ὑγίειαν καλῶς; Τίς οὖν ὑμῖν γένοιτο ψυχῆς ἰατρός; καὶ ποῖα τὰ φάρμακα; καὶ πρὸ τῆς δι‐ αίτης αὐτὸς τρόπος; Ἐγὼ μὲν ὑπὸ φιλίας πρὸς τὰ ἀρχαῖα πάντα οὐ διαιρῶ τὰς τέχνας, πείθομαι δὲ τοῖς | |
5 | ποιηταῖς, ὅτι ἦν ἐν Πηλίῳ ἀνὴρ ἰατρικός· Χείρωνα αὐτὸν καλοῦσιν, ἡ δὲ τέχνη τῷ Χείρωνι ἦν τείνουσα | |
28.1c | ἐφ’ ἑκάτερα· καὶ γὰρ τὸ σῶμα ἐξεπόνει τῶν προσιόν‐ των αὐτῷ εἰς τὸ ἀκρότατον τοῦ ὑγιεινοῦ θήραις καὶ ὀρειβασίαις καὶ δρόμοις καὶ εὐναῖς ἐπὶ στιβάδων καὶ | |
28.1d | σιτίοις ἐξ ἄγρας καὶ πώμασιν ἐκ ναμάτων· καὶ τὴν ψυχὴν ἐπεμελεῖτο μηδὲν ἀπολείπεσθαι τῶν σωμάτων εὐκινησίᾳ λογισμῶν καὶ τῷ ἀνδρώδει τῶν παθημάτων· καὶ διὰ τοῦτο ἄρα ἰατρικώτατός τε καὶ δικαιότατος | 332 |
5 | ὁμοῦ ἔδοξεν εἶναι ὁ αὐτός, δύο ὀνόματα τέχνῃ μιᾷ | |
28.1e | ἐπιφημισάντων τῶν ποιητῶν. Εἰ δὲ ἐν τῷ παρόντι διέστη〈κεν καὶ διεστα〉σίασται πρὸς ἑαυτὴν ἡ τέχνη, μήπω σοι τοῦτο θαυμαστὸν φανῇ, πρὶν ἄν μοι δείξῃς καὶ τὴν τέχνην μίαν τὲ οὖσαν καὶ ἠθροισμένην, | |
5 | ἀλλ’ οὐ διαλαχοῦσαν τοῦ σώματος τὰ χωρία, ἄλλην ἄλλό τι, τὴν μὲν ὀφθαλμούς, τὴν δὲ νῶτα, τὴν δὲ ἄλλό τι μόριον, καὶ κινδυνεύουσαν, κατασμικρυνομένην ἑκά‐ στοτε εἰς λεπτὰ καὶ ἀγεννῆ μόρια, ἀφανισθῆναι παντά‐ | |
28.1f | πασι· καθάπερ τὴν Μακεδόνων φασὶν ἀρχὴν ἐμπε‐ σοῦσαν εἰς ἄνδρας πολλούς, οὐκ ἀξιουμένους βασιλείας ὅλης, μετὰ τὸν Ἀλέξανδρον. | |
28.2a | Τί δὴ οὖν ὁ Χείρων ἦλθεν ἡμῖν δεῦρο ἐπὶ τὸν | |
28.2b | λόγον; Φέρε, ἴδω μετὰ σοῦ, εἰ μὴ ἐν δέοντι, εἴπερ γάρ μοι καλεῖς τι ὀδύνην σώματος· καλεῖς μέντοι. | |
Ταύτης τοίνυν, εἰ μὲν ἐξ ἴσου τὸ σῶμα ὑποδύσαιτ’ ἄν, καὶ ἀνακραθεῖσα ἐπιεικῶς ὅλῳ διετάραξεν αὐτοῦ | 333 | |
5 | τὴν κατὰ φύσιν οὐσίαν, καθάπερ σίδηρον πῦρ, αὐτὸ τοῦτο, ὃ καλοῦμεν πῦρ· ὑποκοριζόμενοι δ’ οἱ ἰατρικοὶ μετέβαλλον τοὔνομα, ὡς ἔλαττον ἡμῖν τὸ δεινὸν φα‐ | |
28.2c | νούμενον, εἰ πυρετὸς καλοῖτο, ἀλλὰ μὴ πῦρ. Ἕτερον δ’ αὖ ἐστιν ὀδύνης γένος, ἐπειδὰν μόριον μὲν ᾖ τὸ τὴν αἰτίαν ἔχον καὶ τὴν πηγὴν τοῦ νοσήματος, ὁρμη‐ θὲν δὲ ἐντεῦθεν τὸ δεινὸν συνελκύσῃ τὲ καὶ συν‐ | |
28.2d | επισπάσηται τῇ ὀδύνῃ καὶ τὸ ἄλλο σῶμα πᾶν· καὶ ἔστιν οὕτω δή τις ὀξύτατος ὁ τοῦ ἀλγεῖν δρόμος ἐπὶ τὸ ὑγιαῖνον ἀπὸ τοῦ κάμνοντος, ὡς μάθοις ἂν τῷ προσπταίσματι ἄκρῳ τῷ ποδί· ἐκ γὰρ ὀνύχων, φασίν, | |
5 | ἐπὶ τὴν κεφαλὴν τὸ ἀλγεινὸν ἀκαρεὶ θεῖ. Τοῦτο δὲ οἴει γίγνεσθαι ἄν, εἰ μὴ ἐτύγχανεν ἡ ψυχὴ διειληφυῖα τὸ σῶμα πᾶν πάντοθεν, καὶ ἀνακεκραμένη αὐτῷ, κα‐ | |
28.2e | θάπερ τὸ φῶς τῷ ἀέρι; ἢ μᾶλλον οὑτωσὶ λέγωμεν· καθάπερ αἱ τῶν θυμιαμάτων ὀδμαὶ καὶ τοῖς πόρρω | |
οὖσιν προσέβαλλον, ἀνακεράσασαι τὸν διὰ μέσου ἀέρα τῇ εὐωδίᾳ· ἢ καθάπερ τὰ χρώματα ἐν ὀφθαλμοῖς πόρ‐ | 334 | |
5 | ρωθεν ἔρχεται ὡς ἐπιγράψαντα καὶ ταῦτα τὸν ἀέρα τῇ αὑτῶν φύσει· ταύτῃ νόμιζε καὶ τὴν ψυχὴν πανταχοῦ διεληλυθέναι, καὶ μηδὲν εἶναι ἄψυχον σώματος μέρος· | |
28.2f | τρίχας δὲ καὶ ὄνυχας ἐξαιρετέον λόγου· καὶ γὰρ τῶν δένδρων τὰ φύλλα· καὶ γὰρ ταῦτά ἐστιν, ὅσα ἐν | |
28.2g | φυτοῖς τὰ ἀναισθητότατα. Οὕτω δὴ πρὸς τὸ σῶμα ἡ ψυχὴ ἔχουσα, ἀνακέκραται αὐτοῦ ταῖς λύπαις καὶ ταῖς ἡδοναῖς. Καὶ τὸ ἀλγεῖν ἔστιν αἰτία μὲν σώματος, | |
28.2h | ψυχῇ δὲ πάθος. Μία μὲν δὴ αὕτη χορηγία ὀδύνης τῷ ἀνθρώπῳ. Δευτέρα δὲ ἥδε, ἔμπαλιν αὖθις αὖ | |
28.2i | πρὸς τὴν προτέραν ἔχουσα· ἀπὸ γὰρ τῆς ψυχῆς αὕτη ἔρχεται, καὶ τελευτᾷ ἐπὶ τὸ σῶμα. Ψυχῆς γοῦν κα‐ μούσης λύπῃ, συγκάμνει τοι σῶμα τὶ καὶ ὑποτήκεται τοῦτο μὲν ἐκ τῶν ὀφθαλμῶν ἀπολεῖβον δάκρυα, τοῦτο | |
5 | δὲ πᾶν ὠχραινόμενον καὶ ἰσχναινόμενον· ὁποῖα αἱ ἐξ ἐρώτων λῦπαι ἀπεργάζονται, καὶ διὰ πενίαν τρυχώσεις, καὶ διὰ πένθη ἀκοιμιστίαι. Ἀποπέμπουσιν δὲ τῷ σώ‐ ματι ὀδύνας καὶ θυμοὶ καὶ ὀργαὶ καὶ φθόνοι, καὶ τῶν τῆς ψυχῆς παρὰ μέλος κινημάτων οὐδὲν ὁτιοῦν. | 335 |
28.3a | Τί δὴ οὖν τούτων ἐπιμέμνημαι; Ὅτι τὸ ἀλγεῖν καὶ ἀπὸ ψυχῆς σώματι ἐπιπεμπόμενον, καὶ ἀπὸ σώματος ἐπὶ ψυχὴν παραγινόμενον, εἰκότως ἄρα δέοιτο ἂν καὶ ἰατρικῆς μιᾶς πρὸς ἀλυπίαν, καθάπερ ὁ Εὔριππος | |
5 | κυβερνητικῆς μιᾶς πρὸς εὔπλοιαν. Καὶ τοῦτο μὲν | |
28.3b | ταῦτά μοι ἔστω ἀποπεφασμένον· τὴν δὲ ἰατρικὴν αὐτήν, ἥτις ἀμυνεῖται τὰ δεινὰ ἀμφοτέρωθεν ἐπιόντα, τίς ἡμῖν λέξει; Ἐγὼ μὲν γὰρ ἀπορῶ, εἴ τινα ἐξευρήσω δεινὸν τὴν τέχνην κατὰ τὸν Χείρωνα κεῖνον, ἵνα μοι | |
5 | διπλᾶ τἀγαθὰ ἔλθῃ· καὶ οὔτε πιστεύω τῷ τεχνιτεύ‐ ματι (τὸ γὰρ ἔργον μέγα, τῆς Ὄσσης καὶ τοῦ Ὀλύμ‐ που ὑψηλότερον), οὔτε ἀπιστῷ κομιδῇ. Τί γὰρ οὐκ ἂν ἐθελήσασα πάντολμος ψυχὴ ἐπιτεχνήσαιτο; | |
28.4a | Διὰ μέσου δὴ ἥκων πίστεως καὶ ἀπιστίας, καὶ πρὸς | |
ἄγνοιαν τοῦ εἰδέναι τῇδέ μοι δοκῶ διαιτήσειν τὴν στάσιν. Ὑποπτεύω τοι μίαν μὲν εἶναι τὴν τέχνην, μὴ μέντοι δυοῖν, ψυχῆς καὶ σώματος, ἀλλὰ τῇ πραγματείᾳ | 336 | |
5 | τοῦ κρείττονος τὴν τοῦ ἑτέρου ἐλάττωσιν ἐξιωμένην. | |
28.4b | Ὑπῆλθεν γάρ με λέγοντα ὁμοῦ τὸ τοῦ Σωκράτους πρὸς τὸν Χαρμίδην, οὐκ αὐτὸ ἐκεῖνο, ἡ Θρᾴκιος ἐπῳδή, | |
28.4c | ἀλλὰ ἀντιστρόφως. Ὁ μὲν γὰρ φησὶν σὺν τῷ ὅλῳ ἰᾶσθαι καὶ τὸ μέρος, καὶ ἀδύνατον εἶναι σωτηρίαν παραγίνεσθαι τῷ μορίῳ, πρὶν καὶ τῷ παντὶ ἔλθῃ· ὀρθῶς λέγων, κἀγὼ πείθομαι, ὅσα γε ἐπὶ σώματος· | |
28.4d | ἐν δὲ τῇ ψυχῆς καὶ σώματος συζυγίᾳ ἀντιστρόφως φημὶ ἔχειν· ᾧ γὰρ ἂν τὸ μέρος καλῶς ἔχῃ, ἀνάγκη τὸ πᾶν τούτῳ ἔχειν καλῶς, οὐχ ὁποτερονοῦν τοῖν με‐ ροῖν, θάτερον δέ· ἡ γὰρ τοῦ χείρονος πρὸς τὸ κρεῖτ‐ | |
5 | τον ὁμιλία ἐκ τῆς τοῦ κρείττονος σωτηρίας ἀνάπτει τὸ | |
28.4e | χεῖρον· ἤ σοι δοκεῖ ἄνθρωπος ὑγιαίνων τῇ ψυχῇ λόγον τινὰ ποιεῖσθαι προσπεσούσης ὀδύνης καὶ τραυμάτων ἤ τινος ἄλλης κακουχίας σωμάτων; οὐδαμῶς μὰ Δία. | |
28.4f | Ἐκείνην δὴ τὴν ἰατρικὴν μαστευτέον καὶ βασανιστέον, καὶ ἐκείνην τὴν ὑγίειαν ποριστέον καὶ ἐκθηρατέον, ᾗ τάχα μὲν καὶ περὶ τουτὶ τὸ σῶμα ῥᾳστώνη ἕψεται, εἰ δὲ μή, πάντως γε ἡ ὑπεροψία τῶν ἐν αὐτῷ δεινῶν. | 337 |
29.1a(1t) | Τί τέλος φιλοσοφίας. | |
1 | Ὁ μὲν Κροτωνιάτης ἐρᾷ κοτίνου Ὀλυμπικῆς, ὁ δὲ Ἀθηναῖος νίκης τριηρικῆς, ὁ δὲ Σπαρτιάτης ὁπλιτικῆς, ὁ Κρητικὸς θήρας, ὁ Συβαρίτης χλιδῆς, ὁ Θηβαῖος αὐλῶν, ὁ Ἴων χορῶν· καὶ ἔτι δ’ αὖ ὁ μὲν χρηματιστὴς | |
5 | χρυσοῦ, ὁ δὲ φίλοινος μέθης, ὁ δὲ μουσικὸς ἔρωτος, | |
29.1b | ὁ δὲ φιλῳδὸς μελῶν, ὁ δὲ ῥήτωρ λόγων· τουτὶ δὲ τὸ θρέμμα, ὃν καλοῦσιν οἱ ἄνθρωποι φιλόσοφον, πότερα | |
ἀνέραστος ἡμῖν ἐστιν πάντων χρημάτων; Ἠλιθίου ἂν εἴη ὁ βίος, μή τι γε ζῴου ὁρῶντος καὶ ἐμπνεομένου | 338 | |
5 | καὶ κινουμένου καὶ φρονοῦντος, ἔχοντος ὁρμὰς καὶ αἰσθήσεις καὶ ὀρέξεις. Ἀλλὰ ἐφίεται μέν τινος, εἰπεῖν | |
29.1c | δὲ οὐκ ἔχει ξυλλήβδην ὀνόματι ἑνί, ὅτου ἐρᾷ. Εὐδαι‐ μονίας, φησί. Μακάριος τῆς εὐηθείας, εἰ οἴει τῶν παιδικῶν ἐκστήσεσθαί σοι ἕνα γέ τινα τῶν ἐκ τοῦ καταλόγου ἀνδρῶν, ἀλλ’ οὐκ ἀποκρίνεσθαι ἕκαστον, | |
5 | ὡς εὐδαιμονίας εἵνεκα ὁ μὲν ἀθλεῖ, ὁ δὲ πεινῇ, ὁ δὲ χρηματίζεται, ὁ δὲ κυνηγετεῖ, ὁ δὲ γεωργεῖ, ὁ δὲ πολε‐ | |
29.1d | μεῖ, ὁ δὲ ἐρᾷ, ὁ δὲ ᾄδει, ὁ δὲ λέγει. Ἤτοι, εἰ ὁ Σαρδανάπαλλος ἐκεῖνος, ὁ τὸ σῶμα ἐκτετριμμένος, καὶ τὼ ὀφθαλμὼ ἐκτετηκώς, καὶ τὴν χαίτην δια‐ | |
πεπλεγμένος, καὶ ἐν πορφυρίσιν κατορωρυγμένος, καὶ | 339 | |
5 | ἐν βασιλείοις κατακεκλεισμένος, καὶ παλλακίσιν ἀναμε‐ μιγμένος, ἄλλό τι ἐδίωκεν, οὐκ εὐδαιμονίαν; οὐ γὰρ | |
29.1e | δὴ κακοδαίμων ἑκὼν ἦν. Τί δέ; ὁ Πέρσης ὁ τὰ Αἰ‐ γυπτίων ἱερὰ ἀφανίζων πυρί, καὶ λοιδορούμενος τῷ ποταμῷ, καὶ καταθύων τὸν βοῦν τὸν Ἄπιν, ἄλλό τι | |
29.1f | ἢ καὶ οὗτος ἐπὶ ταὐτὰ σπεύδων ταῦτα ἔδρα; ὁ μὲν γὰρ Ξέρξης καὶ ἀμφισβητῆσαι ἄν μοι δοκεῖ πρὸς τὸν Δία περὶ εὐδαιμονίας (τοσοῦτον αὐτοῦ οἶμαι ἐπει‐ λῆφθαι αὐτῆς), καὶ ὅτι αὐτῷ ἡ Ἀσία πρὸς τὴν Εὐ‐ | |
5 | ρώπην ξυνεδεῖτο θαλαττίαις ὁλκάσιν εἰς γεφύρας σχῆμα | |
29.1g | ἐφημέρῳ δεσμῷ. Καὶ μὴν Ὁμήρῳ ὁ Ποσειδῶν ἰσοτι‐ μίαν ἄγει, παρὰ δὲ τούτου, ὡς ᾤετο, καὶ πληγὰς λαμ‐ βάνει, εἰς δεσμωτήριον ἐμβάλλεται. | |
29.2a | Τί λέγω βασιλεῖς βαρβάρους; οὐχ ὁρᾷς τὸν Πεισί‐ στρατον τὸν Ἕλληνα, τὸν Ἀθηναῖον ἐπὶ τὴν ἀκρό‐ | |
πολιν ἀεὶ θέοντα, ὥσπερ τῆς εὐδαιμονίας αὐτῷ κατ‐ ορωρυγμένης ἐκεῖ σὺν τῇ ἐλαίᾳ τῇ παλαιᾷ, κἂν ἐκπέσῃ, | 340 | |
29.2b | μὴ ἀνεχόμενον καθ’ ἡσυχίαν ζῆν; Πολυκράτην μὲν γὰρ οὐδὲ τὸ ἐξ Αἰγύπτου νουθέτημα ἔπεισεν μὴ φρονεῖν μέγα ἐπὶ εὐδαιμονίᾳ, ὅτι ἐκέκτητο θάλατταν Ἰωνικήν, καὶ τριήρεις πολλάς, καὶ σφενδόνην καλήν, καὶ Ἀνα‐ | |
5 | κρέοντα ἑταῖρον, καὶ παιδικὰ Σμερδίην. Ἀλλ’ οἵδε μὲν ἐοίκασιν οἱ δυνάσται ἐξηπατημένοις ὑπὸ ἁβρό‐ | |
29.2c | τητος καὶ ἡδονῆς, εὐπροσώπων κακῶν. Ὁμήρου δὲ οὐκ ἀκούεις ἐγκωμιάζοντος τοὺς Αἰακίδας, ὅτι ἦσαν ἄνδρες | |
5 | .... πολέμῳ κεχαρηότες, ἠΰτε δαιτί; Καὶ τί ἂν εἴη πολέμου ἀχαριστότερον; ἀλλὰ καὶ ὣς τὸ ἄχαρι δήπου πρᾶγμα ἔτυχεν καὶ τοῦτο οὐ φαύλων | |
29.2d | ἐραστῶν. Οἷος ἦν καὶ ὁ Φίλιππος αὖθις ποτέ, ᾧ κατὰ Μακεδονίαν ἐξὸν μένειν, καὶ ζῆν ἐπὶ τοῖς Ἀμύντου ἀγαθοῖς, καὶ τῇ Περδίκκου εὐδαιμονίᾳ, ἐζήτει ταύτην | |
περϊιὼν ἄλλοθι, ὥσπερ ἐκπεπτωκυῖαν τῆς Μακεδόνων | 341 | |
29.2e | γῆς. Καὶ διὰ τοῦτο, ὡς ἔοικεν, Τριβαλλοῖς ἐπολέμει, Ἰλλυριοῖς ἐπῄει, ἐπολιόρκει Βυζάντιον, κατέσκαπτεν Ὄλυνθον, Ἀθηναίους ἐξηπάτα, Θετταλοῖς συνετίθετο, Θηβαίοις ἐσπένδετο, Ἐλάτειαν ἐλάμβανεν, Φωκέας ἀν‐ | |
5 | ίστη, ἐπιώρκει, ἐψεύδετο, ἐπηροῦτο· οὐδὲν ἦν Φιλίππῳ ἀπώμοτον, οὐ ῥῆμα, οὐκ ἔργον, οὐκ αἰσχύνη, οὐκ | |
29.2f | ἀδοξία. Ἐρώμεθα τὸν Φίλιππον· ‘Τίνος ἀντικαταλ‐ λάττῃ πόνους τοσούτους, καὶ κινδύνους πραγμάτων, καὶ πηρώσεις σωμάτων; κακοδαιμονίας ἐρᾶς;‘ Γελοῖον τὸ ἐρώτημα. Ἀλλ’ οὐχ εὗρε δήπου τὸ ζητούμενον ὁ Φί‐ | |
5 | λιππος, ἀλλ’ ἐξανασ〈τᾶσα ἔλα〉θεν αὐτὸν ἡ εὐδαιμονία. Καὶ διὰ τοῦτο ὁ Ἀλέξανδρος, χαίρειν τὲ τῇ Εὐρώπῃ φράσας, ὡς ἐρήμῳ ἀγαθῶν, εἰς τὴν Ἀσίαν ἐπεραιοῦτο, ὑποπτεύων τὴν εὐδαιμονίαν ἢ ἐν Σάρδεσιν ἐν τῷ χρυσῷ ψήγματι κατορωρύχθαι, ἢ ἐν Καρίᾳ ἐν τοῖς | |
10 | Μαυσωλοῦ θησαυροῖς, ἢ ἐν τοῖς Βαβυλωνίων τεί‐ χεσιν, ἢ ἐν τοῖς Φοινίκων λιμέσιν, ἢ ἐν ταῖς Αἰγυπ‐ | |
29.2g | τίων ἠόσιν, ἢ ἐν ταῖς Ἀμμωνίων ψάμμοις. Οὐκ ἐξ‐ ήρκεσεν δ’ αὐτῷ οὐ Δαρεῖος φεύγων, οὐκ Αἴγυπτος | |
ληφθεῖσα, οὐκ Ἄμμων πατήρ, οὐ Βαβυλὼν ἁλοῦσα· | 342 | |
29.2h | ἀλλ’ ἐπὶ τὴν Ἰνδῶν γῆν ἔδραμεν αὐτοῖς ὅπλοις. Ἐρώ‐ μεθα τὸν Ἀλέξανδρον τὴν αἰτίαν τοῦ δρόμου· ‘Τί πο‐ θεῖς; τίνος ἐρᾷς; ἐπὶ τί σπεύδεις;‘ Ἄλλο τί φησίν, ἢ εὐδαιμονίαν; | |
29.3a | Ἔα μοι τοὺς βασιλεῖς καὶ τοὺς δυνάστας. Τὰ δη‐ μοτικὰ οὐχ ὁρᾷς; ὡς πᾶς ἀνὴρ πανταχόθεν ἐπὶ ταὐτὸ θεῖ, ὁ μὲν γῆς ἁπτόμενος, ὁ δὲ περὶ θάλατταν πρα‐ γματευόμενος, ὁ δὲ περὶ πολέμους ἀσχολούμενος, ὁ δὲ | |
5 | περὶ λόγους σχολὴν ἄγων, ὁ δὲ γάμον λαμβάνων, ὁ δὲ παῖδας τρέφων, ὁ δὲ λῃστεύων, ὁ δὲ ὑβρίζων, ὁ δὲ δωροδοκῶν, ὁ δὲ μοιχεύων, ὁ δὲ μισθοφορῶν· κινδυ‐ νώδεις ὁδοὺς καὶ σφαλερὰς οἱ πολλοὶ ἰόντες, ἐπ’ αὐ‐ τῶν τῶν κρημνῶν καὶ τῶν βαράθρων· οὓς οἰκτείραι | |
10 | ἄν τις· τοῦτο δὲ οὐκ, ἂν λάθωσιν. Καὶ οὗτοι μὲν σπουδαστικοί τινες τοῖς βίοις· τὸ δὲ ἀργὸν καὶ ἀλύον τοῦτο πλῆθος, ἆρα καὶ τοῦτο προήκατο τὴν τοῦ ἀγα‐ | |
29.3b | θοῦ ἐλπίδα; οὐδαμῶς μὰ Δία. Οὐ γὰρ ἂν οὔτε οἱ κόλακες πράγματα εἶχον τὰς τῶν πλησίον ἐπιθυμίας θεραπεύοντες, οὔτε οἱ βωμολόχοι τῶν θαλιῶν καὶ γε‐ | |
λώτων ἐκθηρώμενοι γενέσεις τὲ καὶ ἀγωγάς, οὔτε οἱ | 343 | |
5 | τὰ θαύματα ἐπιδεικνύμενοι, ἐκκλώμενοί τε καὶ στρε‐ βλούμενοι τὰ σώματα, οὔτε ἄλλος ἄλλό τι ἐπιμηχανώ‐ μενος σπουδῇ, κἂν μάταιον ᾖ. | |
29.4a | Ἦλθεν εἰς Βαβυλῶνα ἀνὴρ Ἴων παρὰ τὸν μέγαν βασιλέα, τέχνην τινὰ ἐπιδεικνύμενος διαφέρουσαν εὐ‐ μηχανίᾳ. Ἁμάξας στέατος ποιούμενος μικρὰς στρογ‐ γύλας, κατὰ βελόνης ὀρθίου πόρρωθεν ἀφιείς, τῆς | |
5 | βελόνης ἄκρας ἐτύγχανεν, καὶ ᾤετο δήπου μέγα εἶναι αὐτῷ ἀγαθὸν τὴν εὐστοχίαν τῆς βελόνης, οὐχ ἧττον ἢ | |
29.4b | ὁ Ἀχιλλεὺς τὴν τῆς μελίας τῆς ἐκ τοῦ Πηλίου. Καὶ ἐν Λιβύῃ ἀνὴρ Λίβυς, Ψάφων ὄνομα, ἐραστὴς εὐδαι‐ μονίας οὐ ταπεινῆς, μὰ Δία, οὐδὲ τῆς περιθεούσης | |
29.4c | ταύτης, ἀλλὰ ἤθελεν γὰρ θεὸς εἶναι δοκεῖν· ξυλλαβὼν οὖν τῶν ᾠδικῶν ὀρνίθων πολλούς, ἐδίδασκεν ᾄδειν | |
τοὺς ὄρνιθας· ‘Μέγας θεὸς Ψάφων·‘ καὶ ἠφίει αὖθις ἐπὶ τὰ ὄρη. Οἱ δὲ οἱ αὐτοί τε ᾖδον, καὶ οἱ ἄλλοι | 344 | |
29.4d | ὄρνιθες ἐθιζόμενοι τῇ φωνῇ. Λίβυες δὲ θείαν νομί‐ σαντες εἶναι τὴν φήμην, ἔθυον Ψάφωνι, καὶ ἦν αὐτοῖς θεὸς ὑπὸ ὀρνίθων κεχειροτονημένος· οὐδὲν οἶμαι τοῦ Περσικοῦ φαυλότερος, ὃν οὐ πρότερον προσεκύνησαν | |
5 | Πέρσαι, πρὶν αὐτὸν ἐχειροτόνησεν ἐπὶ τὴν ἀρχὴν ὑβριστὴς ἵππος. | |
29.5a | Οὕτως ἄρα οὐδὲν ἕτερον ἑτέρῳ ὁμολογεῖ τῶν ἀν‐ θρωπίνων, ἀλλὰ πάντες ἔρωτος κοινωνοῦντες ἑνὸς τοῦ πρὸς τὸ ἀγαθόν, ἵενται πολλὰς καὶ παντοδαπὰς ὁδούς, ἄλλος ἄλλης πράξεως νενεμημένος καὶ μοῖραν καὶ τύ‐ | |
5 | χην. Καὶ κοινὸς μὲν πᾶσιν ὁ τοῦ ἀγαθοῦ πόθος, τυγχάνει δὲ τοῦ ζητουμένου οὐδὲν μᾶλλον ἄλλος ἄλλου· | |
29.5b | ἀλλὰ ὥσπερ οἱ ἐν σκότῳ χρυσὸν καὶ ἄργυρον μαστεύ‐ οντες, ἄποροι ὄντες τοῦ τὸ θηρώμενον ἐλέγξοντος φθόγγου, βρίθει καὶ ἐπαφῇ ἄπιστον εἰκασίαν λαβόντες, περιπίπτοντες ἀλλήλοις καὶ διαδάκνοντες, οὔτε ἀφιέναι | |
5 | τολμῶσιν, μὴ ἄρα ἔχωσιν, οὔτε παύσασθαι πονού‐ | |
29.5c | μενοι, μὴ ἄρα οὐκ ἔχωσιν· ἔνθα δὴ θόρυβος, καὶ στά‐ σεις, καὶ παρακελεύσεις· φωναὶ ζητούντων, στενόντων, διωκόντων, ὀδυρομένων, ἁρπαζόντων, ἀφαιρουμένων· | |
καὶ βοῶσιν μὲν πάντες καὶ παιωνίζουσιν, ὡς δῆτα | 345 | |
5 | ἐντετυχηκότες τῷ ἀγαθῷ, ἔχει δὲ οὐδείς, ὑπὸ δὲ ἀπι‐ στίας τὰ τοῦ πλησίον ἕκαστος ῥήματα διερευνᾶται. | |
29.6a | Τοῦτο τὸ πάθος ταράττει τὴν γῆν καὶ τὴν θά‐ λατταν, τοῦτο ἀθροίζει τὰς ἐκκλησίας, τοῦτο συνάγει τὰ δικαστήρια, τοῦτο πληροῖ τὰ δεσμωτήρια, τοῦτο πήγνυσιν ναῦν, τοῦτο τριήρεις καθέλκει, τοῦτο πολέ‐ | |
5 | μους συντάττει, τοῦτο ἀνεβίβασεν ἐπὶ ἵππους ἱππέας, | |
29.6b | ἐπὶ ἅρματα ἡνιόχους, ἐπὶ ἀκρόπολιν τυράννους. Διὰ τοῦτο ξεναγοί, διὰ τοῦτο μισθοφόροι, ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμα‐ θύνει, | |
5 | τέκνα δέ τ’ ἄλλοι ἄγουσι βαθυζώνους τὲ γυ‐ ναῖκας. Καὶ ἄλλων μυρίων κακῶν ἀνέχονται οἱ ἄνθρωποι δι’ | |
29.6c | οὐδὲν ἄλλο, ἢ δι’ ἐλπίδα ἀγαθοῦ καὶ ἄγνοιαν. Ἐν‐ έφυσεν γάρ τι ὁ θεὸς ζώπυρον τῷ τῶν ἀνθρώπων γένει τῆς προσδοκίας τοῦ ἀγαθοῦ, ἀπέκρυψεν δὲ αὐτοῦ τὴν εὕρεσιν· | |
5 | ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος· | |
29.6d | οὐ γὰρ ἐξαπατήσει με Ὅμηρος τῷ ὀνόματι. Ὁρῶ τὸ μῶλυ, καὶ συνίημι τοῦ αἰνίγματος, καὶ σαφῶς οἶδα, ὡς χαλεπὸν εὑρεῖν τὸ χρῆμα τοῦτο | |
ἀνδράσι γε θνητοῖσι· θεοὶ δέ τε πάντα ἴσασιν. | 346 | |
29.7a | Νῦν δὲ τοῖς ἀνθρώποις περὶ μὲν ἀτόπου λέβητος ὁ Ἀπόλλων λέγει ἑψομένου ἐν Λυδοῖς, καὶ τὸ ξύ‐ λινον τεῖχος λέγει, καὶ τὸ στένυγρον ἰσθμόν, καὶ σεισμὸν μέλλοντα, καὶ ἐπιόντα πόλεμον, καὶ κατιόντα | |
29.7b | λοιμόν· τὸν δὲ τούτων πρεσβύτερον χρησμὸν οὐ λέγει, ὅπως πόλεμος μὴ γένηται, πῶς τείχους μὴ δεηθῶ, πῶς | |
29.7c | λοιμὸν μὴ φοβηθῶ. Ἀλλ’ ὁ μὲν Ἀπόλλων ταῦτα ἐκ Δελφῶν οὐ λέγει, οὐδὲ ὁ Ζεὺς ἐκ Δωδώνης λέγει, οὐδὲ ἐξ ἄλλης γῆς ἄλλος θεός· φιλοσοφία δὲ λέγει. | |
29.7d | Ὢ χρησμοῦ καλοῦ, καὶ μαντικῆς πολυωφελεστάτης· πείσομαι τῇ χρησμῳδίᾳ, ἐὰν ὡμολογημένην ταύτην ἴδω. Ἀστασίαστόν μοι χρησμὸν λέγε· τοιαύτης δέομαι μαν‐ | |
29.7e | τικῆς, ᾗ πεισθεὶς βιώσομαι ἀσφαλῶς. Ποῖ πέμπεις τὸ τῶν ἀνθρώπων γένος; τίνας ὁδούς; ἐπὶ ποῖον τέλος; | |
29.7f | ἓν τοῦτο ἔστω, κοινὸν ἔστω. Νῦν δὲ καὶ φιλοσοφίας ὁρῶ πολλὰς ἀποικίας, ἄλλον ἀλλαχοῦ στελλόμενον· ὡς | |
ἐπὶ Βοιωτίαν Κάδμον, ὡς Ἀρχίαν ἐπὶ Συρακούσας, ὡς Φίλανθον ἐπὶ Τάραντα, ὡς Νηρέα ἐπὶ Μίλητον, | 347 | |
29.7g | ὡς Τληπόλεμον ἐπὶ Ῥόδον. Ἢ τὴν μὲν γῆν ἀνάγκη νενεμῆσθαι τοῖς τόποις, καὶ οἰκεῖν ταύτης ἄλλους ἄλλην μοῖραν· τὸ δὲ ἀγαθὸν ἕν, ἀνέμητον, ἄφθονον, ἀνενδεές, πολυαρκὲς πάσῃ φύσει λογιστικῇ καὶ διανοητικῇ· ὡς | |
5 | ἥλιος εἷς ἀγαθὸν ἓν φύσεως ὁρατικῆς, καὶ μουσικὴ μία ἀγαθὸν ἓν φύσεως ἀκουστικῆς, καὶ ὑγίεις μία | |
29.7h | φύσεως σαρκίνης. Ἀλλὰ τοῖς μὲν ἄλλοις ζῴοις κατ’ ἀγέλην ἑκάστην ἀποκέκριται πρὸς σωτηρίαν ἀγαθὸν ἕν, καὶ κοινωνεῖ ἴσου βίου καὶ τέλους ἑνὸς τὰ ὅμοια τοῖς ὁμοίοις, ἕκαστα ἑκάστοις, τὰ πετόμενα, τὰ βαδί‐ | |
5 | ζοντα, τὰ ἕρποντα, τὰ τὴν ὑγρὰν δίαιταν ἀσπαζόμενα, τὰ σαρκοφάγα, τὰ ποιηφάγα, τὰ καρποφάγα, τὰ ἀγε‐ λαστικά, τὰ ἥμερα, τὰ ἄγρια, τὰ εὔκερω, τὰ ἄκερω· κἂν μεταθῇς τοὺς βίους, παρανομεῖς περὶ τὴν φύσιν. | |
29.7i | Τὴν δὲ τῶν ἀνθρώπων ἀγέλην, τὴν σύννομον, τὴν | |
ἡμερωτάτην, τὴν κοινωνικοτάτην, τὴν λογικωτάτην, κινδυνεύει διαλύειν καὶ διασπᾶν οὐκ ἐπιθυμία δημώ‐ δης μόνον, οὐδὲ ὀρέξεις ἄλογοι, οὐδὲ ἔρωτες κενοί, | 348 | |
29.7k | ἀλλὰ καὶ τὸ βεβαιότατον τῶν ὄντων φιλοσοφία· πολ‐ λοὺς καὶ αὕτη δήμους ποιεῖ καὶ νομοθέτας μυρίους, διασπᾷ καὶ διασκίδνησιν τὴν ἀγέλην, καὶ πέμπει ἄλλον ἀλλαχοῦ, Πυθαγόραν μὲν ἐπὶ μουσικήν, Θαλῆ δὲ ἐπὶ | |
5 | ἀστρονομίαν, Ἡράκλειτον δὲ ἐπὶ ἐρημίαν, Σωκράτην δὲ ἐπὶ ἔρωτας, Καρνεάδην δὲ ἐπὶ ἁγνείαν, Διογένην | |
29.7l | ἐπὶ πόνους, Ἐπίκουρον ἐφ’ ἡδονήν. Ὁρᾷς τὸ πλῆθος τῶν ἡγεμόνων· ὁρᾷς τὸ πλῆθος τῶν συνθημάτων. Ποῖ τις τράπηται; ποῖον αὐτῶν καταδέξωμαι; τίνι πεισθῶ | |
τῶν παραγγελμάτων; | 349 | |
30.1a(1t) | Περὶ ἡδονῆς, ὅτι εἰ καὶ ἀγαθόν, | |
2t | ἀλλ’ οὐ βέβαιον αʹ | |
1 | Χαλεπὸν ἐσθλὸν ἔμμεναι, κατὰ παλαιὸν ᾆσμα. Πότερα δὲ ἵππῳ χαλεπὸν ἐσθλὸν | |
30.1b | ἔμμεναι τὴν ἵππου ἀρετήν, καὶ κυνὶ τὴν κυνός; ἢ ἵππῳ μὲν καὶ κυνὶ οὐ χαλεπὸν τὸ οἰκεῖον ἀγαθόν, ἀλλὰ ῥᾳστώνη τούτων ἑκάστῳ ἐπιλαβέσθαι τῆς αὑτοῦ ἀρετῆς, εἰ ὁ μὲν ἵππος ὑπὸ τέχνης πωλευθείη καλῶς, | |
30.1c | ὁ δὲ κύων ἐν θήρᾳ σκυλακευθείη δεξιῶς· τῷ δὲ ἀν‐ θρώπῳ μόνῳ δυσθήρατον τὸ ἀγαθὸν καὶ δύσληπτον καὶ ἀμφισβητήσιμον, καὶ οὐδεμία πω ἐξεύρηται τέχνη, | 350 |
30.1d | ὑφ’ ἧς, 〈εἰ〉 παιδευθείη τουτὶ τὸ γένος, οὐ παρέξει τοῖς σοφισταῖς προφάσεις λόγων καὶ διαγωνίας καὶ ὁμιλίας, οὐδὲ ἀφαιρήσει αὐτοῦ τὴν ἐλπίδα τοῦ τέλους, οὐδὲ προήσεται τὴν σωτηρίαν, διὰ τὸ ἀστάθμητον τῶν λό‐ | |
5 | γων ὑποτετμημένος ταῖς προσδοκίαις, οὐδὲ ἀμελήσει τοῦ μανθάνειν, οὐδὲ πείσεται, ὅπερ τῶν πλεόντων οἱ ναυσιῶντες δὴ καὶ θαλάττῃ πρῶτον ἐντετυχηκότες· | |
30.1e | οὓς ἐὰν καὶ σμικρὸς ὑπολάβῃ κλύδων, ἐκπλαγέντες τῇ ἀηθείᾳ, καὶ καταλιπόντες τὴν ναῦν, καὶ ἀμελήσαντες τῆς σωζούσης τέχνης, παρέδωκαν αὑτοὺς τῷ κύματι, | |
30.1f | καὶ προαναλώθησαν τῆς νεώς· τοιοῦτόν τι γάρ μοι δοκοῦσιν δρᾶν καὶ ὅσοι φιλοσοφίας ἐπιλαμβανόμενοι, ἐμπεσόντες αὐτῆς ταῖς πολυφωνίαις, οὐχ ὑπομένουσιν τὸν τῆς ψυχῆς σάλον, ἀλλ’ ἀπεγνώκασιν τοῦ λόγου, | 351 |
5 | ὡς στησομένου ποτὲ καὶ καθορμιοῦντος αὐτοὺς εἰς ἑδραίους λιμένας. | |
30.2a | Ἢ ἀγνοεῖς, ὅτι ἀνθρώπων δόξαι καὶ παθήματα, καὶ αἱ τούτων αἰτίαι καὶ γενέσεις, καὶ ἐπανορθώσεις, καὶ σωτηρίαι, ὑπὲρ ὧν οἱ φιλόσοφοι ὁσημέραι πρα‐ γματεύονται καὶ λέγουσιν, χρῆμα οὐ στενόν, οὐδὲ | |
