TLG 0561 001 :: LONGUS :: Daphnis et Chloe

LONGUS Scr. Erot.
(fort. Lesbius: A.D. 2?)

Daphnis et Chloe

Source: Dalmeyda, G. (ed.), Longus. Pastorales (Daphnis et Chloé). Paris: Les Belles Lettres, 1934 (repr. 1971): 2–106.

Citation: Book — chapter — section — (line)

p

1

.

1

Ἐν Λέσβῳ θηρῶν ἐν ἄλσει Νυμφῶν θέαμα εἶδον κάλ‐ λιστον ὧν εἶδον· εἰκόνα γραπτήν, ἱστορίαν ἔρωτος. Καλὸν μὲν καὶ τὸ ἄλσος, πολύδενδρον, ἀνθηρόν, κατάρρυτον· μία πηγὴ πάντα ἔτρεφε, καὶ τὰ ἄνθη καὶ τὰ δένδρα· ἀλλ’ ἡ
5γραφὴ τερπνοτέρα καὶ τέχνην ἔχουσα περιττὴν καὶ τύχην ἐρωτικήν· ὥστε πολλοὶ καὶ τῶν ξένων κατὰ φήμην ᾔεσαν, τῶν μὲν Νυμφῶν ἱκέται, τῆς δὲ εἰκόνος θεαταί.

p

1

.

2

Γυναῖ‐ κες ἐπ’ αὐτῆς τίκτουσαι καὶ ἄλλαι σπαργάνοις κοσμοῦσαι, παιδία ἐκκείμενα, ποίμνια τρέφοντα, ποιμένες ἀναιρούμε‐ νοι, νέοι συντιθέμενοι, λῃστῶν καταδρομή, πολεμίων ἐμβολή.
5Πολλὰ ἄλλα καὶ πάντα ἐρωτικὰ ἰδόντα με καὶ θαυμάσαντα πόθος ἔσχεν ἀντιγράψαι τῇ γραφῇ·

p

1

.

3

καὶ ἀναζητησάμε‐ νος ἐξηγητὴν τῆς εἰκόνος τέτταρας βίβλους ἐξεπονησά‐ μην, ἀνάθημα μὲν Ἔρωτι καὶ Νύμφαις καὶ Πανί, κτῆμα δὲ τερπνὸν πᾶσιν ἀνθρώποις, ὃ καὶ νοσοῦντα ἰάσεται, καὶ
5λυπούμενον παραμυθήσεται, τὸν ἐρασθέντα ἀναμνήσει, τὸν οὐκ ἐρασθέντα προπαιδεύσει.

p

1

.

4

Πάντως γὰρ οὐδεὶς ἔρωτα ἔφυγεν ἢ φεύξεται, μέχρις ἂν κάλλος ᾖ καὶ ὀφθαλμοὶ βλέπωσιν.
Ἡμῖν δ’ ὁ θεὸς παράσχοι σωφρονοῦσι τὰ τῶν ἄλλων γράφειν.2

1

.

1

.

1

Πόλις ἐστὶ τῆς Λέσβου Μιτυλήνη, μεγάλη καὶ καλή· διείληπται γὰρ εὐρίποις ὑπεισρεούσης τῆς θαλάσσης, καὶ κεκόσμηται γεφύραις ξεστοῦ καὶ λευκοῦ λίθου. Νομί‐ σαις οὐ πόλιν ὁρᾶν ἀλλὰ νῆσον.

1

.

1

.

2

Ταύτης τῆς πόλεως τῆς Μιτυλήνης ὅσον ἀπὸ σταδίων διακοσίων ἀγρὸς ἦν ἀνδρὸς εὐδαίμονος, κτῆμα κάλλιστον· ὄρη θηροτρόφα, πεδία πυρο‐ φόρα· γήλοφοι κλημάτων, νομαὶ ποιμνίων· καὶ ἡ θάλασσα
5προσέκλυζεν ἠϊόνι ἐκτεταμένῃ ψάμμου μαλθακῆς.
5

1

.

2

.

1

Ἐν τῷδε τῷ ἀγρῷ νέμων αἰπόλος, Λάμων τοὔνομα, παιδίον εὗρεν ὑπὸ μιᾶς τῶν αἰγῶν τρεφόμενον. Δρυμὸς ἦν καὶ λόχμη βάτων καὶ κιττὸς ἐπιπλανώμενος καὶ πόα μαλθακή, καθ’ ἧς ἔκειτο τὸ παιδίον. Ἐνταῦθα ἡ αἲξ
5θέουσα συνεχὲς ἀφανὴς ἐγίνετο πολλάκις καὶ τὸν ἔριφον ἀπολιποῦσα τῷ βρέφει παρέμενε.

1

.

2

.

2

Φυλάττει τὰς δια‐ δρομὰς ὁ Λάμων οἰκτείρας ἀμελούμενον τὸν ἔριφον, καὶ μεσημβρίας ἀκμαζούσης κατ’ ἴχνος ἐλθὼν ὁρᾷ τὴν μὲν αἶγα
πεφυλαγμένως περιβεβηκυῖαν, μὴ ταῖς χηλαῖς βλάπτοι3
5πατοῦσα, τὸ δὲ ὥσπερ ἐκ μητρῴας θηλῆς τὴν ἐπιρροὴν ἕλκον τοῦ γάλακτος.

1

.

2

.

3

Θαυμάσας, ὥσπερ εἰκὸς ἦν, πρό‐ σεισιν ἐγγὺς καὶ εὑρίσκει παιδίον ἄρρεν, μέγα καὶ καλὸν καὶ τῆς κατὰ τὴν ἔκθεσιν τύχης ἐν σπαργάνοις κρείττοσι· χλανίδιόν τε γὰρ ἦν ἁλουργὲς καὶ πόρπη χρυσῆ καὶ ξιφίδιον
5ἐλεφαντόκωπον.
5

1

.

3

.

1

Τὸ μὲν οὖν πρῶτον ἐβουλεύσατο μόνα τὰ γνω‐ ρίσματα βαστάσας ἀμελῆσαι τοῦ βρέφους· ἔπειτα αἰδεσθεὶς εἰ μηδὲ αἰγὸς φιλανθρωπίαν μιμήσεται, νύκτα φυλάξας κομίζει πάντα πρὸς τὴν γυναῖκα Μυρτάλην, καὶ τὰ γνω‐
5ρίσματα καὶ τὸ παιδίον καὶ τὴν αἶγα αὐτήν.

1

.

3

.

2

Τῆς δὲ ἐκπλαγείσης εἰ παιδία τίκτουσιν αἶγες, πάντα αὐτῇ διη‐ γεῖται, πῶς εὗρεν ἐκκείμενον, πῶς εἶδε τρεφόμενον, πῶς ᾐδέσθη καταλιπεῖν ἀποθανούμενον. Δόξαν δὴ κἀκείνῃ,
5τὰ μὲν συνεκτεθέντα κρύπτουσι, τὸ δὲ παιδίον αὑτῶν νομίζουσι, τῇ δὲ αἰγὶ τὴν τροφὴν ἐπιτρέπουσιν. Ὡς δ’ ἂν καὶ τοὔνομα τοῦ παιδίου ποιμενικὸν δοκοίη, Δάφνιν αὐτὸν ἔγνωσαν καλεῖν.
8

1

.

4

.

1

Ἤδη δὲ διετοῦς χρόνου διικνουμένου, ποιμὴν ἐξ ἀγρῶν ὁμόρων νέμων, Δρύας τὸ ὄνομα, καὶ αὐτὸς ὁμοίοις ἐπιτυγχάνει καὶ εὑρήμασι καὶ θεάμασι. Νυμφῶν ἄντρον ἦν, πέτρα μεγάλη, τὰ ἔνδοθεν κοίλη, τὰ ἔξωθεν περιφερής.

1

.

4

.

2

Τὰ ἀγάλματα τῶν Νυμφῶν αὐτῶν λίθοις ἐπεποίητο· πόδες ἀνυπόδητοι, χεῖρες εἰς ὤμους γυμναί, κόμαι μέχρι
τῶν αὐχένων λελυμέναι, ζῶμα περὶ τὴν ἰξύν, μειδίαμα περὶ τὴν ὀφρύν· τὸ πᾶν σχῆμα χορεία ἦν ὀρχουμένων. Ἡ ὤα4
5τοῦ ἄντρου τῆς μεγάλης πέτρας ἦν τὸ μεσαίτατον.

1

.

4

.

3

Ἐκ πηγῆς ἀναβλύζον ὕδωρ ῥεῖθρον ἐποίει χεόμενον, ὥστε καὶ λειμὼν πάνυ γλαφυρὸς ἐκτέτατο πρὸ τοῦ ἄντρου, πολλῆς καὶ μαλακῆς πόας ὑπὸ τῆς νοτίδος τρεφομένης. Ἀνέ‐
5κειντο δὲ καὶ γαυλοὶ καὶ αὐλοὶ πλάγιοι καὶ σύριγγες καὶ κάλαμοι, πρεσβυτέρων ποιμένων ἀναθήματα.
6

1

.

5

.

1

Εἰς τοῦτο τὸ νυμφαῖον ὄϊς ἀρτιτόκος συχνὰ φοι‐ τῶσα δόξαν πολλάκις ἀπωλείας παρεῖχε. Κολάσαι δὴ βου‐ λόμενος αὐτὴν καὶ εἰς τὴν πρότερον εὐνομίαν καταστῆσαι, δεσμὸν ῥάβδου χλωρᾶς λυγίσας ὅμοιον βρόχῳ τῇ πέτρᾳ προ‐
5σῆλθεν, ὡς ἐκεῖ συλληψόμενος αὐτήν.

1

.

5

.

2

Ἐπιστὰς δὲ οὐδὲν εἶδεν ὧν ἤλπισεν, ἀλλὰ τὴν μὲν διδοῦσαν πάνυ ἀνθρωπίνως τὴν θηλὴν εἰς ἄφθονον τοῦ γάλακτος ὁλκήν, τὸ δὲ παιδίον ἀκλαυτὶ λάβρως εἰς ἀμφοτέρας τὰς θηλὰς μεταφέρον τὸ
5στόμα καθαρὸν καὶ φαιδρόν, οἷα τῆς ὄϊος τῇ γλώττῃ τὸ πρόσωπον ἀπολιχμωμένης μετὰ τὸν κόρον τῆς τροφῆς.

1

.

5

.

3

Θῆλυ ἦν τοῦτο τὸ παιδίον, καὶ παρέκειτο καὶ τούτῳ [σπάργανα] γνωρίσματα· μίτρα διάχρυσος, ὑποδήματα ἐπί‐ χρυσα, περισκελίδες χρυσαῖ.
3

1

.

6

.

1

Θεῖον δή τι νομίσας τὸ εὕρημα καὶ διδασκόμενος παρὰ τῆς ὄϊος ἐλεεῖν τε τὸ παιδίον καὶ φιλεῖν ἀναιρεῖται μὲν τὸ βρέφος ἐπ’ ἀγκῶνος, ἀποτίθεται δὲ τὰ γνωρίσματα
κατὰ τῆς πήρας, εὔχεται δὲ ταῖς Νύμφαις ἐπὶ χρηστῇ5
5τύχῃ θρέψαι τὴν ἱκέτιν αὐτῶν.

1

.

6

.

2

Καὶ ἐπεὶ καιρὸς ἦν ἀπε‐ λαύνειν τὴν ποίμνην, ἐλθὼν εἰς τὴν ἔπαυλιν τῇ γυναικὶ διη‐ γεῖται τὰ ὀφθέντα, δείκνυσι τὰ εὑρεθέντα, παρακελεύεται θυγάτριον νομίζειν καὶ λανθάνουσαν ὡς ἴδιον τρέφειν.

1

.

6

.

3

Ἡ μὲν δὴ Νάπη—τοῦτο γὰρ ἐκαλεῖτο—μήτηρ εὐθὺς ἦν καὶ ἐφίλει τὸ παιδίον, ὥσπερ ὑπὸ τῆς ὄϊος παρευδοκιμη‐ θῆναι δεδοικυῖα, καὶ τίθεται καὶ αὐτὴ ποιμενικὸν ὄνομα πρὸς πίστιν αὐτῷ, Χλόην.
4

1

.

7

.

1

Ταῦτα τὰ παιδία ταχὺ μάλα ηὔξησε, καὶ κάλλος αὐτοῖς ἐξεφαίνετο κρεῖττον ἀγροικίας. Ἤδη τε ἦν ὁ μὲν πέντε καὶ δέκα ἐτῶν ἀπὸ γενεᾶς, ἡ δὲ τοσούτων, δυοῖν ἀπο‐ δεόντοιν, καὶ ὁ Δρύας καὶ ὁ Λάμων ἐπὶ μιᾶς νυκτὸς ὁρῶσιν
5ὄναρ τοιόνδε τι.

1

.

7

.

2

Τὰς Νύμφας ἐδόκουν ἐκείνας, τὰς ἐν τῷ ἄντρῳ, ἐν ᾧ ἡ πηγή, ἐν ᾧ τὸ παιδίον εὗρεν ὁ Δρύας, τὸν Δάφνιν καὶ τὴν Χλόην παραδιδόναι παιδίῳ μάλα σοβαρῷ καὶ καλῷ, πτερὰ ἐκ τῶν ὤμων ἔχοντι, βέλη σμικρὰ ἅμα
5τοξαρίῳ φέροντι· τὸ δὲ ἐφαψάμενον ἀμφοτέρων ἑνὶ βέλει κελεῦσαι λοιπὸν ποιμαίνειν τὸν μὲν τὸ αἰπόλιον, τὴν δὲ τὸ ποίμνιον.
7

1

.

8

.

1

Τοῦτο τὸ ὄναρ ἰδόντες ἤχθοντο μὲν εἰ ποιμένες ἔσοιντο καὶ αἰπόλοι 〈οἱ〉 τύχην ἐκ σπαργάνων ἐπαγγελλόμε‐ νοι κρείττονα—δι’ ἣν αὐτοὺς καὶ τροφαῖς ἁβροτέραις ἔτρεφον καὶ γράμματα ἐπαίδευον καὶ πάντα ὅσα καλὰ ἦν
5ἐπ’ ἀγροικίας—, ἐδόκει δὲ πείθεσθαι θεοῖς περὶ τῶν σωθέν‐ των προνοίᾳ θεῶν.

1

.

8

.

2

Καὶ κοινώσαντες ἀλλήλοις τὸ ὄναρ καὶ θύσαντες τῷ τὰ πτερὰ ἔχοντι παιδίῳ παρὰ ταῖς Νύμ‐ φαις—τὸ γὰρ ὄνομα λέγειν οὐκ εἶχον—ὡς ποιμένας ἐκπέμπουσιν αὐτοὺς ἅμα ταῖς ἀγέλαις, ἐκδιδάξαντες
6
5ἕκαστα· πῶς δεῖ νέμειν πρὸ μεσημβρίας, πῶς ἐπινέμειν κοπάσαντος τοῦ καύματος·

1

.

8

.

3

πότε ἄγειν ἐπὶ ποτόν, πότε ἀπάγειν ἐπὶ κοῖτον· ἐπὶ τίσι καλαύροπι χρηστέον, ἐπὶ τίσι φωνῇ μόνῃ. Οἱ δὲ μάλα χαίροντες ὡς ἀρχὴν μεγάλην παρελάμβανον καὶ ἐφίλουν τὰς αἶγας καὶ τὰ πρό‐
5βατα μᾶλλον ἢ ποιμέσιν ἔθος, ἡ μὲν ἐς ποίμνιον ἄγουσα τῆς σωτηρίας τὴν αἰτίαν, ὁ δὲ μεμνημένος ὡς ἐκκείμενον αὐτὸν αἲξ ἀνέθρεψεν.
7

1

.

9

.

1

Ἦρος ἦν ἀρχὴ καὶ πάντα ἤκμαζεν ἄνθη, τὰ ἐν δρυμοῖς, τὰ ἐν λειμῶσι καὶ ὅσα ὄρεια· βόμβος ἦν ἤδη μελιτ‐ τῶν, ἦχος ὀρνίθων μουσικῶν, σκιρτήματα ποιμνίων ἀρτι‐ γεννήτων· ἄρνες ἐσκίρτων ἐν τοῖς ὄρεσιν, ἐβόμβουν ἐν
5τοῖς λειμῶσιν αἱ μέλιτται, τὰς λόχμας κατῇδον ὄρνιθες.

1

.

9

.

2

Τοσαύτης δὴ πάντα κατεχούσης εὐωρίας οἷ’ ἁπαλοὶ καὶ νέοι μιμηταὶ τῶν ἀκουομένων ἐγίνοντο καὶ βλεπομένων· ἀκούοντες μὲν τῶν ὀρνίθων ᾀδόντων ᾖδον, βλέποντες δὲ σκιρτῶντας τοὺς ἄρνας ἥλλοντο κοῦφα, καὶ τὰς μελίττας
5δὲ μιμούμενοι τὰ ἄνθη συνέλεγον· καὶ τὰ μὲν εἰς τοὺς κόλπους ἔβαλλον, τὰ δὲ στεφανίσκους πλέκοντες ταῖς
Νύμφαις ἐπέφερον.7

1

.

10

.

1

Ἔπραττον δὲ κοινῇ πάντα, πλησίον ἀλλήλων νέ‐ μοντες. Καὶ πολλάκις μὲν ὁ Δάφνις τῶν προβάτων τὰ ἀπο‐ πλανώμενα συνέστελλε, πολλάκις δὲ ἡ Χλόη τὰς θρασυτέρας τῶν αἰγῶν ἀπὸ τῶν κρημνῶν κατήλαυνεν, ἤδη δέ τις καὶ τὰς
5ἀγέλας ἀμφοτέρας ἐφρούρησε θατέρου προσλιπαρήσαντος ἀθύρματι. Ἀθύρματα δὲ ἦν αὐτοῖς ποιμενικὰ καὶ παι‐ δικά.

1

.

10

.

2

Ἡ μὲν ἀνθερίκους ἀνελομένη ποθὲν ἐξ ἕλους ἀκριδοθήκην ἔπλεκε καὶ περὶ τοῦτο πονουμένη τῶν ποιμ‐ νίων ἠμέλησεν· ὁ δὲ καλάμους ἐκτεμὼν λεπτοὺς καὶ τρή‐ σας τὰς τῶν γονάτων διαφυάς, ἀλλήλοις τε κηρῷ μαλθακῷ
5συναρτήσας, μέχρι νυκτὸς συρίττειν ἐμελέτα·

1

.

10

.

3

καί ποτε δὲ ἐκοινώνουν γάλακτος καὶ οἴνου, καὶ τροφάς, ἃς οἴκοθεν ἔφερον, εἰς κοινὸν ἔφερον. Θᾶττον ἄν τις εἶδε τὰ ποίμνια καὶ τὰς αἶγας ἀπ’ ἀλλήλων μεμερισμένας ἢ
5Χλόην καὶ Δάφνιν.
5

1

.

11

.

1

Τοιαῦτα δὲ αὐτῶν παιζόντων τοιάνδε σπουδὴν Ἔρως ἀνέπλασε. Λύκαινα τρέφουσα σκύμνους νέους ἐκ τῶν πλησίον ἀγρῶν ἐξ ἄλλων ποιμνίων πολλὰ ἥρπαζε, πολλῆς τροφῆς ἐς ἀνατροφὴν τῶν σκύμνων δεομένη.

1

.

11

.

2

Συνελ‐ θόντες οὖν οἱ κωμῆται νύκτωρ σιροὺς ὀρύττουσι τὸ εὖρος ὀργυιᾶς, τὸ βάθος τεττάρων. Τὸ μὲν δὴ χῶμα τὸ πολὺ σπείρουσι κομίσαντες μακράν, ξύλα δὲ ξηρὰ μακρὰ τεί‐
5ναντες ὑπὲρ τοῦ χάσματος τὸ περιττὸν τοῦ χώματος κατέ‐
πασαν, τῆς πρότερον γῆς εἰκόνα, ὥστε κἂν λαγὼς ἐπι‐ δράμῃ, κατακλᾶν τὰ ξύλα κάρφων ἀσθενέστερα ὄντα, καὶ τότε παρέχειν μαθεῖν ὅτι γῆ οὐκ ἦν, ἀλλὰ μεμίμητο γῆν. Τοιαῦτα πολλὰ ὀρύγματα κἀν τοῖς ὄρεσι κἀν τοῖς πεδίοις8
10ὀρύξαντες τὴν μὲν λύκαιναν οὐκ εὐτύχησαν λαβεῖν· αἰσθά‐ νεται γὰρ καὶ γῆς σεσοφισμένης· πολλὰς δὲ αἶγας καὶ ποίμνια διέφθειραν, καὶ Δάφνιν παρ’ ὀλίγον ὧδε.
12

1

.

12

.

1

Τράγοι παροξυνθέντες εἰς μάχην συνέπεσον. Τῷ οὖν ἑτέρῳ τὸ ἕτερον κέρας βιαιοτέρας γενομένης ἐμβολῆς θραύεται, καὶ ἀλγήσας, φριμαξάμενος ἐς φυγὴν ἐτρέπετο· ὁ δὲ νικῶν κατ’ ἴχνος ἑπόμενος ἄπαυστον ἐποίει τὴν
5φυγήν. Ἀλγεῖ Δάφνις περὶ τῷ κέρατι καὶ τῇ θρασύτητι ἀχθεσθεὶς [ξύλον καὶ] τὴν καλαύροπα λαβὼν ἐδίωκε τὸν διώκοντα.

1

.

12

.

2

Οἷα δὲ τοῦ μὲν ὑπεκφεύγοντος, τοῦ δὲ ὀργῇ διώκοντος οὐκ ἀκριβὴς τῶν ἐν ποσὶν ἡ πρόσοψις ἦν, ἀλλὰ κατὰ χάσματος ἄμφω πίπτουσιν, ὁ τράγος πρότερος, ὁ Δάφνις δεύτερος. Τοῦτο καὶ ἔσωσε Δάφνιν, χρήσασθαι
5τῆς καταφορᾶς ὀχήματι τῷ τράγῳ.

1

.

12

.

3

Ὁ μὲν δὴ τὸν ἀνι‐ μησόμενον, εἴ τις ἄρα γένοιτο, δακρύων ἀνέμενεν· ἡ δὲ Χλόη θεασαμένη τὸ συμβὰν δρόμῳ παραγίνεται πρὸς τὸν σιρόν, καὶ μαθοῦσα ὅτι ζῇ, καλεῖ τινα βουκόλον ἐκ τῶν
5ἀγρῶν τῶν πλησίον εἰς ἐπικουρίαν.

1

.

12

.

4

Ὁ δὲ ἐλθὼν σχοῖ‐ νον ἐζήτει μακράν, ἧς ἐχόμενος ἀνιμώμενος ἐκβήσεται. Καὶ σχοῖνος μὲν οὐκ ἦν, ἡ δὲ Χλόη λυσαμένη ταινίαν
δίδωσι καθεῖναι τῷ βουκόλῳ· καὶ οὕτως οἱ μὲν ἐπὶ τοῦ9
5χείλους ἑστῶτες εἷλκον, ὁ δὲ ἀνέβη ταῖς τῆς ταινίας ὁλκαῖς ταῖς χερσὶν ἀκολουθῶν.

1

.

12

.

5

Ἀνιμήσαντο δὲ καὶ τὸν ἄθλιον τράγον συντεθραυσμένον ἄμφω τὰ κέρατα· τοσοῦτον ἄρα ἡ δίκη μετῆλθε τοῦ νικηθέντος τράγου. Τοῦ‐ τον μὲν δὴ τυθησόμενον χαρίζονται σῶστρα τῷ βουκόλῳ,
5καὶ ἔμελλον ψεύδεσθαι πρὸς τοὺς οἴκοι λύκων ἐπιδρομήν, εἴ τις αὐτὸν ἐπόθησεν· αὐτοὶ δὲ ἐπανελθόντες ἐπεσκο‐ ποῦντο τὴν ποίμνην καὶ τὸ αἰπόλιον· καὶ ἐπεὶ κατέμαθον ἐν κόσμῳ νομῆς καὶ τὰς αἶγας καὶ τὰ πρόβατα, καθίσαντες ἐπὶ στελέχει δρυὸς ἐσκόπουν μή τι μέρος τοῦ σώματος ὁ
10Δάφνις ᾕμαξε καταπεσών.

1

.

12

.

6

Τέτρωτο μὲν οὖν οὐδὲν οὐδὲ ᾕμακτο οὐδέν, χώματος δὲ καὶ πηλοῦ πέπαστο καὶ τὰς κόμας καὶ τὸ ἄλλο σῶμα. Ἐδόκει δὲ λούσασθαι, πρὶν αἴσθησιν γενέσθαι τοῦ συμβάντος Λάμωνι καὶ Μυρτάλῃ.
4

1

.

13

.

1

Καὶ ἐλθὼν ἅμα τῇ Χλόῃ πρὸς τὸ νυμφαῖον τῇ μὲν ἔδωκε καὶ τὸν χιτωνίσκον καὶ τὴν πήραν φυλάττειν, αὐτὸς δὲ τῇ πηγῇ προστὰς τήν τε κόμην καὶ τὸ σῶμα πᾶν ἀπελούετο.

1

.

13

.

2

Ἦν δὲ ἡ μὲν κόμη μέλαινα καὶ πολλή, τὸ δὲ σῶμα ἐπίκαυτον ἡλίῳ· εἴκασεν ἄν τις αὐτὸ χρώζεσθαι τῇ σκιᾷ τῆς κόμης. Ἐδόκει δὲ τῇ Χλόῃ θεωμένῃ καλὸς ὁ Δάφνις, ὅτι 〈δὲ μὴ〉 πρότερον αὐτῇ καλὸς ἐδόκει, τὸ λου‐
10
5τρὸν ἐνόμιζε τοῦ κάλλους αἴτιον. Καὶ τὰ νῶτα δὲ ἀπο‐ λουούσης ἡ σὰρξ καθυπέπιπτε μαλθακή, ὥστε λαθοῦσα ἑαυτῆς ἥψατο πολλάκις, εἰ τρυφερωτέρα εἴη πειρωμένη.

1

.

13

.

3

Καὶ τότε μὲν—ἐπὶ δυσμαῖς γὰρ ἦν ὁ ἥλιος—ἀπήλα‐ σαν τὰς ἀγέλας οἴκαδε καὶ ἐπεπόνθει Χλόη περιττὸν οὐδέν, ὅτι μὴ Δάφνιν ἐπεθύμει λουόμενον ἰδέσθαι πάλιν.

1

.

13

.

4

Τῆς δὲ ἐπιούσης ὡς ἧκον εἰς τὴν νομήν, ὁ μὲν Δάφνις ὑπὸ τῇ δρυῒ τῇ συνήθει καθεζόμενος ἐσύριττε καὶ ἅμα τὰς αἶγας ἐπεσκόπει κατακειμένας καὶ ὥσπερ τῶν μελῶν ἀκροωμένας,
5ἡ δὲ Χλόη πλησίον καθημένη [καὶ] τὴν ἀγέλην μὲν τῶν προβάτων ἐπέβλεπε, τὸ δὲ πλέον εἰς Δάφνιν ἑώρα· καὶ ἐδόκει καλὸς αὐτῇ συρίττων πάλιν, καὶ αὖθις αἰτίαν ἐνό‐ μιζε τὴν μουσικὴν τοῦ κάλλους, ὥστε μετ’ ἐκεῖνον καὶ αὐτὴ τὴν σύριγγα ἔλαβεν, εἴ πως γένοιτο καὶ αὐτὴ καλή.

1

.

13

.

5

Ἔπεισε δὲ αὐτὸν καὶ λούσασθαι πάλιν καὶ λουόμενον εἶδε καὶ ἰδοῦσα ἥψατο καὶ ἀπῆλθε πάλιν ἐπαινέσασα, καὶ ὁ ἔπαινος ἦν ἔρωτος ἀρχή. Ὅ τι μὲν οὖν ἔπασχεν οὐκ ᾔδει, νέα κόρη καὶ ἐν ἀγροικίᾳ τεθραμμένη καὶ οὐδὲ ἄλλου λέγον‐
5τος ἀκούσασα τὸ τοῦ ἔρωτος ὄνομα· ἄση δὲ αὐτῆς εἶχε τὴν ψυχήν, καὶ τῶν ὀφθαλμῶν οὐκ ἐκράτει καὶ πολλὰ ἐλά‐ λει Δάφνιν·11

1

.

13

.

6

τροφῆς ἠμέλει, νύκτωρ ἠγρύπνει, τῆς ἀγέλης κατεφρόνει· νῦν ἐγέλα, νῦν ἔκλαεν· εἶτα ἐκάθευ‐ δεν, εἶτα ἀνεπήδα· ὠχρία τὸ πρόσωπον, ἐρυθήματι αὖθις ἐφλέγετο. Οὐδὲ βοὸς οἴστρῳ πληγείσης τοσαῦτα ἔργα.
5Ἐπῆλθόν ποτε αὐτῇ καὶ τοιοίδε λόγοι μόνῃ γενομένῃ.
5

1

.

14

.

1

«Νῦν ἐγὼ νοσῶ μέν, τί δὲ ἡ νόσος ἀγνοῶ· ἀλγῶ, καὶ ἕλκος οὐκ ἔστι μοι· λυποῦμαι, καὶ οὐδὲν τῶν προβάτων ἀπόλωλέ μοι· κάομαι, καὶ ἐν σκιᾷ τοσαύτῃ κάθημαι.

1

.

14

.

2

Πόσοι βάτοι με πολλάκις ἤμυξαν, καὶ οὐκ ἔκλαυσα· πόσαι μέλιτται κέντρα ἐνῆκαν, ἀλλὰ ἔφαγον· τουτὶ δὲ τὸ νύττον μου τὴν καρδίαν πάντων ἐκείνων πικρότερον. Καλὸς ὁ Δάφνις, καὶ γὰρ τὰ ἄνθη· καλὸν ἡ σῦριγξ αὐτοῦ φθέγγεται,
5καὶ γὰρ αἱ ἀηδόνες. Ἀλλ’ ἐκείνων οὐδείς μοι λόγος.

1

.

14

.

3

Εἴθε αὐτοῦ σῦριγξ ἐγενόμην, ἵν’ ἐμπνέῃ μοι· εἴθε αἴξ, ἵν’ ὑπ’ ἐκείνου νέμωμαι. Ὦ πονηρὸν ὕδωρ, μόνον Δάφνιν καλὸν ἐποίησας, ἐγὼ δὲ μάτην ἀπελουσάμην. Οἴχομαι, Νύμφαι φίλαι· οὐδὲ ὑμεῖς σῴζετε τὴν παρθένον τὴν
5ἐν ὑμῖν τραφεῖσαν. Τίς ὑμᾶς στεφανώσει μετ’ ἐμέ;

1

.

14

.

4

τίς τοὺς ἀθλίους ἄρνας ἀναθρέψει; τίς τὴν λάλον ἀκρίδα θεραπεύσει, ἣν πολλὰ καμοῦσα ἐθήρασα, ἵνα με κατακοι‐ μίζῃ φθεγγομένη πρὸ τοῦ ἄντρου; νῦν δὲ ἐγὼ μὲν ἀγρυ‐ πνῶ διὰ Δάφνιν, ἡ δὲ μάτην λαλεῖ.»12
4

1

.

15

.

1

Τοιαῦτα ἔπασχε, τοιαῦτα ἔλεγεν, ἐπιζητοῦσα 〈τὸ〉 τοῦ ἔρωτος ὄνομα. Δόρκων δὲ ὁ βουκόλος, ὁ τὸν Δάφνιν ἐκ τοῦ σιροῦ καὶ τὸν τράγον ἀνιμησάμενος, ἀρτι‐ γένειος μειρακίσκος καὶ εἰδὼς ἔρωτος καὶ τὰ ἔργα καὶ τὰ
5ὀνόματα εὐθὺς μὲν ἐπ’ ἐκείνης τῆς ἡμέρας ἐρωτικῶς τῆς Χλόης διετέθη, πλειόνων δὲ διαγενομένων μᾶλλον τὴν ψυχὴν ἐξεπυρσεύθη καὶ τοῦ Δάφνιδος ὡς παιδὸς κατα‐ φρονήσας ἔγνω κατεργάσασθαι δώροις ἢ βίᾳ.

1

.

15

.

2

Τὰ μὲν δὴ πρῶτα δῶρα αὐτοῖς ἐκόμισε, τῷ μὲν σύριγγα βουκολικήν, καλάμους ἐννέα χαλκῷ δεδεμένους ἀντὶ κηροῦ, τῇ δὲ νεβρίδα βακχικήν, καὶ αὐτῇ τὸ τρίχωμα 〈ἦν〉 ὥσπερ γεγραμ‐
5μένον χρώμασιν.

1

.

15

.

3

Ἐντεῦθεν δὲ φίλος νομιζόμενος τοῦ μὲν Δάφνιδος ἠμέλει κατ’ ὀλίγον, τῇ Χλόῃ δὲ ἀνὰ πᾶσαν ἡμέραν ἐπέφερεν ἢ τυρὸν ἁπαλὸν ἢ στέφανον ἀνθηρὸν ἢ
μῆλον ὡραῖον· ἐκόμισε δέ ποτε αὐτῇ καὶ μόσχον ἀρτιγέν‐13
5νητον καὶ κισσύβιον διάχρυσον καὶ ὀρνίθων ὀρείων νεοτ‐ τούς. Ἡ δὲ ἄπειρος οὖσα τέχνης ἐραστοῦ, λαμβάνουσα μὲν τὰ δῶρα ἔχαιρε, μᾶλλον δὲ ἔχαιρεν ὅτι Δάφνιδι εἶχεν αὐτὴ χαρίζεσθαι.

1

.

15

.

4

Καὶ—ἔδει γὰρ ἤδη καὶ Δάφνιν γνῶναι τὰ ἔρωτος ἔργα—γίνεταί ποτε τῷ Δόρκωνι πρὸς αὐτὸν ὑπὲρ κάλλους ἔρις, καὶ ἐδίκαζε μὲν Χλόη, ἔκειτο δὲ ἆθλον τῷ νικήσαντι φιλῆσαι Χλόην. Δόρκων δὲ πρότερος
5ὧδε ἔλεγεν·
5

1

.

16

.

1

«Ἐγώ, παρθένε, μείζων εἰμὶ Δάφνιδος, καὶ ἐγὼ μὲν βουκόλος, ὁ δ’ αἰπόλος· τοσοῦτον 〈ἐγὼ〉 κρείττων ὅσον αἰγῶν βόες· καὶ λευκός εἰμι ὡς γάλα, καὶ πυρρὸς ὡς θέρος μέλλον ἀμᾶσθαι, καὶ ἔθρεψε μήτηρ, οὐ θηρίον.

1

.

16

.

2

Οὗτος δέ ἐστι μικρὸς καὶ ἀγένειος ὡς γυνή, καὶ μέλας ὡς λύκος· νέμει δὲ τράγους, ὀδω〈δὼς ἀπ’ αὐτῶν〉 δεινόν, καὶ ἔστι πένης ὡς μηδὲ κύνα τρέφειν. Εἰ δέ, ὡς λέγουσι, καὶ αἲξ αὐτῷ γάλα δέδωκεν, οὐδὲν ἐρίφων διαφέρει.»

1

.

16

.

3

Ταῦτα καὶ τοιαῦτα ὁ Δόρκων καὶ μετὰ ταῦτα ὁ Δάφνις· «Ἐμὲ αἲξ ἀνέθρεψεν ὥσπερ τὸν Δία· νέμω δὲ τράγους τῶν τούτου βοῶν μείζονας· ὄζω δὲ οὐδὲν ἀπ’ αὐτῶν, ὅτι
5μηδὲ ὁ Πάν, καίτοι γε ὢν τὸ πλέον τράγος.

1

.

16

.

4

Ἀρκεῖ δέ μοι ὁ τυρὸς καὶ ἄρτος ὀβελίας καὶ οἶνος λευκός, ὅσα ἀγροί‐ κων πλουσίων κτήματα. Ἀγένειός εἰμι, καὶ γὰρ ὁ Διόνυ‐
σος· μέλας, καὶ γὰρ ὁ ὑάκινθος· ἀλλὰ κρείττων καὶ ὁ14
5Διόνυσος Σατύρων 〈καὶ〉 ὁ ὑάκινθος κρίνων.

1

.

16

.

5

Οὗτος δὲ καὶ πυρρὸς ὡς ἀλώπηξ καὶ προγένειος ὡς τράγος καὶ λευκὸς ὡς ἐξ ἄστεος γυνή· κἂν δέῃ σε φιλεῖν, ἐμοῦ μὲν φιλεῖς τὸ στόμα, τούτου δὲ τὰς ἐπὶ τοῦ γενείου τρίχας.
5Μέμνησο δέ, ὦ παρθένε, ὅτι 〈καὶ〉 σὲ ποίμνιον ἔθρεψεν, ἀλλὰ καὶ εἶ καλή.»
6

1

.

17

.

1

Οὐκέθ’ ἡ Χλόη περιέμεινεν, ἀλλὰ τὰ μὲν ἡσθεῖ‐ σα τῷ ἐγκωμίῳ, τὰ δὲ πάλαι ποθοῦσα φιλῆσαι Δάφνιν, ἀναπηδήσασα αὐτὸν ἐφίλησεν, ἀδίδακτον μὲν καὶ ἄτεχνον, πάνυ δὲ ψυχὴν θερμᾶναι δυνάμενον.

1

.

17

.

2

Δόρκων μὲν οὖν ἀλγήσας ἀπέδραμε, ζητῶν ἄλλην ὁδὸν ἔρωτος· Δάφνις δέ, ὥσπερ οὐ φιληθείς, ἀλλὰ δηχθείς, σκυθρωπός τις εὐθὺς ἦν καὶ πολλάκις ἐψύχετο καὶ τὴν καρδίαν παλλομένην κατεῖχε,
5καὶ βλέπειν μὲν ἤθελε τὴν Χλόην, βλέπων δ’ ἐρυθήματι ἐπίμπλατο.

1

.

17

.

3

Τότε πρῶτον καὶ τὴν κόμην αὐτῆς ἐθαύ‐ μασεν ὅτι ξανθή, καὶ τοὺς ὀφθαλμοὺς ὅτι μεγάλοι καθάπερ βοός, καὶ τὸ πρόσωπον ὅτι λευκότερον ἀληθῶς καὶ τοῦ τῶν αἰγῶν γάλακτος, ὥσπερ τότε πρῶτον ὀφθαλμοὺς κτησάμε‐
5νος, τὸν δὲ πρότερον χρόνον πεπηρωμένος.

1

.

17

.

