TLG 0558 004 :: HELLENICA :: Fragmenta (P. Oxy. 5.842) HELLENICA Hist., fort. auctore Cratippo vel Daimacho Cf. et CRATIPPUS Hist. (1907)
Fragmenta (P. Oxy. 5.842) Citation: Volume-Jacoby#-F — fragment — (line) | ||
2a,66,F1 | P. OX. 842: (I) Ὑπὸ δὲ τοὺ[ς αὐτοὺς χρόνο]υς ἐξέπλευσε τριήρης Ἀθήνηθεν [οὐ μετὰ τῆς τοῦ] δήμου γνώμης, ἰ̣[δίαι] δὲ Δημαίνετος ὁ κ̣..ι̣οσαυ̣τ̣ης (?) κοινωσάμενο[ς ἐν] ἀπορρήτωι τῆι βουλῆι, ὡς λέγεται, περὶ τοῦ πράγματος, ἐπειδὴ [σ]υνέ[στ]ησαν αὐτῶι τ[ῶν] πολιτῶν, συγκαταβὰς | |
5 | εἰς Πειραιᾶ καὶ καθ[ελκύσας] ναῦν ἐκ τῶν νεωσοίκων ἀναγόμεν[ος ἔπλει πρὸ]ς Κόνωνα. (2) θορύβου δὲ μετὰ ταῦτα γε[νομένου] καὶ τῶν Ἀθηναίων ἀγανακτούντω[ν ὅσοι γνώ]ριμοι καὶ χαρίεντες ἦσαν καὶ λεγ[όντων ὡς κατα]βα‐ [λοῦ]σι τὴν πόλιν ἄρχοντες πολέ[μου πρὸς Λακ]εδαιμονίους, καταπλαγέντες οἱ β[ουλευταὶ τὸ]ν θόρυβον συνήγαγον τὸν δῆμον οὐδὲν προσποιούμενοι μετε‐ | |
---|---|---|
10 | σχηκέναι τοῦ πράγματος. συνεληλυθότος δὲ τοῦ πλήθους ἀνιστάμενοι τῶν Ἀθηναίων οἵ τε περὶ Θρασύβουλον καὶ Αἴσιμον καὶ Ἄνυτον ἐδίδασκον αὐτοὺς ὅτι μέγαν ἀροῦνται κίνδυνον εἰ μὴ τὴν πόλιν ἀπολύσουσι τῆς αἰτίας. (3) τῶν δὲ Ἀθηναίων οἱ μὲν ἐπ[ι]εικεῖς καὶ τὰς οὐσίας ἔχοντες ἔστεργον τὰ παρόντα, οἱ δὲ πολλοὶ καὶ δημοτικοὶ τότε μὲν φοβηθέντες | |
15 | ἐπείσθησαν τοῖς συμβουλεύουσι· καὶ πέμψαντες πρὸς Μίλωνα τὸν ἁρμο‐ στὴν τὸν Αἰγίνης εἶπον ὅπως δύναται τιμωρεῖσθαι τὸν Δημαίνετον, ὡς οὐ μετὰ τῆς πόλεως ταῦτα πεποιηκότα. ἔμπροσθεν δὲ σχεδὸν ἅπαντα τὸν χρόνον ἐτάραττον τ[ὰ πράγ]ματα καὶ πολλὰ τοῖς Λακεδαιμονίοις | |
ἀ[ντέπρα]ττον. (II) ἀπέπεμπον μὲν γὰρ ὅπλα τε καὶ ὑπηρεσίας ἐπὶ τὰς | 2 | |
20 | ναῦς τὰς μετὰ τοῦ Κ[όνωνος, ἐπέμ]φ̣θησαν δὲ πρέσβεις ὡς βασιλέα π̣[..... οἱ περὶ .]π̣[.]κράτη τε καὶ Ἁγνίαν καὶ Τελεσήγορον, οὓς καὶ συλλαβὼν Φάραξ ὁ πρότερον ναύαρχος ἀπέστειλε πρὸς τοὺς Λακεδαιμονίους, οἳ ἀπέκτειναν αὐτούς. (2) ἠναντιοῦντο δὲ ταῦτα παροξυνόντων τῶν περὶ τὸν Ἐπικράτη καὶ Κέφαλον· οὗτοι γὰρ ἔτυχον ἐπιθυμοῦντες μάλιστα | |
25 | 〈ἐκπολεμῶσαι〉 τὴν πόλιν, καὶ ταύτην 〈τὴν γνώμην〉 ἔσχον οὐκ ἐπειδὴ Τιμοκράτει διελέχθησαν καὶ τὸ ‖ χρυσίον [ἔλαβον, ἀλλ’ ἤδη πολὺ] πρότερον. καίτοι τινὲς λέγ[ουσιν αἴτια γενέσθ]αι τὰ παρ’ ἐκείνου χρήματα τ[οῦ σ]υ[στῆναι τούτους καὶ] τοὺς ἐν Βοιωτοῖς καὶ τοὺς ἐ[ν τ]α[ῖς ἄλλαις πόλεσι τ]αῖς προειρημέναις, οὐκ εἰδότες ὅτι π[ᾶσιν αὐτοῖς συ]νεβεβήκει πάλαι | |
30 | δυσμενῶς ἔχειν [πρὸς Λακεδαιμο]νίους καὶ σκοπεῖν ὅπως ἐκπολεμώ[σουσι] τ[ὰς πόλει]ς. ἐμίσουν γὰρ οἱ μὲν Ἀργεῖοι καὶ Βοιωτ[......]γ̣ωται τοὺς Λακεδαιμονίους ὅτι τοῖς ἐναντίοις τῶν πολιτῶν αὐτοῖς ἐχρῶντο φίλοις, οἱ δ’ ἐν ταῖς Ἀθήναις ἐπιθυμοῦντες ἀπαλλάξαι τοὺς Ἀθηναίους τῆς ἡσυχίας καὶ τῆς εἰρήνης καὶ προαγαγεῖν ἐπὶ τὸ πολεμεῖν καὶ πολυπραγμονεῖν, ἵν’ | |
35 | αὐτοῖς ἐκ τῶν κοινῶν ἦι χρηματίζεσθαι. (3) τῶν δὲ Κορινθίων οἱ μετα‐ στῆσαι τὰ πράγματα ζητοῦντες οἱ μὲν ἄλλοι 〈παραπλησίωσ〉 τοῖς Ἀργείοις καὶ τοῖς Βοιωτοῖς ἔτυχον δυσμενῶς διακείμενοι πρὸς τοὺς Λακεδαιμονίους, Τιμόλαος δὲ μόνος αὐτοῖς διάφορος γεγονὼς ἰδίων ἐγκλημάτων ἕνεκα, πρό‐ τερον ἄριστα διακείμενος καὶ μάλιστα λακωνίζων, ὡς ἔξεστι καταμαθεῖν ἐκ | |
40 | τῶν κατὰ τὸν πόλεμον συμβάντων τὸν Δεκελεικόν. (4) ἐκεῖνος γὰρ ὁτὲ μὲν πενταναίαν ἔχων ἐπόρθησε τῶν νήσων τινὰς τῶν ἐπ’ Ἀθηναίοις οὐσῶν, ὁτὲ δὲ μετὰ δύο (?) τριήρων εἰς Ἀμφίπολιν καταπλεύσας καὶ παρ’ ἐκείνων ἑτέρας τέτταρας συμπληρωσάμ[ενος ἐνίκη]σε Σί〈μι〉χον ναυμαχῶν τὸν στρα‐ τηγὸν [τῶν Ἀθηνα]ίων, ὥσπερ εἴρηκά που καὶ πρότερον, κ[αὶ τριήρε]ις τὰς | |
45 | πολεμίας ἔλαβεν οὔσας πέντε κ[αὶ ναῦς ἃς ἔ]πεμψαν τριά[κοντ]α· μετὰ δὲ ταῦτα [τὰς ἕνδεκα] ἔχων τριήρ[εις] καταπλεύσας εἰς Θάσον ἀπέστησε ταύτην τῶν Ἀθηναίων. (5) οἱ μὲν οὖν ἐν ταῖς πόλεσι ταῖς προειρημέναις διὰ ταῦτα πολὺ μᾶλλον ἢ διὰ Φαρνάβαζον καὶ τὸ χρυσίον ἐπηρμένοι μισεῖν ἦσαν τοὺς Λακεδαιμονίους. | |
2a,66,F1(50) | (III) ὁ δὲ Μίλων ὁ τῆς Αἰγίνης ἁρμοστὴς ὡς ἤκουσε τὰ παρὰ τῶν | |
Ἀθηναίων συμπληρωσάμενος τριήρη διὰ ταχέων ἐδίωκε τὸν Δημαίνετον. ὁ δὲ κατὰ τοῦτον τὸν χρόνον ἔτυχε μὲν ὢν περὶ Θορικὸν τῆς Ἀττικῆς. (2) ἐπειδὴ δὲ προσπλεύσας ἐκεῖνος πρὸ[ς ‖ ......] ἐπεχείρη[σεν ......]εῖν, ὥρμησεν ἐπὶ πο̣λ̣υ̣[...πλ]εῖν· κρατήσ̣[ας δὲ ...ν]εὼς αὐτῶν τὴν μὲν ὑ[φ’ | 17 | |
55 | αὑτῶι] ναῦν, ὅτι χε[ῖρον ἦν τὸ σκ]άφος, αὐτοῦ κατέλιπεν, [εἰς δὲ] τὴν ἐκείν[ων μεταβιβ]άσας τοὺς αὑτοῦ ναύ[τας πρ]ο̣έπλευσεν [ἐπὶ τὸ στρά]τευμα τὸ μετὰ τοῦ [Κόνωνος .......... ὁ δὲ Μίλ]ων εἰς Αἴγιναν με[τὰ ...... ............]. (IV) τὰ μ]ὲν οὖν ἁδρότατα τῶν [................... ἔτε]ι τούτω̣ι | |
60 | συμβάντων [οὕτως ἐγένετο· ἀρχομένου] δὲ τοῦ θέρους (395) τῆι μὲν [... ....................] ἔτος ὄγδοον ἐνειστήκει [.......................] αρος τὰς τριήρεις απα[..................... ἐ]κεῖ δὲ καταπλεύσας τὰς ......................]εν, ἔτυχεν γὰρ αἰεὶ του[.................. κατε‐ σ]κευακὼς ἦν νεώρια [.......................]ς ὅπου συνέπιπτεν [.... | |