5 | ἁπλοῦν, οὐδὲ ἐοικὸς τοῖς εὐθυπόροις τῶν ποταμῶν, οἷς ἐστιν παραδόντα τὴν ναῦν ἀφεῖναι τῷ ῥεύματι | |
30.2b | κατάγειν αὐτὴν ὡμολογημένας ὁδούς; Ἀλλ’ ἔστιν γὰρ κἀνταῦθα πέλαγος πλατὺ καὶ μέγα, παντὸς Σικελικοῦ καὶ Αἰγυπτίου πολυπλανέστερον· ἡ δὲ τέχνη οἶδεν τὴν ὁδόν, καὶ πρὸς τὸν οὐρανὸν ἀφορᾷ, καὶ τοὺς λιμένας | |
30.2c | γνωρίζει. Πέπονθεν δὲ αὐτὸ ἐκεῖνο, ὅπερ καὶ τῶν κυβερνητῶν οἱ πολλοί· ἐφίεται μὲν γὰρ ἕκαστος τοῦ εἰδέναι, ἀπολείπονται δὲ οἱ πολλοὶ τοῦ ὀρθῶς εἰδέναι· | |
30.2d | καὶ τῶν μὲν λιμένων ἀστοχοῦσιν, ἐκφέρονται δ’ οἱ μὲν | |
ἐπὶ ῥαχίας δυσχερεῖς, οἱ δὲ ἐπ’ ἠϊόνας μαλθακάς, οἱ δὲ ἐπὶ τὰς Σειρῆνας, οἱ δὲ ἐπὶ τοὺς Λωτοφάγους καὶ ἄλλους ἄνδρας ἢ διὰ μοχθηρίαν ἀξένους, ἢ δι’ ἀμα‐ | 352 | |
30.2e | θίαν ἀθέους, ἢ ὑφ’ ἡδονῆς διεφθαρμένους· εἰ δέ που τίς ἐστιν ἀγαθὸς καὶ εὔστοχος κυβερνήτης, εὐθὺ τῶν λιμένων χωρεῖ τῶν ἀσφαλεστάτων, ἔνθ’ οὐ χρεὼ πείσματός ἐστιν, | |
5 | οὔτ’ εὐνὰς βαλέειν, οὔτε πρυμνήσι’ ἀνάψαι. | |
30.2f | Τίς οὖν ἐστιν ὁ κυβερνήτης οὗτος; καὶ τίνι φέροντες | |
30.2g | ἑαυτοὺς ἐπιτρέψομεν; Μήπω με τοῦτο, ὦ τάν, ἔρῃ, πρὶν ἂν τοὺς ἄλλους ἴδῃς καὶ ἐξετάσῃς· καὶ πρῶτόν γε αὐτῶν τὸν ἁβρὸν τοῦτον καὶ ἥδιστον κυβερνήτην ἡδίστης νεὼς τῆσδ’ ἐκ γῆς ἰδεῖν, ἐν δὲ τῷ πλῷ ἀχρειο‐ | |
5 | τάτης καὶ πονηρᾶς ἀεὶ καὶ δυσέργου ταῖς ὑπηρεσίαις, καὶ ἐκτετμημένης τὰ ὄργανα, καὶ πρὸς τὰς τοῦ χει‐ μῶνος ἐμβολὰς ἀσθενεστάτης καὶ ἐνδοσίμου. | |
30.3a | Ἐπεὶ δὲ ὁ λόγος οὐκ οἶδ’ ὅπως εἰκόνος θαλαττίας ἐπελάβετο, μὴ ἀφῶμεν αὐτὸν ἀπελθεῖν ἡμῖν, πρὶν ἐξ‐ εργάσηται σαφῶς τὴν γραφήν, εἰκάζων τὴν Ἐπικούρου | |
30.3b | φιλοσοφίαν βασιλικῇ ὁλκάδι Ἀσιήτου βασιλέως. Λέγω δὲ οὐ μῦθον πλάττων, ἀλλὰ οὐ πολὺς χρόνος, ὅτε ἐξ Αἰγύπτου ἐς Τροίαν ἔπλει βασιλεὺς τῶν ὑπὲρ Φοι‐ νίκης βαρβάρων, ἐκείνων τῶν ἀνδρῶν, | 353 |
5 | οἳ οὐκ ἴσασιν θάλατταν, οὐδὲ ἀλέγουσιν τοῦ Αἰγιόχου Διὸς οὐδὲ θεῶν μακάρων. | |
30.3c | Παρεσκευάσατο δὴ μέλλων πλεῖν ὁ ἄθεος οὗτος καὶ ἀθάλαττος βασιλεὺς μεγάλην καὶ εὐρύχωρον ναῦν, ἵνα | |
30.3d | αὐτῷ πᾶσαι αἱ ἡδοναὶ συμπλέωσιν· τὸ μὲν γὰρ αὐτῆς βασίλεια ἦν, οἷα κάλλισται παστάδες, καὶ εὐναί, καὶ δρόμοι· ἔκτοσθεν δ’ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων | |
5 | τετραμμένος, καὶ δένδρα ἐπεφύκεσαν, ῥοιαί, καὶ ὄγχναι, καὶ μηλέαι, | |
30.3e | καὶ ἄμπελοι· τὸ δὲ αὐτῆς λουτρὸν ἦν, καὶ γυμνάσιον· τὸ δὲ ὀψοποιοῖς χώρα· τὸ δέ, θάλαμοι παλλακίσιν· τὸ δέ, συμπόσιον· τὸ δέ, ἄλλό τι μέρος τρυφώσης πόλεως. | |
30.3f | Περιεβέβλητο δὲ ἡ ναῦς πολλὰς μὲν χρόας ἡδίστας | |
ἰδεῖν, πολὺν δὲ χρυσὸν καὶ ἄργυρον· καὶ διέφερεν οὐδὲν ἀνδρὸς δειλοῦ κεκοσμημένου ὅπλοις χρυσοῖς. | 354 | |
30.3g | Ἐθαύμαζον οἷον τὸ θέαμα οἱ Αἰγύπτιοι, καὶ τὸν ἐπι‐ βάτην ἐμακάριζον, καί που τὶς εὔξατο ναύτης γενέ‐ | |
30.3h | σθαι ἡδίστης νεώς. Ἐπεὶ δὲ ὥρα ἀνάγεσθαι ἦν, ἐξέπλει μὲν ἡ μεγάλη αὕτη ναῦς καὶ πολυτελής, καὶ ἀπεσά‐ λευεν τῶν λιμένων, καθάπερ νῆσος πλωτή. Ἐξέπλεον δὲ καὶ αἱ ἄλλαι ὁλκάδες αἱ δημοτικαί, εὔζωνοι καὶ | |
30.3i | πρὸς τὴν χρείαν παρεσκευασμέναι. Μέχρι μὲν ἦν τὸ πνεῦμα πρᾶον, ἐκράτει ταῖς ἡδοναῖς ἡ βασιλικὴ ναῦς, καὶ κνίσης ἦν πάντα μεστά, αὐλῶν, συρίγγων τὲ ἐνοπῆς, ὁμάδου τὲ ἀν‐ | |
5 | θρώπων. | |
30.3k | Ἐπεὶ δὲ ἐξ αἰθρίας ἄφνω χειμὼν ἐπετάραξεν τὸν αἰ‐ θέρα, καὶ πνεῦμα κάτεισι λάβρον σὺν πολλῷ πατάγῳ, | |
30.3l | ἔγνωσαν τότε, τίς μὲν ἡδονῆς χρεία, τίς δὲ τέχνης. Αἱ μὲν γὰρ ἄλλαι ὁλκάδες ξυνενεικάμεναι τὰ ἱστία πρὸς | |
τὸν κλύδωνα ἡμιλλῶντο, καὶ τὸ πνεῦμα ἔφερον, καὶ | 355 | |
30.3m | τὴν ἐμβολὴν τοῦ κακοῦ ἀπεμάχοντο· ἡ δὲ κακοδαίμων ἐκείνη ναῦς περιεφέρετο, καθάπερ ἀνδρὸς σῶμα μέγα, | |
30.3n | καρηβαροῦν, καὶ ὑπὸ μέθης σφαλλόμενον· καὶ οὔτε ὁ κυβερνήτης ὅ, τι χρήσαιτο τῇ τέχνῃ εἶχεν, ὅ, τε ἁβρὸς | |
30.3o | ἐκεῖνος ὄχλος ἔκειτο ἐκπλαγὴς καὶ στένων· κατήριπεν δὲ ὁ χειμὼν τὰ θαυμαστὰ ἐκεῖνα πάντα, πολλὰ δ’ ὅ γε προθέλυμνα χαμαὶ βάλε δούρατα μακρά· | |
5 | διελύετο δὲ καὶ ἡ βασιλεία, καὶ οἱ θάλαμοι, καὶ τὰ λουτρά, καὶ ἐξέπιπτεν εἰς γῆν πόλεως ναυάγια· | |
30.3p | οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν κύμασιν ἐπιφορέοντο. | |
30.3q | Τοῦτο τέλος ἀνοήτου ἐπιβάτον, καὶ ἀχρήστου νεώς, καὶ ἀκαίρου τρυφῆς. Ἐπανάγωμεν δὲ αὖθις ἐπὶ τὸν λόγον, ὡς τὴν εἰ‐ | |
304*a | κόνα ταύτην παρελάβομεν. Ἔοικεν γὰρ ἀμέλει καὶ οὗτος οὐ πλοῦν βραχύν, οὐδὲ ἡμερῶν ὀλίγων ἡμῖν δρόμον διαγωνιουμένοις, ἀλλὰ τὸν τοῦ ζῆν ξύμπαντα χρόνον νομοθετεῖν ἡδονὰς οὐδὲν τῶν θαλαττίων ἐκεί‐ | |
304*b | νων ἀσφαλεστέρας· μήπω γάρ τις ἡμᾶς πειθέτω λόγος, ὡς οὐκ ἀγαθὸν ἡδονή, ἀλλὰ ἀγωνιζέσθω, ἐὰν πεῖσαι δυνηθῇ, 〈ὡς ἀσφαλήσ〉. Εἰ δὲ μεταβάλλειν μὴ δυνηθῇ, ἀνέξομαι, ἡδόμενος τὸν πάντα χρόνον, καὶ ἀμελήσω τῆς | 356 |
5 | ἀρετῆς, ἐάν μοι δείξῃς ἡδονὴν ἀσφαλῆ καὶ λύπης ἀμιγῆ, | |
304*c | ἡδονὴν ἀμετάγνωστον, ἡδονὴν ἐπαινουμένην. Δείξεις δέ πως οὐ μᾶλλον, ἢ λύπην· οὐδὲν γὰρ ὑγιὲς οὐδὲ εἰλι‐ κρινὲς τούτων κατεστήσατο τοῖς ἀνθρώποις ἡ φύσις, ἀλλὰ ἀναμέμικται πανταχοῦ τὰ λυπηρὰ τοῖς ἡδέσιν, ἑκάτερον | |
5 | ἐν ἑκατέρῳ φυρόμενον· ἀνάγκη δὲ αἱρούμενον θάτερον | |
304*d | καὶ τοῦ ἄλλου μετέχειν εὐθύς· ἅτε γὰρ ἀλλήλοις συμ‐ πεφυκότα, τὸ ἕτερον τῷ ἑτέρῳ ἐπιρρεῖ, καὶ ἀντικαταλ‐ | |
304*e | λάττεται τὰς γενέσεις, καὶ ἀμείβει τὰς συνουσίας. Ὑπὸ δὲ τῆς παλιρροίας ταύτης ψυχὴ κυκωμένη, πῶς ἄν ποτε ἐπιλάβοιτο ἀλυπίας, συνοῦσα ἀγαθοῖς ἐστερημέ‐ | |
304*f | νοις; Ἐγὼ καὶ θαλάττῃ διὰ τοῦτο ἀπιστῶ, κἂν νήνε‐ | |
μος ᾖ, κἂν γαλήνην ἔχῃ· ὑποπτεύω γὰρ αὐτῆς τὴν ἡσυχίαν· εἰ δέ με βούλει πιστεῦσαι γαλήνῃ, ἄγε λα‐ βὼν εἰς πέλαγος ἀσφαλές, | 357 | |
5 | ἔνθ’ οὐκ ἔστ’ ... οὔτ’ ἂρ χειμὼν πολύς, οὔτέ ποτ’ ὄμβρῳ δεύεται, .... ἀλλὰ μάλ’ αἴθρη πέπταται ἀννέφελος, λευκὴ δ’ ἐπιδέδρομεν αἴγλη. | |
304*g | Συγκεκλήρωται δὲ καὶ ἡ ψυχὴ τοιούτῳ πάθει· καὶ μέχρις ἂν αὐτῇ ἀπῇ μὲν ὁ κυβερνήτης, ἀπῇ δὲ καὶ ἡ τέχνη, κἂν γαλήνην ἴδῃ, χειμῶνα δέδιεν· κἂν χειμῶνι | |
304*h | ἐντύχῃ, γαλήνην ποθεῖ. Ἀνδρὸς γὰρ βίος πρὸς ἡδο‐ νὴν νενευκότος, καὶ λύπην ἐπτοημένου, κοῦφος καὶ ψοφοδεὴς καὶ ἄπιστος καὶ θαλάττης πάσης ἀδηλότερος. | |
30.5a | Οὐχ ὁρᾷς τοὺς μνηστῆρας νεανικαῖς ἡδοναῖς συγ‐ γιγνομένους, πίονας αἶγας κατέδοντας, καὶ ἁπαλῶν ἐρίφων ἐμπιμπλαμένους, καὶ αὐλῶν ἀκούοντας, καὶ οἶνον ἀπομισγομένους, καὶ δίσκοις ταρπομένους, καὶ | |
5 | αἰγανέας ἱέντας; Τίς οὐκ ἂν αὐτοὺς τῆς ἡδονῆς ταύ‐ | 358 |
30.5b | της ἐμακάρισεν; Ἀλλὰ ὁ μαντικὸς καὶ γνωριστικὸς τοῦ μέλλοντος λέγει, ἆ δεῖλ’ οὔτι κακὸν τόδε πάσχετε, νυκτὶ μὲν ὑμῶν εἰλύαται κεφαλαί, | |
30.5c | παρὰ πόδας τὸ κακὸν καὶ ἐγγύς. Παρὰ πόδας τὸ κα‐ κὸν ἦν καὶ Ἀλεξάνδρῳ τῷ τὴν θαυμαστὴν ἐκείνην ἡδονὴν ἐκ Πελοποννήσου ἐκκλέψαντι· ταχὺ γὰρ ἐπ’ αὐτῇ στόλος ἐξηρτύθη Ἑλληνικός, μυρίας μὲν ὀδύνας | |
5 | αὐτῷ τῷ τῆς ἡδονῆς ἐραστῇ ἄγων, μυρίας δὲ τῇ | |
30.5d | ξυμπάσῃ πόλει. Τὰς δὲ Ἀσσυρίους ἡδονὰς οὐ λέγω, ἃς κατέλαβεν εὐθὺς πῦρ αὐτῷ χρυσῷ, καὶ αὐταῖς παλ‐ | |
30.5e | λακίσιν. Οὐδὲ τὰς Πολυκράτους τὰς Ἰωνικὰς οὐ λέγω, | |
30.5f | ἃς κατέλαβεν οὐδὲ εὐσχήμων θάνατος. Πλήρης ἦν Σύβαρις ἡδονῶν, ἀλλὰ ἀπώλοντο μετὰ τῶν χρησα‐ | |
30.5g | μένων αἱ ἡδοναί. Εὐδοκίμουν καὶ παρὰ Συρακοσίοις ἡδοναί, ἀλλὰ ἐσωφρόνισαν αὐτοὺς μετ’ ἐκείνας αἱ συμ‐ | |
φοραί. Ἀλλ’ οὐδὲ Κορινθίοις. | 359 | |
31.1a(1t) | Περὶ ἡδονῆς, ὅτι εἰ καὶ ἀγαθόν, ἀλλ’ οὐ | |
2t | βέβαιον βʹ | |
1 | Ἐπεχείρει ἐχθρὸς λόγος τὶς παρελθὼν πείθειν ἡμᾶς ὡς αἱρετέον ἡδονήν, ἐὰν προσγένηται αὐτῇ τὸ ἀσφαλές· σοφιστὴς λόγος καὶ ἀπατεὼν δεινῶς, ὅς, ἐξὸν σκοπεῖν τὴν ἡδονῆς φύσιν, καθόσον ἡδονή, ποῦ τάττεται, ἐν | |
5 | ἀγαθοῖς ἢ κακοῖς, ἐν ποτέρῳ χορῷ παρεὶς τὸ σκέμμα, ὡς ἀγαθοῦ τῆς ἡδονῆς οὔσης, ἐσκοπεῖτο εἰ βέβαιον τὸ ἀγαθὸν τοῦτο. Καὶ ποῖον ἄν τις ἐπινοήσαι ἀγαθὸν | |
31.1b | σαλεῦον καὶ κραδαινόμενον; Ὥσπερ γάρ, οἶμαι, καὶ τῆς | |
ἄλλης γῆς εἰ ἀφέλοι τὶς τῷ λόγῳ τὴν ἕδραν ἢ τὴν μονήν, συναφεῖλεν αὐτῆς καὶ τὸ εἶναι· καὶ τοῦ ἡλίου εἰ ἀφέλοι τὶς τὴν κίνησιν καὶ τὸν δρόμον, συναφεῖλεν | 360 | |
5 | αὐτοῦ τὴν οὐσίαν· οὕτως καὶ τοῦ ἀγαθοῦ εἴ τις ἀφέλοι τὴν ἀκρίβειαν καὶ τὴν στάσιν, συναφεῖλεν αὐτοῦ καὶ τὴν φύσιν· οὐ γὰρ χρόνῳ τὸ ἀγαθὸν ἀνθεῖ, ὡς ὥρα | |
31.1c | σώματος. Πῶς ἂν οὖν τις περὶ ἡδονῆς σκοποῖ, τὸ μὲν ἀγαθὸν αὐτῇ προσθείς, ἀφελὼν δὲ τὸ βέβαιον; Εἰ γὰρ ἀνάγκη ἀγαθὸν ὂν βέβαιον εἶναι, τῇ τοῦ βε‐ βαίου ἀπουσίᾳ καὶ τὸ ἀγαθὸν τῆς ἡδονῆς συναπέρχε‐ | |
5 | ται. Καὶ πότερος τούτων τῷ πιθανῷ πλησιαίτερος; ὁ λέγων τὴν ἡδονὴν ἀγαθὸν εἶναι, κἂν μὴ βέβαιος, ἢ | |
31.1d | ὁ ἀγαθὸν λέγων μὴ εἶναι, ἂν μὴ ὡς βέβαιον ᾖ; Ἐγὼ μὲν οἶμαι, θάτερον· κρεῖττον γὰρ ἀφελεῖν ἡδονὴν ἀγαθοῦ, προσθέντας τὸ βέβαιον αὐτῷ ἢ προσθεῖναι ἡδονῇ τἀγαθόν, ἀφελόντας αὐτῆς τὸ ἀσφαλές. | |
31.2a | Ἐπεὶ τοίνυν τὸ μὲν ἀγαθὸν οὐχ ἡδὺ πάντως, βέ‐ βαιον δὲ πάντως, τὸ δὲ ἡδὺ οὐ πάντως ἀγαθόν, ἀβέ‐ | |
βαιον δὲ πάντως, λείπεται δυοῖν θάτερον, ἢ τὴν ἡδο‐ νὴν διώκοντας ἀμελεῖν τἀγαθοῦ, ἢ τὸ ἀγαθὸν αἱρου‐ | 361 | |
5 | μένους μὴ διώκειν ἡδονήν. Οὐθὲν δὲ οἶμαι διωκτὸν ὅ, τι μὴ ἀγαθόν· ἀλλ’ ἀγαθοῦ φαντασίᾳ, τὸ μὴ ἀγα‐ | |
31.2b | θὸν διώκεται ἐν χώρᾳ ἀγαθοῦ· καθάπερ ὑπὸ τῶν χρηματιστῶν τὰ κίβδηλα τῶν νομισμάτων, οὐ διότι κίβδηλα, αἱρετὰ ὄντα, ἀλλὰ τῇ πρὸς τὸ ἀληθὲς ὁμοιό‐ | |
31.2c | τητι τὴν τοῦ κιβδήλου φύσιν ἐπικρυπτόμενα. Ἀλλ’ ἐνταῦθα μὲν οἱ ἀργυρογνώμονες τῇ τέχνῃ διεκρίναντο τἀληθοῦς τὸ μὴ δόκιμον· ἐν δὲ τῇ τῶν ἀγαθῶν νομῇ διακρίνει ὁ λόγος ἀπὸ τῶν ὄντων ἀγαθῶν τὰ φαινό‐ | |
31.2d | μενα μέν, οὐκ ὄντα δέ· ἀλλὰ λησόμεθα, ὥσπερ οἱ μοχθηροὶ χρηματισταί, θησαυροὺς ταμιευόμενοι κιβ‐ δήλων ἀγαθῶν. | |
31.3a | Τίς ἂν οὖν καὶ γένοιτο ἡ σκέψις ἡμῖν; καὶ τίς ὁ | |
31.3b | τῆς δοκιμασίας οὗτος τρόπος; Φέρε, εἴ τις ἐπεχείρει | |
τὸν βοῦν ὑπολύσας τῶν ἀρότρων, καὶ τὸν ἵππον τῶν ἁρμάτων, ὑπαλλάξας ἑκατέρου τὴν ἐργασίαν, ὑπα‐ γαγεῖν τὸν μὲν βοῦν τῷ ἅρματι, τὸν δὲ ἵππον τῷ | 362 | |
5 | ἀρότρῳ, ἆρ’ οὐκ ἂν ἦν πρὸς μὲν τὴν φύσιν παρά‐ νομος, πρὸς δὲ τὰ ζῷα αὐτὰ ὑβριστής, πρὸς δὲ τὰς τέχνας ἀμαθής, πρὸς δὲ τὴν χρείαν ἀκερδής, πρὸς δὲ | |
31.3c | τὴν ὑπηρεσίαν καταγέλαστος; Τί δὲ τὰ τούτων ἔτι ἀτοπώτερα; εἰ τῶν μὲν ὀρνίθων ἀφελὼν τὰ πτερά, βαδιστικὰ ἐκ πτηνῶν εἶναί σοι θέλῃς, τὸν δὲ ἄνθρω‐ πον πτερώσας παραδῷς τῷ αἰθέρι φέρεσθαι δι’ αὐτοῦ, | |
5 | ὄρνιθος δίκην, οὐκ ἔσῃ καταγέλαστος τῆς ἀλλαγῆς; | |
31.3d | Ὁπότε μηδὲ ὁ μῦθος τὸν Δαίδαλον ἠνέσχετο ἀτόπους οὕτω τέχνας πραγματευόμενον, ἀλλὰ ἀπέρριψεν αὐτῷ τὸν παῖδα τοῦ αἰθέρος εἰς γῆν κάτω αὐτοῖς πτεροῖς. | |
31.3e | Φασὶν δὲ καὶ Καρχηδόνιον νεανίαν ἀγρεῦσαι λέοντα ἄρτι ἐκ γάλακτος, καὶ ἡμερῶσαι τοῦτον παρανόμῳ | |
τροφῇ, καὶ τὸν θυμὸν αὐτοῦ ἐξελεῖν διαίτῃ νόθῳ, ὥστε ἐπιθεὶς αὐτῷ φορτίον ἤλαυνεν δι’ ἄστεος ὄνου | 363 | |
5 | δίκην· ἀλλὰ ἀπέκτεινάν γε αὐτὸν Καρχηδόνιοι μισή‐ σαντες τῆς παρανομίας, ὡς τύραννον μὲν τῇ φύσει, ἰδιώτην δὲ τῇ δυστυχίᾳ. | |
31.4a | Ὥσπερ οὖν τῷ ἵππων γένει συγκεκλήρωται πρὸς σωτηρίαν δρόμος, καὶ τῷ βοῶν πόνοι, καὶ ὄρνισι πτερά, καὶ λέουσιν ἀλκή, καὶ ἄλλοις ἄλλό τι, οὕτως ἀμέλει καὶ ἀνθρώπῳ ὑπάρχει δύναμις ξυμφυὴς διασωστικὴ | |
31.4b | τοῦ γένους· ταύτην δὲ ἑτέραν εἶναι δεῖ παρ’ ἕκαστον τῶν ἄλλων, εἰ μέλλει ἄνθρωπος ὢν μὴ ὑπὸ ἀλκῆς σωθήσεσθαι, ὥσπερ οἱ λέοντες, μηδὲ ὑπὸ δρόμου, ὥσπερ οἱ ἵπποι, μηδὲ ἀχθοφορεῖν ὄνου δίκην, μηδὲ | |
5 | ἀροῦν βοὸς δίκην, μηδὲ πέτασθαι κατὰ ὄρνιθας, μηδὲ | |
31.4c | νήχεσθαι κατὰ ἰχθύας. Ἀλλ’ ἔστί τι καὶ τούτῳ ἔργον ἴδιον, διαγνωστικὸν τοῦ βίου, εἰ ἐννενέμηται τὰ ζῷα τὰς δυνάμεις, ἑκάστην ἕκαστον κατὰ τὴν χρείαν τοῦ | |
βίου, καὶ τὰ ἔργα κατὰ τὰς δυνάμεις, καὶ τὰ ὄργανα | 364 | |
31.4d | κατὰ τὰ ἔργα καὶ τἀγαθά. Καί, ξυνελόντι εἰπεῖν, τὸ ἑκάστου ἀγαθὸν ἐν τῷ ἐπιχωρίῳ τῶν ἔργων μένει, τὰ δὲ ἔργα ἐν τῷ τῆς χρείας ἀναγκαίῳ, ἡ δὲ χρεία ἐν τῷ τῆς δυνάμεως εὐπόρῳ, ἡ δὲ δύναμις ἐν τῷ τῶν | |
5 | ὀργάνων εὐμηχάνῳ, τὰ δὲ ὄργανα ἐν τῷ τῆς φύσεως | |
31.4e | ποικίλῳ. Παντοδαπὴ γὰρ ἡ φύσις, καὶ διὰ τοῦτο περιέβαλεν καὶ διεκόσμησεν τὰ ζῷα ἕκαστα ἐπὶ σωτηρίᾳ τοῦ βίου, ἄλλα ἄλλοις ὅπλοις· τὰ μὲν ὀνύχων ἀκμαῖς, τὰ δὲ ὀδόντων ῥώμῃ, τὰ δὲ κεράτων ὀξύτητι, τὰ δὲ | |
31.4f | ποδῶν τάχει, τὰ δὲ θυμῷ, τὰ δὲ ἰῷ· τὸν δὲ ἄνθρωπον ἀποδύσασα τουτωνὶ τῶν περιβλημάτων, ἀπέφηνεν γυμ‐ νὸν καὶ ἀσθενῆ καὶ ἄτριχον, καὶ ῥώμην ἀσθενῆ, καὶ θεῖν βράδιστον, καὶ ἀνίπτασθαι ἀμήχανον, καὶ νήχειν | |
31.4g | ἀμβλύτατον· ἐνέφυσεν δέ τι αὐτῷ ζώπυρον ἀφανὲς πρὸς σωτηρίαν βίου, ὃ καλοῦσιν οἱ ἄνθρωποι νοῦν, ᾧ διατελεῖ σωζόμενον, καὶ τὰς ἀπορίας ἐξιώμενον τοῦ βίου, καὶ θεραπεῦον τὴν ἔνδειαν τῶν σωμάτων, καὶ | 365 |
5 | ἀντιτεχνώμενον ταῖς τῶν ἄλλων ζῴων πλεονεξίαις, καὶ πάντων κρατοῦν καὶ ὑπάγον τῷ τοῦδε νόμῳ καὶ λόγῳ. | |
31.5a | Ἔρου δή με καὶ περὶ τοῦ ἀνθρώπου· σκεπτέον τὸ | |
31.5b | τούτου ἀγαθόν, ποῦ καὶ τίνα τρόπον. Ἀποκρινοῦμαί σοι ὡς περὶ τοῦ λέοντος, ὡς περὶ τοῦ ὄρνιθος, ὡς περὶ τῶν ἄλλων ἁπάντων ἀπεκρινάμην· ἐνταῦθα ζήτει τὸ ἀνθρώπου ἀγαθόν, ὅπου τὸ ἀνθρώπου ἔργον. | |
5 | Ποῦ δὲ εὕρω τὸ ἔργον; ὅπου τὸ ὄργανον. Ποῦ δὲ εὕρω τὸ ὄργανον; ὅπου τὸ διωκόμενον. Ἐντεῦθεν | |
31.5c | ἄρξαι. Τί ἀνθρώπου διασωστικόν; ἡδονή· Πρᾶγμά μοι κοινὸν λέγεις, ἐπὶ πάσας φύσεις ἐξικνούμενον, καὶ διὰ τοῦτο αὐτοῦ τὴν προτιμίαν οὐκ ἀνέχομαι· ἥδεται καὶ βοῦς, ἥδεται καὶ ὄνος, καὶ σῦς, καὶ πίθη‐ | |
5 | κος. Ὅρα ποῦ τάττεις τῶν ἀνθρώπων τὸ γένος, τίνας | |
31.5d | αὐτῷ κοινωνοὺς τῶν ἀγαθῶν δίδως. Εἰ δὲ ἡδονὴ τὸ σῶζον, ζήτει μετὰ τοῦτο, τί ἡδονῆς ὄργανον· ἐν‐ τεύξῃ δὲ πολλοῖς καὶ παντοδαποῖς· καὶ μέχρι μὲν ὀφ‐ θαλμῶν καὶ ὤτων τίμα τὰ ὄργανα· ἐὰν δὲ προέλθῃς | |
5 | περαιτέρω, ἐπὶ τὰς ἡδονῆς ὁδούς, ὅρα τίσιν ὀργάνοις | |
31.5e | ἀνατίθης τὴν σωτηρίαν. Εὗρες τὰ ὄργανα, ζήτει τὰ ἔργα. Λιχνευέτω ἡ γλῶττα, τηκέσθωσαν οἱ ὀφθαλμοί, ἐκλυέσθω ἡ ἀκοή, πληρούσθω ἡ γαστήρ, ὑβριζέτω τὰ ὑβρίζειν πεφυκότα. Εὗρες τὰ ἔργα, ἐντετύχηκας τῷ | 366 |
5 | ἀγαθῷ. Τοῦτο ἡ σωτηρία; τοῦτο ἡ εὐδαιμονία; | |
32.1a(1t) | Περὶ ἡδονῆς, ὅτι εἰ καὶ ἀγαθόν, | |
2t | ἀλλ’ οὐ βέβαιον γʹ | |
1 | Αἰσώπῳ τῷ Φρυγὶ πεποίηνται λόγῳ δίαιται θη‐ ρίων καὶ ξυνουσίαι· διαλέγεται δὲ αὐτῷ καὶ τὰ δένδρα, καὶ οἱ ἰχθύες, ἄλλο ἄλλῳ καὶ ἀνθρώποις ἀναμίξ· κατα‐ μέμικται δὲ ἐν τοῖς λόγοις τούτοις νοῦς βραχύς, αἰνιτ‐ | |
32.1b | τόμενός τι τῶν ἀληθῶν. Ἄιδεται δή τις αὐτῷ καὶ τοιοῦτος μῦθος. Ἔλαφον διώκει λέων· ἡ δὲ φεύγουσα | 367 |
32.1c | ὑπεξάγει, καὶ καταδύεται εἰς δρυμὸν βαθύν· ὁ δὲ λέων (ὅσα γὰρ ἀλκῇ προὔχει, τάχει λείπεται) ἐπιστὰς τῷ δρυμῷ ἐρωτᾷ ποιμένα, εἴ που εἶδεν πτήξασαν τὴν | |
32.1d | ἔλαφον; ὁ δὲ ποιμὴν οὐκ ἔφη εἰδέναι· καὶ ὁμοῦ λέγων, | |
32.1e | τὴν χεῖρα ἀποτείνας, ἔδειξε τὸ χωρίον. Ὤιχετο ὁ λέων ἐπὶ τὴν δειλαίαν ἔλαφον· ἡ δὲ ἀλώπηξ (σοφὴ γάρ τις αὕτη τῷ Αἰσώπῳ ἐστὶν) πρὸς τὸν ποιμένα λέγει· ‘Ὡς δειλὸς ἄρα καὶ πονηρὸς ἦσθα· δειλὸς μὲν πρὸς λέον‐ | |
5 | τας, πονηρὸς δὲ ἐς ἐλάφους.‘ | |
32.2a | Δοκεῖ μοι δὴ χρήσασθαι, ἂν ᾖ, ὁ Ἐπίκουρος τῷ Φρυγίῳ τούτῳ αἰνίγματι πρὸς τὸν τῆς ἡδονῆς κατή‐ γορον, τῇ μὲν φωνῇ ἀνδριζόμενον, τῇ δὲ γνώμῃ, κα‐ | |
32.2b | θάπερ τῇ χειρί, ἐκτεινόμενον ἐφ’ ἡδονῇ. Τίς γὰρ οὕτω πολεμήσαιτο ἑαυτῷ, ὥστε τὸ μόνον δὴ πραγμάτων | |
τῇ αὑτοῦ φύσει ἐπαγωγότατον ἀποσείσασθαι ἑκών; | 368 | |
32.2c | Τὰ μὲν γὰρ ἄλλα, ἃ ὑπ’ ἀνθρώπων διώκεται, ἢ πείρᾳ γνωρισθέντα παρεδέχθη, ἢ τέχνῃ δοκιμασθέντα ἐτι‐ μήθη, ἢ λόγῳ ἐξετασθέντα ἐπιστεύθη, ἢ χρόνῳ βασα‐ | |
32.2d | νισθέντα ἠγαπήθη· ἡδονὴ δὲ καὶ λόγου ἀδεής, καὶ τέχνης πρεσβυτέρα, καὶ τὴν πεῖραν φθάνει, καὶ οὐκ ἀναμένει χρόνον, ἀλλὰ ὑπερφυὴς ἡ πρὸς αὐτὴν φιλία καὶ ἡλικιῶτις τῶν σωμάτων, ὥσπερ κρηπίς, τῇ σωτηρίᾳ | |
5 | τοῦ ζῴου ὑποβέβληται· ἣν εἴ τις ἀφέλοι, τὸ γενόμενον | |
32.2e | εὐθὺς οἴχεσθαι δεῖ. Ἐπιστήμην μὲν γάρ, καὶ λόγον, καὶ τοῦτο δὴ τὸ θρυλούμενον, τὸν νοῦν αὐτόν, προϊὼν τῷ χρόνῳ ὁ ἄνθρωπος, τῇ κατὰ βραχὺ ἐντεύξει τῶν αἰσθήσεων διὰ τῆς πείρας ξυνενεικάμενος, ἤθροι‐ | |
32.2f | σεν ἐφ’ ἑαυτῷ· ἡδονὴν δὲ αὐτοδίδακτος παρὰ τῆς φύσεως λαβὼν ἔχει ἐξ ἀρχῆς εὐθύς· καὶ ταύτην μὲν ἀγαπᾷ, πολεμεῖ δὲ τῷ ἀλγεινῷ· καὶ ὑπὸ μὲν τῆς σώ‐ ζεται, ὑπὸ δὲ τοῦ ἀλγεῖν φθείρεται. | |
32.3a | Φαῦλόν τι χρῆμα ἡδονή; οὐκ ἂν ἦν ξύμφυτον, | |
32.3b | οὐδὲ τῶν σωζόντων ἡμᾶς τὸ πρεσβύτατον. Τὰ δὲ ὑπὸ τῶν σοφιστῶν θρυλούμενα ἐς αὐτήν, ἡ Σαρδαναπάλλου τρυφή, καὶ ἡ Μηδικὴ χλιδή, καὶ ἡ Ἰωνικὴ ἁβρότης, καὶ τράπεζαι Σικελικαί, καὶ ὀρχήσεις Συβαριτικαί, καὶ | 369 |
5 | ἑταῖραι Κορίνθιαι, ταῦτα ἀθρόα, καὶ ὅσα τούτων ποι‐ κιλώτερα, οὐχ ἡδονῆς ἔργα, ἀλλὰ τέχνης καὶ λόγου, παρανομησάντων τῶν ἀνθρώπων εἰς ἡδονὰς δι’ εὐπο‐ | |
32.3c | ρίαν τῶν τεχνῶν ὀψὲ τοῦ χρόνου. Ὥσπερ οὖν οὐδεὶς λοιδορεῖται λόγῳ, ὡς οὐκ ἔστιν καλὸν τῇ φύσει, κἂν ἀπάγῃ τὶς αὐτοῦ τὴν χρείαν ἐπὶ τὸ μὴ φύσει καλόν, οὕτως οὐδὲ τῇ ἡδονῇ λοιδορητέον, ἀλλὰ τοῖς χρωμένοις | |
32.3d | ἡδονῇ κακῶς. Δύο δὲ ὄντων τούτων ἐν ἀνθρώπου ψυχῇ, ἡδονῆς καὶ λόγου, λόγῳ μὲν ἡδονὴ κραθεῖσα, μηδὲν ἀφελοῦσα τοῦ ἀναγκαίου, προσέθηκεν αὐτῷ τὸ ἀγω‐ γότερον· λόγος δὲ ἡδοναῖς προσγενόμενος, αὐξήσας | |
5 | αὐτῶν δι’ εὐπορίας τὸ μέτριον, ἀφεῖλεν τοῦ φύσει τερπνοῦ τὸ ἀναγκαῖον. | |
32.4a | ‘Ἀλλ’ οὐκ ἴδιον ἀνθρώπου ἡδονή, κοινὸν δὲ καὶ | |
32.4b | τῶν ἄλλων ζῴων.‘ Τοῦτο λέγεις τὸ ἐχεγγυώτατον ἡδονῆς πρὸς σωτηρίαν, τὸ παντὸς τοῦ πεφυκότος ζῆν διασωστικόν· ἢ διὰ τὴν κοινότητά σε ἐνοχλεῖ; ὢ τῆς | 370 |
32.4c* | πλεονεξίας. Σύ μοι δοκεῖς οὐδὲ τοῦ ἡλίου ἀγαπᾶν τὸ φῶς, ὅτι ἐστὶν κοινὸν ὀφθαλμῶν πάντων· ἀλλὰ ἔδει γὰρ τὸν ἄνθρωπον μόνον ὁρᾶν, καὶ διὰ τοῦτο οὐκ ἀγαθὸν ἀνθρώπῳ τὸ φῶς· οὐδέ γε ὁ ἀήρ, εἰσ‐ | |
5 | πνεόμενός τε καὶ οἰκονομῶν τὰ σώματα ταῖς αὐτοῦ ὁδοῖς· οὐ ποταμῶν νάματα, οὐ γῆς καρποί· μέρη γὰρ τῶν ἀναγκαίων, ἐὰν προέλθῃς, πάντα κοινά, ἴδιον δέ, οὐδενός. Ἐνταῦθά μοι τάττε καὶ τὴν ἡδονήν, ἐν κοι‐ νότητι ἀγαθοῦ σώζοντος πᾶσαν αἰσθητικὴν φύσιν. | |
32.5a | Ἐπεὶ δὲ ἀρετῆς πρὸς ἡδονὴν ἡ ἐξέτασις γίγνεται, οὐ λοιδορήσομαι μὲν τῇ ἀρετῇ (οὐ γὰρ πικρός, οὐδὲ βλάσφημος ὁ καθ’ ἡδονὴν λόγος), τοσοῦτον δὲ λέγω, ὡς εἰ τῆς ἀρετῆς ἀφαιρήσει τὶς τὸ ἡδύ, καὶ τὸ δυνα‐ | |
5 | τὸν αὐτῆς προσαφῄρηκεν· οὐδὲν γὰρ τῶν καλῶν αἱρε‐ τόν, ἀπογενομένης ἡδονῆς· καὶ γὰρ ὁ κατ’ ἀρετὴν πονῶν ἑκὼν φιλίᾳ ἡδονῆς πονεῖ, παρούσης ἢ προσ‐ | 371 |
32.5b | δοκωμένης. Ὥσπερ γὰρ ἐν τοῖς χρηματισμοῖς οὐθεὶς ἑκὼν ἀντικαταλλάττεται δραχμὴν ταλάντου, οὐδὲ χρυ‐ σοῦ χαλκόν, ᾧ μὴ φρένας ἐξέλετο Ζεύς, | |