4

Οὔτε οὖν τροφὴν προσεφέρετο πλὴν ὅσον ἀπογεύσασθαι· καὶ ποτόν, εἴ ποτε ἐβιάσθη, μέχρι τοῦ [ἂν] διαβρέξαι τὸ στόμα προ‐ σεφέρετο. Σιωπηλὸς ἦν ὁ πρότερον τῶν ἀκρίδων λαλίστε‐
5ρος, ἀργὸς ὁ περιττότερα τῶν αἰγῶν κινούμενος. Ἠμέ‐ λητο καὶ ἡ ἀγέλη· ἔρριπτο [καὶ] ἡ σῦριγξ· χλωρότερον τὸ
πρόσωπον ἦν πόας θερινῆς. Εἰς μόνην Χλόην ἐγίνετο λάλος· καὶ εἴ ποτε μόνος ἀπ’ αὐτῆς ἐγένετο, τοιαῦτα πρὸς αὑτὸν ἀπελήρει·15
9

1

.

18

.

1

«Τί ποτέ με Χλόης ἐργάζεται 〈τὸ〉 φίλημα; Χείλη μὲν ῥόδων ἁπαλώτερα καὶ στόμα κηρίων γλυκύτερον. τὸ δὲ φίλημα κέντρου μελίττης πικρότερον. Πολλάκις ἐφίλησα ἐρίφους, πολλάκις ἐφίλησα σκύλακας ἀρτιγεννή‐
5τους καὶ τὸν μόσχον, ὃν ὁ Δόρκων ἐδωρήσατο· ἀλλὰ τοῦτο φίλημα καινόν· ἐκπηδᾷ μου τὸ πνεῦμα, ἐξάλλεται ἡ καρδία, τήκεται ἡ ψυχή, καὶ ὅμως πάλιν φιλῆσαι θέλω.

1

.

18

.

2

Ὢ νίκης κακῆς· ὢ νόσου καινῆς, ἧς οὐδὲ εἰπεῖν οἶδα τὸ ὄνομα. Ἆρα φαρμάκων ἐγεύσατο ἡ Χλόη μέλλουσά με φιλεῖν; Πῶς οὖν οὐκ ἀπέθανεν; Οἷον ᾄδουσιν αἱ ἀηδόνες, ἡ δὲ ἐμὴ σῦριγξ σιωπᾷ· οἷον σκιρτῶσιν οἱ ἔριφοι, κἀγὼ
5κάθημαι· οἷον ἀκμάζει τὰ ἄνθη, κἀγὼ στεφάνους οὐ πλέκω, ἀλλὰ τὰ μὲν ἴα καὶ ὁ ὑάκινθος ἀνθεῖ, Δάφνις δὲ μαραίνε‐ ται. Ἆρά μου καὶ Δόρκων εὐμορφότερος ὀφθήσεται;»
7

1

.

19

.

1

Τοιαῦτα ὁ βέλτιστος Δάφνις ἔπασχε καὶ ἔλεγεν, οἷα πρῶτον γευόμενος τῶν ἔρωτος ἔργων καὶ λόγων. Ὁ δὲ Δόρκων ὁ βουκόλος, ὁ τῆς Χλόης ἐραστής, φυλάξας τὸν Δρύαντα φυτὸν κατορύττοντα πλησίον κλήματος πρόσεισιν
5αὐτῷ μετὰ τυρίσκων τινῶν γεννικῶν, καὶ τοὺς μὲν δῶρον εἶναι δίδωσι, πάλαι φίλος ὤν, ἡνίκα αὐτὸς ἔνεμεν· ἐντεῦ‐ θεν δὲ ἀρξάμενος ἐνέβαλε λόγον περὶ τοῦ τῆς Χλόης γάμου·

1

.

19

.

2

καὶ εἰ λαμβάνοι γυναῖκα, δῶρα πολλὰ καὶ μεγάλα, ὡς βουκόλος, ἐπηγγέλλετο· ζεῦγος βοῶν ἀροτή‐ ρων, σμήνη τέτταρα μελιττῶν, φυτὰ μηλεῶν πεντήκοντα, δέρμα ταύρου τεμεῖν ὑποδήματα, μόσχον ἀνὰ πᾶν ἔτος,
16
5μηκέτι γάλακτος δεόμενον·

1

.

19

.

3

ὥστε σμικροῦ δεῖν ὁ Δρύας θελχθεὶς τοῖς δώροις ἐπένευσε τὸν γάμον· Ἐννοήσας δὲ ὡς κρείττονος ἡ παρθένος ἀξία νυμφίου, καὶ δείσας μὴ φωραθείς ποτε κακοῖς ἀνηκέστοις περιπέσοι, τόν τε γάμον
5ἀνένευσε καὶ συγγνώμην ἔχειν ᾐτήσατο καὶ τὰ ὀνομασθέντα δῶρα παρῃτήσατο.
6

1

.

20

.

1

Δευτέρας δὴ διαμαρτὼν ὁ Δόρκων ἐλπίδος καὶ μάτην τυροὺς ἀγαθοὺς ἀπολέσας ἔγνω διὰ χειρῶν ἐπιθέσ‐ θαι τῇ Χλόῃ μόνῃ γενομένῃ· καὶ παραφυλάξας ὅτι παρ’ ἡμέραν ἐπὶ ποτὸν ἄγουσι τὰς ἀγέλας ποτὲ μὲν ὁ Δάφνις
5ποτὲ δὲ ἡ παῖς, ἐπιτεχνᾶται τέχνην ποιμένι πρέπουσαν.

1

.

20

.

2

Λύκου δέρμα μεγάλου λαβών, ὃν ταῦρός ποτε πρὸ τῶν βοῶν μαχόμενος τοῖς κέρασι διέφθειρε, περιέτεινε τῷ σώματι, ποδῆρες κατανωτισάμενος, ὡς τούς τ’ ἐμπροσ‐ θίους πόδας ἐφηπλῶσθαι ταῖς χερσὶ καὶ τοὺς κατόπιν τοῖς
5σκέλεσιν ἄχρι πτέρνης καὶ τοῦ στόματος τὸ χάσμα σκέπειν τὴν κεφαλήν, ὥσπερ ἀνδρὸς ὁπλίτου κράνος·

1

.

20

.

3

ἐκθη‐ ριώσας δὲ αὑτὸν ὡς ἔνι μάλιστα, παραγίνεται πρὸς τὴν πηγήν, ἧς ἔπινον αἱ αἶγες καὶ τὰ πρόβατα μετὰ τὴν νομήν. Ἐν κοίλῃ δὲ πάνυ [γῇ] ἦν ἡ πηγή, καὶ περὶ αὐτὴν πᾶς ὁ
5τόπος ἀκάνθαις καὶ βάτοις καὶ ἀρκεύθῳ ταπεινῇ καὶ σκο‐ λύμοις ἠγρίωτο·

1

.

20

.

4

ῥᾳδίως ἂν ἐκεῖ καὶ λύκος ἀληθινὸς
ἔλαθε λοχῶν. Ἐνταῦθα κρύψας ἑαυτὸν ἐπετήρει τοῦ ποτοῦ τὴν ὥραν ὁ Δόρκων, καὶ πολλὴν εἶχε τὴν ἐλπίδα τῷ σχήματι φοβήσας λαβεῖν ταῖς χερσὶ τὴν Χλόην.17
4

1

.

21

.

1

Χρόνος ὀλίγος διαγίνεται καὶ Χλόη κατήλαυνε τὰς ἀγέλας εἰς τὴν πηγήν, καταλιποῦσα τὸν Δάφνιν φυλ‐ λάδα χλωρὰν κόπτοντα τοῖς ἐρίφοις τροφὴν μετὰ τὴν νομήν.

1

.

21

.

2

Καὶ οἱ κύνες οἱ τῶν προβάτων ἐπὶ φυλακὴν καὶ τῶν αἰγῶν ἑπόμενοι, οἵα δὴ κυνῶν ἐν ῥινηλασίαις περιεργία, κινούμενον τὸν Δόρκωνα πρὸς τὴν ἐπίθεσιν τῆς κόρης φωράσαντες, πικρὸν μάλα ὑλακτήσαντες ὥρμησαν ὡς ἐπὶ
5λύκον· καὶ περισχόντες, πρὶν ὅλως ἀναστῆναι δι’ ἔκπληξιν, ἔδακνον κατὰ τοῦ δέρματος.

1

.

21

.

3

Τέως μὲν οὖν τὸν ἔλεγ‐ χον φοβούμενος καὶ ὑπὸ τοῦ δέρματος ἐπισκέποντος φρου‐ ρούμενος ἔκειτο σιωπῶν ἐν τῇ λόχμῃ· ἐπεὶ δὲ ἥ τε Χλόη πρὸς τὴν πρώτην θέαν διαταραχθεῖσα τὸν Δάφνιν ἐκάλει
5βοηθόν, οἵ τε κύνες περισπῶντες τὸ δέρμα τοῦ σώματος ἥπτοντο αὐτοῦ, μέγα οἰμώξας ἱκέτευε βοηθεῖν τὴν κόρην καὶ τὸν Δάφνιν ἤδη παρόντα.

1

.

21

.

4

Τοὺς μὲν δὴ κύνας ἀνακαλέσαντες συνήθως ταχέως ἡμέρωσαν, τὸν δὲ Δόρ‐ κωνα κατά τε μηρῶν καὶ ὤμων δεδηγμένον ἀγαγόντες ἐπὶ τὴν πηγὴν ἀπένιψαν [τὰ δήγματα], ἵνα ἦσαν τῶν ὀδόντων
5αἱ ἐμβολαί, καὶ διαμασησάμενοι φλοιὸν χλωρὸν πτελέας ἐπέπασαν·

1

.

21

.

5

ὑπό τε ἀπειρίας ἐρωτικῶν τολμημάτων ποιμενικὴν παιδιὰν νομίζοντες τὴν ἐπιβολὴν τοῦ δέρμα‐ τος, οὐδὲν ὀργισθέντες, ἀλλὰ καὶ παραμυθησάμενοι καὶ
μέχρι τινὸς χειραγωγήσαντες ἀπέπεμψαν.18

1

.

22

.

1

Καὶ ὁ μὲν κινδύνου παρὰ τοσοῦτον ἐλθὼν καὶ σω‐ θεὶς ἐκ κυνός, οὐ λύκου, φασί, στόματος, ἐθεράπευε τὸ σῶμα· ὁ δὲ Δάφνις καὶ ἡ Χλόη κάματον πολὺν ἔσχον μέχρι νυκτὸς τὰς αἶγας καὶ τὰς ὄϊς συλλέγοντες·

1

.

22

.

2

ὑπὸ γὰρ τοῦ δέρ‐ ματος πτοηθεῖσαι καὶ ὑπὸ τῶν κυνῶν ὑλακτησάντων ταραχθεῖσαι, αἱ μὲν εἰς πέτρας ἀνέδραμον, αἱ δὲ μέχρι καὶ τῆς θαλάσσης αὐτῆς κατέδραμον. Καίτοι γε πεπαίδευντο
5καὶ φωνῇ πείθεσθαι καὶ σύριγγι θέλγεσθαι καὶ χειρὸς πλα‐ ταγῇ συλλέγεσθαι· ἀλλὰ τότε πάντων αὐταῖς ὁ φόβος λήθην ἐνέβαλε.

1

.

22

.

3

Καὶ μόλις ὥσπερ λαγὼς ἐκ τῶν ἰχνῶν εὑρίσκοντες εἰς τὰς ἐπαύλεις ἤγαγον. Ἐκείνης μόνης τῆς νυκτὸς ἐκοιμήθησαν βαθὺν ὕπνον καὶ τῆς ἐρωτικῆς λύπης φάρμακον τὸν κάματον ἔσχον.

1

.

22

.

4

Αὖθις δὲ ἡμέ‐ ρας ἐπελθούσης, πάλιν ἔπασχον παραπλήσια. Ἔχαιρον ἰδόντες, [ἐλυποῦντο] ἀπαλλαγέντες ἤλγουν, ἤθελόν τι, ἠγνόουν ὅ τι θέλουσι. Τοῦτο μόνον ᾔδεσαν ὅτι τὸν μὲν
5φίλημα, τὴν δὲ λουτρὸν ἀπώλεσεν.
5

1

.

23

.

1

Ἐξέκαε δὲ αὐτοὺς καὶ ἡ ὥρα τοῦ ἔτους. Ἦρος ἦν ἤδη τέλος καὶ θέρους ἀρχή, καὶ πάντα ἐν ἀκμῇ· δένδρα ἐν καρποῖς, πεδία ἐν ληΐοις. Ἡδεῖα μὲν τεττίγων ἠχή, γλυκεῖα δὲ ὀπώρας ὀδμή, τερπνὴ δὲ ποιμνίων βληχή.

1

.

23

.

2

Εἴκασεν ἄν τις καὶ τοὺς ποταμοὺς ᾄδειν ἠρέμα ῥέον‐ τας καὶ τοὺς ἀνέμους συρίττειν ταῖς πίτυσιν ἐμπνέοντας καὶ τὰ μῆλα ἐρῶντα πίπτειν χαμαὶ καὶ τὸν ἥλιον φιλόκα‐ λον ὄντα πάντας ἀποδύειν. Ὁ μὲν δὴ Δάφνις θαλπόμε‐19
5νος τούτοις ἅπασιν εἰς τοὺς ποταμοὺς ἐνέβαινε, καὶ ποτὲ μὲν ἐλούετο, ποτὲ δὲ καὶ τῶν ἰχθύων τοὺς ἐνδινεύοντας ἐθήρα· πολλάκις δὲ καὶ ἔπινεν, ὡς τὸ ἔνδοθεν καῦμα σβέ‐ σων.

1

.

23

.

3

Ἡ δὲ Χλόη μετὰ τὸ ἀμέλξαι τὰς ὄϊς καὶ τῶν αἰγῶν τὰς πολλὰς ἐπὶ πολὺν μὲν χρόνον εἶχε πηγνῦσα τὸ γάλα· δειναὶ γὰρ αἱ μυῖαι λυπῆσαι καὶ δακεῖν, εἰ διώ‐ κοιντο· τὸ δὲ ἐντεῦθεν ἀπολουσαμένη τὸ πρόσωπον πίτυος
5ἐστεφανοῦτο κλάδοις καὶ τῇ νεβρίδι ἐζώννυτο καὶ τὸν γαυ‐ λὸν ἀναπλήσασα οἴνου καὶ γάλακτος κοινὸν μετὰ τοῦ Δάφνιδος ποτὸν εἶχε.
7

1

.

24

.

1

Τῆς δὲ μεσημβρίας ἐπελθούσης ἐγίνετο ἤδη τῶν ὀφθαλμῶν ἅλωσις αὐτοῖς· ἡ μὲν γὰρ γυμνὸν ὁρῶσα τὸν Δάφνιν ἐπ’ ἄθρουν καὶ ἐνέπιπτε τὸ κάλλος, καὶ ἐτήκετο μηδὲν αὐτοῦ μέρος μέμψασθαι δυναμένη· ὁ δὲ ἰδὼν ἐν
5νεβρίδι καὶ στεφάνῳ πίτυος ὀρέγουσαν τὸν γαυλὸν μίαν ᾤετο τῶν ἐκ τοῦ ἄντρου Νυμφῶν ὁρᾶν.

1

.

24

.

2

Ὁ μὲν οὖν τὴν πίτυν ἀπὸ τῆς κεφαλῆς ἁρπάζων αὐτὸς ἐστεφανοῦτο, πρότερον φιλήσας τὸν στέφανον· ἡ δὲ τὴν ἐσθῆτα αὐτοῦ λουομένου καὶ γυμνωθέντος ἐνεδύετο, πρότερον καὶ αὐτὴ φιλήσασα.

1

.

24

.

3

Ἤδη ποτὲ καὶ μήλοις ἀλλήλους ἔβαλον καὶ τὰς κεφα‐ λὰς ἀλλήλων ἐκόσμησαν διακρίνοντες τὰς κόμας· καὶ ἡ μὲν εἴκασεν αὐτοῦ τὴν κόμην, ὅτι μέλαινα, μύρτοις, ὁ δὲ μήλῳ τὸ πρόσωπον αὐτῆς, ὅτι λευκὸν καὶ ἐνερευθὲς ἦν.

1

.

24

.

4

Ἐδίδασκεν αὐτὴν καὶ συρίττειν· καὶ ἀρξαμένης ἐμπνεῖν
ἁρπάζων τὴν σύριγγα τοῖς χείλεσιν αὐτὸς τοὺς καλάμους ἐπέτρεχε· καὶ ἐδόκει μὲν διδάσκειν ἁμαρτάνουσαν, εὐπρεπῶς δὲ διὰ τῆς σύριγγος Χλόην κατεφίλει.20
4

1

.

25

.

1

Συρίττοντος δὲ αὐτοῦ τὸ μεσημβρινὸν καὶ τῶν ποιμνίων σκιαζομένων ἔλαθεν ἡ Χλόη κατανυστάξασα. Φωράσας τοῦτο ὁ Δάφνις καὶ καταθέμενος τὴν σύριγγα πᾶσαν αὐτὴν ἔβλεπεν ἀπλήστως, οἷα μηδὲν αἰδούμενος,
5καὶ ἅμα κρύφα ἠρέμα ὑπεφθέγγετο·

1

.

25

.

2

«οἷοι καθεύδουσιν ὀφθαλμοί, οἷον δὲ ἀποπνεῖ τὸ στόμα· οὐδὲ τὰ μῆλα τοιοῦ‐ τον, οὐδὲ αἱ λόχμαι. Ἀλλὰ φιλῆσαι δέδοικα· δάκνει τὸ φίλημα τὴν καρδίαν, καὶ ὥσπερ τὸ νέον μέλι μαίνεσθαι
5ποιεῖ· ὀκνῶ δὲ μὴ καὶ φιλήσας αὐτὴν ἀφυπνίσω.

1

.

25

.

3

Ὢ λάλων τεττίγων, οὐκ ἐάσουσιν αὐτὴν καθεύδειν μέγα ἠχοῦντες. Ἀλλὰ καὶ οἱ τράγοι τοῖς κέρασι παίουσι μαχό‐ μενοι. Ὢ λύκων ἀλωπέκων δειλοτέρων, οἳ τούτους οὐχ
5ἥρπασαν.»
5

1

.

26

.

1

Ἐν τοιούτοις ὄντος αὐτοῦ λόγοις τέττιξ φεύγων χελιδόνα θηρᾶσαι θέλουσαν κατέπεσεν εἰς τὸν κόλ‐ πον τῆς Χλόης· καὶ ἡ χελιδὼν ἑπομένη τὸν μὲν οὐκ ἠδυ‐ νήθη λαβεῖν, ταῖς δὲ πτέρυξιν ἐγγὺς διὰ τὴν δίωξιν γενο‐
5μένη τῶν παρειῶν αὐτῆς ἥψατο.

1

.

26

.

2

Ἡ δὲ οὐκ εἰδυῖα τὸ πραχθὲν μέγα βοήσασα τῶν ὕπνων ἐξέθορεν. Ἰδοῦσα δὲ καὶ τὴν χελιδόνα ἔτι πλησίον πετομένην καὶ τὸν Δάφνιν ἐπὶ τῷ δέει γελῶντα τοῦ φόβου μὲν ἐπαύσατο, τοὺς δὲ
5ὀφθαλμοὺς ἀπέματτεν ἔτι καθεύδειν θέλοντας.

1

.

26

.

3

Καὶ ὁ τέττιξ ἐκ τῶν κόλπων ἐπήχησεν ὅμοιον ἱκέτῃ χάριν ὁμολο‐ γοῦντι τῆς σωτηρίας. Πάλιν οὖν ἡ Χλόη μέγα ἐβόησεν, ὁ δὲ Δάφνις ἐγέλασε· καὶ προφάσεως λαβόμενος καθῆκεν
21
5αὐτῆς εἰς τὰ στέρνα τὰς χεῖρας καὶ ἐξάγει τὸν βέλτιστον τέττιγα, μηδὲ ἐν τῇ δεξιᾷ σιωπῶντα. Ἡ δὲ ἥδετο ἰδοῦσα καὶ ἐφίλησε λαβοῦσα καὶ αὖθις ἐνέβαλε τῷ κόλπῳ λαλοῦντα.
7

1

.

27

.

1

Ἔτερψεν αὐτούς ποτε φάττα βουκολικὸν ἐκ τῆς ὕλης φθεγξαμένη. Καὶ τῆς Χλόης ξητούσης μαθεῖν ὅ τι λέγει, διδάσκει αὐτὴν ὁ Δάφνις μυθολογῶν τὰ θρυλούμενα.

1

.

27

.

2

«Ἦν παρθένος, παρθένε, οὕτω καλὴ καὶ ἔνεμε βοῦς πολλὰς οὕτως ἐν ὕλῃ· ἦν δὲ ἄρα καὶ ᾠδικὴ καὶ ἐτέρποντο αἱ βόες αὐτῆς τῇ μουσικῇ, καὶ ἔνεμεν οὔτε καλαύροπος πληγῇ οὔτε κέντρου προσβολῇ, ἀλλὰ καθίσασα ὑπὸ πίτυν
5καὶ στεφανωσαμένη πίτυϊ ᾖδε Πᾶνα καὶ τὴν Πίτυν, καὶ αἱ βόες τῇ φωνῇ παρέμενον.

1

.

27

.

3

Παῖς οὐ μακρὰν νέμων βοῦς, καὶ αὐτὸς καλὸς καὶ ᾠδικὸς ὡς ἡ παρθένος, φιλο‐ νεικήσας πρὸς τὴν μελῳδίαν, μείζονα ὡς ἀνήρ, ἡδεῖαν ὡς παῖς φωνὴν ἀντεπεδείξατο, καὶ τῶν βοῶν ὀκτὼ τὰς
5ἀρίστας ἐς τὴν ἰδίαν ἀγέλην θέλξας ἀπεβουκόλησεν.

1

.

27

.

4

Ἄχθεται ἡ παρθένος τῇ βλάβῃ τῆς ἀγέλης, τῇ ἥττῃ τῆς ᾠδῆς, καὶ εὔχεται τοῖς θεοῖς ὄρνις γενέσθαι πρὶν οἴκαδε ἀφικέσθαι. Πείθονται οἱ θεοὶ καὶ ποιοῦσι τήνδε τὴν ὄρνιν, ὄρειον ὡς ἡ παρθένος, μουσικὴν ὡς ἐκείνη. Καὶ
5ἔτι νῦν ᾄδουσα μηνύει τὴν συμφοράν, ὅτι βοῦς ζητεῖ
πεπλανημένας.»22

1

.

28

.

1

Τοιάσδε τέρψεις αὐτοῖς τὸ θέρος παρεῖχε. Μετοπώρου δὲ ἀκμάζοντος καὶ τοῦ βότρυος, Τύριοι λῃσταὶ Καρικὴν ἔχοντες ἡμιολίαν, ὡς ἂν μὴ δοκοῖεν βάρβαροι, προσέσχον τοῖς ἀγροῖς, καὶ ἐκβάντες σὺν μαχαίραις καὶ
5ἡμιθωρακίοις κατέσυρον πάντα τὰ εἰς χεῖρας ἐλθόντα, οἶνον ἀνθοσμίαν, πυρὸν ἄφθονον, μέλι ἐν κηρίοις· ἤλασάν τινας καὶ βοῦς ἐκ τῆς Δόρκωνος ἀγέλης.

1

.

28

.

2

Λαμβάνουσι καὶ τὸν Δάφνιν ἀλύοντα περὶ τὴν θάλασσαν· ἡ γὰρ Χλόη βραδύτερον ὡς κόρη τὰ πρόβατα ἐξῆγε τοῦ Δρύαντος, φόβῳ τῶν ἀγερώχων ποιμένων. Ἰδόντες δὲ μειράκιον μέγα
5καὶ καλὸν καὶ κρεῖττον τῆς ἐξ ἀγρῶν ἁρπαγῆς, μηδέτι μηδὲν μηδὲ εἰς τὰς αἶγας μηδὲ εἰς τοὺς ἄλλους ἀγροὺς περιεργασάμενοι κατῆγον αὐτὸν ἐπὶ τὴν ναῦν κλάοντα καὶ ἠπορημένον καὶ μέγα Χλόην καλοῦντα.

1

.

28

.

3

Καὶ οἱ μὲν ἄρτι τὸ πεῖσμα ἀπολύσαντες καὶ ταῖς κώπαις ἐμβαλόντες ἀπέπλεον εἰς τὸ πέλαγος· Χλόη δὲ κατήλαυνε τὸ ποίμνιον, σύριγγα καινὴν τῷ Δάφνιδι δῶρον κομίζουσα. Ἰδοῦσα δὲ
5τὰς αἶγας τεταραγμένας καὶ ἀκούσασα τοῦ Δάφνιδος ἀεὶ μεῖζον αὐτὴν βοῶντος, προβάτων μὲν ἀμελεῖ καὶ τὴν σύριγγα ῥίπτει, δρόμῳ δὲ πρὸς τὸν Δόρκωνα παραγίνεται δεησομένη βοηθεῖν.
8

1

.

29

.

1

Ὁ δὲ ἔκειτο πληγαῖς νεανικαῖς συγκεκομμέ‐ νος ὑπὸ τῶν λῃστῶν καὶ ὀλίγον ἐμπνέων, αἵματος πολ‐ λοῦ χεομένου. Ἰδὼν δὲ τὴν Χλόην καὶ ὀλίγον ἐκ τοῦ πρό‐ τερον ἔρωτος ἐμπύρευμα λαβὼν «ἐγὼ μὲν» εἶπε, «Χλόη,
5τεθνήξομαι μετ’ ὀλίγον· οἱ γάρ με ἀσεβεῖς λῃσταὶ πρὸ τῶν βοῶν μαχόμενον κατέκοψαν ὡς βοῦν.23

1

.

29

.

2

Σὺ δέ μοι καὶ Δάφνιν σῶσον κἀμοὶ τιμώρησον κἀκείνους ἀπόλεσον. Ἐπαίδευσα τὰς βοῦς ἤχῳ σύριγγος ἀκολουθεῖν καὶ διώ‐ κειν τὸ μέλος αὐτῆς, κἂν νέμωνταί ποι μακράν. Ἴθι δή,
5λαβοῦσα τὴν σύριγγα ταύτην ἔμπνευσον αὐτῇ μέλος ἐκεῖνο, ὃ Δάφνιν μὲν ἐγώ ποτε ἐδιδαξάμην, σὲ δὲ Δάφνις· τὸ δὲ ἐντεῦθεν τῇ σύριγγι μελήσει καὶ τῶν βοῶν ταῖς ἐκεῖ.

1

.

29

.

3

Χαρίζομαι δέ σοι καὶ τὴν σύριγγα αὐτήν, ᾖ πολλοὺς ἐρίζων καὶ βουκόλους ἐνίκησα καὶ αἰπόλους. Σὺ δὲ ἀντὶ τῶνδε καὶ ζῶντα ἔτι φίλησον καὶ ἀποθανόντα κλαῦσον· κἂν ἴδῃς ἄλλον νέμοντα τὰς βοῦς, ἐμοῦ μνημόνευσον.»
4

1

.

30

.

1

Δόρκων μὲν 〈δὴ〉 τοσαῦτα εἰπὼν καὶ φίλημα φιλήσας ὕστατον ἀφῆκεν ἅμα τῷ φιλήματι καὶ τῇ φωνῇ τὴν ψυχήν· ἡ δὲ Χλόη λαβοῦσα τὴν σύριγγα καὶ ἐνθεῖσα τοῖς χείλεσιν ἐσύριζε μέγιστον ὡς ἠδύνατο· καὶ αἱ βόες
5ἀκούουσι καὶ τὸ μέλος γνωρίζουσι καὶ ὁρμῇ μιᾷ μυκησά‐ μεναι πηδῶσιν εἰς τὴν θάλασσαν.

1

.

30

.

2

Βιαίου δὲ πηδή‐ ματος εἰς ἕνα τοῖχον τῆς νεὼς γενομένου καὶ ἐκ τῆς ἐμπτώσεως τῶν βοῶν κοίλης τῆς θαλάσσης διαστάσης τρέπεται μὲν ἡ ναῦς καὶ τοῦ κλύδωνος συνιόντος ἀπόλ‐
5λυται, οἱ δὲ ἐκπίπτουσιν οὐχ ὁμοίαν ἔχοντες ἐλπίδα σωτη‐ ρίας.

1

.

30

.

3

Οἱ μὲν γὰρ λῃσταὶ τὰς μαχαίρας παρήρτηντο καὶ τὰ ἡμιθωράκια 〈τὰ〉 λεπιδωτὰ ἐνεδέδυντο καὶ κνημῖ‐ δας εἰς μέσην κνήμην ὑπεδέδεντο· ὁ δὲ Δάφνις ἀνυπό‐
δετος, ὡς ἐν πεδίῳ νέμων, καὶ ἡμίγυμνος, ὡς ἔτι τῆς24
5ὥρας οὔσης καύματος.

1

.

30

.

4

Ἐκείνους μὲν οὖν ἐπ’ ὀλίγον νηξαμένους τὰ ὅπλα κατήνεγκεν εἰς βυθόν· ὁ δὲ Δάφνις τὴν μὲν ἐσθῆτα ῥᾳδίως ἀπεδύσατο, περὶ δὲ τὴν νῆξιν ἔκαμνεν, οἷα πρότερον νηχόμενος ἐν ποταμοῖς μόνοις·

1

.

30

.

5

ὕστερον δὲ παρὰ τῆς ἀνάγκης τὸ πρακτέον διδαχθεὶς εἰς μέσας ὥρμησε τὰς βοῦς, καὶ βοῶν δύο κεράτων ταῖς δύο χερσὶ λαβόμενος ἐκομίζετο μέσος ἀλύπως καὶ ἀπόνως, ὥσπερ ἐλαύνων ἅμαξαν.

1

.

30

.

6

[Νήχεται δὲ ἄρα βοῦς ὅσον οὐδὲ ἄνθρωπος· μόνων λείπεται τῶν ἐνύδρων ὀρνίθων καὶ αὖ τῶν ἰχθύων· οὐδ’ ἂν ἀπόλοιτο βοῦς νηχόμενος, εἰ μὴ τῶν χηλῶν οἱ ὄνυχες περιπέσοιεν διάβροχοι γενόμενοι.
5Μαρτυροῦσι τῷ λόγῳ μέχρι νῦν πολλοὶ τόποι τῆς θαλάσ‐ σης, βοὸς πόροι λεγόμενοι.]
6

1

.

31

.

1

Ἐκσῴζεται μὲν δὴ τὸν τρόπον τοῦτον ὁ Δάφνις, δύο κινδύνους παρ’ ἐλπίδα πᾶσαν διαφυγών, λῃστηρίου καὶ ναυαγίου· ἐξελθὼν δὲ καὶ τὴν Χλόην ἐπὶ τῆς γῆς γελῶσαν ἅμα καὶ δακρύουσαν εὑρὼν ἐμπίπτει τε
5αὐτῆς τοῖς κόλποις καὶ ἐπυνθάνετο τί βουλομένη συρί‐ σειεν·

1

.

31

.

2

ἡ δὲ αὐτῷ διηγεῖται πάντα· τὸν δρόμον τὸν ἐπὶ τὸν Δόρκωνα, τὸ παίδευμα τὸ τῶν βοῶν, πῶς κελευσ‐ θείη συρίσαι, καὶ ὅτι τέθνηκε Δόρκων· μόνον αἰδεσθεῖσα τὸ φίλημα οὐκ εἶπεν. Ἔδοξε δὴ τιμῆσαι τὸν εὐεργέτην,
5καὶ ἐλθόντες μετὰ τῶν προσηκόντων Δόρκωνα θάπτουσι τὸν ἄθλιον.

1

.

31

.

3

Γῆν μὲν οὖν πολλὴν ἐπέθεσαν, φυτὰ δὲ ἥμερα πολλὰ ἐφύτευσαν καὶ ἐξήρτησαν αὐτῷ τῶν ἔργων
ἀπαρχάς· ἀλλὰ καὶ γάλα κατέσπεισαν καὶ βότρυς κατέθλιψαν καὶ σύριγγας πολλὰς κατέκλασαν.25

1

.

31

.

4

Ἠκούσθη καὶ τῶν βοῶν ἐλεεινὰ μυκήματα καὶ δρόμοι τινὲς ὤφθησαν ἅμα τοῖς μυκήμασιν ἄτακτοι· καὶ ὡς ἐν ποιμέσιν εἰκάζετο καὶ αἰπό‐ λοις, ταῦτα θρῆνος ἦν τῶν βοῶν ἐπὶ βουκόλῳ τετελευτηκότι.
4

1

.

32

.

1

Μετὰ δὲ τὸν Δόρκωνος τάφον λούει τὸν Δάφνιν ἡ Χλόη πρὸς τὰς Νύμφας ἀγαγοῦσα [εἰς τὸ ἄντρον εἰσαγαγοῦσα]. Καὶ αὐτὴ τότε πρῶτον Δάφνιδος ὁρῶντος ἐλούσατο τὸ σῶμα λευκὸν καὶ καθαρὸν ὑπὸ κάλλους καὶ
5οὐδὲν λουτρῶν ἐς κάλλος δεόμενον·

1

.

32

.

2

καὶ ἄνθη τε συλ‐ λέξαντες, ὅσα [ἄνθη] τῆς ὥρας ἐκείνης, ἐστεφάνωσαν τὰ ἀγάλματα καὶ τὴν τοῦ Δόρκωνος σύριγγα τῆς πέτρας ἐξήρ‐ τησαν ἀνάθημα. Καὶ μετὰ τοῦτο ἐλθόντες ἐπεσκόπουν
5τὰς αἶγας καὶ τὰ πρόβατα.

1

.

32

.

3

Τὰ δὲ πάντα κατέκειτο μήτε νεμόμενα μήτε βληχώμενα, ἀλλ’, οἶμαι, τὸν Δάφνιν καὶ τὴν Χλόην ἀφανεῖς ὄντας ποθοῦντα. Ἐπεὶ γοῦν ὀφθέντες καὶ ἐβόησαν τὸ σύνηθες καὶ ἐσύρισαν, τὰ μὲν
5〈πρόβατα〉 ἀναστάντα ἐνέμετο, αἱ δὲ αἶγες ἐσκίρτων φρι‐ μασσόμεναι, καθάπερ ἡδόμεναι σωτηρίᾳ συνήθους αἰπό‐ λου.

1

.

32

.

4

Οὐ μὴν ὁ Δάφνις χαίρειν ἔπειθε τὴν ψυχήν, ἰδὼν τὴν Χλόην γυμνὴν καὶ τὸ πρότερον λανθάνον κάλλος ἐκκε‐ καλυμμένον. Ἤλγει τὴν καρδίαν ὡς ἐσθιομένην ὑπὸ φαρ‐ μάκων, καὶ αὐτῷ τὸ πνεῦμα ποτὲ μὲν λάβρον ἐξέπνει,
5καθάπερ τινὸς διώκοντος αὐτόν, ποτὲ δὲ ἐπέλειπε, καθά‐ περ ἐκδαπανηθὲν ἐν ταῖς προτέραις ἐπιδρομαῖς. Ἐδόκει τὸ λουτρὸν εἶναι τῆς θαλάσσης φοβερώτερον· ἐνόμιζε τὴν ψυχὴν ἔτι παρὰ τοῖς λῃσταῖς μένειν, οἷα νέος καὶ ἄγροι‐
κος καὶ ἔτι ἀγνοῶν τὸ ἔρωτος λῃστήριον.26

2

.

1

.

1

Ἤδη δὲ τῆς ὀπώρας ἀκμαζούσης καὶ ἐπείγοντος τοῦ τρυγητοῦ πᾶς ἦν κατὰ τοὺς ἀγροὺς ἐν ἔργῳ· ὁ μὲν ληνοὺς ἐπεσκεύαζεν, ὁ δὲ πίθους ἐξεκάθαιρεν, ὁ δὲ ἀρρί‐ χους ἔπλεκεν·

2

.

1

.

2

ἔμελέ τινι δρεπάνης μικρᾶς ἐς βότρυος τομὴν καὶ ἑτέρῳ λίθου θλῖψαι τὰ ἔνοινα τῶν βοτρύων δυναμένου καὶ ἄλλῳ λύγου ξηρᾶς πληγαῖς κατεξασμένης, ὡς ἂν ὑπὸ φωτὶ νύκτωρ τὸ γλεῦκος φέροιτο.

2

.

1

.

3

Ἀμελή‐ σαντες οὖν καὶ ὁ Δάφνις καὶ ἡ Χλόη τῶν αἰγῶν καὶ τῶν προβάτων, χειρὸς ὠφέλειαν ἄλλοις μετεδίδοσαν. Ὁ μὲν ἐβάσταζεν ἐν ἀρρίχοις βότρυς καὶ ἐπάτει ταῖς ληνοῖς
5ἐμβαλὼν καὶ εἰς τοὺς πίθους ἔφερε τὸν οἶνον· ἡ δὲ τρο‐ φὴν παρεσκεύαζε τοῖς τρυγῶσι καὶ ἐνέχει ποτὸν αὐτοῖς πρεσβύτερον οἶνον καὶ τῶν ἀμπέλων δὲ τὰς ταπεινοτέρας ἀπετρύγα.

2

.

1

.

4

Πᾶσα γὰρ κατὰ τὴν Λέσβον ἡ ἄμπελος ταπεινή, οὐ μετέωρος οὐδὲ ἀναδενδράς, ἀλλὰ κάτω τὰ κλήματα ἀποτείνουσα καὶ ὥσπερ κιττὸς νεμομένη· καὶ παῖς ἂν ἐφίκοιτο βότρυος ἄρτι τὰς χεῖρας ἐκ σπαργάνων
5λελυμένος.27

2

.

2

.

1

Οἷον οὖν εἰκὸς ἐν ἑορτῇ Διονύσου καὶ οἴνου γενέ‐ σει αἱ μὲν γυναῖκες ἐκ τῶν πλησίον ἀγρῶν εἰς ἐπικουρίαν κεκλημέναι τῷ Δάφνιδι τοὺς ὀφθαλμοὺς ἐπέβαλλον καὶ ἐπῄνουν ὡς ὅμοιον τῷ Διονύσῳ τὸ κάλλος· καί τις τῶν
5θρασυτέρων καὶ ἐφίλησε καὶ τὸν Δάφνιν παρώξυνε, τὴν δὲ Χλόην ἐλύπησεν·

2

.

2

.

2

οἱ δὲ ἐν ταῖς ληνοῖς ποικίλας φωνὰς ἔρριπτον ἐπὶ τὴν Χλόην καὶ ὥσπερ ἐπί τινα Βάκχην Σάτυροι μανικώτερον ἐπήδων καὶ ηὔχοντο γενέσθαι ποίμ‐ νια καὶ ὑπ’ ἐκείνης νέμεσθαι· ὥστε αὖ πάλιν ἡ μὲν ἥδετο,
5Δάφνις δὲ ἐλυπεῖτο.

2

.

2

.

3

Ηὔχοντο δὲ δὴ ταχέως παύσασ‐ θαι τὸν τρυγητὸν καὶ λαβέσθαι τῶν συνήθων χωρίων καὶ ἀντὶ τῆς ἀμούσου βοῆς ἀκούειν σύριγγος ἢ τῶν ποιμνίων αὐτῶν βληχωμένων.