65 | ..................] τὸν δὲ Φαρνάβαζον ἀ[κούσας ................] παρα‐ γενέσθαι βουλό[μενος .................]αι καὶ μισθὸν ἀπολα[βεῖν ..... ....... (2) ......α]ρος μὲν οὖν αὐτοῦ διέ[τριβεν, ἐπὶ δὲ τὰς ναῦς τῶν Λακ]εδαιμονίων καὶ τῶν [συμμάχων ἀφικνεῖται Πόλλις] ναύαρχος ἐκ Λακε‐ [δαίμονος εἰς τὴν ναυαρχίαν τὴ]ν Ἀρχελαίδα κατα[στὰς διάδοχος. κατὰ δὲ | |
70 | τὸν αὐ]τὸν χρόνον Φοινίκων [.............. ἐνενήκοντ]α νῆες εἰς Καῦνον, ὧν | |
[δέκα μὲν ἔπλευσαν ἀπὸ Κιλι]κίας, αἱ δὲ λείπουσαι [........................], ἃς Ἄκτων ὁ Σιδώνιος [.................... βασ]ιλεῖ τοῖς ταύτης τῆς [...................... πε]ρὶ τὴν ναυαρχίαν Φαρ[νάβαζος ....... παροξυνό]ντων αὐτὸν τῶν παρα[.......... ὁ μὲν οὖν ....].αρος τὰ | 18 | |
75 | περὶ τὴν ἀρχὴν [............. τὸ στρατό]πεδον. (3) Κόνων δὲ προ‐ σ[πλέοντας τοὺς πολεμίους αἰ]σθόμενος ἀναλαβὼν [τοὺς στρατιώτας καὶ συμ]πληρώσας τὰς τριήρεις [ἀνήγαγεν αὐτὰς καὶ ὡς τάχι]στα ποταμὸν τὸν Καύ[νιον καλούμενον εἰς λίμνη]ν τὴν Καυνίαν εἰσέπλευ[σε. παρασκευα‐ ζομένου δὲ το]ῦ Φαρναβάζου καὶ τοῦ Κό[νωνος πρὸς ναυμαχίαν, Ἀρτα‐ | |
80 | φέ]ρνη[ς] ἀνὴρ Πέρσης πα[ραγενόμενος ἀντελαμβάνετο] τῶν πραγμάτων, ὃς [..................... ἠβ]ούλετο λαβεῖν κατα[..............].ν δὲ πρ[.].[...]ν[.]με[..] | υ φιλ|[ί]αν [.............].ος ἀπέπεμψεν ὡς βασιλέ|α ς | [...]α[........... τ]ὴν σκηνὴν αὐτοῦ λ[......] | ηλθ | [ε..]ν[.......... .. ἀ]παγγείλας δὲ τὰ π[.....] | εασα | [..]υ ‖ | |
85 | — Τι]σσαφ[ερν——]αμο[—— Τισσα]φερ[ν—— —]μιωσ[——]γὰρ πρ[——]δον κ[——]ιαζοι[——]ιετ[— —]ς τυρα[νν——]απασι[——αντατ[——].μων[——]ωμενω[——] μετευ[——].υ̣ο̣ν̣ δ̣εκαι̣[——]...α̣ρχε[λαιδ——].ποσου[——]τ̣ουμ̣[— —]σ̣θεν̣[——].ω̣να̣[——]α̣φυ̣[ | |
90 | —]τον δ[——].ων ετ.[——]το τας π[——]ων αλλ[——]νορων[——] λυσαν[——].ο̣υντα[——]ατατην̣[——]ηνειωθ[——]ο̣ικαιον̣[——] σαρχελ[αιδ——].α̣λ̣με (V). [———].[——]α[——]φε̣[——]α.[——]π[——]β.[——]τ̣α̣ [..]τ̣α̣[——]πον̣τα[——]αρχ[ο]ντ[——]κους̣ ι̣στ[——]σιν τὰς μ̣[——][.]ω‐ | |
95 | σιν π̣ρ̣[——][..]τεκελ̣[——]νων̣ οὐδ[——]ε̣χοντες [——] εἶχον̣ γ̣ὰ̣[ρ—— *** (VI) ——] εἰσὶν δὲ κα[... | ——τῶ]ν ἱππέων [... | ——] ἔνιοι δὲ πρ[... | | |
——προά]στιον (?). ἡ μὲν [οὖν | ——] τοιαύτηι κ[..]ι[. | ——]ι̣ς. (2) Ἀγησί‐ λα[ος] δὲ | [ἀρχομένου τοῦ θέρους ἐξαγαγὼν τὸ] στρατόπεδον | [——τὸ] | 19 | |
2a,66,F1(100) | Κα[ύσ]τρι|[ον πεδίον ——] τὰ ὄρη ταξ̣άμε|[νος (?) ——]ους, ταύτηι πάλιν | [——]ης τοιαύτηι φθά|[σας ——]ς τὸ στρατόπεδον | [——]ειν. (3) Τισσα‐ φέρ[ν]ης | [δὲ —— ἐπηκο]λούθει τοῖς Ἕλλησιν | [ἀθροίσας —— ἱππέας μὲν ...α]κισχιλίους κ̣α[ὶ] μ̣υ|[ρίους, πεζοὺς δὲ .......μυρίων ο]ὐκ ἐλάττους. | [Ἀγησίλαος δὲ ............... ἡγη]σάμενος χαλε|[πὸν προσβάλλοντας τοὺς | |
105 | πολεμίο]υς ἐκ παρατά|[ξεως ἀμύνεσθαι πολὺ τῶν Ἑλλήνων ὑ]περέχοντας [ἔταξεν ἐν πλινθίωι τὸ στράτευμα ..]λ̣ως καὶ κρα | [τ——] στρατηγίας | [——]σαντα μάχεσθαι | [——]ω̣ν̣ σ̣τράτευμα | [——]σας, οἱ δὲ βάρβα|[ροι ——]ες καὶ συντετα|[γμέν——] ἔχοντες τοσου | [τ—— δ]υνατὸς ἀφορμᾶν | [——κα]τεῖδον τοὺς Ἕλλη|[νας —— ο]ὔτε τὴν πορείαν | [——] κατα‐ | |
110 | φρονεῖν | [——]ντες αὐτοὺς | [——] τοῦ στρατεύ|[ματος ——] προσβαλον | [τ—— ἔξ]ωθεν τοῦ πλιν|[θίου ——]ον προσέτατ|[τε ——] τοὺς δὲ Πελοπον|[νησίους καὶ τοὺς συμμάχους δρόμω]ι προσῆγε πο | [——].ωρα τοὺς Ἕλλη|[νας ——]λεον α[..]ω̣ν ἀεὶ | [—— ὁ]μοίως ε[..]διε | [——]ν ἐγγυτέρωι μᾶλ|λο[ν —— οὐ]δὲν ἀλλ’ ἢ τὸν | ποτ[αμὸν ——] γὰρ ἀμφοτε‐ | |
115 | ρ[..] | ηγ̣[——]ετ[.]προιον[τ..] | δ̣ε̣[—— ὀ]λιγ[...]σ[.....]ει[—— στρα]‐ τευμ[α.......] | τε[——]αν[....]., Ἀ]γησί]|λα[ος δὲ ——].υ[...] | τ[—— στρ]ατ[ε]υμα[... | ——]ιπονο[...] | ——π]αρασκευα[..] | ——ίους ἵνα τῆι ν.[...] | [——] κα]τα[ν]έμουσι [....] | κα[——]ωνην πολλ[..] | .α[——] βουλευσομ[εν..] | π.[——]ν τὸν ἐνια.[...] | οι.[——]νοιτινεια [...] | ε. | |
120 | [——]υς ἔγνω κα.[..] | ο.[—(4)—].των τῆς νυκτ[ὸς] | .ι[——] ὁπλίτας [....] ‖ τακοσίους δὲ ψιλούς, καὶ το[ύτοις ἐπέστησεν ἄρχοντα] Ξενοκλέα Σπαρτιάτην, π[αραγγείλας ὅταν γένωνται] βαδίζοντες κατ’ αὐτοὺς [οἱ τελευ‐ ταῖοι τῆς στρατιᾶς] εἰς μάχην τ[άττ]εσθαι. [εἰς δὲ τὴν ἐπιοῦσαν ....]κ̣[..] ἀναστήσας ἅ[μα τῆι ἡμ]έ̣ρα[ι τ]ὸ [στ]ρά[τε]υ[μα πάλιν] ἀνῆγεν εἰς τὸ πρ[ό‐ | |
125 | σθεν. οἱ] δὲ βάρβαροι συνα[κολουθήσ]αντες ὡς εἰώθεσαν οἱ μὲν αὐτῶν προσέβαλλον τοῖς Ἕλλησιν, οἱ δὲ πε[ριίππε]υον αὐτούς, οἱ δὲ κατὰ τὸ πεδίον ἀτάκτ[ως ἐπ]ηκολούθουν. (5) ὁ δὲ Ξενοκλῆς, ἐπειδὴ καιρ[ὸν ὑπ]έλαβεν εἶναι τοῖς πολεμίοις ἐπιχειρεῖν, ἀνα[στήσ]ας ἐκ τῆς ἐνέδρας τοὺς Πελο‐ ποννησίους ἔθ[ει δρ]όμωι. τῶν δὲ βαρβάρων ὡς εἶδον ἕκαστοι προσθέον‐ | 20 |
130 | τας τοὺς Ἕλληνας ἔφευγον καθ’ ἅπαν τὸ πεδίον. Ἀγησίλαος δὲ κατιδὼν πεφοβημένους αὐτοὺς ἔπεμπεν ἀπὸ τοῦ στρατεύματος τούς τε κούφους τῶν στρατιωτῶν καὶ τοὺς ἱππέας διώξοντας ἐκείνους. οἱ δὲ μετὰ τῶν ἐκ τῆς ἐνέδρας ἀναστάντων ἐνέκειντο τῶ〈ι πλήθει τῶ〉ν βαρβάρων. (6) ἐπακολου‐ θήσ〈α〉ντες δὲ τοῖς πολεμίοις οὐ λίαν πολὺν χρόνον—οὐ γὰρ [ἠδύ]ναντο | |