5 | ἀλλὰ δεῖ τὰς ἀμοιβάς, κἂν ἰσοστάσιοι ὦσιν, λυσιτελεῖν τῷ ἀλλαττομένῳ κατὰ τὴν χρείαν τοῦ λαβόντος, οὕτως ἀμέλει κἂν ταῖς τῶν πόνων ὁμιλίαις οὐδεὶς πονεῖ πό‐ νου ἐρᾶν (ἦ γὰρ ἂν εἴη ὁ δυσερασίστερος), ἀλλάττεται δὲ τοὺς παρόντας πόνους, ὡς μὲν εἴποι ἄν τις τῶν | |
10 | ἀγροικοτέρων, τοῦ καλοῦ· ὡς δέ τις τῶν ἀληθεστέρων, ἡδονῆς· κἂν γὰρ τὸ καλὸν εἴπῃς, ἡδονὴν λέγεις· σχολῇ γὰρ ἂν εἴη τὸ κάλλος κάλλος, εἰ μὴ ἥδιστον εἴη. | |
32.6a | Ἐγὼ δὲ οἶμαι καὶ αὐτὸ τοὐναντίον, διὰ τούτων ἀποφαίνεσθαι τὴν ἡδονὴν πάντων χρημάτων αἱρετω‐ τέραν, ἧς εἵνεκα ἄν τις καὶ θάνατον ἀλλάξαιτο, καὶ | 372 |
32.6b | τραύματα, καὶ πόνους, καὶ ἄλλα μυρία δυσχερῆ. Κἂν γὰρ ἄλλο ἄλλῳ ἐπιτιθῇς ὄνομα τῆς τούτων ἀξίας, Ἀχιλλεῖ μὲν ἀποθνήσκοντι ἑκόντι, καὶ τιμωροῦντι ἀπο‐ θανόντι τῷ Πατρόκλῳ φιλίαν, Ἀγαμέμνονι δὲ ἀγρυπ‐ | |
5 | νοῦντι καὶ προβουλευομένῳ καὶ προπολεμοῦντι βασι‐ λείαν, τῷ δὲ Ἕκτορι ἐξηγουμένῳ καὶ προμαχομένῳ καὶ ἀριστεύοντι σωτηρίαν πατρίδος, πάντα ταῦτα ἐρεῖς | |
32.6c | ἡδονῶν ὀνόματα. Ὥσπερ γὰρ ἐν ταῖς σωμάτων νόσοις ἀγαπᾷ ὁ κάμνων τεμνόμενος καὶ ἐμπιμπράμενος, καὶ διψῶν, καὶ λιμώττων, καὶ τὰ δυσχερῆ τῇ φύσει προσιέ‐ μενος ἑκών, ἀντικαταλλαττόμενος ταῦτα τῆς προσδοκίας | |
5 | τοῦ ὕπνου, εἰ δὲ ἀφέλοις τὴν ἐλπίδα τοῦ μέλλοντος ἀγαθοῦ, ἀφαιρήσεις τὴν αἵρεσιν τῶν παρόντων κακῶν, οὕτω κἀν ταῖς πράξεσιν ἀντίδοσις γίγνεται πρὸς ἡδο‐ νὰς πόνων, ἣν σὺ μὲν ἀρετὴν καλεῖς, ἐγὼ δὲ τὴν μὲν ἀρετὴν δίδωμι, ἐρήσομαι δέ σε, εἰ ἄνευ τῆς πρὸς αὐ‐ | |
10 | τὴν φιλίας τὴν ἀρετὴν ἡ ψυχὴ εἵλετο; ἐὰν γὰρ τὴν | |
φιλίαν δῷς, ἡδονὴν δίδως. Κἂν ὑπαλλάξῃς τὸ ὄνομα, καὶ χαρὰν τὴν ἡδονὴν καλῇς, οὐ νεμεσῶ τῆς ἀφθονίας τῶν ὀνομάτων, τὸ δὲ | 373 | |
327*a | πρᾶγμα αἱρῶ, καὶ τὴν ἡδονὴν γνωρίζω· ἣ ποιεῖ τὸν Ἡρακλέα ἐκεῖνον, τὸν τῶν πολλῶν καὶ θαυμαστῶν πόνων ὁμιλητὴν καὶ ἀγωνιστὴν καὶ ἐθάδα, τὸν πρὸς τὰ θηρία παραβαλλόμενον, τὸν τοῖς πανταχοῦ δυνά‐ | |
5 | σταις προσφερόμενον, τὸν πρὸς τοὺς ἀγρίους φιλονει‐ κοῦντα, τὸν ἡμερωτὴν τῆς γῆς, τὸν καθαρτήν, τὸν ἐπὶ τὴν Οἴτην ἰόντα, τὸν ἐπὶ πῦρ παραγιγνόμενον, ἄλλό τι ἢ μεγάλαις καὶ θαυμασταῖς καὶ ἀκράτοις ἡδο‐ ναῖς χειραγωγούμενον, ταῖς μὲν παρούσαις ὁμοῦ τοῖς | |
10 | πόνοις, ταῖς δὲ μελλούσαις μετὰ τοὺς πόνους, ἐπὶ | |
327*b | ταῦτα ἰέναι ἑκόντα. Ἀλλὰ σὺ μὲν τότε πόνους ὁρᾷς, τὰς δὲ Ἡρακλέους ἡδονὰς οὐχ ὁρᾷς, αἷς ἔχαιρεν. Ἔχαι‐ ρεν καὶ ὁ Ἡρακλῆς ταῦτα δρῶν, καὶ διὰ τοῦτο ἔδρα· | |
327*c | καὶ οὐκ ἂν ἔδρα, εἰ μὴ δρῶν ἔχαιρεν. Αἱ μὲν γὰρ Διονύσου ἡδοναὶ καὶ τελετῆς χώραν ἔχουσιν, κῶμοι | |
ἐκεῖνοι καὶ θίασοι καὶ χορὸς καὶ αὐλοὶ καὶ ᾄσματα· πάντα ταῦτα Διονύσου ἡδονῶν σχήματα ἐν μυστηρίοις | 374 | |
5 | ὀργιαζόμενα. | |
32.8a | Τί λέγω Διόνυσον καὶ Ἡρακλέα; μῦθοι ταῦτα, | |
32.8b | ἡρωϊκὰ ταῦτα. Τὸν Σωκράτην λέγω. Ἐρᾷς, ὦ Σώ‐ κρατες, Ἀλκιβιάδου, καὶ μετὰ τοῦτον Φαίδρου, καὶ μετ’ ἐκεῖνον Χαρμίδου; ἐρᾷς, ὦ Σώκρατες, καί σε οὐ | |
32.8c | λανθάνει κάλλος Ἀττικόν· ἀλλ’ ὁμολόγησον αὐτοῦ τὴν αἰτίαν, καὶ μὴ φοβηθῇς τὴν ἀδοξίαν· ἔξεστιν καὶ μεθ’ ἡδονῆς σωφρόνως ἐρᾶν, ὡς ἔξεστιν καὶ μετὰ λύπης | |
32.8d | ἀκολάστως ἐρᾶν. Εἰ δὲ καὶ χωρὶς ἡδονῆς ἐρᾷς, καὶ ψυχῆς μόνης, καὶ σώματος οὐκ ἐρᾷς, ἐράσθητι Θεαι‐ τήτου· ἀλλ’ οὐκ ἐρᾷς, σιμὸς γὰρ ἦν· ἐράσθητι Χαιρε‐ φῶντος· ἀλλ’ οὐκ ἐρᾷς, ὠχρὸς γὰρ ἦν· ἐράσθητι Ἀρι‐ | |
32.8e | στοδήμου· ἀλλ’ οὐκ ἐρᾷς, αἰσχρὸς γὰρ ἦν. Ἀλλὰ τίνων ἐρᾷς; εἴ που τὶς εὐκόμης, εἴ που τὶς ὡραῖος, εἴ που ἁβρός, εἴ που καλός. Καὶ πιστεύω μὲν τῇ ἀρετῇ, ὅτι δικαίως ἐρᾷς, οὐκ ἀπιστῶ δὲ τῇ ψυχῇ, ὅτι | |
5 | δι’ ἡδονὴν ἐρᾷς· οὐδὲ γὰρ σώματι ἀπιστῶ ὑπὸ πυρὸς θερμαινομένῳ, οὐδὲ ὀφθαλμοῖς ὑπὸ ἡλίῳ φωτιζομένοις, οὐδὲ ἀκοαῖς ὑπὸ αὐλῶν γανυμέναις, οὐδὲ Ἡσιόδῳ ὑπὸ Μουσῶν διδασκομένῳ, οὐδὲ Ὁμήρῳ ὑπὸ Καλλιό‐ πης λιγαινομένῳ, οὐ Πλάτωνι ὑπὸ Ὁμήρου μεγαλυνο‐ | 375 |
10 | μένῳ· πάντα ταῦτα ὑφ’ ἡδονῆς ἕλκεται, καὶ ὀφθαλμοί, καὶ ἀκοαί, καὶ σώματα, καὶ λόγοι. | |
32.9a | Ἀλλὰ καὶ τὸν Διογένην ἐκεῖνον εἰς τὸν πίθον ἡδονὴ εἰσάγει· εἰ δὲ καὶ ἡ ἀρετὴ αὐτῷ συνεισέβαλλεν. | |
32.9b | τί τὴν ἡδονὴν ἐξοικίζεις τῷ λόγῳ; Ἥδετο ὁ Διογένης τῷ πίθῳ, ὡς Βαβυλῶνι Ξέρξης· ἥδετο τῇ μάζῃ ὁ Διο‐ γένης, ὡς ὁ Σμινδυρίδης τῇ καρύκκῃ· ἥδετο ταῖς κρήναις ταῖς πανταχοῦ, ὡς ὁ Καμβύσης Χοάσπῃ μόνῳ· | |
5 | ἥδετο τῷ ἡλίῳ, ὡς Σαρδανάπαλλος ταῖς πορφυρίσιν· | |
ἥδετο τῇ βακτηρίᾳ, ὡς Ἀλέξανδρος τῷ δόρατι· ἥδετο τῷ θυλάκῳ, ὡς ὁ Κροῖσος τοῖς θησαυροῖς. Κἂν παρα‐ βάλῃς ἡδονὰς ἡδοναῖς, τὰ Διογένους κρατεῖ· τὰ γὰρ ἐκείνων μεστὰ μὲν ἡδονῆς, ἀλλὰ ἀναμέμικται λύπῃ | 376 | |
10 | πανταχοῦ· ὀδύρεται Ξέρξης ἡττώμενος, στένει Καμ‐ βύσης τιτρωσκόμενος, οἰμώζει Σαρδανάπαλλος ἐμπιμ‐ πράμενος, ἀνιᾶται Σμινδυρίδης ἀπελαυνόμενος, δακρύει Κροῖσος λαμβανόμενος, λυπεῖται Ἀλέξανδρος μὴ μαχό‐ μενος· αἱ δὲ Διογένους ἡδοναὶ οἰμωγῆς ἄπειροι, ἄστο‐ | |
32.9c | νοι, ἀδάκρυτοι, ἄλυποι. Σὺ δὲ τὰς ἡδονὰς αὐτοῦ πό‐ νους καλεῖς· μετρεῖς γὰρ τὰ Διογένους τῇ σαυτοῦ φύσει, πονηρῷ μέτρῳ· σὺ μὲν γὰρ ἀλγήσεις ταῦτα | |
32.9d | δρῶν, Διογένης δὲ ἥδετο. Ἐπιτολμήσαιμι δ’ ἂν ἔγωγε εἰπεῖν, ὡς οὐδεὶς ἡδονῆς Διογένους ἦν ἐραστὴς ἀκρι‐ βέστερος. Οὐχ ἑστίαν ἔνεμεν, ἐπίλυπον γὰρ οἰκονομία· οὐ πολιτείας ἐφήψατο, ἀνιαρὸν γὰρ τὸ χρῆμα· οὐκ | |
5 | ἐπειράθη γάμου, ἤκουεν γὰρ τὴν Ξανθίππην· οὐκ ἐπειράθη παιδοτροφίας, ἑώρα γὰρ τὰ δεινά· ἀλλὰ ἄφε‐ | |
τος παντὸς τοῦ δεινοῦ, ἐλεύθερος, ἄφροντις, ἀδεής, ἄλυπος ἐνέμετο τὴν πᾶσαν γῆν, ὡς οἶκον ἕνα, μόνος ἀνθρώπων ἡδοναῖς συνὼν ἀφρουρήτοις καὶ ἀταμιεύ‐ | 377 | |
10 | τοις καὶ ἀφθόνοις. | |
32.10a | Τὸν Διογένην ἐῶμεν, καὶ μετίωμεν τοὺς νομοθέτας, καὶ πολιτείας σκεψώμεθα. Μή με οἰηθῇς ἐπὶ Σύβαριν ἥξειν, μηδὲ Συρακοσίων μνησθήσεσθαι τῶν ἁβροτά‐ των, μηδὲ Κορινθίων τῶν φιληδόνων, μηδὲ Χίων τῶν | |
5 | πλουσίων, μηδὲ Λεσβίων τῶν εὐοινοτάτων, μηδὲ Μι‐ | |
32.10b | λησίων τῶν εὐειμονωτάτων· ἀλλ’ ἐπὶ τοὺς ἡγεμόνας ἔρχομαι, ἐπὶ Ἀθηναίους ἔρχομαι, καὶ τὰ Λακεδαιμονίων ἐξετάζω. Μάστιγες αὗται καὶ πληγαὶ Λακωνικαί, καὶ θῆραι, καὶ δρόμοι, καὶ δεῖπνα λιτά, καὶ στιβάδες εὐ‐ | |
32.10c | τελεῖς· ἀλλ’ ὁρῶ καὶ τούτων τὰ τερπνά. Εὖ γε, ὦ Λυκοῦργε, σμικρῶν πόνων μεγάλας ἡδονὰς ἀντεισάγεις· ὀλίγα δούς, μεγάλα ἔλαβες· ἐφημέρους δοὺς πόνους, | |
32.10d | ἡδονὰς διηνεκεῖς ἀντέλαβες. Τίνες, λέξει, Σπαρτιατι‐ | |
καὶ ἡδοναί; Πόλις ἀτείχιστος, ἄφοβος, ἄπειρος πυρός, ἀθέατος πολεμίων, ἀθέατος ξενικῶν ἀσπίδων, ἀνή‐ | 378 | |
32.10e | κοος στόνων, ἀνήκοος ἀπειλῆς. Τί δ’ ἂν εἴη φόβου λυπηρότερον; τί δὲ δουλείας ἀνιαρότερον; τί δὲ ἀν‐ άγκης ἐπιπονώτερον; ὅταν δὲ ταῦτα ἀπαλλάξῃς πό‐ | |
32.10f | λεως, πολλὰς αὐτοῖς ἡδονὰς ἀντεισάγεις. Ἐκείνης τῆς ἡδονῆς θρέμμα ἦν ὁ Λεωνίδας, ἐκείνης ὁ Ὀθρυάδας, | |
32.10g | ἐκείνης ὁ Καλλικρατίδας. ‘Ἀλλ’ ἀπέθνησκον οὗτοι.‘ Ἀπέθνησκον καλῶς· ‘Ὑπὲρ ποίων ἡδονῶν;‘ Καὶ γὰρ τῶν σωμάτων ἐκκόπτεται μέρη ὑπὲρ ῥᾳστώνης τοῦ | |
32.10h | ὅλου. Μέρος ἦν ὁ Λεωνίδας καὶ τῆς Σπάρτης, ἀλλὰ ἀπέθνησκεν ὑπὲρ τῆς Σπάρτης· μέρος ὁ Ὀθρυάδας, Καλλικρατίδας μέρος· τοιγαροῦν ἀφαιρουμένων σμι‐ | |
32.10i | κρῶν μερῶν, ἐσώζοντο αἱ οἴκοι ἡδοναί. Τὰ δὲ Ἀθη‐ ναίων τί χρὴ λέγειν; πάντα μεστὰ ἑορτῆς τὰ Ἀττικά, πάντα θυμηδίας· καὶ διέλαχον αὐτοῖς ὧραι τὰς ἡδο‐ νάς, ἦρος Διονύσια, μετοπώρου μυστήρια· καὶ ἄλλην | |
5 | ὥραν ἔχει ἄλλος θεός, Παναθήναια, Σκειροφόρια, | |
Ἅλωα, Ἀπατούρια. Ναυμαχοῦσιν ἐν θαλάττῃ, οἱ δὲ οἴκοι ἑορτάζουσιν· πολεμοῦσιν ἐν γῇ, οἱ δὲ ἐν Διο‐ | 379 | |
32.10k | νύσου γελῶσιν. Ἀλλ’ οὐδὲ οἱ πόλεμοι, τὸ σκυθρωπό‐ τατον, ἡδονῶν ἔρημοι· ἀλλὰ συντάττεται τούτοις ἢ Τυρρηνὴ σάλπιγξ, ἢ αὐλὸς τριηρικός, ἢ ᾠδὴ ἐμβατή‐ ριος. Ὁρᾷς τὴν ἀφθονίαν τῶν ἡδονῶν. | |
33.1a(1t) | Τί τέλος φιλοσοφίας. | |
1 | Χαλεπὸν εὑρεῖν λόγον ἀληθῆ· κινδυνεύει γὰρ ἡ τοῦ ἀνθρώπου ψυχή, δι’ εὐπορίαν τοῦ φρονεῖν, τοῦ | |
33.1b | κρίνειν ἀπορεῖν. Καὶ αἱ μὲν ἄλλαι τέχναι, πρόσω ἰοῦσαι, κατὰ τὴν εὕρεσιν εὐστοχώτεραι γίγνονται, ἑκά‐ | |
33.1c | στη περὶ τὰ αὑτῆς ἔργα· φιλοσοφία δέ, ἐπειδὰν αὑτῆς εὐπορώτατα ἔχῃ, τότε μάλιστα ἐμπίμπλαται λόγων ἀντι‐ στασίων καὶ ἰσορρόπων· καὶ ἔοικεν γεωργῷ, ἐπειδὰν ἐν περιουσίᾳ γένηται ὀργάνων πολλῶν, ἀκαρποτέρᾳ τῇ | 380 |
33.1d | γῇ χρωμένῳ. Τὰς μὲν οὖν πολιτικὰς διαδικασίας εὐ‐ θύνει ψῆφος καὶ ἀριθμὸς δικαστῶν, καὶ γνώμη ῥή‐ τορος, καὶ δήμου χεῖρες· ἐνταῦθα δὲ τίς ἡμῖν παρέ‐ σται δικαστής, καὶ τίνι ψήφῳ τἀληθὲς κρινοῦμεν; | |
33.1e | Λόγῳ; ἀλλ’ οὐκ ἂν ἔχοις εἰπεῖν λόγον, ὅτῳ οὐκ ἂν ἐξεύροις τὸν ἐναντίον. Πάθει; ἀλλ’ ἄπιστος ὁ δικα‐ στής. Πλήθει; ἀλλὰ πλείους οἱ ἀμαθέστεροι. Δόξῃ; ἀλλὰ τὰ χείρω ἐνδοξότερα. | |
33.2a | Αὐτίκα ἐν τῷ παρόντι τούτῳ σκέμματι, ἡδονῆς ἀρετῇ ἁμιλλωμένης καὶ ἀντεξεταζομένης, οὐ παρωσαμένη τὴν ἀρετὴν ἡδονὴ καὶ δόξῃ κρατεῖ, καὶ πλήθει μαρτύρων ὑπερ‐ | |
33.2b | βάλλεται, καὶ κατὰ πάθος δυναστεύει; Ὃ δὲ μόνον ὑπό‐ λοιπον ἦν τῇ ἀρετῇ συμμαχικόν, ὁ λόγος, καὶ τοῦτο σχί‐ ζεται καὶ διαιρεῖται· καὶ ἐξεύρηταί τις καὶ παρ’ αὐτοῦ ἐπικουρία ἡδοναῖς· καὶ λέγει τὶς καλῶς, ὑπὲρ ἡδονῆς | |
5 | λέγων, καὶ τὴν ἀρετὴν φαυλίζει, καὶ μετατίθησιν τὴν ἀρχὴν ἀπὸ τῆς ἀνδρωνίτιδος ἐπὶ τὴν γυναικωνῖτιν· | |
καὶ τὸ μὲν σχῆμα τοῦ φιλοσόφου μετενδύεται, τοῦ | 381 | |
33.2c | δὲ ὀνόματος ἀξιοῖ κρατεῖν. Ἄφες, ἄνθρωπε, καὶ τοὔ‐ νομα μετὰ τοῦ λόγου. Παρανομεῖς περὶ τοὺς θεμέ‐ νους οὐδὲν σοφίᾳ καὶ ἡδονῇ κοινόν· ἄλλος μὲν ὁ φιλήδονος, ἄλλος δὲ ὁ φιλόσοφος· διακέκριται τὰ ὀνό‐ | |
5 | ματα, διακέκριται τὰ ἔργα, διῄρηται τὰ γένη, ὡς τὰ Λακωνικὰ τῶν Ἀττικῶν, ὡς τὰ βαρβαρικὰ τῶν Ἑλλή‐ | |
33.2d | νων. Ἐὰν δὲ Σπαρτιάτης εἶναι λέγων καὶ Ἕλλην καὶ Δωριεὺς καὶ Ἡρακλείδης, θαυμάζῃς τιάραν Μηδικὴν καὶ τράπεζαν βαρβαρικὴν καὶ ἁρμάμαξαν Περσικήν, περσίζεις, βαρβαρίζεις, ἀπολώλεκας τὸν Παυσανίαν· | |
5 | Μῆδος εἶ, Μαρδόνιος εἶ. Ἀπόθου τοὔνομα μετὰ τοῦ γένους. | |
33.3a | Τοὺς μὲν οὖν πολλοὺς ἡδονὴν ὑμνοῦντας φέρω· βάναυσος γὰρ ψυχὴ καὶ ἀπεληλαμένη λόγου, ἐλεεινὴ | |
33.3b | μὲν τοῦ πάθους, σύγγνωστος δὲ τῆς ἀγνοίας· Ἐπί‐ κουρον δὲ διὰ τοὔνομα οὐ φέρω, οὐδὲ ἀνέχομαι φιλο‐ σοφίας ὑβριζούσης. Οὐδὲ γὰρ στρατηγοῦ ἀνέχομαι τὴν τάξιν ἀπολείποντος καὶ ἐξηγουμένου τῆς φυγῆς, οὐδὲ | |
5 | γεωργοῦ ἀνέχομαι ἐμπιμπράντος τὰ λήϊα, οὐδὲ κυβερ‐ | |
νήτου ἀνέχομαι ἀποδειλιῶντος πρὸς τὴν θάλατταν· | 382 | |
33.3c | πλεῖν σε δεῖ, στρατηγεῖν σε δεῖ, γεωργεῖν σε δεῖ· πό‐ νων ταῦτα μεστά· ἀλλ’ οὐδὲν καλὸν ὑπὸ ῥᾳστώνης γίγνεται. Εἰ δὲ ἕπεται ἡδονὴ τοῖς καλοῖς, δίδωμι τοῦτο· ἑπέσθω, ἀλλ’ ἡγείσθω τὸ καλὸν πανταχοῦ· | |
5 | εἷς κοίρανος ἔστω, εἷς βασιλεύς, ᾧ ἔδωκεν ἄρχειν ὁ Ζεύς. Ἐὰν δὲ μεταθῇς τὴν τάξιν, καὶ ἄρχῃ μὲν ἡδονή, ἕπηται δὲ λόγος, δίδως τῇ ψυχῇ τύραννον πικρὸν καὶ ἀπαραίτητον, ᾧ δουλεύειν ἀνάγκη, | |
10 | καὶ ὑπηρετεῖν ὑπηρεσίας ἀνεπιτιμήτους καὶ παντοδαπάς, κἂν αἰσχρὰ προστάττῃ, κἂν ἄδικα προστάττῃ. Τί γὰρ ἂν εἴη μέτρον ἡδονῆς ἐπιλαβομένης ἐξουσίας ἐπιθυμη‐ μάτων; Ἀκόρεστος γὰρ ὁ τύραννος οὗτος, καὶ τῶν παρόντων ὑπεροπτικός, καὶ τῶν μὴ παρόντων ὀρεκτι‐ | |
15 | κός, καὶ διὰ περιουσίαν ἐξαπτόμενος, καὶ ὑπὸ ἐλπίδος | |
33.3d | κουφιζόμενος, καὶ δι’ εὐπορίαν ἐξυβρίζων. Οὗτος ὁ τύραννος ἐπανέστησεν τὰ αἰσχρὰ τοῖς καλοῖς, οὗτος ἐφώπλισεν ἀδικίαν δικαιοσύνῃ, οὗτος μέτρῳ ἀμετρίαν· | |
ὡς ἥ γε χρεία τῶν σωμάτων τὰς αὐτῆς ὀρέξεις οὐ | 383 | |
33.3e | χαλεπῶς ἀναπίμπλησιν. Διψῇ τίς; κρῆναι πανταχοῦ· πεινῇ τίς; φηγοὶ πανταχοῦ. Ἥλιος οὗτος, χλανίδων ἀλεεινότατος· λειμῶνες οὗτοι, θεαμάτων τὰ ποικιλώ‐ | |
33.3f | τατα· ἄνθη ταῦτα, εὐωδίαι φυσικαί. Καὶ μέχρι μὲν τούτων ἐστὶν λαβεῖν ὅρους ἡδονῶν, τὴν χρείαν αὐτήν· ἐὰν δὲ ταῦτα ὑπερβῇς καὶ προσέλθῃς περαιτέρω, δίδως ταῖς ἡδοναῖς δρόμον ἄπαυστον, καὶ τὰς ἀρετὰς ἀπο‐ | |
5 | τειχίζεις. | |
33.4a | Τοῦτο γεννᾷ τὰς πλεονεξίας, τοῦτο ποιεῖ τὰς τυ‐ ραννίδας· οὐ γὰρ ἱκανὸν βασιλεῖ τῷ Περσῶν χωρίον Πασαργάδαι, καὶ τὸ Κύρου κάρδαμον, ἀλλ’ ἡ Ἀσία ἅπασα διέλαχεν χορηγεῖν ἡδοναῖς ἀνδρὸς ἑνός. Τρέφει μὲν | |
5 | αὐτῷ Μηδία Νισαῖον ἵππον, πέμπει δὲ Ἰωνία παλλα‐ κίδας Ἑλληνικάς, τρέφει δὲ Βαβυλὼν εὐνούχους βαρβάρους, πέμπει δὲ Αἴγυπτος παντοδαπὰς τέχνας, ἐλέφαντα Ἰνδοί, Ἄραβες εὐωδίαν· χορηγοῦσιν δὲ καὶ οἱ ποταμοὶ ταῖς βασιλέως ἡδοναῖς, Πακτωλὸς χρυσόν, | |
33.4b | Νεῖλος πυρόν, Χοάσπης ὕδωρ· τῷ δὲ οὐδὲ ταῦτα ἱκανά, | |
ἀλλ’ ἐπιθυμεῖ ξένης ἡδονῆς, καὶ διὰ τοῦτο ἐπὶ τὴν Εὐρώπην ἔρχεται, διώκει Σκύθας, ἀνίστησιν Παίονας, Ἐρετρίαν λαμβάνει, Μαραθῶνι ἐπιπλεῖ, καὶ πλανᾶται | 384 | |
33.4c | πανταχοῦ. Ὢ τῆς πενίας δυστυχέστατος. Τί γὰρ ἂν εἴη πενέστερον ἀνδρὸς ἐπιθυμοῦντος διηνεκῶς; ἐπειδὰν γὰρ ἅπαξ ψυχὴ γεύσηται ἡδονῶν ὑπὲρ τὴν αὐτῆς χρείαν, κόρος αὐτὴν τῶν πρότερον ἔχει, καὶ ἑτέρων | |
33.4d | ἐρᾷ. Καὶ τὸ τοῦ Ταντάλου αἴνιγμα τοῦτο ἦν ἄρα, δίψα διηνεκὴς ἀνδρὸς φιληδόνου, καὶ ἡδονῆς νάματα προσιόντα καὶ ἀπιόντα αὖθις, καὶ παλίρροια ἐπιθυ‐ μιῶν, καὶ λῦπαι πικραὶ ταύταις ἀνακεκραμέναι, καὶ | |
33.4e | ταραχαί, καὶ φόβοι. Φοβερὸν μὲν γὰρ παροῦσα ἡδονὴ μὴ ἀπέλθῃ, ἀνιαρὸν δὲ μὴ παροῦσα μὴ οὐκ ἔλθῃ· ὥστε ἀνάγκη τὸν διώκοντα ἡδονὴν λυπούμενον μὲν μὴ παύσασθαι, ἡδόμενον δὲ μὴ αἰσθάνεσθαι, ἀλλὰ | |
5 | συγκεχυμένον ζῆν ἐν ἀσαφείᾳ πολλῇ. | |
33.5a | Ὅρα τίνα καὶ ποῖον τύραννον τῇ ψυχῇ δίδως· ὡς Ἀθηναίοις Κριτίαν, παρωσάμενος τὸν Σόλωνα· ὡς Λα‐ κεδαιμονίοις Παυσανίαν, παρωσάμενος τὸν Λυκοῦργον. | |
33.5b | Ἐγὼ δὲ ἐλευθερίαν ποθῶν νόμου δέομαι, λόγου δέο‐ | |
μαι. Οὗτός μοι φυλάξει τὴν εὐδαιμονίαν ὀρθὴν καὶ ἄσειστον καὶ ἀδεῆ καὶ αὐτάρκη, οὐ ταπεινὴν δὲ ὑπο‐ βεβλημένην ἀνδραπόδων τέχναις, ὑφ’ ὧν ἐρανιζόμενος | 385 | |
33.5c | ἀθροίσω τὸ μέγα τοῦτο ὄφελος, ἡδονήν· αἰτίζων οὐκ ἀκόλους, μὰ Δία, κατὰ τὸν Ὁμήρου πτωχεύοντα, οὐδὲ ἄορας καὶ λέβητας μόνον, ἀλλὰ τὰ τούτων ἔτι ἀτοπώτερα· παρὰ μὲν Μιθαίκου ὄψον, παρὰ δὲ Σα‐ | |
5 | ράμβου οἶνον, παρὰ δὲ Μιλησίου ἑταίραν, παρὰ δὲ | |
33.5d | Κόννου ᾠδήν. Καὶ τί τούτων ἔσται μέτρον; τίς τῆς ἐξ ἡδονῶν εὐδαιμονίας ὅρος; ποῖ στησόμεθα; τίνι δῶ‐ | |
33.5e | μεν τὰ νικητήρια φέροντες; Τίς ὁ μακάριος ἀνὴρ οὗ‐ τος καὶ ἄγρυπνος καὶ ἐπίπονος, ὃν οὐκ ἔλαθεν οὐδὲ ἐξέφυγεν οὐδεμία ἡδονή, οὐ νύκτωρ, οὐ μεθ’ ἡμέραν, ἀλλὰ ἀποτείνασα αὐτῷ ἡ ψυχὴ τὰς αἰσθήσεις πάσας, | |
5 | καθάπερ ὁ θαλάττιος πολύπους τὰς πολλὰς κόμας, διὰ τούτων πάντοθεν τὰς ἡδονὰς ἐπάξεται πάσας ὁμοῦ; | |
33.6a | Πλάττωμεν, εἰ δυνατόν, τοιαύτην εἰκόνα, ἄνδρα | |
εὐδαίμονα τὴν ἐξ ἡδονῶν εὐδαιμονίαν· ὁρῶντα μὲν τὰ ἥδιστα τῶν χρωμάτων, ἀκούοντα δὲ ἡδίστων ψόφων, ὀσφραινόμενον ὀδμῶν τερπνοτάτων, γευόμενον χυμῶν | 386 | |
5 | ποικιλωτάτων, χλιαινόμενον, ἀφροδισιάζοντα ὁμοῦ· ἐὰν γὰρ δῷς χρόνον, καὶ διαστήσῃς τὰς ἡδονάς, καὶ τὰς αἰσθήσεις διέλῃς, κολούσεις τὴν εὐδαιμονίαν· πᾶν γάρ, | |
33.6b | ὃ παρὸν εὐφραίνει, ἀφαιρεθὲν λυπεῖ. Καὶ τίς ἀνά‐ σχοιτο ψυχὴ ἡδονῶν τοσούτων ὄχλον ἐπιρρέοντα αὐτῇ καὶ ἐπιφερόμενον, καὶ μηδεμίαν ἀνακωχὴν μηδὲ ἀνα‐ ψυχὴν παρεχόμενον; ἀλλ’ οὐκ ἀθλιώτατα εἰκὸς διά‐ | |
5 | γειν, καὶ ἐπιθυμεῖν καταβολῆς, καὶ ἀναπαύλης ἐρᾶν; | |
33.6c | χρονίζουσα γὰρ ἡδονὴ λύπην γεννᾷ. Τί ἂν οὖν γέ‐ νοιτο ἀπιστότερον εὐδαιμονίας ἐλεουμένης; Ὦ Ζεῦ καὶ θεοί, πατέρες καὶ ποιηταὶ γῆς καὶ θαλάττης, καὶ ὅσα γῆς καὶ θαλάττης θρέμματα, οἷον τοῦτο ζῷον | |
5 | τῷ δεῦρο τόπῳ καὶ βίῳ ἐγκατεστήσατε; ὡς θρασὺ καὶ ἰταμὸν καὶ λάλον, ἀγαθοῦ ἄπορον, ἔργου ἔρημον, ἡδο‐ ναῖς βοσκόμενον καὶ δημαγωγούμενον; Αἴθ’ ὄφελεν ἄγονόν τ’ ἔμεναι, ἄγαμόν τ’ ἀπο‐ | |
λέσθαι | 387 | |
10 | τὸ γένος τοῦτο πᾶν, εἰ μηδὲν ἕξει παρ’ ὑμῶν ἡδονῆς κρεῖττον. | |
33.7a | Καὶ πῶς οὐκ ἔχει; ἀποκρινώμεθα γὰρ καθ’ Ὅμηρον ὑπὲρ τοῦ Διός. Ἔχει μὲν γάρ, ἔχει νοῦν καὶ λόγον· συγκέκραται δὲ αὐτῷ ὁ βίος ἐξ ἀθανάτων καὶ θνητῶν πραγμάτων, ὡς ζῴῳ τινὶ ἐν μεθορίῳ τεταγμένῳ, καὶ | |
5 | παρὰ μὲν θνητῆς πλημμελείας τὸ σῶμα ἔχοντι, ἐκ δὲ τῆς ἀθανάτου ἀπορροῆς τὸν νοῦν λαμβάνοντι. Ἴδιον δὲ σαρκῶν μὲν ἡδοναί, νοῦ δὲ λόγος· καὶ κοινὸν μὲν | |
33.7b | αὐτῷ αἱ σάρκες πρὸς τὰ θηρία, ἴδιον δὲ νοῦς. Ἐν‐ ταῦθα τοίνυν ζήτει τὸ ἀνθρώπου ἀγαθόν, ὅπου τὸ ἔργον· 〈ἐνταῦθα τὸ ἔργον, ὅπου τὸ ὄργανον·〉 ἐνταῦθα τὸ ὄργανον, ὅπου τὸ σῶζον. Ἀπὸ τοῦ σώζοντος ἄρξαι. | |
5 | Πότερον ποτέρου διασωστικόν, σῶμα ψυχῆς, ἢ ψυχὴ | |
σώματος; εὗρες τὸ σῶζον. Τί ψυχῆς ὄργανον; νοῦς. Ζήτει τὸ ἔργον. Τί νοῦ ἔργον; φρόνησις· εὗρες τὸ | 388 | |
33.7c | ἀγαθόν. Εἰ δέ τις τότ’ ἀνθρώπου τὴν μοῖραν ταύτην τὴν φρονοῦσαν καὶ θεοφιλῆ ἀτιμάσας, τὸ ἄτιμον ἐκεῖνο μόνον θρέμμα, τὰς σάρκας λέγω, τὸ ἀκόλαστον, τὸ ἁδηφάγον, τὸ ἡδοναῖς φίλον εὐωχεῖν ἐθέλοι, τίνι ἂν | |
5 | εἰκάσαιμι τὴν τοιαύτην τροφήν, ἢ τῷ μύθῳ, νὴ Δία; | |
33.8a | Γενέσθαι φασὶν οἱ ποιηταὶ ἄνδρας ἐν Πηλίῳ, Θετ‐ ταλικὸν γένος, ἀτόπους τὰ σώματα, ἐξ ὀμφαλοῦ ἐπι‐ συρομένους ἵππου φύσιν. Ἐν δὲ τῇ τοιαύτης ξυνου‐ σίας ἀμουσίᾳ πᾶσά που ἀνάγκη βόσκειν ὁμοῦ τὴν | |
5 | θηριώδη φύσιν· φθέγγεσθαι μὲν ὡς ἄνθρωπον, σιτεῖ‐ σθαι δὲ ὡς θηρίον· ὁρᾶν ὡς ἄνθρωπον, ὀχεύειν δὲ | |
33.8b | ὡς θηρίον. Εὖ γε, ὦ ποιηταὶ καὶ ποιητῶν παῖδες, πα‐ τέρες παλαιᾶς καὶ γενναίας μούσης, ὡς ἐναργῶς ἄρα ἡμῖν τὸν πρὸς τὰς ἡδονὰς δεσμὸν ᾐνίξασθε. Ἐπειδὰν ψυχῆς θηριώδεις κρατήσωσιν ἐπιθυμίαι, φυλάττουσαι | |
5 | τὴν ἀνθρωπίνην ἐπιφάνειαν, τῇ τῶν ἔργων ὑπηρεσίᾳ | |
33.8c | ἀπέφηναν τὸν χρώμενον ἐξ ἀνθρώπου θηρίον. Τοῦτο οἱ Κένταυροι, τοῦτο αἱ Γοργόνες, τοῦτο αἱ Χίμαιραι, | 389 |
33.8d | ὁ Γηρυόνης, ὁ Κέκροψ. Ἄφελε τὴν γαστρὸς ἐπιθυμίαν, καὶ ἀφεῖλες τοῦ ἀνθρώπου τὸ θηρίον· ἄφελε τὴν αἰ‐ δοίων ἐπιθυμίαν, καὶ διέκοψας τὸ θηρίον. Μέχρι δὲ ταῦτά τῳ συζῇ καὶ συντρέφεται, καὶ πρὸς αὐτὰ τῇ | |
5 | θεραπείᾳ νένευκεν, ἀνάγκη τὰς ἐκείνων ὀρέξεις κρα‐ τεῖν, καὶ βοᾶν τὴν ψυχὴν τὰς ἐκείνων φωνάς. | |
34.1a(1t) | Ὅτι ἐστιν καὶ ἐκ τῶν περιστάσεων | |
2t | ὠφελεῖσθαι. | |
1 | Δεινόν γε, εἰ οἱ μὲν θεοὶ διέκριναν τοῖς ἀνθρώ‐ ποις τἀγαθὰ ἐκ τῆς τῶν κακῶν ὁμιλίας, ἀνεπίμικτον | |
ἑκάτερον ἑκατέρῳ εἶναι θέμενοι, καὶ διαστήσαντες αὐ‐ τῶν τὰς φύσεις, καθάπερ ἡμέρας πρὸς νύκτα, καὶ | 390 | |
5 | φωτὸς πρὸς ζόφον, καὶ πρὸς ὕδωρ πυρός· ὧν ἕκαστον εἰ ἐθελήσαις πρὸς τοὐναντίον ἀγαγεῖν, καὶ ἀνακεράσαι αὐτῶν τὴν διαφορὰν εἰς κοινὴν φύσιν, διαφθερεῖς τὸ | |
34.1b | ἑκατέρου ἴδιον· οἱ δὲ ἄνθρωποι αὐτοὶ ἑκόντες, εὐδαί‐ μονα διώκοντες βίον, καταμίγνυσιν αὐτῷ 〈κακά· κἄν τις θεῶν συγχωρήσῃ αὐτοῖσ〉 ζῆν δι’ ἡμέρας ἐν φωτὶ λαμπρῷ καὶ διηνεκεῖ, ἀΰπνῳ καὶ ἀδεεῖ τῆς ἐν νυκτὶ | |
5 | ἀναπαύλης, ἄχθοιντο τῷ ἡλίῳ μηδέποτε ἐξισταμένῳ | |