2

.

2

.

4

Καὶ ἐπεὶ διαγενομένων ὀλίγων ἡμερῶν αἱ μὲν ἄμπελοι τετρύγηντο, πίθοι δὲ τὸ γλεῦκος εἶχον, ἔδει δὲ οὐκέτ’ οὐδὲν πολυχειρίας, κατήλαυνον τὰς ἀγέλας εἰς τὸ πεδίον καὶ μάλα χαίροντες τὰς Νύμφας
5προσεκύνουν, βότρυς αὐταῖς κομίζοντες ἐπὶ κλημάτων, ἀπαρχὰς τοῦ τρυγητοῦ.

2

.

2

.

5

Οὐδὲ τὸν πρότερον χρόνον ἀμελῶς ποτε παρῆλθον, ἀλλ’ ἀεί τε ἀρχόμενοι νομῆς προ‐ σήδρευον καὶ ἐκ νομῆς ἀνιόντες προσεκύνουν, καὶ πάντως τι ἐπέφερον, ἢ ἄνθος ἢ ὀπώραν ἢ φυλλάδα χλωρὰν ἢ
5γάλακτος σπονδήν.

2

.

2

.

6

Καὶ τούτου μὲν ὕστερον ἀμοιβὰς ἐκομίσαντο παρὰ τῶν θεῶν· τότε δὲ κύνες, φασίν, ἐκ δεσμῶν λυθέντες, ἐσκίρτων, ἐσύριττον, ᾖδον, τοῖς τράγοις
καὶ τοῖς προβάτοις συνεπάλαιον.28

2

.

3

.

1

Τερπομένοις δὲ αὐτοῖς ἐφίσταται πρεσβύτης σισύρας ἐνδεδυμένος, καρβατίνας ὑποδεδεμένος, πήραν ἐξηρτημένος, καὶ τὴν πήραν παλαιάν. Οὗτος πλησίον καθίσας αὐτῶν ὧδε εἶπε·

2

.

3

.

2

«Φιλητᾶς, ὦ παῖδες, ὁ πρεσβύτης ἐγώ, ὃς πολλὰ μὲν ταῖσδε ταῖς Νύμφαις ᾖσα, πολλὰ δὲ τῷ Πανὶ ἐκείνῳ ἐσύρισα, βοῶν δὲ πολλῆς ἀγέλης ἡγησάμην μόνῃ μου‐ σικῇ. Ἥκω δὲ ὑμῖν ὅσα εἶδον μηνύσων, ὅσα ἤκουσα
5ἀπαγγελῶν.

2

.

3

.

3

Κῆπός ἐστί μοι τῶν ἐμῶν χειρῶν, ὃν ἐξ οὗ νέμειν διὰ γῆρας ἐπαυσάμην, ἐξεπονησάμην, ὅσα ὧραι φέρουσι, πάντα ἔχων ἐν αὑτῷ καθ’ ὥραν ἑκάστην·

2

.

3

.

4

ἦρος ῥόδα 〈καὶ〉 κρίνα καὶ ὑάκινθος καὶ ἴα ἀμφότερα, θέρους μήκωνες καὶ ἀχράδες καὶ μῆλα πάντα, νῦν ἄμπελοι καὶ συκαῖ καὶ ῥοιαὶ καὶ μύρτα χλωρά.

2

.

3

.

5

Εἰς τοῦτον τὸν κῆπον ὀρνίθων ἀγέλαι συνέρχονται τὸ ἑωθινόν, τῶν μὲν ἐς τρο‐ φήν, τῶν δὲ ἐς ᾠδήν· συνηρεφὴς γὰρ καὶ κατάσκιος καὶ πηγαῖς τρισὶ κατάρρυτος· ἂν περιέλῃ τις τὴν αἱμασιάν,
5ἄλσος ὁρᾶν οἰήσεται.
5

2

.

4

.

1

Εἰσελθόντι δέ μοι τήμερον ἀμφὶ μέσην ἡμέραν ὑπὸ ταῖς ῥοιαῖς καὶ ταῖς μυρρίναις βλέπεται παῖς, μύρτα καὶ ῥοιὰς ἔχων, λευκὸς ὡς γάλα καὶ ξανθὸς ὡς πῦρ, στιλ‐ πνὸς ὡς ἄρτι λελουμένος· γυμνὸς ἦν, μόνος ἦν· ἔπαιζεν
5ὡς ἴδιον κῆπον τρυγῶν.

2

.

4

.

2

Ἐγὼ μὲν οὖν ὥρμησα ἐπ’ αὐτὸν ὡς συλληψόμενος, δείσας μὴ ὑπ’ ἀγερωχίας τὰς μυρρίνας καὶ τὰς ῥοιὰς κατακλάσῃ· ὁ δέ με κούφως καὶ ῥᾳδίως ὑπέφευγε, ποτὲ μὲν ταῖς ῥοδωνιαῖς ὑποτρέχων,
5ποτὲ δὲ ταῖς μήκωσιν ὑποκρυπτόμενος, ὥσπερ πέρδικος νεοττός.29

2

.

4

.

3

Καίτοι πολλάκις μὲν πράγματα ἔσχον ἐρί‐ φους γαλαθηνοὺς διώκων, πολλάκις δὲ ἔκαμον μεταθέων μόσχους ἀρτιγεννήτους· ἀλλὰ τοῦτο ποικίλον τι χρῆμα ἦν καὶ ἀθήρατον. Καμὼν οὖν ὡς γέρων καὶ ἐπερεισάμενος
5τῇ βακτηρίᾳ καὶ ἅμα φυλάττων μὴ φύγῃ, ἐπυνθανόμην τίνος ἐστὶ τῶν γειτόνων, καὶ τί βουλόμενος ἀλλότριον κῆπον τρυγᾷ.

2

.

4

.

4

Ὁ δὲ ἀπεκρίνατο μὲν οὐδέν, στὰς δὲ πλησίον ἐγέλα πάνυ ἁπαλὸν καὶ ἔβαλλέ με τοῖς μύρτοις καὶ οὐκ οἶδ’ ὅπως ἔθελγε μηκέτι θυμοῦσθαι. Ἐδεόμην οὖν εἰς χεῖρας ἐλθεῖν μηδὲν φοβούμενον ἔτι, καὶ ὤμνυον
5κατὰ τῶν μύρτων ἀφήσειν, ἐπιδοὺς μήλων καὶ ῥοιῶν, παρέξειν τε ἀεὶ τρυγᾶν τὰ φυτὰ καὶ δρέπειν τὰ ἄνθη, τυχὼν παρ’ αὐτοῦ φιλήματος ἑνός.
7

2

.

5

.

1

Ἐνταῦθα πάνυ καπυρὸν γελάσας ἀφίησι φωνήν, οἵαν οὔτε χελιδὼν οὔτε ἀηδὼν οὔτε κύκνος, ὅμοιος ἐμοὶ γέρων γενόμενος. «Ἐμοὶ μέν, ὦ Φιλητᾶ, φιλῆσαί σε φθό‐ νος οὐδείς· βούλομαι γὰρ φιλεῖσθαι μᾶλλον ἢ σὺ γενέσθαι
5νέος· ὅρα δὲ εἴ σοι καθ’ ἡλικίαν τὸ δῶρον·

2

.

5

.

2

οὐδὲν γάρ σε ὠφελήσει τὸ γῆρας πρὸς τὸ μὴ διώκειν ἐμὲ μετὰ τὸ ἓν φίλημα. Δυσθήρατος 〈δ’〉 εἰμὶ καὶ ἱέρακι καὶ ἀετῷ καὶ εἴ τις ἄλλος τούτων ὠκύτερος ὄρνις. Οὔ τοι παῖς ἐγὼ
5καὶ εἰ δοκῶ παῖς, ἀλλὰ καὶ τοῦ Κρόνου πρεσβύτερος καὶ αὐτοῦ τοῦ παντὸς χρόνου.

2

.

5

.

3

Καί σε οἶδα νέμοντα πρω‐ θήβην ἐν ἐκείνῳ τῷ ὄρει τὸ πλατὺ βουκόλιον καὶ παρήμην σοι συρίττοντι πρὸς ταῖς φηγοῖς ἐκείναις, ἡνίκα ἤρας
Ἀμαρυλλίδος· ἀλλά με οὐχ ἑώρας καίτοι πλησίον μάλα τῇ30
5κόρῃ παρεστῶτα. Σοὶ μὲν οὖν ἐκείνην ἔδωκα· καὶ ἤδη σοι παῖδες, ἀγαθοὶ βουκόλοι καὶ γεωργοί·

2

.

5

.

4

νῦν δὲ Δάφνιν ποιμαίνω καὶ Χλόην· καὶ ἡνίκα ἂν αὐτοὺς εἰς ἓν συναγάγω τὸ ἑωθινόν, εἰς τὸν σὸν ἔρχομαι κῆπον καὶ τέρ‐ πομαι τοῖς ἄνθεσι καὶ τοῖς φυτοῖς κἀν ταῖς πηγαῖς ταύ‐
5ταις λούομαι. Διὰ τοῦτο καλὰ καὶ τὰ ἄνθη καὶ τὰ φυτά, τοῖς ἐμοῖς λουτροῖς ἀρδόμενα.

2

.

5

.

5

Ὅρα δὲ μή τί σοι τῶν φυτῶν κατακέκλασται, μή τις ὀπώρα τετρύγηται, μή τις ἄνθους ῥίζα πεπάτηται, μή τις πηγὴ τετάρακται, καὶ χαῖρε μόνος ἀνθρώπων ἐν γήρᾳ θεασάμενος τοῦτο τὸ
5παιδίον.»
5

2

.

6

.

1

Ταῦτα εἰπὼν ἀνήλατο καθάπερ ἀηδόνος νεοττὸς ἐπὶ τὰς μυρρίνας, καὶ κλάδον ἀμείβων ἐκ κλάδου διὰ τῶν φύλλων ἀνεῖρπεν εἰς ἄκρον. Εἶδον αὐτοῦ καὶ πτέρυγας ἐκ τῶν ὤμων καὶ τοξάρια μεταξὺ τῶν πτερύγων [καὶ τῶν
5ὤμων], καὶ οὐκέτι εἶδον οὔτε ταῦτα οὔτε αὐτόν.

2

.

6

.

2

Εἰ δὲ μὴ μάτην ταύτας τὰς πολιὰς ἔφυσα μηδὲ γηράσας ματαιοτέρας τὰς φρένας ἐκτησάμην, Ἔρωτι, ὦ παῖδες κατέσπεισθε καὶ Ἔρωτι ὑμῶν μέλει.»
4

2

.

7

.

1

Πάνυ ἐτέρφθησαν ὥσπερ μῦθον οὐ λόγον ἀκούοντες καὶ ἐπυνθάνοντο τί ἐστί ποτε ὁ Ἔρως, πότερα παῖς ἢ ὄρνις, καὶ τί δύναται. Πάλιν οὖν ὁ Φιλητᾶς ἔφη· «θεός ἐστιν, ὦ παῖδες, ὁ Ἔρως, νέος καὶ καλὸς καὶ πετό‐
5μενος· διὰ τοῦτο καὶ νεότητι χαίρει καὶ κάλλος διώκει καὶ τὰς ψυχὰς ἀναπτεροῖ.

2

.

7

.

2

Δύναται δὲ τοσοῦτον ὅσον
οὐδὲ ὁ Ζεύς. Κρατεῖ μὲν στοιχείων, κρατεῖ δὲ ἄστρων, κρατεῖ δὲ τῶν ὁμοίων θεῶν· οὐδὲ ὑμεῖς τοσοῦτον τῶν αἰγῶν καὶ τῶν προβάτων.31

2

.

7

.

3

Τὰ ἄνθη πάντα Ἔρωτος ἔργα· τὰ φυτὰ ταῦτα τούτου ποιήματα· διὰ τοῦτον καὶ ποταμοὶ ῥέουσι καὶ ἄνεμοι πνέουσιν.

2

.

7

.

4

Ἔγνων δὲ ἐγὼ καὶ ταῦρον ἐρασθέντα, καὶ ὡς οἴστρῳ πληγεὶς ἐμυκᾶτο· καὶ τράγον φιλήσαντα αἶγα, καὶ ἠκολούθει πανταχοῦ. Αὐτὸς μὲν γὰρ ἤμην νέος καὶ ἠράσθην Ἀμαρυλλίδος· καὶ
5οὔτε τροφῆς ἐμεμνήμην οὔτε ποτὸν προσεφερόμην οὔτε ὕπνον ᾑρούμην.

2

.

7

.

5

Ἤλγουν τὴν ψυχήν, τὴν καρδίαν ἐπαλλόμην, τὸ σῶμα ἐψυχόμην· ἐβόων ὡς παιόμενος, ἐσιώπων ὡς νεκρούμενος, εἰς ποταμοὺς ἐνέβαινον ὡς καό‐ μενος.

2

.

7

.

6

Ἐκάλουν τὸν Πᾶνα βοηθόν, ὡς καὶ αὐτὸν τῆς Πίτυος ἐρασθέντα· ἐπῄνουν τὴν Ἠχὼ τὸ Ἀμαρυλλίδος ὄνομα μετ’ ἐμὲ καλοῦσαν· κατέκλων τὰς σύριγγας, ὅτι μοι τὰς μὲν βοῦς ἔθελγον, Ἀμαρυλλίδα δὲ οὐκ ἦγον.

2

.

7

.

7

Ἔρωτος γὰρ οὐδὲν φάρμακον, οὐ πινόμενον, οὐκ ἐσθιό‐ μενον, οὐκ ἐν ᾠδαῖς λαλούμενον, ὅτι μὴ φίλημα καὶ περι‐ βολὴ καὶ συγκατακλιθῆναι γυμνοῖς σώμασι.»
3

2

.

8

.

1

Φιλητᾶς μὲν τοσαῦτα παιδεύσας αὐτοὺς ἀπαλ‐ λάττεται, τυρούς τινας παρ’ αὐτῶν καὶ ἔριφον ἤδη κεράσ‐ την λαβών· οἱ δὲ μόνοι καταλειφθέντες, καὶ τότε πρῶτον ἀκούσαντες τὸ Ἔρωτος ὄνομα τάς τε ψυχὰς συνεστάλη‐
5σαν ὑπὸ λύπης, καὶ ἐπανελθόντες νύκτωρ εἰς τὰς ἐπαύ‐ λεις παρέβαλλον οἷς ἤκουσαν τὰ αὑτῶν.

2

.

8

.

2

«Ἀλγοῦσιν οἱ ἐρῶντες, καὶ ἡμεῖς· 〈τροφῆσ〉 ἀμελοῦσιν· [ἵν’] ἠμελή‐
καμεν· καθεύδειν οὐ δύνανται, τοῦτο μὲν [καὶ] νῦν πάσ‐ χομεν καὶ ἡμεῖς· κάεσθαι δοκοῦσι, καὶ παρ’ ἡμῖν τὸ πῦρ·32
5ἐπιθυμοῦσιν ἀλλήλους ὁρᾶν· διὰ τοῦτο θᾶττον εὐχόμεθα γενέσθαι τὴν ἡμέραν.

2

.

8

.

3

Σχεδὸν τοῦτό ἐστιν ὁ ἔρως, καὶ ἐρῶμεν ἀλλήλων οὐκ εἰδότες. Εἰ 〈γὰρ〉 τοῦτο μή ἐστιν [ὁ] ἔρως ἐγὼ δὲ ἐρώμενος, τί οὖν ταῦτα ἀλγοῦμεν, τί δὲ ἀλλήλους ζητοῦμεν; ἀληθῆ πάντα εἶπεν ὁ Φιλητᾶς.

2

.

8

.

4

Τὸ ἐκ τοῦ κήπου παιδίον ὤφθη καὶ τοῖς πατράσιν ἡμῶν ὄναρ ἐκεῖνο καὶ νέμειν ἡμᾶς τὰς ἀγέλας ἐκέλευσε. Πῶς ἄν τις αὐτὸ λάβοι; σμικρόν ἐστι καὶ φεύξεται. Καὶ πῶς ἄν τις αὐτὸ φύγοι; πτερὰ ἔχει καὶ καταλήψεται.

2

.

8

.

5

Ἐπὶ τὰς Νύμφας δεῖ βοηθοὺς καταφεύγειν. Ἀλλ’ οὐδὲ Φιλητᾶν ὁ Πὰν ὠφέλησεν Ἀμαρυλλίδος ἐρῶντα. Ὅσα εἶπεν ἄρα φάρμακα, ταῦτα ζητητέα, φίλημα καὶ περιβολὴν καὶ κεῖσθαι γυμνοὺς χαμαί. Κρύος μέν, ἀλλὰ
5καρτερήσομεν δεύτεροι μετὰ Φιλητᾶν.»
5

2

.

9

.

1

Τοῦτο αὐτοῖς γίνεται νυκτερινὸν παιδευτήριον. Καὶ ἀγαγόντες τῆς ἐπιούσης ἡμέρας τὰς ἀγέλας εἰς νομήν, ἐφίλησαν μὲν ἀλλήλους ἰδόντες καὶ—ὃ μήπω πρότερον ἐποίησαν—περιέβαλον τὰς χεῖρας ἐπαλλά‐
5ξαντες· τὸ δὲ τρίτον ὤκνουν φάρμακον ἀποδυθέντες κατακλιθῆναι· θρασύτερον γὰρ οὐ μόνον παρθένων ἀλλὰ καὶ νέων αἰπόλων.

2

.

9

.

2

Πάλιν οὖν νὺξ ἀγρυπνίαν ἔχουσα καὶ ἔννοιαν τῶν γεγενημένων καὶ κατάμεμψιν τῶν παρα‐ λελειμμένων. «Κατεφιλήσαμεν, καὶ οὐδὲν ὄφελος· περιε‐ βάλομεν, καὶ οὐδὲν πλέον σχεδόν· τὸ οὖν 〈συγ〉κατακλι‐
33
5θῆναι μόνον φάρμακον ἔρωτος. Πειρατέον καὶ τούτου· πάντως ἐν αὐτῷ τι κρεῖττον ἔσται φιλήματος.»
6

2

.

10

.

1

Ἐπὶ τούτοις τοῖς λογισμοῖς οἷον εἰκὸς καὶ ὀνεί‐ ρατα ἑώρων ἐρωτικά, τὰ φιλήματα, τὰς περιβολάς· καὶ ὅσα δὲ μεθ’ ἡμέραν οὐκ ἔπραξαν, ταῦτα ὄναρ ἔπραξαν· γυμνοὶ μετ’ ἀλλήλων ἔκειντο.

2

.

10

.

2

Ἐνθεώτεροι δὴ κατὰ τὴν ἐπιοῦσαν ἡμέραν ἀνέστησαν καὶ ῥοίζῳ τὰς ἀγέλας κατήλαυνον ἐπειγόμενοι πρὸς τὰ φιλήματα· καὶ ἰδόντες ἀλλήλους ἅμα μειδιάματι προσέδραμον.

2

.

10

.

3

Τὰ μὲν οὖν φιλήματα ἐγένετο καὶ ἡ περιβολὴ τῶν χειρῶν ἠκολούθησε, τὸ δὲ τρίτον φάρμακον ἐβράδυνε, μήτε τοῦ Δάφνιδος τολ‐ μῶντος εἰπεῖν, μήτε τῆς Χλόης βουλομένης κατάρχεσθαι,
5ἔστε τύχῃ καὶ τοῦτο ἔπραξαν.
5

2

.

11

.

1

Καθεζόμενοι 〈ἐπὶ〉 στελέχους δρυὸς πλησίον ἀλλήλων καὶ γευσάμενοι τῆς ἐν φιλήματι τέρψεως ἀπλή‐ στως ἐνεφοροῦντο τῆς ἡδονῆς. Ἦσαν δὲ καὶ χειρῶν περιβολαὶ θλῖψιν τοῖς στόμασι παρέχουσαι.

2

.

11

.

2

Κατὰ τὴν τῶν χειρῶν προσβολὴν βιαιότερον δή 〈τι〉 τοῦ Δάφνιδος
ἐπισπασαμένου κλίνεταί πως ἐπὶ πλευρὰν ἡ Χλόη· κἀκεῖ‐ νος δὲ συγκατακλίνεται τῷ φιλήματι ἀκολουθῶν. Καὶ34
5γνωρίσαντες τῶν ὀνείρων τὴν εἰκόνα κατέκειντο πολὺν χρόνον ὥσπερ συνδεδεμένοι.

2

.

11

.

3

Εἰδότες δὲ τῶν ἐντεῦθεν οὐδὲν καὶ νομίσαντες τοῦτο εἶναι πέρας ἐρωτικῆς ἀπο‐ λαύσεως, μάτην τὸ πλεῖστον τῆς ἡμέρας δαπανήσαντες διελύθησαν καὶ τὰς ἀγέλας ἀπήλαυνον, τὴν νύκτα μι‐
5σοῦντες. Ἴσως δὲ ἄν τι καὶ τῶν ἀληθῶν ἔπραξαν, εἰ μὴ θόρυβος τοιόσδε πᾶσαν τὴν ἀγροικίαν ἐκείνην κατέλαβε.
6

2

.

12

.

1

Νέοι Μηθυμναῖοι πλούσιοι διαθέσθαι τὸν τρυ‐ γητὸν ἐν ξενικῇ τέρψει θελήσαντες, ναῦν μικρὰν καθελ‐ κύσαντες καὶ οἰκέτας προσκώπους καθίσαντες, τοὺς Μιτυληναίων ἀγροὺς παρέπλεον, ὅσοι θαλάσσης πλησίον.

2

.

12

.

2

Εὐλίμενός τε γὰρ ἡ παραθαλασσία καὶ οἰκήσεσιν ἠσκη‐ μένη πολυτελῶς, καὶ λουτρὰ συνεχῆ, παράδεισοί τε καὶ ἄλση· τὰ μὲν φύσεως ἔργα, τὰ δ’ ἀνθρώπων τέχνη· πάντα ἐνηβῆσαι καλά.

2

.

12

.

3

Παραπλέοντες δὲ καὶ ἐνορ‐ μιζόμενοι κακὸν μὲν ἐποίουν οὐδέν, τέρψεις δὲ ποικίλας ἐτέρποντο, ποτὲ μὲν ἀγκίστροις καλάμων ἀπηρτημένοις ἐκ λίνου λεπτοῦ πετραίους ἰχθῦς ἁλιεύοντες ἐκ πέτρας
5ἁλιτενοῦς, ποτὲ δὲ κυσὶ καὶ δικτύοις λαγὼς φεύγοντας τὸν ἐν ταῖς ἀμπέλοις θόρυβον λαμβάνοντες·

2

.

12

.

4

ἤδη δὲ καὶ ὀρνίθων ἄγρας ἐμέλησεν αὐτοῖς, καὶ ἔλαβον βρόχοις χῆνας ἀγρίους καὶ νήττας καὶ ὠτίδας, ὥστε ἡ τέρψις αὐτοῖς καὶ τραπέζης ὠφέλειαν παρεῖχεν. Εἰ δέ τινος
5προσέδει, παρὰ τῶν ἐν τοῖς ἀγροῖς ἐλάμβανον, περιττο‐ τέρους τῆς ἀξίας ὀβολοὺς καταβάλλοντες.35

2

.

12

.

5

Ἔδει δὲ μόνον ἄρτου καὶ οἴνου καὶ στέγης· οὐ γὰρ ἀσφαλὲς ἐδό‐ κει μετοπωρινῆς ὥρας ἐνεστώσης ἐνθαλαττεύειν· ὥστε καὶ τὴν ναῦν ἀνεῖλκον ἐπὶ τὴν γῆν νύκτα χειμέριον δεδοι‐
5κότες.
5

2

.

13

.

1

Τῶν δή τις ἀγροίκων ἐς ἀνολκὴν λίθου θλίβον‐ τος τὰ πατηθέντα βοτρύδια χρῄζων σχοίνου, τῆς πρότε‐ ρον ῥαγείσης, κρύφα ἐπὶ τὴν θάλασσαν ἐλθών, ἀφρουρήτῳ τῇ νηῒ προσελθών, τὸ πεῖσμα ἐκλύσας, οἴκαδε κομίσας ἐς
5ὅ τι ἔχρῃζεν ἐχρήσατο.

2

.

13

.

2

Ἕωθεν οὖν οἱ Μηθυμναῖοι νεανίσκοι ζήτησιν ἐποιοῦντο τοῦ πείσματος καὶ—ὡμολό‐ γει γὰρ οὐδεὶς τὴν κλοπὴν—ὀλίγα μεμψάμενοι τοὺς ξενο‐ δόχους ἀπέπλεον· καὶ σταδίους τριάκοντα παρελάσαντες
5προσορμίζονται τοῖς ἀγροῖς, ἐν οἷς ᾤκουν ὁ Δάφνις καὶ ἡ Χλόη· ἐδόκει γὰρ αὐτοῖς καλὸν εἶναι τὸ πεδίον ἐς θήραν λαγῶν.

2

.

13

.

3

Σχοῖνον μὲν οὖν οὐκ εἶχον ὥστε ἐκδήσασθαι πεῖσμα· λύγον δὲ χλωρὰν μακρὰν στρέψαντες ὡς σχοῖνον, ταύτῃ τὴν ναῦν ἐκ τῆς πρύμνης ἄκρας εἰς τὴν γῆν ἔδη‐ σαν· ἔπειτα τοὺς κύνας ἀφέντες ῥινηλατεῖν ἐν ταῖς
5εὐκαίροις φαινομέναις τῶν ὁδῶν ἐλινοστάτουν.

2

.

13

.

4

Οἱ μὲν δὴ κύνες ἅμα ὑλακῇ διαθέοντες ἐφόβησαν τὰς αἶγας· αἱ δὲ τὰ ὀρεινὰ καταλιποῦσαι μᾶλλόν τι πρὸς τὴν θάλασσαν ὥρμησαν· ἔχουσαι δὲ οὐδὲν ἐν ψάμμῳ τρώξιμον, ἐλθοῦσαι
5πρὸς τὴν ναῦν αἱ θρασύτεραι αὐτῶν τὴν λύγον τὴν χλωράν,
ᾗ δέδετο ἡ ναῦς, ἀπέφαγον.36

2

.

14

.

1

Ἦν δέ τι καὶ κλυδώνιον ἐν τῇ θαλάσσῃ, κινη‐ θέντος ἀπὸ τῶν ὀρῶν πνεύματος. Ταχὺ δὴ μάλα λυθεῖ‐ σαν αὐτὴν ὑπήνεγκεν ἡ παλίρροια τοῦ κύματος καὶ ἐς τὸ πέλαγος μετέωρον ἔφερεν.

2

.

14

.

2

Αἰσθήσεως δὴ τοῖς Μηθυμ‐ ναίοις γενομένης οἱ μὲν ἐπὶ τὴν θάλασσαν ἔθεον, οἱ δὲ τοὺς κύνας συνέλεγον· ἐβόων δὲ πάντες, ὡς πάντας τοὺς ἐκ τῶν πλησίον ἀγρῶν ἀκούσαντας συνελθεῖν. Ἀλλ’ ἦν
5οὐδὲν ὄφελος· τοῦ γὰρ πνεύματος ἀκμάζοντος ἀσχέτῳ τάχει κατὰ ῥοῦν ἡ ναῦς ἐφέρετο.

2

.

14

.

3

Οἱ δ’ οὖν οὐκ ὀλίγων κτημάτων [οἱ Μηθυμναῖοι] στερόμενοι ἐζήτουν τὸν νέμοντα τὰς αἶγας· καὶ εὑρόντες τὸν Δάφνιν ἔπαιον, ἀπέδυον· εἷς δέ τις καὶ κυνόδεσμον ἀράμενος περιῆγε τὰς χεῖρας
5ὡς δήσων.

2

.

14

.

4

Ὁ δὲ ἐβόα τε παιόμενος καὶ ἱκέτευε τοὺς ἀγροίκους καὶ πρώτους γε τὸν Λάμωνα καὶ τὸν Δρύαντα βοηθοὺς ἐπεκαλεῖτο. Οἱ δὲ ἀντείχοντο σκληροὶ γέροντες καὶ χεῖρας ἐκ γεωργικῶν ἔργων ἰσχυρὰς ἔχοντες, καὶ
5ἠξίουν δικαιολογήσασθαι περὶ τῶν γεγενημένων.
5

2

.

15

.

1

Ταὐτὰ δὲ καὶ τῶν ἄλλων ἀξιούντων δικαστὴν καθίζουσι Φιλητᾶν τὸν βουκόλον· πρεσβύτατός τε γὰρ ἦν τῶν παρόντων καὶ κλέος εἶχεν ἐν τοῖς κωμήταις δικαιο‐ σύνης περιττῆς. Πρῶτοι δὲ κατηγόρουν οἱ Μηθυμναῖοι
5σαφῆ καὶ σύντομα, βουκόλον ἔχοντες δικαστήν.

2

.

15

.

2

«Ἤλθομεν εἰς τούτους τοὺς ἀγροὺς θηρᾶσαι θέ‐ λοντες. Τὴν μὲν οὖν ναῦν λύγῳ χλωρᾷ δήσαντες ἐπὶ τῆς ἀκτῆς κατελίπομεν, αὐτοὶ δὲ διὰ τῶν κυνῶν ζήτησιν
ἐποιούμεθα θηρίων. Ἐν τούτῳ πρὸς τὴν θάλασσαν αἱ37
5αἶγες τούτου κατελθοῦσαι τήν τε λύγον κατεσθίουσι καὶ τὴν ναῦν ἀπολύουσιν.

2

.

15

.

3

Εἶδες αὐτὴν ἐπὶ τῇ θαλάσσῃ φερομένην, πόσων οἴει μεστὴν ἀγαθῶν; Οἵα μὲν ἐσθὴς ἀπόλωλεν, οἷος δὲ κόσμος κυνῶν, ὅσον δὲ ἀργύριον. Τοὺς ἀγροὺς ἄν τις τούτους ἐκεῖνα ἔχων ὠνήσαιτο. Ἀνθ’ ὧν
5ἀξιοῦμεν ἄγειν τοῦτον, πονηρὸν ὄντα αἰπόλον, ὃς ἐπὶ τῆς θαλάσσης νέμει τὰς αἶγας ὡς ναύτης.»
6

2

.

16

.

1

Τοσαῦτα οἱ Μηθυμναῖοι κατηγόρησαν· ὁ δὲ Δάφνις διέκειτο μὲν κακῶς ὑπὸ τῶν πληγῶν, Χλόην δὲ ὁρῶν παροῦσαν πάντων κατεφρόνει καὶ ὧδε εἶπεν· «Ἐγὼ νέμω τὰς αἶγας καλῶς. Οὐδέποτε ᾐτιάσατο
5κωμήτης οὐδὲ εἷς ὡς ἢ κῆπόν τινος αἲξ ἐμὴ κατεβοσκή‐ σατο ἢ ἄμπελον βλαστάνουσαν κατέκλασεν.

2

.

16

.

2

Οὗτοι δέ εἰσι κυνηγέται πονηροὶ καὶ κύνας ἔχουσι κακῶς πεπαι‐ δευμένους, οἵτινες τρέχοντες πολλὰ καὶ ὑλακτοῦντες σκληρὰ κατεδίωξαν αὐτὰς ἐκ τῶν ὀρῶν καὶ τῶν πεδίων
5ἐπὶ τὴν θάλασσαν, ὥσπερ λύκοι.

2

.

16

.

3

Ἀλλὰ ἀπέφαγον τὴν λύγον· οὐ γὰρ εἶχον ἐν ψάμμῳ πόαν ἢ κόμαρον ἢ θύμον· Ἀλλὰ ἀπώλετο ἡ ναῦς ὑπὸ τοῦ πνεύματος καὶ τῆς θαλάσ‐ σης· ταῦτα χειμῶνος, οὐκ αἰγῶν ἐστιν ἔργα. Ἀλλὰ ἐσθὴς
5ἐνέκειτο καὶ ἄργυρος· καὶ τίς πιστεύσει νοῦν ἔχων ὅτι τοσαῦτα φέρουσα ναῦς πεῖσμα εἶχε λύγον;»
6

2

.

17

.

1

Τούτοις ἐπεδάκρυσεν ὁ Δάφνις καὶ εἰς οἶκτον ὑπηγάγετο τοὺς ἀγροίκους πολύν, ὥστε ὁ Φιλητᾶς, ὁ
δικαστής, ὤμνυε Πᾶνα καὶ Νύμφας μηδὲν ἀδικεῖν Δάφνιν, ἀλλὰ μηδὲ τὰς αἶγας, τὴν δὲ θάλασσαν καὶ τὸν ἄνε‐38
5μον, ὧν ἄλλους εἶναι δικαστάς.

2

.

17

.

2

Οὐκ ἔπειθε ταῦτα Φιλητᾶς Μηθυμναίους λέγων, ἀλλ’ ὑπ’ ὀργῆς ὁρμή‐ σαντες ἦγον τὸν Δάφνιν πάλιν καὶ συνδεῖν ἤθελον.

2

.

17

.

3

Ἐνταῦθα οἱ κωμῆται ταραχθέντες ἐπιπηδῶσιν αὐτοῖς ὡσεὶ ψᾶρες ἢ κολοιοί· καὶ ταχὺ μὲν ἀφαιροῦνται τὸν Δάφνιν ἤδη καὶ αὐτὸν μαχόμενον, ταχὺ δὲ ξύλοις παίοντες ἐκείνους εἰς φυγὴν ἔτρεψαν· ἀπέστησαν δὲ οὐ πρότερον
5ἔστε τῶν ὅρων αὐτοὺς ἐξήλασαν ἐς ἄλλους ἀγρούς.
5

2

.

18

.

1

Διωκόντων δὴ τοὺς Μηθυμναίους ἐκείνων ἡ Χλόη κατὰ πολλὴν ἡσυχίαν ἄγει πρὸς τὰς Νύμφας τὸν Δάφνιν καὶ ἀπονίπτει τε τὸ πρόσωπον ᾑμαγμένον ἐκ τῶν ῥινῶν ῥαγεισῶν ὑπὸ πληγῆς τινος, καὶ τῆς πήρας προκο‐
5μίσασα ζυμίτου μέρος καὶ τυροῦ τμῆμά τι, δίδωσι φαγεῖν· τό τε μάλιστα ἀνακτησόμενον αὐτόν, φίλημα ἐφίλησε μελιτῶδες ἁπαλοῖς τοῖς χείλεσι.
7

2

.

19

.

1

Τότε μὲν δὴ παρὰ τοσοῦτον Δάφνις ἦλθε κακοῦ. Τὸ δὲ πρᾶγμα οὐ ταύτῃ πέπαυτο, ἀλλ’ ἐλθόντες οἱ Μηθυμναῖοι μόλις εἰς τὴν ἑαυτῶν, ὁδοιπόροι μὲν ἀντὶ ναυτῶν, τραυματίαι δὲ ἀντὶ τρυφώντων, ἐκκλησίαν τε
5συνήγαγον τῶν πολιτῶν καὶ ἱκετηρίας θέντες ἱκέτευον τιμωρίας ἀξιωθῆναι·39

2

.

19

.

2

τῶν μὲν ἀληθῶν λέγοντες οὐδὲ ἕν, μὴ καὶ πρὸς καταγέλαστοι γένοιντο τοιαῦτα καὶ τοσαῦτα παθόντες ὑπὸ ποιμένων, κατηγοροῦντες δὲ Μιτυληναίων, ὡς τὴν ναῦν ἀφελομένων καὶ τὰ χρήματα διαρπασάντων
5πολέμου νόμῳ.

2

.

19

.

3

Οἱ δὲ πιστεύοντες διὰ τὰ τραύματα καὶ νεανίσκοις τῶν πρώτων παρ’ αὐτοῖς οἰκιῶν τιμωρῆσαι δίκαιον νομίζοντες Μιτυληναίοις μὲν πόλεμον ἀκήρυκτον ἐψηφίσαντο· τὸν δὲ στρατηγὸν ἐκέλευσαν δέκα ναῦς καθ‐
5ελκύσαντα κακουργεῖν αὐτῶν τὴν παραλίαν· πλησίον γὰρ χειμῶνος ὄντος οὐκ ἦν ἀσφαλὲς μείζονα στόλον πιστεύειν τῇ θαλάσσῃ.
7

2

.

20

.

1

Ὁ δὲ εὐθὺς τῆς ἐπιούσης ἀναγόμενος αὐτερέ‐ ταις στρατιώταις ἐπέπλει τοῖς παραθαλασσίοις τῶν Μιτυ‐ ληναίων ἀγροῖς. Καὶ πολλὰ μὲν ἥρπαζε ποίμνια, πολὺν δὲ σῖτον καὶ οἶνον, ἄρτι πεπαυμένου τοῦ τρυγητοῦ, καὶ
5ἀνθρώπους δὲ οὐκ ὀλίγους, ὅσοι τούτων ἐργάται.

2

.

20

.

2

Ἐπέ‐ πλευσε καὶ τοῖς τῆς Χλόης ἀγροῖς καὶ τοῦ Δάφνιδος, καὶ ἀπόβασιν ὀξεῖαν θέμενος λείαν ἤλαυνε τὰ ἐν ποσίν. Ὁ μὲν 〈δὴ〉 Δάφνις οὐκ ἔνεμε τὰς αἶγας ἀλλ’ ἐς τὴν ὕλην
5ἀνελθὼν φυλλάδα χλωρὰν ἔκοπτεν, ὡς ἔχοι τοῦ χειμῶνος παρέχειν τοῖς ἐρίφοις τροφήν· ὥστε ἄνωθεν θεασάμενος τὴν καταδρομὴν ἐνέκρυψεν αὑτὸν στελέχει κοίλῳ ξηρᾶς ὀξύης·

2

.

20

.

3

ἡ δὲ Χλόη παρῆν ταῖς ἀγέλαις καὶ διωκο‐ μένη καταφεύγει πρὸς τὰς Νύμφας ἱκέτις καὶ ἐδεῖτο
φείσασθαι καὶ ὧν ἔνεμε καὶ αὐτῆς διὰ τὰς θεάς. Ἀλλ’ ἦν οὐδὲν ὄφελος· οἱ γὰρ Μηθυμναῖοι πολλὰ τῶν ἀγαλ‐40
5μάτων κατακερτομήσαντες καὶ τὰς ἀγέλας ἤλασαν κἀκεί‐ νην ἤγαγον ὥσπερ αἶγα ἢ πρόβατον παίοντες λύγοις.
6

2

.

21

.

1

Ἔχοντες δὲ ἤδη τὰς ναῦς παντοδαπῆς ἁρπα‐ γῆς μεστάς, οὐκέτ’ ἐγίνωσκον περαιτέρω πλεῖν, ἀλλὰ τὸν οἴκαδε πλοῦν ἐποιοῦντο καὶ τὸν χειμῶνα καὶ τοὺς πολε‐ μίους δεδιότες. Οἱ μὲν οὖν ἀπέπλεον εἰρεσίᾳ προσ‐
5ταλαιπωροῦντες· ἄνεμος γὰρ οὐκ ἦν·

2

.