135 | καταλαμβάνειν αὐτοὺς ἅτε τ[ῶ]ν πολλῶν [ἱππ]έων ὄντων καὶ γυμνήτων— καταβάλλουσιν μὲν [αὐ]τῶν περὶ ἑξακοσίους· ἀποστάντες δὲ τῆς διώξεως ἐβάδιζον ἐπ’ αὐτὸ τὸ στρατόπεδον τὸ τῶν βα[ρβάρ]ων. [κα]ταλαβόντες δὲ φυλακὴν οὐ σπουδαί[ως κ]αθε[στῶ]σαν ταχέως αἱροῦσιν, καὶ λαμβάνουσιν αὐτῶν [πολ]λὴν μὲν ἀγοράν, συχνο[ὺς] δὲ ἀνθρώπους, πολλ[ὰ δὲ] σκεύη | |
140 | καὶ χρήματα 〈τὰ〉 μὲν [τῶ]ν ἄλλων τὰ δὲ Τισσαφέ[ρνους] αὐτοῦ. (VII) γενομένης δὲ τῆς μάχης τοιαύτης οἱ μὲν βάρβαροι καταπλαγέντες [τοὺς] Ἕλληνας ἀπεχώρησ[αν σὺν] τῶι Τισσαφέρνει πρὸς τὰς Σάρδεις, Ἀγησίλαος δὲ περ[ιμε]ίνας αὐτοῦ τρεῖς ἡμέρας, ἐν αἷς τοὺς νεκροὺς ὑπο‐ σπόνδους ἀπέδωκεν τοῖς πολεμίοις καὶ τρόπαιον ἔστησε καὶ τὴν γῆν ἅπασαν | |
145 | ἐ[πόρθ]ησεν, προῆγεν τὸ στρ[άτε]υμα εἰς Φρυγίαν πάλιν [τὴν] μεγάλην. (2) ἐποιεῖτο δὲ τὴν πορείαν οὐκέτι συντεταγμένους ἔχων ἐν τῶι πλινθίωι τοὺς στρατιώτας, ἀλλ’ ἐῶν αὐτοὺς ὅσην ἠβούλοντο τῆς χώρας ἐπιέναι καὶ κακῶς ποιε[ῖν τοὺς] πολεμίους. Τισσαφέρνης δὲ πυθόμενος τοὺς Ἕ[λληνας β]αδίζειν εἰς τὸ πρόσθε〈ν〉 ἀναλαβὼν αὖθις τοὺς β[αρβάρους ἐ]πη[κολο]ύθει | |
2a,66,F1(150) | ὄπισθεν αὐτῶν πολλοὺς σταδίο[υς διέχων. (3) Ἀγ]ησίλαος δὲ διεξελθ[ὼν] τὸ πεδίον τὸ τῶν Λυδῶν [ἦγε τὴν στρ]ατιὰν [ἀσφαλῶς] διὰ τῶν ὀρῶν τῶν διὰ μέσου κε[ιμένων τῆς] τε̣ [Λυδίας] καὶ τῆς Φρυγίας. ἐπειδὴ δὲ διεπο‐ ρ[εύθησαν ταῦτα κατεβίβ]ασε τοὺς Ἕλληνας εἰς τὴν Φ[ρυγίαν ἕως ἀφίκοντο πρὸς τ]ὸν Μαίανδρον ποταμόν, ὃ[ς τὰς μὲν πηγὰς ἔχει ἀπὸ Κελαι]νῶν, ἣ | |
155 | τῶν ἐν Φρυγίαι μεγίστη [πόλις ἐστίν, ἐκδίδωσι δ’] εἰς θάλασσαν παρὰ Πριήνην κ[αὶ ......... (4) καταστρα]τοπεδεύσας δὲ τοὺς Πελοπ[οννησίους | |
καὶ τοὺς] συμμάχους ἐθύετο πότ[ερ]α χ[ρὴ] δ[ι]αβ[αίνειν τὸν ποτα]μὸν ἢ μή, καὶ βαδίζειν ἐπὶ Κελα[ινὰς ἢ πάλιν τ]οὺς στρατιώτας ἀπάγειν. ὡς δὲ συνέβ[αινεν αὐτῶι] μὴ γίνεσθαι καλὰ τὰ ἱερά, περιμε[ί]να[ς ἐκεῖ τήν τ]ε | 21 | |
160 | ἡμέραν ἣν παρεγένετο καὶ τὴν ἐπιο[ῦσαν ἀπῆγ]εν τὸν ‖ [στρατὸν —— Ἀγησί]λαος μὲν οὖ[ν ... | ........... τὸ πεδίον τὸ Μαιάν]δρου καλούμενο[ν] | δ [.........................].νέμονται Λυδ[οὶ] | κ[αὶ ....................... ....] (VIII) [ὁ] δὲ βασιλεὺς | .[—— π]ερὶ τούτους | τ[—— στρ]ατηγὸν ἅμα | δὲ [——]. Τισσαφέρνηι | ἐτ[—— το]ὺς Ἕλληνας | οι[——]νον | |
165 | καὶ μᾶλ|λο[ν ——].δίχα κει|με[ν——] | εξ[——] | συ[............. Τισσ]αφ[έρν—] | οπ[............ Ἀρταξ]έρξ[—] | δια[.................] απαρ[—] | λο[............]κα[..]οιτε[.....].σα[..........] | οργ [...........] αὐτῶι κατηγ[.].α[.]αδι[..........] | σα[...]τε βασιλεὺς ὁμολο‐ γουντ[..] μάλιστ[α ........] | δι[ὰ Τισ]σαφέρνην καὶ πα̣[.]ω̣ν̣ ἐκεῖνον [..... | |
170 | .......] | πάντων καθ’ ἃ Τιθρα[ύστης α]ὐτὸν κα[.]ε̣λ̣[.........] | ὃς ἐπειδὴ καταφ[..... Φρυ]γίαν καὶ Λυδ[ίαν........] | το[....]εν ἀνέπεμψ[εν ἐπιστ]ολὰς ἃς ἔφερ[ε.........] | ρα[......]ι πρὸς Ἀρι[αῖον καὶ Τι]σσαφ[έ]ρνη [...... ....] | ἐπ[.....]ο πρὸς Με̣.[..]αιον ὡς α̣.[..............] | στ.[....] λαβεῖν ἐκεν̣[...]αιδ[..................] | ευ[........]υτου γε[...]ται[............ | |
175 | .......] | πε[.......] | ν̣ουτο[......]ο̣υ̣[..................] | λω[.......].ν ἔ[μ]ελλεν ηχ[.................] | σιν[.......... Τ]ιθραύσ[τ................ ..] | τα.[.............]τ[....................]δὲ | δο.[——]της | ἀποκρε [——]ν[..] | ρίζεσθ[αι ——] | ὁπότε α[—— Τισσα]|φέρνη[ν ἀ]πέστειλεν τ[........]ο αρ[............]ο | Ἀρ[ι]α[ῖ]ος εἰς Σάρδεις το[.........] ονου | |
180 | [....... δυ]|νατὸς Τισσαφέρνη [.........].ρια.[..........] | βέλτιστοι τῶν στρ[ατη]γῶ[ν ..].ιανετε.[.... ἀκιν]|δυν[ότ]ερον ἕξειν τ[ὰ κ]ατὰ τὴ[ν] σα‐ [τ]ραπία[ν Ἀγησιλά]|ου κα[θ]ημένου περὶ [τ]ὴν Μαγν[η]σ[ί]α̣ν ἐμι[...... | |
..] | τῶν [πε]ζῶ[ν] καὶ τῶν ἱππέω[ν ...]ω̣ προ[.........] | ε[...]ον δ[ια]‐ κειμένου [—— ἄλ]|λ[ο]υς ἄλληι ποι[..].α̣ν̣[——] | βουλόμενος δ[..]π̣[.]. | 22 | |
185 | [——] | στρατευματα̣ [——] ‖ [——] | [——] | [....]ν [——] | [...] προ[——] | π’ Ἀρταξ[έρξ——] | τα ἡμέρα[ς ——] | αὐτὸν ἀ[—— Φρυ‐] |γίας ἐπια̣[——] | τὸν Τιθρ[αύστην —— Τισσα]|φέρνης̣ [——] | πρᾶξιν α̣[—— οἰ]|κοδομε̣[ῖν ——] | π̣ό̣λεως .[——] | ὑπὸ τῶν [——] | . εβαδ[ι——] | τῶ̣〈ι〉 Τιθρα[ύστηι ——] | σ̣[.]α̣ι παρα[——] | ἐπιστολὰ[ς | |
190 | ——] | πρὸς τὴν α̣[——] | τιας κατα.[——] | .ε Μ⟦ε⟧ιλη[σι——] | ψ̣ας καὶ τα̣.[——κα] | τῆρεν εἰς [——] | Ἀριαῖον ε[—— με]|τὰ δὲ ταῦ[τα ——] | διατρίβω[ν ——] | ἱμάτια τ[——] | νον συναρ[πα——] | κ̣αὶ μεταπ̣[——] | [..]λο̣ι̣.νι̣π̣[π——] | σ̣υ̣νεχ̣[——] | μεν.[——] | τ̣ησδ̣[——] | ἔλ̣εγ̣[ε——] | τ[ο]ῦ̣ βα[σιλ]έως [——] | τα̣[ῖ]ς ἐ̣π̣ιστολ[αῖς ——] | ..]ε τὸ | |
195 | βυβλ[ίον ——] | [..]ττεν βασιλ[ε——] | [..] αὐτὸν ἀνα̣[——] | [..]...εινεκ. [——] | [ἄ]λλην ἀναγ[—— | τῶ]ν βαρβάρω[ν ——] ‖ es fehlen eine oder mehrere columnen. (IX) [—— 15 zeilen fehlen] | —]να̣[— | —]καγα[— | —]λ̣εμον[— | —]. ισωτη [— | —]λ̣λην̣αυ ‖ [— | —]λει̣[— | —]μφε[— | —]τ̣ατον [— | —]κο̣σ̣ι̣[—] ‖ [—]κ̣ʹ | |
