TLG 0559 003 :: HERON :: Fragmenta de horoscopiis

HERON Mech.
(Alexandrinus: A.D. 1?)

Fragmenta de horoscopiis

Source: Schmidt, W. (ed.), Heronis Alexandrini opera quae supersunt omnia, vol. 1. Leipzig: Teubner, 1899: 456, 506.

Citation: Fragment — (line)

1

(t)

ΠΕΡΙ ΥΔΡΙΩΝ ΩΡΟΣΚΟΠΕΙΩΝ
1 ... ὅπως συμβαίνει καθ’ ὁμαλὴν ῥύσιν ὕδατος ἐκ‐ λαβεῖν χρόνον, λέγομεν ὅσα καὶ Ἥρων ὁ μηχανικὸς ἐν τοῖς Περὶ ὑδρίων ὡροσκοπείων ἐδίδαξε. ‘Κατασκευάζεται γὰρ ἀγγεῖόν τι ἔχον ὀπὴν ὡς ἂν
5κλεψύδρα, δι’ ἧς ὁμαλῶς, ὡς ἔθος, δύναται τὸ ὕδωρ ἐκρεῖν. ὅπερ προκατασκευάζεται τὴν ἀρχὴν τῆς ἐκρύσεως ἔχον ὅτε πρῶτον ἐκ τοῦ ὁρίζοντος ὁ ἥλιος τὴν πρώτην ἀκτῖνα προσβάλλει, καὶ τὸ ῥεῦσαν ὕδωρ ἐν ᾧ χρόνῳ ὁ δίσκος ὑπὲρ τὸν ὁρίζοντα γίνεται φυλάττεται χωρίς,
10εἶτα τὸ ἐφεξῆς ἐν ὅλῳ τῷ νυχθημέρῳ μέχρι τῆς ἑτέρας ἀνατολῆς ὁμαλῶς καὶ ἀνεκλείπτως καὶ ἀπαύστως ῥυὲν ἐν ἑτέρῳ ἀγγείῳ· καὶ τὸ ῥεῦσαν παραμετρεῖται, ποσα‐ πλάσιόν ἐστι τοῦ κατὰ τὴν ἀνατολὴν ληφθέντος ὕδατος· καὶ τοῦτό‘ φησιν ‘ἔσται ἀνάλογον τῷ χρόνῳ· καὶ ὡς
15τὸ ὕδωρ πρὸς τὸ ὕδωρ, οὕτως ὁ χρόνος πρὸς τὸν
χρόνον.‘456

2

Οἱ μὲν γὰρ ἀρχαιότεροι τῶν μαθηματικῶν κατα‐ σκευάσαντες ἀγγεῖον καθ’ ὁμαλὴν ῥύσιν ῥέον διὰ τρη‐ ματίου πρὸς τῷ πυθμένι ὄντος καὶ ἔχον τὴν χορηγίαν ἔκ τινος ἐπιρρύτου ὕδατος ἅμα τῇ τοῦ ἡλίου ἀνατολῇ
5πρώτῃ ἐν τῇ ἰσημερινῇ ἡμέρᾳ εἴων φέρεσθαι τὸ ὕδωρ εἴς τι περιεχόμενον ἀγγεῖον, ἕως ἂν ὅλον τὸ σῶμα τοῦ ἡλίου πρώτως ὑπὲρ τὸν ὁρίζοντα γένηται· καὶ φυλάσσοντες τὸ ἀπορρ〈ε〉ῦσαν ὕδωρ, εἰς ἕτερον ἀγγεῖον εἴων φέρεσθαι τὴν ῥύσιν μέχρι τῆς κατὰ τὴν ἑξῆς
10ἡμέραν γινομένης τοῦ ἡλίου πρώτης ἀνατολῆς καὶ ἐκμετροῦντες τὸ πᾶν ῥυὲν ὕδωρ ἐν ἀμφοτέροις τοῖς ἀγγείοις ἐζήτουν τοῦτο, ποσαπλάσιόν ἐστι τοῦ κατὰ τὴν ἀνατολὴν τοῦ ἡλίου ληφθέντος ὕδατος. καὶ ὃν λόγον ἔχει τὸ κατὰ τὴν ἀνατολὴν τοῦ ἡλίου ληφθὲν
15[τοῦτο] ὕδωρ πρὸς τὸ πᾶν τῆς ῥύσεως ὕδωρ, τοῦτον ἔχειν τὸν λόγον ἔφασκον ... τὸν χρόνον τῆς ὅλης τοῦ ἡλίου ἀνατολῆς πρὸς τὸν χρόνον τὸν ἀπὸ τῆς πρώτης ἀνατολῆς μέχρι τῆς κατὰ τὴν ἑξῆς ἡμέραν πρώτης ἀνατολῆς.
20 ... ὅπως δὲ συμβαίνει τὸ ἐν τῷ ἀγγείῳ ὕδωρ καθ’ ὁμαλὴν ῥύσιν ῥεῖν, ὑπέδειξεν Ἥρων ἐν τῷ πρώτῳ
τῶν Ὑδρίων ὡροσκοπ〈ε〉ίων.506