21

.

2

ὁ δὲ Δάφνις ἡσυχίας γενομένης ἐλθὼν εἰς τὸ πεδίον ἔνθα ἔνεμον, καὶ μήτε τὰς αἶγας ἰδὼν μήτε τὰ πρόβατα καταλαβὼν μήτε Χλόην εὑρὼν ἀλλὰ ἐρημίαν πολλὴν καὶ τὴν σύριγγα ἐρριμ‐
5μένην, ᾗ συνήθως ἐτέρπετο ἡ Χλόη,

2

.

21

.

3

μέγα βοῶν καὶ ἐλεεινὸν κωκύων ποτὲ μὲν πρὸς τὴν φηγὸν ἔτρεχεν ἔνθα ἐκαθέζοντο, ποτὲ δὲ ἐπὶ τὴν θάλασσαν ὡς ὀψόμενος αὐτήν, ποτὲ δὲ ἐπὶ τὰς Νύμφας, ἐφ’ ἃς διωκομένη κατέ‐
5φυγεν. Ἐνταῦθα καὶ ἔρριψεν ἑαυτὸν χαμαὶ καὶ ταῖς Νύμ‐ φαις ὡς προδούσαις κατεμέμφετο.
6

2

.

22

.

1

«Ἀφ’ ὑμῶν ἡρπάσθη Χλόη, καὶ τοῦτο ὑμεῖς ἰδεῖν ὑπεμείνατε; ἡ τοὺς στεφάνους ὑμῖν πλέκουσα, ἡ σπένδουσα τοῦ πρώτου γάλακτος, ἧς καὶ ἡ σῦριγξ ἥδε ἀνάθημα;

2

.

22

.

2

Αἶγα μὲν οὐδὲ μίαν μοι λύκος ἥρπασε, πολέμιοι δὲ τὴν ἀγέλην 〈ὅλην〉 καὶ τὴν συννέμουσαν. Καὶ
τὰς μὲν αἶγας ἀποδεροῦσι καὶ τὰ πρόβατα καταθύσουσι, Χλόη δὲ λοιπὸν πόλιν οἰκήσει.41

2

.

22

.

3

Ποίοις ποσὶν ἄπειμι παρὰ τὸν πατέρα καὶ τὴν μητέρα ἄνευ τῶν αἰγῶν, ἄνευ Χλόης, λιπεργάτης ἐσόμενος; ἔχω γὰρ νέμειν ἔτι οὐδέν.

2

.

22

.

4

Ἐνταῦθα περιμενῶ κείμενος ἢ θάνατον ἢ πόλεμον δεύ‐ τερον. Ἆρα καὶ σύ, Χλόη, τοιαῦτα πάσχεις; ἆρα μέμνη‐ σαι τοῦ πεδίου τοῦδε καὶ τῶν Νυμφῶν τῶνδε κἀμοῦ; ἢ παραμυθοῦνταί σε τὰ πρόβατα καὶ αἱ αἶγες αἰχμάλωτοι
5μετὰ σοῦ γενόμεναι;»
5

2

.

23

.

1

Τοιαῦτα λέγοντα αὐτὸν ἐκ τῶν δακρύων καὶ τῆς λύπης ὕπνος βαθὺς καταλαμβάνει. Καὶ αὐτῷ αἱ τρεῖς ἐφίστανται Νύμφαι, μεγάλαι γυναῖκες καὶ καλαί, ἡμίγυμ‐ νοι καὶ ἀνυπόδετοι, τὰς κόμας λελυμέναι καὶ τοῖς ἀγάλμα‐
5σιν ὅμοιαι.

2

.

23

.

2

Καὶ τὸ μὲν πρῶτον ἐῴκεσαν ἐλεοῦσαι τὸν Δάφνιν· ἔπειτα ἡ πρεσβυτάτη λέγει ἐπιρρωννύουσα. «Μηδὲν ἡμᾶς μέμφου, Δάφνι· Χλόης γὰρ ἡμῖν μᾶλλον ἢ σοὶ μέλει. Ἡμεῖς τοι καὶ παιδίον οὖσαν αὐτὴν ἠλεή‐
5σαμεν καὶ ἐν τῷδε τῷ ἄντρῳ κειμένην [αὐτὴν] ἀνεθρέψα‐ μεν.

2

.

23

.

3

Ἐκείνῃ 〈καὶ〉 πεδίοις κοινὸν οὐδὲν καὶ τοῖς προ‐ βατίοις τοῦ Δρύαντος. Καὶ νῦν δὲ ἡμῖν πεφρόντισται τὸ κατ’ ἐκείνην, ὡς μήτε εἰς τὴν Μήθυμναν κομισθεῖσα δου‐ λεύοι μὴτε μέρος γένοιτο λείας πολεμικῆς.

2

.

23

.

4

Καὶ τὸν Πᾶνα ἐκεῖνον τὸν ὑπὸ τῇ πίτυϊ ἱδρυμένον ὃν ὑμεῖς οὐδέποτε οὐδὲ ἄνθεσιν ἐτιμήσατε, τούτου ἐδεήθημεν ἐπίκουρον γε‐ νέσθαι Χλόης; συνήθης γὰρ στρατοπέδοις μᾶλλον ἡμῶν
5καὶ πολλοὺς ἤδη πολέμους ἐπολέμησε τὴν ἀγροικίαν κατα‐ λιπών· καὶ ἄπεισι τοῖς Μηθυμναίοις οὐκ ἀγαθὸς πολέμιος.42

2

.

23

.

5

Κάμνε δὲ μηδέν, ἀλλ’ ἀναστὰς ὄφθητι Λάμωνι καὶ Μυρτάλῃ, οἳ καὶ αὐτοὶ κεῖνται χαμαί, νομίζοντες καὶ σὲ μέρος γεγονέναι τῆς ἁρπαγῆς· Χλόη γάρ σοι τῆς ἐπιούσης ἀφίξεται μετὰ τῶν αἰγῶν, μετὰ τῶν προβάτων, καὶ νεμή‐
5σετε κοινῇ καὶ συρίσετε κοινῇ· τὰ δὲ ἄλλα μελήσει περὶ ὑμῶν Ἔρωτι.»
6

2

.

24

.

1

Τοιαῦτα ἰδὼν καὶ ἀκούσας Δάφνις ἀναπηδήσας τῶν ὕπνων καὶ κοινῇ ὑφ’ ἡδονῆς καὶ λύπης δακρύων τὰ ἀγάλματα τῶν Νυμφῶν προσεκύνει καὶ ἐπηγγέλλετο σωθεί‐ σης Χλόης θύσειν τῶν αἰγῶν τὴν ἀρίστην.

2

.

24

.

2

Δραμὼν δὲ καὶ ἐπὶ τὴν πίτυν, ἔνθα τὸ τοῦ Πανὸς ἄγαλμα ἵδρυτο τραγοσκελές, κερασφόρον, τῇ μὲν σύριγγα τῇ δὲ τράγον πηδῶντα κατέχον, κἀκεῖνον προσεκύνει καὶ ηὔχετο ὑπὲρ
5τῆς Χλόης καὶ τράγον θύσειν ἐπηγγέλλετο.

2

.

24

.

3

Καὶ μόλις ποτὲ περὶ ἡλίου καταφορὰς παυσάμενος δακρύων καὶ εὐχῶν, ἀράμενος τὰς φυλλάδας, ἃς ἔκοψεν, ἐπανῆλθεν εἰς τὴν ἔπαυλιν, καὶ τοὺς ἀμφὶ τὸν Λάμωνα πένθους ἀπαλ‐
5λάξας, εὐφροσύνης ἐμπλήσας,

2

.

24

.

4

τροφῆς τε ἐγεύσατο καὶ εἰς ὕπνον ὥρμησεν οὐδὲ τοῦτον ἄδακρυν, ἀλλ’ εὐχόμενος μὲν αὖθις τὰς Νύμφας ὄναρ ἰδεῖν, εὐχόμενος δὲ τὴν ἡμέ‐ ραν γενέσθαι ταχέως, ἐν ᾗ Χλόην ἐπηγγείλαντο αὐτῷ.
5Νυκτῶν πασῶν ἐκείνη ἔδοξε μακροτάτη γεγονέναι· ἐπράχθη
δὲ ἐπ’ αὐτῆς τάδε.43

2

.

25

.

1

Ὁ στρατηγὸς ὁ τῶν Μηθυμναίων ὅσον δέκα σταδίους ἀπελάσας ἠθέλησε τοὺς στρατιώτας τῇ κατα‐ δρομῇ κεκμηκότας ἀναλαβεῖν.

2

.

25

.

2

Ἄκρας οὖν ἐπεμβαινού‐ σης τῷ πελάγει λαβόμενος ἐπεκτεινομένης μηνοειδῶς, ἧς ἐντὸς θάλασσα γαληνότερον τῶν λιμένων ὅρμον εἰργάζετο, ἐνταῦθα τὰς ναῦς ἐπ’ ἀγκυρῶν μετεώρους διορμίσας, ὡς
5μηδεμίαν ἐκ τῆς γῆς τῶν ἀγροίκων τινὰ λυπῆσαι, ἀνῆκε τοὺς Μηθυμναίους εἰς τέρψιν εἰρηνικήν.

2

.

25

.

3

Οἱ δὲ ἔχοντες πάντων ἀφθονίαν ἐκ τῆς ἁρπαγῆς ἔπινον, ἔπαιζον, ἐπι‐ νίκιον ἑορτὴν ἐμιμοῦντο. Ἄρτι δὲ παυομένης ἡμέρας καὶ τῆς τέρψεως ἐς νύκτα ληγούσης αἰφνίδιον μὲν ἡ γῆ
5πᾶσα ἐδόκει λάμπεσθαι πυρί, κτύπος δὲ ἠκούετο ῥόθιος κωπῶν, ὡς ἐπιπλέοντος μεγάλου στόλου.

2

.

25

.

4

Ἐβόα τις ὁπλίζεσθαι, τὸν στρατηγὸν ἄλλος ἐκάλει, καὶ τετρῶσθαι τις ἐδόκει, καὶ σχῆμά τις ἔκειτο νεκροῦ μιμούμενος. Εἴκασεν ἄν τις ὁρᾶν νυκτομαχίαν οὐ παρόντων πολεμίων.
4

2

.

26

.

1

Τῆς δὲ νυκτὸς αὐτοῖς τοιαύτης γενομένης ἐπῆλθεν ἡ ἡμέρα πολὺ τῆς νυκτὸς φοβερωτέρα. Οἱ τράγοι μὲν οἱ τοῦ Δάφνιδος καὶ αἱ αἶγες κιττὸν ἐν τοῖς κέρασι κορυμβοφόρον εἶχον, οἱ δὲ κριοὶ καὶ αἱ ὄϊες τῆς Χλόης
5λύκων ὠρυγμὸν ὠρύοντο.

2

.

26

.

2

Ὤφθη δὲ καὶ αὐτὴ πίτυος ἐστεφανωμένη. Ἐγίνετο καὶ περὶ τὴν θάλασσαν αὐτὴν πολλὰ παράδοξα. Αἵ τε γὰρ ἄγκυραι κατὰ βυθοῦ πειρω‐ μένων ἀναφέρειν ἔμενον, αἵ τε κῶπαι καθιέντων εἰς εἰρε‐
5σίαν ἐθραύοντο· καὶ δελφῖνες πηδῶντες ἐξ ἁλὸς ταῖς οὐ‐ ραῖς παίοντες τὰς ναῦς ἔλυον τὰ γομφώματα.44

2

.

26

.

3

Ἠκούετό τις καὶ ἀπὸ τῆς ὀρθίου πέτρας τῆς ὑπὲρ τὴν ἄκραν σύριγ‐ γος ἦχος· ἀλλὰ οὐκ ἔτερπεν ὡς σῦριγξ, ἐφόβει δὲ τοὺς ἀκούοντας ὡς σάλπιγξ.

2

.

26

.

4

Ἐταράττοντο οὖν καὶ ἐπὶ τὰ ὅπλα ἔθεον καὶ πολεμίους ἐκάλουν τοὺς οὐ βλεπομένους, ὥστε πάλιν ηὔχοντο νύκτα ἐπελθεῖν, ὡς τευξόμενοι σπον‐ δῶν ἐν αὐτῇ.

2

.

26

.

5

Συνετὰ μὲν οὖν πᾶσιν ἦν τὰ γινόμενα τοῖς φρονοῦσιν ὀρθῶς ὅτι ἐκ Πανὸς ἦν τὰ φαντάσματα καὶ ἀκούσματα μηνίοντός τι τοῖς ναύταις· οὐκ εἶχον δὲ τὴν αἰτίαν συμβαλεῖν—οὐδὲν γὰρ ἱερὸν σεσύλητο Πανός—, ἔστε
5ἀμφὶ μέσην ἡμέραν ἐς ὕπνον οὐκ ἀθεεὶ τοῦ στρατηγοῦ καταπεσόντος αὐτὸς ὁ Πὰν ὤφθη τοιάδε λέγων·
6

2

.

27

.

1

«Ὦ πάντων ἀνοσιώτατοι καὶ ἀσεβέστατοι, τί ταῦτα μαινομέναις φρεσὶν ἐτολμήσατε; Πολέμου μὲν τὴν ἀγροικίαν ἐνεπλήσατε τὴν ἐμοὶ φίλην, ἀγέλας δὲ βοῶν καὶ αἰγῶν καὶ ποιμνίων ἀπηλάσατε τὰς ἐμοὶ μελο‐
5μένας·

2

.

27

.

2

ἀπεσπάσατε δὲ βωμῶν παρθένον, ἐξ ἧς Ἔρως μῦθον ποιῆσαι θέλει· καὶ οὔτε τὰς Νύμφας ᾐδέσ‐ θητε βλεπούσας οὔτε τὸν Πᾶνα ἐμέ. Οὔτ’ οὖν Μήθυμ‐ ναν ὄψεσθε μετὰ τοιούτων λαφύρων πλέοντες, οὔτε
5τήνδε φεύξεσθε τὴν σύριγγα τὴν ὑμᾶς ταράττουσαν·

2

.

27

.

3

ἀλλὰ ὑμᾶς βορὰν ἰχθύων θήσω καταδύσας, εἰ μὴ τὴν ταχίστην καὶ Χλόην ταῖς Νύμφαις ἀποδώσεις καὶ τὰς ἀγέλας Χλόης καὶ τὰς αἶγας καὶ τὰ πρόβατα. Ἀνάστα δὴ καὶ ἐκβίβαζε τὴν κόρην μεθ’ ὧν εἶπον. Ἡγήσομαι δὲ
5ἐγὼ καὶ σοὶ τοῦ πλοῦ κἀκείνῃ τῆς ὁδοῦ.»45

2

.

28

.

1

Πάνυ οὖν τεθορυβημένος ὁ Βρύαξις—οὕτω γὰρ ἐκαλεῖτο ὁ στρατηγὸς—ἀναπηδᾷ καὶ τῶν νεῶν καλέσας τοὺς ἡγεμόνας ἐκέλευσε τὴν ταχίστην ἐν τοῖς αἰχμαλώτοις ἀναζητεῖσθαι Χλόην.

2

.

28

.

2

Οἱ δὲ ταχέως καὶ ἀνεῦρον καὶ εἰς ὀφθαλμοὺς ἐκόμισαν· ἐκαθέζετο γὰρ τῆς πίτυος ἐστε‐ φανωμένη. Σύμβολον δὴ καὶ τοῦτο τῆς ἐν τοῖς ὀνείροις ὄψεως ποιούμενος ἐπ’ αὐτῆς τῆς ναυαρχίδος εἰς τὴν γῆν
5αὐτὴν κομίζει.

2

.

28

.

3

Κἀκείνη ἄρτι ἀποβεβήκει καὶ σύριγγος ἦχος ἀκούεται πάλιν ἐκ τῆς πέτρας, οὐκέτι πολεμικὸς καὶ φοβερός, ἀλλὰ ποιμενικὸς καὶ οἷος εἰς νομὴν ἡγεῖται ποιμνίων. Καὶ τά τε πρόβατα κατὰ τῆς ἀποβάθρας ἐξέ‐
5τρεχεν ἐξολισθαίνοντα τοῖς κέρασι τῶν χηλῶν, καὶ αἱ αἶγες πολὺ θρασύτερον, οἷα καὶ κρημνοβατεῖν εἰθισμέναι.
6

2

.

29

.

1

Καὶ ταῦτα μὲν περιίσταται κύκλῳ τὴν Χλόην ὥσπερ χορός, σκιρτῶντα καὶ βληχώμενα καὶ ὅμοια χαίρου‐ σιν· αἱ δὲ τῶν ἄλλων αἰπόλων αἶγες καὶ τὰ πρόβατα καὶ τὰ βουκόλια κατὰ χώραν ἔμενεν ἐν κοίλῃ νηΐ, καθάπερ
5αὐτὰ τοῦ μέλους μὴ καλοῦντος.

2

.

29

.

2

Θαύματι δὲ πάντων ἐχομένων καὶ τὸν Πᾶνα εὐφημούντων ὤφθη τούτων ἐν τοῖς στοιχείοις ἀμφοτέροις θαυμασιώτερα.

2

.

29

.

3

Τῶν μὲν Μηθυμ‐ ναίων, πρὶν ἀνασπάσαι τὰς ἀγκύρας, ἔπλεον αἱ νῆες καὶ τῆς ναυαρχίδος ἡγεῖτο δελφὶν πηδῶν ἐξ ἁλός· τῶν δὲ αἰγῶν καὶ τῶν προβάτων ἡγεῖτο σύριγγος ἦχος ἥδιστος,
5καὶ τὸν συρίττοντα ἔβλεπεν οὐδείς, ὥστε τὰ ποίμνια καὶ
αἱ αἶγες προῄεσαν ἅμα καὶ ἐνέμοντο τερπόμεναι τῷ μέλει.46

2

.

30

.

1

Δευτέρας που νομῆς καιρὸς ἦν, καὶ ὁ Δάφνις ἀπὸ σκοπῆς τινος μετεώρου θεασάμενος τὰς ἀγέλας καὶ τὴν Χλόην, μέγα βοήσας «ὦ Νύμφαι καὶ Πὰν» κατέδρα‐ μεν εἰς τὸ πεδίον καὶ περιπλακεὶς τῇ Χλόῃ [καὶ] λιπο‐
5θυμήσας κατέπεσε.

2

.

30

.

2

Μόλις δὲ ἔμβιος ὑπὸ τῆς Χλόης φιλούσης καὶ ταῖς περιβολαῖς θαλπούσης γενόμενος ἐπὶ τὴν συνήθη φηγὸν ἔρχεται· καὶ ὑπὸ τῷ στελέχει καθίσας ἐπυνθάνετο πῶς ἀπέδρα τοσούτους πολεμίους.

2

.

30

.

3

Ἡ δὲ αὐτῷ κατέλεξε πάντα, τὸν τῶν αἰγῶν κιττόν, τὸν τῶν προβάτων ὠρυγμόν, τὴν ἐπανθήσασαν τῇ κεφαλῇ πίτυν, τὸ ἐν τῇ γῇ πῦρ, τὸν ἐν τῇ θαλάσσῃ κτύπον, τὰ συρίσματα
5ἀμφότερα, τὸ πολεμικὸν καὶ τὸ εἰρηνικόν, τὴν νύκτα τὴν φοβεράν, ὅπως αὐτῇ ὁδὸν ἀγνοούσῃ καθηγήσατο τῆς ὁδοῦ μουσική.

2

.

30

.

4

Γνωρίσας οὖν ὁ Δάφνις τὰ τῶν Νυμφῶν ὀνείρατα καὶ τὰ τοῦ Πανὸς ἔργα, διηγεῖται καὶ αὐτὸς ὅσα εἶδεν, ὅσα ἤκουσεν· ὅτι μέλλων ἀποθνῄσκειν διὰ τὰς Νύμφας ἔζησε.

2

.

30

.

5

Καὶ τὴν μὲν ἀποπέμπει κομίσουσαν τοὺς ἀμφὶ τὸν Δρύαντα καὶ Λάμωνα καὶ ὅσα πρέπει θυσίᾳ· αὐτὸς δὲ ἐν τούτῳ τῶν αἰγῶν τὴν ἀρίστην συλλαβὼν καὶ κιττῷ στεφανώσας, ὥσπερ ὤφθησαν τοῖς πολεμίοις, καὶ
5γάλα τῶν κεράτων κατασπείσας, ἔθυσέ τε ταῖς Νύμφαις καὶ κρεμάσας ἀπέδειρε καὶ τὸ δέρμα ἀνέθηκεν.
6

2

.

31

.

1

Ἤδη δὲ παρόντων τῶν ἀμφὶ τὴν Χλόην, πῦρ ἀνακαύσας καὶ τὰ μὲν ἑψήσας τῶν κρεῶν τὰ δὲ ὀπτή‐ σας ἀπήρξατό τε ταῖς Νύμφαις καὶ κρατῆρα ἐπέσπεισε γλεύκους μεστὸν καὶ ἐκ φυλλάδος στιβάδας ὑποστορέσας
5ἐντεῦθεν ἐν τροφῇ ἦν καὶ πότῳ καὶ παιδιᾷ· καὶ ἅμα τὰς ἀγέλας ἐπεσκόπει, μὴ λύκος ἐμπεσὼν ἔργα ποιήσῃ πολε‐ μίων.47

2

.

31

.

2

ᾞσάν τινας καὶ ᾠδὰς εἰς τὰς Νύμφας, πα‐ λαιῶν ποιμένων ποιήματα. Νυκτὸς δὲ ἐπελθούσης αὐτοῦ κοιμηθέντες ἐν τῷ ἀγρῷ, τῆς ἐπιούσης τοῦ Πανὸς ἐμνη‐ μόνευον, καὶ τῶν τράγων τὸν ἀγελάρχην στεφανώσαντες
5πίτυος προσήγαγον τῇ πίτυϊ, καὶ ἐπισπείσαντες οἴνου καὶ εὐφημοῦντες τὸν θεὸν ἔθυσαν, ἐκρέμασαν, ἀπέδειραν·

2

.

31

.

3

καὶ τὰ μὲν κρέα ὀπτήσαντες καὶ ἑψήσαντες πλησίον ἔθηκαν ἐν τῷ λειμῶνι, ἐν τοῖς φύλλοις· τὸ δὲ δέρμα κέρασιν αὐτοῖς ἐνέπηξαν τῇ πίτυϊ πρὸς τῷ ἀγάλματι, ποιμενικὸν ἀνάθημα ποιμενικῷ θεῷ. Ἀπήρξαντο καὶ τῶν
5κρεῶν, ἀπέσπεισαν καὶ κρατῆρος μείζονος· ᾖσεν ἡ Χλόη, Δάφνις ἐσύρισεν.
6

2

.

32

.

1

Ἐπὶ τούτοις κατακλιθέντες ἤσθιον· καὶ αὐτοῖς ἐφίσταται Φιλητᾶς ὁ βουκόλος κατὰ τύχην στε‐ φανίσκους τινὰς τῷ Πανὶ κομίζων καὶ βότρυς ἔτι ἐν φύλ‐ λοις καὶ κλήμασι· καὶ αὐτῷ τῶν παίδων ὁ νεώτατος
5εἵπετο Τίτυρος, πυρρὸν παιδίον καὶ γλαυκόν, λευκὸν δὲ καὶ ἀγέρωχον· καὶ ἥλλετο κοῦφα βαδίζων ὥσπερ ἔριφος.

2

.

32

.

2

Ἀναπηδήσαντες οὖν συνεστεφάνουν τὸν Πᾶνα καὶ τὰ κλήματα τῆς κόμης τῆς πίτυος ἐξήρτων, καὶ κατακλί‐ ναντες πλησίον αὑτῶν συμπότην ἐποιοῦντο.

2

.

32

.

3

Καὶ οἷα δὴ γέροντες ὑποβεβρεγμένοι πρὸς ἀλλήλους πολλὰ ἔλεγον· ὡς ἔνεμον ἡνίκα ἦσαν νέοι, ὡς πολλὰς λῃστῶν καταδρομὰς διέφυγον· ἐσεμνύνετό τις ὡς λύκον ἀποκτείνας, ἄλλος ὡς
5μόνου τοῦ Πανὸς δεύτερα συρίσας· τοῦτο τοῦ Φιλητᾶ
τὸ σεμνολόγημα ἦν.48

2

.

33

.

1

Ὁ οὖν Δάφνις καὶ ἡ Χλόη πάσας δεήσεις προ‐ σέφερον μεταδοῦναι καὶ αὐτοῖς τῆς τέχνης, συρίσαι τε ἐν ἑορτῇ θεοῦ σύριγγι χαίροντος. Ἐπαγγέλλεται Φιλητᾶς, καίτοι τὸ γῆρας ὡς ἄπνουν μεμψάμενος, καὶ ἔλαβε σύριγγα
5τὴν τοῦ Δάφνιδος·

2

.

33

.

2

ἡ δὲ ἦν μικρὰ πρὸς μεγάλην τέχνην, οἷα ἐν στόματι παιδὸς ἐμπνεομένη. Πέμπει οὖν Τίτυρον ἐπὶ τὴν ἑαυτοῦ σύριγγα, τῆς ἐπαύλεως ἀπεχούσης σταδίους δέκα.

2

.

33

.

3

Ὁ μὲν οὖν ῥίψας τὸ ἐγκόμβωμα γυμνὸς ὥρμησε τρέχειν, ὥσπερ νεβρός· ὁ δὲ Λάμων ἐπηγγείλατο αὐτοῖς τὸν περὶ τῆς σύριγγος ἀφηγήσασθαι μῦθον, ὃν αὐτῷ Σικελὸς αἰπόλος ᾖσεν ἐπὶ μισθῷ τράγῳ καὶ σύριγγι·
4

2

.

34

.

1

«Αὕτη ἡ σῦριγξ τὸ ὄργανον οὐκ ἦν ὄργανον ἀλλὰ παρθένος καλὴ καὶ τὴν φωνὴν μουσική· αἶγας ἔνεμεν, Νύμφαις συνέπαιζεν, ᾖδεν οἷον νῦν. Πάν, ταύτης νεμού‐ σης παιζούσης ᾀδούσης, προσελθὼν ἔπειθεν ἐς ὅ τι ἔχρῃζε,
5καὶ ἐπηγγέλλετο τὰς αἶγας πάσας θήσειν διδυματόκους.

2

.

34

.

2

Ἡ δὲ ἐγέλα τὸν ἔρωτα αὐτοῦ, οὐδὲ ἐραστὴν ἔφη δέξασθαι μήτε τράγον 〈ὄντα〉 μήτε ἄνθρωπον ὁλόκληρον. Ὁρμᾷ διώκειν ὁ Πὰν πρὸς βίαν· ἡ Σῦριγξ ἔφευγε καὶ τὸν Πᾶνα καὶ τὴν βίαν· φεύγουσα κάμνουσα ἐς δόνακας
5κρύπτεται, εἰς ἕλος ἀφανίζεται.

2

.

34

.

3

Πὰν τοὺς δόνακας ὀργῇ τεμών, τὴν κόρην οὐχ εὑρών, τὸ πάθος μαθών, τὸ ὄργανον νοεῖ, [καὶ] τοὺς καλάμους κηρῷ συνδήσας ἀνί‐ σους, καθ’ ὅ τι καὶ ὁ ἔρως ἄνισος αὐτοῖς· καὶ ἡ τότε
5παρθένος καλὴ νῦν ἐστι σῦριγξ μουσική.»49

2

.

35

.

1

Ἄρτι πέπαυτο τοῦ μυθολογήματος ὁ Λάμων, καὶ ἐπῄνει Φιλητᾶς αὐτὸν ὡς εἰπόντα μῦθον ᾠδῆς γλυ‐ κύτερον, καὶ ὁ Τίτυρος ἐφίσταται τὴν σύριγγα τῷ πατρὶ κομίζων, μέγα ὄργανον καὶ αὐλῶν μεγάλων, καὶ ἵνα κεκή‐
5ρωτο, χαλκῷ πεποίκιλτο.

2

.

35

.

2

Εἴκασεν ἄν τις εἶναι ταύ‐ την ἐκείνην, ἣν ὁ Πὰν πρώτην ἐπήξατο. Διεγερθεὶς οὖν ὁ Φιλητᾶς καὶ καθίσας ἐν καθέδρᾳ ὄρθιον πρῶτον μὲν ἀπεπειράθη τῶν καλάμων εἰ εὔπνοοι·

2

.

35

.

3

ἔπειτα μαθὼν ὡς ἀκώλυτον διατρέχει τὸ πνεῦμα, ἐνέπνει τὸ ἐντεῦθεν πολὺ καὶ νεανικόν. Αὐλῶν τις ἂν ᾠήθη συναυλούντων ἀκούειν· τοσοῦτον ἤχει τὸ σύριγμα. Κατ’ ὀλίγον δὲ τῆς
5βίας ἀφαιρῶν εἰς τὸ τερπνότερον μετέβαλλε τὸ μέλος.

2

.

35

.

4

Καὶ πᾶσαν τέχνην ἐπιδεικνύμενος εὐνομίας μουσικῆς ἐσύριττεν οἷον βοῶν ἀγέλῃ πρέπον, οἷον αἰπολίῳ πρόσφο‐ ρον, οἷον ποίμναις φίλον. Τερπνὸν ἦν τὸ ποιμνίων, μέγα τὸ βοῶν, ὀξὺ τὸ αἰγῶν· ὅλως πάσας σύριγγας μία σῦριγξ
5ἐμιμήσατο.
5

2

.

36

.

1

Οἱ μὲν οὖν ἄλλοι σιωπῇ κατέκειντο τερπό‐ μενοι· Δρύας δὲ ἀναστὰς καὶ κελεύσας συρίζειν Διονυ‐ σιακὸν μέλος, ἐπιλήνιον αὐτοῖς ὄρχησιν ὠρχήσατο· καὶ ἐῴκει ποτὲ μὲν τρυγῶντι, ποτὲ δὲ φέροντι ἀρρίχους, εἶτα
5πατοῦντι τοὺς βότρυς, εἶτα πληροῦντι τοὺς πίθους, εἶτα πίνοντι τοῦ γλεύκους.

2

.

36

.

2

Ταῦτα πάντα οὕτως εὐσχη‐ μόνως ὠρχήσατο Δρύας καὶ ἐναργῶς, ὥστε ἐδόκουν βλέ‐ πειν καὶ τὰς ἀμπέλους καὶ τὴν ληνὸν καὶ τοὺς πίθους
καὶ ἀληθῶς Δρύαντα πίνοντα.50

2

.

37

.

1

Τρίτος δὴ γέρων οὗτος εὐδοκιμήσας ἐπ’ ὀρχήσει, φιλεῖ Χλόην καὶ Δάφνιν· οἱ δὲ μάλα ταχέως ἀνασ‐ τάντες ὠρχήσαντο τὸν μῦθον τοῦ Λάμωνος. Ὁ Δάφνις Πᾶνα ἐμιμεῖτο, τὴν Σύριγγα Χλόη· ὁ μὲν ἱκέτευε
5πείθων, ἡ δὲ ἀμελοῦσα ἐμειδία·

2

.

37

.

2

ὁ μὲν ἐδίωκε καὶ ἐπ’ ἄκρων τῶν ὀνύχων ἔτρεχε τὰς χηλὰς μιμούμενος, ἡ δὲ ἐνέφαινε τὴν κάμνουσαν ἐν τῇ φυγῇ. Ἔπειτα Χλόη μὲν εἰς τὴν ὕλην ὡς εἰς ἕλος κρύπτεται,

2

.

37

.

3

Δάφνις δὲ λαβὼν τὴν Φιλητᾶ σύριγγα τὴν μεγάλην ἐσύρισε γοερὸν ὡς ἐρῶν, ἐρωτικὸν ὡς πείθων, ἀνακλητικὸν ὡς ἐπιζητῶν, ὥστε ὁ Φιλητᾶς θαυμάσας φιλεῖ τε ἀναπηδήσας καὶ τὴν
5σύριγγα χαρίζεται φιλήσας καὶ εὔχεται καὶ Δάφνιν κατα‐ λιπεῖν αὐτὴν ὁμοίῳ διαδόχῳ.
6

2

.

38

.

1

Ὁ δὲ τὴν ἰδίαν ἀναθεὶς τῷ Πανὶ τὴν σμικρὰν καὶ φιλήσας ὡς ἐκ φυγῆς ἀληθινῆς εὑρεθεῖσαν τὴν Χλόην ἀπήλαυνε τὴν ἀγέλην συρίζων νυκτὸς ἤδη ἐπι‐ γινομένης· ἀπήλαυνε 〈δὲ〉 καὶ ἡ Χλόη τὴν ποίμνην τῷ
5μέλει τῆς σύριγγος συνάγουσα·

2

.

38

.

2

καὶ αἵ τε αἶγες πλη‐ σίον τῶν προβάτων ᾔεσαν, ὅ τε Δάφνις ἐβάδιζεν ἐγγὺς τῆς Χλόης, ὥστε ἐνέπλησαν ἕως νυκτὸς ἀλλήλους καὶ συνέθεντο θᾶττον τὰς ἀγέλας τῆς ἐπιούσης κατελάσαι·
5καὶ οὕτως ἐποίησαν.

2

.

38

.

3

Ἄρτι γοῦν ἀρχομένης ἡμέρας ἦλθον εἰς τὴν νομήν· καὶ τὰς Νύμφας προτέρας, εἶτα τὸν Πᾶνα προσαγορεύσαντες, τὸ ἐντεῦθεν ὑπὸ τῇ δρυῒ
καθεσθέντες ἐσύριττον· εἶτα ἀλλήλους ἐφίλουν, περιέ‐51
5βαλλον, κατεκλίνοντο, καὶ οὐδὲν δράσαντες πλέον ἀνίσ‐ ταντο. Ἐμέλησεν αὐτοῖς καὶ τροφῆς, καὶ ἔπιον οἶνον μίξαντες γάλα.
7

2

.

39

.

1

Καὶ τούτοις ἅπασι θερμότεροι γενόμενοι καὶ θρασύτεροι, πρὸς ἀλλήλους ἤριζον ἔριν ἐρωτικήν, καὶ κατ’ ὀλίγον εἰς ὅρκων πίστιν προῆλθον. Ὁ μὲν δὴ Δάφνις τὸν Πᾶνα ὤμοσεν ἐλθὼν ἐπὶ τὴν πίτυν μὴ ζήσεσθαι μόνος
5ἄνευ Χλόης μηδὲ μιᾶς χρόνον ἡμέρας·

2

.

39

.

2

ἡ δὲ Χλόη Δάφνιδι τὰς Νύμφας, εἰσελθοῦσα εἰς τὸ ἄντρον, τὸν αὐτὸν στέρξειν καὶ θάνατον καὶ βίον. Τοσοῦτον δὲ ἄρα τῇ Χλόῃ τὸ ἀφελὲς προσῆν ὡς κόρῃ, ὥστε ἐξιοῦσα τοῦ ἄντρου καὶ
5δεύτερον ἠξίου λαβεῖν ὅρκον παρ’ αὐτοῦ «ὦ Δάφνι» λέγουσα «θεὸς ὁ Πὰν ἐρωτικός ἐστι καὶ ἄπιστος·

2

.

39

.

3

ἠράσθη μὲν Πίτυος, ἠράσθη δὲ Σύριγγος· παύεται δὲ οὐδέποτε Δρυάσιν ἐνοχλῶν καὶ Ἐπιμηλίσι Νύμφαις πράγ‐ ματα παρέχων. Οὗτος μὲν οὖν ἀμεληθεὶς ἐν τοῖς ὅρκοις ἀμελήσει σε κολάσαι, κἂν ἐπὶ πλείονας ἔλθῃς γυναῖκας
5τῶν ἐν τῇ σύριγγι καλάμων·

2

.

39

.

4

σὺ δέ μοι τὸ αἰπόλιον τοῦτο ὄμοσον καὶ τὴν αἶγα ἐκείνην, ἥ σε ἀνέθρεψε, μὴ καταλιπεῖν Χλόην, ἔστ’ ἂν πιστή σοι μένῃ· ἄδικον δὲ εἰς σὲ καὶ τὰς Νύμφας γενομένην καὶ φεῦγε καὶ μίσει καὶ
5ἀπόκτεινον ὥσπερ λύκον.»

2

.

39

.

5

Ἥδετο ὁ Δάφνις ἀπιστούμενος καὶ στὰς εἰς μέσον τὸ αἰπόλιον καὶ τῇ μὲν τῶν χειρῶν αἰγὸς τῇ δὲ τράγου λαβόμενος ὤμνυε Χλόην φιλῆσαι φιλοῦσαν· κἂν ἕτερον
δὲ προκρίνῃ Δάφνιδος, ἀντ’ ἐκείνης αὑτὸν ἀποκτεῖναι.52

2

.

39

.

6

Ἡ δὲ ἔχαιρε καὶ ἐπίστευεν ὡς κόρη [καὶ] νέμουσα καὶ νομίζουσα τὰς αἶγας καὶ τὰ πρόβατα ποιμένων καὶ
αἰπόλων ἰδίους θεούς.53

3

.

1

.

1

Μιτυληναῖοι δὲ ὡς ᾔσθοντο τὸν ἐπίπλουν τῶν δέκα νεῶν καί τινες ἐμήνυσαν αὐτοῖς τὴν ἁρπαγὴν ἐλθόντες ἐκ τῶν ἀγρῶν, οὐκ ἀνασχετὸν νομίσαντες ταῦτα ἐκ Μηθυμναίων παθεῖν, ἔγνωσαν καὶ αὐτοὶ τὴν ταχίστην
5ἐπ’ αὐτοὺς ὅπλα κινεῖν·

3

.

1

.

2

καὶ καταλέξαντες ἀσπίδα τρισχιλίαν καὶ ἵππον πεντακοσίαν ἐξέπεμψαν κατὰ γῆν τὸν στρατηγὸν Ἵππασον, ὀκνοῦντες ἐν ὥρᾳ χειμῶνος τὴν θάλασσαν.
4

3

.

2

.

1

Ὁ δὲ ἐξορμηθεὶς ἀγροὺς μὲν οὐκ ἐλεηλάτει τῶν Μηθυμναίων οὐδὲ ἀγέλας καὶ κτήματα ἥρπαζε γεωργῶν καὶ ποιμένων, λῃστοῦ νομίζων ταῦτα ἔργα μᾶλλον ἢ στρα‐ τηγοῦ· ταχὺ δὲ ἐπὶ τὴν πόλιν αὐτὴν 〈ἦγεν〉 ὡς ἐπεισπε‐
5σούμενος ἀφρουρήτοις ταῖς πύλαις·

3

.

2

.

2

Καὶ αὐτῷ στα‐ δίους ὅσον ἑκατὸν ἀπέχοντι κῆρυξ ἀπαντᾷ σπονδὰς κομίζων.

3

.

2

.