2a,66,F1(200) | | [——]α̣ρ̣α̣ν̣γ̣ι | [——]καταμα | [——]υ̣παραλα | [——] Μακεδο ‖ —]ασ[— | —]κα[.]ων[— | —]α̣ρεικο̣[— | —]ο̣ν̣ βα̣σ̣ι̣λ[— | —]σα.φο̣[——]τρατο[— μ̣[.].[ | —].χρωμ[— | —]..[.]κ̣α̣ νοτη[.].ασ[——] | ἅμα μὲν [.]ο̣υ̣.[——] | ἀφθό[ν]ω[ς ..]ς̣.[—— ἅ]|μα | |
205 | δὲ [.]ε̣ν̣ε̣σ̣τ̣[——] | ἐπὶ τη̣..ι̣μ̣α̣τ̣[——] | ηιρημένον ὑπα̣ρ̣ξ̣ο̣[——] | δι’ ἐ̣κει̣ν̣[...]η̣τ[.]ς̣.[——] | [.]α̣λων̣ω̣.[—— | τ]ερον π̣ω̣[——] | καὶ βιαζ. [——] | χρόνον μ̣[——] | πολλῆς δυνα [——] | ὁμοί[.]ν α.[.]ο̣ι̣[.]α̣[——] | κως [.]ην.[.]. ε[——] | μασενηγ̣ε̣[——] | .τερους ελ[.]η̣[——] | ἢ̣ τοὺ[ς] | |
ἐ̣κ τ̣[ο]ῦ π[.]λ̣[....] γ̣ιγ̣νομ̣[ένους ——] | νος δὲ τὴν [.].[.]χ[ί]αν ἄριστα | 23 | |
210 | τ[——] | κεχρημέν[ος], οὐ γὰρ ὥσπερ ο[ἱ ..........τῶν δυ]|ναστευόντω[ν] ὥρμησεν .[——] | γ̣ας καὶ δη[μο]τικωτ.[.].σ̣τ̣[——] | μεταπεμπό[μ]ενος εκ[——] | κέναι τι̣ δο̣κ̣[ο]ῦντας δ[——] | τῶν πλείσ[τω]ν χ[—— | ....] .[..]ε̣[...]τ̣[——] | **[.]ω̣σ̣[——] | ηλωσεν[——] | δοξαν[——Λα‐]| κε̣δα̣[ιμον ——] | των[——] | πασα[——] | των[——] | ** (etwa | |
215 | 8 zeilen fehlen) **]ην̣[— | —] | κ̣αὶ δει[— | —].[.]υτω[— | —]..μι̣[— | —]α̣τεδ̣[— | —] .[.]ελ[— | —]εο̣τ̣[— | —]α̣ν̣εκε̣[— | —τῶν] ἄ̣λλ̣ω̣ν̣ βαρβάρω[ν — | —].[.] ἀλλὰ τὴν με[— | —].[.]το̣υ̣ δὲ βίον.ι̣ρ̣.[.]τ̣[— | —]ς̣ π̣ε̣ρ̣ὶ̣ πολλὴν̣ σ̣τ...ς̣ [— | —κα]τήγαγεν ἀντὶ̣ ὧ̣ν η̣γ̣α[— | —]ς ἐποίησε κα̣τ̣α̣κει̣[— | — πο]λλαῖς | |
220 | κατασκευα[— | —] π̣ε̣ρὶ δὲ τὴ̣ν̣ τ̣ο̣υ̣ [—— **]...[—— | —]. δὲ προστ̣[— | —]ω̣ν ε̣ἰ̣λη[— | —]. τελευ[τ— | —]των παρ’ ἐκει̣ν̣[— | —]αθα περιμε.[— | —]ν επιτα̣[— | —]ι̣λ̣α̣θε̣[—— ** θ̣.[— | —]υτον[— | —]ε̣ν αὐτ[— | —]αιραῖσθ[αι— | —].[.....]τ[—— **]ων[— | —]ιακα̣[— | —]τιτ[— | —]τ̣ι̣δ̣α̣[—— | |
225 | **]μ[— | —]σ̣ε[.]ι̣ο [— | —]α̣ς π̣ολ[— | —].[—— eine oder mehrere columnen fehlen. (X) .....]ς̣ βο[...........................]. καθ’ ἑκά[στην] ἡμέραν ἐξήτ[αζε τοὺς στρατιώτας] σὺν τοῖς ὅ[πλοις] ἐν τῶι λιμέν[ι, προφασιζόμενος μὲ]ν ἵνα μὴ ῥαι[θυμο]ῦντες χείρους [γένωνται πρὸς τὸν] πόλεμον, βου[λό‐ | |
230 | με]νος δὲ παρασκε[υάζειν προθύμους] τοὺς Ῥοδίους [ἐὰν ἴ]δωσιν ἐν τοῖς ὅ[πλοις αὐτοὺς ὄν]τας τηνικαῦ[τα τοῖ]ς ἔργοις ἐπιχειρε[ῖν. ὡς δὲ σύνηθες ἅ]πασιν ἐποί[ησεν] ὁρᾶν τὸν ἐξετα[σμόν, αὐτὸς μὲν εἴ]κοσι λαβὼν [τῶν] τριήρων ἐξέπλευ[σεν εἰς Καῦνον, βου]λόμενος [μὴ π]αρεῖναι τῆι διαφθο[ρᾶι τῶν Διαγορείω]ν, Ἱερωνύμωι [δὲ κ]αὶ Νικοφήμωι προσέ[ταξεν ἐπιμελ]ηθῆναι | |
235 | τῶν [πρα]γμάτων οὖσιν αὑτοῦ πα[ρέδροις. (2) οἳ π]εριμείναν[τες] ἐκείνην τὴν ἡμέραν, π[αρόντων ἐπὶ] τὸν ἐξετασμὸν τῆι ὑστεραίαι τῶν στρατι[ωτῶν, καθά]περ εἰώθεσαν, τοὺς μὲν αὐτῶν παρήγα[γον ἐν τοῖ]ς ὅπλοις εἰς τὸν | |
λιμένα, τοὺς δὲ μικρὸν [ἔξωθε τῆ]ς ἀγορᾶς. τῶν δὲ Ῥοδίων οἱ συνειδότες τὴν π[ρᾶξιν, ὡ]ς ὑπέλαβον καιρὸν ἐγχειρεῖν εἶναι τοῖς ἔργ[οις, συ]νελέγοντο | 24 | |
240 | [σὺ]ν ἐγχειριδίοις εἰς τὴν ἀγοράν, καὶ Δωρίμαχος [μ]ὲ̣ν̣ αὐτῶν ἀναβὰς ἐπὶ τὸν λίθον, οὗπερ εἰώθει κηρύττειν ὁ κῆρυξ, ἀνακραγὼν ὡς ἠδύνατο μέγιστον ‘ἴωμεν, ὦ ἄνδρεσ‘ ἔφη ‘πολῖται, ἐπὶ τοὺς τυράννους τὴν ταχίστην.‘ οἱ δὲ λοιποὶ βοήσαντος ἐκείνου τὴν βοήθειαν εἰσπηδήσαντες μετ’ ἐγχειριδίων εἰς τὰ συνέδρια τῶν ἀρχόντων ἀποκτείνουσι τούς τε Διαγο[ρε]ίους καὶ τῶν | |
245 | ἄλλων πολιτῶν ἕνδεκα. διαπραξάμενοι δὲ ταῦτα συνῆγον τὸ πλῆθος τὸ τῶν Ῥοδίων εἰς ἐκκλησίαν. (3) ἄρτι δὲ συνειλεγμένων αὐτῶν Κόνων ἧκε πάλιν ἐκ Καύνου μετὰ τῶν τριήρων. (4) οἱ δὲ τὴν σφαγὴν ἐξεργασάμενοι καταλύσαντες τὴν παροῦσαν πολιτείαν κατέστησαν δημοκρατίαν καὶ τῶν πολιτῶν τινας ὀλίγους φυγάδας ἐποίησαν. ἡ μὲν οὖν ἐπανάστασις ἡ περὶ | |
2a,66,F1(250) | τὴν Ῥόδον τοῦτο τὸ τέλος ἔλαβεν. (XI) Βοιωτοὶ δὲ καὶ Φωκεῖς τούτου τοῦ θέρους εἰς πόλεμον κατέ‐ στησαν. ἐγένοντο δὲ τῆς ἔχθρας αὐτοῖς αἴτιοι μάλιστα τῶν ἐν ταῖς Θήβαις τινές· οὐ γὰρ πολλοῖς ἔτεσιν πρότερον ἔτυχον εἰς στασιασμὸν οἱ Βοιωτοὶ προελθόντες. (2) εἶχεν δὲ τὰ πράγματα τότε κατὰ τὴν Βοιωτίαν οὕτως· | |
255 | ἦσαν καθεστηκυῖαι βουλαὶ τό‖τε τέττα[ρες παρ’ ἑ]κάστηι τῶν πόλεων, ὧν οὐ[χ ἅπασι] τοῖς πολ[ίταις ἐξῆ]ν μετέχειν, ἀ[λλὰ] τοῖς κεκ[τημένοις] πλῆθός τ[ι χρημά]των· τούτων δὲ τῶν βουλῶ[ν κατὰ] μέρος ἑκάσ[τη προκ]αθημένη (?) καὶ προβουλεύ[ουσα] περὶ τῶν π[ραγμά]των εἰσέφερεν εἰς τὰς τρε[ῖς· ὅ τι] δ’ ἔδοξεν ἐν ἁπάσαις τοῦτο κύριον ἐγίνετο. (3) κ[αὶ τὰ μὲν] ἴδια διετέλουν | |
260 | οὕτω διοικούμενοι, τὸ δὲ τῶ[ν Βοι]ωτῶν τοῦτον ἦν τὸν τρόπον συντεταγ‐ μένον. [καθ’ ἕν]δεκα μέρη διήιρηντο πάντες οἱ τὴν χώραν οἰκοῦντες, καὶ τούτων ἕκαστον ἕνα παρείχετο βοιωτάρχην [οὕτω·] Θηβαῖοι μὲν τέτταρα〈σ〉 συνεβάλλοντο, δύο μὲν ὑπὲ[ρ τῆς] πόλεως, δύο δὲ ὑπὲρ Πλαταιέων καὶ Σκώλου καὶ Ἐρ[υ]θρῶ[ν] καὶ Σκαφῶν καὶ τῶν ἄλλων χωρίων τῶν πρότερον | |
265 | μὲν ἐκείνοις συμπολιτευομένων τότε δὲ συντελούντων εἰς τὰς Θήβας. δύο δὲ παρείχοντο βοιωτάρχας Ὀρχομένιοι καὶ Ὑσιαῖοι, δύο δὲ Θεσπιεῖς σὺν Εὐτρήσει καὶ Θίσβαις, ἕνα δὲ Ταναγραῖοι, καὶ πάλιν ἕτερον Ἁλιάρτιοι καὶ Λεβαδεῖς καὶ Κορωνεῖς, ὃν ἔπεμπε κατὰ μέρος ἑκάστη τῶν πόλεων· τὸν αὐτὸν δὲ τρόπον ἐβάδιζεν ἐξ Ἀκραιφνίου καὶ Κωπῶν καὶ Χαιρωνείας. | |
