TLG 0557 005 :: EPICTETUS :: Gnomologium Epicteteum (e Stobaei libris 3–4) EPICTETUS Phil. Gnomologium Epicteteum (e Stobaei libris 3–4) Citation: Sententia — (line) | ||
1 | Ὁ τύχῃ βίος συμπεπλεγμέ‐ νος ἔοικε χειμάρρῳ ποταμῷ· καὶ γὰρ ταραχώδης καὶ ἰλύος ἀνά‐ μεστος καὶ δυσέμβατος καὶ τυραννικὸς καὶ πολύηχος καὶ ὀλιγο‐ χρόνιος. | |
2 | Ψυχὴ ὁμιλοῦσα ἀρετῇ ἔοικεν ἀεννάῳ πηγῇ· καὶ γὰρ καθαρὸν καὶ ἀτάραχον καὶ πότιμον καὶ νόστιμον καὶ κοινωνι‐ κὸν καὶ πλούσιον καὶ ἀβλαβὲς καὶ ἀνώλεθρον. | |
3 | Εἰ βούλει ἀγαθὸς εἶναι, πρῶτον πίστευσον, ὅτι κα‐ κὸς εἶ. | |
4 | Βέλτιον ὀλιγάκις πλημμελεῖν ὁμολογοῦντα σωφρονεῖν πλεονάκις ἢ ὀλιγάκις ἁμαρτάνειν λέγοντα πλημμελεῖν πολλάκις. | |
5 | Κόλαζε τὰ πάθη, ἵνα μὴ ὑπ’ αὐτῶν τιμωρῇ. | |
6 | Μὴ οὕτως τὸ ἐκ τῆς δόξης αἰσχύνου, ὡς τὸ ἐκ τῆς | |
ἀληθείας ἀπόφευγε. | 478 | |
7 | Εἰ θέλεις καλῶς ἀκούειν, μάθε καλῶς λέγειν· μαθὼν δὲ καλῶς λέγειν πειρῶ καλῶς πράττειν καὶ οὕτω καρπώσῃ τὸ καλῶς ἀκούειν. | |
8 | Ἐξέταζε σαυτόν, πότερα πλουτεῖν θέλεις ἢ εὐδαιμο‐ νεῖν. καὶ εἰ μὲν πλουτεῖν, ἴσθι, ὅτι οὔτε ἀγαθὸν οὔτε ἐπὶ σοὶ πάντῃ· εἰ δὲ εὐδαιμονεῖν, ὅτι καὶ ἀγαθὸν καὶ ἐπὶ σοί· ἐπεὶ τὸ μὲν τύχης ἐπίκαιρον δάνειον, τὸ δὲ † τῆς εὐδαιμονίας προαι‐ | |
5 | ρέσεως. | |
---|---|---|
9 | Καθάπερ ἔχιν ἢ ἀσπίδα ἢ σκορπίον ἐν ἐλεφαντίνῃ ἢ χρυσῇ θεώμενος κίστῃ οὐ διὰ τὸ πολυτελὲς τῆς ὕλης ἀγαπᾷς καὶ εὐδαιμονίζεις, ἀλλ’ ὅτι λυμαντικὴ ἡ φύσις, ἐκτρέπῃ καὶ μυ‐ σάττῃ, οὕτω καὶ ἐπειδὰν ἐν πλούτῳ καὶ ὄγκῳ τύχης θεάσῃ κα‐ | |
5 | κίαν ἐνοῦσαν, μὴ καταπλαγῇς τὸ περιλαμπὲς τῆς ὕλης, ἀλλὰ κα‐ ταφρόνει τῆς ἐν τῷ τρόπῳ κιβδηλίας. | |