3

Οἱ γὰρ Μηθυμναῖοι μαθόντες παρὰ τῶν ἑαλωκότων ὡς οὐδὲν ἴσασι Μιτυληναῖοι τῶν γεγενημένων, ἀλλὰ γεωργοὶ καὶ ποιμένες ὑβρίζοντας τοὺς νεανίσκους
ἔδρασαν ταῦτα, μετεγίνωσκον μὲν ὀξύτερα τολμήσαντες54
5εἰς γείτονα πόλιν ἢ σωφρονέστερα, σπουδὴν δὲ εἶχον ἀποδόντες πᾶσαν τὴν ἁρπαγὴν ἀδεῶς ἐπιμίγνυσθαι καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν.

3

.

2

.

4

Τὸν μὲν οὖν κήρυκα τοῖς Μιτυληναίοις ὁ Ἵππασος ἀποστέλλει, καίτοιγε αὐτοκράτωρ στρατηγὸς κεχειροτονημένος· αὐτὸς δὲ τῆς Μηθύμνης ὅσον ἀπὸ δέκα σταδίων στρατόπεδον βαλόμενος τὰς ἐκ
5τῆς πόλεως ἐντολὰς ἀνέμενε.

3

.

2

.

5

Καὶ δύο διαγενομένων ἡμερῶν ἐλθὼν ὁ ἄγγελος τήν τε ἁρπαγὴν ἐκέλευσε κομί‐ σασθαι καὶ ἀδικήσαντα μηδὲν ἀναχωρεῖν οἴκαδε· πολέμου γὰρ καὶ εἰρήνης ἐν αἱρέσει γενόμενοι, τὴν εἰρήνην εὕρισ‐
5κον κερδαλεωτέραν.
5

3

.

3

.

1

Ὁ μὲν δὴ Μηθυμναίων καὶ Μιτυληναίων πόλε‐ μος ἀδόκητον λαβὼν ἀρχὴν καὶ τέλος οὕτω διελύθη. Γίνε‐ ται δὲ χειμὼν Δάφνιδι καὶ Χλόῃ τοῦ πολέμου πικρότερος· ἐξαίφνης γὰρ περιπεσοῦσα πολλὴ χιὼν πάσας μὲν ἀπέ‐
5κλεισε τὰς ὁδούς, πάντας δὲ κατέκλεισε τοὺς γεωργούς.

3

.

3

.

2

Λάβροι μὲν οἱ χείμαρροι κατέρρεον, ἐπεπήγει δὲ κρύσ‐ ταλλος· τὰ δένδρα ἐῴκει κατακλωμένοις· ἡ γῆ πᾶσα ἀφανὴς ἦν ὅτι μὴ περὶ πηγάς που καὶ ῥεύματα.

3

.

3

.

3

Οὔτε οὖν ἀγέλην τις εἰς νομὴν ἦγεν οὔτε αὐτὸς προῄει τῶν θυρῶν, ἀλλὰ πῦρ καύσαντες μέγα περὶ ᾠδὰς ἀλεκτρυόνων οἱ μὲν δὴ λίνον ἔστρεφον, οἱ δὲ αἰγῶν τρίχας ἔπεκον, οἱ
5δὲ πάγας ὀρνίθων ἐσοφίζοντο.

3

.

3

.

4

Τότε βοῶν ἐπὶ φάτναις
φροντὶς ἦν ἄχυρον ἐσθιόντων, αἰγῶν καὶ προβάτων ἐν τοῖς σηκοῖς φυλλάδας, ὑῶν ἐν τοῖς συφεοῖς ἄκυλον καὶ βαλά‐ νους.55
4

3

.

4

.

1

Ἀναγκαίας οὖν οἰκουρίας ἐπεχούσης ἅπαντας οἱ μὲν ἄλλοι γεωργοὶ καὶ νομεῖς ἔχαιρον πόνων τε ἀπηλλαγ‐ μένοι πρὸς ὀλίγον καὶ τροφὰς ἑωθινὰς ἐσθίοντες καὶ καθεύδοντες μακρὸν ὕπνον, ὥστε αὐτοῖς τὸν χειμῶνα
5δοκεῖν καὶ θέρους καὶ μετοπώρου καὶ ἦρος αὐτοῦ γλυκύ‐ τερον.

3

.

4

.

2

Χλόη δὲ καὶ Δάφνις ἐν μνήμῃ γινόμενοι τῶν καταλειφθέντων τερπνῶν, ὡς ἐφίλουν, ὡς περιέβαλλον, ὡς ἅμα τὴν τροφὴν προσεφέροντο, νύκτας τε ἀγρύπνους διῆγον καὶ λυπηρὰς καὶ τὴν ἠρινὴν ὥραν ἀνέμενον ἐκ
5θανάτου παλιγγενεσίαν.

3

.

4

.

3

Ἐλύπει δὲ αὐτοὺς ἢ πήρα τις ἐλθοῦσα εἰς χεῖρας, ἐξ ἧς 〈συν〉ήσθιον, ἢ γαυλὸς ὀφθείς, ἐξ οὗ συνέπινον, ἢ σῦριγξ ἀμελῶς ἐρριμμένη, δῶρον ἐρωτικὸν γεγενημένη.

3

.

4

.

4

Ηὔχοντο δὴ ταῖς Νύμ‐ φαις καὶ τῷ Πανὶ [καὶ] τούτων αὐτοὺς ἐκλύσασθαι τῶν κακῶν καὶ δεῖξαί ποτε αὐτοῖς καὶ ταῖς ἀγέλαις ἥλιον· ἅμα τε εὐχόμενοι τέχνην ἐζήτουν, δι’ ἧς ἀλλήλους θεά‐
5σονται.

3

.

4

.

5

Ἡ μὲν δὴ Χλόη δεινῶς ἄπορος ἦν καὶ ἀμή‐ χανος· ἀεὶ γὰρ αὐτῇ συνῆν ἡ δοκοῦσα μήτηρ ἔριά τε ξαίνειν διδάσκουσα καὶ ἀτράκτους στρέφειν καὶ γάμου μνημονεύουσα· ὁ δὲ Δάφνις, οἷα σχολὴν ἄγων καὶ συνε‐
5τώτερος κόρης, τοιόνδε σόφισμα εὗρεν ἐς θέαν τῆς Χλόης.56

3

.

5

.

1

Πρὸ τῆς αὐλῆς τοῦ Δρύαντος, ἐπ’ αὐτῇ τῇ αὐλῇ, μυρρίναι μεγάλαι δύο καὶ κιττὸς ἐπεφύκει· αἱ μυρρίναι πλησίον ἀλλήλων, ὁ κιττὸς ἀμφοτέρων μέσος, ὥστε ἐφ’ ἑκατέραν διαθεὶς τοὺς ἀκρεμόνας ὡς ἄμπελος ἄντρου
5σχῆμα διὰ τῶν φύλλων ἐπαλλαττόντων ἐποίει· καὶ ὁ κόρυμβος πολὺς καὶ μέγας ὅσος βότρυς κλημάτων ἐξε‐ κρέματο.

3

.

5

.

2

Ἦν οὖν πολὺ πλῆθος περὶ αὐτὸν τῶν χει‐ μερινῶν ὀρνίθων ἀπορίᾳ τῆς ἔξω τροφῆς· πολὺς μὲν κόψιχος, πολλὴ δὲ κίχλη, καὶ φάτται καὶ ψᾶρες καὶ ὅσον ἄλλο κιττοφάγον πτερόν.

3

.

5

.

3

Τούτων τῶν ὀρνίθων ἐπὶ προφάσει θήρας ἐξώρμησεν ὁ Δάφνις, ἐμπλήσας μὲν τὴν πήραν ὀψημάτων μεμελιτωμένων, κομίζων δὲ ἐς πίστιν ἰξὸν καὶ βρόχους.

3

.

5

.

4

Τὸ μὲν οὖν μεταξὺ σταδίων ἦν οὐ πλέον δέκα· οὔπω δὲ ἡ χιὼν λελυμένη πολὺν αὐτῷ κάμα‐ τον παρέσχεν· ἔρωτι δὲ ἄρα πάντα βάσιμα καὶ πῦρ καὶ ὕδωρ καὶ Σκυθικὴ χιών.
4

3

.

6

.

1

Δρόμῳ οὖν πρὸς τὴν αὐλὴν ἔρχεται καὶ ἀποσει‐ σάμενος τῶν σκελῶν τὴν χιόνα τούς τε βρόχους ἔστησε καὶ τὸν ἰξὸν ῥάβδοις μακραῖς ἐπήλειψε· καὶ ἐκαθέζετο τὸ ἐντεῦθεν ὄρνιθας καὶ τὴν Χλόην μεριμνῶν.

3

.

6

.

2

Ἀλλ’ ὄρνιθες μὲν καὶ ἧκον πολλοὶ καὶ ἐλήφθησαν ἱκανοί, ὥστε πράγματα μυρία ἔσχε συλλέγων αὐτοὺς καὶ ἀποκτιννὺς καὶ ἀποδύων τὰ πτερά· τῆς δὲ αὐλῆς προῆλθεν οὐδείς, οὐκ
5ἀνήρ, οὐ γύναιον, οὐ κατοικίδιος ὄρνις, ἀλλὰ πάντες τῷ
πυρὶ παραμένοντες ἔνδον κατεκέκλειντο, ὥστε πάνυ ἠπο‐ ρεῖτο ὁ Δάφνις ὡς οὐκ αἰσίοις ὄρνισιν ἐλθών· καὶ ἐτόλμα πρόφασιν σκηψάμενος ὤσασθαι διὰ θυρῶν καὶ ἐζήτει πρὸς αὑτὸν ὅ τι λεχθῆναι πιθανώτερον.57

3

.

6

.

3

«Πῦρ ἐναυσόμενος ἦλθον. Μὴ γὰρ οὐκ ἦσαν ἀπὸ σταδίου γείτονες; Ἄρτους αἰτησόμενος ἧκον. Ἀλλ’ ἡ πήρα μεστὴ τροφῆς. Οἴνου δέομαι. Καὶ μὴν χθὲς καὶ
5πρώην ἐτρύγησας. Λύκος με ἐδίωκε. Καὶ ποῦ τὰ ἴχνη τοῦ λύκου; Θηράσων ἀφικόμην τοὺς ὄρνι‐ θας. Τί οὖν θηράσας οὐκ ἄπει; Χλόην θεάσασθαι βούλομαι.

3

.

6

.

4

Πατρὶ δὲ τίς καὶ μητρὶ παρθένου τοῦτο ὁμολογεῖ;» Πταίων δὴ πανταχοῦ, «ἀλλ’ οὐδὲν» 〈ἔφη〉 «τούτων ἁπάντων ἀνύποπτον. Ἄμεινον ἄρα σιγᾶν· Χλόην δὲ ἦρος ὄψομαι, ἐπεὶ μὴ εἵμαρτο, ὡς ἔοικε, χειμῶνός με
5ταύτην ἰδεῖν.»

3

.

6

.

5

Τοιαῦτα δή τινα διανοηθεὶς καὶ σιωπῇ τὰ θηραθέντα συλλαβὼν ὥρμητο ἀπιέναι· καὶ ὥσπερ αὐτὸν οἰκτείραντος τοῦ Ἔρωτος τάδε γίνεται.
3

3

.

7

.

1

Περὶ τράπεζαν εἶχον οἱ ἀμφὶ τὸν Δρύαντα· κρέα διῃρεῖτο, ἄρτοι παρετίθεντο, κρατὴρ ἐκιρνᾶτο. Εἷς δὴ κύων τῶν προβατευτικῶν ἀμέλειαν φυλάξας, κρέας ἁρπάσας ἔφυγε διὰ θυρῶν.

3

.

7

.

2

Ἀλγήσας ὁ Δρύας—καὶ γὰρ ἦν ἐκεί‐ νου μοῖρα—ξύλον ἁρπασάμενος ἐδίωκε κατ’ ἴχνος ὥσπερ κύων· διώκων δὲ κατὰ τὸν κιττὸν γενόμενος ὁρᾷ τὸν Δά‐ φνιν ἀνατεθειμένον ἐπὶ τοὺς ὤμους τὴν ἄγραν καὶ ἀπο‐
5σοβεῖν ἐγνωκότα.

3

.

7

.

3

Κρέως μὲν καὶ κυνὸς αὐτίκα ἐπε‐ λάθετο, μέγα δὲ βοήσας «χαῖρε, ὦ παῖ» περιεπλέκετο καὶ κατεφίλει καὶ ἦγεν ἔσω 〈τῆς χειρὸσ〉 λαβόμενος. Μικροῦ μὲν οὖν ἰδόντες ἀλλήλους εἰς τὴν γῆν κατερρύησαν· μεῖναι
58
5δὲ καρτερήσαντες ὀρθοὶ προσηγόρευσάν τε καὶ κατεφίλησαν· καὶ τοῦτο οἱονεὶ ἔρεισμα αὐτοῖς τοῦ μὴ πεσεῖν ἐγένετο.
6

3

.

8

.

1

Τυχὼν δὲ ὁ Δάφνις παρ’ ἐλπίδας καὶ φιλήματος καὶ Χλόης τοῦ τε πυρὸς ἐκαθέσθη πλησίον καὶ ἐπὶ τὴν τράπεζαν ἀπὸ τῶν ὤμων τὰς φάττας ἀπεφορτίζετο καὶ τοὺς κοψίχους, καὶ διηγεῖτο πῶς ἀσχάλλων πρὸς τὴν οἰκου‐
5ρίαν ὥρμησε πρὸς ἄγραν, καὶ ὅπως τὰ μὲν βρόχοις αὐτῶν τὰ δὲ ἰξῷ λάβοι τῶν μύρτων καὶ τοῦ κιττοῦ γλιχόμενα.

3

.

8

.

2

Οἱ δὲ ἐπῄνουν τὸ ἐνεργὸν καὶ ἐκέλευον ἐσθίειν ὧν ὁ κύων κατέλιπεν, ἐκέλευον δὲ καὶ τῇ Χλόῃ πιεῖν ἐγχέαι. Καὶ ἣ χαίρουσα τοῖς τε ἄλλοις ὤρεξε καὶ Δάφνιδι μετὰ τοὺς ἄλλους· ἐσκήπτετο γὰρ ὀργίζεσθαι, διότι ἐλθὼν ἔμελλεν
5ἀποτρέχειν οὐκ ἰδών· ὅμως μέντοι πρὶν προσενεγκεῖν ἀπ‐ έπιεν, εἶθ’ οὕτως ἔδωκεν. Ὁ δέ, καίτοι διψῶν, βραδέως ἔπινε, παρέχων ἑαυτῷ διὰ τῆς βραδυτῆτος μακροτέραν ἡδονήν.
8

3

.

9

.

1

Ἡ μὲν δὴ τράπεζα ταχέως ἐγένετο κενὴ ἄρτων καὶ κρεῶν· καθήμενοι δὲ περὶ τῆς Μυρτάλης καὶ τοῦ Λάμω‐ νος ἐπυνθάνοντο καὶ εὐδαιμόνιζον αὐτοὺς τοιούτου γηρο‐ τρόφου εὐτυχήσαντας.

3

.

9

.

2

Καὶ τοῖς ἐπαίνοις μὲν ἥδετο, Χλόης ἀκροωμένης· ὅτε δὲ κατεῖχον αὐτόν, ὡς θύσοντες Διο‐ νύσῳ τῆς ἐπιούσης ἡμέρας, μικροῦ δεῖν ὑφ’ ἡδονῆς ἐκείνους ἀντὶ τοῦ Διονύσου προσεκύνησεν.

3

.

9

.

3

Αὐτίκα οὖν ἐκ τῆς πήρας προεκόμιζε μελιτώματα πολλὰ καὶ τοὺς θηραθέντας δὲ τῶν ὀρνίθων· καὶ τούτους ἐς τράπεζαν νυκτερινὴν ηὐ‐ τρέπιζον.
59

3

.

9

.

4

Δεύτερος κρατὴρ ἵστατο καὶ δεύτερον πῦρ ἀνεκάετο, καὶ ταχὺ μάλα νυκτὸς γενομένης, δευτέρας τρα‐ πέζης ἐνεφοροῦντο, μεθ’ ἣν τὰ μὲν μυθολογήσαντες τὰ δὲ ᾄσαντες εἰς ὕπνον ἐχώρουν, Χλόη μετὰ τῆς μητρός, Δρύ‐
5ας ἅμα Δάφνιδι.

3

.

9

.

5

Χλόῃ μὲν οὖν οὐδὲν χρηστὸν ἦν ὅτι μὴ τῆς ἐπιούσης ἡμέρας ὀφθησόμενος ὁ Δάφνις· Δάφνις δὲ κενὴν τέρψιν ἐτέρπετο· τερπνὸν γὰρ ἐνόμιζε καὶ πατρὶ συγκοιμηθῆναι Χλόης· ὥστε καὶ περιέβαλλεν αὐτὸν καὶ κα‐
5τεφίλει πολλάκις, ταῦτα πάντα ποιεῖν Χλόην ὀνειροπο‐ λούμενος.
6

3

.

10

.

1

Ὡς δὲ ἐγένετο ἡμέρα, κρύος μὲν ἦν ἐξαίσιον καὶ αὔρα βόρειος ὑπέκαε πάντα. Οἱ δὲ ἀναστάντες θύουσι τῷ Διονύσῳ κριὸν ἐνιαύσιον καὶ πῦρ ἀνακαύσαντες μέγα παρα‐ σκευάζοντο τροφήν.

3

.

10

.

2

Τῆς οὖν Νάπης ἀρτοποιούσης καὶ τοῦ Δρύαντος τὸν κριὸν ἕψοντος, σχολῆς ὁ Δάφνις καὶ ἡ Χλόη λαβόμενοι προῆλθον τῆς αὐλῆς ἵνα ὁ κιττός· καὶ πάλιν βρόχους στήσαντες καὶ ἰξὸν ἐπαλείψαντες ἐθήρων πλῆθος
5οὐκ ὀλίγον ὀρνίθων.

3

.

10

.

3

Ἦν δὲ αὐτοῖς καὶ φιλημάτων ἀπό‐ λαυσις συνεχὴς καὶ λόγων ὁμιλία τερπνή. «Διὰ σὲ ἦλθον, Χλόη. Οἶδα, Δάφνι· Διὰ σὲ ἀπολλύω τοὺς ἀθλίους κοψίχους. Τίς οὖν σοι γένωμαι; Μέμνησό μου.
5 Μνημονεύω, νὴ τὰς Νύμφας, ἃς ὤμοσά ποτε εἰς ἐκεῖνο τὸ ἄντρον, εἰς ὃ ἥξομεν εὐθέως, ὡς ἂν ἡ χιὼν τακῇ.

3

.

10

.

4

Ἀλλὰ πολλή ἐστι, Χλόη, καὶ δέδοικα μὴ ἐγὼ πρὸ ταύτης τακῶ· Θάρρει, Δάφνι, θερμός ἐστιν ὁ ἥλιος. Εἰ γὰρ οὕτως γένοιτο, Χλόη, θερμός, ὡς τὸ κᾶον πῦρ τὴν καρδίαν τὴν ἐμήν. Παίζεις ἀπατῶν
60
5με. Οὐ μὰ τὰς αἶγας, ἃς σύ με ἐκέλευες ὀμνύειν.»
5

3

.

11

.

1

Τοιαῦτα ἀντιφωνήσασα πρὸς τὸν Δάφνιν ἡ Χλόη καθάπερ ἠχώ, καλούντων αὐτοὺς τῶν περὶ τὴν Νάπην εἰσέ‐ δραμον, πολὺ περιττοτέραν τῆς χθιζῆς θήραν κομίζοντες· καὶ ἀπαρξάμενοι τῷ Διονύσῳ κρατῆρος ἤσθιον κιττῷ τὰς
5κεφαλὰς ἐστεφανωμένοι.

3

.

11

.

2

Καὶ ἐπεὶ καιρὸς ἦν, ἰακχά‐ σαντες καὶ εὐάσαντες προέπεμπον τὸν Δάφνιν, πλήσαντες αὐτοῦ τὴν πήραν κρεῶν καὶ ἄρτων. Ἔδωκαν δὲ καὶ τὰς φάττας καὶ τὰς κίχλας Λάμωνι καὶ Μυρτάλῃ κομίζειν, ὡς
5αὐτοὶ θηράσοντες ἄλλας, ἔστ’ ἂν ὁ χειμὼν μένῃ καὶ ὁ κιτ‐ τὸς μὴ λείπῃ.

3

.

11

.

3

Ὁ δὲ ἀπῄει, φιλήσας αὐτοὺς προτέ‐ ρους Χλόης, ἵνα τὸ ἐκείνης φίλημα καθαρὸν μείνῃ. Καὶ ἄλλας δὲ πολλὰς ἦλθεν ὁδοὺς ἐπ’ ἄλλαις τέχναις, ὥστε μὴ παντάπασιν αὐτοῖς γενέσθαι τὸν χειμῶνα ἀνέραστον.
4

3

.

12

.

1

Ἤδη δὲ ἦρος ἀρχομένου καὶ τῆς μὲν χιόνος λυο‐ μένης, τῆς δὲ γῆς γυμνουμένης καὶ τῆς πόας ὑπανθούσης οἵ τε ἄλλοι νομεῖς ἦγον τὰς ἀγέλας εἰς νομὴν καὶ πρὸ τῶν ἄλλων Χλόη καὶ Δάφνις, οἷα μείζονι δουλεύοντες ποιμένι.

3

.

12

.

2

Εὐθὺς οὖν δρόμος ἦν ἐπὶ τὰς Νύμφας καὶ τὸ ἄντρον, ἐντεῦθεν ἐπὶ τὸν Πᾶνα καὶ τὴν πίτυν, εἶτα ἐπὶ τὴν δρῦν,
ὑφ’ ἣν καθίζοντες καὶ τὰς ἀγέλας ἔνεμον καὶ ἀλλήλους κα‐ τεφίλουν. Ἀνεζήτησάν τε καὶ ἄνθη στεφανῶσαι θέλοντες61
5τοὺς θεούς· τὰ δὲ ἄρτι ὁ ζέφυρος τρέφων καὶ ὁ ἥλιος θερ‐ μαίνων ἐξῆγεν· ὅμως δὲ εὑρέθη καὶ ἴα καὶ νάρκισσος καὶ ἀναγαλλὶς καὶ ὅσα ἦρος πρωτοφορήματα.

3

.

12

.

3

Ἡ μὲν Χλόη καὶ ὁ Δάφνις ἀπὸ αἰγῶν καὶ ἀπὸ ὀΐων τινῶν γάλα νέον 〈ἔ‐ πινον〉 καὶ τούτου στεφανοῦντες τὰ ἀγάλματα κατέσπεισαν.

3

.

12

.

4

Ἀπήρξαντο καὶ σύριγγος, καθάπερ τὰς ἀηδόνας εἰς τὴν μουσικὴν ἐρεθίζοντες· αἱ δ’ ὑπεφθέγγοντο ἐν ταῖς λόχμαις καὶ τὸν Ἴτυν κατ’ ὀλίγον ἠκρίβουν, ὥσπερ ἀναμιμνῃσκόμε‐ ναι τῆς ᾠδῆς ἐκ μακρᾶς σιωπῆς.
4

3

.

13

.

1

Ἐβληχήσατό που καὶ ποίμνιον· ἐσκίρτησάν που καὶ ἄρνες καὶ ταῖς μητράσιν ὑποκλάσαντες αὑτοὺς τὴν θη‐ λὴν ἔσπασαν· τὰς δὲ μήπω τετοκυίας οἱ κριοὶ κατεδίωκόν τε καὶ κάτω στήσαντες ἔβαινον ἄλλος ἄλλην.

3

.

13

.

2

Ἐγίνοντο καὶ τράγων διώγματα καὶ ἐς τὰς αἶγας ἐρωτικώτερα πηδήματα, καὶ ἐμάχοντο περὶ τῶν αἰγῶν· καὶ ἕκαστος εἶχεν ἰδίας καὶ ἐφύλαττε μή τις αὐτὰς μοιχεύσῃ λαθών.

3

.

13

.

3

Καὶ γέροντας ὁρῶντας ἐξώρμησεν εἰς ἀφροδίτην τὰ τοιαῦτα θεάματα· οἱ δέ, νέοι καὶ σφριγῶντες καὶ πολὺν ἤδη χρόνον ἔρωτα ζη‐ τοῦντες, ἐξεκάοντο πρὸς τὰ ἀκούσματα καὶ ἐτήκοντο πρὸς
5τὰ θεάματα καὶ ἐζήτουν καὶ αὐτοὶ περιττότερόν τι φιλήμα‐ τος καὶ περιβολῆς, μάλιστα δὲ ὁ Δάφνις.

3

.

13

.

4

Οἷα γοῦν
ἐνηβήσας τῇ κατὰ τὸν χειμῶνα οἰκουρίᾳ καὶ εὐσχολίᾳ πρός τε τὰ φιλήματα ὤργα καὶ πρὸς τὰς περιβολὰς ἐσκιτάλιζε καὶ ἦν ἐς πᾶν ἔργον περιεργότερος καὶ θρασύτερος.62
4

3

.

14

.

1

ᾜτει δὴ τὴν Χλόην χαρίσασθαί οἱ πᾶν ὅσον βού‐ λεται καὶ γυμνὴν γυμνῷ συγκατακλιθῆναι μακρότερον ἢ πρόσθεν εἰώθεσαν· τοῦτο γὰρ λείπειν τοῖς Φιλητᾶ παιδεύ‐ μασιν, ἵνα δὴ γένηται τὸ μόνον ἔρωτα παῦον φάρμακον.

3

.

14

.

2

Τῆς δὲ πυνθανομένης τί πλέον ἐστὶ φιλήματος καὶ περιβο‐ λῆς καὶ αὐτῆς κατακλίσεως καὶ τί ἔγνωκε δρᾶσαι γυμνὸς γυμνῇ συγκατακλινείς, «τοῦτο» εἶπεν «ὃ οἱ κριοὶ ποιοῦσι τὰς ὄϊς καὶ τράγοι τὰς αἶγας.

3

.

14

.

3

Ὁρᾷς ὡς μετὰ τοῦτο τὸ ἔργον οὔτε ἐκεῖναι φεύγουσιν ἔτι αὐτοὺς οὔτε ἐκεῖνοι κάμνουσι διώκοντες, ἀλλ’ ὥσπερ κοινῆς λοιπὸν ἀπολαύσαν‐ τες ἡδονῆς συννέμονται; Γλυκύ τι, ὡς ἔοικεν, ἐστὶ τὸ ἔργον
5καὶ νικᾷ τὸ ἔρωτος πικρόν.

3

.

14

.

4

Εἶτα οὐχ ὁρᾷς, ὦ Δά‐ φνι, τὰς αἶγας καὶ τοὺς τράγους καὶ τοὺς κριοὺς καὶ τὰς ὄϊς ὡς ὀρθοὶ μὲν ἐκεῖνοι δρῶσιν, ὀρθαὶ δὲ ἐκεῖναι πάσχου‐ σιν, οἱ μὲν 〈ἐπι〉πηδήσαντες, αἱ δὲ κατανωτισάμεναι; Σὺ
5δέ με ἀξιοῖς συγκατακλινῆναι καὶ ταῦτα γυμνήν; Καίτοιγε ἐκεῖναι πόσον ἐνδεδυμένης ἐμοῦ λασιώτεραι;»

3

.

14

.

5

Πείθε‐ ται Δάφνις καὶ συγκατακλινεὶς αὐτῇ πολὺν χρόνον ἔκειτο καὶ οὐδὲν ὧν ἕνεκα ὤργα ποιεῖν ἐπιστάμενος ἀνίστησιν αὐτὴν καὶ κατόπιν περιεφύετο μιμούμενος τοὺς τράγους.
5Πολὺ δὲ μᾶλλον ἀπορηθείς, καθίσας ἔκλαεν εἰ καὶ κριῶν
ἀμαθέστερος εἰς τὰ ἔρωτος ἔργα.63

3

.

15

.

1

Ἦν δέ τις αὐτῷ γείτων, γεωργὸς γῆς ἰδίας, Χρῶ‐ μις τὸ ὄνομα, παρηβῶν ἤδη τὸ σῶμα. Τούτῳ γύναιον ἦν ἐπα‐ κτὸν ἐξ ἄστεος, νέον καὶ ὡραῖον καὶ ἀγροικίας ἁβρότερον· τούτῳ Λυκαίνιον ὄνομα ἦν.

3

.

15

.

2

Αὕτη ἡ Λυκαίνιον ὁρῶσα τὸν Δάφνιν καθ’ ἑκάστην ἡμέραν παρελαύνοντα τὰς αἶγας ἕωθεν εἰς νόμην, νύκτωρ ἐκ νομῆς, ἐπεθύμησεν ἐραστὴν κτήσα‐ σθαι δώροις δελεάσασα.

3

.

15

.

3

Καὶ δή ποτε λοχήσασα μόνον καὶ σύριγγα δῶρον ἔδωκε καὶ μέλι ἐν κηρίῳ καὶ πήραν ἐλά‐ φου· εἰπεῖν δέ τι ὤκνει, τὸν Χλόης ἔρωτα καταμαντευο‐ μένη· πάντα γὰρ ἑώρα προσκείμενον αὐτὸν τῇ κόρῃ.

3

.

15

.

4

Πρότερον μὲν οὖν ἐκ νευμάτων καὶ γέλωτος συνεβάλλετο τοῦτο, τότε δὲ ἐξ ἑωθινοῦ σκηψαμένη πρὸς Χρῶμιν ὡς παρὰ τίκτουσαν ἄπεισι γείτονα, κατόπιν τε αὐτοῖς κατηκολούθησε καὶ εἴς τινα λόχμην ἐγκρύψασα ἑαυτήν,
5ὡς μὴ βλέποιτο, πάντα ἤκουσεν ὅσα εἶπον, πάντα εἶδεν ὅσα ἔπραξαν· οὐκ ἔλαθεν αὐτὴν οὐδὲ κλαύσας ὁ Δάφνις.

3

.

15

.

5

Συναλγήσασα δὴ τοῖς ἀθλίοις καὶ καιρὸν ἥκειν νομίσασα διττόν, τὸν μὲν εἰς τὴν ἐκείνων σωτη‐ ρίαν, τὸν δὲ εἰς τὴν ἑαυτῆς ἐπιθυμίαν, ἐπιτεχνᾶταί τι τοιόνδε.
4

3

.

16

.

1

Τῆς ἐπιούσης ὡς παρὰ τὴν γυναῖκα [λαβὴν] τὴν τίκτουσαν ἀπιοῦσα φανερῶς ἐπὶ τὴν δρῦν, ἐν ᾗ ἐκαθέζετο
Δάφνις καὶ Χλόη, παραγίνεται καὶ ἀκριβῶς μιμησαμένη τὴν τεταραγμένην,64

3

.

16

.

2

«σῶσόν με» εἶπε «Δάφνι, τὴν ἀθλίαν· ἐκ γάρ μοι τῶν χηνῶν τῶν εἴκοσιν ἕνα τὸν κάλλιστον ἀε‐ τὸς ἥρπασε, καὶ οἷα μέγα φορτίον ἀράμενος οὐκ ἠδυνήθη μετέωρος ἐπὶ τὴν συνήθη τὴν ὑψηλὴν κομίσαι ἐκείνην πέ‐
5τραν, ἀλλ’ εἰς τήνδε τὴν ὕλην τὴν ταπεινὴν ἔχων κατέπε‐ σε.

3

.

16

.

3

Σὺ τοίνυν, πρὸς τῶν Νυμφῶν καὶ τοῦ Πανὸς ἐκεί‐ νου, 〈συν〉εισελθὼν εἰς τὴν ὕλην—μόνη γὰρ δέδοικα— σῶσόν μοι τὸν χῆνα, μηδὲ περιίδῃς ἀτελῆ μοι τὸν ἀριθμὸν γενόμενον.

3

.

16

.

4

Τάχα δὲ καὶ αὐτὸν τὸν ἀετὸν ἀποκτενεῖς καὶ οὐκέτι πολλοὺς ὑμῶν ἄρνας καὶ ἐρίφους ἁρπάσει. Τὴν δὲ ἀγέλην τέως φρουρήσει Χλόη· πάντως αὐτὴν ἴσασιν αἱ αἶγες ἀεί σοι συννέμουσαν.»
4

3

.

17

.

1

Οὐδὲν οὖν τῶν μελλόντων ὑποπτεύσας ὁ Δάφ‐ νις εὐθὺς ἐγείρεται καὶ ἀράμενος τὴν καλαύροπα κατόπιν ἠκολούθει τῇ Λυκαινίῳ· ἡ δὲ ἡγεῖτο ὡς μακροτάτω τῆς Χλόης. Καὶ ἐπειδὴ κατὰ τὸ πυκνότατον ἐγένοντο, πηγῆς
5πλησίον καθίσαι κελεύσασα αὐτόν «ἐρᾷς» εἶπε «Δάφνι, Χλόης, καὶ τοῦτο ἔμαθον ἐγὼ νύκτωρ παρὰ τῶν Νυμ‐ φῶν.

3

.

17

.

2

Δι’ ὀνείρατος ἐμοὶ καὶ τὰ χθιζά σου διηγήσαν‐ το δάκρυα καὶ ἐκέλευσάν σε σῶσαι διδαξαμένην τὰ ἔρωτος ἔργα. Τὰ δέ ἐστιν οὐ φίλημα καὶ περιβολὴ καὶ οἷα δρῶσι κριοὶ καὶ τράγοι· ἄλλα ταῦτα πηδήματα καὶ τῶν ἐκεῖ γλυ‐
5κύτερα· πρόσεστι γὰρ αὐτοῖς χρόνος μακροτέρας ἡδονῆς.

3

.

17

.

3

Εἰ δή σοι φίλον ἀπηλλάχθαι κακῶν καὶ ἐν πείρᾳ γενέ‐ σθαι ζητουμένων τερπνῶν, ἴθι, παραδίδου μοι τερπνὸν σαυτὸν μαθητήν· ἐγὼ δὲ χαριζομένη ταῖς Νύμφαις ἐκεῖ‐ να διδάξω.65
4

3

.

18

.

1

Οὐκ ἐκαρτέρησεν ὁ Δάφνις ὑφ’ ἡδονῆς, ἀλλ’ ἅτε ἄγροικος καὶ αἰπόλος καὶ ἐρῶν καὶ νέος, πρὸ τῶν πο‐ δῶν καταπεσὼν τὴν Λυκαίνιον ἱκέτευεν ὅτι τάχιστα διδά‐ ξαι τὴν τέχνην, δι’ ἧς ὃ βούλεται δράσει Χλόην·

3

.

18

.

2

καὶ ὥσπερ τι μέγα καὶ θεόπεμπτον ἀληθῶς μέλλων διδάσκε‐ σθαι καὶ ἔριφον αὐτῇ σηκίτην δώσειν ἐπηγγείλατο καὶ τυ‐ ροὺς ἁπαλοὺς πρωτορρύτου γάλακτος καὶ τὴν αἶγα αὐτήν.

3

.

18

.

3

Εὑροῦσα δὴ ἡ Λυκαίνιον αἰπολικὴν ἀφθονίαν, οἵαν οὐ προσεδόκησεν, ἤρχετο παιδεύειν τὸν Δάφνιν τοῦτον τὸν τρόπον. Ἐκέλευσεν αὐτὸν καθίσαι πλησίον αὐτῆς, ὡς εἶχε, καὶ φιλήματα φιλεῖν οἷα εἰώθει καὶ ὅσα, καὶ φιλοῦντα ἅμα
5περιβάλλειν καὶ κατακλίνεσθαι χαμαί.

3

.

18

.

4

Ὡς δὲ ἐκαθέσ‐ θη καὶ ἐφίλησε καὶ κατεκλίθη, μαθοῦσα ἐνεργεῖν δυνάμε‐ νον καὶ σφριγῶντα, ἀπὸ μὲν τῆς ἐπὶ πλευρὰν κατακλίσεως ἀνίστησιν, αὑτὴν δὲ ὑποστορέσασα ἐντέχνως ἐς τὴν τέως
5ζητουμένην ὁδὸν ἦγε. Τὸ δὲ ἐντεῦθεν οὐδὲν περιειργάζετο ξένον· αὐτὴ γὰρ ἡ φύσις λοιπὸν ἐπαίδευσε τὸ πρακτέον.
6

3

.

19

.

1

Τελεσθείσης δὲ τῆς ἐρωτικῆς παιδαγωγίας ὁ μὲν Δάφνις ἔτι ποιμενικὴν γνώμην ἔχων ὥρμητο τρέχειν
ἐπὶ τὴν Χλόην καὶ ὅσα πεπαίδευτο δρᾶν αὐτίκα, καθάπερ δεδοικὼς μὴ βραδύνας ἐπιλάθοιτο· ἡ δὲ Λυκαίνιον κατα‐66
5σχοῦσα αὐτὸν ἔλεξεν ὧδε· «ἔτι καὶ ταῦτά σε δεῖ μαθεῖν, Δάφνι.

3

.

19

.

2

Ἐγὼ γυνὴ τυγχάνουσα πέπονθα νῦν οὐδέν· πάλαι γάρ με ταῦτα ἀνὴρ ἄλλος ἐπαίδευσε, μισθὸν τὴν παρ‐ θενίαν λαβών· Χλόη δὲ συμπαλαίουσά σοι ταύτην τὴν πά‐ λην καὶ οἰμώξει καὶ κλαύσεται κἀν αἵματι κείσεται πολ‐
5λῷ [καθάπερ πεφονευμένη].

3

.

19

.

3

Ἀλλὰ σὺ τὸ αἷμα μὴ φο‐ βηθῇς, ἀλλ’ ἡνίκα ἂν πείσῃς αὐτήν σοι παρασχεῖν, ἄγαγε αὐτὴν εἰς τοῦτο τὸ χωρίον, ἵνα, κἂν βοήσῃ, μηδεὶς ἀκού‐ σῃ, κἂν δακρύσῃ, μηδεὶς ἴδῃ, κἂν αἱμαχθῇ, λούσηται τῇ
5πηγῇ· καὶ μέμνησο ὅτι σε ἄνδρα ἐγὼ πρὸ Χλόης πεποί‐ ηκα.»
6

3

.

20

.

1

Ἡ μὲν οὖν Λυκαίνιον τοσαῦτα ὑποθεμένη κατ’ ἄλλο μέρος τῆς ὕλης ἀπῆλθεν, ὡς ἔτι ζητοῦσα τὸν χῆνα· ὁ δὲ Δάφνις εἰς λογισμὸν ἄγων τὰ εἰρημένα, τῆς μὲν προ‐ τέρας ὁρμῆς ἀπήλλακτο, διοχλεῖν δὲ τῇ Χλόῃ περιττότερον
5ὤκνει φιλήματος καὶ περιβολῆς, μήτε βοῆσαι θέλων αὐτὴν ὡς πρὸς πολέμιον, μήτε δακρῦσαι ὡς ἀλγοῦσαν, μήτε αἱ‐ μαχθῆναι καθάπερ πεφονευμένην·

3

.

20

.

