TLG 0557 006 :: EPICTETUS :: Arriani epistula ad Lucium Gellium

EPICTETUS Phil.
(Hierapolitanus Romanus: A.D. 1–2)

Arriani epistula ad Lucium Gellium

Source: Schenkl, H. (ed.), Epicteti dissertationes ab Arriano digestae. Leipzig: Teubner, 1916 (repr. Stuttgart, 1965): 5–6.

Dup. partim Flavius ARRIANUS Hist. et Phil. (0074 008)

Citation: Section — (line)

t

Ἀρριανὸς Λουκίῳ Γελλίῳ χαίρειν.

1

Οὔτε συνέγραψα ἐγὼ τοὺς Ἐπικτήτου λόγους οὕτως ὅπως ἄν τις συγγράψειε τὰ τοιαῦτα οὔτε ἐξήνεγκα εἰς

2

ἀνθρώπους αὐτός, ὅς γε οὐδὲ συγγράψαι φημί. ὅσα δὲ ἤκουον αὐτοῦ λέγοντος, ταῦτα αὐτὰ ἐπειράθην αὐτοῖς ὀνόμασιν ὡς οἷόν τε ἦν γραψάμενος ὑπομνήματα εἰς ὕστερον ἐμαυτῷ διαφυλάξαι τῆς ἐκείνου διανοίας καὶ

3

παρρησίας. ἔστι δὴ τοιαῦτα ὥσπερ εἰκὸς ὁποῖα ἄν τις αὐτόθεν ὁρμηθεὶς εἴποι πρὸς ἕτερον, οὐχ ὁποῖα ἂν ἐπὶ

4

τῷ ὕστερον ἐντυγχάνειν τινὰς αὐτοῖς συγγράφοι. τοιαῦτα δ’ ὄντα οὐκ οἶδα ὅπως οὔτε ἑκόντος ἐμοῦ οὔτε εἰδότος

5

ἐξέπεσεν εἰς ἀνθρώπους. ἀλλ’ ἐμοί γε οὐ πολὺς λόγος, εἰ οὐχ ἱκανὸς φανοῦμαι συγγράφειν, Ἐπικτήτῳ τε οὐδ’ ὀλίγος, εἰ καταφρονήσει τις αὐτοῦ τῶν λόγων, ἐπεὶ καὶ λέγων αὐτοὺς οὐδενὸς ἄλλου δῆλος ἦν ἐφιέμενος ὅτι μὴ
5κινῆσαι τὰς γνώμας τῶν ἀκουόντων πρὸς τὰ βέλτιστα.

6

εἰ μὲν δὴ τοῦτό γε αὐτὸ διαπράττοιντο οἱ λόγοι οὗτοι, ἔχοι〈εν〉 ἂν οἶμαι ὅπερ χρὴ ἔχειν τοὺς τῶν φιλοσόφων

7

λόγους· εἰ δὲ μή, ἀλλ’ ἐκεῖνο ἴστωσαν οἱ ἐντυγχάνοντες
ὅτι, αὐτὸς ὁπότε ἔλεγεν αὐτούς, ἀνάγκη ἦν τοῦτο πάσχειν τὸν ἀκροώμενον αὐτῶν ὅπερ ἐκεῖνος αὐτὸν παθεῖν ἠβού‐5

8

λετο. εἰ δ’ οἱ λόγοι αὐτοὶ ἐφ’ αὑτῶν τοῦτο οὐ διαπράτ‐ τονται, τυχὸν μὲν ἐγὼ αἴτιος, τυχὸν δὲ καὶ ἀνάγκη οὕ‐
τως ἔχειν. ἔρρωσο.6