34.1c | μηδὲ εἰς τὸ παλίσκιον παραχωροῦντι. Ἔχε δὴ αὐτόθι. Μὴ ἀποκρινούμεθα σού πη δικαιότερον, ὡς εἰ μέν που τίς ἐστιν ἀνθρώπου ὄψις ἀνέχεσθαι φωτὸς διηνεκοῦς, καὶ εἴπέρ τις μηχανὴ στῆσαι τὸν ἥλιον τοῦ κύκλῳ | |
5 | δρόμου, ὥστε ἀνέχειν ὑπὲρ γῆς αἰεί, καθάπερ πυρσὸν | |
ἐκ κορυφῆς ὑψηλῆς ἐκπέμποντα ἐφ’ ἡμᾶς τὸ παρ’ ἑαυ‐ τοῦ φῶς· εἰ ταῦτα ὑπάρχοι, καὶ σταίη μὲν ὁ ἥλιος, ἀνέχοιντο δὲ οἱ ὀφθαλμοὶ πρὸς αὐτὸν διηνεκῶς δε‐ δορκότες, τίς οὕτως ἀνόητος καὶ ἐπιμανὴς καὶ κακο‐ | 391 | |
10 | δαίμων τοῦ ἔρωτος, ὥστε ποθῆσαι νύκτα καὶ σκότος, καὶ ὀφθαλμῶν ἀργίαν, καὶ σώματος ῥίψιν ἐγγύτατα | |
34.1d | νεκροῦ; Εἰ δὲ θᾶττον μὲν ἀνάσχοιντο οἱ ὀφθαλμοὶ ἀϋπνίας, ἢ σταίη ὁ ἥλιος, θᾶττον δ’ ἀνεὶς σταίη ὁ ἥλιος, νὴ Δία, ἢ ἀνέχοιντο οἱ ὀφθαλμοὶ ἀϋπνίας, οὐκ εὐχῆς ἔργον ἡ πρὸς τὸ φῶς φιλία, ἀλλὰ ἀνάγκης ἡ | |
5 | πρὸς νύκτα συνουσία. | |
34.2a | Ταύτῃ τοι καὶ ὁ πρὸς τὸ ἀγαθὸν ἔρως ἔχει. Ἐφίε‐ ται μὲν γὰρ αὐτοῦ ἡ ψυχή· τί δὲ οὐ μέλλει; καὶ πο‐ λεμεῖ τῷ κακῷ· τί δὲ οὐ μέλλει; ἀλλ’ οὐκ ἔστιν αὐτῇ οὔτε ὧν ἐφίεται καθαρῶς τυχεῖν, οὔθ’ οἷς πολεμεῖ μὴ | |
34.2b | περιπεσεῖν ἐξ ἀνάγκης. Οὔπω λέγω τὴν μοχθηρὰν ψυχήν (αὕτη μὲν γὰρ πάγκακός τις, καὶ ἀγαθῶν ἄμοι‐ ρος, καὶ ἐν ἐλπίσιν ἄπιστος, καὶ ἐν εὐτυχίᾳ ἀκροσφαλής), | 392 |
34.2c | ἀλλὰ τὴν ἐπιεικῆ καὶ φρονήσεως ἐπήβολον· φέρε ἴδω πότερα καὶ ταύτην φῶμεν ἐπιλαβομένην τῆς ἀρετῆς εὐροίᾳ τινὶ βίου καὶ εὐτυχημάτων ἀκμῇ συγγίγνεσθαι | |
34.2d | ἀεί; Ἢ τοῦτο μὲν ἀμήχανον ἐν ἀνθρωπίνῃ φύσει· πολλὰ γὰρ τὰ ἐν ποσίν, καθάπερ ἀνδρὶ κούφως θέοντι ὀρύ‐ | |
34.2e | γματα καὶ κρημνοὶ καὶ βάραθρα καὶ τειχία· ἐν οἷς ὁ μὲν ἀμαθὴς τῆς ὁδοῦ, καὶ μαλθακὸς θεῖν, καὶ δια‐ πηδᾶν ἀσθενής, καὶ παραθεῖν ἀκροσφαλής, πταίει καὶ | |
34.2f | σφάλλεται καὶ ἀποδειλιᾷ· ὁ δὲ ἀγαθὸς καὶ δρομικὸς ἀνὴρ καὶ ἐπιστήμων τῆς ὁδοῦ, κατὰ μὲν τὴν ῥώμην ὀξέως θεῖ, κατὰ δὲ τὴν ἐμπειρίαν ἀπλανῶς, κατὰ δὲ τὴν τέχνην ἀσφαλῶς· οἶδε μὴν τίς μὲν τῆς ὁδοῦ | |
5 | ἡ λεία καὶ ἄπταιστος, τίς δὲ ἡ διεσκαμμένη, καὶ ἀναγ‐ καία μὲν διελθεῖν, ἀπροαίρετος δὲ τῷ θέοντι. | |
34.3a | Τοῦτό τοι καὶ περὶ τὸν βίον Ὅμηρος ᾐνίξατο· δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει, φησίν· ὁ μὲν πλήρης κακῶν, ἀγαθῶν ἀνεπίμικτος· ὁ δὲ ἐξ ἀμφοῖν κεκραμένος (τρίτον γὰρ πίθον οὐδαμοῦ | 393 |
34.3b | ἐν Διὸς εἷναι λέγει, ἀγαθῶν ἀκηράτων). Νέμει δὲ Ζεὺς τῷ τῶν ἀνθρώπων γένει, κατὰ τὴν Ὁμήρου ᾠδήν, | |
34.3c | ἐκ τοῖν πίθοιν τούτοιν ἀρυτόμενος· ἐκ μὲν τοῦ, κακῶν ἀενάων ῥεῦμα ἰσχυρὸν καὶ βίαιον, μεστὸν ἐρίδων καὶ ἐρινύων, καὶ πτοίας καὶ φόβου, καὶ ἄλλων μυρίων δυσαντήτων τὲ καὶ ἀκράτων κακῶν· ἐκ δὲ τοῦ νέμει, | |
5 | ὡς μὲν ἂν Ὅμηρος εἴποι, ῥεῦμα μικτὸν ἀγαθῶν καὶ | |
34.3d | κακῶν· ἐγὼ δὲ ὁρῷ μὲν τὴν μῖξιν, καὶ πείθομαι τῷ λόγῳ, εὐφημότερον δὲ ὀνομάζειν θέλω τὴν βελτίω παρὰ Διὸς νομήν· ἔχει γὰρ δὴ ὧδε. | |
34.4a | Ἀρετὴ ψυχῆς καὶ μοχθηρία, αὗται πηγαὶ τῶν Διὸς πίθων· ὧν ἡ μὲν μοχθηρία λάβρον καὶ ἔμπληκτον ὀχετὸν ἐξιεῖσα συγχεῖ τὸν βίον καὶ ταράττει, καθάπερ ἐμβολὴ χειμερίου νάματος ἐπὶ λήϊα καὶ φυτουργίας | |
5 | ὁρμηθεῖσα, ἐχθρὰ μὲν γεωργοῖς, ἐχθρὰ δὲ καὶ ποι‐ μέσιν, ἐχθρὰ καὶ ὁδοιπόροις, ἄκαρπος, ἄγονος, ἀνό‐ | 394 |
34.4b | νητος, ἐπισφαλής· αἱ δὲ ἀρετῆς πηγαί, ὅτῳ ἂν ἐν ψυχῇ διαφανῶσιν, πάντα τούτῳ ποιοῦσιν τὸν βίον ἔγκαρπον καὶ ἀρόσιμον καὶ τελεσφόρον. Ἀλλὰ ἱδρῶτος δεῖ τῷ | |
34.4c | γεωργῷ, καὶ πόνου δεῖ, καὶ ταλαιπωρίας δεῖ. Οὐδὲ γὰρ ὁ Αἰγύπτιος τῷ Νείλῳ θαρρεῖ μόνῳ, οὐδὲ παρα‐ δίδωσιν αὐτῷ τὰ σπέρματα, πρὶν ἢ τἀρότρῳ ζεύξῃ βοῦν, πρὶν τέμῃ αὔλακα, πρὶν πονήσῃ μακρά· καὶ μετὰ | |
5 | τοῦτο ἤδη καλεῖ τὸν ποταμὸν ἐπὶ τὰ αὑτοῦ ἔργα. | |
34.4d | Αὕτη μῖξις ποταμοῦ πρὸς γεωργίαν, καὶ ἐλπίδων πρὸς πόνους, καὶ καρπῶν πρὸς ταλαιπωρίαν· οὕτως ἀγα‐ | |
34.4e | θοῖς κακὰ κεραννυτέον. Εἰ βούλει, ἄφελε μὲν τὴν δυσφημίαν, ἴσθι δὲ αὐτῷ τὴν οὐσίαν οὐκ αὐθαίρετον οὖσαν τοῖς πονοῦσιν. Κἂν ἐπὶ τοὺς λιμένας ἔλθῃς, κυβερνήτην λήψῃ, οὐ τὸν ἄπειρον χειμῶνος, οὐδὲ ὅστις | |
5 | ἀθέατος κλύδωνος, ἀλλ’ ἐκ πολλῶν σφαλμάτων ἀθροί‐ | |
34.4f | σαντα τὴν τέχνην, ἐκ πείρας κακῶν. Ἐγὼ καὶ στρα‐ | |
τηγῷ διαπιστῶ πάντα εὐτυχήσαντι· οἷος ἂν ἦν Ἀθη‐ ναίοις στρατηγὸς Νικίας, σωθεὶς ἐκ Σικελίας· ἢ οἷος ἂν ἦν σωφρονέστερος δημαγωγὸς Κλέων, ἐπανελθὼν | 395 | |
34.4g | ἐξ Ἀμφιπόλεως. Ὅταν δὲ ἴδω πάντα εὐτυχοῦντα καὶ κυβερνήτην καὶ στρατηγόν, καὶ ἰδιώτην, καὶ ἄρχοντα, καὶ ἄνδρα, καὶ πόλιν, διαπιστῶ ταῖς εὐτυχίαις· ὡς Σόλων Κροίσῳ, ὡς Ἄμασις Πολυκράτει. | |
34.5a | Κροῖσος μὲν γὰρ εἶχεν εὔϊππον γῆν, Πολυκράτης δὲ εὔνεω θάλατταν· ἀλλ’ οὐδὲν τούτων βέβαιον, οὐχ ἡ γῆ Κροίσῳ, οὐχ ἡ θάλαττα Πολυκράτει· ἀλλ’ ἐλάμ‐ βανεν Ὀρόντης μὲν Πολυκράτην, Κροῖσον δὲ Κῦρος· | |
5 | καὶ διαδοχὴ μετ’ εὐτυχίαν μακρὰν ἀθρόων κακῶν. Διὰ τοῦτο Σόλων οὐκ εὐδαιμόνισε Κροῖσον, σοφὸς γὰρ ἦν· διὰ τοῦτο Ἄμασις ἀπείπατο Πολυκράτην, ἀσφαλὴς γὰρ ἦν· διὰ τοῦτ’ ἐγὼ ἐπαινῶ βίον γευόμενον κακῶν, ἀλλὰ γευόμενον μόνον, | |
10 | χείλεα μέν τ’ ἐδίην’, ὑπερῴην δ’ οὐκ ἐδίηνεν· ἔχοντα μὲν τὴν ἀρετήν, χρώμενον δὲ αὐτῇ καὶ πρὸς | |
34.5b | ἀκουσίους τύχας. Καὶ γὰρ ὀφθαλμοῖς φίλον μὲν χρω‐ | |
μάτων τὸ λαμπρότατον, ἀλλ’ ἐὰν μὴ παραθῇς τὸ φαιόν, ἐλύπησας αὐτοῦ τὴν ἡδονήν· ἐὰν δὲ μίξῃς ταῖς εὐ‐ τυχίαις τὰ δυσχερῆ, μᾶλλον αἰσθητῷ τῆς ἀρετῆς καὶ | 396 | |
5 | συνήσεις τῆς εὐτυχίας. | |
34.6a | Εἰ δίψα μὲν σώματι παρασκευάζει ἡδονὴν ποτοῦ, καὶ λιμὸς σώματι παρασκευάζει ἡδονὴν βρωτοῦ, καὶ νὺξ ὀφθαλμοῖς παρασκευάζει ἡδονήν, ἥλιον ποθεῖ ἄνθρωπος καὶ νύκτα μεθ’ ἥλιον, καὶ λιμὸν μετὰ κόρον, | |
5 | καὶ δίψαν μετὰ μέθην· κἂν ἀφέλῃς αὐτοῦ τὴν μετα‐ | |
34.6b | βολήν, λύπην τὴν ἡδονὴν ποιεῖς. Οὕτω λέγεται καὶ Ἀρτοξέρξης, ὁ Περσῶν βασιλεύς, τέως μὲν ὑπ’ εἰρήνης μακρᾶς καὶ ἡδονῆς διηνεκοῦς μὴ συνιέναι τῆς εὐ‐ | |
34.6c* | τυχίας· ᾧ παρεσκεύαζε μὲν ἡ Ἀσία τὸ δεῖπνον, ἔπεμ‐ πον δὲ πῶμα ποταμῶν οἱ κάλλιστοι, ἐμηχανῶντο δὲ | |
34.6d* | αὐτῷ τὴν δίαιταν τέχναι μυρίαι· ἀλλ’ ἐπεὶ πόλεμος αὐτῷ ἐκ θαλάττης ἦλθεν, καὶ Ἕλληνες μύριοι, καὶ στρατηγοὶ δεινοί, ἡττηθεὶς ἔφευγεν ἐπὶ ψιλὸν λόφον, ὅπου τῆς νυκτὸς ἀναπαυόμενος ἐδίψησεν ὁ δύστηνος | |
5 | πρῶτον τότε, ἔνθα ἦν οὐ Χοάσπης, οὐ Τίγρις, οὐ Νεῖλος, οὐκ ἐκπώματα, οὐκ οἰνοχόοι· καὶ ἠγάπησεν | |
παρὰ ἀνδρὸς Μάρδου λαβὼν ἐν ἀσκῷ ὀδωδὸς ὕδωρ· καὶ τότε ἄρα ὁ δείλαιος ἔγνω, τίς μὲν δίψης χρεία, τίς δὲ ἡδονὴ ποτοῦ. | 397 | |
34.7a | Εἶτα ἡδονῆς μὲν ἔσται κόρος, εὐτυχημάτων δὲ οὐκ ἔσται κόρος; εἷς μέν, οἶμαι, σιτίων καὶ μέθης ἀνιαρό‐ | |
34.7b | τερος. Οὐ γὰρ ἀνασχετὸν εἶναι οὔτε τῷ Ἀχιλλεῖ τὴν σχολήν, οὔτε τῷ Νέστορι τὴν σιωπήν, οὔτε τῷ Ὀδυσσεῖ τὴν ἀσφάλειαν. Ἐξῆν γάρ που καὶ τῷ Ἀχιλλεῖ ζῆν καὶ βασιλεύειν Μυρμιδόνων, καὶ γεωργεῖν τὴν Θετ‐ | |
5 | ταλῶν γῆν, καὶ γηροκομεῖν τὸν Πηλέα· καὶ τῷ Νέστορι ἐν Πύλῳ ἐν εἰρήνῃ ἄρχειν, καὶ γηράσκειν καθ’ ἡσυ‐ χίαν· καὶ τῷ Ὀδυσσεῖ, οἴκοι μένειν περὶ τὸ Νήριτον τὸ εὔφυλλον, ἐν τῇ γῇ τῇ κουροτρόφῳ, | |
10 | ἢ τὸ τελευταῖον παρὰ Καλυψὼ βιοῦν ἐν ἄντρῳ καταρ‐ ρύτῳ καὶ κατασκίῳ, ὑπὸ Νυμφῶν θεραπευομένῳ, ἀγήρῳ | |
ὄντι καὶ ἀθανάτῳ· ἀλλ’ οὐχ εἵλετο ἀθάνατος εἶναι ἀρ‐ | 398 | |
34.7c | γὸς ὢν καὶ μηδὲν χρώμενος τῇ ἀρετῇ. Ἀνάγκη δὲ τὸν ταύτην μεταχειριζόμενον, ἀνθρωπίνοις συμπτώμασιν παραβαλλόμενον, πολλάκις βοᾶν, τέτλαθι δὴ κραδίη, καὶ κύντερον ἄλλό ποτ’ ἔτλης. | |
34.8a | Τίς δ’ ἂν ἦν μνήμη τοῦ Ὀδυσσέως, ἐὰν ἀφέλῃς αὐτοῦ τὰ δυσχερῆ; τίς δὲ τοῦ Ἀχιλλέως, ἐὰν ἀφέλῃς αὐτοῦ τὸν Ἕκτορα καὶ τὸν Σκάμανδρον, καὶ τὰς δώδεκα μὲν σὺν νηυσὶ πόλεις, | |
34.8b | ἕνδεκα δὲ ἠπειρώτιδας; Τὸν μὲν γὰρ Ἡρακλέα οὐδὲ ἄλλοθεν οἱ ἄνθρωποι προσέθεσαν ἂν φέροντες τῷ Διί, μὴ οὔσης τῆς πρὸς τὰ κακὰ ὁμιλίας, ἀγωνισαμένης αὐ‐ τοῖς· ἐὰν ἀφέλῃς αὐτοῦ τὰ θηρία, καὶ τοὺς δυνάστας, | |
5 | καὶ τὰς ἄνω καὶ κάτω ὁδούς, καὶ τὰ δεινὰ ἐκεῖνα πάντα, | |
34.8c | ἠκρωτηρίασας τὴν ἀρετὴν τοῦ Ἡρακλέος. Ἢ Ὀλυμ‐ πιάσιν μὲν καὶ Πυθοῖ οὐκ ἔνεστιν κότινον λαβεῖν, οὐδὲ μήλων τυχεῖν, αὐτὸν ἐφ’ ἑαυτοῦ κονισάμενον, ἀλλὰ ἀνταγωνιστῶν δεῖ τῷ κηρύγματι· ἐν δὲ τῷ τοῦ | 399 |
5 | βίου σταδίῳ καὶ τῇ δεῦρο ἀγωνίᾳ τίς ἂν γένοιτο ἀντα‐ γωνιστὴς ἀνδρὶ ἀγαθῷ, πλὴν τῆς πείρας τῶν δυσχερῶν; | |
34.9a | Φέρε τοὺς ἀγωνιστὰς παρακαλῶμεν ἐπὶ τὸ στάδιον. | |
34.9b | Ἔχε, τίνες μὲν Ἀθηνῶν; Σωκράτης ἀγωνιούμενος πρὸς | |
34.9c | Μέλητον, καὶ πρὸς τὰ δεσμὰ καὶ τὸ φάρμακον. Ἐκ δὲ Ἀκαδημίας Πλάτων ἀγωνιούμενος πρὸς τυράννου ὀργήν, καὶ θάλατταν πολλήν, καὶ κινδύνους μεγάλους. | |
34.9d | Ἡκέτω καὶ ἄλλος ἀγωνιστὴς Ἀττικός, ἀγωνιούμενος πρὸς Τισσαφέρνην ἐπιορκοῦντα, καὶ Ἀριαῖον ἐπιβου‐ λεύοντα, καὶ Μένωνα προδιδόντα, καὶ βασιλέα ἐπιτι‐ | |
34.9e | θέμενον. Καὶ δεῖ μοι καὶ τὸν ἐκ τοῦ Πόντου ἀθλη‐ τὴν ἀγωνίζεσθαι· καὶ οὗτος, ἀγῶνα ἰσχυρὸν, πρὸς ἀντα‐ γωνιστὰς πικρούς, πενίαν καὶ ἀδοξίαν καὶ λιμὸν καὶ | |
κρύος· ἐγὼ δὲ αὐτοῦ καὶ τὰ γυμνάσια ἐπαινῶ· | 400 | |
5 | αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας, σπεῖρα κακ’ ἀμφ’ ὤμοισι βαλών, | |
34.9f | οὐ χαλεπῶς διὰ τοῦτο ἐκράτει. Τοιγαροῦν στεφανῶ τοὺς ἄνδρας, καὶ ἀνακηρύττω νικηφόρους τῆς ἀρετῆς· ἐὰν δὲ ἀφέλῃς αὐτῶν τὴν πρὸς τὰ καλὰ ἀγωνίαν, | |
34.9g | ἀποστεφανοῖς τοὺς ἄνδρας καὶ ἀποκηρύττεις. Ἄφελε Ἀθηναίων τὸν ἐπὶ Μαραθῶνα δρόμον, καὶ τὸν ἐκεῖ θάνατον, καὶ τὴν Κυναιγείρου χεῖρα, καὶ τὴν Πολυ‐ ζήλου συμφοράν, καὶ τὰ Καλλιμάχου τραύματα, καὶ | |
5 | οὐδὲν Ἀθηναίοις καταλείπεις σεμνόν, πλὴν τοῦ Ἐριχ‐ | |
34.9h | θονίου καὶ τοῦ Κέκροπος, μύθων ἀπιστουμένων. Διὰ τοῦτο ἡ Σπάρτη ἐπὶ πλεῖστον ἐλευθέρα, ὅτι ἐν οὐδὲ εἰρήνῃ σχολὴν ἄγει· μάστιγες αὐταὶ καὶ πληγαὶ Λα‐ | |
κωνικαί, καὶ ἔθη κακῶν, ταῖς ἀρεταῖς ἀναμιγνύμενα. | 401 | |
35.1a(1t) | Πῶς ἄν τις πρὸς φίλον παρασκευάσαιτο. | |
1 | Ἔχοις εἰπεῖν, τίνάς ποτε Ὅμηρος ὀνομάζων χαίρει θεοῖς εἰκέλους, καὶ δίους, καὶ μῆτιν ἀταλάντους Διί; | |
35.1b | Τίνας γάρ, ἀλλ’ ἢ τοὺς ἀρίστους, Ἀγαμέμνονά τε καὶ Ἀχιλλέα καὶ Ὀδυσσέα, καὶ ὅστις ἄλλος συνετέλει αὐτῷ | |
35.1c | εἰς ἐπαίνου μοῖραν; τί δέ, εἰ μὴ τῷ Διὶ εἴκαζεν αὐ‐ τούς, ἀλλ’ ἢ Μαχάωνι τῷ ἰατρῷ, ἢ Κάλχαντι τῷ μαν‐ τικῷ, ἢ Νέστορι τῷ ἱππικῷ, ἢ Μενεσθεῖ τῷ τακτικῷ, ἢ Ἐπειῷ τῷ τέκτονι, ἢ Νιρεῖ τῷ καλῷ; ἆρ’ οὐκ ἂν | |
5 | εἶχες ἀποκρίνασθαί μοι τῆς εἰκόνος τὴν αἰτίαν; ἢ ἐκεῖ μὲν γνωρίζεις τὴν ὁμοιότητα, ἐνταῦθα δὲ, ὅτι μὲν ὅμοιοι τῷ Διὶ, οἶσθα, καὶ ἐπαινεῖς τὸν εἰκάσαντα τῆς | |
35.1d | γνωρίσεως, τὸ δὲ γνώρισμα αὐτὸ ἀγνοεῖς; Φέρε οὖν, ἐγώ σοι ὑπὲρ τοῦ Ὁμήρου διηγήσομαι, ὡς 〈δεῖ· οὑ〉‐ | |
τωσὶ ἠρέμα πω λέγων· οὐ γάρ εἰμι ποιητικός. | 402 | |
35.1e | Πατέρα γάρ που θεῶν καὶ ἀνθρώπων εἶναι λέγει τὸν Δία, οὔτι που διότι ὑπεκδὺς τοῦ οὐρανοῦ, νῦν μὲν ὄρνιθι εἰκασθείς, νῦν δὲ χρυσῷ, καὶ ἄλλοτε ἄλλῳ, γυναιξὶ θνηταῖς ἐπλησίαζεν, | |
5 | σπερμαίνων τὰ πρῶτα γένος κυδρῶν βασιλήων· οὕτω γὰρ ἂν εἴη ὁ Ζεὺς ὀλιγοτεκνότατος· ἀλλὰ τὴν αἰτίαν ἀναθεὶς αὐτῷ τοῦ εἶναι τὰ γένη ταῦτα, καὶ σώζεσθαι, προσειπεῖν πατέρα, τῶν ἐν φιλίᾳ ὀνομάτων τὸ πρεσβύτατον. | |
35.2a/b | Εἶεν· οὕτω σοι τὰ τοῦ Διὸς ἔχει. Τὰ δὲ τῶν ὁμοίων τῷ Διὶ ἆρ’ ἡγεῖ ἄλλῃ πη ἔχει; ἢ οὐχ ὁρᾷς, ὡς οὐδὲ τὸν Σαλμωνέα εἴκασαν οἱ ποιηταὶ αὐτῷ, καίτοι κερανοὺς ἀφιέντα, ὡς ᾤετο, καὶ μιμούμενον | |
35.2c | τὸν βροντῶν κτύπον καὶ τὸ ἀστραπῆς φῶς; ἀλλὰ ταῦτά | |
γε ὁ Σαλμωνεὺς δρῶν, ὅμοιος ἦν Θερσίτῃ μιμουμένῳ | 403 | |
35.2d | τὸν Νέστορα. Πῶς οὖν γένοιντ’ ἂν ὅμοιοι ἄνθρωποι | |
35.2e | Διί; Μιμούμενοι αὐτοῦ τὸ σωστικὸν καὶ φιλητικὸν καὶ πατρικὸν δὴ τοῦτο. Αὕτη θνητὴ πρὸς θείαν ἀρετὴν ὁμοιότης, ἣ παρὰ μὲν θεοῖς καλεῖται θέμις, καὶ δίκη, καὶ ἄλλ’ ἄττα μυστικὰ καὶ θεοπρεπῆ ὀνόματα· παρὰ | |
5 | δὲ ἀνθρώποις φιλία, καὶ χάρις, καὶ ἀλλ’ ἄττα προσηνῆ | |
35.2f | καὶ ἀνθρωπικὰ ὀνόματα. Ἐνδεέστερον δὲ δὴ τὸ ἀν‐ θρώπειον τῆς θείας ἀρετῆς, τά τε ἄλλα, καὶ κατὰ φιλίας ἔκτασιν· οὐ γὰρ ἐξικνεῖται ἡ θνητὴ φύσις ἐπὶ τὸ ὅμοιον πᾶν, ἀλλ’ ὥσπερ αἱ τῶν βοσκημάτων ἀγέλαι, | |
5 | οἰκειοῦται τῷ ξυννόμῳ μόνον· ἀγαπητὸν δὲ εἰ καὶ τούτῳ | |
35.2g | παντί. Νῦν δὲ ἴδοις ἂν ἐν ἀγέλῃ μιᾷ, ὑπὸ ποιμένι ἑνί, στάσεις πολλὰς καὶ διαφωνίας κυριττόντων ἀλλή‐ λους καὶ διαδακνόντων, μόγις ὄντά που ζώπυρα εἰς | |
35.2h | βραχὺν ἀριθμὸν φιλίας σαφοῦς ξυνεληλαμένα. Σιτία μὲν καὶ ποτὰ καὶ ἀμπεχόνας, καὶ ὅση ἄλλη χρεία σω‐ μάτων, πορίζονται οἱ ἄνθρωποι ἀμοιβῇ καὶ ἀντιδόσει ἐκ χαλκοῦ καὶ σιδήρου, καὶ τὰ σεμνὰ δὴ ταῦτα, χρυ‐ | |
35.2i | σοῦ καὶ ἀργύρου· ἐξὸν χαίρειν τῇ τῶν μετάλλων φρά‐ σαντας τέχνῃ, λαμβάνειν παρ’ ἀλλήλων ταῦτα ἀπονητί, μετρουμένους μέτρῳ τῷ πάντων ἰσαιτάτῳ, τὸν μὲν ἐν‐ δεᾶ τὴν χρείαν λαβόντα παρὰ τοῦ ἔχοντος, τὸν δὲ ἐν | 404 |
5 | περιουσίᾳ ἀφεῖναι, κτησάμενον παρὰ τοῦ λαβόντος, ὧν ἡ ἀντίδοσις οὐχ ἕξει αἰτίαν. | |
35.3a | Τῷ μὲν Λυκίῳ Γλαύκῳ χρυσὸν δόντι καὶ λαβόντι χαλκόν, καὶ ἑκατόμβοι’ ἐννεαβοίων ἀλλαξαμένῳ ὀνειδίζει Ὅμηρος· εἰ δὲ παρωσάμενοι τὴν | |
5 | τούτων ἀξίαν τῇ γνώμῃ τὰς ἀντιδόσεις διεμετροῦντο, | |
35.3b | ἦν ἂν δήπου τὸ χρῆμα ἰσόρροπον. Νῦν δὲ καπηλείας πάντα μεστά, καὶ ἐμπορίας, καὶ συμβολαίων πικρῶν, ἀγοραίων τὲ καὶ θαλαττίων καὶ ἠπειρωτικῶν, ξενικῶν τε καὶ ἀστικῶν, καὶ ἐπιχωρίων καὶ διαποντίων, ἄνω | |
5 | καὶ κάτω στρεφομένης τῆς γῆς καὶ τῆς θαλάττης, τὰ ἀθήρατα ἐκθηρωμένων, καὶ τὰ ἀφανῆ μεταλλευόντων, καὶ τὰ πόρρω διωκόντων, καὶ τὰ σπάνια ποριζομένων, καὶ θησαυροὺς κατορυττόντων, καὶ κατώρυχας ἐμπιμ‐ | |
35.3c | πλάντων, καὶ ταμεῖα σωρευόντων. Τὸ δὲ τούτων αἴ‐ | |
τιον ἀπιστία φιλίας, καὶ πλεονεξίας ἔρως, καὶ ἀπορίας δέος, καὶ μοχθηρίας ἔθος, καὶ ἡδονῆς πόθος· ὑφ’ ὧν τὸ φιλεῖν ἐλαυνόμενον, καὶ κατορυττόμενον, καὶ βαπ‐ | 405 | |
5 | τιζόμενον, μόγις που σώζει ἀμαυρὰ ἴχνη καὶ ἀσθενῆ· καὶ τὸ κοινότατον καὶ ἀταμίευτον καὶ ἀφθονώτατον, διὰ τὴν τῶν χρωμένων σπάνιν, εἴ που καὶ γένοιτο τῆς Ἑλλάδος ἢ τῆς βαρβάρου γῆς, ᾄδεται τοῦτο, καὶ μύ‐ θου σχῆμα ἔχει, καὶ ἀπιστεῖται αὐτοῦ ἡ ἀκρίβεια. Καὶ | |
10 | μάλα εἰκότως. | |
35.4a | Ἦλθεν ἐπὶ τὴν Ἀσίαν Ἑλληνικὸς στόλος νεῶν χι‐ λίων, πλῆθος ἀνδρῶν τὸ καλλιστεῦον τῆς Ἑλλάδος, ὁμόσκηνον καὶ ὁμοδίαιτον, δεκαετεῖ χρόνῳ ἀντικαθη‐ | |
35.4b | μένων αὐτοῖς ἐχθρῶν βαρβάρων. Ἡ δὲ φήμη τῶν ἔργων τούτων ἐμπεσοῦσα εἰς τὴν Ὁμήρου ᾠδήν, οὐκ ἔσχεν ἡμῖν ἑταιρείαν εἰπεῖν ἀκριβῆ ἐν τοσούτῳ στόλῳ καὶ χρόνῳ, πλὴν μιᾶς, Θετταλικοῦ μειρακίου | |
5 | πρὸς Λοκρὸν ἄνδρα· ἧς οὐδὲν Ὅμηρος διηγήσατο οὔτε πρὸς ἡδονὴν τερπνότερον, οὔτε πρὸς ἀρετὴν ἀγωγό‐ | |
35.4c | τερον, οὔτε πρὸς μνήμην ἐπικυδέστερον. Τὰ δὲ ἄλλα τοῦ Ὁμήρου εἰ σκοποίης, πόλεμοι πάντα, καὶ θυμοί, | |
καὶ ἀπειλαί, καὶ μῆνις· καὶ τὰ τούτων τέλη οἰμωγαί, | 406 | |
35.4d | καὶ στόνοι, καὶ θάνατοι καὶ φθοραί, καὶ ὄλεθροι. Ἄι‐ δεταί που καὶ διήγημα Ἀττικὸν ὑπὸ φιλίας σεμνυνό‐ μενον ἐν πολλοῖς τοῖς Ἀθηναίων λόγοις· ἓν τοῦτο ἄξιον τῆς Ἀθηνᾶς, ἄξιον τοῦ Θησέως, φιλία καλὴ καὶ | |
5 | δικαία ἀγαθῶν ἀνδρῶν, ἣ παρέδωκεν ἀμφοτέροις ἐπὶ τυράννῳ κοινὸν ξίφος, καὶ σύνθημα κοινόν, καὶ κοι‐ | |
35.4e | νὸν θάνατον· μεθ’ ἣν οὐκέτι ὄ〈ναρ μετέχει〉 φιλίας Ἀττικήν, ἀλλὰ πάντα ὕπουλα, καὶ σαθρά, καὶ ἄπιστα, καὶ διαβεβρωμένα, μεστὰ φθόνου, καὶ ὀργῆς, καὶ ἀπει‐ ροκαλίας, καὶ φιλοχρηματίας, καὶ φιλοδοξίας. | |
35.5a | Κἂν τὴν λοιπὴν Ἑλλάδα ἐπίῃς, ἀφθονίαν ὄψει σκυθρωπῶν διηγημάτων, ἄνδρα ἀνδρὶ συμπεπτωκότα, | |
35.5b | καὶ πόλιν πόλει, καὶ γένος γένει· οὐ τὸ Δωρικὸν τῷ Ἰωνικῷ μόνον, οὐδὲ τὸ Βοιώτιον τῷ Ἀττικῷ, ἀλλὰ καὶ Ἴωνας Ἴωσιν, καὶ Δωριέας Δωριεῦσιν, καὶ Βοιω‐ τοὺς Βοιωτοῖς συμπίπτοντας, καὶ Ἀθηναίους Ἀθηναίοις, | |
5 | καὶ Θηβαίους Θηβαίοις, καὶ Κορινθίους Κορινθίοις, συγγενεῖς καὶ συνεστίους πολεμίους, πάντας πᾶσιν ἐπι‐ τιθεμένους, τοὺς ὑπὸ τὸν αὐτὸν ἥλιον καὶ τὸν αὐτὸν αἰθέρα καὶ τὸν αὐτὸν νόμον, καὶ τὴν αὐτὴν φωνὴν | |
ἱέντας, καὶ τὴν αὐτὴν γῆν νεμομένους, καὶ καρποὺς | 407 | |
10 | τοὺς αὐτοὺς σιτουμένους, καὶ μυστήρια τὰ αὐτὰ τελου‐ | |
35.5c | μένους· οὓς περιβάλλει τεῖχος ἓν καὶ πόλις μία, πολε‐ μοῦντας σπενδομένους, ὀμνύντας ἐπιορκοῦντας, συν‐ τιθεμένους μετατιθεμένους, καὶ προφάσεις μικρὰς με‐ | |
35.5d | γίστων κακῶν. Οἷς γὰρ ἂν τὸ φιλεῖν τῆς γνώμης ἐκπέσῃ, πάντα ἤδη ἀξιόχρεα κινεῖν ὀργὴν καὶ ταράτ‐ τειν· καθάπερ κοίλην ναῦν ἀφαιρεθεῖσαν τοῦ ἕρματος βραχεῖαι ῥοπαὶ σαλεύουσίν τε καὶ περιτρέπουσιν. | |
35.6a | Τίς ἂν οὖν παρασκευὴ γένοιτο ἀνδρὶ φιλίας ἐραστῇ πρὸς τὸ κτῆμα τοῦτο; Χαλεπὸν μὲν εἰπεῖν, ῥητέον δὲ ὅμως· | |
35.6b | ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά, οὐδὲ λύκοι τὲ καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν· οὐκ ἔστιν οὐδὲ ἀνδρὶ πρὸς ἄνδρα φιλίας ὁλκή, μέχρις | |
5 | ἂν αὐτῷ οἱ ὀφθαλμοὶ φαντάζωνται χρυσὸν καὶ ἄργυ‐ | |
35.6c | ρον. Κἂν τούτων ἀπαγάγῃς τὴν ὄψιν, οὐκ ἀπόχρη πρὸς φιλίαν ἡ καρυερία, ἀλλ’ ἐνοχλεῖ αὖθις ἢ παι‐ δίσκων ὥρα, ἢ γυναικὸς κάλλος· κἂν καταμύσῃ πρὸς | |
ταῦτα, | 408 | |
5 | εὐπρόσωπος ὁ τοῦ μεγαλήτορος Ἐρεχθέως δῆμος, καὶ τὰ ἐν ἐκκλησίαις κηρύγματα, καὶ ἡ ἀπ’ αὐτῶν δόξα, κοῦφον χρῆμα, καὶ πᾶσαν γῆν ὀξέως ὑπεριπτά‐ | |
35.6d | μενον. Κἂν ὑπερίδῃς ταύτης, οὐχ ὑπερόψει δικαστη‐ ρίου· κἂν ὑπερίδῃς τούτου, οὐχ ὑπερόψει δεσμωτηρίου· κἂν ἐνέγκῃς δεσμά, οὐχ ὑπερόψει προσιόντος τοῦ θα‐ | |
35.6e | νάτου. Πολλάς σε δεῖ ἡδονὰς παραδραμεῖν, καὶ πολ‐ λοῖς πόνοις ἀντιβλέψαι, ἵνα κτήσῃ κτῆμα ἡδοναῖς πάσαις ἰσοστάσιον, καὶ πόνοις πᾶσιν ἀντίρροπον, κτῆμα χρυσοῦ τιμιώτερον, κτῆμα ὥρας βεβαιότερον, κτῆμα | |
5 | δόξης ἀσφαλέστερον, κτῆμα τιμῆς ἀληθέστερον, κτῆμα αὐθαίρετον, αὐτεπάγγελτον, κτῆμα ἀδεκάστως ἐπαι‐ νούμενον, κτῆμα, κἂν λύπην, κἂν πρᾶξιν φέρῃ, εὐ‐ φραῖνον τὸν δρῶντα κατὰ τὴν μνήμην τῆς αἰτίας. | |
35.7a | Σπάνιον δὲ τὸ κτῆμα τοῦτο· τὸ δὲ εἴδωλον αὐτοῦ πρόχειρον καὶ παντοδαπόν, κολάκων ἐσμοὶ καὶ θίασοι, σεσηρότων καὶ σαινόντων, καὶ ἐπ’ ἄκρᾳ τῇ γλώττῃ τὸ φιλεῖν ἔχουσιν· | |
5 | οὐχ ὑπ’ εὐνοίας ἀγομένων, ἀλλ’ ὑπὸ τῆς χρείας ἠναγ‐ κασμένων· καὶ μισθοφόρων, ἀλλὰ οὐ φίλων· καὶ οὐκ ἔστιν ἀπαλλαγὴ τοῦ κακοῦ, μέχρις ἂν ὠ〈φελοῦν〉 τὸ | 409 |
35.7b | φιλεῖν νομίζωσιν· τὸ δὲ ἔστιν μέν, ἀλλ’ οὐχ ὁρῶσιν οἱ πολλοὶ τὴν ἀντίδοσιν, οὔτε ἰδίᾳ, οὔτε κατὰ πόλιν· ἦ γὰρ ἂν αὐτοὺς ἐξοπλίσαντες, καὶ χαίρειν φράσαντες στρατηγῶν τέχναις, καὶ ὁπλοποιῶν δημιουργίαις, καὶ | |
5 | μισθοφόρων ἀθροισμῷ, καὶ συνθημάτων παραδόσει, καὶ φρουρίων ἐπιτειχίσει καὶ στρατοπέδων, πάλιν ἐδέ‐ ξαντο ἂν τὰς σπονδὰς ἑκόντες παρ’ αὐτοῦ τοῦ Διός, οὐκ ἐν Ὀλυμπίᾳ, οὐδὲ ἀπὸ τοῦ Ἰσθμοῦ τὴν ἐκεχειρίαν κηρύττοντος, ἀλλ’ ἐξ οὐρανοῦ μέγα βοῶντος· | |
35.7c | σχέσθε, φίλοι, καὶ μ’ οἶον ἐάσατε, κηδόμενόν περ, σώζειν ὑμᾶς, καὶ μὴ περιορᾶν ὑπ’ ἀλλήλων κακουμένους. | |