270 | (4) οὕτω μὲν οὖν ἔφερε τὰ μέρη τοὺς ἄρχοντας· παρείχετο δὲ καὶ βουλευτὰς ἑξήκοντα κατὰ τὸν βοιωτάρχην, καὶ τούτοις αὐτοὶ τὰ καθ’ ἡμέραν ἀνήλισκον. ἐπετέτακτο δὲ καὶ στρατιὰ ἑκάστωι μέρει περὶ χιλίους μὲν ὁπλίτας, ἱππέας | |
δὲ ἑκατόν. ἁπλῶς δὲ δηλῶσαι κατὰ τὸν ἄρχοντα καὶ τῶν κοινῶν ἀπέλαυον καὶ τὰς εἰσφορὰς ἐποιοῦντο καὶ δικα〈στὰ〉ς ἔπεμπον καὶ μετεῖχον ἁπάντων | 25 | |
275 | ὁμοίως καὶ τῶν κακῶν καὶ τῶν ἀγαθῶν. τὸ μὲν οὖν ἔθνος ὅλον οὕτως ἐπολιτεύετο, καὶ τὰ συνέδρια ⟦καὶ⟧ τὰ κοινὰ τῶν Βοιωτῶν ἐν τῆι Καδμείαι συνεκάθιζεν. (XII) ἐν δὲ ταῖς Θήβαις ἔτυχον οἱ βέλτιστοι καὶ γνωριμώτατοι τῶν πολιτῶν, ὥσπερ καὶ πρότερον εἴρηκα, στασιάζοντες πρὸς ἀλλήλους. ἡγοῦντο | |
280 | δὲ τοῦ μέρους τοῦ μὲν Ἰσμηνίας καὶ Ἀντίθεος καὶ Ἀνδροκλῆς, τοῦ δὲ Λεοντιάδης καὶ Ἀσίας καὶ Κοιρατάδας. ἐφρόνουν δὲ τῶν πολιτευομένων οἱ μὲν περὶ τὸν Λεοντιάδην τὰ Λακεδαιμονίων, οἱ δὲ περὶ τὸν Ἰσμηνίαν αἰτίαν μὲν εἶχον ἀττικίζειν, ἐξ ὧν πρόθυμοι πρὸς τὸν δῆμον ἐγένοντο ὡς ἔφυγεν· οὐ μὴν ἐφρόν‖[τιζον] τῶ[ν Ἀ]θηναίων, ἀλλ’ εἶχ[ον ...............] | |
285 | .π̣[......]έσχον, ἐπεὶ τοὺ[ς ................]....πρ[οηι]ροῦντο μᾶλλ[ον ...............]ες κακῶς ποιεῖν ἑτοίμους α̣[...... ἀττικί]ζειν. (2) διακει‐ μένων δὲ τῶν ἐν [Θήβαις οὕτως κ]αὶ τῆς ἑταιρείας ἑκατ[έρ]ας ἰσχ[υούσης, ἔπει]τα προῆλθον πολλοὶ καὶ τῶν ἐν ταῖς [πόλεσι κατ]ὰ τὴν Βοιωτίαν καὶ μετέσχον ἑκ[ατέρου τῶν μερ]ῶν ἐκείνοις. ἐδύναντο δὲ τ[ότε μὲν καὶ μικ]ρῶι | |
290 | πρότερον οἱ περὶ τὸν Ἰσμη[νίαν καὶ τὸ]ν [Ἀνδ]ροκλείδην καὶ παρ’ αὐτοῖς τοῖ[ς Θηβαίοις κ]αὶ [παρὰ] τῆι βουλῆι τῶν Βοιωτῶν, ἔμπρ[οσθεν δὲ] προ[εῖχο]ν οἱ περὶ τὸν Ἀστίαν καὶ Λεοντ[ιάδην. χρόνον δέ τι]να συχνὸν καὶ τὴν πόλιν διὰ κ̣[ράτους εἶ]χον. (3) [ὅτ]ε̣ γὰρ πολεμοῦντες οἱ Λακε‐ δαιμ[όνιοι τοῖς] Ἀ[θην]αίοις ἐν Δεκελείαι διέτριβον καὶ σ̣τ̣ρ[άτε]υ̣[μ]α̣ | |
295 | τ[ῶ]ν α̣[ὑ]τῶν συμμάχων πολὺ συνεῖχον, οὗτοι μᾶλλον ἐδυνάστευον τῶν ἑτέρων ἅμα μὲν τῶι πλησίον εἶναι τοὺς Λακεδαιμονίους, ἅμα δὲ τῶι πολλὰ τὴν πόλιν εὐεργετεῖσθαι δι’ αὐτῶν. ἐπ[έδοσαν δ’ οἱ] Θηβαῖοι πολὺ πρὸς εὐδαιμονίαν ὁλόκλ[ηρον ε]ὐθέως ὡς ὁ πόλεμος τοῖς Ἀθηναίοις [ἐνέστη καὶ] τοῖς Λακεδαιμονίοις· ἀρξαμ̣ένων γὰρ ἀπ̣[ειλ]εῖν τῶν Ἀθηναίων τῆι Βοιωτίαι | |
2a,66,F1(300) | συνωικίσθησαν [εἰ]ς αὐτὰς οἵ τ’ ἐξ Ἐρυθρῶν καὶ Σκαφῶν καὶ Σκώλου κα[ὶ Αὐ]λί|δ̣ος καὶ Σχοίνου καὶ Ποτνιῶν καὶ πολλῶν ἑτέρων τοιούτων χωρίων, ἃ τεῖχος οὐκ ἔχοντα διπλασίας ἐποίησεν τὰς Θήβας. (4) οὐ μὴν ἀλλὰ πολύ | |
γε βέλτιον ἔτι τὴν πόλιν πρᾶξαι συνέπεσεν ὡς τὴν Δεκέλειαν ἐπετείχισαν τοῖς Ἀθηναίοις μετὰ τῶν Λακεδαιμονίων· τά τε γὰρ ἀνδράποδα καὶ τὰ | 26 | |
305 | λοιπὰ παντ[ὰ 〈τὰ〉 κατὰ τὸ]ν πόλεμον ἁλισκόμενα μικροῦ τιν[ος ἀργυρίο]υ παρελάμβανον, καὶ τὴν ἐκ τῆς Ἀττικῆ[ς κ]ατα[σ]κευὴν ἅτε πρόσχωροι κατοι‐ κοῦντες ἅπασαν μετεκόμισαν ὡς αὑτούς, ἀπὸ τῶν ξύλων καὶ τοῦ κεράμου τοῦ τῶν οἰκιῶν ἀρξάμενοι. (5) τότε δὲ τῶν Ἀθηναίων ἡ χώρα πολυτε‐ λέστατα τῆς Ἑλλάδος κατεσκεύαστο· ἐπεπόνθει γὰρ μικρὰ κακῶς ἐν ταῖς | |
310 | ἐμβολαῖς ταῖς ἔμπροσθεν ὑπὸ τῶν Λακεδαιμονίων, ὑπὸ δὲ τῶν Ἀθηναίων οὕτως ἐξήσκητο καὶ διεπεπόνητο κα‖[θ’ ὑπε]ρβολὴν [ὥστε εὐτελὲς μη]δὲν παρ’ αὐτοῖς ἐπα[ύλιον, κατο]ικήσει[ς δὲ καὶ κάλλιον ὠι]κοδομημένας ἢ πα[ρὰ το]ῖς ἄλλοις [εἶναι· ἕκαστος] γὰρ αὐτῶν ἃ πα[ρὰ τῶ]ν Ἑλλήν[ων πολεμοῦν‐ τες] ἐλάμβανον εἰς τοὺ[ς ἰδίους] ἀγροὺς ἀ̣[νήγαγε. τὰ μὲν ο]ὖν πράγματα | |
315 | τὰ κατὰ τὰς Θήβας καὶ τ[ὴν Βοιωτίαν ἦν] οὕτως. (XIII) οἱ δὲ περὶ τὸν Ἀνδροκλείδαν κα[ὶ τὸν Ἰσμηνίαν ἐ]σπούδαζον ἐκπολεμῶσαι τὸ ἔθνος [πρὸς τοὺς Λακεδα]ιμονίους, βουλόμενοι μὲν κατα‐ λῦσαι τ[ὴν ἀρχὴν αὐτῶ]ν, ἵνα μὴ διαφθαρῶσιν ὑπ’ ἐκείνων διὰ [τοὺς λακων]ίζοντας, οἰόμενοι δὲ ῥαιδίως τοῦτο πρ[άξειν ὑπολα]μβάνοντες βασι‐ | |
320 | λέα χρήματα παρέξε[ιν, ὅπερ ὁ] παρὰ τοῦ βαρβάρου πεμφθεὶς ἐπηγγέλλετο, 〈τοὺς δὲ〉 [Κορινθίου]ς καὶ τοὺς Ἀργείους καὶ τοὺς Ἀθηναίους μεθέ[ξειν τοῦ] πολέμου· τούτους γὰρ ἐχθροὺς τοῖς Λακεδαιμ[ονίοις ὄ]ντας αὐτοῖς συμπαρα[σκ]ευάσειν τοὺς ὁπλίτας. (2) [δ]ιανοηθέντες δὲ ταῦτα περὶ τῶν πραγμάτων ἐνόμιζον ἀπὸ μὲν τοῦ φανεροῦ χαλεπῶς ἔχειν ἐπιτίθεσθαι | |
325 | τούτοις· οὐδέποτε γὰρ οὔτε Θηβαίους οὔτε τοὺς ἄλλους Βοιωτοὺς πεισθήσεσθαι πολεμεῖν Λακεδαιμονίοις ἄρχουσι τῆς Ἑλλάδος. ἐπιχειροῦντες δὲ διὰ ⟦ταύτης τῆσ⟧ ἀπάτης προάγειν εἰς τὸν πόλεμον αὐτούς, ἀνέπεισαν ἄνδρας τινὰς Φωκέων ἐμβαλεῖν εἰς τὴν Λοκρῶν τῶν Ἑσπερίων καλουμένων, οἷς ἐγένετο τῆς ἔχθρας αἰτία τοιαύτη. (3) ἔστι τοῖς ἔθνεσιν τούτοις ἀμφισβητή‐ | |
330 | σιμος χώρα περὶ τὸν Παρνασσόν, περὶ ἧς καὶ πρότερόν ποτε πεπολεμήκασιν· ἣν πολλάκις ἐπινέμουσιν ἑκάτεροι τῶν τε Φωκέων καὶ τῶν Λοκρῶν, ὁπό‐ τεροι δ’ ἂν τύχωσιν αἰσθόμενοί ποτε 〈τοὺσ〉 ἑτέρους συλλεγέντες πολλοὶ διαρπάζουσι τὰ πρόβατα. πρότερον μὲν οὖν πολλῶν τοιούτων ἀφ’ ἑκατέ‐ ρων γινομένων ἀεὶ μετὰ δίκης τὰ πολλὰ καὶ λόγων διελύοντο πρὸς ἀλλή‐ | |
335 | λους· τότε δὲ τῶν Λοκρῶν ἀνθαρπασάντων ἀνθ’ ὧν ἀπέβαλον προβάτων | |