2

ἀρτιμαθὴς γὰρ ὢν ἐδεδοίκει τὸ αἷμα καὶ ἐνόμιζεν ὅτι ἄρα ἐκ μόνου τραύμα‐ τος αἷμα γίνεται. Γνοὺς δὲ τὰ συνήθη τέρπεσθαι μετ’ αὐ‐ τῆς, ἐξέβη τῆς ὕλης· καὶ ἐλθὼν ἵνα ἐκάθητο στεφανίσκον
5ἴων πλέκουσα, τόν τε χῆνα τῶν τοῦ ἀετοῦ ὀνύχων ἐψεύ‐ σατο ἐξαρπάσαι καὶ περιφὺς ἐφίλησεν, οἷον ἐν τῇ τέρψει Λυκαίνιον· τοῦτο γὰρ ἐξῆν ὡς ἀκίνδυνον·

3

.

20

.

3

ἡ δὲ τὸν στέ‐
φανον ἐφήρμοσεν αὐτοῦ τῇ κεφαλῇ καὶ τὴν κόμην ἐφίλησεν ὡς τῶν ἴων κρείττονα. Καὶ τῆς πήρας προκομίσασα πα‐ λάθης μοῖραν καὶ ἄρτους τινὰς ἔδωκε φαγεῖν. καὶ ἐσθίον‐67
5τος ἀπὸ τοῦ στόματος ἥρπαζε καὶ οὕτως ἤσθιεν ὥσπερ νεοττὸς ὄρνιθος.
6

3

.

21

.

1

Ἐσθιόντων δὲ αὐτῶν καὶ περιττότερα φιλούν‐ των ὧν ἤσθιον, ναῦς ἁλιέων ὤφθη παραπλέουσα. Ἄνεμος μὲν οὐκ ἦν, γαλήνη δὲ ἦν καὶ ἐρέττειν ἐδόκει. Καὶ ἤρετ‐ τον ἐρρωμένως· ἠπείγοντο γὰρ νεαλεῖς ἰχθῦς εἰς τὴν πόλιν
5διασώσασθαι τῶν τινι πλουσίων.

3

.

21

.

2

Οἷον οὖν εἰώθασι ναῦται δρᾶν ἐς καμάτων ἀμέλειαν, τοῦτο κἀκεῖνοι δρῶντες τὰς κώπας ἀνέφερον. Εἷς μὲν αὐτοῖς κελευστὴς ναυτικὰς ᾖδεν ᾠδάς, οἱ δὲ λοιποὶ καθάπερ χορὸς ὁμοφώνως κατὰ
5καιρὸν τῆς ἐκείνου φωνῆς ἐβόων.

3

.

21

.

3

Ἡνίκα μὲν οὖν ἐν ἀναπεπταμένῃ τῇ θαλάσσῃ ταῦτα ἔπραττον, ἠφανίζετο ἡ βοὴ χεομένης τῆς φωνῆς εἰς πολὺν ἀέρα· ἐπεὶ δὲ ἄκρᾳ τινὶ ὑποδραμόντες εἰς κόλπον μηνοειδῆ καὶ κοῖλον εἰσήλα‐
5σαν, μείζων μὲν ἠκούετο βοή, σαφῆ δὲ ἐξέπιπτεν εἰς τὴν γῆν τὰ τῶν κελευσμάτων ᾄσματα.

3

.

21

.

4

Κοῖλος γὰρ τῷ πεδίῳ αὐλὼν ὑποκείμενος καὶ τὸν ἦχον εἰς αὑτὸν ὡς ὄργανον δεχό‐ μενος πάντων τῶν λεγομένων μιμητὴν φωνὴν ἀπεδίδου, ἰδίᾳ μὲν τῶν κωπῶν τὸν ἦχον, ἰδίᾳ δὲ τὴν φωνὴν τῶν ναυ‐
5τῶν· καὶ ἐγίνετο ἄκουσμα τερπνόν. Φθανούσης γὰρ τῆς ἀπὸ τῆς θαλάσσης φωνῆς, ἡ ἐκ τῆς γῆς φωνὴ τοσοῦτον ἐπαύετο βράδιον, ὅσον ἤρξατο.68
7

3

.

22

.

1

Ὁ μὲν οὖν Δάφνις εἰδὼς τὸ πραττόμενον μό‐ νῃ τῇ θαλάσσῃ προσεῖχε καὶ ἐτέρπετο τῇ νηὶ παρατρεχού‐ σῃ τὸ πεδίον θᾶττον πτεροῦ καὶ ἐπειρᾶτό τινα διασώσα‐ σθαι τῶν ᾀσμάτων, ὡς γένοιτο τῆς σύριγγος μέλη·

3

.

22

.

2

ἡ δὲ Χλόη τότε πρῶτον πειρωμένη τῆς καλουμένης ἠχοῦς πο‐ τὲ μὲν εἰς τὴν θάλασσαν ἀπέβλεπε, τῶν ναυτῶν κελευόν‐ των, ποτὲ δὲ εἰς τὴν γῆν ὑπέστρεφε, ζητοῦσα τοὺς ἀντιφω‐
5νοῦντας.

3

.

22

.

3

Καὶ ἐπεὶ παραπλευσάντων ἦν κἀν τῷ αὐλῶνι σιγή, ἐπυνθάνετο τοῦ Δάφνιδος, εἰ καὶ ὀπίσω τῆς ἄκρας ἐστὶ θάλασσα καὶ ναῦς ἄλλη παραπλεῖ καὶ ἄλλοι ναῦται τὰ αὐτὰ ᾖδον καὶ ἅμα πάντες σιωπῶσι.

3

.

22

.

4

Γελάσας οὖν ὁ Δάφνις ἡδὺ καὶ φιλήσας ἥδιον φίλημα καὶ τὸν τῶν ἴων στέφανον ἐκείνῃ περιθεὶς ἤρξατο αὐτῇ μυθολογεῖν τὸν μῦ‐ θον τῆς Ἠχοῦς, αἰτήσας, εἰ διδάξειε, μισθὸν παρ’ αὐτῆς
5ἄλλα φιλήματα δέκα.
5

3

.

23

.

1

«Νυμφῶν, ὦ κόρη, πολὺ γένος, Μελίαι καὶ Δρυάδες καὶ Ἕλειοι· πᾶσαι καλαί, πᾶσαι μουσικαί. Καὶ μιᾶς τούτων θυγάτηρ Ἠχὼ γίνεται, θνητὴ μὲν ὡς ἐκ πα‐ τρὸς θνητοῦ, καλὴ δὲ ὡς ἐκ μητρὸς καλῆς.

3

.

23

.

2

Τρέφεται μὲν ὑπὸ Νυμφῶν, παιδεύεται δὲ ὑπὸ Μουσῶν συρίζειν, αὐ‐
λεῖν, τὰ πρὸς λύραν, τὰ πρὸς κιθάραν, πᾶσαν ᾠδήν, ὥστε καὶ παρθενίας εἰς ἄνθος ἀκμάσασα ταῖς Νύμφαις συνεχό‐69
5ρευε, ταῖς Μούσαις συνῇδεν· ἄρρενας δὲ ἔφευγε πάντας, καὶ ἀνθρώπους καὶ θεούς, φιλοῦσα τὴν παρθενίαν·

3

.

23

.

3

Ὁ Πὰν ὀργίζεται τῇ κόρῃ, τῆς μουσικῆς φθονῶν, τοῦ κάλλους μὴ τυχών, καὶ μανίαν ἐμβάλλει τοῖς ποιμέσι καὶ τοῖς αἰπό‐ λοις. Οἱ δὲ ὥσπερ κύνες ἢ λύκοι διασπῶσιν αὐτὴν καὶ ῥίπ‐
5τουσιν εἰς πᾶσαν τὴν γῆν ἔτι ᾄδοντα τὰ μέλη.

3

.

23

.

4

Καὶ τὰ μέλη Γῆ χαριζομένη Νύμφαις ἔκρυψε πάντα. Καὶ ἐτήρη‐ σε τὴν μουσικὴν καὶ γνώμῃ Μουσῶν ἀφίησι φωνὴν καὶ μι‐ μεῖται πάντα, καθάπερ τότε ἡ κόρη, θεούς, ἀνθρώπους, ὄρ‐
5γανα, θηρία· μιμεῖται καὶ αὐτὸν συρίττοντα τὸν Πᾶνα.

3

.

23

.

5

Ὁ δὲ ἀκούσας ἀναπηδᾷ καὶ διώκει κατὰ τῶν ὀρῶν, οὐκ ἐρῶν τυχεῖν ἀλλ’ ἢ τοῦ μαθεῖν τίς ἐστιν ὁ λανθάνων μα‐ θητής.» Ταῦτα μυθολογήσαντα τὸν Δάφνιν οὐ δέκα μόνον φιλήμα‐
5τα ἀλλὰ πάνυ πολλὰ κατεφίλησεν ἡ Χλόη· μικροῦ γὰρ καὶ τὰ αὐτὰ εἶπεν ἡ Ἠχώ, καθάπερ μαρτυροῦσα ὅτι μηδὲν ἐψεύσατο.
7

3

.

24

.

1

Θερμοτέρου δὲ καθ’ ἑκάστην ἡμέραν γινομέ‐ νου τοῦ ἡλίου, οἷα τοῦ μὲν ἦρος παυομένου τοῦ δὲ θέρους ἀρχομένου, πάλιν αὐτοῖς ἐγίνοντο καιναὶ τέρψεις καὶ θέ‐ ρειοι.

3

.

24

.

2

Ὁ μὲν γὰρ ἐνήχετο ἐν τοῖς ποταμοῖς, ἡ δὲ ἐν ταῖς πηγαῖς ἐλούετο· ὁ μὲν ἐσύριζεν ἁμιλλώμενος πρὸς τὰς πίτυς, ἡ δὲ ᾖδε ταῖς ἀηδόσιν ἐρίζουσα· ἐθήρων ἀκρί‐ δας λάλους, ἐλάμβανον τέττιγας ἠχοῦντας, ἄνθη συνέλεγον,
5δένδρα ἔσειον, ὀπώραν ἤσθιον· ἤδη ποτὲ καὶ γυμνοὶ συγκα‐ τεκλίθησαν καὶ ἓν δέρμα αἰγὸς ἐπεσύραντο.70

3

.

24

.

3

Καὶ ἐγέ‐ νετο ἂν γυνὴ Χλόη ῥᾳδίως, εἰ μὴ Δάφνιν ἐτάραξε τὸ αἷ‐ μα. Ἀμέλει καὶ δεδοικὼς μὴ νικηθῇ τὸν λογισμόν ποτε, πολλὰ γυμνοῦσθαι τὴν Χλόην οὐκ ἐπέτρεπεν, ὥστε ἐθαύ‐
5μαζε μὲν ἡ Χλόη, τὴν δὲ αἰτίαν ᾐδεῖτο πυθέσθαι.
5

3

.

25

.

1

Ἐν τῷ θέρει τῷδε καὶ μνηστήρων πλῆθος ἦν περὶ τὴν Χλόην καὶ πολλοὶ πολλαχόθεν ἐφοίτων παρὰ τὸν Δρύαντα πρὸς γάμον αἰτοῦντες αὐτήν. Καὶ οἱ μέν τι δῶρον ἔφερον, οἱ δὲ πολλὰ ὑπέσχοντο εἰ ταύτης τύχοιεν.

3

.

25

.

2

Ἡ μὲν οὖν Νάπη ταῖς ἐλπίσιν ἐπαιρομένη συνεβούλευεν ἐκ‐ διδόναι τὴν Χλόην μηδὲ κατέχειν οἴκοι πρὸς πλέον τηλι‐ καύτην κόρην, ἣ τάχα μικρὸν ὕστερον νέμουσα τὴν παρθε‐
5νίαν ἀπολέσει καὶ ἄνδρα ποιήσεταί τινα τῶν ποιμένων ἐπὶ μήλοις ἢ ῥόδοις, ἀλλ’ ἐκείνην τε ποιῆσαι δέσποιναν οἰκίας καὶ αὐτοὺς πολλὰ λαβόντας ἰδίῳ φυλάττειν αὐτὰ καὶ γνησίῳ παιδίῳ—ἐγεγόνει δὲ αὐτοῖς ἄρρεν παιδίον οὐ πρὸ πολλοῦ τινος—·

3

.

25

.

3

ὁ δὲ Δρύας ποτὲ μὲν ἐθέλγετο τοῖς λεγομένοις —μείζονα γὰρ ἢ κατὰ ποιμαίνουσαν κόρην δῶρα ὠνομάζετο παρ’ ἑκάστου—, ποτὲ δὲ 〈ἐννοήσασ〉 ὡς κρείττων ἐστὶν ἡ παρ‐ θένος μνηστήρων γεωργῶν καὶ ὡς, εἴ ποτε τοὺς ἀληθινοὺς
5γονέας εὕροι, μεγάλως αὐτοὺς εὐδαίμονας θήσει, ἀνεβάλλε‐ το τὴν ἀπόκρισιν καὶ εἷλκε χρόνον ἐκ χρόνου καὶ ἐν τῷ τέως ἀπεκέρδαινεν οὐκ ὀλίγα δῶρα.

3

.

25

.

4

Ἡ μὲν δὴ μαθοῦσα λυπηρῶς πάνυ διῆγε καὶ τὸν Δάφνιν ἐλάνθανεν ἐπὶ πολύ,
λυπεῖν οὐ θέλουσα· ὡς δὲ ἐλιπάρει καὶ ἐνέκειτο πυνθανόμε‐ νος καὶ ἐλυπεῖτο μᾶλλον μὴ μανθάνων ἢ ἔμελλε μαθών, πάν‐71
5τα αὐτῷ διηγεῖται, τοὺς μνηστευομένους ὡς πολλοὶ καὶ πλούσιοι, τοὺς λόγους οὓς ἡ Νάπη σπεύδουσα πρὸς τὸν γάμον ἔλεγεν, ὡς οὐκ ἀπείπατο Δρύας, ἀλλ’ ὡς εἰς τὸν τρυ‐ γητὸν ἀναβέβληται.
8

3

.

26

.

1

Ἔκφρων ἐπὶ τούτοις ὁ Δάφνις γίνεται καὶ ἐδάκρυσε καθήμενος, ἀποθανεῖσθαι μηκέτι νεμούσης Χλόης λέγων· καὶ οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ τὰ πρόβατα μετὰ τοι‐ οῦτον ποιμένα. Εἶτα ἀνενεγκὼν ἐθάρρει καὶ πείσειν ἐνενόει
5τὸν πατέρα καὶ ἕνα τῶν μνωμένων αὑτὸν ἠρίθμει καὶ πολὺ κρατήσειν ἤλπιζε τῶν ἄλλων.

3

.

26

.

2

Ἓν αὐτὸν ἐτά‐ ραττεν· οὐκ ἦν Λάμων πλούσιος· τοῦτο αὐτοῦ τὴν ἐλπίδα μόνον λεπτὴν εἰργάζετο· ὅμως δὲ ἐδόκει μνᾶσθαι, καὶ τῇ Χλόῃ συνεδόκει. Τῷ Λάμωνι μὲν οὖν οὐδὲν ἐτόλμησεν
5εἰπεῖν, τῇ Μυρτάλῃ δὲ θαρρήσας καὶ τὸν ἔρωτα ἐμήνυσε καὶ περὶ τοῦ γάμου λόγους προσήνεγκεν· ἡ δὲ τῷ Λάμωνι νύκτωρ ἐκοινώσατο.

3

.

26

.

3

Σκληρῶς δὲ ἐκείνου τὴν ἔντευξιν ἐνεγκόντος καὶ λοιδορήσαντος εἰ παιδὶ θυγάτριον ποιμένων προξενεῖ μεγάλην ἐν τοῖς γνωρίσμασιν ἐπαγγελλομένῳ τύχην, ὃς αὐτούς, εὑρὼν τοὺς οἰκείους, καὶ ἐλευθέρους
5θήσει καὶ δεσπότας ἀγρῶν μειζόνων, ἡ Μυρτάλη διὰ τὸν ἔρωτα φοβουμένη μὴ τελέως ἀπελπίσας ὁ Δάφνις τὸν γάμον τολμήσῃ τι θανατῶδες, ἄλλας αὐτῷ τῆς ἀντιρρήσεως αἰτίας ἀπήγγελλε.

3

.

26

.

4

«Πένητές ἐσμεν, ὦ παῖ, καὶ δεό‐
μεθα νύμφης φερούσης τι μᾶλλον· οἱ δὲ πλούσιοι καὶ πλουσίων νυμφίων δεόμενοι. Ἴθι δή, πεῖσον Χλόην, ἡ δὲ τὸν πατέρα, μηδὲν αἰτεῖν μέγα καὶ 〈δοῦναι〉 γαμεῖν· πάν‐72
5τως δέ που κἀκείνη φιλεῖ σε καὶ βούλεται συγκαθεύδειν πένητι καλῷ μᾶλλον ἢ πιθήκῳ πλουσίῳ.»
6

3

.

27

.

1

Μυρτάλη μὲν οὖν οὔποτε ἐλπίσασα Δρύαντα τούτοις συντεθήσεσθαι μνηστῆρας ἔχοντα πλουσιωτάτους εὐπρεπῶς ᾤετο παρῃτῆσθαι τὸν γάμον· Δάφνις δὲ οὐκ εἶχε μέμφεσθαι τὰ λελεγμένα. Λειπόμενος δὲ πολὺ τῶν
5αἰτουμένων τὸ σύνηθες ἐρασταῖς πενομένοις ἔπραττεν· ἐδάκρυε καὶ τὰς Νύμφας αὖθις ἐκάλει βοηθούς.

3

.

27

.

2

Αἱ δὲ αὐτῷ καθεύδοντι νύκτωρ ἐν τοῖς αὐτοῖς ἐφίστανται σχήμασιν, ἐν οἷς καὶ πρότερον· ἔλεγε δὲ ἡ πρεσβυτάτη πάλιν· «γάμου μὲν μέλει τῆς Χλόης ἄλλῳ θεῷ, δῶρα δέ σοι
5δώσομεν ἡμεῖς, ἃ θέλξει Δρύαντα.

3

.

27

.

3

Ἡ ναῦς ἡ τῶν Μηθυμναίων νεανίσκων, ἧς τὴν λύγον αἱ σαί ποτε αἶγες κατέφαγον, ἡμέρᾳ μὲν ἐκείνῃ μακρὰν τῆς γῆς ὑπηνέχθη πνεύματι· νυκτὸς δέ, πελαγίου ταράξαντος ἀνέμου τὴν
5θάλασσαν, εἰς τὴν γῆν εἰς τὰς τῆς ἄκρας πέτρας ἐξε‐ βράσθη.

3

.

27

.

4

Αὕτη μὲν οὖν διεφθάρη καὶ πολλὰ τῶν ἐν αὐτῇ· βαλάντιον δὲ τρισχιλίων δραχμῶν ὑπὸ τοῦ κύματος ἀπεπτύσθη καὶ κεῖται φυκίοις κεκαλυμμένον πλησίον δελ‐ φῖνος νεκροῦ, δι’ ὃν οὐδεὶς οὐδὲ προσῆλθεν ὁδοιπόρος, τὸ
5δυσῶδες τῆς σηπεδόνος παρατρέχων.

3

.

27

.

5

Ἀλλὰ σὺ πρό‐ σελθε καὶ προσελθὼν ἀνελοῦ καὶ ἀνελόμενος δός. Ἱκανόν σοι νῦν δόξαι μὴ πένητι, χρόνῳ δὲ ὕστερον ἔσῃ καὶ πλού‐
σιος.»73

3

.

28

.

1

Αἱ μὲν ταῦτα εἰποῦσαι τῇ νυκτὶ συναπῆλθον· γενομένης δὲ ἡμέρας ἀναπηδήσας ὁ Δάφνις περιχαρὴς ἤλαυνε ῥοίζῳ πολλῷ τὰς αἶγας εἰς τὴν νομήν· καὶ τὴν Χλόην φιλήσας καὶ τὰς Νύμφας προσκυνήσας κατῆλθεν
5ἐπὶ θάλασσαν, ὡς περιρράνασθαι θέλων· καὶ ἐπὶ τῆς ψάμ‐ μου πλησίον τῆς κυματωγῆς ἐβάδιζε ζητῶν τὰς τρισχι‐ λίας.

3

.

28

.

2

Ἔμελλε δὲ ἄρα οὐ πολὺν κάματον ἕξειν· ὁ γὰρ δελφὶς οὐκ ἀγαθὸν ὀδωδὼς αὐτῷ προσέπιπτεν ἐρριμμένος καὶ μυδῶν· οὗ τῇ σηπεδόνι καθάπερ ἡγεμόνι χρώμενος ὁδοῦ προσῆλθέ τε εὐθὺς καὶ τὰ φυκία ἀφελὼν εὑρίσκει τὸ
5βαλάντιον ἀργυρίου μεστόν.

3

.

28

.

3

Τοῦτο ἀνελόμενος καὶ εἰς τὴν πήραν ἐνθέμενος οὐ πρόσθεν ἀπῆλθε, πρὶν τὰς Νύμφας εὐφημῆσαι καὶ αὐτὴν τὴν θάλασσαν· καίπερ γὰρ αἰπόλος ὤν, ἤδη καὶ τὴν θάλασσαν ἐνόμιζε τῆς γῆς
5γλυκυτέραν, ὡς εἰς τὸν γάμον αὐτῷ τὸν Χλόης συλλαμβά‐ νουσαν.
6

3

.

29

.

1

Εἰλημμένος δὲ τῶν τρισχιλίων οὐκέτ’ ἔμελλεν, ἀλλ’ ὡς πάντων ἀνθρώπων πλουσιώτατος, οὐ μόνον τῶν ἐκεῖ γεωργῶν, αὐτίκα ἐλθὼν παρὰ τὴν Χλόην διηγεῖται αὐτῇ τὸ ὄναρ, δείκνυσι τὸ βαλάντιον, κελεύει τὰς ἀγέλας
5φυλάττειν, ἔστ’ ἂν ἐπανέλθῃ, καὶ συντείνας σοβεῖ παρὰ τὸν Δρύαντα. Καὶ εὑρὼν πυρούς τινας ἁλωνοτριβοῦντα μετὰ τῆς Νάπης πάνυ θρασὺν ἐμβάλλει λόγον περὶ γάμου.

3

.

29

.

2

«Ἐμοὶ δὸς Χλόην γυναῖκα· ἐγὼ καὶ θερίζειν οἶδα καλῶς καὶ κλᾶν ἄμπελον καὶ φυτὰ κατορύττειν· οἶδα καὶ
γῆν ἀροῦν καὶ λικμῆσαι πρὸς ἄνεμον. Ἀγέλην δὲ ὅπως νέμω μάρτυς Χλόη· πεντήκοντα αἶγας παραλαβὼν διπλα‐74
5σίονας πεποίηκα· ἔθρεψα καὶ τράγους μεγάλους καὶ καλούς· πρότερον δὲ ἀλλοτρίοις τὰς αἶγας ὑπεβάλλομεν.

3

.

29

.

3

Ἀλλὰ καὶ νέος εἰμὶ καὶ γείτων ὑμῖν ἄμεμπτος· καί με ἔθρεψεν αἴξ, ὡς Χλόην ὄϊς. Τοσοῦτον δὲ τῶν ἄλλων κρατῶν οὐδὲ δώροις ἡττηθήσομαι·

3

.

29

.

4

ἐκεῖνοι δώσουσιν αἶγας καὶ πρό‐ βατα καὶ ζεῦγος ψωραλέων βοῶν καὶ σῖτον μηδὲ ἀλεκτο‐ ρίδας θρέψαι δυνάμενον· παρ’ ἐμοῦ δὲ αἵδε ὑμῖν τρισχί‐ λιαι. Μόνον ἴστω τοῦτο μηδείς, μὴ Λάμων αὐτὸς οὑμὸς
5πατήρ.» Ἅμα τε ἐδίδου καὶ περιβαλὼν κατεφίλει.
5

3

.

30

.

1

Οἱ δὲ παρ’ ἐλπίδα ἰδόντες τοσοῦτον ἀργύριον, αὐτίκα τε δώσειν ἐπηγγέλλοντο τὴν Χλόην καὶ πείσειν ὑπισχνοῦντο τὸν Λάμωνα.

3

.

30

.

2

Ἡ μὲν δὴ Νάπη μετὰ τοῦ Δάφνιδος αὐτοῦ μένουσα περιήλαυνε τὰς βοῦς καὶ τοῖς τριβόλοις κατειργάζετο τὸν στάχυν· ὁ δὲ Δρύας θησαυρί‐ σας τὸ βαλάντιον ἔνθα ἀπέκειτο τὰ γνωρίσματα, ταχὺς
5παρὰ τὸν Λάμωνα καὶ τὴν Μυρτάλην ἐφέρετο, μέλλων παρ’ αὐτῶν, τὸ καινότατον, μνᾶσθαι νυμφίον.

3

.

30

.

3

Εὑρὼν δὲ κἀκείνους κριθία μετροῦντας οὐ πρὸ πολλοῦ λελικμη‐ μένα ἀθύμως τε ἔχοντας ὅτι μικροῦ δεῖν ὀλιγώτερα ἦν τῶν καταβληθέντων σπερμάτων, ἐπ’ ἐκείνοις μὲν παρεμυθή‐
5σατο, κοινὴν ὁμολογήσας αἰτίαν γεγονέναι πανταχοῦ·

3

.

30

.

4

τὸν δὲ Δάφνιν ᾐτεῖτο Χλόῃ καὶ ἔλεγεν ὅτι πολλὰ
ἄλλων διδόντων, οὐδὲν παρ’ αὐτῶν λήψεται, μᾶλλον δέ τι οἴκοθεν αὐτοῖς ἐπιδώσει· συντετράφθαι γὰρ ἀλλήλοις κἀν τῷ νέμειν συνῆφθαι φιλίᾳ ῥᾳδίως λυθῆναι μὴ δυναμένῃ,75
5ἤδη δὲ καὶ ἡλικίαν ἔχειν ὡς συγκαθεύδειν μετ’ ἀλλήλων.

3

.

30

.

5

Ὁ μὲν ταῦτα καὶ ἔτι πλείω ἔλεγεν, οἷα τοῦ πεῖσαι λέγων ἆθλον ἔχων τὰς τρισχιλίας· ὁ δὲ Λάμων μήτε πενίαν ἔτι προβάλλεσθαι δυνάμενος—αὐτοὶ γὰρ οὐχ ὑπερη‐ φάνουν—μήτε ἡλικίαν Δάφνιδος—ἤδη γὰρ μειράκιον ἦν
5—τὸ μὲν ἀληθὲς οὐδ’ ὣς ἐξηγόρευσεν, ὅτι κρείττων ἐστὶ τοιούτου γάμου, χρόνον δὲ σιωπήσας ὀλίγον οὕτως ἀπε‐ κρίνατο·
7

3

.

31

.

1

«Δίκαια ποιεῖτε τοὺς γείτονας προτιμῶντες τῶν ξένων καὶ πενίας ἀγαθῆς πλοῦτον μὴ νομίζοντες κρείττονα. Ὁ Πὰν ὑμᾶς ἀντὶ τῶνδε καὶ αἱ Νύμφαι φιλή‐ σειαν.

3

.

31

.

2

Ἐγὼ δὲ σπεύδω μὲν καὶ αὐτὸς τὸν γάμον τοῦ‐ τον· καὶ γὰρ ἂν μαινοίμην, εἰ μὴ γέρων τε ὢν ἤδη καὶ χει‐ ρὸς εἰς τὰ ἔργα δεόμενος περιττοτέρας ᾤμην καὶ τὸν ὑμέ‐ τερον οἶκον φίλον προσλαβεῖν ἀγαθόν τι μέγα·

3

.

31

.

3

περι‐ σπούδαστος δὲ καὶ Χλόη, καλὴ καὶ ὡραία κόρη καὶ πάντα ἀγαθή· δοῦλος δὲ ὢν οὐδενός εἰμι τῶν ἐμῶν κύριος, ἀλλὰ δεῖ τὸν δεσπότην μανθάνοντα ταῦτα συγχωρεῖν. Φέρε οὖν
5ἀναβαλώμεθα τὸν γάμον εἰς τὸ μετόπωρον·

3

.

31

.

4

ἀφίξεσθαι τότε λέγουσιν αὐτὸν οἱ παραγινόμενοι πρὸς ἡμᾶς ἐξ ἄστεος. Τότε ἔσονται ἀνὴρ καὶ γυνή· νῦν δὲ φιλείτωσαν ἀλλήλους
ὡς ἀδελφοί. Ἴσθι μόνον, ὦ Δρύα, τοσοῦτον· σπεύδεις περὶ76
5μειράκιον κρεῖττον ἡμῶν.» Ὁ μὲν ταῦτα εἰπὼν ἐφίλησέ τε αὐτὸν καὶ ὤρεξε πότον ἤδη μεσημβρίας ἀκμαζούσης καὶ προύπεμψε μέχρι τινός, φιλοφρονούμενος πάντα.
7

3

.

32

.

1

Ὁ δὲ Δρύας οὐ παρέργως ἀκούσας τὸν ὕστε‐ ρον λόγον τοῦ Λάμωνος ἐφρόντιζε βαδίζων καθ’ αὑτὸν ὅστις ὁ Δάφνις. «Ἐτράφη μὲν ὑπὸ αἰγὸς ὡς κηδομένων θεῶν· ἔστι δὲ καλὸς καὶ οὐδὲν ἐοικὼς σιμῷ γέροντι καὶ
5μαδώσῃ γυναικί· εὐπόρησε δὲ καὶ τρισχιλίων, ὅσον οὐδὲ ἀχράδων εἰκὸς ἔχειν αἰπόλον.

3

.

32

.

2

Ἆρα καὶ τοῦτον ἐξέ‐ θηκέ τις ὡς Χλόην· Ἆρα καὶ τοῦτον εὗρε Λάμων ὡς ἐκείνην ἐγώ; Ἆρα καὶ γνωρίσματα ὅμοια παρέκειτο τοῖς εὑρεθεῖσιν ὑπ’ ἐμοῦ; Ἐὰν ταῦτα οὕτως, ὦ δέσποτα Πὰν
5καὶ Νύμφαι φίλαι, τάχα οὗτος τοὺς ἰδίους εὑρὼν εὑρήσει τι καὶ τῶν Χλόης ἀπορρήτων.»

3

.

32

.

3

Τοιαῦτα μὲν πρὸς αὑτὸν ἐφρόντιζε καὶ ὠνειροπόλει μέχρι τῆς ἅλω· ἐλθὼν δὲ ἐκεῖ καὶ τὸν Δάφνιν μετέωρον πρὸς τὴν ἀκοὴν κατα‐ λαβὼν ἀνέρρωσέ τε γαμβρὸν προσαγορεύσας καὶ τῷ μετο‐
5πώρῳ τοὺς γάμους θύσειν ἐπαγγέλλεται, δεξιάν τε ἔδωκεν ὡς οὐδενὸς ἐσομένης ὅτι μὴ Δάφνιδος Χλόης.
6

3

.

33

.

1

Θᾶττον οὖν νοήματος, μηδὲν πιὼν μηδὲ φαγών, παρὰ τὴν Χλόην κατέδραμε· καὶ εὑρὼν αὐτὴν ἀμέλ‐ γουσαν καὶ τυροποιοῦσαν, τόν τε γάμον εὐηγγελίζετο καὶ ὡς γυναῖκα λοιπὸν μὴ λανθάνων κατεφίλει καὶ ἐκοινώνει
5τοῦ πόνου.

3

.

33

.

2

Ἤμελγε μὲν εἰς γαυλοὺς τὸ γάλα, ἐνε‐ πήγνυ δὲ ταρσοῖς τοὺς τυρούς, προσέβαλλε ταῖς μητράσι τοὺς ἄρνας καὶ τοὺς ἐρίφους. Καλῶς δὲ ἐχόντων τούτων ἀπελούσαντο, ἐνέφαγον, ἔπιον, περιῄεσαν ζητοῦντες ὀπώ‐
77
5ραν ἀκμάζουσαν.

3

.

33

.

3

Ἦν δὲ ἀφθονία πολλὴ διὰ τὸ τῆς ὥρας πάμφορον· πολλαὶ μὲν ἀχράδες, πολλαὶ δὲ ὄχναι πολλὰ δὲ μῆλα· τὰ μὲν ἤδη πεπτωκότα κάτω, τὰ δὲ ἔτι ἐπὶ τῶν φυτῶν· τὰ ἐπὶ τῆς γῆς εὐωδέστερα, τὰ ἐπὶ τῶν κλά‐
5δων εὐανθέστερα· τὰ μὲν οἷον οἶνος ἀπῶζε, τὰ δὲ οἷον χρυσὸς ἀπέλαμπε.

3

.

33

.

4

Μία μηλέα τετρύγητο καὶ οὔτε καρπὸν εἶχεν οὔτε φύλλον· γυμνοὶ πάντες ἦσαν οἱ κλάδοι· καὶ ἓν μῆλον ἐπέττετο ἐπ’ αὐτοῖς ἄκροις ἀκρότατον, μέγα καὶ καλὸν καὶ τῶν πολλῶν τὴν εὐανθίαν ἐνίκα μόνον· ἔδει‐
5σεν ὁ τρυγῶν ἀνελθεῖν, ἠμέλησε καθελεῖν· τάχα δὲ καὶ ἐφυ‐ λάττετο τὸ καλὸν μῆλον ἐρωτικῷ ποιμένι.
6

3

.

34

.

1

Τοῦτο τὸ μῆλον ὡς εἶδεν ὁ Δάφνις, ὥρμα τρυγᾶν ἀνελθὼν καὶ Χλόης κωλυούσης ἠμέλησεν· ἡ μὲν ἀμεληθεῖσα, ὀργισθεῖσα πρὸς τὰς ἀγέλας ἀπῆλθε· Δάφνις δὲ ἀναδραμὼν ἐξίκετο τρυγῆσαι καὶ κομίσαι δῶρον Χλόῃ
5καὶ λόγον τοιόνδε εἶπεν ὠργισμένῃ· «ὦ παρθένε, τοῦτο τὸ μῆλον ἔφυσαν Ὧραι καλαὶ καὶ φυτὸν καλὸν ἔθρεψε πεπαί‐ νοντος Ἡλίου, καὶ ἐτήρησε Τύχη.

3

.

34

.

2

Καὶ οὐκ ἔμελλον αὐτὸ καταλιπεῖν ὀφθαλμοὺς ἔχων, ἵνα πέσῃ χαμαὶ καὶ ἢ ποίμνιον αὐτὸ πατήσῃ νεμόμενον ἢ ἑρπετὸν φαρμάξῃ συρόμενον ἢ χρόνος δαπανήσῃ 〈ἐπι〉κείμενον, βλεπόμε‐
5νον, ἐπαινούμενον. Τοῦτο Ἀφροδίτη κάλλους ἔλαβεν ἆθλον· τοῦτο ἐγὼ σοὶ δίδωμι νικητήριον.

3

.

34

.

3

Ὁμοίους ἔχετε τοὺς μάρτυρας· ἐκεῖνος ἦν ποιμήν, αἰπόλος ἐγώ.» Ταῦτα εἰπὼν ἐντίθησι τοῖς κόλποις· ἡ δὲ ἐγγὺς γενόμενον κατεφίλησεν, ὥστε ὁ Δάφνις οὐ μετέγνω τολμήσας ἀνελθεῖν εἰς τοσοῦτον
78
5ὕψος· ἔλαβε γὰρ κρεῖττον καὶ χρυσοῦ μήλου φίλημα.79

4

.

1

.

1

Ἥκων δέ τις ἐκ τῆς Μιτυλήνης ὁμόδουλος τοῦ Λάμωνος ἤγγειλεν ὅτι ὀλίγον πρὸ τοῦ τρυγητοῦ ὁ δεσπότης ἀφίξεται μαθησόμενος μή τι τοὺς ἀγροὺς ὁ τῶν Μηθυμ‐ ναίων ἐπίπλους ἐλυμήνατο.

4

.

1

.

2

Ἤδη οὖν τοῦ θέρους ἀπιόντος καὶ τοῦ μετοπώρου προσιόντος παρεσκεύαζεν αὐτῷ τὴν καταγωγὴν ὁ Λάμων εἰς πᾶσαν θέας ἡδονήν.

4

.

1

.

3

Πηγὰς ἐξεκάθαιρεν, ὡς τὸ ὕδωρ καθαρὸν ἔχοιεν· τὴν κόπρον ἐξεφόρει τῆς αὐλῆς, ὡς ἀπόζουσα μὴ διοχλοίη· τὸν παράδεισον ἐθεράπευεν, ὡς ὀφθείη καλός.
3

4

.

2

.

1

Ἦν δὲ ὁ παράδεισος πάγκαλόν τι χρῆμα καὶ κατὰ τοὺς βασιλικούς. Ἐκτέτατο μὲν εἰς σταδίου μῆκος, ἐπέκειτο δὲ ἐν χώρῳ μετεώρῳ, τὸ εὖρος ἔχων πλέθρων τεττάρων.

4

.

2

.

2

Εἴκασεν ἄν τις αὐτὸν πεδίῳ μακρῷ. Εἶχε δὲ πάντα δένδρα, μηλέας, μυρρίνας, ὄχνας καὶ ῥοιὰς καὶ συκῆν καὶ ἐλαίας· ἑτέρωθι ἄμπελον ὑψηλήν, καὶ ἐπέκειτο ταῖς μηλέαις καὶ ταῖς ὄχναις περκάζουσα, καθάπερ περὶ
5τοῦ καρποῦ αὐταῖς προσερίζουσα.

4

.

2

.

3

Τοσαῦτα ἥμερα. Ἦσαν δὲ καὶ κυπάριττοι καὶ δάφναι καὶ πλάτανοι καὶ πίτυς. Ταύταις πάσαις ἀντὶ τῆς ἀμπέλου κιττὸς ἐπέ‐
κειτο· καὶ ὁ κόρυμβος αὐτοῦ μέγας ὢν καὶ μελαινόμενος80
5βότρυν ἐμιμεῖτο.

4

.

2

.

4

Ἔνδον ἦν τὰ καρποφόρα φυτά, καθάπερ φρουρούμενα· ἔξωθεν περιειστήκει τὰ ἄκαρπα, καθάπερ θριγγὸς χειροποίητος· καὶ ταῦτα μέντοι λεπτῆς αἱμασιᾶς περιέθει περίβολος.

4

.

2

.

5

Τέτμητο καὶ διακέκριτο πάντα καὶ στέλεχος στελέχους ἀφειστήκει, ἐν μετεώρῳ δὲ οἱ κλάδοι συνέπιπτον ἀλλήλοις καὶ ἐπήλλαττον τὰς κόμας· ἐδόκει μέντοι καὶ ἡ τούτων φύσις εἶναι τέχνη.

4

.

2

.