35.7d | Νῦν δὲ ἐφημέρους σπονδὰς σπενδόμενοι, τριακοντού‐ τιδας, ἀνάπαυλαν κακῶν ἐπορίζοντο ἀμυδρὰν καὶ οὐ πάντῃ ἀσφαλῆ, μέχρις ἂν ἄλλη πρόφασις ἐπιπεσοῦσα | |
35.7e | πάντα ἄνω καὶ κάτω ἐπιταράξῃ αὖθις. Ἀλλὰ κἂν τὰ | |
ὅπλα ἀποδύσωνται, κἂν εἰρήνην ἄγωσιν, ἄλλος αὖ πόλεμος ἐμπεσὼν τῇ ψυχῇ, οὐ δημόσιος, ἀλλ’ ἰδιωτικός, οὐ σιδηροφόρων, οὐδὲ πυρφόρων, οὐδὲ νηΐτην ἄγων | 410 | |
5 | στρατόν, οὐδὲ ἱππικόν, ἀλλὰ γυμνὸς ὅπλων, ἀσίδηρος, ἄπυρος, λυμανεῖται τῇ ψυχῇ, καὶ πολιορκεῖ αὐτήν, ἐμπιμπλὰς φθόνου καὶ ὀργῆς καὶ θυμοῦ καὶ προπηλα‐ κισμοῦ καὶ ἄλλων μυρίων κακῶν. | |
35.8a | Ποῖ τὶς τράπηται; τίνα εὕρῃ ἐκεχειρίαν; ποίαν | |
35.8b | Ὀλυμπίαν; τίνα Νεμέαν; Καλὰ μὲν τὰ Ἀθήνησιν Διο‐ νύσια καὶ Παναθήναια, ἀλλὰ ἑορτάζουσιν μισοῦντες | |
35.8c | καὶ μισούμενοι· πόλεμόν μοι λέγεις, οὐχ ἑορτήν. Καλαὶ καὶ ἐν Λακεδαίμονι αἱ Γυμνοπαιδίαι, καὶ τὰ Ὑακίνθια, καὶ οἱ χοροί· ἀλλὰ Ἀγησίλαος Λυσάνδρῳ φθονεῖ, καὶ Ἀγησίπολις Ἄγιν μισεῖ, καὶ Κινάδων τοῖς βασιλεῦσιν | |
5 | ἐπιβουλεύει, καὶ Φάλανθος τοῖς ἐφόροις, καὶ Παρθε‐ | |
35.8d | νίαι Σπαρτιάταις· οὐ πιστεύω τῇ ἑορτῇ, πρὶν τοὺς ἑορταστὰς ἴδω φίλους. Οὗτος ἀληθινῆς ἐκεχειρίας νό‐ μος καὶ τρόπος, ὑπὸ νομοθέτῃ τῷ θεῷ τεταγμένος, ὃν οὐκ ἔστιν μὴ κτησάμενον φιλίαν ἰδεῖν, οὐδ’ ἂν πολ‐ | |
5 | λάκις τὶς σπείσηται, οὐδ’ ἂν πολλάκις ἀναγράψηται τὰ | |
35.8e | Ὀλυμπιάσιν, καὶ Ἰσθμοῖ, καὶ Νέμεα. Εἴσω δεῖ ἐπὶ | |
τὴν ψυχὴν τὸ κήρυγμα ἐλθεῖν, εἴσω τὴν ἐκεχειρίαν· ἕως δὲ ἄσπονδος καὶ ἀκήρυκτος ὁ ἐν ψυχῇ πόλεμος, ἄφιλος ἡ ψυχὴ μένει, ἐχθρά, σκυθρωπή. Ταῦτα αἱ | 411 | |
5 | Ποιναί, ταῦτα αἱ Ἐρινύες, τὰ δράματα, αἱ τραγῳδίαι. Διώκωμεν τὴν ἐκεχειρίαν, παρακαλῶμεν φιλοσοφίαν· ἡκέτω, σπενδέσθω, κηρυττέτω. | |
36.1a(1t) | Εἰ προηγούμενος ὁ τοῦ κυνικοῦ βίος. | |
1 | Βούλομαί σοι κατὰ τὴν τοῦ Λυδοῦ σοφίαν ποιῆσαι μῦθον· διαλέξονται δέ μοι ἐν τῷ μύθῳ οὐχ ὁ λέων, οὐδὲ ὁ ἀετός, οὐδὲ τὰ τούτων ἔτι ἀφωνότερα, αἱ | |
36.1b | δρύες, ἀλλ’ ὡδί μοι λελέξεται· Ζεὺς ἦν καὶ οὐρανὸς καὶ γῆ· οὐρανῷ μὲν πολῖται θεοί· τὰ δὲ γῆς θρέμ‐ | 412 |
36.1c | ματα, οἱ ἄνθρωποι, οὔπω ποτὲ ἐν φωτὶ ἦσαν. Καλεῖ δὴ Ζεὺς Προμηθέα, καὶ αὐτῷ προστάττει κατανεῖμαι τῇ γῇ ἀποικίαν, ζῷον ἁπλοῦν, ‘κατὰ μὲν τὴν γνώμην ἐγγύτατα ἡμῖν τοῖς θεοῖς, τὸ δὲ σῶμα αὐτῶν ἔστω | |
5 | λεπτόν, καὶ ὄρθιον, καὶ σύμμετρον, καὶ ἰδεῖν ἥμερον, | |
36.1d | καὶ χειρουργεῖν εὔκολον, καὶ βαδίζειν ἀσφαλές.‘ Πεί‐ θεται ὁ Προμηθεὺς Διί, καὶ ποιεῖ ἀνθρώπους, καὶ | |
36.1e | οἰκίζει τὴν γῆν. Οἱ δὲ ἐπεὶ γενέσεως ἐπελάβοντο, οὐ χαλεπῶς διέζων· καὶ γὰρ τροφὴν αὐτοῖς ἀποχρῶσαν γῆ παρείχετο, λειμῶνας δασεῖς, καὶ ὄρη κομῶντα, καὶ καρπῶν χορηγίαν, ὅσα γῆ φέρειν φιλεῖ μηδὲν ὑπὸ | |
36.1f | γεωργῶν ἐνοχλουμένη· παρείχοντο δὲ καὶ αἱ νύμφαι κρήνας καθαρὰς καὶ ποταμοὺς διειδεῖς, καὶ ἄλλων να‐ | |
36.1g | μάτων εὐπόρους τὲ καὶ δαψιλεῖς πηγάς· πρὸς δὲ καὶ θάλπος μὲν ἐξ ἡλίου τοῖς σώμασιν περιχεόμενον συμ‐ μέτρως αὐτὰ παρεμυθεῖτο, αὖραι δὲ ἐκ ποταμῶν ὥρᾳ θέρους ἐπιπνέουσαι ἀνέψυχον αὐτοῖς τὰ σώματα· περι‐ | |
5 | μάχητον δ’ ἦν τούτων οὐδὲν ἐν ἀφθόνῳ τῇ τῶν αὐτο‐ | 413 |
36.1h | μάτων χορηγίᾳ διαιτωμένοις. Δοκοῦσιν δέ μοι καὶ οἱ ποιηταὶ ἐγγύτατα εἶναι τῷ ἡμετέρῳ τούτῳ μύθῳ, ὑπὸ Κρόνῳ θεῶν βασιλεῖ τοιοῦτόν τινα αἰνιττόμενοι βίον, ἀπόλεμον, ἀσίδηρον, ἀφύλακτον, εἰρηνικόν, ἀπεριμάχη‐ | |
5 | τον, ὑγιεινόν, ἀνενδεᾶ· καὶ τὸ χρυσοῦν γένος τοῦτο, ὡς ἔοικεν, ὁ Ἡσίοδος καλεῖ, νεανιευόμενος πρὸς ἡμᾶς. | |
36.2a | Ἐμοὶ δὲ ὁ μῦθος ἀπελθὼν ἐκποδών, καὶ γενό‐ μενος ἐκ μύθου αὐτὸ τοῦτο λόγος, προϊὼν παραβαλ‐ λέτω βίον βίῳ, τῷ προτέρῳ τὸν δεύτερον, εἴτε σιδη‐ ροῦν τις αὐτόν, εἴτε καὶ ἄλλῃ πη ὀνομάζων χαίρει, | |
5 | ἡνίκα ἤδη κληρουχήσαντες οἱ ἄνθρωποι τὴν γῆν, ἐπε‐ τέμοντο αὐτῆς ἄλλος ἄλλην μοῖραν, περιβάλλοντες αὐ‐ τοῖς ἕρκη καὶ τειχία, καὶ τὰ σώματα σπαργάνοις μαλ‐ θακοῖς καθειλίξαντες, καὶ τὼ πόδε σκύτεσιν χαρακώ‐ σαντες, καὶ χρυσὸν οἱ μὲν τοῖς αὐχέσιν, οἱ δὲ ταῖς | |
10 | κεφαλαῖς, οἱ δὲ τοῖς δακτύλοις περιαρτήσαντες, εὔφη‐ μόν τινα καὶ εὐπρόσωπον δεσμόν, καὶ στέγας οἰκοδο‐ μησάμενοι, καὶ κλεῖδας καὶ αὐλίους καὶ προπύλαια | |
36.2b | ἄττα ἐπιστήσαντες· καὶ παρέχοντες τῇ γῇ πράγματα, μεταλλεύοντες αὐτὴν καὶ σκάπτοντες καὶ ὀρύττοντες· καὶ μηδὲ τὴν θάλατταν κατὰ χώραν ἐῶντες, ἀλλὰ ἐπι‐ τειχίσαντες καὶ ταύτῃ σκάφη πολεμιστήρια καὶ πορευ‐ | 414 |
36.2c | τικὰ καὶ ἐμπορευτικά· καὶ μηδὲ τοῦ ἀέρος ἀπεχόμενοι, ἀλλὰ καὶ τοῦτον ληϊζόμενοι, τὰς ὀρνίθων ἀγέλας ἰξῷ καὶ ἕρκεσιν καὶ παντοδαπαῖς μηχαναῖς σαγηνεύοντες· | |
36.2d | ἀποσχόμενοι δὲ μήτε τῶν ἡμέρων ζῴων δι’ ἀσθένειαν, μήτε τῶν ἀγρίων διὰ δέος, ἀλλὰ αἵματι καὶ φόνῳ καὶ λύθρῳ παντοδαπῷ γαστριζόμενοι· καὶ ἀεί τι ταῖς ἡδο‐ ναῖς εὑρίσκοντες νέον, καὶ τῶν ἐώλων ὑπερορῶντες· | |
36.2e | καὶ διώκοντες μὲν τὰ τερπνά, περιπίπτοντες δὲ τοῖς λυπηροῖς· πλούτου μὲν ὀρεγόμενοι, ἀεὶ δὲ τὸ παρὸν ἐνδεέστερον ἡγούμενοι τοῦ ἀπόντος, καὶ τό τε κτηθὲν ἔλαττον τοῦ προσδοκωμένου· δεδιότες μὲν ἔνδειαν, | |
36.2f | πληρωθῆναι δὲ μὴ δυνάμενοι· φοβούμενοι μὲν θάνα‐ τον, μὴ φροντίζοντες δὲ τοῦ ζῆν· εὐλαβούμενοι νό‐ | 415 |
36.2g | σους, τῶν δὲ νοσερῶν οὐκ ἀπεχόμενοι· ὑποπτεύοντες μὲν ἄλλους, ἐπιβουλεύοντες δὲ τοῖς πλείστοις· δεινοὶ μὲν πρὸς τοὺς ἀνόπλους, δειλοὶ δὲ πρὸς τοὺς ὡπλισ‐ | |
36.2h | μένους· μισοῦντες μὲν τυραννίδα, τυραννεῖν δὲ αὐτοὶ ἐπιθυμοῦντες· ψέγοντες μὲν τὰ αἰσχρά, τῶν δὲ αἰσ‐ | |
36.2i | χρῶν οὐκ ἀπεχόμενοι· τὰς εὐτυχίας θαυμάζοντες, τὰς ἀρετὰς μὴ θαυμάζοντες· τὰς δυστυχίας ἐλεοῦντες, οὐκ ἀπεχόμενοι τῶν μοχθηρῶν· ἐν μὲν ταῖς εὐπραγίαις | |
36.2k | τολμηταί, ἐν δὲ ταῖς δυσπραγίαις ἀνάκλητοι· μακαρί‐ ζοντες μὲν τοὺς τεθνηκότας, γλιχόμενοι δὲ τοῦ ζῆν, | |
36.2l | μισοῦντες μὲν τὸ ζῆν, φοβούμενοι δὲ ἀποθανεῖν· προ‐ βεβλημένοι μὲν τοὺς πολέμους, εἰρήνην δὲ ἄγειν μὴ δυνάμενοι· ἐν μὲν δουλείᾳ ταπεινοί, ἐν δὲ ἐλευθερίᾳ | |
θρασεῖς· ἐν μὲν δημοκρατίᾳ ἀκατάσχετοι, ἐν δὲ τυ‐ | 416 | |
36.2m | ραννίδι ἐπτηχότες· παίδων μὲν ἐπιθυμοῦντες, γενο‐ | |
36.2n | μένων δὲ ὀλιγωροῦντες· εὐχόμενοι μὲν τοῖς θεοῖς, ὡς δυναμένοις ἐπαρκεῖν, καταφρονοῦντες δὲ ὡς οὐ δυνα‐ μένων τιμωρεῖν· καὶ δεδιότες μὲν ὡς κολάζοντας, ἐπι‐ ορκοῦντες δὲ ὡς οὐδὲν ὄντας. | |
36.3a | Τοιαύτης τοίνυν στάσεως καὶ διαφωνίας τὸν δεύ‐ τερον τοῦτον κατεχούσης βίον, τίνι δῶμεν τὰ νικητή‐ ρια φέροντες; τίνα, ποῖον αὐτῶν φῶμεν ἁπλοῦν εἶναι βίον, καὶ ἀπερίστατον, καὶ ἐλευθερίας ἐπήβολον; καὶ | |
5 | ποῖον οὐχ ἁπλοῦν, ἀλλὰ ἀναγκαῖον, καὶ ἐλεεινόν, καὶ | |
36.3b | περιστάσεων γέμοντα; Φέρε ἐξ ἑκατέρων ἡκέτω τὶς ἡμῖν ἀνὴρ ἐπὶ διαιτητὴν τὸν λόγον· ὁ δὲ αὐτῶν ἐρέσθω ἑκάτερον, καὶ πρῶτον γε τὸν πρῶτον, τὸν γυμνὸν ἐκεῖνον καὶ ἄοικον καὶ ἄτεχνον, τὸν πάσης τῆς γῆς | |
5 | πολίτην καὶ ἐφέστιον· ἐρέσθω δὲ ἀντιτιθεὶς αὐτῷ τὸν τοῦ δευτέρου βίον καὶ τρόπον, πότερα αἱρεῖται μένειν ἐν τῇ πρόσθεν τροφῇ καὶ ἐλευθερίᾳ, ἢ τὰς τοῦ δευ‐ τέρου ἡδονὰς λαβὼν σὺν ταύταις καὶ τὰ λυπηρὰ ἔχειν; | |
36.3c | Ἴτω δὴ μετὰ τοῦτον ὁ ἕτερος· ἀντιτιθέτω δὲ αὐτῷ ὁ δικαστὴς τὴν τοῦ προτέρου δίαιταν καὶ ἐλευθερίαν· καὶ ἐρέσθω, πότερα αἱρεῖται τὰ αὑτοῦ ἔχειν, ἢ μετα‐ τίθεται καὶ μετοικίζεται ἐπὶ τὸν εἰρηναῖον ἐκεῖνον βίον | 417 |
36.3d | καὶ ἄφετον καὶ ἀδεῆ καὶ ἄλυπον; Τίς τῶν ἀνδρῶν αὐτομολεῖ; τίς μετοικεῖ; τίς ἑκὼν ἀλλάττεται βίον βίου; Τίς οὕτως ἀνόητος καὶ δύσερως καὶ κακοδαίμων ἀνήρ, ὥστε διὰ φιλίαν μικρῶν καὶ ἐφημέρων ἡδονῶν, | |
5 | καὶ ἀγαθῶν ἀμφισβητησίμων, καὶ ἀδήλων ἐλπίδων, καὶ ἀμφιβόλων εὐτυχημάτων, μὴ ἀνασκευάσασθαι, μηδὲ | |
364*a | ἀνοικίσαι αὑτὸν εἰς ὡμολογημένην εὐδαιμονίαν; καὶ ταῦτα, εἰδὼς ὅτι ἀπαλλάξεται πολλαπλασίων κακῶν, ἃ τῷ δευτέρῳ τρόπῳ καὶ βίῳ ἀναπεφυρμένα, πῶς οὐ περιστατικὴν ποιεῖ κακοδαίμονά τε τὴν διαγωγὴν τοῦ | |
364*b | βίου καὶ σφόδρα ἀτυχῆ; Ὥστε εἰκάσαιμ’ ἂν ἔγωγε ἑκάτερον τῶν βίων, τὸν μὲν γενναῖον τοῦτον καὶ παν‐ τοδαπὸν δεσμωτηρίῳ χαλεπῷ κακοδαιμόνων ἀνδρῶν καθειργμένων ἐν ἀφεγγεῖ μυχῷ, πολὺν μὲν τοῖς ποσὶν | |
5 | σίδηρον περιβεβλημένων, βαρὺν δὲ κλοιὸν περὶ τῷ αὐχένι, κἀκ ταῖν χεροῖν ἐξηρτημένων δεσμὰ δυσχερῆ, | |
ῥυπώντων, καὶ ἀγχομένων, καὶ ῥυττομένων, καὶ στε‐ | 418 | |
364*c | νόντων· ὑπὸ δὲ χρόνου καὶ ἔθους εὐημερίας τινὰς ἑαυτοῖς ἔνδον καὶ εὐθυμίας μηχανωμένων, μεθυσκο‐ μένων ἐνίοτε ἐν τῷ δεσμωτηρίῳ, καὶ ᾀδόντων ἀναμίξ, καὶ γαστριζομένων, καὶ ἀφροδισιαζόντων, καὶ μηδὲ | |
5 | ἠρέμα ἑκάστου ἐμπιμπλαμένων διὰ δέος καὶ ἀπιστίαν | |
364*d | καὶ μνήμην τῶν παρόντων κακῶν· ὥστε ἀκούσαι ἄν τις παρ’ ἑκάστῳ δεσμωτηρίῳ οἰμωγῆς ὁμοῦ καὶ ᾠδῆς | |
364*e | καὶ στόνου καὶ παιᾶνος. Τὸν δὲ ἕτερον αὖ βίον εἰ‐ κάζω ἀνδρὶ ἐν καθαρῷ φωτὶ διαιτωμένῳ, λελυμένῳ τὼ πόδε καὶ τὼ χεῖρε, καὶ τὸν αὐχένα πανταχοῦ περι‐ στρέφοντι, καὶ τὰς ὄψεις πρὸς τὸν ἥλιον ἀνατείλαντ〈α | |
5 | ἀνατείνοντ〉ι, καὶ τοὺς ἀστέρας ὁρῶντι, καὶ διακρί‐ νοντι νύκτα καὶ ἡμέραν, καὶ τὰς ὥρας τοῦ ἔτους ἀνα‐ μένοντι, καὶ τῶν ἀνέμων αἰσθανομένῳ, καὶ ἀέρα σπῶντι | |
364*f | καθαρὸν καὶ ἐλεύθερον· ἀπεστερημένῳ δὲ τῶν ἔνδον ἐκείνων ἡδονῶν ὁμοῦ τοῖς δεσμοῖς, μὴ μεθυσκομένῳ, μηδὲ ἀφροδισιάζοντι, μὴ γαστριζομένῳ, μὴ στένοντι, μὴ παιωνίζοντι, μὴ ᾄδοντι, μὴ οἰμώζοντι, μὴ ἐμπιμ‐ | |
5 | πλαμένῳ, ἀλλ’ ὅσον ἀποζῆν λεπτῷ καὶ διερρινημένῳ | |
364*g | τὴν γαστέρα. Τίνα τῶν εἰκόνων μακαρίσωμεν; τίνα | |
364*h | οἰκτείρωμεν τῶν βίων; τίνα ἑλώμεθα; Τὸν ἐν τῷ δεσ‐ μωτηρίῳ, τὸν μικτὸν ἐκεῖνον, τὸν ἀσαφῆ, πικραῖς καὶ | |
ἐλεειναῖς ἡδοναῖς δελεασθέντες, ἔνθα δ’ ἄρ’ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀν‐ | 419 | |
5 | δρῶν, ἡδομένων ὁμοῦ καὶ στενόντων; Μὴ σύ γε, ὦ δειλαία ψυχή· | |
36.5a | Ἀπολείπουσά μοι ταυτασὶ τὰς εἰκόνας αὐτοῖς μύ‐ θοις, ἴθι ἐπ’ ἄνδρα, οὐ κατὰ τὴν Κρόνου καὶ ἀρχὴν βιοτεύσαντα, ἀλλ’ ἐν μέσῳ τῷ σιδηρῷ τούτῳ γένει, ἐλευθερωθέντα ὑπὸ τοῦ Διὸς καὶ τοῦ Ἀπόλλωνος· | |
36.5b | Ἦν δὲ οὗτος οὐκ Ἀττικός, οὐδὲ Δωριεύς, οὐδ’ ἐκ τῆς Σόλωνος τροφῆς, οὐδ’ ἐκ τῆς Λυκούργου παιδαγωγίας (οὐ γὰρ χειροτονοῦσιν τὰς ἀρετὰς οἱ τόποι οὐδὲ οἱ νόμοι), ἀλλὰ ἦν μὲν Σινωπεὺς ἐκ τοῦ Πόντου· συμ‐ | |
5 | βουλευσάμενος δὲ τῷ Ἀπόλλωνι τὰς περιστάσεις πάσας ἀπεδύσατο, καὶ τῶν δεσμῶν ἐξέλυσεν αὑτόν, καὶ περιῄει | |
τὴν γῆν ἄφετος, ὄρνιθος δίκην νοῦν ἔχοντος, οὐ τύ‐ ραννον δεδιώς, οὐχ ὑπὸ νόμου κατηναγκασμένος, οὐχ ὑπὸ πολιτείας ἀσχολούμενος, οὐχ ὑπὸ παιδοτροφίας | 420 | |
10 | ἀγχόμενος, οὐχ ὑπὸ γάμου καθειργμένος, οὐχ ὑπὸ γεωργίας κατεχόμενος, οὐχ ὑπὸ στρατείας ἐνοχλού‐ | |
36.5c | μενος, οὐχ ὑπὸ ἐμπορίας περιφερόμενος· ἀλλὰ τούτων ἁπάντων τῶν ἀνδρῶν καὶ τῶν ἐπιτηδευμάτων κατεγέλα, ὥσπερ ἡμεῖς τῶν σμικρῶν παίδων, ἐπειδὰν ὁρῶμεν αὐτοὺς περὶ ἀστραγάλους σπουδάζοντας, τύπτοντας καὶ | |
5 | τυπτομένους, ἀφαιροῦντας καὶ ἀφαιρουμένους· αὐτὸς δὲ βασιλέως ἀφόβου καὶ ἐλευθέρου δίαιταν διαιτώ‐ μενος, οὐκ ἐπιτρίβων ἐν χειμῶνι Βαβυλωνίους, οὐδὲ Μήδοις ἐνοχλῶν ὥρᾳ θέρους, ἀλλ’ ἐκ τῆς Ἀττικῆς ἐπὶ | |
τὸν Ἰσθμόν, καὶ ἀπὸ τοῦ Ἰσθμοῦ ἐπὶ τὴν Ἀττικὴν | 421 | |
36.5d | αὖθις ὁμοῦ ταῖς ὥραις μετανιστάμενος. Βασίλεια δ’ ἦν αὐτῷ τά τε ἱερὰ καὶ τὰ γυμνάσια καὶ τὰ ἄλση· | |
36.5e | πλοῦτος δὲ ἀφθονώτατος καὶ ἀσφαλέστατος καὶ ἀνεπι‐ βούλευτος, γῆ τε πᾶσα, καὶ οἱ ἐν αὐτῇ καρποί, καὶ κρῆναι γῆς ἔγγονοι, παντὸς Λεσβίου καὶ Χίου πώματος δαψιλέστεραι· καὶ φίλος ἦν καὶ συνήθης τῷ ἀέρι, | |
5 | ὥσπερ οἱ λέοντες, καὶ οὐκ ἀπεδίδρασκεν τὰς ὥρας τοῦ Διός, οὐδὲ ἀντεμηχανᾶτο αὐτῷ, τοῦ μὲν χειμῶνος τεχνι‐ τεύων θάλπος, τοῦ δὲ θέρους ἀναψύχεσθαι ποθῶν· ἀλλ’ οὕτως ἄρα ἐθὰς ἦν τῇ τοῦ παντὸς φύσει, ὥστε ἐκ τοιαύτης διαίτης ὑγιεινός τε ἦν καὶ ἰσχυρός, καὶ | |
36.5f | κατεγήρα εἰς τὸ ἀκρότατον· μηδὲν φαρμάκων δεηθείς, μὴ σιδήρου, μὴ πυρός, μὴ Χείρωνος, μὴ Ἀσκληπιοῦ, μὴ Ἀσκληπιαδῶν, μὴ μάντεων μαντευομένων, μὴ ἱε‐ | 422 |
36.5g | ρέων καθαιρόντων, μὴ γοήτων ἐπᾳδόντων. Πολεμου‐ μένης δὲ τῆς Ἑλλάδος, καὶ πάντων πᾶσιν ἐπιτιθεμένων, οἳ πρὶν ἐπ’ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα, ἐκεχειρίαν ἦγεν μόνος, ἐν ὡπλισμένοις ἄοπλος, ἐν μαχο‐ | |
5 | μένοις ἔνσπονδος πᾶσιν· ἀπείχοντο δὲ αὐτοῦ καὶ οἱ | |
36.5h | ἄδικοι, καὶ οἱ τύραννοι, καὶ οἱ συκοφάνται. Ἤλεγχε μὲν γὰρ τοὺς πονηρούς, ἀλλ’ οὐ λόγων σοφίσμασιν, ὅσπερ ἐλέγχων ἀνιαρότατος, ἀλλὰ ἔργοις, παρατιθεὶς ἑκάστοτε, ὅσπερ ἐλέγχων ἀνυσιμώτατος καὶ εἰρηνικώ‐ | |
5 | τατος· καὶ διὰ τοῦτο οὔτε Μέλητός τις ἐπὶ Διογένην ἀνέστη, οὔτε Ἀριστοφάνης, οὐκ Ἄνυτος, οὐ Λύκων. | |
36.6a | Πῶς οὖν οὐ προηγούμενος τῷ Διογένει ὁ βίος οὗτος, ὃν ἑκὼν εἵλετο, ὃν Ἀπόλλων ἔδωκεν, ὃν ὁ Ζεὺς ἐπῄνεσεν, ὃν οἱ νοῦν ἔχοντες θαυμάζουσιν; ἢ ἄλλό τι | |
ἡγούμεθα εἶναι τὴν περίστασιν, ἢ χρῆσιν πράξεως, | 423 | |
36.6b | οὐκ αὐθαίρετον τῷ ἔχοντι; Ἔρου δὴ τὸν γεγαμηκότα· ‘Τίνος εἵνεκεν γαμεῖς;‘ Παίδων, φησίν· τὸν παιδοτρο‐ φοῦντα, τίνος εἵνεκα ἐτεκνώσατο; διαδοχῆς ἐρᾷ· τὸν στρατευόμενον, πλεονεξίας ἐρᾷ· τὸν γεωργοῦντα, καρ‐ | |
5 | πῶν ἐρᾷ· τὸν χρηματιζόμενον, εὐπορίας ἐρᾷ· τὸν πο‐ | |
36.6c | λιτευόμενον, τιμῆς ἐρᾷ. Τῶν δὲ ἐρώτων τούτων οἱ πολλοὶ ἀμβλισκάνουσιν, καὶ εἰς τοὐναντίον περϊίσταν‐ ται, καὶ εὐχῆς ἔργον ἡ ἐπιτυχία, οὐ γνώμης οὐδὲ τέχ‐ | |
36.6d | νης. Ἕκαστος δὴ τῶν ταῦτα αἱρουμένων περίστασίν τινα διαπεραίνεται τοῦ βίου, καὶ ταλαιπωρίας ἀνέχεται οὐχ ἑκουσίου, οὐδὲ δι’ ἄγνοιαν τῶν αὐθαιρέτων ἀγα‐ | |
36.6e | θῶν. Τίνα γὰρ ἄν τις καὶ φαίη τούτων ἐλεύθερον; τὸν δημαγωγόν; δοῦλον λέγεις πολλῶν δεσποτῶν· τὸν ῥήτορα; δοῦλον λέγεις πικρῶν δικαστῶν· τὸν τύ‐ ραννον; δοῦλον λέγεις ἀκολάστων ἡδονῶν· τὸν στρα‐ | |
5 | τηγόν; δοῦλον λέγεις ἀδήλου τύχης· τὸν πλέοντα; | |
36.6f | δοῦλον ἀσταθμήτου τέχνης· τὸν φιλόσοφον; ποῖον λέ‐ γεις; ἐπαινῶ μὲν γὰρ καὶ Σωκράτην· ἀλλ’ ἀκούω λέ‐ γοντος· ‘Πείθομαι τῷ νόμῳ, καὶ ἑκὼν ἐπὶ τὸ δεσμω‐ | |
36.6g | τήριον ἄπειμι, καὶ λαμβάνω τὸ φάρμακον ἑκών.‘ Ὦ | |
Σώκρατες, ὁρᾷς τί φῆς; ἑκών, ἢ πρὸς ἀκουσίους τύχας εὐπρεπῶς ἵστασαι; ‘Πειθόμενος νόμῳ.‘ Τίνι; εἰ μὲν γὰρ τῷ τοῦ Διός, ἐπαινῶ τὸν νομοθέτην· εἰ δὲ τῷ | 424 | |
5 | Σόλωνος, τί βελτίων ἦν Σόλων Σωκράτους; Ἀποκρι‐ νάσθω μοι καὶ Πλάτων ὑπὲρ φιλοσοφίας, εἰ μηδεὶς αὐ‐ τὴν ἐπετάραξεν, μὴ Δίων φεύγων, μὴ Διονύσιος ἀπει‐ λῶν, μὴ τὰ Σικελικὰ καὶ τὰ Ἰώνια πελάγη, ἄνω καὶ | |
36.6h | κάτω πρὸς ἀνάγκην διαπλεόμενα. Κἂν ἐπὶ Ξενοφῶντα ἔλθω, βίον καὶ τοῦτον ὁρῶ μεστὸν πλάνης, καὶ τύχης ἀμφιβόλου, καὶ στρατιᾶς κατηναγκασμένης, καὶ στρα‐ | |
36.6i | τηγίας ἀκουσίου, καὶ φυγῆς εὐπρεποῦς. Ταῦτα τοίνυν φημὶ τὰς περιστάσεις διαφεύγειν ἐκεῖνον τὸν βίον, δι’ ὃν καὶ Διογένης ὑψηλότερος ἦν καὶ Λυκούργου καὶ Σόλωνος καὶ Ἀρταξέρξου καὶ Ἀλεξάνδρου, καὶ | |
5 | ἐλευθερώτερος αὐτοῦ τοῦ Σωκράτους, οὐ δικαστηρίῳ ὑπαχθείς, οὐδὲ ἐν δεσμωτηρίῳ κείμενος, οὐδὲ ἐκ τῶν | |
συμφορῶν ἐπαινούμενος. | 425 | |
37.1a(1t) | Εἰ συμβάλλεται πρὸς ἀρετὴν | |
2t | τὰ ἐγκύκλια μαθήματα. | |
1 | Σωκράτης ἐν Πειραεῖ διαλεγόμενος πολιτικοῖς ἀν‐ δράσιν ἀναπλάττει τῷ λόγῳ, καθάπερ ἐν δράματι, πό‐ λεώς τε καὶ πολιτείας ἀγαθῆς εἰκόνα, καὶ τίθεται νό‐ μους, καὶ παῖδας τρέφει καὶ φρουροὺς τῇ πόλει, μου‐ | |
5 | σικῇ καὶ γυμναστικῇ παραδοὺς τὰ τῶν πολιτῶν σώματα καὶ τὰς ψυχάς· παραστήσας ἀμφοῖν τοῖν μαθημάτοιν διδασκάλους ἀγαθούς, ἐκκρίτους, ὥσπερ ἀγέλης ἡγε‐ μόνας, φύλακας ὀνομάζων τοὺς ἡγεμόνας· ὄναρ, οὐχ ὕπαρ, ὡς δόξαι ἄν τινι τῶν ἀγροικοτέρων, ξυνιστὰς | |
37.1b | πόλεις. Ἀλλὰ γὰρ τῆς παλαιᾶς φιλοσοφίας ὁ τρόπος | |
37.1c | οὗτος ἦν ἐοικὼς τοῖς χρησμοῖς. Εἰ δὲ βούλει, τὸν μὲν Σωκράτην ἐῶ· τὸν δὲ Ἀθηναῖον παρακαλῶμεν | |
ξένον ἀποκρίνασθαι ἡμῖν· καὶ γὰρ αὖ καὶ τούτου ἀκούω ἐν Κρήτῃ διαλεγομένου 〈ἀγχοῦ〉 τοῦ Διὸς τοῦ | 426 | |
5 | Δικταίου τῷ ἄντρῳ Μεγίλλῳ τῷ Λακεδαιμονίῳ, καὶ Κλεινίᾳ τῷ Κνωσίῳ, πόλει Δωρικῇ οἰκιζομένῃ τιθέντος νόμους, ἵνα πείθωνται τὸ Κρητῶν γένος μουσικὴν εἰς τὰ τῆς ἀνδρείας ἐπιτηδεύματα εἰσοικίσαι, καὶ ἡμερῶσαι τὸν θυμὸν τῷ μέλει, ἵνα μὴ κολοβὸς αὐτοῖς ἡ ἀρετὴ | |
37.1d | μηδὲ ἀτελὴς γίγνηται· πρὸς τὸν μὲν ἔξω πόλεμον παρα‐ σκευάζουσα καρτερεῖν καλῶς καὶ ἀνέχεσθαι πονου‐ | |
37.1e | μένους, καὶ ἀποθνήσκειν μένοντας· πρὸς δὲ τὸν ἐν τῇ ψυχῇ τὸν στασιωτικὸν μηδεμίαν παρασκευὴν πορισα‐ μένη τοῖς αὑτῆς θρέμμασιν. | |
37.2a | Πῶς τοῦτο λέγοις, ὦ ξένε Ἀττικέ; οὕτω τὸ ἀγα‐ θὸν ἡμῖν στενὸν καὶ γλίσχρον καὶ δύσληπτον, καὶ | |
37.2b | ἄδηλον καὶ πραγματείας πολλῆς ἐμπεπλησμένον; ὥστε οὐκ ἂν αὐτοῦ τύχοιμεν, ὅτι μὴ τερετίζοντες καὶ ψάλ‐ λοντες, καὶ τὰς ἐν γεωμετρίᾳ γραμμὰς ἄνω καὶ κάτω καταγράφοντες, καὶ τριβόμενοι ἐν τούτοις, ὥσπερ ἄλλό | |
37.2c | τι ἐθέλοντες, ἀλλ’ οὐκ ἄνθρωποι ἀγαθοὶ εἶναι; πρᾶγμα κατὰ τὴν χρείαν ὑψηλὸν καὶ μέγα καὶ ἐγγύς που τινὸς | |
τῆς χρείας ἀρετῆς, κατὰ δὲ τὴν κτῆσιν οὐ χαλεπὸν τῷ ἅπαξ ἐθελήσαντι τῷ εἶξαι τῷ καλῷ καὶ πρὸς τὰ αἰσχρὰ | 427 | |
37.2d | ἀντιβλέψαι. Ἀποκρίνεται ὁ Ἀθηναῖος ξένος, ὅτι καὶ πόλεως τὸ καλούμενον δὴ τοῦτο νόμος ἄνευ πειθοῦς | |
37.2e | τῶν χρωμένων σύγγραμμά ἐστιν ἄλλως κενόν· δεῖ δὴ αὐτῷ τοῦ δήμου πειθομένου ἑκόντος· ὁ δὲ ἐν τῇ ψυχῇ δῆμος πολὺς καὶ ἔμπληκτος· ἀλλ’ ἐπειδὰν ἅπαξ εἴξας ὁμολογῆσαι τῷ νόμῳ καὶ ἕπηται, ᾗ αὐτὸς ἐπικελεύῃ, | |
5 | τοῦτο ἂν εἴη τὸ χρῆμα πολιτεία ψυχῆς ἡ ἀρίστη, ἣν καλοῦσιν οἱ ἄνθρωποι φιλοσοφίαν. | |
37.3a | Φέρε δή, νομοθέτου δίκην παρίτω φιλοσοφία, ψυ‐ χὴν ἄτακτον καὶ πλανωμένην κοσμήσουσα, καθάπερ δῆμον· παρακαλείτω δὲ ξυλλήπτορας ἐσομένας αὐτῇ καὶ ἄλλας τέχνας, οὐ βαναύσους, μὰ Δία, οὐδὲ χει‐ | |
37.3b | ρουργικάς, οὐδὲ οἵας συντελεῖν τὰ φαῦλα ἡμῖν· ἀλλὰ τὴν μὲν τὸ σῶμα τῇ ψυχῇ παρασκευάζουσαν ὄχημα εὐπειθὲς καὶ ἐρρωμένον τοῖς προστάγμασιν ὑπηρετεῖν, | |
37.3c | γυμναστικὴν ταύτην ὀνομάζουσα· τὴν δὲ ἄγγελον τῶν τῆς ψυχῆς διανοημάτων, ῥητορικὴν ταύτην ὀνομάζουσα· | |
37.3d | τὴν δὲ | |
ἀγαθὴν τιθήνην καὶ τροφὸν γνώμης νέας, | 428 | |
37.3e | ποιητικὴν ταύτην ὀνομάζουσα· τὴν δὲ ἡγεμόνα τῆς ἀριθμῶν φύσεως, ἀριθμητικὴν ταύτην ὀνομάζουσα· | |
37.3f | τὴν δὲ καὶ λογισμῶν διδάσκαλον, λογιστικὴν ταύτην | |
37.3g | ὀνομάζουσα· γεωμετρίαν δὲ καὶ μουσικήν, ξυνερίθω τὲ καὶ ξυνίστορε φιλοσοφίας, τῶν αὐτῶν νείμασα ἑκάστῃ μέρος τοῦ πόνου. | |
37.4a | Καὶ περὶ μὲν τῶν πόνων τάχα δὴ ἑξῆς διέξειμι· | |
37.4b | νῦν δὲ δὴ μουσικῆς πέρι, τοῦ πρεσβυτάτου τῶν ἐν ψυχῇ ἐπιτηδευμάτων, προχειρισάμενοι λέγωμεν τὰ εἰ‐ | |
37.4c | κότα· ὡς ἔστιν καλὸν μὲν καὶ ἀνδρὶ ἑνὶ μουσική, κα‐ λὸν δ’ αὖ καὶ πόλει καὶ γένει ξύμπαντι, ᾧ τῶν θεῶν | |