εὐθὺς οἱ Φωκεῖς, παροξυνόντων αὐτοὺς ἐκείνων τῶν ἀνδρῶν, ο[ὓς οἱ] περὶ τὸν Ἀνδροκλείδαν καὶ τὸν Ἰσμηνίαν παρεσκεύασαν, εἰς τὴν Λοκρίδα μετὰ τῶν ὅπλων ἐνέβαλον. (4) οἱ δὲ Λοκροὶ δηιουμένης τῆς χώρας πέμψαντες πρέσβεις εἰς Βοιωτοὺς κατηγορίαν ἐποιοῦντο τῶν Φωκέων καὶ βοηθεῖν | 27 | |
340 | ἐκείνους αὑτοῖς [ἠξίο]υν· διάκεινται δὲ πρὸς αὐτοὺς ἀεί ποτε φιλίως. ‖ [ἁρπ]άσαντες δὲ τὸν καιρὸν ἀσμ[ένως μάλα οἱ περὶ τὸν Ἰσ]μηνίαν καὶ τὸν Ἀνδροκλε[ίδαν ἔπεισαν τοὺς Βοι]ωτοὺς βοηθεῖν τοῖς Λοκροῖς. Φω[κεῖς δέ, ἀγγελθέντ]ων αὐτοῖς τῶν ἐκ τῶν Θηβῶν τ[ότε μὲν ἐκ τῆς Λοκρίδος π]άλιν ἀνεχώρησαν, πρέσβεις δ[ὲ παραχρῆμα πέμψαν]τες πρὸς Λακεδαιμονίους | |
345 | ἠξίουν ἐκ[είνους ἀπει]πεῖν Βοιωτοῖς εἰς τὴν αὑτῶν βαδί[ζειν. οἱ δὲ καίπερ] λέγειν αὐτοὺς νομίσαντες ἄπιστα̣ [ὅμως πέμψαντες] οὐκ εἴων τοὺς Βοιωτοὺς πόλεμον ἐκ[φέρειν πρὸς τοὺς] Φωκέας, ἀλλ’ εἴ τι ἀδικεῖσθαι νομίζουσ[ι δίκην λαμ]βάνειν παρ’ αὐτῶν ἐν τοῖς συμμάχοις [ἐκέλευον. οἱ δὲ πα]ροξυ‐ νόντων αὐτοὺς τῶν καὶ τὴν ἀπ[άτην καὶ τὰ πρά]γματα ταῦτα συστησάντων, | |
2a,66,F1(350) | τοὺς μὲν [πρέσβεις τοὺς] τῶν Λακεδαιμονίων ἀπράκτους ἀπέστε[ιλαν, αὐτοὶ δὲ] τὰ ὅπλα λαβόντες ἐβάδιζον ἐπὶ τοὺς Φωκέ[ας. (5) ἐμβα]λόντες δὲ διὰ ταχέων εἰς τὴν Φωκίδα καὶ πορθήσαντες τήν τε τῶν Παραποταμίων χώραν καὶ Δαυλίων καὶ Φανοτέων ἐπεχείρησαν ταῖς πόλεσι προσβάλλειν· καὶ Δαυλίαι μὲν προσελθόντες ἀπεχώρησαν αὖθις οὐδὲν ποιήσαντες, ἀλλὰ καὶ | |
355 | πληγὰς ὀλίγας λαβόντες, Φανοτέων δὲ τὸ προάστιον κατὰ κράτος εἷλον. διαπραξάμενοι δὲ ταῦτα προῆλθον εἰς τὴν Φωκίδα, καταδραμόντες δὲ μέρος τι τοῦ πεδίου 〈τοῦ〉 περὶ τὴν Ἐλάτειαν καὶ τοὺς Πεδιέας καὶ τοὺς ταύτηι κατοικοῦντας ἀπήιεσαν. ποιουμένων δὲ τὴν ἀποχώρησιν αὐτῶν ⟦πρὸσ⟧ παρ’ Ὑάμπολιν ἔδοξεν αὐτοῖς ἀποπειρᾶσθαι τῆς πόλεως· ἔστι δὲ τὸ χωρίον | |
360 | ἐπ〈ι〉εικῶς ἰσχυρόν. προσβαλόντες δὲ τοῖς τείχεσι καὶ προθυμίας οὐδὲν ἐλλιπόντες ἄλλο μὲν οὐδὲν ἔπραξαν, ἀποβαλόντες δὲ τῶν στρατιωτῶν ὡς ὀγδοήκοντα πάλιν ἀνεχώρησαν. Βοιωτοὶ μὲν οὖν τοσαῦτα κακὰ ποιήσαντες τοὺς Φωκέας ἀπῆλθον εἰς τὴν ἑαυτῶν. (XIV) Κόνων δέ, παρειληφότος ἤδη Χειρικράτους τὰς ναῦς τὰς τῶν | |
365 | Λακεδαιμονίων καὶ τῶν συμμάχων, ὃς ἀφίκετο ναύαρχος διάδοχος τῶι Πόλλιδι, συμπληρώσας εἴκοσι τῶν τριήρων ἀναγόμενος ἐκ τῆς Ῥόδου κατέπλευσεν εἰς Καῦνον. βουλόμενος δὲ συμμεῖξαι τῶι Φαρναβάζωι καὶ τῶι Τιθραύστηι καὶ χρήματα λαβεῖν ἀνέβαινεν ἐκ τῆς Καύνου πρὸς αὐτούς. (2) ἐτύγχανε δὲ τοῖς στρατιώ‖ταις κατὰ τοῦτον τὸν χρόνον προσοφειλόμενος μισθὸς | |
370 | πολλῶν μηνῶν· ἐμισθοδοτ[οῦ]ντο γὰρ ὑπὸ τῶν στρατηγῶν κακῶς, ὃ ποιεῖν ἔθ[ος] ἐστὶν ἀεὶ τοῖς πολεμοῦσιν ὑπὲρ βασιλέως, ἐπε[ὶ 〈καὶ〉 κα]τὰ τὸν Δεκελεικὸν πόλεμον, ὁπότε σύμμαχοι Λακεδαιμονίοι〈σ〉 ἦσαν, κομιδῆι φαύλως καὶ γλισχρῶς παρείχοντο χρήματα, καὶ πολλάκις ἂν κατελύθησαν αἱ τῶν συμμάχων τριήρεις, εἰ μὴ διὰ τὴν Κύρου προθυμίαν. τούτων δὲ βασιλεὺς | 28 |
375 | αἴτιός ἐστιν, ὃς ἐπειδὰν ἐνστήσηται πόλεμον καταπέμψας κατ’ ἀρχὰς ὀλίγα χρήματα τοῖς ἄρχουσιν ὀλιγωρεῖ τὸν ἐπίλοιπον χρόνον, οἱ δὲ τοῖς πράγ‐ μασιν ἐφεστῶτες οὐκ ἔχοντες ἀναλίσκειν ἐκ τῶν ἰδίων πε[ριορῶ]σιν ἐνίοτε καταλυομένας τὰς αὑτῶν [δυνά]μεις. (3) ταῦτα μὲν οὖν οὕτως συμβαίνειν εἴωθε, Τιθραύστης δέ, παραγενομένου τοῦ Κόνωνος ὡς αὐτὸν καὶ λέγοντος | |
380 | ὅτι κινδυνεύσει συντριβῆναι τὰ πράγματα διὰ χρημάτων ἔνδειαν οἷς τοὺς ὑπὲρ βασιλέως πολεμοῦντας οὐκ εὐλόγως ἔχειν ἀπαγορεύειν, ἀποστέλλει τινὰς τῶν μεθ’ αὑτοῦ βαρβάρων, ἵνα μισθὸν δῶσι τοῖς στρατιώταις, ἔχον‐ τας ἀργυρίου τάλαντα διακόσια καὶ εἴκοσι〈ν〉. ἐλήφθη δὲ τοῦτο 〈τὸ〉 ἀργύριον ἐκ τῆς οὐσίας τῆς Τισσαφέρνους. Τιθραύστης μὲν οὖν ἔτι περιμείνας ὀλίγον | |
385 | χρόνον ἐν ταῖς Σάρδεσιν ἀνέβαινεν ὡς βασιλέα, καταστήσας στρατηγοὺς ἐπὶ τῶν πραγμάτων Ἀριαῖον καὶ Πασιφέρνη καὶ παραδοὺς αὐτοῖς εἰς τὸν πόλεμον τὸ καταλειφθὲν ἀργύριον καὶ χρυσίον, ὅ φασι φανῆναι περὶ ἑπτακόσια τάλαντα. (XV) τῶν δὲ Κυπρίων οἱ μετὰ τοῦ Κόνωνος καταπλεύσαντες εἰς τὴν | |
390 | Καῦνον, ἀναπεισθέντες ὑπό τινων διαβαλλόντων ὡς αὐτοῖς μὲν οὐ μέλλουσιν ἀποδιδόναι τὸν μισθὸν τὸν ὀφειλόμενον, παρασκευάζονται δὲ διαλύσ[ει]ς μόνον ταῖς ὑπηρεσίαις καὶ τοῖς ἐπιβάταις, χαλεπῶς ἔφερον, καὶ συνελθόντες εἰς ἐκκλησίαν εἵλοντο στρατηγὸν αὑτῶν ἄνδρα Καρπασέα τὸ γένος καὶ το[ύτ]ωι φυλακὴν ἔδοσαν τοῦ σώματος δύο σ[τρατι]ώτας ἀφ’ ἑκάστης ‖ [νεὼς | |
395 | ................]ι̣π̣[.............]ν̣ | [............]κ̣ν̣α̣..[..]τ̣ων̣ [......... .... | ............] τὸν Κόνωνα [.............. | ............] ὡς ἐτύγχανε. [......]υ̣σ[...... | ............]ε̣ραιει κατελ̣[..... Κό]νωνος .[... | ......... ...]γ̣ετο περὶ τῶ[ν ..].ω̣ν. (2) Κόνων δὲ σ̣ι[ω|πῆι διακούσας α]ὐτῶν τ[οὺς λόγο]υς οὐκ εἴα πιστεύειν | [............]εκ̣λ̣[.]σ̣[... τῶν] Ἑλλήνων, ἀλ[λ]ὰ | |
2a,66,F1(400) | πάν|[τας ἔφη τὸν μισθὸν ἀπὸ τῆς ἴση]ς̣ κομιεῖσθαι· ταύτην | [δὲ τὴν ἀπό‐ κρισιν ποιησάμενος] ἔφασκεν βούλεσθαι | [δ]ια[δηλῶσαι καὶ τοῖς ἄλλο]ις· ὁ δὲ στρατηγὸς ὁ τῶν [Κ]υπρ[ίων ὁ Καρπα]σε[ὺς αὐτῶι] πρὸς τὸ πλῆθος | |