6

Ἦσαν καὶ ἀνθῶν πρασιαί, ὧν τὰ μὲν ἔφερεν ἡ γῆ, τὰ δὲ ἐποίει τέχνη· ῥοδωνιαὶ καὶ ὑάκινθοι καὶ κρίνα χειρὸς ἔργα· ἰωνιὰς καὶ ναρκίσσους καὶ ἀναγαλλίδας ἔφερεν ἡ γῆ. Σκιά
5τε ἦν θέρους καὶ ἦρος ἄνθη καὶ μετοπώρου ὀπώρα καὶ κατὰ πᾶσαν ὥραν τρυφή.
6

4

.

3

.

1

Ἐντεῦθεν εὔοπτον μὲν ἦν τὸ πεδίον καὶ ἦν ὁρᾶν τοὺς νέμοντας, εὔοπτος δ’ ἡ θάλασσα καὶ ἑωρῶντο οἱ παραπλέοντες· ὥστε καὶ ταῦτα μέρος ἐγίνετο τῆς ἐν τῷ παραδείσῳ τρυφῆς. Ἵνα τοῦ παραδείσου τὸ μεσαίτατον
5ἐπὶ μῆκος καὶ εὖρος ἦν, νεὼς Διονύσου καὶ βωμὸς ἦν· περιεῖχε τὸν μὲν βωμὸν κιττός, τὸν νεὼν δὲ κλήματα.

4

.

3

.

2

Εἶχε δὲ καὶ ἔνδοθεν ὁ νεὼς Διονυσιακὰς γραφάς· Σεμέλην τίκτουσαν, Ἀριάδνην καθεύδουσαν, Λυκοῦργον δεδεμένον, Πενθέα διαιρούμενον· ἐπῆσαν καὶ Ἰνδοὶ νικώ‐ μενοι καὶ Τυρρηνοὶ μεταμορφούμενοι· πανταχοῦ Σάτυροι
5〈πατοῦντεσ〉, πανταχοῦ Βάκχαι χορεύουσαι· οὐδὲ ὁ Πὰν ἠμέλητο· ἐκαθέζετο δὲ καὶ αὐτὸς συρίζων ἐπὶ πέτρας, ὅμοιος ἐνδιδόντι κοινὸν μέλος καὶ τοῖς πατοῦσι καὶ ταῖς
χορευούσαις.81

4

.

4

.

1

Τοιοῦτον ὄντα τὸν παράδεισον ὁ Λάμων ἐθερά‐ πευε, τὰ ξηρὰ ἀποτέμνων, τὰ κλήματα ἀναλαμβάνων· τὸν Διόνυσον ἐστεφάνωσε· τοῖς ἄνθεσιν ὕδωρ ἐπωχέτευσε. Πηγή τις ἦν, 〈ἣν〉 εὗρεν ἐς τὰ ἄνθη Δάφνις· ἐσχόλαζε
5μὲν τοῖς ἄνθεσιν ἡ πηγή, Δάφνιδος δὲ ὅμως ἐκαλεῖτο πηγή.

4

.

4

.

2

Παρεκελεύετο δὲ καὶ τῷ Δάφνιδι ὁ Λάμων πιαίνειν τὰς αἶγας ὡς δυνατὸν μάλιστα, πάντως που κἀκείνας λέγων ὄψεσθαι τὸν δεσπότην ἀφικόμενον διὰ μακροῦ.

4

.

4

.

3

Ὁ δὲ ἐθάρρει μὲν ὡς ἐπαινεθησόμενος ἐπ’ αὐταῖς· διπλασίονάς τε γὰρ ὧν ἔλαβεν ἐποίησε καὶ λύκος οὐδὲ μίαν ἥρπασε, καὶ ἦσαν πιότεραι τῶν ὀΐων· βουλόμενος δὲ προθυμότερον αὐτὸν γενέσθαι πρὸς τὸν γάμον πᾶσαν
5θεραπείαν καὶ προθυμίαν προσέφερεν, ἐξάγων τε αὐτὰς πάνυ ἕωθεν καὶ ἀπάγων τὸ δειλινόν.

4

.

4

.

4

Δὶς ἡγεῖτο ἐπὶ ποτόν· ἀνεζήτει τὰ εὐνομώτατα τῶν χωρίων· ἐμέλησεν αὐτῷ καὶ σκαφίδων καινῶν καὶ γαυλῶν πολλῶν καὶ ταρσῶν μειζόνων· τοσαύτη δὲ ἦν κηδεμονία, ὥστε καὶ τὰ κέρατα
5ἤλειφε καὶ τὰς τρίχας ἐθεράπευε.

4

.

4

.

5

Πανὸς ἄν τις ἱερὰν ἀγέλην ἔδοξεν ὁρᾶν. Ἐκοινώνει δὲ παντὸς εἰς αὐτὰς καμάτου καὶ ἡ Χλόη, καὶ τῆς ποίμνης παραμελοῦσα τὸ πλέον ἐκείναις ἐσχόλαζεν, ὥστε ἐνόμιζεν ὁ Δάφνις δι’
5ἐκείνην αὐτὰς φαίνεσθαι καλάς.
5

4

.

5

.

1

Ἐν τούτοις οὖσιν αὐτοῖς δεύτερος ἄγγελος ἐλθὼν ἐξ ἄστεος ἐκέλευεν ἀποτρυγᾶν τὰς ἀμπέλους ὅτι τάχιστα, καὶ αὐτὸς ἔφη παραμενεῖν ἔστ’ ἂν τοὺς βότρυς ποιήσωσι γλεῦκος, εἶτα οὕτως κατελθὼν εἰς τὴν πόλιν ἄξειν τὸν
5δεσπότην ἤδη τῆς μετοπωρινῆς τρύγης 〈πεπαυμένησ〉.82

4

.

5

.

2

Τοῦτόν τε οὖν τὸν Εὔδρομον—οὕτω γὰρ ἐκαλεῖτο, ὅτι ἦν αὐτῷ ἔργον τρέχειν—ἐδεξιοῦντο πᾶσαν δεξίωσιν καὶ ἅμα τὰς ἀμπέλους ἀπετρύγων, τοὺς βότρυς ἐς τὰς ληνοὺς κομίζοντες, τὸ γλεῦκος εἰς τοὺς πίθους φέροντες,
5τῶν βοτρύων τοὺς ἡβῶντας ἐπὶ κλημάτων ἀφαιροῦντες, ὡς εἴη καὶ τοῖς ἐκ τῆς πόλεως ἐλθοῦσιν ἐν εἰκόνι καὶ ἡδονῇ γενέσθαι τρυγητοῦ.
7

4

.

6

.

1

Μέλλοντος δὲ ἤδη σοβεῖν ἐς ἄστυ τοῦ Εὐδρόμου καὶ ἄλλα μὲν οὐκ ὀλίγα αὐτῷ Δάφνις ἔδωκεν, ἔδωκε δὲ καὶ ὅσα ἀπὸ αἰπολίου δῶρα, τυροὺς εὐπαγεῖς, ἔριφον ὀψίγονον, δέρμα αἰγὸς λευκὸν καὶ λάσιον, ὡς ἔχοι χειμῶνος ἐπιβάλ‐
5λεσθαι τρέχων.

4

.

6

.

2

Ὁ δὲ ἥδετο καὶ ἐφίλει τὸν Δάφνιν καὶ ἀγαθόν τι ἐρεῖν περὶ αὐτοῦ πρὸς τὸν δεσπότην ἐπηγ‐ γέλλετο. Καὶ ὁ μὲν ἀπῄει φίλα φρονῶν, ὁ δὲ Δάφνις ἀγω‐ νιῶν τῇ Χλόῃ συνένεμεν. Εἶχε δὲ κἀκείνη πολὺ δέος· μει‐
5ράκιον γὰρ εἰωθὸς αἶγας βλέπειν καὶ ὄϊς καὶ γεωργοὺς καὶ Χλόην πρῶτον ἔμελλεν ὄψεσθαι δεσπότην, οὗ πρότερον μόνον ἤκουε τὸ ὄνομα.

4

.

6

.

3

Ὑπέρ τε οὖν τοῦ Δάφνιδος ἐφρόντιζεν, ὅπως ἐντεύξεται τῷ δεσπότῃ καὶ περὶ τοῦ γάμου τὴν ψυχὴν ἐταράττετο, μὴ μάτην ὀνειροπολοῦσιν αὐτόν. Συνεχῆ μὲν οὖν τὰ φιλήματα καὶ ὥσπερ συμπεφυ‐
5κότων αἱ περιβολαί· καὶ τὰ φιλήματα δειλὰ ἦν καὶ αἱ περι‐ βολαὶ σκυθρωπαί, καθάπερ ἤδη παρόντα τὸν δεσπότην φοβουμένων ἢ λανθανόντων. Προσγίνεται δέ τις αὐτοῖς καὶ
τοιόσδε τάραχος.83

4

.

7

.

1

Λάμπις τις ἦν ἀγέρωχος βουκόλος. Οὗτος καὶ αὐτὸς ἐμνᾶτο τὴν Χλόην παρὰ τοῦ Δρύαντος καὶ δῶρα ἤδη πολλὰ ἐδεδώκει σπεύδων τὸν γάμον.

4

.

7

.

2

Αἰσθόμενος οὖν ὡς, εἰ συγχωρηθείη παρὰ τοῦ δεσπότου, Δάφνις αὐτὴν ἄξεται, τέχνην ἐζήτει, δι’ ἧς τὸν δεσπότην αὐτοῖς ποιή‐ σειε πικρόν· καὶ εἰδὼς πάνυ αὐτὸν τῷ παραδείσῳ τερ‐
5πόμενον, ἔγνω τοῦτον, ὅσον οἷός τέ ἐστι, διαφθεῖραι καὶ ἀποκοσμῆσαι.

4

.

7

.

3

Δένδρα μὲν οὖν τέμνων ἔμελλεν ἁλώσεσ‐ θαι διὰ τὸν κτύπον· ἐπεῖχε δὲ τοῖς ἄνθεσιν, ὥστε διαφθεῖ‐ ραι αὐτά. Νύκτα δὴ φυλάξας καὶ ὑπερβὰς τὴν αἱμασιὰν τὰ μὲν ἀνώρυξε, τὰ δὲ κατέκλασε, τὰ δὲ κατεπάτησεν
5ὥσπερ σῦς.

4

.

7

.

4

Καὶ ὁ μὲν λαθὼν ἀπεληλύθει· Λάμων δὲ τῆς ἐπιούσης παρελθὼν εἰς τὸν κῆπον ἔμελλεν ὕδωρ αὐτοῖς ἐκ τῆς πηγῆς ἐπάξειν.

4

.

7

.

5

Ἰδὼν δὲ πᾶν τὸ χωρίον δεδῃωμένον καὶ ἔργον οἷον ἐχθρός, οὐ λῃστής, ἐργάσαιτο, κατερρήξατο μὲν εὐθὺς τὸν χιτωνίσκον, βοῇ δὲ μεγάλῃ θεοὺς ἀνεκάλει, ὥστε καὶ ἡ Μυρτάλη τὰ ἐν χερσὶ καταλι‐
5ποῦσα ἐξέδραμε καὶ ὁ Δάφνις ἐάσας τὰς αἶγας ἀνέδραμε· καὶ ἰδόντες ἐβόων καὶ βοῶντες ἐδάκρυον.
6

4

.

8

.

1

Καὶ ἦν μὲν καινὸν πένθος ἀνθῶν· ἀλλ’ οἱ μὲν πτοούμενοι τὸν δεσπότην ἔκλαον· ἔκλαυσε δ’ ἄν τις καὶ ξένος ἐπιστάς· ἀποκεκόσμητο γὰρ ὁ τόπος καὶ ἦν λοιπὸν γῆ πηλώδης. Τῶν δὲ εἴ τι διέφυγε τὴν ὕβριν, ὑπήνθει καὶ
5ἔλαμπε καὶ ἦν ἔτι καλὸν καὶ κείμενον.

4

.

8

.

2

Ἐπέκειντο δὲ
καὶ μέλιτται αὐτοῖς συνεχὲς καὶ ἄπαυστον βομβοῦσαι καὶ θρηνούσαις ὅμοιον. Ὁ μὲν οὖν Λάμων ὑπ’ ἐκπλήξεως κἀκεῖνα ἔλεγε·84

4

.

8

.

3

«Φεῦ τῆς ῥοδωνιᾶς, ὡς κατακέκλασται· φεῦ τῆς ἰωνιᾶς, ὡς 〈κατα〉πεπάτηται· φεῦ τῶν ὑακίνθων καὶ τῶν ναρκίσσων, οὓς ἀνώρυξέ τις πονηρὸς ἄνθρωπος. Ἀφί‐ ξεται τὸ ἦρ, τὰ δὲ οὐκ ἀνθήσει· ἔσται τὸ θέρος, τὰ
5δὲ οὐκ ἀκμάσει· μετόπωρον, τὰ δὲ οὐδένα στεφανώσει.

4

.

8

.

4

Οὐδὲ σύ, δέσποτα Διόνυσε, τὰ ἄθλια ταῦτα ἠλέησας ἄνθη, οἷς παρῴκεις καὶ ἔβλεπες, ἀφ’ ὧν ἐστεφάνωσά σε πολλάκις; Πῶς δείξω νῦν τὸν παράδεισον τῷ δεσπότῃ; Τίς ἐκεῖνος θεασάμενος ἔσται; Κρεμᾷ γέροντα ἄνθρωπον
5ἐκ μιᾶς πίτυος ὡς Μαρσύαν· τάχα δὲ καὶ Δάφνιν, ὡς τῶν αἰγῶν ταῦτα εἰργασμένων.»
6

4

.

9

.

1

Δάκρυα ἦν ἐπὶ τούτοις θερμότερα, καὶ ἐθρήνουν οὐ τὰ ἄνθη λοιπόν, ἀλλὰ τὰ αὑτῶν σώματα. Ἐθρήνει καὶ Χλόη Δάφνιν εἰ κρεμήσεται καὶ ηὔχετο μηκέτι ἐλθεῖν τὸν δεσπότην αὐτῶν καὶ ἡμέρας διήντλει μοχθηράς, ὡς ἤδη
5Δάφνιν βλέπουσα μαστιγούμενον.

4

.

9

.

2

Καὶ ἤδη νυκτὸς ἀρχομένης ὁ Εὔδρομος αὐτοῖς ἀπήγγελλεν ὅτι ὁ μὲν πρεσβύτερος δεσπότης μεθ’ ἡμέρας ἀφίξεται τρεῖς, ὁ δὲ παῖς αὐτοῦ τῆς ἐπιούσης πρόσεισι.

4

.

9

.

3

Σκέψις οὖν ἦν περὶ τῶν συμβεβηκότων καὶ κοινωνὸν εἰς τὴν γνώμην τὸν Εὔδρομον παρελάμβανον· ὁ δὲ εὔνους ὢν τῷ Δάφνιδι, παρῄνει τὸ συμβὰν ὁμολογῆσαι πρότερον τῷ νέῳ δεσπότῃ
5καὶ αὐτὸς συμπράξειν ἐπηγγέλλετο, τιμώμενος ὡς ὁμογά‐
λακτος· καὶ ἡμέρας γενομένης οὕτως ἐποίησαν.85

4

.

10

.

1

Ἧκε μὲν ὁ Ἄστυλος ἐπὶ ἵππου καὶ παράσιτος αὐτοῦ, καὶ οὗτος ἐπὶ ἵππου· ὁ μὲν ἀρτιγένειος, ὁ δὲ Γνάθων —τουτὶ γὰρ ἐκαλεῖτο—τὸν πώγωνα ξυρώμενος πάλαι. Ὁ δὲ Λάμων ἅμα τῇ Μυρτάλῃ καὶ τῷ Δάφνιδι πρὸ τῶν
5ποδῶν αὐτοῦ καταπεσὼν ἱκέτευεν οἰκτεῖραι γέροντα ἀτυχῆ καὶ πατρῴας ὀργῆς ἐξαρπάσαι τὸν οὐδὲν ἀδικήσαντα, ἅμα τε αὐτῷ καταλέγει πάντα.

4

.

10

.

2

Οἰκτείρει τὴν ἱκεσίαν ὁ Ἄστυλος καὶ ἐπὶ τὸν παράδεισον ἐλθὼν καὶ τὴν ἀπώλειαν τῶν ἀνθῶν ἰδὼν αὐτὸς ἔφη παραιτήσεσθαι τὸν πατέρα καὶ κατηγορήσειν τῶν ἵππων, ὡς ἐκεῖ δεθέντες ἐξύβρισαν, καὶ
5τὰ μὲν κατέκλασαν, τὰ δὲ κατεπάτησαν, τὰ δὲ ἀνώρυξαν λυθέντες.

4

.

10

.

3

Ἐπὶ τούτοις ηὔχοντο μὲν αὐτῷ πάντα τὰ ἀγαθὰ Λάμων καὶ Μυρτάλη· Δάφνις δὲ δῶρα προσεκόμι‐ σεν ἐρίφους, τυρούς, ὄρνιθας καὶ τὰ ἔκγονα αὐτῶν, βότρυς ἐπὶ κλημάτων, μῆλα ἐπὶ κλάδων. Ἦν ἐν τοῖς δώροις
5καὶ ἀνθοσμίας οἶνος Λέσβιος, ποθῆναι κάλλιστος οἶνος.
5

4

.

11

.

1

Ὁ μὲν δὴ Ἄστυλος ἐπῄνει ταῦτα καὶ περὶ θήραν εἶχε λαγῶν, οἷα πλούσιος νεανίσκος καὶ τρυφῶν ἀεὶ καὶ ἀφιγμένος εἰς τὸν ἀγρὸν εἰς ἀπόλαυσιν ξένης ἡδονῆς.

4

.

11

.

2

Ὁ δὲ Γνάθων, οἷα μαθὼν ἐσθίειν ἄνθρωπος καὶ πίνειν εἰς μέθην καὶ λαγνεύειν μετὰ τὴν μέθην καὶ οὐδὲν ἄλλο ὢν ἢ γνάθος καὶ γαστὴρ καὶ τὰ ὑπὸ γαστέρα, οὐ παρέργως εἶδε τὸν Δάφνιν τὰ δῶρα κομίσαντα, ἀλλὰ
5καὶ φύσει παιδεραστὴς ὢν καὶ κάλλος οἷον οὐδὲ ἐπὶ τῆς
πόλεως εὑρών, ἐπιθέσθαι διέγνω τῷ Δάφνιδι καὶ πείσειν ᾤετο ῥᾳδίως ὡς αἰπόλον.86

4

.

11

.

3

Γνοὺς δὲ ταῦτα θήρας μὲν οὐκ ἐκοινώνει τῷ Ἀστύλῳ, κατιὼν δὲ ἵνα ἔνεμεν ὁ Δάφνις, λόγῳ μὲν τῶν αἰγῶν, τὸ δ’ ἀληθὲς Δάφνιδος ἐγίνετο θεα‐ τής· μαλθάσσων δὲ αὐτὸν τάς τε αἶγας ἐπῄνει καὶ συρίσαι
5τὸ αἰπολικὸν ἠξίωσε καὶ ἔφη ταχέως ἐλεύθερον θήσειν τὸ πᾶν δυνάμενος.
6

4

.

12

.

1

Ὡς δὲ εἶδε χειροήθη, νύκτωρ λοχήσας ἐκ τῆς νομῆς ἐλαύνοντα τὰς αἶγας πρῶτον μὲν ἐφίλησε προσ‐ δραμών, εἶτα ὄπισθεν παρασχεῖν 〈ἐδεῖτο〉 τοιοῦτον οἷον αἱ αἶγες τοῖς τράγοις.

4

.

12

.

2

Τοῦ δὲ βραδέως νοήσαντος καὶ λέγοντος ὡς αἶγας μὲν βαίνειν τράγους καλόν, τράγον δὲ οὐπώποτέ τις εἶδε βαίνοντα τράγον, οὐδὲ κριὸν ἀντὶ τῶν ὀΐων κριόν, οὐδὲ ἀλεκτρυόνας ἀντὶ τῶν ἀλεκτορίδων
5ἀλεκτρυόνας, οἷός τε ἦν ὁ Γνάθων βιάζεσθαι τὰς χεῖρας προσφέρων·

4

.

12

.

3

ὁ δὲ μεθύοντα ἄνθρωπον καὶ ἑστῶτα μόλις παρωσάμενος ἔσφηλεν εἰς τὴν γῆν καὶ ὥσπερ σκύλαξ ἀπο‐ δραμὼν κείμενον κατέλιπεν, ἀνδρὸς οὐ παιδὸς ἐς χειρα‐ γωγίαν δεόμενον· καὶ οὐκέτι προσίετο ὅλως, ἀλλὰ ἄλλοτε
5ἄλλῃ τὰς αἶγας ἔνεμεν, ἐκεῖνον μὲν φεύγων, Χλόην δὲ τηρῶν,

4

.

12

.

4

Οὐδὲ ὁ Γνάθων ἔτι περιειργάζετο, καταμαθὼν ὡς οὐ μόνον καλός, ἀλλὰ καὶ ἰσχυρός ἐστιν· ἐπετήρει δὲ καιρὸν διαλεχθῆναι περὶ αὐτοῦ τῷ Ἀστύλῳ καὶ ἤλπιζε δῶρον αὐτὸν ἕξειν παρὰ τοῦ νεανίσκου πολλὰ καὶ μεγάλα
5χαρίζεσθαι θέλοντος.
5

4

.

13

.

1

Τότε μὲν οὖν οὐκ ἠδυνήθη· προσῄει γὰρ ὁ Διο‐
νυσοφάνης ἅμα τῇ Κλεαρίστῃ, καὶ ἦν θόρυβος πολὺς κτηνῶν, οἰκετῶν, ἀνδρῶν, γυναικῶν· μετὰ δὲ τοῦτο συνέ‐ ταττε λόγον καὶ ἐρωτικὸν καὶ μακρόν.87

4

.

13

.

2

Ἦν δὲ ὁ Διο‐ νυσοφάνης μεσαιπόλιος μὲν ἤδη, μέγας δὲ καὶ καλὸς καὶ μειρακίοις ἁμιλλᾶσθαι δυνάμενος· ἀλλὰ καὶ πλούσιος ἐν ὀλίγοις καὶ χρηστὸς ὡς οὐδεὶς ἕτερος.

4

.

13

.

3

Οὗτος ἐλθὼν τῇ πρώτῃ μὲν ἡμέρᾳ θεοῖς ἔθυσεν, ὅσοι προεστᾶσιν ἀγροι‐ κίας, Δήμητρι καὶ Διονύσῳ καὶ Πανὶ καὶ Νύμφαις, καὶ κοινὸν πᾶσι τοῖς παροῦσιν ἔστησε κρατῆρα· ταῖς δὲ ἄλλαις
5ἡμέραις ἐπεσκόπει τὰ τοῦ Λάμωνος ἔργα.

4

.

13

.

4

Καὶ ὁρῶν τὰ μὲν πεδία ἐν αὔλακι, τὰς δὲ ἀμπέλους ἐν κλήματι, τὸν δὲ παράδεισον ἐν κάλλει—περὶ γὰρ τῶν ἀνθῶν Ἄστυλος τὴν αἰτίαν ἀνελάμβανεν—ἥδετο περιττῶς καὶ τὸν Λάμωνα
5ἐπῄνει καὶ ἐλεύθερον ἀφήσειν ἐπηγγέλλετο.

4

.

13

.

5

Κατῆλθε μετὰ ταῦτα καὶ εἰς τὸ αἰπόλιον τάς τε αἶγας ὀψόμενος καὶ τὸν νέμοντα.
3

4

.

14

.

1

Χλόη μὲν οὖν εἰς τὴν ὕλην ἔφυγεν, ὄχλον τοσοῦ‐ τον αἰδεσθεῖσα καὶ φοβηθεῖσα· ὁ δὲ Δάφνις εἱστήκει δέρμα λάσιον αἰγὸς ἐζωσμένος, πήραν νεορραφῆ κατὰ τῶν ὤμων ἐξηρτημένος, κρατῶν ταῖς χερσὶν ἀμφοτέραις τῇ μὲν ἀρτι‐
5παγεῖς τυρούς, τῇ δὲ ἐρίφους ἔτι γαλαθηνούς.

4

.

14

.

2

Εἴ ποτε Ἀπόλλων Λαομέδοντι θητεύων ἐβουκόλησε, τοιόσδε ἦν, οἷος τότε ὤφθη Δάφνις. Αὐτὸς μὲν οὖν εἶπεν οὐδέν, ἀλλὰ ἐρυθήματος πλησθεὶς ἔνευσε κάτω, προτείνας τὰ
5δῶρα· ὁ δὲ Λάμων «οὗτος» εἶπε «σοί, δέσποτα, τῶν αἰγῶν αἰπόλος.

4

.

14

.

3

Σὺ μὲν ἐμοὶ πεντήκοντα νέμειν δέδω‐ κας καὶ δύο τράγους, οὗτος δέ σοι πεποίηκεν ἑκατὸν καὶ
δέκα τράγους. Ὁρᾷς ὡς λιπαραὶ καὶ τὰς τρίχας λάσιαι καὶ τὰ κέρατα ἄθραυστοι. Πεποίηκε δὲ αὐτὰς καὶ μουσικάς·88
5σύριγγος γοῦν ἀκούουσαι ποιοῦσι πάντα.»
5

4

.

15

.

1

Παροῦσα δὴ τοῖς λεγομένοις ἡ Κλεαρίστη πεῖ‐ ραν ἐπεθύμησε τοῦ λεχθέντος λαβεῖν καὶ κελεύει τὸν Δάφ‐ νιν ταῖς αἰξὶν οἷον εἴωθε συρίσαι καὶ ἐπαγγέλλεται συρί‐ σαντι χαρίσασθαι χιτῶνα καὶ χλαῖναν καὶ ὑποδήματα.

4

.

15

.

2

Ὁ δὲ καθίσας αὐτοὺς ὥσπερ θέατρον, στὰς ὑπὸ τῇ φηγῷ καὶ ἐκ τῆς πήρας τὴν σύριγγα προκομίσας πρῶτα μὲν ὀλίγον ἐνέπνευσε· καὶ αἱ αἶγες ἔστησαν τὰς κεφαλὰς ἀράμεναι· εἶτα ἐνέπνευσε τὸ νόμιον, καὶ αἱ αἶγες ἐνέμοντο
5νεύσασαι κάτω· αὖθις λιγυρὸν ἐνέδωκε, καὶ ἀθρόαι κατε‐ κλίθησαν·

4

.

15

.

3

ἐσύρισέ τι καὶ ὀξὺ μέλος, αἱ δὲ ὥσπερ λύκου προσιόντος εἰς τὴν ὕλην κατέφυγον· μετ’ ὀλίγον ἀνακλητικὸν ἐφθέγξατο, καὶ ἐξελθοῦσαι τῆς ὕλης πλησίον αὐτοῦ τῶν ποδῶν συνέδραμον.

4

.

15

.

4

Οὐδὲ ἀνθρώπους οἰκέ‐ τας εἶδεν ἄν τις οὕτω πειθομένους προστάγματι δεσπό‐ του. Οἵ τε οὖν ἄλλοι πάντες ἐθαύμαζον καὶ πρὸ πάντων ἡ Κλεαρίστη καὶ τὰ δῶρα ἀποδώσειν ὤμοσε καλῷ τε ὄντι
5αἰπόλῳ καὶ μουσικῷ· καὶ ἀνελθόντες εἰς τὴν ἔπαυλιν ἀμφὶ ἄριστον εἶχον καὶ τῷ Δάφνιδι ἀφ’ ὧν ἤσθιον ἔπεμψαν. Ὁ δὲ μετὰ τῆς Χλόης ἤσθιε καὶ ἥδετο γευόμενος ἀστυ‐ κῆς ὀψαρτυσίας καὶ εὔελπις ἦν τεύξεσθαι τοῦ γάμου,
πείσας τοὺς δεσπότας.89

4

.

16

.

1

Ὁ δὲ Γνάθων προσεκκαυθεὶς τοῖς κατὰ τὸ αἰπόλιον γεγενημένοις καὶ ἀβίωτον νομίζων τὸν βίον, εἰ μὴ τεύξεται Δάφνιδος, περιπατοῦντα τὸν Ἄστυλον ἐν τῷ παραδείσῳ φυλάξας καὶ ἀναγαγὼν εἰς τὸν τοῦ Διονύσου
5νεὼν πόδας καὶ χεῖρας κατεφίλει.

4

.

16

.

2

Τοῦ δὲ πυνθανομέ‐ νου τίνος ἕνεκα ταῦτα δρᾷ, καὶ λέγειν κελεύοντος καὶ ὑπουργήσειν ὀμνύντος, «οἴχεταί σοι Γνάθων» ἔφη «δέσ‐ ποτα. Ὁ μέχρι νῦν μόνης τραπέζης τῆς σῆς ἐρῶν, ὁ
5πρότερον ὀμνὺς ὅτι μηδέν ἐστιν ὡραιότερον οἴνου γέρον‐ τος, ὁ κρείττους τῶν ἐφήβων τῶν ἐν Μιτυλήνῃ τοὺς σοὺς ὀψαρτυτὰς λέγων, μόνον λοιπὸν καλὸν εἶναι Δάφνιν νομίζω.

4

.

16

.

3

Καὶ τροφῆς μὲν τῆς πολυτελοῦς οὐ γεύομαι, καίτοι τοσούτων παρασκευαζομένων ἑκάστης ἡμέρας κρεῶν, ἰχθύων, μελιτωμάτων, ἡδέως δ’ ἂν αἲξ γενόμενος πόαν ἐσθίοιμι καὶ φύλλα, τῆς Δάφνιδος ἀκούων σύριγγος καὶ
5ὑπ’ ἐκείνου νεμόμενος. Σὺ δὲ σῶσον Γνάθωνα τὸν σὸν καὶ τὸν ἀήττητον Ἔρωτα νίκησον.

4

.

16

.

4

Εἰ δὲ μή, σὲ ἐπόμνυμι, τὸν ἐμὸν θεόν, ξιφίδιον λαβὼν καὶ ἐμπλήσας τὴν γαστέρα τροφῆς ἐμαυτὸν ἀποκτενῶ πρὸ τῶν Δάφνιδος θυρῶν· σὺ δὲ οὐκέτι καλέσεις Γναθωνάριον, ὥσπερ εἰώθεις παίζων
5ἀεί.»
5

4

.

17

.

1

Οὐκ ἀντέσχε κλάοντι καὶ αὖθις τοὺς πόδας καταφιλοῦντι νεανίσκος μεγαλόφρων καὶ οὐκ ἄπειρος ἐρω‐
τικῆς λύπης, ἀλλ’ αἰτήσειν αὐτὸν παρὰ τοῦ πατρὸς ἐπηγ‐ γείλατο καὶ κομίσειν εἰς τὴν πόλιν αὑτῷ μὲν δοῦλον, ἐκείνῳ90
5δὲ ἐρώμενον.

4

.

17

.

2

Εἰς εὐθυμίαν δὲ καὶ αὐτὸν [ἐκεῖνον] θέλων προαγαγεῖν ἐπυνθάνετο μειδιῶν εἰ οὐκ αἰσχύνεται Λάμωνος υἱὸν φιλῶν, ἀλλὰ καὶ σπουδάζει συγκατακλιθῆναι νέμοντι αἶγας μειρακίῳ· καὶ ἅμα ὑπεκρίνετο τὴν τραγικὴν
5δυσωδίαν μυσάττεσθαι.

4

.

17

.

3

Ὁ δέ, οἷα πᾶσαν ἐρωτικὴν μυθολογίαν ἐν τοῖς τῶν ἀσώτων συμποσίοις πεπαιδευμένος, οὐκ ἀπὸ σκοποῦ καὶ ὑπὲρ αὑτοῦ καὶ ὑπὲρ τοῦ Δάφνιδος ἔλεγεν· «οὐδεὶς ταῦτα, δέσποτα, ἐραστὴς πολυπραγμονεῖ·
5ἀλλ’ ἐν οἵῳ ποτε ἂν σώματι εὕρῃ τὸ κάλλος, ἑάλωκε.

4

.

17

.

4

Διὰ τοῦτο καὶ φυτοῦ τις ἠράσθη καὶ ποταμοῦ καὶ θηρίου. Καίτοι τίς οὐκ ἂν ἐραστὴν ἠλέησεν, ὃν ἔδει φοβεῖσ‐ θαι τὸν ἐρώμενον; Ἐγὼ δὲ σώματος μὲν ἐρῶ δούλου, κάλ‐ λους δὲ ἐλευθέρου.

4

.

17

.

5

Ὁρᾷς ὡς ὑακίνθῳ μὲν τὴν κόμην ὁμοίαν ἔχει, λάμπουσι δὲ ὑπὸ ταῖς ὀφρύσιν οἱ ὀφθαλμοὶ καθάπερ ἐν χρυσῇ σφενδόνῃ ψηφίς; Καὶ τὸ μὲν πρόσωπον ἐρυθήματος μεστόν, τὸ δὲ στόμα λευκῶν ὀδόντων ὥσπερ
5ἐλέφαντος.

4

.

17

.

6

Τίς ἐκεῖθεν οὐκ ἂν εὔξαιτο λαβεῖν ἐρασ‐ τὴς λευκὰ φιλήματα; Εἰ δὲ νέμοντος ἠράσθην, θεοὺς ἐμι‐ μησάμην. Βουκόλος ἦν Ἀγχίσης, καὶ ἔσχεν αὐτὸν Ἀφρο‐ δίτη· αἶγας ἔνεμε Βράγχος, καὶ Ἀπόλλων αὐτὸν ἐφίλησε·
5ποιμὴν ἦν Γανυμήδης, καὶ αὐτὸν ὁ τῶν ὅλων βασιλεὺς ἥρπασε.

4

.

17

.

7

Μὴ καταφρονῶμεν παιδός, ᾧ καὶ αἶγας ὡς ἐρώσας πειθομένας εἴδομεν· ἀλλ’ εἰ ἔτι μένειν ἐπὶ γῆς ἐπιτρέπουσι τοιοῦτον κάλλος, χάριν ἔχωμεν τοῖς Διὸς
ἀετοῖς.»91

4

.

18

.

1

Ἡδὺ γελάσας ὁ Ἄστυλος ἐπὶ τούτῳ μάλιστα τῷ λεχθέντι καὶ ὡς μεγάλους ὁ Ἔρως ποιεῖ σοφιστὰς εἰπὼν ἐπετήρει καιρόν, ἐν ᾧ τῷ πατρὶ περὶ Δάφνιδος διαλέξεται. Ἀκούσας δὲ τὰ λεχθέντα κρύφα πάντα ὁ
5Εὔδρομος καὶ τὰ μὲν τὸν Δάφνιν φιλῶν ὡς ἀγαθὸν νεανίσ‐ κον, τὰ δὲ ἀχθόμενος εἰ Γνάθωνος ἐμπαροίνημα γενήσεται τοιοῦτον κάλλος, αὐτίκα καταλέγει πάντα κἀκείνῳ καὶ Λά‐ μωνι.

4

.

18

.

2

Ὁ μὲν οὖν Δάφνις ἐκπλαγεὶς ἐγίνωσκεν ἅμα τῇ Χλόῃ τολμῆσαι φυγεῖν ἢ ἀποθανεῖν, κοινωνὸν κἀκείνην λαβών· ὁ δὲ Λάμων προκαλεσάμενος ἔξω τῆς αὐλῆς τὴν Μυρτάλην «οἰχόμεθα» εἶπεν «ὦ γύναι· ἥκει καιρὸς
5ἐκκαλύπτειν τὰ κρυπτά.

4

.

18

.

3

Ἔρρει μοι δὲ αἱ αἶγες καὶ τὰ λοιπὰ πάντα· ἀλλ’ οὐ μὰ τὸν Πᾶνα καὶ τὰς Νύμφας, οὐδ’ εἰ μέλλω βοῦς, φασίν, ἐν αὐλίῳ καταλείπεσθαι, τὴν Δάφνι‐ δος τύχην ἥτις ἐστὶν οὐ σιωπήσομαι, ἀλλὰ καὶ ὅτι εὗρον
5ἐκκείμενον ἐρῶ καὶ ὅπως τρεφόμενον μηνύσω καὶ ὅσα εὗρον συνεκκείμενα δείξω. Μαθέτω Γνάθων ὁ μιαρὸς οἷος ὢν οἵων ἐρᾷ. Παρασκεύαζέ μοι μόνον εὐτρεπῆ τὰ γνωρίσ‐ ματα.»
8

4

.

19

.

1

Οἱ μὲν ταῦτα συνθέμενοι ἀπῆλθον εἴσω πάλιν· ὁ δὲ Ἄστυλος σχολὴν ἄγοντι τῷ πατρὶ προσρυεὶς αἰτεῖ τὸν
Δάφνιν εἰς τὴν πόλιν καταγαγεῖν ὡς καλόν τε ὄντα καὶ ἀγροικίας κρείττονα καὶ ταχέως ὑπὸ Γνάθωνος καὶ τὰ92
5ἀστυκὰ διδαχθῆναι δυνάμενον.

4

.

19

.

2

Χαίρων ὁ πατὴρ δίδωσι καὶ μεταπεμψάμενος τὸν Λάμωνα καὶ τὴν Μυρτάλην εὐηγ‐ γελίζετο μὲν αὐτοῖς ὅτι Ἄστυλον θεραπεύσει λοιπὸν ἀντὶ αἰγῶν καὶ τράγων Δάφνις, ἐπηγγέλλετο δὲ δύο ἀντ’ ἐκείνου
5δώσειν αὐτοῖς αἰπόλους.

4

.

19

.

3

Ἐνταῦθα ὁ Λάμων, πάντων ἤδη συνερρυηκότων καὶ ὅτι καλὸν ὁμόδουλον ἕξουσιν ἡδο‐ μένων, αἰτήσας λόγον ἤρξατο λέγειν· «ἄκουσον, ὦ δέσποτα, παρ’ ἀνδρὸς γέροντος ἀληθῆ λόγον· ἐπόμνυμι δὲ τὸν Πᾶνα
5καὶ τὰς Νύμφας ὡς οὐδὲν ψεύσομαι.

4

.

19

.

4

Οὐκ εἰμὶ Δάφνι‐ δος πατήρ, οὐδ’ εὐτύχησέ ποτε Μυρτάλη μήτηρ γενέσθαι. Ἄλλοι πατέρες ἐξέθηκαν τοῦτον, ἴσως παιδίων πρεσβυτέ‐ ρων ἅλις ἔχοντες· ἐγὼ δὲ εὗρον ἐκκείμενον καὶ ὑπὸ αἰγὸς
5ἐμῆς τρεφόμενον, ἣν καὶ ἀποθανοῦσαν ἔθαψα ἐν τῷ περι‐ κήπῳ φιλῶν ὅτι ἐποίησε μητρὸς ἔργα.

4

.

19

.