37.4d | μοίρᾳ μουσικὴν συνέβη ἐπιτηδευθῆναι. Οὔτι τοι λέγω τὴν δι’ αὐλῶν καὶ ᾠδῇς καὶ χορῶν καὶ ψαλμάτων ἄνευ λόγου ἐπὶ τῇ ψυχῇ ἰοῦσαν, τῷ τερπνῷ τῆς | |
37.4e | ἀκοῆς τιμηθεῖσαν. Ταύτην μὲν γὰρ ἔοικεν ἡ ἀνθρω‐ πίνη ἀγαπήσασα πλημμέλεια, ἑπομένη τῷ ἡδεῖ φαινο‐ μένῳ, νοθεύσασα διὰ τοῦ ἔρωτος τούτου τὴν ἀκρίβειαν | |
37.4f | τῆς μουσικῆς· τὸ γὰρ νῦν ἔχον ἐξίτηλος ἡμῖν γενο‐ μένη οἴχεται, ἀποδυσαμένη τὸ αὑτῆς κάλλος, τὸ ὑγιὲς ἐκεῖνο καὶ ἀρχαῖον, ἐξαπατῶσα ἡμᾶς, καθαπερεὶ ἑταίρας | 429 |
37.4g | ἐπίχριστον, οὐκ αὐτοφυὲς ἄνθος· καὶ εἰδώλῳ τινὶ μου‐ σικῆς ξυνόντες λανθάνομεν, αὐτὴν ἐκείνην ἀληθῆ καὶ ἐκ τοῦ Ἑλικῶνος μοῦσαν, τὴν Ὁμήρῳ φίλην, τὴν Ἡσιόδου διδάσκαλον, τὴν Ὀρφέως μητέρα, οὔτε ἔχοντες | |
37.4h | οὔτε εἰδότες· ἡ δὲ παρανομία, κατὰ σμικρὸν συμφο‐ ρηθεῖσα ἡμῖν, τὴν ψυχὴν εἰς τὸν ὄλισθον τοῦτον | |
37.4i | κατέσπασεν καὶ ἰδίᾳ καὶ δημοσίᾳ· ὅτε Δωριεῖς μὲν οἱ ἐν Σικελίᾳ, τὴν ὄρειον ἐκείνην καὶ ἀφελῆ μουσικὴν οἴκοι καταλιπόντες, ἣν ἐπὶ ἀγέλαις καὶ ποίμναις εἶχον, Συβαριτικῶν αὐλημάτων ἐρασταὶ γενόμενοι, καὶ ὄρ‐ | |
5 | χησιν ἐπιτηδεύσαντες, οἵαν ὁ αὐλὸς ἠνάγκαζεν Ἰώνων, ἀφρονέστεροι μὲν τὸ εὐφημότατον, ἀκολαστότατοι δὲ | |
37.4k | τὸ ἀληθέστατον ἐγένοντο· Ἀθηναίοις δὲ ἡ μὲν παλαιὰ μοῦσα χοροὶ παίδων ἦσαν καὶ ἀνδρῶν, γῆς ἐργάται | |
κατὰ δήμους ἱστάμενοι, ἄρτι ἀμητοῦ καὶ ἀρότου κεκονι‐ | 430 | |
37.4l | μένοι, ᾄσματα ᾄδοντες αὐτοσχέδια· μεταπεσοῦσα δὲ ἡ ψυχὴ ἐπὶ τέχνην ἀκορέστου χάριτος ἐν σκηνῇ καὶ θεά‐ τροις, ἀρχὴ τῆς περὶ πολιτείαν αὐτοῖς πλημμελείας | |
37.4m | ἐγένετο. Ἡ δὲ ἀληθὴς ἁρμονία, ἣν ᾄδει μὲν ὁ μου‐ σῶν χορός, ἐξάρχει δὲ αὐτῆς ὁ Ἀπόλλων ὁ μουσηγέτης, σώζει μὲν ψυχὴν μίαν, σώζει δὲ οἶκον, σώζει πόλιν, σώζει ναῦν, σώζει στρατόπεδον. | |
37.5a | Εἰ δὲ Πυθαγόρᾳ πειθόμεθα, ὥσπερ καὶ ἄξιον, καὶ μελῳδεῖ ὁ οὐρανός, οὐ κρουόμενος, ὥσπερ λύρα, οὐδὲ ἐμπνεόμενος, ὥσπερ αὐλός, ἀλλ’ ἡ περιφορὰ τῶν ἐν αὐτῷ δαιμονίων καὶ μουσικῶν σωμάτων, σύμμετρός τε | |
5 | οὖσα καὶ ἀντίρροπος, ἦχόν τινα ἀποτελεῖ δαιμόνιον. Τῆς ᾠδῆς ταύτης τὸ κάλλος θεοῖς μὲν γνώριμον, ἡμῖν δὲ ἀναισθές, δι’ ὑπερβολὴν μὲν αὐτοῦ, ἔνδειαν δὲ | |
37.5b | ἡμετέραν. Τοῦτό μοι ἀμέλει καὶ Ἡσίοδος αἰνίττεται, Ἑλικῶνά τινα ὀνομάζων τὸν θεόν, καὶ χοροὺς ἠγα‐ θέους ἐν αὐτῷ, κορυφαῖον δὲ εἴτε Ἥλιον, εἴτε Ἀπόλ‐ | |
λωνα, εἴτέ τι ἄλλο ὄνομα φανοτάτῳ καὶ μουσικῷ πυρί. | 431 | |
37.5c | Ἡ δέ γε ἀνθρωπίνη, καὶ περὶ τὴν ψυχὴν ἰοῦσα, τί ἂν εἴη ἄλλο, ἢ παιδαγώγημα τῶν τῆς ψυχῆς παθημά‐ των, τὸ μὲν ἐξᾶττον αὐτῆς καὶ φερόμενον κατεπᾴδουσα, τὸ δὲ παρειμένον καὶ ἐκλελυμένον ἔμπαλιν ἐπαίρουσα | |
37.5d | καὶ παροξύνουσα; Δεινὴ μὲν γὰρ ἐπελαφρῦναι οἶκτον, δεινὴ δὲ ἀμβλῦναι ὀργήν, δεινὴ δὲ ἐπισχεῖν θυμόν, ἀγαθὴ ἐπιθυμίαν σωφρονίσαι, καὶ λύπην ἰάσασθαι, καὶ ἔρωτα παραμυθήσασθαι, καὶ συμφορὰν κουφίσαι· | |
37.5e | ἀγαθὴ καὶ ἐν θυσίαις παραστάτις, καὶ ἐν δαιτὶ σύσιτος, καὶ ἐν πολέμῳ στρατηγός· δεινὴ δὲ καὶ ἐν ἑορταῖς εὐφρᾶναι, καὶ ἐν Διονυσίοις κωμάσαι, καὶ ἐν τελεταῖς ἐπιθειάσαι· δεινὴ καὶ πολιτείας ἦθος κεράσαι τῷ μέ‐ | |
37.5f | τρῳ. Οὕτω Βοιωτοὺς τοὺς ἀγροίκους αὐλὸς ἐπιτη‐ δευόμενος ἡμέρωσεν, καὶ ποιητὴς Πίνδαρος συνῳδὸς τῷ αὐλῷ· καὶ Σπαρτιάτας ἤγειρεν τὰ Τυρταίου ἔπη, καὶ Ἀργείους τὰ Τελεσίλλης μέλη, καὶ Λεσβίους ἡ | |
5 | Ἀλκαίου ᾠδή· οὕτω καὶ Ἀνακρέων Σαμίοις Πολυκράτην ἡμέρωσεν, κεράσας τῇ τυραννίδι ἔρωτα, Σμερδίου καὶ Κλεοβούλου κόμην, καὶ αὐλοὺς Βαθύλλου, καὶ ᾠδὴν Ἰωνικήν. | |
37.6a | Τὰ δὲ τούτων ἀρχαιότερα εἰς τί χρὴ λέγειν; Ὀρ‐ | |
φεὺς ἐκεῖνος ἦν μὲν Οἰάγρου παῖς καὶ Καλλιόπης αὐτῆς, ἐγένετο δὲ ἐν Θρᾴκῃ ἐν τῷ Παγγαίῳ ὄρει· νέμονται δὲ τοῦτο Θρᾳκῶν οἱ Ὀδρύσαι, ὄρειον γένος, | 432 | |
5 | λῃσταὶ καὶ ἄξενοι· ἀλλ’ εἵποντό γε Ὀδρύσαι ἑκόντες | |
37.6b | ἡγεμόνι Ὀρφεῖ, καλῇ κηλούμενοι τῇ ᾠδῇ. Τοῦτο ἄρα ‘δρῦς καὶ μαινὰς ἐγένετο,‘ ἄγειν εἰκαζόντων τὸ ἀγεννὲς | |
37.6c | τοῦ τῶν κηλουμένων τρόπου ἀψύχοις σώμασιν. Ἄλλος ἦν περὶ Βοιωτίαν κιθαριστὴς γενναῖος, οὐ λίθους, οὐδὲ οἷον ὁ μῦθος φησίν, προσαγόμενος τῇ τέχνῃ (πῶς γὰρ ἂν γένοιτο ἐξ ᾠδῆς τεῖχος;) ἀλλ’ ὑπὸ μέλει | |
5 | ἐμβατηρίῳ καὶ τακτικῷ συναγαγὼν εἰς φάλαγγα τοὺς Βοιωτῶν νέους τεῖχος ἄμαχον ταῖς Θήβαις περιέβαλλεν· | |
37.6d | οἷον τεῖχος καὶ Σπαρτιάταις ἐμηχανήσατο Λυκοῦργος, ἐπιτάξας τοῖς νέοις αὐλὸν ἡγεμόνα ἐν ταῖς μάχαις· οἱ | |
37.6e | δὲ ἐπείθοντο, καὶ ἐπολέμουν χοροῦ νόμῳ. Τοῦτον ἔχων καὶ Θεμιστοκλῆς τὸν αὐλὸν εἰς τὰς ναῦς ἐνεβί‐ βασεν τὰς Ἀθήνας, οἱ δὲ ὑπ’ αὐλῷ οἱ μὲν εἴρεσσον, | |
οἱ δὲ ἐμάχοντο, ἐνίκων δὲ ἄμφω, ξυνεπήχουν δὲ καὶ | 433 | |
37.6f | αἱ θεαὶ τῷ χορῷ Ἐλευσινόθεν. Ἐκεῖθεν ἐπινίκια ἕστη‐ κεν, ἐκεῖθεν τρόπαια Λακωνικὰ καὶ Ἀττικά, θαλάττια καὶ ἠπειρωτικά, μετ’ ἐπιγραμμάτων καλῶν· τοῦτον τὸν χορὸν ἐνίκων μὲν Λακεδαιμόνιοι, ἐδίδασκεν δὲ Λεω‐ | |
5 | νίδης. | |
37.7a | Καὶ τί δεῖ πλέω λέγειν, ἢ μουσικῆς πέρι ἀπομη‐ κύνειν; ἀγαθὴ μὲν γὰρ εἰρήνης ξυνεργός, ἀγαθὴ δὲ ἐν πολέμῳ παραστάτις, ἀγαθὴ δὲ ἐν πολιτείᾳ ξύνοικος, | |
37.7b | ἀγαθὴ δὲ καὶ παίδων τροφός. Ταχεῖα γὰρ τῶν αἰσθή‐ σεων ἡ ἀκοή, καὶ ὀξέως ἐπὶ τὴν ψυχὴν τὰ γνωσθέντα ἀναπέμπουσα, καὶ προσαναγκάζουσα συμφθέγγεσθαι | |
37.7c | καὶ συνορμᾶν τοῖς αὐτῆς πάθεσιν. Ὅθεν ἄμουσοι ψυ‐ χαὶ καὶ ἐκμελεῖς, παντὶ τῷ ἡδεῖ φαινομένῳ ἐνδιδοῦσαι, | |
37.7d | οὐδαμῶς ἄν ποτε γένοιντο μέτοχοι ὀρθοῦ νόμου· μου‐ σικὴν δὲ ὀνομάζουσιν τὴν αὑτῶν ἡδονὴν δι’ ὁμοιότητα οὐ τοῦ τέλους, ἀλλὰ τῆς περὶ τὰ μέλη πραγματείας· | |
37.7e | οἷον εἴ τις καὶ ἰατρικὴν καλοῖ τέχνην, ἀπεληλαμένην μὲν τοῦ ὑγιεινοῦ, περὶ δὲ τὰ αὐτὰ φάρμακα ἐξεταζο‐ | |
37.7f | μένην. Οὕτως ἀμέλει καὶ γεωμετρίαν, τὸ γενναιότατον | |
φιλοσοφίας μέρος, οἱ μὲν πολλοὶ φαῦλον, καὶ ἐπὶ τῷ φαύλῳ τέλει, μέχρι τοῦ περὶ τὴν χρείαν ἀναγκαίου δοκοῦντος, προσίενται, διαμετρῆσαι γῆν, καὶ ἀναστῆσαι | 434 | |
5 | τειχίον, καὶ πᾶν ὅσον εἰς χειρουργίαν αὐτῆς συντελεῖ, | |
37.7g | δοκιμάζοντες, πρόσω δὲ οὐχ ὁρῶντες· ἡ δὲ οὐχ οὕτως ἔχει, πολλοῦ γε καὶ δεῖ· οὐ γὰρ ἂν ᾠκεῖτο χεῖρον ἡ γῆ, μὴ διαμετρουμένων αὐτὴν ἀκριβῶς πενήτων γεωρ‐ γῶν· ἀλλὰ τοῦτο μὲν εἴη ἄν τι τῶν ἐν γεωργίᾳ τὸ | |
37.7h* | φαυλότατον· τὸ δ’ ἔργον αὐτό, ὥσπέρ τι ὀξυωπὲς τῆς διανοίας φάρμακον, ῥώμην αὕτη οὐκ ἀγεννῆ παρα‐ | |
37.7i | σκευάζει πρὸς τὴν θέαν τῶν ὅλων· ἀθέατοι δὲ οἱ πολλοὶ τῆς χρείας ταύτης, καθάπερ εἴ τις ἠπειρώτης ἀνὴρ ναῦν ἰδὼν ἐν λιμένι, ἀγασθεὶς τοῦ σοφίσματος ἔνδον τῇ νηῒ χρῷτο, πάντα κινῶν τὰ ὄργανα, τοῦτο | |
5 | οἰόμενος εἶναι τέλος τῆς νεώς. | |
37.8a | Φαίη δ’ ἄν, οἴομαι, πρὸς αὐτὸν ἡ Ἀθηνᾶ, ἡ εὑ‐ ρέτις τοῦ ἔργου τούτου· ‘Ὁρᾷς πέλαγος πλατὺ καὶ ἄπειρον, κεχυμένον ὑπὲρ τῆς γῆς, συνάπτον αὐτῆς τὰ τέρματα, ὧν πρόσθεν οὐδὲ ἀκοὴν εἶχές τε οὐδὲ ἐλπίδα | |
5 | τῆς θέας; ἑκάστῳ δὲ εἷς ἦν τόπος γνώριμος, ὥσπερ οἱ | |
φωλεοὶ τοῖς ἑρπετοῖς· φιλία δέ, καὶ ἐπιμιξία, καὶ κοι‐ νωνία, καὶ ἀμοιβὴ τῆς παρ’ ἑκάστοις εὐπορίας, ἐκπο‐ δῶν ἦν, ἕως ὑμῖν τὸ σόφισμα τοῦτο ἐμηχανευσάμην | 435 | |
37.8b | τὴν ναῦν. Τοῦτό γε τὸ ὄχημα, ἀράμενον ὄρνιθος δί‐ κην, διαπτήσεται πανταχοῦ· εἰ δὲ ἀπιστεῖς, πείρᾳ μάθε.‘ | |
37.8c | Τοῦτο καὶ περὶ γεωμετρίας λέγει τὶς θεῶν, ἢ ἐκείνη ἡ θεὸς ἡ Ἀθηνᾶ λέγει· ‘Ἐκεῖσε βλέψον· ὁρᾷς τουτὶ τὸ ὑπὲρ κεφαλῆς θέαμα, τὸ καλόν, τὸ ποικίλον, ἐλη‐ λαμένον περὶ γῆν ἐν κύκλῳ καὶ περὶ αὐτὴν ἑλιττό‐ | |
5 | μενον, μεστὸν ἄστρων, ἥλιον φέρον, σελήνην ἔχον; | |
37.8d | τοῦτο ὅ, τι μέν ἐστιν οὐκ οἶσθα, δοκεῖς δὲ ὁρᾶν καὶ εἰδέναι Ἀλλὰ ἐγώ σε, ὦ οὗτος, ἀνάξω κεῖσε ἠπειρώ‐ την ὄντα, ὄχημά σοι πηξαμένη κοῦφον, παραδοῦσα | |
37.8e | γεωμετρίᾳ· ἥ σε τὰ μὲν πρῶτα ἔνδον ἐν τῷ λιμένι ὀχήσει, ἐθίζουσα ἀνέχεσθαι τῆς πορείας, καὶ μὴ ἰλιγ‐ γιᾶν πρὸς τὸ πέλαγος, μηδὲ ἀποδειλιᾶν πρὸς τὸ πέ‐ | |
37.8f | λαγος· ἔπειτα ἀγαγοῦσα ἔξω τοῦ λιμένος, εἰς καθαρὸν καὶ εὔδρομον τὸ τῶν ὄντων πέλαγος ἀνάξει, κεῖς’, ὅθι τ’ ἠοῦς ἠριγενείης | |
οἰκία καὶ χοροί εἰσι, καὶ ἀντολαὶ ἠελίοιο | 436 | |
5 | καὶ σελήνης αὐγαὶ καὶ τῶν ἄλλων ἀκηράτων σωμάτων. Ἕως δὲ ἀθέατος τούτων εἶ, μένεις εὐδαιμονίας ἀμέ‐ τοχος, ἄμοιρος.‘ | |
38.1a(1t) | Εἰ γένοιτό τις θείᾳ μοίρᾳ ἀγαθός. | |
1 | Ὅμηρος μὲν πρὸς τὸν Τηλέμαχον διαλεγόμενος ἐν προσώπῳ Νέστορος, οὑτωσὶ περὶ αὐτοῦ λέγει· οὐ γὰρ ὀΐω οὔ σε θεῶν ἀέκητι γενέσθαί τε τραφέμεν τε· | |
38.1b | ὁ δὲ αὐτὸς καὶ τοὺς ἀγαθοὺς ἅπαντας δίους καλεῖ, διότι ἦσαν, οἶμαι, οὐ κατὰ τέχνην ἀγαθοί, ἀλλὰ ἔργον | |
38.1c | Διός. Ὑποπτεύω δὲ αὐτοῦ κατὰ 〈ταὐτὰ〉 τὰ ἔπη, ἃ περὶ τοῦ Δημοδόκου λέγει, ὅτι ἦν αὐτῷ πεποιημένα μὲν εἰς τὴν αὐτοῦ τύχην, ἀνακείμενα δὲ τῷ Δημοδόκῳ. Ἔχει δὲ τὰ ἔπη ὧδέ πως· | |
5 | τὸν περὶ μοῦσα φίλησε, δίδου τ’ ἀγαθόν τε κακόν τε· | |
ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δ’ ἡδεῖαν ἀοιδήν. | 437 | |
38.1d | Ἐγὼ δὲ αὐτῷ περὶ μὲν τῆς ᾠδῆς συντίθεμαι, περὶ δὲ τῆς συμφορᾶς οὐ συντίθεμαι· οὐ γὰρ μουσικὸν τὸ | |
38.1e | δῶρον. Ἀπίθανος δὲ καὶ ὁ Δημόδοκος, οὑτωσὶ περὶ αὑτοῦ λέγων· αὐτοδίδακτος δ’ εἰμί, θεοὶ δέ μοι ὤπασαν ὀμφήν. | |
38.1f | Καὶ πῶς ἐσσί, ὦ βέλτιστε, ἀοιδῶν αὐτοδίδακτος; παρὰ θεῶν τὴν ὀμφὴν ἔχων, οἵπερ διδασκάλων ἀπται‐ | |
38.1g | στότατοι; Ἀποκρίνεται ὁ Δημόδοκος ὅπερ ἂν τῶν πλου‐ σίων οἱ πατρῷον λαβόντες κλῆρον πρὸς τοὺς χρημα‐ τιστὰς ἀποκρίναιντο, ὡς ἔστιν αὐτοῖς αὐτογενὴς ὁ πλοῦτος, οὐ παρ’ ἄλλων τέχνῃ καὶ πόνῳ συνενηνεγ‐ | |
5 | μένος. | |
38.2a | Ἐπεὶ καὶ τὸν Ἡσίοδον τί οἰόμεθα ποιμαίνοντα περὶ τὸν Ἑλικῶνα ἐν Βοιωτίᾳ, ᾀδούσαις ταῖς μούσαις ἐντυχόντα, ὀνειδισθέντα τῆς τέχνης τῆς ποιμενικῆς, παρ’ αὐτῶν λαβόντα δάφνης κλάδους, εὐθὺς ᾄδειν, | |
5 | γενόμενον ποιητὴν ἐκ ποιμένος, ὥσπερ φασὶν τοὺς κορυβαντιῶντας, ἐπειδὰν ἀκούσωσιν αὐλοῦ, ἐνθουσιᾶν, τῶν προτέρων λογισμῶν ἐξισταμένους; πολλοῦ γε καὶ | |
38.2b | δεῖ. Ἀλλὰ ᾐνίξατο, οἶμαι, ὁ Ἡσίοδος τὸ αὐτοφυὲς τῆς αὐτοῦ τέχνης, ἀναθέμενος αὐτοῦ τὴν αἰτίαν τῷ μουσῶν χορῷ, ὥσπερ ἂν εἰ καὶ χαλκευτικὸς γενόμενός τις τέχνης ἄνευ ἀνετίθετο Ἡφαίστῳ φέρων τὸ αὐτό‐ | 438 |
38.2c | ματον τῆς δημιουργίας. Τί δὲ οἱ Κρῆτες; ἦ σοι οὐ δοκοῦσιν ὑπὸ βασιλεῖ τῷ Μίνω κοσμηθέντες καλῶς, ἀγασθέντες τῆς ἀρετῆς, διδάσκαλον αὐτῷ ἐπιφημίσαι τὸν Δία; εἶναι μὲν αὐτόθι ἐν τῇ Ἴδῃ ἄντρον Διός, | |
5 | φοιτῶντα δὲ τὸν Μίνω δι’ ἐνάτου ἔτους, συγγιγνό‐ μενον τῷ Διί, μανθάνειν παρ’ αὐτοῦ τὰ πολιτικά. Οὗτοι Κρητῶν λόγοι. | |
38.3a | Ἐγένετο καὶ Ἀθήνησιν ἀνὴρ Ἐλευσίνιος, ὄνομα Μελησαγόρας· οὗτος οὐ τέχνην μαθών, ἀλλ’ ἐκ νυμ‐ φῶν κάτοχος, θείᾳ μοίρᾳ σοφὸς ἦν καὶ μαντικός, ὡς | |
38.3b | ὁ Ἀθηναίων λόγος. Ἦλθεν Ἀθήναζε καὶ ἄλλος, Κρὴς ἀνήρ, ὄνομα Ἐπιμενίδης· οὐδὲ οὗτος ἔσχεν εἰπεῖν αὑτῷ διδάσκαλον· ἀλλ’ ἦν μὲν δεινὸς τὰ θεῖα, ὥστε τὴν Ἀθηναίων πόλιν κακουμένην λοιμῷ καὶ στάσει διεσώ‐ | |
5 | σατο ἐκθυσάμενος· δεινὸς δὲ ἦν ταῦτα, οὐ μαθών, ἀλλ’ ὕπνον αὐτῷ διηγεῖτο μακρὸν καὶ ὄνειρον διδά‐ | |
38.3c | σκαλον. Ἐγένετο καὶ ἐν Προκοννήσῳ ἀνὴρ φιλόσοφος, | |
ὄνομα Ἀριστέας· ἠπιστεῖτο δὲ αὐτῷ οὐχὶ σοφία τὰ πρῶτα, διότι μηδένα αὐτῆς διδάσκαλον προὔφερεν. Πρὸς οὖν δὴ τὴν τῶν ἀνθρώπων ἀπιστίαν ἐξεῦρεν | 439 | |
38.3d | λόγον· ἔφασκεν τὴν ψυχὴν αὐτῷ καταλιποῦσαν τὸ σῶμα, ἀναπτᾶσαν εὐθὺ τοῦ αἰθέρος, περιπολῆσαι τὴν γῆν τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον, καὶ νήσους πάσας, | |
38.3e | καὶ ποταμούς, καὶ ὄρη· γενέσθαι δὲ τῆς περιπολήσεως αὐτῇ τέρμα τὴν Ὑπερβορέων γῆν· ἐποπτεῦσαι δὲ πάντα ἑξῆς νόμαια καὶ ἤθη πολιτικά, καὶ φύσεις χωρίων, καὶ ἀέρων μεταβολάς, καὶ ἀναχύσεις θαλάττης, καὶ | |
38.3f | ποταμῶν ἐκβολάς· γενέσθαι δὲ αὐτῇ καὶ τὴν τοῦ οὐ‐ | |
38.3g | ρανοῦ θέαν πολὺ τῆς νέρθεν σαφεστέραν. Καὶ ἦν πιθανώτερος λέγων ταῦτα ὁ Ἀριστέας μᾶλλον μὴ ὤνια ἐξ ἀγορᾶς, ἢ Ξενοφάνης ἐκεῖνος, ἤ τις ἄλλος τῶν ἐξ‐ ηγησαμένων τὰ ὄντα ὡς ἔχει· οὐ γάρ πω σαφῶς ἠπί‐ | |
5 | σταντο οἱ ἄνθρωποι τὴν ψυχῆς περιπόλησιν, οὐδὲ οἷστισιν ὀφθαλμοῖς ἕκαστα ὁρᾶν, ἀλλὰ ἀτεχνῶς ἀπο‐ δημίας τινὸς ᾤοντο τῇ ψυχῇ δεῖν, εἰ μέλλει ὑπὲρ ἑκάστου φράσειν τὰ ἀληθέστατα. | |
38.4a | Βούλει τοίνυν Ἀριστέαν μὲν καὶ Μελησαγόραν καὶ Ἐπιμενίδην καὶ τὰ τῶν ποιητῶν αἰνίγματα τοῖς μύ‐ | |
θοις ἐῶμεν, ἐπὶ δὲ τοὺς φιλοσόφους τὴν γνώμην τρέ‐ ψομεν, τουτουσὶ τοὺς ἐκ Λυκίου καὶ Ἀκαδημίας τῆς | 440 | |
5 | καλῆς; οὐ γὰρ μυθολόγοι, οὐδ’ αἰνιγματώδεις, οὐδὲ τερατείαν ἀσπαζόμενοι, ἀλλ’ ἐν δημοτικῇ λέξει τὲ καὶ διανοίᾳ εἰθισμένα 〈μηνύοντες· προσείπωμεν〉 δὲ αὐτῶν | |
38.4b | τόν γε ἡγεμόνα πρῶτον ὧδέ πως· ‘Ὅτι μὲν ἐπιστήμην τιμᾷς παντὸς μᾶλλον, ὦ Σώκρατες, ἀκούομέν σου πολ‐ λάκις διατεινομένου, προξενοῦντος τοὺς νέους ἄλλον | |
38.4c | ἄλλῳ διδασκάλῳ· ὅς γε καὶ εἰς Ἀσπασίας τῆς Μιλησίας παρακελεύῃ Καλλίᾳ τὸν υἱὸν πέμπειν, εἰς γυναικὸς | |
38.4d | ἄνδρα· καὶ αὐτὸς τηλικοῦτος ὢν παρ’ ἐκείνην φοιτᾷς, καὶ οὐδὲ αὕτη σοι ἀρκεῖ διδάσκαλος, ἀλλ’ ἐρανίζῃ παρὰ μὲν Διοτίμας τὰ ἐρωτικά, παρὰ δὲ Κόννου τὰ μουσικά, παρὰ δὲ Εὐήνου τὰ ποιητικά, παρὰ δὲ Ἰσκο‐ | |
5 | μάχου τὰ γεωργικά, παρά τε Θεοδώρου τὰ γεωμετρικά. | |
38.4e | Καὶ ταῦτα μέν σου τὰ εἴτε αὖ εἰρωνεύματα, εἴτε καὶ | |
ἀνδρίσματα, ἐπαινῶ, ὅπως ἄν τις αὐτῶν ἀποδέχηται. | 441 | |
38.4f | Ἀλλ’ ἐπειδὰν ἀκούω σου πρὸς Φαῖδρον διαλεγομένου, ἢ Χαρμίδην, ἢ Θεαίτητον, ἢ Ἀλκιβιάδην, ὑποπτεύω σε μὴ πάντα ἐπιστήμῃ νέμειν, ἀλλ’ ἡγεῖσθαι τοῖς ἀνθρώ‐ | |
38.4g | ποις πρεσβύτερον εἶναι διδάσκαλον τὴν φύσιν· καὶ τοῦτο εἶναι, ὅπερ οὑτωσὶ φαύλως ὑπεῖπάς που ἐν τοῖς λόγοις, θείᾳ μοίρᾳ δεδόσθαί μοι πρὸς | |
5 | Ἀλκιβιάδην ὁμιλίαν, καὶ πάλιν αὖ Φαῖδρον καλεῖς τὴν θείαν κεφαλήν, καὶ περὶ Ἰσοκράτους που κατεμαντεύσω ἐν τοῖς λόγοις | |
38.4h | νέου ὄντος κομιδῇ. Τί ταῦτά σοι ἐθέλει, ὦ Σώκρατες; | |
38.4i | Εἰ βούλει, σὲ μὲν ἐῶ, τὸν δὲ ποιητὴν τῶν λόγων τουτονὶ τὸν ἐξ Ἀκαδημίας φίλον μέτειμι· ὁ δ’ ἡμῖν δεομένοις μάλα ἀποκρινέσθω, εἰ καὶ θείᾳ μοίρᾳ γέ‐ νοιντ’ ἂν ἀγαθοὶ ἄνδρες, αὐτὸ τοῦτο, ἄνδρες ἀγαθοί· | |
38.4k | οὐ ποιηταὶ λέγω, ἵνα μοι προφέρῃς τὸν Ἡσίοδον, οὐδὲ μάντεις, ἵνα μοι τὸν Μελησαγόραν λέγῃς, οὐδὲ κα‐ | |
38.4l | θάρται, ἵνα μοι διηγήσῃ Ἐπιμενίδην· ἀλλὰ ἀφελὼν | |
ἑκάστου τὸ τῆς τέχνης ὄνομα, τὴν ἀρετὴν προσθείς, ἣν ἂν ἄνθρωποι ἀγαθοὶ τὰ ἀνθρώπων ἔργα, οἶκον τὲ οἰκονομεῖν δεξιῶς, καὶ ἐν πόλει πολιτεύεσθαι καλῶς, | 442 | |
5 | περὶ ταύτης φαθί, εἰ γένοιτ’ ἄν τινι ἄνευ τέχνης, θεόσ‐ | |
38.4m | δοτος. Ἢ καὶ σὲ κατὰ χώραν ἐάσω· ἀποκρινεῖται δὲ ὁ λόγος αὐτὸς αὑτῷ, ὡς ἀνὴρ ἀνδρί, ἀπαυθαδιζόμενος ὧδέ πως;‘ ‘Ὦ σχέτλιε, τί ταῦτα ἐρεῖς, ὃς ἡγεῖ τὸ καλλιστεῦον | |
5 | τῶν ἀνθρωπίνων ἀγαθῶν παρὰ μὲν ἀνθρώπου τέχνης | |
385*a | τάχιστα ἥξειν, ἐκ δὲ θείας ἀρετῆς ἀπορώτατα; Καίτοι μαντικήν, καὶ τελεστικήν, καὶ ποιητικήν, καὶ καθάρ‐ σεις, καὶ χρησμῳδίας, ξυλλήβδην ἅπαντα, οὐκ ἂν εἴποις | |
385*b | ἀντάξια εἶναι τῆς ἀρετῆς· εἶτα ἐκεῖνα μὲν ἡγῇ θείᾳ τινὶ ἐπιπνοίᾳ ψυχαῖς ἀνθρωπίναις ἀνακίρνασθαι, τὸ δὲ τούτων σπανιώτερον, τὴν ἀρετήν, ἔργον εἶναι τέχ‐ | |
385*c | νης θνητῆς; ἢ πολλοῦ ἄξιον νομίζεις τὸ θεῖον, πρὸς μὲν τὰ φαῦλα καλῶς καὶ ἀφθόνως παρεσκευασμένον, | |
385*d | πρὸς δὲ τὰ κρείττω ἄπορον; Οὔπω λέγω, ὡς εἴπερ ἐκεί‐ νων ἕκαστον τελεσιουργεῖσθαι ὁρᾷς, ἀνάγκη, καὶ τὸ κρεῖττον· οὐ γάρ, ὡς εἴπερ ὁ χαλκευτικὸς οὐκ ἂν τέκτονα ἐκδιδάξαι· οὐδὲ ὥσπερ ὁ γεωργὸς κυβερνη‐ | |
5 | τικῆς ἄπειρος, καὶ ὁ κυβερνήτης ἰατρικῆς, ἄλλος ἄλλης | |
ὁ μὲν ἔμπειρος γῆς, ὁ δὲ ἄπειρος τῆς αὐτῆς, οὕτως | 443 | |
385*e | καὶ ὁ θεὸς ἐν περιγραφῇ μένει τέχνης μιᾶς· ἀλλ’ εἴπέρ τι παρ’ ἐκείνου ἔλθῃ, πρὸς μὲν ἀνθρωπίνης ψυ‐ χῆς δύναμιν τέχνης ἂν εἴη μέτρον, πρὸς δὲ θείας | |
385*f | ἐπιστήμης παρασκευὴν μόριον τοῦ ὅλου. Ὅρα δή, μή σοι θεός, ᾗ τὰ τοιαῦτα δύναται κληρουχεῖν καὶ νέμειν, πολὺ τούτων πρότερον ἀρετὴν νέμειν καὶ δύναιτο καὶ ἐθέλει. Οὑτωσὶ δὲ αὐτὸ σκέψαι. | |
38.6a | Τὸ θεῖον πάντως ποι τίθεσαι τελεώτατον καὶ αὐταρ‐ κέστατον καὶ ἰσχυρότατον· ὡς, εἴ τι ἀφέλοις, λυμανεῖς | |
38.6b | τῷ ὅλῳ. Εἰ γὰρ μὴ τέλεον, οὐκ αὔταρκες· εἰ δὲ οὐκ αὔταρκες, οὔπω τέλεον· εἰ δὲ μὴ αὔταρκες μήτε τέλεον, | |
38.6c | πῶς ἰσχυρόν; Αὔταρκες δὲ ὂν καὶ τέλεον καὶ ἰσχυρόν, κατὰ μὲν τὴν τελεότητα τὰ ἀγαθὰ βούλεται, κατὰ δὲ | |
38.6d | τὴν αὐτάρκειαν ἔχει, κατὰ δὲ τὴν ἰσχὺν δύναται· βου‐ λόμενος δὲ δὴ καὶ ἔχων καὶ δυνάμενος, κατὰ τί μὴ δῷ; Ὁ μὲν γὰρ ἔχων, οὐ διδούς, οὐ βούλεται· ὁ δὲ βουλόμενος, οὐκ ἔχων, οὐ δύναται· ὁ δὲ ἔχων καὶ | |
38.6e | βουλόμενος, πῶς οὐ δύναται; Οὐκοῦν εἴπερ ἔχει τἀ‐ | |
38.6f | γαθά, τὰ τελεώτατα ἔχει, τελεώτατον δὲ ἡ ἀρετή· δί‐ δωσιν τοίνυν, ὃ ἔχει· ὥστε οὐ δέος, μὴ ἄλλό τι ἀγα‐ θὸν εἰς ἀνθρώπους ἔλθῃ, μὴ παρὰ θεοῦ ὁρμηθέν· ἀλλὰ μὴν οὐδέν, εἴ τι ἄλλο ἀνθρώποις ἀγαθόν, ὃ μὴ | 444 |
38.6g | παρὰ θεῶν ἔρχεται. Τίν’ οὖν τρόπον ἀρετὴ παρὰ | |
38.6h | θεοῦ ἔρχεται; Πέφυκεν τὸ ἀνθρώπων πᾶν ἐξ ἀρχῆς δίχα, τὸ μὲν εἰς ἀρετῆς ἐπιτηδειότητα, τὸ δὲ εἰς μοχ‐ θηρίας· ὧν ἡ μὲν μοχθηρία ἐνδεὴς τοῦ κολάζοντος, ἡ | |
38.6i | δὲ ἀρετὴ τοῦ σώζοντος. Μοχθηρὰ μὲν γὰρ φύσις, τυχοῦσα ἐπιστάτου χρηστοῦ, νόμου καὶ ἔθους, τὸ ἄλυ‐ πον τῷ πλησίον περιεβάλλετο, καὶ πλεονεκτεῖ οὐκ ἐν | |
38.6k | μοίρᾳ ἀγαθῶν, ἀλλ’ ἐν ἐλαττώσει βλάβης· αἱ δὲ ἄρισται ψυχῆς φύσεις ἀμφισβητήσιμοι, ἐν μεθορίᾳ τῆς ἄκρας ἀρετῆς πρὸς τὴν ἐσχάτην μοχθηρίαν καθωρμισμένοι, | |
δέονται ξυναγωνιστοῦ θεοῦ καὶ ξυλλήπτορος τῆς ἐπὶ | 445 | |
38.6l | θάτερα τὰ κρείττω ῥοπῆς καὶ χειραγωγίας. Ὁ μὲν γὰρ ἐπὶ τὰ αἰσχρὰ ὄλισθος αὐτοφυοῦς ἀσθενείας ἔργον, ἣ καὶ τὰς ἐπιεικεῖς ψυχὰς κολακεύουσα διὰ ἡδονῶν καὶ ἐπιθυμημάτων εἰς τὰς αὐτὰς ὁδοὺς ταῖς μοχθηρίαις | |
5 | συγκαθέλκει. | |
38.7a | Ἀκούσῃ γοῦν τοῦ Διὸς αὐτοῦ λέγοντος, ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται· ἐξ ἡμέων γὰρ φασὶ κακ’ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε’ ἔχουσιν. | |
38.7b | Περὶ δὲ τῶν ἀγαθῶν ἀνθρώπων οὐκ ἀκούσῃ τοιοῦτον οὐδὲν λέγοντος, οὐδὲ ἀπωθουμένου τὴν αἰτίαν, οὐδὲ ἀποτιθεμένου τὴν φροντίδα, ἀλλ’ αὐτὸ τοὐναντίον· πῶς ἂν ἔπειτ’ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην, | |
5 | οὗ περὶ μὲν πρόφρων κραδίη, καὶ θυμὸς ἀγή‐ νωρ ἐν πάντεσσι πόνοισι, φιλεῖ δέ ἑ Πάλλας Ἀθήνη; | |
38.7c | Τίς οὖν οὐκ ἂν εἴποι τὸν Ὀδυσσέα ἀγαθὸν εἶναι θείᾳ | |
μοίρᾳ, οὗ μέμνηται μὲν ὁ Ζεύς, κήδεται δὲ ἡ Ἀθηνᾶ, ἡγεῖται δὲ ὁ Ἑρμῆς, ἔραται δὲ Καλυψώ, σώζει δὲ ἡ | 446 | |
38.7d | Λευκοθέα; Εἰ δὲ ἀγαθὸς ἦν, ὥσπερ ἦν, διότι πολλῶν δ’ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω καὶ πολλὰ δ’ ὅγ’ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν, | |
5 | πῶς οὐ θείᾳ μοίρᾳ αὐτῷ συνηνέχθη τὰ γυμνάσια, | |