τὸ τῶν στρατιω[τῶν ἐπη]κολο[ύθει. (3) ἐ]κείν[ο]υ δὲ συνεξορμήσαντος, ἐπε[ιδὴ πορ]ευόμενοι κατὰ τὰς πύλας ἦσαν, ὁ μὲν Κόνων [ὥσπερ] ἔτυχεν | 29 | |
405 | ἡγ[ού]μενος ἐξεληλύθει πρότερος ἐκ τ[οῦ] τείχους, τοῦ δὲ ἀ[νθ]ρώπου τοῦ Καρπασέως, ὡς ἦν ἐξιὼν κατὰ τὰς πύλας, ἐπιλαμβάνονται τῶν Μεσσηνίων τινὲς τῶν Κόνωνι παρακολουθεῖν εἰωθότων οὐ μετὰ τῆς ἐκείνου γνώμης, ἐπιθυμοῦντες ἐν τῆι πόλει κατασχεῖν αὐτὸν ὅπως ἂν ὧν ἐξήμαρτεν δῶι δίκην. οἱ δὲ συνακολουθο[ῦντ]ες τῶν Κυπρίων ἀντελαμβάνοντο τ[οῦ | |
410 | Καρπασέ]ως καὶ διεκώλυον τοὺς Μεσση[νίους] ἄγει[ν αὐτόν· α]ἰσθανόμενον δὲ καὶ τὸ τῶν ἔξ[ω Κυπρ]ίων [πλῆθος ἐπ]εβοήθει τῶι στρατηγῶι. ὁ δὲ Κόνων [ὁρῶν ὑ]πε[ρέχοντας] τοὺ[ς] ἀνθρώπους εἰσπηδήσας [συνεισπίπτειν ἐκώλ]υσεν εἰς τὴν πόλιν· οἱ δὲ Κύπριοι τ[οὺς Μεσσηνίους τοὺ]ς ἁψαμένους τοῦ Καρπασέω[ς βά]λλ[οντες ἀπέκρο]υσαν, αὐτοὶ δὲ πεπεισμένοι πάντα | |
415 | π[αρὰ τὰς συνθήκας τ]ὸν Κόνωνα παρεσκευάσθαι περ[ὶ τὴν τοῦ μισθοῦ] διάδοσιν ε[ἰσέ]β[αι]νον εἰς τὰς τρ[ιήρ]εις ἐπ[ὶ ταύταις τ]αῖς πράξεσιν, ὥς γέ τινες ἔλεγον, [μ]έλλον[τες τοὺς ἐκ] τῆς Ῥόδου παραλαβόντες εἰς Κύπρον πλε[ῖν. (4) κυρι]εύσαντες (?) δὲ τῆς α | λ̣αν̣[..]ν̣ιο̣ι̣ου καὶ παρακ̣[αλέσαν]τες τοὺς βουλομέ[νους τῶν Κ]υπρίων, βαδί[ζουσιν] πρὸς τὴν ἀκρόπο[λιν ἵνα τὴ]ν | |
420 | ἀρχὴν τ[οῦ Κόνωνος] καταλύσωσιν ὡς [αἰτίου γενομέ]νου πάν[των αὐτοῖς τῶ]ν κακῶν, ὁμοί[ως δὲ ........π]οιησ[..............]ν αὐτοῖς εἰς | [..... .... ὑπηρ]εσία [...............] τῶν λόγων | [——]ν[.] τὴν ‖ πόλιν τη [—— ἀ]ποπλεύσαν|τες ἀπὸ τῆς α̣[——] β[ουλό]μενοι | χρήσασθαι τοῖς αὐτ[όθι σκεύεσι τῶν] τριήρων. (5) Κόνων δὲ κατηγμέ[νων τῶν Κυπρίων] | |
425 | ἐλθὼν πρὸς Λεώνυμον τὸν τ[ῶν πεζῶν ὕπαρχον εἶ]π[ε]ν αὐτῶι ὅτι μόνος δύναται τ[ὰ πράγματα σῶσαι] τ[ὰ βα]σιλέως· εἰ γὰρ αὑτῶι βούλεται δ[ι‐ δόναι τοὺς φρο]υροὺς τοὺς [Ἕλ]ληνας, οἳ τὴν Καῦνον [φυλάττουσι καὶ] τῶν Καρῶν ὡς πλείστους, παύσει[ν ἤδη τὴν ἐν τῶι στ]ρατοπέδωι ταραχήν. κελεύσαντος δ[ὲ τοῦ Λεωνύμ]ου λαμβάνειν ὁπόσους βούλεται στρατ[ιώτας, | |
430 | ταύτ]ην μὲν τὴν ἡμέραν παρῆκεν—καὶ γὰρ ἥ[λιος ἦν ἤ]δη περὶ δυσμάς— εἰς δὲ τὴν ἐπιοῦσαν πρὶν ἡμ[έραν γ]ενέσθαι λαβὼν παρὰ τοῦ Λεωνύμου | |
τῶν τε [Καρῶν] συχνοὺς καὶ τοὺς Ἕλληνας ἅπαντας ἐξήγαγεν αὐτοὺς ἐκ τῆς πόλεως. ἔπειτα τοὺς μὲν [ἔξ]ωθεν αὐτοῦ τοῦ στρατοπέδου περιέστησεν, τοὺς̣ [δὲ παρ]α[γαγὼ]ν̣ πρός τε τὰς ναῦς καὶ τὸν αἰγιαλὸν [διετάξατο. | 30 | |
435 | τα]ῦτα δὲ πο〈ι〉ήσας καὶ κελεύσας κηρῦξαι τ[ὸν κήρυκα βαί]νειν ἕκαστον τῶν στρατιωτῶν ἐπὶ τὴ[ν ἑαυτοῦ, συ]νέλαβε τῶν Κυπρίων τόν τε Καρ‐ πασέ[α καὶ τῶν ἄλ]λων ἑξήκοντα, καὶ τοὺς μὲν ἀπέκτειν[ε, τὸν δὲ στρα]τηγὸν ἀνεσταύρωσεν. (6) ἀκούσαντες δ[ὲ τὰ ἐκεῖθεν ο]ἱ καταλειφθέντες ἐν τῆι Ῥόδωι 〈δι〉ηγανάκτ[ουν, καὶ βαρέ]ως ἐνεγκόντες τοὺς μὲν ἄρχοντας τοὺς | |
440 | [ὑπὸ τοῦ Κόνω]νος καταστάντας βάλλοντες ἐξήλασ[αν ἐκ τοῦ] στρατοπέδου, τὸν δὲ λιμένα καταλιπόν[τες πολὺν] θόρυβον καὶ ταραχὴν παρέσχον τοῖς Ῥοδ[ίοις. ὁ δὲ Κό]νων ἀφικόμενος ἐκ τῆς Καύνου τούς τ[ε ἄρχοντ]ας αὐτῶν συλλαβὼν ἀπέκτεινε καὶ τοῖς ἄλλ[οις μισθὸ]ν διέδωκε. τὸ μὲν οὖν βασιλικὸν στρατό[πεδον οὕτ]ως εἰς μέγαν κίνδυνον προελθὸν διὰ Κόνων[α καὶ] τὴν | |
445 | ἐκείνου προθυμίαν ἐπαύσατο τῆς ταραχῆς. (XVI) Ἀγησίλαος δὲ παραπορευόμενος εἰς τὸν Ἑλλήσποντον ἅμα τῶι στρατεύματι τῶν Λακεδαιμονίων καὶ τῶν συμμάχων ὅσον μὲν χρόνον ἐβάδιζε διὰ τῆς Λυδίας οὐδὲν κακὸν ἐποί[ει τοὺς] ἐνοικοῦντας, βουλόμενος ἐμμένειν ταῖς σπονδαῖς ταῖς πρὸς Τιθραύστην γενομέναις. ἐπειδὴ δὲ | |
2a,66,F1(450) | κα[τ]ῆρεν εἰς τὴν χ[ώραν] τὴν Φαρναβάζου, προῆγε τὸ ‖ στράτευμα λεηλατῶν καὶ πορθῶν τὴ[ν γῆν. ἐπειδὴ] δὲ παραλλάξας τό τε Θήβης πεδίον καὶ τ[ὸ Ἀπίας] καλούμενον εἰσέβαλεν εἰς τὴν Μυσία[ν, ἐνέκει]το τοῖς Μυσοῖς κελεύων αὐτοὺς συστρ[ατεύειν με]τ’ αὐτῶν· εἰσὶ γὰρ οἱ πο̣λ̣[λ]ο̣ὶ τῶν Μυσῶν αὐ[τό‐ νομοι καὶ] βασιλέως οὐχ ὑπακούοντες. ὅσοι μὲν οὖν τῶν Μυσῶν μετέχειν | |
455 | ἡιροῦντο τῆς στρατείας [οὐδὲν ἐ]ποίει κακὸν αὐτούς, τῶν δὲ λοιπῶν ἐδήι[ου τὴν χώ]ραν. (2) ἐπειδὴ δὲ προιὼν ἐγένετο κατὰ μέσο[ν μάλι]στα τὸν Ὄλυμπον τὸν Μύσιον καλούμεν[ον, ὁρῶν] χαλεπὴν καὶ στενὴν οὖσαν τὴν δίοδον [καὶ βου]λόμ[ενος] ἀσφαλῶς πορευθῆναι δι’ αὐτῆς, πέμψας τινὰ [πρὸ]ς τ[οὺς Μ]υσοὺς καὶ σπεισάμενος πρὸς αὐτοὺς ἦ[γε τὸ] σ[τράτ]ευμα | |
460 | διὰ τῆς χώρας. παρέντες δὲ τὸ [πλῆθος τῶν Π]ε[λ]οποννησίων καὶ τῶν συμμάχ[ων, ἐπιθέμενοι τ]οῖς τελευταίοις αὐτῶν καταβάλλ[ουσί τινας τ]ῶν στρατιωτῶν ἀτάκτων διὰ τὰς στ[ενοχωρίας ὄντ]ων. Ἀγησίλαος δὲ κατα‐ ζεύξας τ[ὸ στράτευμα τα]ύτην τὴν ἡμέραν ἡσυχίαν ἦ[γε ποιῶν τὰ νο]μ[ι‐ ζ]όμενα τοῖς ἀποθανοῦσι—διεφθάρησαν δὲ περὶ πεντήκοντα τῶν στρατι‐ | |
465 | ωτῶν—, εἰς δὲ τὴν ἐπιοῦσαν καθίσας εἰς ἐνέδραν πολλοὺς τῶν μισθοφόρων | |
τῶν Δερκυλιδείων καλουμένων ἀναστὰς προῆγε τὸ στράτευμα πάλιν. τῶν δὲ Μυσῶν οἰηθέντες ἕκαστοι διὰ τὴν πληγὴν τὴν τῆι προτερα[ίαι γενο]‐ μένην ἀπιέναι τὸν Ἀγησίλαον ἐξελθόντες ἐκ τῶν κωμῶν ἐδίωκον, ὡς ἐπιθησόμενοι τοῖς τελευταίοις τὸν αὐτὸν τρόπον. οἱ δὲ τῶν Ἑλλήνων | 31 | |