5

Εὗρον αὐτῷ καὶ γνωρίσματα συνεκκείμενα· ὁμολογῶ, δέσποτα, καὶ φυλάττω· τύχης γάρ ἐστι μείζονος ἢ καθ’ ἡμᾶς σύμβολα. Ἀστύλου μὲν οὖν εἶναι δοῦλον αὐτὸν οὐχ ὑπερηφανῶ, καλὸν οἰκέτην
5καλοῦ καὶ ἀγαθοῦ δεσπότου· παροίνημα δὲ Γνάθωνος οὐ δύναμαι περιιδεῖν γενόμενον, ὃς ἐς Μιτυλήνην αὐτὸν ἄγειν ἐπὶ γυναικῶν ἔργα σπουδάζει.»
7

4

.

20

.

1

Ὁ μὲν Λάμων ταῦτα εἰπὼν ἐσιώπησε καὶ πολλὰ ἀφῆκε δάκρυα· τοῦ δὲ Γνάθωνος θρασυνομένου καὶ πληγὰς ἀπειλοῦντος, ὁ Διονυσοφάνης τοῖς εἰρημένοις ἐκπλαγεὶς τὸν μὲν Γνάθωνα σιωπᾶν ἐκέλευσε, σφόδρα τὴν ὀφρὺν εἰς
5αὐτὸν τοξοποιήσας, τὸν δὲ Λάμωνα πάλιν ἀνέκρινε καὶ παρεκελεύετο τἀληθῆ λέγειν μηδὲ ὅμοια πλάττειν μύθοις ἐπὶ τῷ κατέχειν τὸν υἱόν.93

4

.

20

.

2

Ὡς δὲ ἀτενὴς ἦν καὶ κατὰ πάντων ὤμνυε θεῶν καὶ ἐδίδου βασανίζειν αὑτόν, εἰ ψεύ‐ δεται, 〈παρα〉καθημένης τῆς Κλεαρίστης ἐβασάνιζε τὰ λελεγμένα. «Τί δ’ ἂν ἐψεύδετο Λάμων, μέλλων ἀνθ’ ἑνὸς
5δύο λαμβάνειν αἰπόλους; Πῶς δ’ ἂν καὶ ταῦτα ἔπλασεν ἄγροικος; Οὐ γὰρ εὐθὺς ἦν ἄπιστον ἐκ τοιούτου γέροντος καὶ μητρὸς εὐτελοῦς υἱὸν καλὸν οὕτω γενέσθαι;»
7

4

.

21

.

1

Ἐδόκει μὴ μαντεύεσθαι ἐπὶ πλέον, ἀλλὰ ἤδη τὰ γνωρίσματα σκοπεῖν εἰ λαμπρᾶς καὶ ἐνδοξοτέρας τύχης. Ἀπῄει μὲν Μυρτάλη κομίσουσα πάντα φυλαττόμενα ἐν πήρᾳ παλαιᾷ·

4

.

21

.

2

κομισθέντα δὲ πρῶτος Διονυσοφάνης ἐπέβλεπε, καὶ ἰδὼν χλανίδιον ἁλουργές, πόρπην χρυσήλα‐ τον, ξιφίδιον ἐλεφαντόκωπον, μέγα βοήσας «ὦ Ζεῦ δέσ‐ ποτα» καλεῖ τὴν γυναῖκα θεασομένην·

4

.

21

.

3

Ἡ δὲ ἰδοῦσα μέγα καὶ αὐτὴ βοᾷ· «φίλαι Μοῖραι· οὐ ταῦτα ἡμεῖς συν‐ εξεθήκαμεν ἰδίῳ παιδί; Οὐκ εἰς τούτους τοὺς ἀγροὺς κομί‐ σουσαν Σωφροσύνην ἀπεστείλαμεν; Οὐκ ἄλλα μὲν οὖν, ἀλλ’
5αὐτὰ ταῦτα. Φίλε ἄνερ, ἡμέτερόν ἐστι τὸ παιδίον· σὸς υἱός ἐστι Δάφνις, καὶ πατρῴας ἔνεμεν αἶγας.»
6

4

.

22

.

1

Ἔτι λεγούσης αὐτῆς καὶ τοῦ Διονυσοφάνους
τὰ γνωρίσματα φιλοῦντος καὶ ὑπὸ περιττῆς ἡδονῆς δακρύον‐ τος ὁ Ἄστυλος συνεὶς ὡς ἀδελφός ἐστι, ῥίψας θοἰμάτιον ἔθει κατὰ τοῦ παραδείσου, πρῶτος τὸν Δάφνιν φιλῆσαι94
5θέλων.

4

.

22

.

2

Ἰδὼν δὲ αὐτὸν ὁ Δάφνις θέοντα μετὰ πολλῶν καὶ βοῶντα «Δάφνι», νομίσας ὅτι συλλαβεῖν αὐτὸν βου‐ λόμενος τρέχει, ῥίψας τὴν πήραν καὶ τὴν σύριγγα πρὸς τὴν θάλασσαν ἐφέρετο ῥίψων ἑαυτὸν ἀπὸ τῆς μεγάλης πέτρας.

4

.

22

.

3

Καὶ ἴσως ἄν, τὸ καινότατον, εὑρεθεὶς ἀπωλώλει Δάφ‐ νις, εἰ μὴ συνεὶς ὁ Ἄστυλος ἐβόα πάλιν· «στῆθι, Δάφνι, μηδὲν φοβηθῇς· ἀδελφός εἰμί σου, καὶ γονεῖς οἱ μέχρι νῦν δεσπόται.

4

.

22

.

4

Νῦν ἡμῖν Λάμων τὴν αἶγα εἶπε καὶ τὰ γνω‐ ρίσματα ἔδειξεν· ὅρα δὲ ἐπιστραφεὶς πῶς ἴασι φαιδροὶ καὶ γελῶντες. Ἀλλ’ ἐμὲ πρῶτον φίλησον· ὄμνυμι δὲ τὰς Νύμ‐ φας ὡς οὐ ψεύδομαι.»
4

4

.

23

.

1

Μόλις οὖν μετὰ τὸν ὅρκον ἔστη καὶ τὸν Ἄσ‐ τυλον τρέχοντα περιέμεινε καὶ προσελθόντα κατεφίλησεν. Ἐν ᾧ δὲ ἐκεῖνον ἐφίλει, πλῆθος τὸ λοιπὸν ἐπιρρεῖ θερα‐ πόντων, θεραπαινῶν, αὐτὸς ὁ πατήρ, ἡ μήτηρ μετ’ αὐτοῦ.
5Οὗτοι πάντες περιέβαλλον, κατεφίλουν, χαίροντες κλάον‐ τες.

4

.

23

.

2

Ὁ δὲ τὸν πατέρα καὶ τὴν μητέρα πρὸ τῶν ἄλλων ἐφιλοφρονεῖτο, καὶ ὡς πάλαι εἰδὼς προσεστερνίζετο καὶ ἐξελθεῖν τῶν περιβολῶν οὐκ ἤθελεν· οὕτω φύσις ταχέως πιστεύεται. Ἐξελάθετο καὶ Χλόης πρὸς ὀλίγον· καὶ ἐλθὼν
5εἰς τὴν ἔπαυλιν ἐσθῆτά τε ἔλαβε πολυτελῆ καὶ παρὰ τὸν
πατέρα τὸν ἴδιον καθεσθεὶς ἤκουεν αὐτοῦ λέγοντος οὕτως·95

4

.

24

.

1

«Ἔγημα, ὦ παῖδες, κομιδῇ νέος. Καὶ χρόνου διελθόντος ὀλίγου πατήρ, ὡς ᾤμην, εὐτυχὴς ἐγεγόνειν· ἐγένετο γάρ μοι πρῶτος υἱὸς καὶ δευτέρα θυγάτηρ καὶ τρίτος Ἄστυλος. ᾬμην ἱκανὸν εἶναι τὸ γένος, καὶ γενό‐
5μενον ἐπὶ πᾶσι τοῦτο τὸ παιδίον ἐξέθηκα, οὐ γνωρίσματα ταῦτα συνεκθείς, ἀλλ’ ἐντάφια.

4

.

24

.

2

Τὰ δὲ τῆς Τύχης ἄλλα βουλεύματα. Ὁ μὲν γὰρ πρεσβύτερος παῖς καὶ ἡ θυγάτηρ ὁμοίᾳ νόσῳ μιᾶς ἡμέρας ἀπώλοντο· σὺ δέ μοι προ‐ νοίᾳ θεῶν ἐσώθης, ἵνα πλείους ἔχωμεν χειραγωγούς.

4

.

24

.

3

Μήτ’ οὖν σύ μοι μνησικακήσῃς ποτὲ τῆς ἐκθέσεως— ἑκὼν γὰρ οὐκ ἐβουλευσάμην—, μήτε σὺ λυπηθῇς, Ἄστυλε, μέρος ληψόμενος ἀντὶ πάσης τῆς οὐσίας—κρεῖττον γὰρ τοῖς εὖ φρονοῦσιν ἀδελφοῦ κτῆμα οὐδέν—, ἀλλὰ φιλεῖτε ἀλλή‐
5λους καὶ χρημάτων 〈γ’〉 ἕνεκα καὶ βασιλεῦσιν ἐρίζετε.

4

.

24

.

4

Πολλὴν μὲν γὰρ ἐγὼ ὑμῖν καταλείψω γῆν, πολλοὺς δὲ οἰκέτας δεξιούς, χρυσόν, ἄργυρον 〈καὶ〉 ὅσα ἄλλα εὐδαι‐ μόνων κτήματα. Μόνον ἐξαίρετον τοῦτο Δάφνιδι τὸ χωρίον δίδωμι καὶ Λάμωνα καὶ Μυρτάλην καὶ τὰς αἶγας, ἃς αὐτὸς
5ἔνεμεν.»
5

4

.

25

.

1

Ἔτι αὐτοῦ λέγοντος Δάφνις ἀναπηδήσας «κα‐ λῶς με» εἶπε «ταῦτα, πάτερ, ἀνέμνησας. Ἄπειμι τὰς αἶγας [απ]ἄξων ἐπὶ ποτόν, αἵ που νῦν διψῶσαι περι‐ μένουσι τὴν σύριγγα τὴν ἐμήν· ἐγὼ δὲ ἐνταυθοῖ καθέζο‐
5μαι.»

4

.

25

.

2

Ἡδὺ πάντες ἐξεγέλασαν ὅτι δεσπότης γεγε‐ νημένος ἔτι θέλει εἶναι αἰπόλος· κἀκείνας μὲν θεραπεύ‐
σων ἐπέμφθη τις ἄλλος, οἱ δὲ θύσαντες Διὶ Σωτῆρι συμ‐ πόσιον συνεκρότουν. Εἰς τοῦτο τὸ συμπόσιον μόνος οὐχ96
5ἧκε Γνάθων, ἀλλὰ φοβούμενος ἐν τῷ νεῲ τοῦ Διονύσου καὶ τὴν ἡμέραν ἔμεινε καὶ τὴν νύκτα, ὥσπερ ἱκέτης.

4

.

25

.

3

Ταχείας δὲ φήμης εἰς πάντας ἐλθούσης ὅτι Διονυσο‐ φάνης εὗρεν υἱόν, καὶ ὅτι Δάφνις ὁ αἰπόλος δεσπότης τῶν ἀγρῶν εὑρέθη, ἅμα ἕῳ συνέτρεχον ἄλλος ἀλλαχόθεν, τῷ μὲν μειρακίῳ συνηδόμενοι, τῷ δὲ πατρὶ αὐτοῦ δῶρα κομί‐
5ζοντες· ἐν οἷς καὶ ὁ Δρύας πρῶτος ὁ τρέφων τὴν Χλόην.
5

4

.

26

.

1

Ὁ δὲ Διονυσοφάνης κατεῖχε πάντας, κοινω‐ νοὺς μετὰ τὴν εὐφροσύνην καὶ τῆς ἑορτῆς ἐσομένους. Παρεσκεύαστο δὲ πολὺς μὲν οἶνος, πολλὰ δὲ ἄλευρα, ὄρνι‐ θες ἕλειοι, χοῖροι γαλαθηνοί, μελιτώματα ποικίλα· καὶ
5ἱερεῖα δὲ πολλὰ τοῖς ἐπιχωρίοις θεοῖς ἐθύετο.

4

.

26

.

2

Ἐν‐ ταῦθα ὁ Δάφνις συναθροίσας πάντα τὰ ποιμενικὰ κτήματα διένειμεν ἀναθήματα τοῖς θεοῖς. Τῷ Διονύσῳ μὲν ἀνέθηκε τὴν πήραν καὶ τὸ δέρμα, τῷ Πανὶ τὴν σύριγγα καὶ τὸν
5πλάγιον αὐλόν, τὴν καλαύροπα ταῖς Νύμφαις καὶ τοὺς γαυλοὺς οὓς αὐτὸς ἐτεκτήνατο.

4

.

26

.

3

Οὕτως δὲ ἄρα τὸ σύνηθες ξενιζούσης εὐδαιμονίας τερπνότερόν ἐστιν, ὥστε ἐδάκρυεν ἐφ’ ἑκάστῳ τούτων ἀπαλλαττόμενος· καὶ οὔτε τοὺς γαυλοὺς ἀνέθηκε πρὶν ἀμέλξαι, οὔτε τὸ δέρμα πρὶν
5ἐνδύσασθαι, οὔτε τὴν σύριγγα πρὶν συρίσαι·

4

.

26

.

4

ἀλλὰ καὶ ἐφίλησεν αὐτὰ πάντα καὶ τὰς αἶγας προσεῖπε καὶ τοὺς τράγους ἐκάλεσεν ὀνομαστί. Τῆς μὲν [γὰρ] πηγῆς καὶ ἔπιεν, ὅτι πολλάκις καὶ μετὰ Χλόης. Οὔπω δὲ ὡμολόγει τὸν ἔρωτα
5καιρὸν παραφυλάττων.97

4

.

27

.

1

Ἐν ᾧ δὲ Δάφνις ἐν θυσίαις ἦν, τάδε γίνεται περὶ τὴν Χλόην. Ἐκάθητο κλάουσα, τὰ πρόβατα νέμουσα, λέγουσα, οἷα εἰκὸς ἦν· «Ἐξελάθετό μου Δάφνις. Ὀνειρο‐ πολεῖ γάμους πλουσίους.

4

.

27

.

2

Τί γὰρ αὐτὸν ὀμνύειν ἀντὶ τῶν Νυμφῶν τὰς αἶγας ἐκέλευον; Κατέλιπε ταύτας ὡς καὶ Χλόην. Οὐδὲ θύων ταῖς Νύμφαις καὶ τῷ Πανὶ ἐπεθύ‐ μησεν ἰδεῖν Χλόην. Εὗρεν ἴσως παρὰ τῇ μητρὶ θεραπαίνας
5ἐμοῦ κρείττονας. Χαιρέτω· ἐγὼ δὲ οὐ ζήσομαι.»
5

4

.

28

.

1

Τοιαῦτα λέγουσαν, ταῦτα ἐννοοῦσαν ὁ Λάμ‐ πις ὁ βουκόλος μετὰ χειρὸς γεωργικῆς ἐπιστὰς ἥρπασεν αὐτήν, ὡς οὔτε Δάφνιδος ἔτι γαμήσοντος καὶ Δρύαντος ἐκεῖνον ἀγαπήσοντος. Ἡ μὲν οὖν ἐκομίζετο βοῶσα ἐλεει‐
5νόν, τῶν δέ τις ἰδόντων ἐμήνυσε τῇ Νάπῃ κἀκείνη τῷ Δρύαντι καὶ ὁ Δρύας τῷ Δάφνιδι.

4

.

28

.

2

Ὁ δὲ ἔξω τῶν φρε‐ νῶν γενόμενος οὔτε εἰπεῖν πρὸς τὸν πατέρα ἐτόλμα καὶ καρτερεῖν μὴ δυνάμενος εἰς τὸν περίκηπον εἰσελθὼν ὠδύ‐ ρετο «ὢ πικρᾶς ἀνευρέσεως» λέγων·

4

.

28

.

3

«πόσον ἦν μοι κρεῖττον νέμειν; πόσον ἤμην μακαριώτερος, δοῦλος ὤν. Τότε ἔβλεπον Χλόην, τότε .... Νῦν δὲ τὴν μὲν Λάμπις
ἁρπάσας οἴχεται, νυκτὸς δὲ γενομένης 〈συγ〉κοιμήσεται.98
5Ἐγὼ δὲ πίνω καὶ τρυφῶ καὶ μάτην τὸν Πᾶνα καὶ τὰς αἶγας καὶ τὰς Νύμφας ὠμόσα〈μεν〉.»
6

4

.

29

.

1

Ταῦτα τοῦ Δάφνιδος λέγοντος ἤκουσεν ὁ Γνάθων ἐν τῷ παραδείσῳ λανθάνων· καὶ καιρὸν ἥκειν διαλ‐ λαγῶν πρὸς αὐτὸν νομίζων τινὰς τῶν τοῦ Ἀστύλου νεανίσ‐ κων προσλαβὼν μεταδιώκει τὸν Δρύαντα.

4

.

29

.

2

Καὶ ἡγεῖσ‐ θαι κελεύσας ἐπὶ τὴν τοῦ Λάμπιδος ἔπαυλιν συνέτεινε δρόμον· καὶ καταλαβὼν ἄρτι εἰσάγοντα τὴν Χλόην, ἐκεί‐ νην τε ἀφαιρεῖται καὶ ἀνθρώπους γεωργοὺς συνηλόησε
5πληγαῖς.

4

.

29

.

3

Ἐσπούδαζε δὲ καὶ τὸν Λάμπιν δήσας ἄγειν ὡς αἰχμάλωτον ἐκ πολέμου τινός, εἰ μὴ φθάσας ἀπέδρα.

4

.

29

.

4

Καὶ τὸν μὲν Διονυσοφάνην εὑρίσκει καθεύδοντα, τὸν δὲ Δάφνιν ἀγρυπνοῦντα καὶ ἔτι ἐν τῷ περικήπῳ δακρύοντα. Προσάγει δὴ τὴν Χλόην αὐτῷ καὶ διδοὺς διηγεῖται πάντα· καὶ δεῖται μηδὲν ἔτι μνησικακοῦντα δοῦλον ἔχειν οὐκ
5ἄχρηστον, μηδὲ ἀφελέσθαι τραπέζης, μεθ’ ἣν τεθνήξεται λιμῷ.

4

.

29

.

5

Ὁ δὲ ἰδὼν [Χλόην] καὶ ἔχων ἐν ταῖς χερσὶ Χλόην τῷ μὲν ὡς εὐεργέτῃ διηλλάττετο, τῇ δὲ ὑπὲρ τῆς ἀμε‐ λείας ἀπελογεῖτο.
3

4

.

30

.

1

Βουλευομένοις δὲ αὐτοῖς ἐδόκει τὸν γάμον κρύπτειν, ἔχειν δὲ κρύφα τὴν Χλόην πρὸς μόνην ὁμολο‐ γήσαντα τὸν ἔρωτα τὴν μητέρα· ἀλλ’ οὐ συνεχώρει Δρύας, ἠξίου δὲ τῷ πατρὶ λέγειν καὶ πείσειν αὐτὸς ἐπηγγέλλετο.

4

.

30

.

2

Καὶ γενομένης ἡμέρας ἔχων ἐν τῇ πήρᾳ τὰ γνωρίσματα
πρόσεισι τῷ Διονυσοφάνει καὶ τῇ Κλεαρίστῃ καθημένοις ἐν τῷ παραδείσῳ—παρῆν δὲ καὶ ὁ Ἄστυλος καὶ αὐτὸς ὁ Δάφνις—καὶ σιωπῆς γενομένης ἤρξατο λέγειν·99

4

.

30

.

3

«Ὁμοία με ἀνάγκη Λάμωνι τὰ μέχρι νῦν ἄρρητα ἐκέλευσε λέγειν. Χλόην 〈ἐγὼ〉 ταύτην οὔτε ἐγέννησα οὔτε ἀνέθρεψα, ἀλλὰ ἐγέννησαν μὲν ἄλλοι, κειμένην δὲ ἐν ἄντρῳ Νυμφῶν ἀνέθρεψεν ὄϊς.

4

.

30

.

4

Εἶδον τοῦτο αὐτὸς καὶ ἰδὼν ἐθαύμασα καὶ θαυμάσας ἔθρεψα. Μαρτυρεῖ μὲν καὶ τὸ κάλλος, ἔοικε γὰρ οὐδὲν ἡμῖν· μαρτυρεῖ δὲ καὶ τὰ γνωρίσ‐ ματα, πλουσιώτερα γὰρ ἢ κατὰ ποιμένα. Ἴδετε ταῦτα καὶ
5τοὺς προσήκοντας τῇ κόρῃ ζητήσατε, ἂν ἀξία ποτὲ Δάφ‐ νιδος φανῇ.»
6

4

.

31

.

1

Τοῦτο οὔτε Δρύας ἀσκόπως ἔρριψεν οὔτε Διονυσοφάνης ἀμελῶς ἤκουσεν, ἀλλ’ ἰδὼν εἰς τὸν Δάφνιν καὶ ὁρῶν αὐτὸν χλωριῶντα καὶ κρύφα δακρύοντα ταχέως ἐφώρασε τὸν ἔρωτα· καὶ ὡς ὑπὲρ παιδὸς ἰδίου μᾶλλον ἢ
5κόρης ἀλλοτρίας δεδοικὼς διὰ πάσης ἀκριβείας ἠλέγχετο τοὺς λόγους τοῦ Δρύαντος.

4

.

31

.

2

Ἐπεὶ δὲ καὶ τὰ γνωρίσ‐ ματα εἶδε κομισθέντα, 〈τὰ〉 ὑποδήματα 〈τὰ〉 κατάχρυσα, τὰς περισκελίδας, τὴν μίτραν, προσκαλεσάμενος τὴν Χλόην παρεκελεύετο θαρρεῖν, ὡς ἄνδρα μὲν ἔχουσαν ἤδη, ταχέως
5δὲ εὑρήσουσαν καὶ τὸν πατέρα καὶ τὴν μητέρα.

4

.

31

.

3

Καὶ τὴν μὲν ἡ Κλεαρίστη παραλαβοῦσα ἐκόσμει λοιπὸν ὡς υἱοῦ γυναῖκα, τὸν δὲ Δάφνιν ὁ Διονυσοφάνης ἀναστήσας μόνον
ἀνέκρινεν εἰ παρθένος ἐστί· τοῦ δὲ ὀμόσαντος μηδὲν γεγο‐100
5νέναι φιλήματος καὶ ὅρκων πλέον, ἡσθεὶς ἐπὶ τῷ συνωμο‐ σίῳ κατέκλινεν αὐτούς.
6

4

.

32

.

1

Ἦν οὖν μαθεῖν οἷόν ἐστι τὸ κάλλος, ὅταν κόσμον προσλάβῃ. Ἐνδυθεῖσα γὰρ ἡ Χλόη καὶ ἀναπλεξαμένη τὴν κόμην καὶ ἀπολούσασα τὸ πρόσωπον εὐμορφοτέρα το‐ σοῦτον ἐφάνη πᾶσιν, ὥστε καὶ Δάφνις αὐτὴν μόλις ἐγνώρι‐
5σεν.

4

.

32

.

2

Ὤμοσεν ἄν τις καὶ ἄνευ τῶν γνωρισμάτων ὅτι τοιαύτης κόρης οὐκ ἦν Δρύας πατήρ. Ὅμως μέντοι παρῆν καὶ αὐτὸς καὶ συνειστιᾶτο μετὰ τῆς Νάπης, συμπότας ἔχων ἐπὶ κλίνης ἰδίας τὸν Λάμωνα καὶ τὴν Μυρτάλην.

4

.

32

.

3

Πάλιν οὖν ταῖς ἑξῆς ἡμέραις ἐθύετο ἱερεῖα καὶ κρατῆ‐ ρες ἵσταντο καὶ ἀνετίθει καὶ Χλόη τὰ ἑαυτῆς, τὴν σύριγγα, τὴν πήραν, τὸ δέρμα, τοὺς γαυλούς· ἐκέρασε δὲ καὶ τὴν πηγὴν οἴνῳ τὴν ἐν τῷ ἄντρῳ, ὅτι καὶ ἐτράφη παρ’ αὐτῇ,
5καὶ ἐλούσατο πολλάκις ἐν αὐτῇ·

4

.

32

.

4

ἐστεφάνωσε καὶ τὸν τάφον τῆς ὄϊος, δείξαντος Δρύαντος, καὶ ἐσύρισέ τι καὶ αὐτὴ τῇ ποίμνῃ, καὶ συρίσασα ταῖς θεαῖς ηὔξατο τοὺς ἐκθέντας εὑρεῖν ἀξίους τῶν Δάφνιδος γάμων.
4

4

.

33

.

1

Ἐπεὶ δὲ ἅλις ἦν τῶν κατ’ ἀγρὸν ἑορτῶν, ἔδοξε βαδίζειν εἰς τὴν πόλιν καὶ τούς τε τῆς Χλόης πατέρας ἀναζητεῖν καὶ περὶ τὸν γάμον αὐτῶν μηκέτι βραδύνειν.

4

.

33

.

2

Ἕωθεν οὖν ἐνσκευασάμενοι τῷ Δρύαντι μὲν ἔδωκαν ἄλλας τρισχιλίας, τῷ Λάμωνι δὲ τὴν ἡμίσειαν μοῖραν τῶν ἀγρῶν θερίζειν καὶ τρυγᾶν καὶ τὰς αἶγας ἅμα τοῖς αἰπό‐
λοις καὶ ζεύγη βοῶν τέτταρα καὶ ἐσθῆτας χειμερινὰς101
5καὶ 〈ἐλεύθερον αὐτὸν ἔθηκαν καὶ〉 ἐλευθέραν τὴν γυναῖκα· καὶ μετὰ τοῦτο ἤλαυνον ἐπὶ Μιτυλήνην ἵπποις καὶ ζεύγεσι καὶ τρυφῇ πολλῇ.

4

.

33

.

3

Τότε μὲν οὖν ἔλαθον τοὺς πολίτας, νυκτὸς κατελ‐ θόντες· τῆς δὲ ἐπιούσης ὄχλος ἠθροίσθη περὶ τὰς θύρας ἀνδρῶν, γυναικῶν. Οἱ μὲν τῷ Διονυσοφάνει συνήδοντο παῖδα εὑρόντι, καὶ μᾶλλον ὁρῶντες τὸ κάλλος τοῦ Δάφνι‐
5δος· αἱ δὲ τῇ Κλεαρίστῃ συνέχαιρον ἅμα κομιζούσῃ καὶ παῖδα καὶ νύμφην.

4

.

33

.

4

Ἐξέπλησσε γὰρ κἀκείνας ἡ Χλόη κάλλος ἐκφέρουσα παρευδοκιμηθῆναι μὴ δυνάμεμον· ὅλη δὲ ἄρα ἐκίττα ἡ πόλις ἐπὶ τῷ μειρακίῳ καὶ τῇ παρθένῳ· καὶ εὐδαιμόνιζον μὲν ἤδη τὸν γάμον, ηὔχοντο δὲ καὶ τὸ γένος
5ἄξιον τῆς μορφῆς εὑρεθῆναι τῆς κόρης· καὶ γυναῖκες πολλαὶ τῶν μέγα πλουσίων ἠράσαντο θεοῖς αὐταὶ πιστευθῆναι μητέρες θυγατρὸς οὕτω καλῆς.
7

4

.

34

.

1

Ὄναρ δὲ Διονυσοφάνει μετὰ φροντίδα πολ‐ λὴν εἰς βαθὺν ὕπνον κατενεχθέντι τοιόνδε γίνεται. Ἐδόκει τὰς Νύμφας δεῖσθαι τοῦ Ἔρωτος ἤδη ποτε αὐτοῖς κατα‐ νεῦσαι τὸν γάμον· τὸν δὲ ἐκλύσαντα τὸ τοξάριον καὶ ἀπο‐
5θέμενον τὴν φαρέτραν κελεῦσαι τῷ Διονυσοφάνει πάντας τοὺς ἀρίστους Μιτυληναίων θέμενον συμπότας, ἡνίκα ἂν τὸν ὕστατον πλήσῃ κρατῆρα, τότε δεικνύειν ἑκάστῳ τὰ
γνωρίσματα, τὸ δὲ ἐντεῦθεν ᾄδειν τὸν ὑμέναιον.102

4

.

34

.

2

Ταῦτα ἰδὼν καὶ ἀκούσας ἕωθεν ἀνίσταται καὶ κελεύσας λαμπρὰν ἑστίασιν παρασκευασθῆναι τῶν ἀπὸ γῆς, τῶν ἀπὸ θαλάσσης καὶ εἴ τι ἐν λίμναις καὶ εἴ τι ἐν ποταμοῖς, πάντας τοὺς ἀρίστους Μιτυληναίων ποιεῖται συμπότας.

4

.

34

.

3

Ὡς δὲ ἤδη νὺξ ἦν καὶ πέπληστο 〈ὁ〉 κρατὴρ ἐξ οὗ σπέν‐ δουσιν Ἑρμῇ, εἰσκομίζει τις ἐπὶ σκεύους ἀργυροῦ θεράπων τὰ γνωρίσματα καὶ περιφέρων ἐνδέξια πᾶσιν ἐδείκνυε.
3

4

.

35

.

1

Τῶν μὲν οὖν ἄλλων ἐγνώρισεν οὐδείς· Μεγα‐ κλῆς δέ τις διὰ γῆρας ὕστατος κατακείμενος ὡς εἶδε, γνωρίσας, πάνυ μέγα καὶ νεανικὸν ἐκβοᾷ· «τίνα ὁρῶ ταῦτα; Τί γέγονάς μοι, θυγάτριον; Ἆρα καὶ σὺ ζῇς ἢ ταῦτά τις
5ἐβάστασε μόνα ποιμὴν ἐντυχών;

4

.

35

.

2

Δέομαι, Διονυσό‐ φανες, εἰπέ μοι· πόθεν ἔχεις ἐμοῦ παιδίου γνωρίσματα; Μὴ φθονήσῃς μετὰ Δάφνιν εὑρεῖν τι κἀμέ.» Κελεύσαντος δὲ τοῦ Διονυσοφάνους πρότερον ἐκεῖνον λέγειν τὴν ἔκθε‐
5σιν, ὁ Μεγακλῆς οὐδὲν ὑφελὼν τοῦ τόνου τῆς φωνῆς ἔφη·

4

.

35

.

3

«ἦν ὀλίγος μοι βίος τὸ πρότερον· ὃν γὰρ εἶχον εἰς χορηγίας καὶ τριηραρχίας ἐξεδαπάνησα. Ὅτε ταῦτα ἦν, γίνεταί μοι θυγάτριον. Τοῦτο τρέφειν ὀκνήσας ἐν πενίᾳ, τούτοις τοῖς γνωρίσμασι κοσμήσας ἐξέθηκα, εἰδὼς ὅτι
5πολλοὶ καὶ οὕτω σπουδάζουσι πατέρες γενέσθαι.

4

.

35

.

4

Καὶ τὸ μὲν ἐξέκειτο ἐν ἄντρῳ Νυμφῶν πιστευθὲν ταῖς θεαῖς, ἐμοὶ δὲ πλοῦτος ἐπέρρει καθ’ ἑκάστην ἡμέραν κληρονόμον οὐκ ἔχοντι.

4

.

35

.

5

Οὐκέτι γοῦν οὐδὲ θυγατρίου γενέσθαι πα‐
τὴρ εὐτύχησα, ἀλλ’ οἱ θεοὶ ὥσπερ γέλωτά με ποιούμενοι νύκτωρ ὀνείρους μοι ἐπιπέμπουσι, δηλοῦντες ὅτι με πα‐ τέρα ποιήσει ποίμνιον.»103
4

4

.

36

.

1

Ἀνεβόησεν ὁ Διονυσοφάνης μεῖζον τοῦ Μεγακλέους καὶ ἀναπηδήσας εἰσάγει Χλόην πάνυ καλῶς κεκοσμημένην καὶ λέγει· «τοῦτο τὸ παιδίον ἐξέθηκας· ταύτην σοὶ τὴν παρθένον ὄϊς προνοίᾳ θεῶν ἀνέθρεψεν,
5ὡς αἲξ Δάφνιν ἐμοί.

4

.

36

.

2

Λαβὲ τὰ γνωρίσματα καὶ τὴν θυγατέρα, λαβὼν δὲ ἀπόδος Δάφνιδι νύμφην. Ἀμφοτέρους ἐξεθήκαμεν, ἀμφοτέρους εὑρήκαμεν, ἀμφοτέρων ἐμέλησε Πανὶ καὶ Νύμφαις καὶ Ἔρωτι».

4

.

36

.

3

Ἐπῄνει τὰ λεγό‐ μενα ὁ Μεγακλῆς καὶ τὴν γυναῖκα Ῥόδην μετεπέμπετο καὶ τὴν Χλόην ἐν τοῖς κόλποις εἶχε. Καὶ ὕπνον αὐτοῦ μένοντες εἵλοντο· Δάφνις γὰρ οὐδενὶ διώμνυτο προήσεσθαι
5τὴν Χλόην, οὐδὲ αὐτῷ τῷ πατρί.
5

4

.

37

.

1

Ἡμέρας δὲ γενομένης συνθέμενοι πάλιν εἰς τὸν ἀγρὸν ἤλαυνον· ἐδεήθησαν γὰρ τοῦτο Δάφνις καὶ Χλόη, μὴ φέροντες τὴν ἐν ἄστει διατριβήν. Ἐδόκει δὲ κἀκείνοις ποιμενικούς τινας αὐτοῖς ποιῆσαι τοὺς γάμους.

4

.

37

.

2

Ἐλθόντες οὖν παρὰ τὸν Λάμωνα τόν τε Δρύαντα τῷ Μεγακλεῖ προσήγαγον καὶ τῇ Ῥόδῃ τὴν Νάπην συνέστη‐ σαν καὶ τὰ πρὸς τὴν ἑορτὴν παρεσκευάζοντο λαμπρῶς. Παρέδωκε μὲν οὖν ἔτι ταῖς Νύμφαις τὴν Χλόην ὁ πατὴρ
5καὶ μετὰ ἄλλων πολλῶν ἐποίησεν ἀναθήματα τὰ γνωρίσματα
καὶ Δρύαντι τὰς λειπούσας εἰς τὰς μυρίας ἐπλήρωσεν.104

4

.

38

.

1

Ὁ δὲ Διονυσοφάνης, εὐημερίας οὔσης, αὐτοῦ πρὸ τοῦ ἄντρου στιβάδας ὑπεστόρεσεν ἐκ χλωρᾶς φυλλάδος καὶ πάντας τοὺς κωμήτας κατακλίνας εἱστία πολυτελῶς.

4

.

38

.

2

Παρῆσαν δὲ Λάμων καὶ Μυρτάλη, Δρύας καὶ Νάπη, οἱ Δόρκωνι προσήκοντες, 〈Φιλητᾶσ〉, οἱ Φιλητᾶς παῖδες, Χρῶμις καὶ Λυκαίνιον· οὐκ ἀπῆν οὐδὲ Λάμπις συγγνώμης ἀξιωθείς.

4

.

38

.

3

Ἦν οὖν ὡς ἐν τοιοίσδε συμπό‐ ταις πάντα γεωργικὰ καὶ ἄγροικα· ὁ μὲν ᾖδεν οἷα ᾄδουσι θερίζοντες, ὁ δὲ ἔσκωπτε τὰ ἐπὶ ληνοῖς σκώμματα· Φιλη‐ τᾶς ἐσύρισε, Λάμπις ηὔλησε, Δρύας καὶ Λάμων ὠρχήσαντο,
5Χλόη καὶ Δάφνις ἀλλήλους κατεφίλουν.

4

.

38

.

4

Ἐνέμοντο δὲ καὶ αἱ αἶγες πλησίον, ὥσπερ καὶ αὐταὶ κοινωνοῦσαι τῆς ἑορτῆς. Τοῦτο τοῖς μὲν ἀστυκοῖς οὐ πάνυ τερπνὸν ἦν· ὁ δὲ Δάφνις καὶ ἐκάλεσέ τινας αὐτῶν ὀνομαστὶ καὶ
5φυλλάδα χλωρὰν ἔδωκε καὶ κρατήσας ἐκ τῶν κεράτων κατεφίλησε.
6

4

.

39

.

1

Καὶ ταῦτα οὐ τότε μόνον ἀλλ’ ἔστε ἔζων τὸν πλεῖστον χρόνον ποιμενικὸν εἶχον, θεοὺς σέβοντες Νύμφας καὶ Πᾶνα καὶ Ἔρωτα, ἀγέλας δὲ προβάτων καὶ αἰγῶν πλείστας κτησάμενοι, ἡδίστην δὲ τροφὴν νομίζοντες
5ὀπώραν καὶ γάλα.

4

.

39

.

2

Ἀλλὰ καὶ ἄρρεν μὲν παιδίον ὑπέ‐ θηκαν 〈αἰγὶ〉 καὶ θυγάτριον γενόμενον δεύτερον ὄϊος ἑλκύ‐ σαι θηλὴν ἐποίησαν, καὶ ἐκάλεσαν τὸν μὲν Φιλοποίμενα
τὴν δὲ Ἀγέλην. [οὕτως αὐτοῖς καὶ ταῦτα συνεγήρασεν·105
5οὗτοι]. Καὶ τὸ ἄντρον ἐκόσμησαν καὶ εἰκόνας ἀνέθεσαν καὶ βωμὸν εἵσαντο Ποιμένος Ἔρωτος· καὶ τῷ Πανὶ δὲ ἔδοσαν ἀντὶ τῆς πίτυος οἰκεῖν νεὼν Πανὸς Στρατιώτου ὀνομά‐ σαντες.
8

4

.

40

.

1

Ἀλλὰ ταῦτα μὲν ὕστερον καὶ ὠνόμασαν καὶ ἔπραξαν· τότε δὲ νυκτὸς γενομένης πάντες αὐτοὺς παρέ‐ πεμπον εἰς τὸν θάλαμον, οἱ μὲν συρίττοντες, οἱ δὲ αὐ‐ λοῦντες, οἱ δὲ δᾷδας μεγάλας ἀνίσχοντες.

4

.

40

.

2

Καὶ ἐπεὶ πλησίον ἦσαν τῶν θυρῶν, ᾖδον σκληρᾷ καὶ ἀπηνεῖ τῇ φωνῇ, καθάπερ τριαίναις γῆν ἀναρρηγνύντες, οὐχ ὑμέ‐ ναιον ᾄδοντες.

4

.

40

.

3

Δάφνις δὲ καὶ Χλόη γυμνοὶ συγκατα‐ κλιθέντες περιέβαλλον ἀλλήλους καὶ κατεφίλουν, ἀγρυ‐ πνήσαντες τῆς νυκτὸς ὅσον οὐδὲ γλαῦκες· καὶ ἔδρασέ τι Δάφνις ὧν αὐτὸν ἐπαίδευσε Λυκαίνιον, καὶ τότε Χλόη
5πρῶτον ἔμαθεν ὅτι τὰ ἐπὶ τῆς ὕλης γινόμενα ἦν ποιμέ‐
νων παίγνια.106