38.7e | ἀφ’ ὧν ἀγαθὸς καὶ ἦν καὶ ἔδοξεν; Καὶ περιστήσαντος αὐτῷ τοῦ δαιμονίου ἀνταγωνιστὰς πολλούς, τῶν μὲν βαρβάρων τὸ Τρωϊκόν, τοῦ δὲ Ἑλληνικοῦ τοὺς ἀρί‐ στους Παλαμήδη καὶ Αἴαντα, τῶν δὲ οἴκοι τοὺς ἰσχυρο‐ | |
5 | τάτους καὶ ἀκολαστοτάτους, Κυκλώπων τὸν ἀγριώτατον, Θρᾳκῶν τοὺς ἀξενωτάτους, φαρμακίδων τὴν δεινοτάτην, θηρίων τὴν πολυκεφαλωτάτην, θάλατταν πολλήν, χει‐ μῶνα χαλεπόν, συνεχῆ ναυάγια· προσαναγκάσας ἀλᾶ‐ σθαι καὶ πτωχεύειν, ῥάκη ἀμπισχόμενον, καὶ μετὰ ταῦτα | |
10 | αἰτοῦντα ἀκόλους, παλαίοντα, λακτιζόμενον, παροινού‐ | |
38.7f | μενον· ὧν ἕκαστον αὐτῷ διὰ φιλίαν θεὸς προὔβαλλεν, οὐχ ὁ Ποσειδῶν, ὀργιζόμενος, ὅτι οἷ υἱὸν φίλον ἐξαλάωσεν, | |
οὐδὲ ὁ Ἥλιος μηνιῶν τῶν βοῶν (μὴ τοσαύτη μήτε | 447 | |
5 | Ποσειδῶνα ἔχοι φιλία πρὸς ἄνθρωπον ἄγριον καὶ παῖδα ἄξενον, μήτε τὸν Ἥλιον πτωχεία καὶ φειδὼ βοῶν), | |
38.7g | ἀλλὰ γὰρ τοῦ Διὸς ταῦτα ἦν τὰ προστάγματα. Ἦ γὰρ οὐχ οὗτός ἐστιν ὁ καὶ τὸν Ἡρακλέα τὸν αὑτοῦ παῖδα μὴ ἐάσας ἀργὸν καὶ τρυφῶντα, ἀλλὰ ἐξελκύσας τῶν ἡδονῶν; καὶ εἰς μὲν ἐκείνας τὸν Εὐρυσθέα ἐμβαλών, | |
5 | τῷ δὲ Ἡρακλεῖ ἐπιστήσας κάπρους καὶ λέοντας, καὶ δυνάστας, καὶ τυράννους, καὶ λῃστάς, καὶ ὁδοὺς μα‐ | |
38.7h | κράς, καὶ γῆν ἔρημον, καὶ ποταμοὺς ἀπόρους; ἢ νύκτα μὲν ἠδύνατο ποιῆσαι ὁ Ζεὺς τριπλῆν ἐκ μιᾶς, ὃν δὲ ἐν τῇ νυκτὶ ταύτῃ ἐποιήσατο, τῶν δὲ τοῦ βίου πόνων οὐκ ἠδύνατο ἐξελέσθαι; Ἀλλ’ οὐκ ἤθελεν· οὐ γὰρ θέ‐ | |
5 | μις Διὶ βούλεσθαι ἄλλό τι ἢ τὸ κάλλιστον. Οὕτως ἦν καὶ ὁ Ἡρακλῆς ἀγαθός, καὶ Διόνυσος, καὶ ὁ Ὀδυσ‐ | |
38.7i | σεύς. Καὶ ἵνα μὴ πόρρω σε ἀπάγω τῶν ἐν ποσίν, τὸν Σωκράτην αὐτὸν οἴει γενέσθαι τέχνῃ ἀγαθῇ, ἀλλ’ | |
38.7k | οὐ θείᾳ μοίρᾳ; ἢ κατὰ μὲν τὴν τέχνην ἐγένετο ἂν λιθοξόος παῖς ἢ παρὰ πατρὸς λαβὼν τὸν κλῆρον· κατὰ δὲ τὴν τοῦ θεοῦ χειροτονίαν τὴν μὲν τέχνην διώσατο, | |
τὴν δὲ ἀρετὴν ἐλάμβανεν. | 448 | |
39.1a(1t) | Εἰ ἔστιν ἀγαθὸν ἀγαθοῦ μεῖζον· | |
2t | ἐν ᾧ, ὅτι οὐκ ἔστιν. | |
1 | Οὐδὲ τοῦ Ὁμήρου ἔγωγε ἀποδέχομαι, τῷ Λυκίῳ Γλαύκῳ μεμφομένου ἀμείβοντι ὅπλα χρυσᾶ πρὸς τὰ τοῦ Διομήδους χαλκᾶ ὄντα καὶ ἐννεαβοίῳ ἑκατομβοίων | |
39.1b | ἐλαττουμένῳ. Χρηματιστὴς γὰρ ἂν τοῦτό γε αἰτιά‐ σαιτο ἐν δίκῃ, ἀρχὸς ναυτάων, οἷοί τε πρηκτῆρες ἔασιν, φόρτου τε μνήμων, .... | |
5 | κερδέων τε ἁρπαλέων, μή τι γε ἀνὴρ ποιητικὸς καὶ ἀξιῶν μαθητὴς εἶναι τῆς Καλλιόπης, ᾗ μηδὲν θέμις μήτε ἐπαινεῖν τῶν αἰσχρῶν, | |
39.1c | μήτε ψέγειν τῶν καλῶν. Εἰκὸς δέ που τὸν Γλαῦκον, εἴπερ ἦν Ἱππολόχου τοῦ Βελλεροφόντου τοῦ Σισύφου | |
τοῦ Αἰόλου, ἀγαθῶν ἁπάντων, ἐντυχόντα ἀνδρὶ ἐχθρῷ δοκοῦντι κατὰ τὴν τοῦ πολέμου τύχην, φίλῳ δὲ | 449 | |
5 | κατὰ τὴν τῶν πατέρων ξενίαν, ξυμβαλλόμενον φιλίαν αὖθις καὶ ἀνακαλούμενον τὴν προγενῆ οἰκειότητα, συμμετρήσασθαι τῷ καιρῷ καὶ μὴ τῇ ἀξίᾳ τῶν ὅπλων τὴν ἀπαλλαγήν, μὴ λογισμοὺς συντιθέντα χρυσοῦ καὶ χαλκοῦ, καθάπερ οἱ ἐκ Λήμνου οἰνιζόμενοι, | |
10 | ἄλλοι μὲν χαλκῷ, ἄλλοι δ’ αἴθωνι σιδήρῳ, ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δ’ αὐτοῖσι βόεσσι. | |
39.1d | Μέχρι μὲν γὰρ τῆς χρείας τῆς ἐν ποσὶν ἔχει λογισ‐ μοὺς ἡ ἀντίδοσις, καὶ τὸ πλέον πρὸς τοὔλαττον τῷ ἀντιστασίῳ ἐν τοῖς ἀνομοίοις κατὰ τὴν τιμὴν ἐξετά‐ ζεται. Κἂν ἐγκεκαλυμμένος γοῦν τις γνοίη, ὅτι τὸ | |
5 | τάλαντον τῶν δέκα μνῶν πολλαπλάσιον, καὶ ἡ δραχμὴ | |
39.1e | τοῦ ὀβολοῦ τιμαλφεστέρα· καὶ ἐν κτήσει γῆς καὶ κατὰ τὸν Ἡρόδοτον οἱ μὲν γεωργοὶ ὀργύιαις διαμετροῦνται τὴν γῆν, οἱ δὲ τούτοις ἀμφιλαφέστεροι σταδίοις, οἱ δὲ τού‐ | |
5 | των πολὺ γεωργικώτεροι σχοινίοις, | 450 |
39.1f | καθάπερ οἱ Αἰγύπτιοι· καὶ ἐν κτήσει θρεμμάτων πο‐ λυκτεανώτερος τοῦ Πολυφήμου ἦν ὁ Δάρδανος, τοῦ τρισχίλιοι ἵπποι ἔλος καταβουκολέοντο. | |
39.1g | Ἀλλ’ ἐπειδάν τις τὰς χρείας παρωσάμενος ἀντεξετάζῃ αὐταῖς τὰ ἀγαθά, εὕροι ἄν, οἶμαι, ταύτας μὲν καιρῷ, καὶ νόμῳ, καὶ ἡδοναῖς, καὶ ἔθεσιν, καὶ τύχαις, ἄνω | |
39.1h | καὶ κάτω εἰς τιμὴν καὶ ἀτιμίαν μεταβαλλομένας· τὸ δὲ ἀγαθὸν ἑδραῖον, βέβαιον, ἀκλινές, ἰσόρροπον, κοινόν, ἀνέμητον, ἄφθονον, ἀνενδεές, μήτε αὔξησιν χωροῦν, | |
39.1i | μήτε ἐνδείας ἀνεχόμενον· τό, τε γὰρ αὐξόμενον προσ‐ | |
39.1k | θήκῃ αὔξεται· ἀλλ’ εἰ μὲν ἀγαθὸν ἀγαθῷ προσελήλυ‐ θεν, οὐδὲν μᾶλλον ἢ προσθήκῃ νόει ἀγαθὸν τὸ ἀγα‐ | |
39.1l | θόν, ἦν γὰρ ἀγαθὸν καὶ πρότερον· εἰ δὲ οὐκ ἀγαθὸν ἦν τὸ προσελθὸν εἰς αὔξησιν, δεινὸν λέγεις, εἰ ἔσταί | |
39.1m | τι ἀγαθὸν μεῖζον προσθήκῃ κακοῦ· τό, τε ἐνδεὲς ἐλ‐ λείψει ἐνδεές· ἀλλ’ εἰ μὲν τοῦ ἀγαθοῦ ἀπουσίᾳ ἐνδεῖ τὸ ἀγαθόν, 〈οὐκ ἦν ἀγαθόν,〉 ὁπότε ἐνέδει· εἰ δὲ ἑτέρῳ | |
ἐνδεῖ, καὶ μὴ τῷ ἀγαθῷ, οὐ λυπεῖ τὸ ἀγαθὸν ἡ ἔλλειψις. | 451 | |
39.2a | Τί δέ, οὐχὶ καὶ ταύτῃ σκοπεῖς τὸ λεγόμενον; Κα‐ λεῖς τι ὑγείαν σώματος; τί δὲ οὐ μέλλεις; καλεῖν δὲ καὶ νόσον; φέρε οὖν διαλαβὼν ἑκάτερον φαθί. Οὐχ ἡ μὲν ὑγεία μέτρον τί ἐστιν τῆς τῶν σωμάτων εὐαρ‐ | |
5 | μοστίας, ἐπειδὰν ὁμολογήσῃ τῇ πρὸς τὸ ἄριστον κράσει τἀναντία, πρὸς ὕδωρ πῦρ, καὶ γῆ πρὸς ἀέρα, καὶ ἑκά‐ τερον αὖθις αὖ πρὸς ἑκάτερον, καὶ πᾶν τι πᾶσιν; | |
39.2b | Ἔστιν οὖν ὅπως ποικίλον τι σοὶ ἡ ὑγεία ἔσται καὶ παντοδαπόν, οὐχὶ δὲ ἁπλοῦν καὶ ὡμολογημένον; Ἐπει‐ δὰν γὰρ μέτρον εἴπῃς, στάσιν λέγεις· οὐδὲν γὰρ τῶν συμμέτρων μεταχωρεῖν φιλεῖ ἐφ’ ἑκάτερα, ἀλλ’ εἰσὶν | |
5 | αὐτῶν ἀκριβεῖς οἱ ὅροι. Ἡ δ’ αὖ νόσος τί ἄλλό ἐστιν, ἢ διάλυσις καὶ ταραχὴ τῆς ἐν σώματι ἐκεχειρίας, ἐπειδὰν αὖθις συμπεσόντα ἀλλήλοις τά τε ὥσπερ 〈πόλεως μέρη〉 ἡρμοσμένα πολεμῇ καὶ ταράττῃ, καὶ λυμαίνηται ὑπ’ αὐτῶν τὸ σῶμα κλονούμενόν τε καὶ σπαραττόμενον καὶ | |
39.2c | σειόμενον; Ἔστιν οὖν ὅπως τὸν πόλεμον τοῦτον ἡγήσῃ ἁπλοῦν καὶ ἕνα; Ὀλίγου μέντ’ ἂν ἦν ἡ ἰατρικὴ ἀξία. Νῦν δὲ τὸ πολυμερὲς καὶ πολύφωνον τοῦ τῶν σωμά‐ των πολέμου, ἃς καλοῦμεν νόσους, ἐγέννησεν τέχνην | 452 |
5 | παντοδαπήν, καὶ μεστὴν ὀργάνων ποικίλων, καὶ πολλῶν | |
39.2d | φαρμάκων, καὶ σιτίων, καὶ διαιτημάτων. Κἂν ἐπὶ μουσικὴν ἔλθῃς, τὸ μὲν ἡρμοσμένον κἀνταῦθα ἕν, οὔτε κρεῖττον αὐτὸ αὑτοῦ γιγνόμενον, οὔτε ἔλαττον· τὸ δὲ ἀνάρμοστον πολύ, καὶ παντοδαπόν, καὶ διῃρημένον. | |
39.2e | Οὕτω καὶ χορὸς 〈ὁ〉 ὁμολογήσας μὲν εἰς ὁμοφωνίαν· μὴ ὁμολογῶν δέ, σχίζεται καὶ διαχεῖται καὶ σκεδάννυται καὶ | |
39.2f | πλῆθος γίγνεται. Οὕτω καὶ τριήρης, ἐρεσσομένη ὑπ’ αὐλῷ, τὴν πολυχειρίαν συνάπτει τῇ ὁμοιότητι τῆς εἰ‐ ρεσίας· ἐὰν δὲ ἀπαλλάξῃς τὸν αὐλόν, διέλυσας αὐτῆς | |
39.2g | τὴν χειρουργίαν. Οὕτω καὶ ὑφ’ ἡνιόχῳ ἅρμα εὐθύ‐ νεται κοινῷ δρόμῳ καὶ θυμῷ ἑνί· ἐὰν δὲ ἀφέλῃς τὸν | |
39.2h | ἡνίοχον, ἐσκέδασας τὸ ἅρμα. Οὕτω καὶ στρατόπεδον συντάττεται ὑπὸ συνθήματι ἑνί· ἐὰν δὲ ἀφέλῃς τὸ σύνθημα, διέλυσας τὴν φάλαγγα εἰς πλήθους φυγήν. | |
39.3a | Τί τοίνυν ἀγαθὸν σωμάτων; ὑγίεια. Κακόν; νόσος. | |
39.3b | Ἓν μὲν ἡ ὑγίεια, πολλαὶ δὲ αἱ νόσοι. Τί ἐν μουσικῇ | |
τὸ ἀγαθόν; ἁρμονία· ἓν μὲν τὸ ἡρμοσμένον, πολλὴ δὲ | 453 | |
39.3c | ἡ ἀναρμοστία. Καὶ ἐν χορῷ ἓν μὲν ἡ ὁμολογία, παν‐ | |
39.3d | τοδαπὸν δὲ ἡ διαφωνία· καὶ ἐν τριήρει ὁ μὲν αὐλὸς | |
39.3e | ἕν, πολλὴ δὲ ἡ ἀπείθεια· καὶ ἐν ἅρματι, ἡνιόχου τέχνη, | |
39.3f | ἓν μὲν τοῦτο, παντοδαπὸν δὲ ἡ ἀτεχνία. Τί δὲ ἐν φάλαγγι; φυλακὴ συνθήματος· ἓν μὲν τοῦτο, παντο‐ | |
39.3g | δαπὴ δὲ ἡ ἀναρχία. Ἐν μὲν οὖν τῇ τοῦ ἑνὸς φύσει ὑπερβολὰς καὶ ἐνδείας οὐχ ὁρῶ· στάσιμος γὰρ αὕτη, καὶ μηδένα ἀνεχομένη δρόμον μήτε εἰς φυγὴν μήτε εἰς δίωξιν· ὅταν δὲ εἰς πλήθους ἀριθμὸν ἐμπέσω, δύ‐ | |
39.3h | ναμαι τούτου διαμετρεῖσθαι τὰς φύσεις· καὶ γὰρ ὁδοῦ μακρᾶς τὸ μὲν τέρμα ἕν, πολλαὶ δὲ αἱ ἀποστάσεις. | |
39.3i | Ἐὰν ἐπὶ Βαβυλῶνα ἴῃς, πλησιαίτερος μὲν τοῦ Ἀρμε‐ νίου ὁ Ἀσσύριος· καὶ τοῦ Λυδοῦ ὁ Ἀρμένιος, καὶ τοῦ Ἴωνος ὁ Λυδός, καὶ τοῦ νησιώτου ὁ Ἴων· ἀλλ’ οὐδεὶς ἐν Βαβυλῶνι οὔπω, οὐχ ὁ Ἀσσύριος, οὐχ ὁ Ἀρμένιος, | |
39.3k | οὐχ ὁ Λυδός, οὐχ ὁ Ἴων, οὐχ ὁ νησιώτης. Κἂν ἐπ’ Ἐλευσῖνα ἴῃς, Πελοπόννησος αὕτη, εἶτα Μέγαρα, εἶτα Ἰσθμός· ἀλλὰ ἀμύητος εἶ, κἂν ἐν Μεγάροις ᾖς, ὁμοίως τῷ Πελοποννησίῳ· μέχρι μήπω τῷ ἀνακτόρῳ προσ‐ | |
39.3l | ελήλυθας, ἀμύητος εἶ. Νόμιζε δὴ καὶ τὸν βίον ὁδόν τινα εἶναι μακράν, ἐπ’ Ἐλευσῖνα ἢ Βαβυλῶνα ἄγου‐ σαν, τέρμα τε δὴ τῆς ὁδοῦ τὰ βασίλεια αὐτὰ καὶ ἀνάκτορα, καὶ τὴν τελετήν· ὑπὸ δὲ πλήθους ὁδοιπόρων | 454 |
5 | μεστὴν τὴν ὁδὸν θεόντων, ὠθιζομένων, καμνόντων, ἀναπαυομένων, κειμένων, ἐκτρεπομένων, πλανωμένων· | |
39.3m | πολλαὶ γὰρ αἱ παρατριβαὶ καὶ ἀπατηλαί, ὧν αἱ μὲν πολλαὶ ἐπὶ κρημνοὺς καὶ βάραθρα ἄγουσιν, ἐπὶ τὴν Σειρήνων, αἱ δὲ ἐπὶ τοὺς Λωτοφάγους, αἱ δὲ ἐπὶ τὸν | |
39.3n | Κιμμερίων δῆμον· μία δέ που τὶς στενὴ καὶ ὄρθιος καὶ τραχεῖα, καὶ οὐ πολλοῖς πάνυ ὁδεύσιμος, ἐπ’ αὐτὸ | |
ἄγει τὸ τῆς ὁδοῦ τέρμα, ἣν μόγις καὶ μετὰ πραγμάτων σὺν πολλῷ πόνῳ καὶ ἱδρῶτι ἀνύουσιν καματηραὶ καὶ | 455 | |
5 | ἐπίπονοι ψυχαί, καὶ ἐπιθυμοῦσαι τοῦ χωρίου, καὶ ἐρῶσαι τῆς τελετῆς, καταμαντευόμεναι αὐτῆς τὸ | |
39.3o | κάλλος· ἐπειδὰν δὲ ἀφίκωνται ἐκεῖ, παυσάμεναι τοῦ πονεῖν, παύονται τοῦ πάθους. Τίς γὰρ ἄλλη τελετὴ | |
39.3p | μυστικωτέρα, καὶ τίς ἄλλος τόπος σπουδῆς ἄξιος; Ταύ‐ την ἔχει τοῖς ἀνθρώποις τὴν χώραν τὸ ἀγαθόν, ἣν τοῖς ἀμυήτοις Ἐλευσῖν ἔχει. Μυήθητι, ἐλθέ, ἐπίβηθι τοῦ χωρίου, λάμβανε τὰ ἀγαθά, καὶ οὐ ποθήσεις ἄλλο | |
5 | μεῖζον. | |
39.4a | Ἐὰν δὲ τὸ ἀγαθὸν ἐπονομάζῃς τῇ τῶν μὴ ἀγαθῶν φύσει, ὑγιείας σωμάτων καὶ εὐμορφίας, καὶ περιβολὴν χρυσοῦ καὶ ἀργύρου, καὶ δόξαν προγόνων, καὶ τιμὴν πολιτικήν, πράγματα ἡδοναῖς μᾶλλον ἢ ἀγαθοῖς με‐ | |
5 | τρεῖσθαι πεφυκότα, ἐξαγορεύεις τὰ μυστήρια, πλημ‐ μελεῖς περὶ τὸ θεῖον. Τοιούτων ἀγαθῶν μεταλαβεῖν ποθεῖς, οἵων καὶ Ἀλκιβιάδης μυστηρίων, μεθύων, δᾳ‐ δοῦχος, καὶ ἐκ συμποσίου ἱεροφάντης, καὶ ἐν παιδιᾷ | |
39.4b | τελεστής. Ἀγαθὸν δὲ ἀγαθοῦ ἀπορρητότερον οὐκ ἂν εὕροις μᾶλλον, ἢ κάλλος κάλλους ὡραιότερον· ἐὰν γάρ τι τούτων ἀφέλῃς, οὐκ ἔτι καλὸν οὐδὲ ἀγαθὸν | 456 |
39.4c | τὸ μήπω ἀγαθόν. Οὐχ ὁρᾷς τὸν ὑπὲρ κεφαλῆς τοῦτον οὐρανόν, καὶ τὰ ἐν αὐτῷ ἄστρα, καὶ τὸν ὑπ’ αὐτῷ αἰθέρα καὶ ὑπὸ τούτῳ ἀέρα, καὶ τὴν ὑπ’ αὐτῷ θά‐ λατταν; διαμέτρησον αὐτῶν τὰς φύσεις. Τοῦτο γῆς | |
5 | μέρος τοῦ ὅλου πλατὺ καὶ πολυτρόφον καὶ δενδρο‐ φόρον καὶ ζῳοτρόφον· ἀλλ’ ἐὰν πρὸς τὴν θάλατταν ἐξετάζῃς, ἔλαττον θαλάττης· καὶ θάλαττα, ἀέρος ἔλατ‐ | |
39.4d | τον, καὶ αἰθὴρ οὐρανοῦ. Μέχρι τούτου τὰ μέρη πρό‐ εισιν, ὑπερβάλλοντα καὶ ὑπερβαλλόμενα· ἐὰν δὲ ἔλθῃς | |
39.4e | ἐκεῖ, στήσεται ὁμοῦ τῷ μεγέθει καὶ τὸ κάλλος. Τί γὰρ ἂν εἴη οὐρανοῦ ὡραιότερον; τί ἄστρων περιλαμ‐ πέστερον; τί ἡλίου ἀκμαιότερον; τί σελήνης εὐτροφώ‐ τερον; τί τῶν ἄλλων χορῶν εὐτακτότερον; τί τῶν θεῶν | |
5 | αὐτῶν τιμιώτερον; | |
39.5a | Κινδυνεύουσιν δὲ οἱ ἄνθρωποι, καθάπερ τοῖς ἀγα‐ θοῖς, οὕτω καὶ τοῖς θεοῖς ζυγοστατεῖν τὰς τιμάς. Τίς οὗτος; Ζεύς· ἀρχέτω. Τίς οὗτος; Κρόνος· δεδέσθω. Ἥφαιστος· χαλκευέτω. Ἑρμῆς· ἀγγελλέτω. Ἀθηνᾶ· | |
5 | ὑφαινέτω. 〈Διόσκουροι· ἐπὶ νε〉ὼς Πελοποννησίοις | 457 |
39.5b | ἑπέσθωσαν. Ἀγνοοῦσιν γάρ, οἶμαι, ὡς θεοῖς πᾶσιν εἷς νόμος καὶ βίος καὶ τρόπος, οὐ διῃρημένος, οὐδὲ στασιωτικός· ἄρχοντες πάντες, ἡλικιῶται πάντες, σω‐ τῆρες πάντες, ἰσοτιμίᾳ καὶ ἰσηγορίᾳ συνόντες τὸν | |
5 | πάντα χρόνον· ὧν μία μὲν ἡ φύσις, πολλὰ δὲ τὰ | |
39.5c | ὀνόματα. Ὑπὸ γὰρ ἀμαθίας αὐτῶν τὰς ὠφελείας τὰς ἑαυτῶν ἕκαστοι ἐπονομάζομεν ἄλλος ἄλλῃ κλήσει θεοῦ. | |
39.5d | Καθάπερ καὶ τὰ μέρη τῆς θαλάττης, Αἰγαῖον τοῦτο, Ἰώνιον ἐκεῖνο, Μυρτῶον ἄλλο, Κρησαῖον ἄλλο· ἡ δ’ ἐστὶν μία, ὁμογενής, καὶ ὁμοπαθής, καὶ συγκεκραμένη· | |
39.5e | οὕτω καὶ τἀγαθόν, ἓν ὂν καὶ ὅμοιον αὑτῷ καὶ ἴσον πάντοθεν, ὑπὸ ἀσθενείας τῆς πρὸς αὐτὸ καὶ ἀγνωσίας | |
39.5f | ταῖς δόξαις διαιρούμεθα. Πλουτεῖ Καλλίας, μακάριος τῶν ἀγαθῶν· ἀλλὰ Ἀλκιβιάδης Καλλίου ὡραιότερος. Ἀντιθῶμεν τἀγαθά, πλοῦτον κάλλει· Ποῖον αὐτῶν ἑκατόμβοιον; ἐννεάβοιον ποῖον; πότερον ἑλώμεθα; πό‐ | |
39.5g | τερον εὐξόμεθα; Οὐκοῦν ὁ μὲν Φοῖνιξ καὶ ὁ Αἰγύπ‐ | |
τιος τὸ Καλλίου ἀγαθὸν εὔξεται· ὁ δὲ Ἠλεῖος καὶ ὁ | 458 | |
39.5h | Βοιώτιος τὸ Ἀλκιβιάδου. Εὐγενὴς Παυσανίας, ἀλλ’ ἐνδοξότερος Εὐρυβιάδης. Ἀντιθῶμεν εὐδοξίᾳ γέ‐ νος· τίς κρατεῖ; τίνι δῶμεν τὰ νικητήρια φέροντες; | |
39.5i | Σωκράτης πένης, Σωκράτης αἰσχρός, Σωκράτης ἄδοξος, Σωκράτης δυσγενής, Σωκράτης ἄτιμος. Πῶς γὰρ οὐκ αἰσχρὸς καὶ ἄτιμος καὶ δυσγενὴς καὶ ἄδοξος καὶ πένης ὁ τοῦ λιθοξόου, ὁ σιμός, ὁ προγάστωρ, ὁ κωμῳδού‐ | |
5 | μενος, ὁ εἰς δεσμωτήριον ἐμβαλλόμενος, ἀποθνήσκων | |
39.5k | ἐκεῖ, ἔνθα καὶ Τιμαγόρας ἀπέθανεν; Ὢ τῆς ἐρημίας τῶν ἀγαθῶν· ὀκνῶ γὰρ εἰπεῖν πλῆθος κακῶν. Τί τούτοις ἀντιθῶμεν; τί φῶμεν; Παράβαλλε τοῖς ἀντα‐ γωνισταῖς τὸν Σωκράτην ἐν κτήσει ἀγαθῶν· οὐχ ὁρᾷς | |
5 | ἡττώμενον ἐν πλούτῳ Καλλίου, ἐν σώματι Ἀλκιβιάδου, ἐν τιμῇ Περικλέους, ἐν δόξῃ Νικίου, ἐν θεάτρῳ Ἀρι‐ | |
39.5l | στοφάνους, ἐν δικαστηρίῳ Μελήτου; Μάτην ἄρα αὐτῷ | |
ὁ Ἀπόλλων τὰ νικητήρια ἔδωκεν, μάτην ἐπεψηφίσατο. | 459 | |
40.1a(1t) | Εἰ ἔστιν ἀγαθὸν ἀγαθοῦ μεῖζον· | |
2t | ἐν ᾧ ὅτι ἐστίν. | |
1 | Ἀλλ’ ἐπεὶ τὸν Ὅμηρον αἰτιᾷ, μεμφόμενον τῷ Γλαύκῳ τῆς ἀμοιβῆς, πότερα καὶ σοὶ ὑπὲρ τοῦ Ὁμήρου ἀπο‐ | |
40.1b | λογητέον, ἢ Ὁμήρῳ ὑπὲρ τοῦ Γλαύκου; Τούτῳ, νὴ Δία· τιμητέος γάρ μοι καὶ πρὸ τῶν ἄλλων Ὅμηρος εἴη, 〈μή〉 τι | |
40.1c | γε πρὸ δικαστοῦ σου. Ὧδε τοίνυν ὁ Γλαῦκος λέγει· ‘Εἰ μέν τι, ὦ Ὅμηρε, ἢ ἔλαττον ἦν ἀγαθὸν ἀγαθοῦ, ἢ ἔλαττον μείζονος, εἰκότως ἄρα σοι εἶχεν αἰτίαν ὁ Ζεύς, ὡς τὰς φρένας μοι λυμαινόμενος· ἐν δὲ χρυ‐ | |
5 | σοῦ καὶ χαλκοῦ ἀλλαγῇ μήπω πάνυ αἰτιάσῃ μήτε τὸν Δία, μήτε ἐμέ· οὐδὲν γὰρ οὔτε τῷ λαβόντι χρυ‐ σὸς πλέον, οὔτε τῷ ἀλλαξαμένῳ ὁ χαλκὸς ἔλαττον· ἀλλὰ ἀμφοτέροις καλῶς ἔχει ἑκάτερα, ἐν τῷ ἀνίσῳ | |
τῆς ὕλης ἰσοστασίῳ τῇ γνώμῃ δοθέντα.‘ | 460 | |
40.1e | Καὶ ὁ μὲν Γλαῦκος ἡμῖν ἀπίτω ἐκποδών· ἡκέτω δὲ ὁ Ὀδυσσεὺς ὁ τούτου σοφώτερος, ἀποδειξόμενος ἡμῖν | |
40.1f | τὴν αὑτοῦ γνώμην, ἣν περὶ ἀγαθῶν κτήσεως ἔχει. Ἦ γὰρ οὐχ οὗτός ἐστιν ὁ μακαρίζων μὲν τὸν Ἀλκίνου οἶκον τῆς εὐφροσύνης καὶ τῆς ᾠδῆς, συνευχόμενος δὲ τῇ Ναυσικᾷ ὁμόφρονα αὐτῇ ξυστῆναι γάμον, εὐδαι‐ | |
40.1g | μονίζων δ’ αὖ τῆς ἀθανασίας τὴν Καλυψώ; Οἶμαι δὲ αὐτόν, εἰ καὶ παρ’ ἄλλόν τινα ἀφίκετο τῶν οὐ κατ’ ᾠδὴν καὶ κατὰ δαῖτα εὐδαιμόνων, οὐδὲ τῶν μακαρίων κατὰ ἁρμονίαν γάμου, ἀλλὰ τὰ ἔτι τούτων μείζονα | |
5 | ἀγαθὰ κεκτημένων, εἰπεῖν ἂν καὶ περὶ ἐκείνων τὰ εἰ‐ | |
40.1h | κότα. Ἐπεὶ δὲ καὶ τὸ κάλλος μοι προφέρεις, ὡς ἐν μέτρῳ ἑνὶ τὴν χώραν ἔχον, φέρε καὶ περὶ τούτου σοι | |
40.1i | βραχέα ἄττα ἀποκρίνωμαι. Δοκεῖς γάρ μοι, γενόμενος ἐν χώρᾳ τοῦ Τρωϊκοῦ ποιμένος, ἀφικομένου παρὰ σὲ Ἑρμοῦ πομπῇ Διός, ἄγοντος θεὰς τρεῖς πρὸς δικαστήν γε, προστάττοντος βραβεῦσαι περὶ κάλλους αὐταῖς, | |
5 | ἡσθεὶς τῇ Ἀφροδίτῃ, καθάπερ ἐκεῖνος, καταδικάσαι ἂν αἶσχος τῆς Ἥρας καὶ τῆς Ἀθηνᾶς· εἰ γὰρ ἓν μὲν τὸ ἐν κάλλει καλόν, κρατῇ δὲ ἐν ἀγῶνι τριῶν μία, ἀνάγκη τὰς ἡττωμένας αἰσχρῶς ἔχειν. | |
40.2a | Μὴ σύ γε, ὦ δικαστῶν εὐδαιμονέστατε, ἀλλὰ φειδὼ ἔχε ὀνομάτων αἰσχρῶν, καὶ ἠρέμα κάτιθι ἐκ | |
40.2b | τῶν ἄκρων ἐπὶ τὰ ἔσχατα· ἵνα μὴ τὸν Ὅμηρον αὖθίς σοι προφέρω, λευκώλενον τὴν Ἥραν λέγοντα, καὶ ῥο‐ δόπηχυν τὴν Ἠώ, καὶ τὴν Ἀθηνᾶν γλαυκῶπιν, καὶ ἀργυρόπεζαν τὴν Θέτιν, καὶ Ἥβην καλλίσφυρον· ὧν | 461 |
5 | οὐδεμιᾶς ἀφαιρήσει τὸ κάλλος, κἂν ἐν μέρει ᾖ, εὔφη‐ μός γε ἐθέλων εἶναι τὰ θεῖα, καὶ ἥκιστα πλημμελής. | |
40.2c | Ἀκούεις δ’ αὐτοῦ διηγουμένου χορὸν ἀγρευτικόν, παι‐ ζούσας ἐν ὄρει τὰς νύμφας, ἐξηγουμένης τῆς Ἀρτέμιδος; Πασάων δ’ ὕπερ ἥδε κάρη ἔχει ἠδὲ μέτωπα, φησίν· καὶ | |
5 | ῥεῖα δ’ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι. Ἤ που καταγελᾷς τοῦ Ὁμήρου, προτιμῶντος μὲν νυμ‐ | |
40.2d | φῶν κατὰ κάλλος Ἄρτεμιν; Ἀκούεις δὲ αὐτοῦ καὶ περὶ Μενελάου κάλλους τοιαυτὶ λέγοντος· ὅτε ἔφη τρωθέντος ῥυῆναι τὸ αἷμα κατὰ τοῦ μηροῦ, ἔπειτα εἰκάζει τὸ τοῦ μηροῦ κάλλος γυναικὸς τέχνῃ ἐλέφαντα χραινούσης | |
5 | φοίνικι, ἵπποις εἶναι παρήϊον· τοῖοί τοι, Μενέλαε, μιάνθην αἵματι μηροί· εὐφυεῖς φησὶν καὶ | |
10 | κνῆμαι καὶ σφυρά. | |
40.2e | Τοῦ δὲ Ἀγαμέμνονος αὖθις αὖ ἐπαινῶν τὸ κάλλος, | |
οὐκ ἐδεήθη εἰκόνος Λυδίας, ἢ Καρικῆς, οὐδὲ ἐλέφαντος ὑπὸ γυναικὸς βαρβάρου φοίνικι ἐξηνθισμένου· ἀλλὰ εἰκάζει αὐτοῦ τῷ Διὶ τὴν κεφαλὴν καὶ τὰ ὄμματα, ᾧ | 462 | |
40.2f | καὶ δῆλον, ὡς καλλίων ὁ Ἀγαμέμνων ἦν· τῷ μὲν γὰρ ἦν τὸ κάλλος περὶ τὴν κεφαλὴν καὶ τὰ ὄμματα, τῷ δὲ ἀμφὶ τοὺς μηροὺς καὶ τὰ σφυρά· ὁ δὲ τὰ κρείττω καλός, καλλίων· ὁ δὲ τὰ ἥττω καλός, οὔπω μὲν αἰσχρός, | |
40.2g | καλὸς δὲ ἧττον. Τί δὲ ἐν τῷ στρατοπέδῳ τῷ Ἑλλη‐ νικῷ οὐ διέφερεν μὲν ὥρᾳ ὁ Ἀχιλλεύς, εἶχεν δὲ τὰ δεύτερα ὁ Νιρεύς; δικαστῇ δέ σοι, ἀπολειπόμενος ὁ Νιρεὺς τοῦ Ἀχιλλέως, οὐδὲν ἦν διαφέρων τοῦ Θερ‐ | |
40.2h | σίτου. Καὶ ἵνα μὴ περὶ κάλλους σοι μόνον διαλέγω‐ μαι, οὐκ ἀμφισβητεῖ τῷ Ἀχιλλεῖ περὶ ἀνδρείας ὁ Αἴας, οὐδὲ τῷ Αἴαντι ὁ Διομήδης, οὐδὲ τῷ Διομήδει ὁ Σθένελος, οὐδὲ τῷ Σθενέλῳ ὁ Μενεσθεύς· ἀλλ’ οὐδεὶς | |
5 | διὰ τοῦτο τὴν ἀρετὴν ἀφαιρεῖ τοῦ Μενεσθέως διὰ τὸν Σθένελον· οὐδὲ τοῦ Σθενέλου διὰ τὸν Διομήδην, οὔτε τοῦ Διομήδους διὰ τὸν Αἴαντα, οὔτε τοῦ Αἴαντος διὰ | |
40.2i | τὸν Ἀχιλλέα· ἀλλ’ ἔστιν κἀνταῦθα ἡ ὁδὸς τῆς ἀρετῆς οὐ διαπηδῶσα τὰς διὰ μέσου φύσεις, ἀλλὰ κατιοῦσα | |
ἠρέμα ἀπὸ τῶν ἀρίστων ἐπὶ τοὺς καταδεεστέρους. | 463 | |
40.3a | Καὶ ἵνα ποτὲ ἀπαλλαγῶμεν τῶν σωμάτων, οἷς ἀνα‐ μέμικται ἡ ῥώμη καὶ τὸ κάλλος, εἰ τὴν Ἀνδρομάχην τῇ Πηνελόπῃ ἀντεξετάζοις, οὐχὶ σώφρων μὲν ἑκατέρα καὶ φίλανδρος; προτιμήσεις δὲ τὴν Πηνελόπην, οὐχ | |
5 | ὅσα γυναικὸς βαρβαρικῆς Ἑλληνίδα, ἀλλὰ τῷ περιόντι | |
40.3b | κατὰ τὴν ἀρετὴν τὸ πλεῖον νέμων. Συμβουλεύει δὲ καὶ ὁ Νέστωρ τῷ Ἀγαμέμνονι· ἆρ’ ἀνοήτῳ φρόνιμος; ἢ οὐκ ἂν ἐθελήσαις τὸν τῶν Πανελλήνων βασιλέα, τὸν διογενῆ καὶ λαῶν ποιμένα, καθυβρίσαι δυσφήμῳ | |
5 | αἰτίᾳ; ἀλλὰ καὶ ὣς ἐδέησεν αὐτῷ φρονίμῳ ὄντι φρο‐ | |
40.3c | νιμωτέρων συμβούλων, τοῦ Νέστορος. Πείθω δέ γε οὐδέν τι μᾶλλον περὶ τῶν ἀρετῶν διαλεγόμενος, τὰ ὅμοια τοῖς ὁμοίοις, τῷ ἀνίσῳ κατὰ τὴν μετουσίαν, εἰς ὑπεροχῆς καὶ ἐλαττώσεως μοῖραν παραβαλεῖν ἐθέλων· | |
5 | ὅς γε καὶ τὴν ὑγίειαν ἡγεῖ ἁπλοῦν τι εἶναι. Τί δέ ἐστιν ἁπλοῦν παντὸς ἧττον; αἱ γὰρ τῶν σωμάτων φύ‐ σεις πολὺ τῶν τῆς ψυχῆς ἀμφιλαφέστεραι εἰς ὑγείας | |
40.3d | μέτρον· καὶ αὐτὸ τοὐναντίον, ὁ μὲν διώκων ἀκρότητα ἐν ὑγιεινῷ διώκει πρᾶγμα φεῦγον, καὶ οὔτε Ἀσκληπιῷ | |
40.3e | οὔτε Χείρωνι ἐξ ἐπιδρομῆς ἁλώσιμον· ὁ δὲ ἐν τῷ ἀνίσῳ τοῦ ἐφικτοῦ τὸ ληφθὲν ἀγαπῶν, εὐγνωμονέστερος μὲν | |
πρὸς τὴν τέχνην, οὐκ ἀνέλπιστος δὲ πρὸς τὴν ἀκρό‐ | 464 | |