470 | ἐν[εδρεύ]οντες, ὡς ἦσαν κατ’ αὐτούς, ἐκπηδήσαντες ἐκ τῆς ἐνέδρας εἰς χεῖρας ἤιεσαν τοῖς πολεμίοις. τῶν δὲ Μυσῶν οἱ μὲν ἡγούμενοι καὶ πρῶτοι διώκοντες ἐξαίφνης τοῖς Ἕλλησι συμμείξαντες ἀποθνήισκουσιν, οἱ δὲ πολλοὶ κατιδόντες τοὺς πρώτους αὑτῶν ἐν πληγαῖς ὄντας ἔφευγον πρὸς τὰς κώμας. Ἀγησίλαος δὲ προσαγγελθέντων αὐτῶι τούτων μετα[βαλόμε]‐ | |
475 | νος ἀπῆγε τὸ στράτευμα πάλιν τὴν αὐτὴν [ὁδὸν ἕ]ως συνέμειξε τοῖς ἐν ταῖς ἐνέδραις καὶ κατεσκήνωσεν εἰς τὸ στρατόπεδον ἧι καὶ τῆι προτέραι κατεστρατοπέδευσεν. (3) μετὰ δὲ ταῦτα τῶν ‖ μὲν Μυσῶν ὧν ἦσαν [οἱ ἀποθανόντες ἕκαστοι κή]ρυκας πέμψαντες α̣ | ................. ἀνείλον]το τοὺς νεκροὺς ὑ[ποσπόνδους· ἀπέθανον δὲ πλείους] ἢ τριάκοντα καὶ ἑ[κατόν. | |
480 | Ἀγησίλαος δὲ λαβὼν ἐκ τῶν] κωμῶν τινας καθ[ηγεμόνας καὶ ἀναπαύσας τρεῖς] ἡμέρας τοὺς στρ[ατιώτας ἦγεν εἰς] τὸ πρόσθεν τὸ στράτευμα, καὶ καταβιβάσας [εἰς τὴ]ν χώραν τῶν Φρυγῶν, οὐκ εἰς ἣν τοῦ προτέρου θέρους ἐνέβαλεν, ἀλ[λ’ ε]ἰς ἑ[τέ]ραν 〈οὖσαν〉 ἀπόρθητον, κακῶς αὐτὴν ἐποίει, Σπιθραδάτην ἔχων ἡγεμόνα καὶ τὸν ὑόν. (4) ὁ δὲ Σπιθραδάτης τὸ μὲν | |
485 | γένος ἦν Πέρ[σης, δι]ατρίβων δὲ παρὰ τῶι Φαρναβάζωι καὶ θεραπεύων [αὐτό]ν, ἔπει[τα δὲ εἰς] ἔχθραν καταστὰς πρὸς αὐτόν, φοβηθεὶς μὴ κατα‐ ληφθῆι καὶ κακόν τι πάθηι, παραυτίκα μὲν ἀπέ[φυγεν] εἰς Κύζικον, ὕστερον δὲ ὡς Ἀγησίλαον ἧ[κεν ἄ]γων Μεγαβάτην ὑὸν νέον ὄντα καὶ καλόν. Ἀγησίλαος δὲ τούτων γενομένων ἀνέλαβεν αὐτοὺς μάλιστα μὲν ἕνεκα | |
490 | τοῦ μειρακίου—λέγεται γὰρ ἐπιθυμητικῶς αὐτοῦ σφόδρα ἔχειν—ἔπειτα δὲ καὶ διὰ Σπιθραδάτην, 〈ἡγούμενοσ〉 ἡγεμόνα τε τῆς στρατιᾶς αὐτοῖς ἔσεσθαι καὶ [πρὸς] ἄλλα χρήσιμον. (5) ἐκείνους μὲν οὖν τούτων ἕνεκα ὑπεδέξατο προθύμως, αὐτὸς δὲ προάγων εἰς τὸ πρόσθεν ἀεὶ τὸ στράτευμα καὶ λεηλατῶν τὴν τοῦ Φαρναβάζου χώραν ἀφικνεῖται πρὸς χωρίον ὃ καλεῖται | |
495 | Λεόντων Κεφαλαί. καὶ ποιησάμενος πρὸς αὐτὸ προσβολάς, ὡς οὐδὲν ἐπέραινεν, ἀναστήσας τὸ στράτευμα προῆγεν εἰς τὸ πρόσθε πορθῶν καὶ λεηλατῶν τῆς χώρας τὴν ἀκέραιον. (6) ἀφικόμενος δὲ πάλιν πρὸς Γορδ〈ί〉ειον, χωρίον ἐπὶ χώματος ὠικοδομημένον καὶ κατεσκευασμένον καλῶς, καὶ κατα‐ | |
ζεύξας τὸ στράτευμα περιέμενεν ἓξ ἡμέρας, πρὸς μὲν τοὺς πολεμίους | 32 | |
2a,66,F1(500) | προσβολὰς ποιούμενος, τοὺς δὲ στρατιώτας ἐ̣[πὶ π]ολλοῖς ἀγαθοῖς συνέχων. ἐπειδὴ δὲ βιάσασθαι τὸ χωρίον οὐκ ἠδύνατο διὰ τὴν Ῥαθάνου προθυμίαν, ὃς ἐπῆρχεν αὐτοῦ Πέρσης ὢν τὸ γένος, ἀναστήσας ἦγεν ἄνω τοὺς στρατιώτας, κελεύοντος τοῦ Σπιθριδάτου εἰς Παφλαγονίαν πορεύεσθαι. (XVII) μετὰ δὲ ταῦτα προάγων τοὺς Πελοποννησίους καὶ τοὺς | |
505 | συμμά‖χους π[ρὸς τὰ ὅρια τῆς Φρυ]γίας καὶ τῆς Παφλαγονίας ἐκε[ῖ τὸ στράτευμα κατεσ]τρατοπέδευσε, τὸν δὲ Σπιθριδάτη[ν πρὸς Γύην ἔπεμψε]ν· ὁ δὲ πορευθεὶς καὶ πείσας ἐκεῖ[νον ἧκε πρέσβεις] ἄγων. (2) Ἀγησίλαος δὲ ποιησάμενος [σπονδὰς ἐκ τῆς τῶ]ν Παφλαγόνων ἀπήγα[γε] διὰ ταχ[έων τὴν στρατιὰν ἐπὶ θ]άλατταν, φοβούμενος μὴ χειμῶν[ος τῆς τροφῆς ἐνδέ]ωσιν. | |
510 | ἐποιεῖτο δὲ τὴν πορείαν οὐκέτ[ι τὴν αὐτὴν ὁδὸν ἥν]περ ἦλθεν ἀλλ’ ἑτέραν, ἡγούμενος διὰ [τῆς Βιθυνίδος] διεξιο[ῦσι ἀκο]πωτέρως ἔσεσθαι τοῖς σ[τρα‐ τιώταις. ἀπέσ]τειλε [δὲ] .ι̣τ[..]ρ̣[.]υ̣ [...] | αὐτῶι Γύης το[............ ...]ν̣τ..των̣[......] | ἱππέας μ[ὲν περὶ χιλί]ους, πεζοὺς δὲ πλείου[ς δισχι]λ[ί]ων. (3) καταγ[αγὼν δὲ τὸ στρ]άτευμα κατὰ Κίον τῆς Μυσίας, | |
515 | [πρῶ]τον μ[ὲν περιμείν]ας ἡμέρας αὐτοῦ δέκα κακῶς ἐποίει τοὺς Μυσο[ὺς πάλ]ιν ἀνθ’ ὧν ἐπεβούλευσαν αὐτῶι περὶ τὸν Ὄλυμπον, ὕστερον δὲ προῆγε τοὺς Ἕλληνας διὰ τῆς Φρυγίας τῆς παραθαλαττιδίου, καὶ προσ‐ βαλὼν πρὸς χωρίον τὸ καλούμενον Μιλήτου Τεῖχος, ὡς οὐκ ἠδύνατο λαβεῖν, ἀπῆγε τοὺς στρατιώτας. ποιούμενος δὲ τὴν πορείαν παρὰ τὸν Ῥύνδακον | |
520 | ποταμὸν ἀφικνεῖται πρὸς τὴν Δασκυλῖτιν λίμνην, ὑφ’ ἧι κεῖται τὸ Δα〈σ〉‐ κύλειον, χωρίον ὀχυρὸν σφόδρα καὶ κατεσκευασμένον ὑπὸ βασιλέως, οὗ καὶ τὸν Φαρνάβαζον ἔλεγον ἀργύριον ὅσον ἦν αὐτῶι καὶ χρυσίον ἀποτίθεσθαι. (4) κατεστρατοπεδευκὼς δὲ τοὺς στρατιώτας ἐκεῖθι μετεπέμπετο Πάγκαλον, ὃς ἐπιβάτης τῶι ναυάρχωι Χειρικράτει πεπλευκὼς ἐπεμελεῖτο τοῦ Ἑλλησ‐ | |
525 | πόντου πέντε τριήρεις ἔχων. [παραγ]ενομένου δὲ τοῦ Παγκάλου διὰ ταχέων καὶ [ταῖς τρ]ι[ή]ρεσιν εἰσπλεύσαντος εἰς τὴν λίμνην, ἐκεῖ[νον μὲν] ἐκέλευσεν ὁ Ἀγησίλαος ἐνθέμενον ὅσα τῶν [διηρπασμ]ένων ἦ〈ν〉 πλείονος ἄξια δια‐ | |
γαγεῖν εἰς τ[.]ο̣ν̣ [. | .... περ]ὶ Κύζι̣κον, ὅπως ⟦αν⟧ ἀπ’ αὐτῶν μισθὸς τῶι [σ]τ̣[ρατεύματι] γένοιτο. τοὺς δὲ στρατιώτας τοὺς ἀπὸ τῆς Μ[υ]σία[ς | 33 | |
530 | ἀπέλυσε πρ]οστάξας αὐτοῖς ἥκειν εἰς τὸ ἔαρ, παρασκευαζόμενος τὸν ἐπιόντα † χειμῶνα βαδίζειν εἰς Καππα[δοκίαν, ἀκού]ων ταύτην τὴν χώραν διατείνειν ὥσ[περ ταινία]ν στενήν, ἀρξαμένην ἀπὸ τῆς Ποντικῆς [θαλάττης μ]έχρι Κιλικίας καὶ Φοινίκης, καὶ τὸ μῆκος [αὐτῆς εἶν]αι τοσοῦτο[ν ὥσ]τε τοὺς | |
ἐκ Σινώπης βαδί(ζοντασ)——— | 34 |