40.3f | τητα. Οὕτω τοι καὶ τοῖς ἀγαθοῖς ἔχει. Τριῶν γὰρ ὄντων οἷς ἄν τις διαιτήσαι τὸ παρὸν τουτὶ τὸ σκέμμα, ἑνὸς μὲν τείνοντος ἐπὶ τὸ ἀληθὲς αὐτό, δευτέρου δὲ ἐπὶ τὸ δυνατόν, τρίτου δὲ ἐπὶ τὸ ὠφέλιμον, καθ’ ἕκα‐ | |
5 | στον τούτων σκεψώμεθα, ἀνατρέψαντες αὐτῶν τὴν | |
40.3g | ἀκολουθίαν, ἀπὸ τοῦ ὠφελίμου ἀρξάμενοι· μήπω γὰρ δυνατὸν ἔσται μηδὲ ἀληθὲς τὸ λεγόμενον, ὡς ἔστιν ἀγαθὸν ἀγαθοῦ μεῖζον, ἀλλὰ ἴδωμεν αὐτοῦ τὸ ὠφέλι‐ μον· πολλὰ γάρ που καὶ τῶν οὔτε ἀληθῶν οὔτε δυ‐ | |
5 | νατῶν ὠφέλησεν πιστευθέντα. | |
40.4a | Οὐχ ὁ μὲν ἰσοκρατὲς τὰ πρῶτα ἄγων τὸ ἀγαθὸν καὶ περιγράφων αὐτοῦ τὴν οὐσίαν ἐν τῷ ἀρίστῳ μόνῳ, διέσκαψεν καὶ διετείχισεν τὴν ἐλπίδα τῶν πολλῶν τῆς ἐπ’ αὐτὸ ὁδοῦ; ὁ δὲ ὑποβάθρας διδούς, καὶ ἀναπαύλας | |
5 | διὰ μέσου καὶ ἀναγωγὰς πολλάς, προὔπεμψεν πόρρω πάνυ ὡς τευξόμενον τοῦ μετρίου, παρεμυθήσατο δὲ | |
τῇ ἐπιτυχίᾳ τὸν προσελθόντα ἤδη, ὡς προεληλυθότα τῷ ἀρίστῳ· ἀνεκήρυξεν δὲ τὸν ἀφικόμενον εἰς τὸ ἄκρον, | 465 | |
40.4b | ὡς ἐν ἀγαθοῖς ἄριστον· ὁ δὲ ἕτερος τῶν λόγων οὐχὶ τὸν μὲν ἀριστέα ἐν δειλοῖς στεφανοῖ, τὸν δὲ ἰσχυρὸν ἐν ἀσθενεστάτοις; καὶ τὸ ὅλον ἀνταγωνιστὰς τοῖς ἀρί‐ στοις οὐ δίδωσιν, οὐδὲ ἐλέγχει τὰς ἀρετὰς ἐν τοῖς | |
40.4c | ὁμοίοις. Καὶ τοῦ μὲν ὠφελίμου παύομαι, τὸ δὲ δυ‐ | |
40.4d | νατὸν ἤδη σκοπῶ. Χρυσὸν μὲν τὸν διαφέροντα ἐλέγ‐ χει χρυσὸς ἥττων, οὐ μόλιβδος, καὶ ἄργυρον ἄργυρος, καὶ χαλκὸν χαλκός. Καὶ πάντως ἁπλῶς γίγνονται αἱ ἐξετάσεις ἐν τῇ παραβολῇ τοῦ ὁμοίου μὲν κατὰ τὴν | |
40.4e | οὐσίαν, ἀνομοίου δὲ κατὰ τὴν ὑπεροχήν. Τὸ δὲ ἀγα‐ θὸν εἰς τὰ κακὰ αὐτὰ ἐμβαλὼν οὕτως ἐξετάζεις· καὶ πῶς οὐ φανεῖταί σοι τὸ σμικρότατον τῶν ἀγαθῶν ἐν | |
40.4f | χώρᾳ τοῦ ἀρίστου; Ὡς γὰρ ἐν νυκτὶ φῶς ἐκ πυρὸς τοῦ δι’ ἡμέρας φανέντος ἀκμαιότερον ὑπὸ πολλοῦ τοῦ περικεχυμένου σκότους ἐλεγχόμενον, ἐν δὲ ἡλίῳ τὸ αὐτὸ ἀμυδρὸν καὶ ἀσθενὲς καὶ ἀνταγωνιστὴν ἰσχυρό‐ | |
40.4g | τερον 〈οὐ φέρον〉· οὕτως ἀμέλει καὶ τὸ ἀγαθὸν τοῖς μὲν κακοῖς συνεξεταζόμενον, καὶ τὸ τυχόν, ἄριστον καὶ μέγιστον καὶ ἐξοχώτατον, ὡς ἐν πολλῷ ζόφῳ μι‐ | |
κρὸν ζώπυρον, ἐν πολλῇ νυκτὶ ὀλίγον φῶς· ἐὰν δὲ | 466 | |
5 | παράσχῃς αὐτῷ πρὸς τὰ ὅμοια δρόμον καὶ ἅμιλλαν, τότε ὄψει τὸ ἄριστον ὄντως· νῦν δὲ συγχεῖς τὴν κρί‐ | |
40.4h | σιν καὶ ταράττεις. Οὐχ ὁρᾷς καὶ τὴν σελήνην, ἄστρον ἀμφίβιον πρὸς νύκτα καὶ ἡμέραν, ἐν μὲν νυκτὶ λαμπράν, μετὰ δὲ ἡλίου ἀμαυράν; Οὐκοῦν ἐν ἡμέρᾳ ἥλιος κρατεῖ, τὸ ἄριστον καὶ ἀκμαιότατον τῶν ἐν οὐ‐ | |
40.4i | ρανῷ σωμάτων· ἐν δὲ νυκτὶ σελήνη κρατεῖ, τὸ ἀσθε‐ νέστατον. Καὶ τοίνυν καὶ τὸ ἀγαθόν, ἐὰν μὲν εἰς νύκτα καὶ ζόφον καὶ ἀφέγγειαν κακῶν ἐμβάλῃς, κρατεῖ τὸ ἀμαυρότατον· ἐὰν δὲ παραθῇς ἀγαθὰ ἀγαθοῖς, ἀν‐ | |
5 | άγκη κρατεῖν τὰ περιλαμπέστερα. | |
40.5a | Παύομαι τοῦ δυνατοῦ, καὶ ἐπὶ τὸ ἀληθὲς μέτειμι. Τὸν γὰρ τοῦ ἀνθρώπου βίον ἆρα ἄλλο τι ἡγητέον ἢ διαγωγὴν ζωῆς συγκεκραμένην ἐκ ψυχῆς καὶ σώματος καὶ τύχης; Ἐκ δὲ τῆς τούτων ἁρμονίας κραθέντων | |
5 | καλῶς, ἑκάστου εἰς τὸ ἀκρότατον τῆς ἑαυτοῦ ῥώμης ἀφιγμένου, τὸ ἄθροισμα τοῦτο εὐδαιμονίαν κλητέον· ἀρχούσης μὲν τῆς ψυχῆς, στρατηγοῦ δίκην, ὑπηρε‐ τοῦντος δὲ τοῦ σώματος, στρατιώτου δίκην, συνεργού‐ | |
σης δὲ τῆς τύχης, ὅπλων δίκην· ἐξ ὧν ἁπάντων τὸ | 467 | |
40.5b | νικᾶν ἔρχεται. Ἐὰν δὲ ἀφέλῃς τὴν τύχην, τὸν στρα‐ τιώτην ἐξοπλίζεις· κἂν τὸν στρατιώτην ἀφέλῃς, ἀπο‐ | |
40.5c | χειροτονεῖς τὸν στρατηγόν· τιμιώτερον δὲ καὶ στρα‐ τιώτης ὅπλων, καὶ στρατιώτου στρατηγός. Ἐὰν δὲ δυοῖν θάτερον, ἢ τὸν στρατηγὸν τιμῶν τὰ λοιπὰ ἀτι‐ μάσῃς, τί χρήσεται ὁ στρατηγὸς τῇ τέχνῃ; ἢ καὶ ταῦτα | |
5 | εἰσάγων ἰσοτιμίαν νέμῃς, τί χρήσεται τέχνη τῷ στρα‐ | |
40.5d | τηγῷ; Ἀρχέτω ψυχή, στρατευέτω τὸ σῶμα, συναγωνι‐ ζέσθω ἡ τύχη· πάντα ἐπαινῶ, πάντα δέχομαι· ἀλλὰ | |
40.5e | τὴν ἰσοτιμίαν αὐτῶν ἀφαιρῶ. Οὐχ ὁρᾷς καὶ τὸν ἐν θαλάττῃ πλοῦν, ἔνθα ὁ μὲν κυβερνήτης ἄρχει, ὡς ψυχὴ σώματος· ἡ δὲ ναῦς ἄρχεται, ὡς ὑπὸ ψυχῆς σῶμα· τὰ δὲ πνεύματα ἐπιρρεῖ, ὡς ταῖς ἀρεταῖς ἡ τύχη; Ἐὰν | |
5 | δὲ χειμὼν ἐπιγένηται, καὶ μένῃ μὲν ἡ ναῦς, μένῃ δὲ ὁ κυβερνήτης, ἐλπὶς σωτηρίας, κἂν οἴχηται ἡ ναῦς | |
40.5f | ὀρθά, ἢ κατακλύζεται, διὰ τῆς τέχνης· ἐὰν δὲ ἀπὸ τοῦ κυβερνήτου ἄρξῃ, καὶ ἐκεῖνον ἀφέλῃς, ἀχρεῖος μὲν ἡ ναῦς κειμένη· ἀχρεῖος δὲ ἡ ἐπιρροὴ τῶν πνευμάτων, | |
40.5g | κἂν φέρῃ. Καὶ διὰ τοῦτο ἐν μὲν θαλάττῃ καὶ νηῒ | |
καὶ πλῷ τιμιώτατον ὁ κυβερνήτης, καὶ μετὰ τοῦτον ἡ | 468 | |
40.5h | ναῦς, καὶ μετὰ ταύτην ἡ ἔξωθεν ἐπικουρία· ἐν δὲ τῷ τοῦ βίου τούτῳ δρόμῳ τιμιώτατον μὲν ἡ ψυχή, μετὰ δὲ ταύτην τὸ σῶμα, καὶ τρίτον ἡ τύχη· τὰ δὲ τοῦ τιμιωτέρου ἀγαθὰ τῶν ἧττον τιμίων τιμιώτερα. | |
40.6a | Ἐγὼ καὶ τῶν αἰσθήσεων τὴν ἰσοτιμίαν ἀφαιρῶ. Τυφλὸς ἦν Ὅμηρος, ἀλλ’ ἤκουεν τῆς Καλλιόπης· κω‐ φὸς ἦν Ἄτυς, ἀλλ’ ἑώρα τὸν ἥλιον. Μετάθες τὰς συμφοράς· ἀκουέτω Ἄτυς μὴ ὁρῶν, βλεπέτω Ὅμηρος | |
5 | μὴ ἀκούων· Ἄτυϊ μὲν οὐκ ᾄσεται ἡ Καλλιόπη, Ὁμήρου | |
40.6b | δὲ οὐκ ἀφαιρήσεις τὴν διδάσκαλον. Ἐγὼ καὶ τῶν θεῶν τὴν ἰσοτιμίαν ἀφαιρῶ· πείθομαι γὰρ Ὁμήρῳ λέ‐ γοντι· τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δ’ ἔμμορε | |
5 | τιμῆς· τιμῆς οὐκ ἴσης, οὐδὲ γὰρ ἀρχῆς ἴσης· οὐ γὰρ ἴση ἡ νομὴ οὐρανοῦ πρὸς θάλατταν, καὶ θαλάττης πρὸς Ἅιδην· θεὸς δὲ ὅμοιος καὶ Κρόνου παῖς, καὶ Ἅιδης, | |
40.6c | καὶ Ποσειδῶν, καὶ Ζεύς· καὶ γὰρ Λύσανδρος Σπαρ‐ | |
τιάτης, ἀλλὰ Ἀγησίλαος Ἡρακλείδης· λέγω δὲ κατὰ τὰς ἀρετάς, καὶ τὰ γένη προστιμῶ (οὐ γὰρ ὁ μὲν πω‐ λοδάμνης εὐγενείας ἱππικῆς ἐρᾷ, | 469 | |
5 | ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς δῶχ’ υἷος ποινὴν Γανυμήδεος, οὕνεκ’ ἄρισται ἵπποι ἔσαν, ὁ δὲ θηρευτὴς εὐγενείας σκυλάκων ἐρᾷ· φιλάνθρωπος δὲ καὶ φιλοθρέμμων τοῦ ζῴου τούτου, οὐκ ἐξετάσει | |
10 | τὰ γένη)· λέγων οὐκ Ἀρτοξέρξην τὸν Ξέρξου (δειλόν μοι γένος λέγεις), οὐδὲ Ἱππίαν τὸν Πεισιστράτου (πονηρόν μοι γένος λέγεις), οὐδὲ Κροῖσον τὸν Ἀλυάττου | |
40.6d | (ἀσθενὲς λέγεις)· ἐὰν δὲ Λεωνίδαν λέγῃς καὶ Ἀγησί‐ λαον, γνωρίζω τὴν ἀρετήν, καὶ μέμνημαι τοῦ Ἡρα‐ κλέους, καὶ ἐπαινῶ τὴν εὐγένειαν. Εἴθε μοι καὶ τὸ Ἀριστείδου γένος ἦν Ἀθήνησιν, εἴθε τὸ Σωκράτους· | |
5 | ἐτίμησα ἂν τούτους ὡς Ἡρακλείδας, ὡς Περσείδας, ὡς | |
40.6e | εὐπατρίδας. Ἢ ποταμῶν μὲν ῥεύματα 〈ἐπαινεῖσ〉, ἐὰν | |
καθαρὰ ἐκ πηγῶν ἔλθῃ, καὶ φυτὰ ἐπαινεῖς, κἂν γηράσκῃ μὲν αὐτῶν τὰ σώματα, μένῃ δὲ τὰ σπέρματα· εὐγένειαν δὲ ἀνθρωπίνην οὐκ ἐπαινέσεις, ἐὰν ἀρξαμένη ἀπὸ τῆς | 470 | |
5 | ἀρετῆς, ὡς ἐκ πηγῆς καθαρᾶς, γνήσιος μένῃ, ἀνεπί‐ μικτος μένῃ; Καὶ μέχρι μὲν ταύτης ἀνδρίζῃ, καὶ ἀξιό‐ | |
40.6f | πιστος εἶ λέγων· ἐὰν δέ σου καὶ περὶ πλούτου πυν‐ θάνομαι, τί φῆς; ποῖ τὸ πρᾶγμα τάττεις; ἐν ποίῳ χορῷ; Λέγε γυμνῇ τῇ κεφαλῇ, τὰς τῆς ψυχῆς φωνὰς λέγε· τί φῆς τὸν πλοῦτον; Κακόν; τί οὖν ἐρᾷς; Ἀγα‐ | |
5 | θόν; τί οὖν φεύγεις; Ἡ γλῶττα ἐπώμοσεν, ἡ δὲ φρὴν ἀνώ‐ μοτος. | |
40.6g* | Ἀλλ’ οὐδέτερον ἡγεῖ, οὐκ ἀγαθόν, οὐ κακόν· ἀλλ’ ἐν μεθορίᾳ καὶ χώρᾳ μέσῃ. Τήρησον αὐτὸ ἀδιάφορον, | |
40.6h | μὴ προσέλθῃς περαιτέρω, μὴ ὑπερβῇς τοὺς ὅρους. Ἂν δὲ ὑπαλλάξας τὸ ὄνομα ἀγαθὸν μὲν μὴ καλῇς, προ‐ ηγμένον δὲ καλῇς, τὴν μὲν φωνὴν μετέβαλες, τὴν δὲ | |
τιμὴν δίδως. | 471 | |
41.1a(1t) | Τοῦ θεοῦ τὰ ἀγαθὰ ποιοῦντος, | |
2t | πόθεν τὰ κακά. | |
1 | Φασὶ τὸν Μακεδόνα Ἀλέξανδρον, ἀφικόμενον εἰς Ἄμμωνος, προσειπόντος αὐτὸν τοῦ Ἄμμωνος παῖδα, πιστεῦσαι τῷ θεῷ κατὰ τὴν Ὁμήρου φήμην, πατέρα | |
41.1b | αὐτὸν θεῶν καὶ ἀνθρώπων ὀνομάζοντος· ἀποδεξά‐ μενος δὲ τοῦ μαντείου, ἄλλο μὲν ἠξίωσεν οὐθὲν τὸν πατέρα μετὰ τοῦτο ἐρέσθαι, οὐ περὶ τῆς Δαρείου φυ‐ γῆς, οὐ περὶ τῆς μελλούσης μάχης, οὐ περὶ τῆς Ἑλ‐ | |
5 | λάδος κακουμένης, οὐ περὶ τῆς Ἀσίας κυκωμένης· ἀλλ’, ὥσπερ αὐτῷ τῶν ἄλλων καλῶς ἐχόντων, ἠρώτα τὸν θεὸν περὶ τοῦ Νείλου, ὁπόθεν ὁρμηθεὶς ἐπὶ Αἰγύπτου | |
41.1c | κάτεισιν. Πάνυ γοῦν αὐτῷ τοῦτο ἓν ᾔδει πρὸς εὐ‐ δαιμονίαν, καὶ μαθόντι εἶχεν ἂν καλῶς· οὐδ’ εἰ, μὰ Δία, πρὸς τῷ Νείλῳ τὸν Ἴστρον ἔγνω, ἢ τὸν ὠκεανὸν αὐτόν, εἴ τέ τις ἐστὶν ποταμοῦ φύσις περὶ | |
5 | πᾶσαν γῆν εἱλουμένου, εἴτε ἀρχαὶ τῆς δεῦρο καὶ πηγαὶ θαλάττης, εἴτε λίμνη ὑποδεχομένη τὰς ἡλίου κατα‐ δύσεις καὶ σελήνης, εἴτε ἄλλό τι, οἷον οἱ ποιηταὶ κατα‐ | 472 |
41.1d | μαντεύονται· ἐξὸν τοὺς μὲν ποταμοὺς ἐᾶν ῥεῖν, ὁπόθεν 〈ὁ θεὸσ〉 αὐτοὺς ἀφῆκεν· αὐτὸν δὲ ἐπὶ Ἄμμωνα ἀφικό‐ μενον, ἢ ἐπὶ τὴν Θεσπρωτῶν γῆν καὶ τὴν ἐκεῖ δρῦν, ἢ ἐπὶ τὸν Παρνασσὸν καὶ τὴν Πυθοῖ χρησμῳδίαν, ἢ ἐπὶ | |
5 | τὸν Ἰσμηνὸν καὶ τὴν ἐκεῖ φωνήν, ἢ ἐπὶ Δῆλον καὶ τοὺς ἐκεῖ χορούς, ἢ εἴ που ἄλλό τι μαντεῖον ἦν φθεγματικὸν τῆς Ἑλλάδος ἢ τῆς βαρβάρου γῆς, δεῖσθαι τοῦ Διὸς καὶ τοῦ Ἀπόλλωνος ἐπιδοῦναι χρησμὸν ἕνα κοινὸν καὶ | |
41.1e | δημόσιον τῷ πάντων ἀνθρώπων γένει. Ἦ γὰρ ἂν κοινωφελεστέραν θεωρίαν ἐστείλαντο οἱ ἄνθρωποι τήν‐ δε μᾶλλον, ἢ Δωριεῖς περὶ Πελοποννήσου μαντευό‐ μενοι, ἢ Ἀθηναῖοι περὶ Ἰωνίας πυνθανόμενοι, ἢ Κο‐ | |
5 | ρίνθιοι περὶ Σικελίας ἀνερωτῶντες. | |
41.2a | Φέρε μιμησάμενοι τοὺς θεωροὺς ἐκείνους τοὺς κοινοὺς Ἰωνικούς, τοὺς ὑπὲρ τοῦ γένους ἐπὶ τὰ μαν‐ τεῖα σταλέντας, ἐρώμεθα τὸν Δία, τίς τῶν ἀνθρωπί‐ | |
νων ἀγαθῶν πατὴρ καὶ χορηγός, τίνες ἀρχαί, τίνες | 473 | |
41.2b | πηγαί, πόθεν ὁρμηθέντα ῥεῖ; Ἢ τούτων μὲν πέρι οὐ‐ θὲν δεῖ τὸν θεὸν ἐνοχλεῖν, αἰσθανομένους τῆς χορη‐ γίας, καὶ ὁρῶντας τὴν αἰτίαν, καὶ συνιέντας τὴν πηγήν, καὶ τὸν πατέρα καὶ ποιητὴν εἰδότας, τὸν οὐρανοῦ ἁρ‐ | |
5 | μοστήν, τὸν ἡλίου καὶ σελήνης ἀγωγέα, τὸν κορυφαῖον τῆς τῶν ἄστρων περιφορᾶς καὶ δινήσεως καὶ χορείας καὶ δρόμου, τὸν ὡρῶν ταμίαν, τὸν πνευμάτων οἰκο‐ νόμον, τὸν ποιητὴν θαλάττης, τὸν δημιουργὸν γῆς, | |
41.2c | τὸν ποταμῶν χορηγόν, τὸν καρπῶν τροφέα, τὸν ζῴων γεννητήν, τὸν γενέθλιον, τὸν ὑέτιον, τὸν ἐπικάρπιον, | |
41.2d | τὸν πατρῷον, τὸν φυτάλμιον· οὗ ὁ νοῦς ἀρραγὴς ὢν καὶ ἄτρυτος καὶ ἐπὶ πάσας ἐξικνούμενος φύσεις ἀμη‐ χάνῳ τάχει, ὡς προσβολὴ ὄψεως, πᾶν κοσμεῖ ὅτου ἂν ἐπαφήσηται· καθάπερ καὶ αἱ παρ’ ἡλίου ἀκτῖνες προσ‐ | 474 |
5 | πεσοῦσαι τῇ γῇ λαμπρύνουσιν αὐτῆς τὸ καταληφθὲν | |
41.2e | πᾶν. Τίς δέ ἐστιν ὁ τῆς ἐπαφῆς ταύτης τρόπος, ἐγὼ μὲν εἰπεῖν οὐκ ἔχω· ᾐνίξατο δὲ αὐτὴν ἠρέμα Ὅμηρος, ἦ καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι νεῦσε Κρονίων. | |
41.2f | Ὁμοῦ δὲ τῷ Διὸς νεύματι γῆ ξυνέστη, καὶ ὅσα γῆς θρέμματα, καὶ θάλασσα ξυνέστη, καὶ ὅσα θαλάττης γεννήματα, καὶ ἀὴρ ξυνέστη, καὶ ὅσα ἀέρος φορήματα, καὶ οὐρανὸς ξυνέστη, καὶ ὅσα ἐν οὐρανῷ κινήματα. | |
41.2g | Ταῦτα ἔργα τῶν Διὸς νευμάτων· μέχρι τούτων ἀδεὴς εἰμὶ χρησμῳδίας, καὶ Ὁμήρῳ πείθομαι, καὶ πιστεύω Πλάτωνι, καὶ οἰκτείρω τὸν Ἐπίκουρον. | |
41.3a | Ἐὰν δὲ εἰς τὰς τῶν κακῶν ἐννοίας παρέλθω, πό‐ θεν ταῦτα παρέδυ δεῦρο; τίνες αἱ τῶν κακῶν πηγαὶ ἢ γενέσεις; πόθεν ἀρξάμενα ἔρχεται; ἐξ Αἰθιόπων, ὡς ὁ λοιμός; ἐκ Βαβυλῶνος, ὡς ὁ Ξέρξης; ἐκ Μακεδονίας, | |
5 | ὡς Φίλιππος; οὐ γὰρ ἐξ οὐρανοῦ, μὰ Δία, οὐκ ἐξ | |
οὐρανοῦ· φθόνος γὰρ ἔξωθεν τοῦ χοροῦ ἵσταται. | 475 | |
41.3b | Ἐνταῦθα τοίνυν, ἐνταῦθά μοι δεῖ χρησμῳδίας, | |
41.3c | ἐρώμεθα τοὺς θεούς· Ζεῦ καὶ Ἄπολλον, καὶ ὅστις ἄλλος θεὸς μαντικὸς καὶ κηδεμὼν τῆς τῶν ἀνθρώπων ἀγέλης, δεομένοις εἴπατε, τίς κακῶν ἀρχή; τίς αἰτία; πῶς φυλαξώμεθα; πῶς λάθωμεν; | |
5 | Οὐ γάρ τις νέμεσις φυγέειν κακόν, οὐδ’ ὑπαλύξαι. | |
41.3d | Ἢ οὐχ ὁρᾶτε, ὅσα τὰ δεινὰ εἰς τὰς ἀνθρωπίνας κῆρας ἐμπεπτωκότα περὶ γῆν στρέφεται, παντοίων στόνων | |
41.3e | καὶ ὀδυρμῶν ἐμπιμπλάντα τὴν γῆν; Στένει μὲν τὸ ἀνθρώπου σῶμα τὰς ἐπιτετειχισμένας αὐτῷ νόσους ὀδυρόμενον, καὶ τὸ ἀκροσφαλὲς τῆς σωτηρίας, καὶ τὸ | |
41.3f | ἄδηλον τοῦ βίου. Τίς γὰρ ἡλικίας καιρὸς ἀνυπεύθυ‐ | |
41.3g | νος ἀνθρωπίνῳ σώματι; οὐ γενόμενον μὲν εὐθὺς καὶ ἀποσπασθὲν ἐκ μητέρων, ὑγρὸν καὶ ἰλυῶδες καὶ διαρ‐ | 476 |
41.3h | ρέον, ὀδυρμῶν καὶ κνυζημάτων ἀνάπλεων; προϊὸν δὲ καὶ εἰς ὥραν ἀναφυόμενον, ἔμπληκτον καὶ ἀκρατές; κἂν εἰς ἥβην προέλθῃ, ὑπὸ φλεγμονῆς ἀκατάσχετον· κἂν εἰς γῆρας ἔλθῃ, κατὰ βραχὺ νεκρούμενον καὶ ἀπο‐ | |
41.3i | σβεννύμενον· ἐνδιαίτημα τῇ ψυχῇ ἀχρειότερον, δυσ‐ άρεστον, δύστηνον, δύσεργον, οὐκ ὄμβρων ἀνεχόμενον, οὐ πνευμάτων, οὐχ ἡλίου, μεμφόμενον ταῖς ὥραις τοῦ | |
41.3k | οὐρανοῦ, καὶ ἀντιστρατηγοῦν τῷ Διί. Χειμὼν οὗτος· ἀντέχεται· θέρος τοῦτο· ἀναψύχει· πληρωθὲν μὲν κε‐ νώσεως, κενωθὲν δὲ πλησμονῆς ὀρεγόμενον· Εὐρίπου καὶ ἀμπώτεως δίκην, μηδέποτε ἑστός, μηδέποτε ἀτρε‐ | |
5 | μοῦν, ἀκόρεστον, ἀκατάσχετον, ἁδηφάγον, ἐνδεὲς ἀμπ‐ εχόνης, δεόμενον ὑποδημάτων, ἀλειμμάτων, φαρμά‐ | |
41.3l | κων, λουτρῶν. Ἓν σῶμα θεραπεύουσιν χεῖρες πολλαὶ, καὶ τέχναι πολλαί· χιλίας δὲ ἵππους ἱπποφορβὸς εἷς, καὶ τοσαῦτα μῆλα ποιμὴν εἷς, καὶ τοσούτους βοῦς | |
41.3m | βουφορβὸς εἷς. Καὶ οὐδὲ τὰ τοσαῦτα ἱκανά· τίς γὰρ ἀνθρωπίνη μηχανὴ λοιμοῦ προσβολὰς ἀλέξασθαι, ἢ ἀνασχεῖν ὄμβρους ἐξ οὐρανοῦ καταφερομένους, ἢ στῆ‐ σαι γῆν σειομένην, ἢ σβέσαι πῦρ ἐκ γῆς ἀνιστάμενον; | 477 |
41.3n | Ὁρᾷς τὸν δρόμον, καὶ τὴν διαδοχὴν τῶν κακῶν, καὶ τὴν συνέχειαν τῶν κινδύνων· οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο. | |
41.3o | Κἂν ἐπὶ τὴν ψυχὴν ἔλθῃς, κἀκεῖ ὄψει ὄχλον νοσημά‐ των τῇ ψυχῇ ἐπιχεόμενον· ἐὰν λύπην ἀπώσῃ, φόβος ὑπορρεῖ· ἂν ἀπέλθῃ φόβος, ὀργὴ ἀνίσταται· ἂν παύ‐ σεται ὀργή, φθόνος ἔπεισιν· παρὰ πόδας τὰ δυσχερῆ, | |
5 | ἐν γειτόνων τὰ κακά· ἀνοχὴ δὲ ἀκριβὴς οὐδεμία. | |
41.4a | Τί ἂν οὖν πρὸς ταῦτα ἀποκρίναιτο ὁ Ζεύς, ἢ ὁ Ἀπόλλων, ἤ τις ἄλλος μαντικὸς θεός; Ἀκούσομεν τοῦ ὑποφήτου λέγοντος ἐξ ἡμέων γὰρ φασὶ κακ’ ἔμμεναι· οἱ δὲ καὶ αὐτοὶ | |
5 | σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε’ ἔχουσιν· | 478 |
41.4b | Τίς οὖν ἡ τῆς ἀτασθαλίης αἰτία; Οὐρανοῦ καὶ γῆς δυοῖν ἑστίαιν τὴν μὲν ἄμοιρον ἡγητέον κακῶν, τὴν δὲ ἐξ ἀμφοῖν ἐπιμεμιγμένην· ᾗ τὰ μὲν ἀγαθὰ ἐπίρρυτα ἐκ τῆς ἑτέρας, τὰ δὲ κακὰ ἐξ αὐτοφυοῦς μοχθηρίας | |
41.4c | ἀνίσταται. Διττὴ δὲ αὕτη, ἡ μὲν ὕλης πάθος, ἡ δὲ ψυχῆς ἐξουσία. Ῥητέον δὲ δὴ τὰ πρῶτα ὑπὲρ τῆς | |
41.4d | προτέρας. Ὕλην ὁρᾷς ὑποβεβλημένην δημιουργῷ ἀγαθῷ· ἧς τὸ μὲν κοσμηθὲν ἥκει παρὰ τῆς τέχνης· εἰ δέ τι ἀκρατῶς ἑαυτῶν τὰ ἐν γῇ ἔχοντα πάσχει πλημμελές, ἀναίτιόν μοι τὴν τέχνην τίθει· βούλησις γὰρ οὐδεμία | |
5 | τεχνίτου ἄτεχνος, οὐδὲ γὰρ νομοθέτου ἄδικος· ὁ δὲ | |
41.4e | θεῖος νοῦς ἀνθρωπίνης τέχνης εὐστοχώτερος. Καθάπερ οὖν ἐν ταῖς τῶν τεχνῶν χειρουργίαις τὰ μὲν ἡ τέχνη προηγουμένως δρᾷ, στοχαζομένη τοῦ τέλους, τὰ δὲ ἕπεται τῇ χειρουργίᾳ, οὐ τέχνης ἔργα, ἀλλ’ ὕλης πάθη, | |
5 | σπινθῆρές τε ἐξ ἄκμονος, καὶ ἐκ βαύνου αἰθαλώσεις, καὶ ἄλλο ἐξ ἄλλης πάθος, ἀναγκαῖον μὲν τῇ ἐργασίᾳ, | |
41.4f | οὐ προηγούμενον δὲ τῷ τεχνίτῃ· οὕτως ἀμέλει καὶ ὅσα περὶ γῆν πάθη γίνεται, ἃς καλοῦμεν κακῶν ἀν‐ θρωπίνων ἐμβολάς, ἐνταῦθα ἡγητέον ἀναίτιον καὶ τὴν | 479 |
41.4g | τέχνην· εἶναι δὲ ταῦτα τῆς τοῦ ὅλου δημιουργίας ὥσπέρ τινας ἀναγκαίας καὶ ἑπομένας φύσεις· ἃ δὲ ἡμεῖς κα‐ λοῦμεν κακὰ καὶ φθοράς, καὶ ἐφ’ οἷς ὀδυρόμεθα, ταῦτα ὁ τεχνίτης καλεῖ σωτηρίαν τοῦ ὅλου· μέλει γὰρ αὐτῷ | |
5 | τοῦ ὅλου, τὸ δὲ μέρος ἀνάγκη κακοῦσθαι ὑπὲρ τοῦ | |
41.4h | ὅλου. Λοιμώττουσιν Ἀθηναῖοι, σείονται Λακεδαιμόνιοι, ἡ Θετταλία ἐπικλύζεται, ἡ Αἴτνη φλέγεται. Καὶ πότε Ἀθηναίοις ἀθανασίαν ὁ Ζεὺς ὑπέσχετο; ἐὰν γὰρ ἀπέλθῃ | |
ὁ λοιμός, Ἀλκιβιάδης ἐπὶ Σικελίαν οὐκ ἄγει; Πότε | 480 | |
5 | Λακεδαιμονίοις ὑπέσχετο γῆν ἄσειστον; πότε Θετταλοῖς γῆν ἄκλυστον; πότε Σικελιώταις γῆν ἄπυρον; Μόρια | |
41.4i | ταῦτα σωμάτων. Ὁρᾷς οὖν τὰ πάθη, ἃ σὺ μὲν καλεῖς φθοράν, τεκμαιρόμενος τῇ τῶν ἀπιόντων ὁδῷ· ἐγὼ δὲ σωτηρίαν, τεκμαιρόμενος τῇ διαδοχῇ τῶν μελλόντων. Μεταβολὴν ὁρᾶς σωμάτων καὶ γενέσεως, | |
5 | ἀλλαγὴν ὁδῶν ἄνω καὶ κάτω, κατὰ τὸν Ἡράκλειτον· καὶ αὖθις αὖ ζῶντας μὲν τὸν ἐκείνων βίον, ἀπο‐ θνήσκοντας δὲ τὴν ἐκείνων ζωήν. | |
41.4k | Ζῇ πῦρ τὸν γῆς θάνατον, καὶ ἀὴρ ζῇ τὸν πυρὸς θάνατον· ὕδωρ ζῇ τὸν ἀέρος θάνατον, γῆ τὸν ὕδατος. Διαδοχὴν ὁρᾷς βίου καὶ μεταβολὴν σωμάτων, και‐ | |
5 | νουργίαν τοῦ ὅλου. | |
41.5a | Ἴθι δὴ καὶ ἐπὶ τὴν τῶν ἄλλων ἀρχήν, τὴν αὐτο‐ φυῆ, ἣν ἡ ψυχῆς ἐξουσία κυΐσκει τὲ καὶ τελεσφορεῖ, | |
ᾗ ὄνομα μοχθηρία. Αὐτοῦ τοῦτο ἑλομένου αἰτία, θεὸς ἀναίτιος | 481 | |
41.5b | ἐπεὶ γὰρ ἔδει γῆν γενέσθαι μὲν ἔγκαρπον, καὶ ζῳο‐ τρόφον, καὶ πολυθρέμμονα, ἔχειν δὲ ἐν ἑαυτῇ κακὰ ἔνδον καθειργμένα ἐξεληλαμένα τοῦ οὐρανοῦ, εἰς τὸν | |
41.5c | δεύτερον τόπον ἐμίγη. Θεὸς δὲ πολλὰς καὶ παντο‐ δαπὰς ζῴων κληρουχίας, δίχα αὐτῶν τὴν πρώτην φύ‐ σιν διελόμενος, τὴν μὲν εἶναι παντοδαπὴν ἐν τοῖς βίοις, καὶ ποικίλην τοῖς σώμασιν, ἄλογον, ἄφρονα, | |
5 | ἀλληλοφθόρον, ἀνόητον θεοῦ, ἀρετῆς ἄμοιρον, ὑπ’ αἰσθήσεως ἐφημέρου βοσκομένην καὶ δημαγωγουμένην, ἰσχυρὰν μὲν τῷ σώματι, ἀμήχανον δὲ τῷ λογισμῷ· | |
41.5d | τὴν δὲ ἑτέραν αὖ τὴν ἀνθρωπίνην ἔμπαλιν ὁμογενῆ καὶ ξύννομον καὶ μίαν, ἀσθενῆ μὲν τῷ σώματι, ἄρ‐ ρηκτον δὲ τῷ λόγῳ, συνετὴν θεοῦ, πολιτείας μέτοχον, κοινωνίας ἐρῶσαν, δίκης καὶ νόμου καὶ φιλίας γεγευ‐ | |
41.5e | μένην. Ἔδει δὲ ἄρα τὸ γένος τοῦτο κρεῖττον μὲν εἶναι τῆς ἐν γῇ πάσης ἀγέλης, ἔλαττον δέ, οἶμαι, | |
41.5f | θεοῦ. Τὴν δὲ ἐλάττωσιν αὐτοῦ οὐδὲ θάνατος ἄρα παρέξεσθαι ἔμελλεν· ὃν γὰρ καλοῦσιν οἱ πολλοὶ θά‐ | |
νατον, αὐτὸ τοῦτο ἦν ἀθανασίας ἀρχή, καὶ γένεσις μέλλοντος βίου, τῶν μὲν σωμάτων τῷ αὑτῶν νόμῳ | 482 | |
5 | καὶ χρόνῳ φθειρομένων, τῆς δὲ ψυχῆς ἐπὶ τὸν αὑτῆς | |
41.5g | τόπον καὶ βίον ἀνακαλουμένης. Τοῦτον δὴ τῆς ἀν‐ θρωπίνης ἐνδείας πρὸς τὸ θεῖον ἐξεῦρεν θεὸς τρόπον. ἐπιθεὶς τὴν ψυχὴν γηΐνῳ σώματι, ὡς ἡνίοχον ἅρματι, παραδοὺς τὰς ἡνίας τῷ ἡνιόχῳ, ἀφῆκεν θεῖν, ἔχουσαν | |
5 | μὲν παρ’ αὐτοῦ ῥώμην τέχνης, ἔχουσαν δὲ καὶ ἀτεχ‐ | |
41.5h | νίας ἐξουσίαν. Ἡ δὲ ἐπειδὰν ἐπιβῇ ἁρμάτων καὶ λά‐ | |
41.5i | βηται τῶν ἡνιῶν, ἡ μὲν εὐδαίμων καὶ μακαρία ψυχὴ καὶ μεμνημένη τοῦ ἐπὶ τὸ ὄχημα ταύτην ἐμβιβασα‐ μένου θεοῦ καὶ ἡνιοχεῖν προστάξαντος, ἔχεται τῶν ἡνιῶν, καὶ ἄρχει τοῦ ἅρματος, καὶ κολάζει τὰς τῶν | |
41.5k | ἵππων ὁρμάς· οἱ δέ εἰσιν ἀτεχνῶς παντοδαποί, ἄλλος ἀλλαχοῦ θεῖν διωρμημένοι, ὁ μὲν αὐτῶν ἀκόλαστος καὶ ἁδηφάγος καὶ ὑβριστής, ὁ δὲ θυμώδης καὶ ἰτητι‐ κὸς καὶ ἔμπληκτος, ὁ δὲ νωθὴς καὶ ἐκλελυμένος, ὁ δὲ | |
41.5l | ἀνελεύθερος καὶ σμικρόφρων καὶ ταπεινός. Αὐτὸν δὴ | |
41.5m | ἅρμα ἐστασιασμένον ταράττει τὸν ἡνίοχον· κἆτα ἢν μὲν κρατήσῃ αὐτοῦ, κατὰ τὴν τοῦ δυναστεύοντος ἵππου | |
ῥύμην ἄξαν φέρεται· νῦν μὲν τῷ ἀκολάστῳ ἵππῳ πᾶν τὸ ἅρμα ξυμφερόμενον αὐτῷ ἡνιόχῳ ἐπὶ ὕβρεις καὶ | 483 | |
5 | παροινίας καὶ λαγνείας, καὶ ἄλλας οὔτε εὐσχήμονας οὔτε εἰλικρινεῖς ἡδονάς· νῦν δὲ τῷ θυμικῷ ἐπὶ κα‐ | |
κώσεις παντοδαπάς. | 484 |