10 | Ὁ πλοῦτος οὐ τῶν ἀγαθῶν, ἡ πολυτέλεια τῶν κα‐ κῶν, ἡ σωφροσύνη τῶν ἀγαθῶν. καλεῖ δὲ ἡ μὲν σωφροσύνη ἐπὶ τὴν εὐτέλειαν καὶ τὴν κτῆσιν τῶν ἀγαθῶν, ὁ δὲ πλοῦτος ἐπὶ τὴν πολυτέλειαν καὶ ἀφέλκει τῆς σωφροσύνης. δυσχερὲς ἄρα | 479 |
5 | πλουτοῦντα σωφρονεῖν ἢ σωφρονοῦντα πλουτεῖν. | |
11 | Ὥσπερ, εἰ ἐν νηὶ ἐσπάρης ἢ ἐτέχθης, οὐκ ἂν ἔσπευ‐ δες αὐτῆς κυβερνήτης ὑπάρχειν, ........ οὔτε γὰρ ἐκεῖ σοι φύσει ἡ ναῦς συνέσται οὔτε ἐνταῦθα ὁ πλοῦτος, ἀλλὰ πάντῃ ὁ λόγος. ὅπερ οὖν σοι φυσικὸν καὶ συγγενές, ὁ λόγος, τοῦτο καὶ οἰκεῖον | |
5 | ἡγησάμενος τούτου ἐπιμελοῦ. | |
12 | Ἐν Πέρσαις μὲν γεννηθεὶς οὐκ 〈ἂν〉 ἔσπευδες οἰ‐ κεῖν τὴν Ἑλλάδα, ἀλλ’ αὐτόθι διάγων εὐτυχεῖν· ἐν πενίᾳ δὲ γεννηθείς, τί σπεύδεις πλουτεῖν, ἀλλ’ οὐκ αὐτόθι μένων εὐτυχεῖν; | |
13 | Ὥσπερ ἐπὶ σμικροῦ σκίμποδος θλιβόμενον ὑγιαί‐ νειν ἄμεινον ἢ ἐπὶ πλατείας κλίνης κυλινδούμενον νοσεῖν, οὕτω καὶ ἐν μικρᾷ περιουσίᾳ βέλτιον συστελλόμενον εὐθυμεῖν ἢ ἐν | |
μεγάλῃ τυγχάνοντα δυσθυμεῖν. | 480 | |
14 | Οὐ πενία λύπην ἐργάζεται, ἀλλὰ ἐπιθυμία· οὐδὲ πλοῦτος φόβου ἀπαλλάττει, ἀλλὰ λογισμός. κτησάμενος τοιγαροῦν τὸν λογισμὸν οὔτε πλούτου ἐπιθυμήσεις οὔτε πενίαν μέμψῃ. | |
15 | Οὔτε ἵππος ἐπὶ φάτνῃ καὶ φαλάροις καὶ τάπησιν οὔτε ὄρνις ἐπὶ βρώμῃ καὶ καλιᾷ ὑψοῦται καὶ γαυριᾷ, ἀλλ’ ἄμφω ἐπὶ ὠκύτητι, ὁ μὲν ποδῶν, ὁ δὲ πτερῶν. καὶ σὺ τοιγαροῦν μὴ ἐπὶ τροφῇ καὶ σκέπῃ καὶ ἁπλῶς τῇ ἔξωθεν περιουσίᾳ μέγα | |
5 | ὀγκύλλου, ἀλλ’ ἐπὶ χρηστότητι καὶ εὐποιίᾳ. | |
16 | Τὸ καλῶς ζῆν τοῦ πολυτελῶς διαφέρει· τὸ μὲν γὰρ ἐκ σωφροσύνης καὶ αὐταρκείας καὶ εὐταξίας καὶ κοσμιότητος καὶ εὐτελείας παραγίνεται, τὸ δὲ ἐξ ἀκολασίας καὶ τρυφῆς καὶ ἀτα‐ ξίας καὶ ἀκοσμίας· τέλος δὲ τοῦ μὲν ἔπαινος ἀληθής, τοῦ δὲ | |
5 | ψόγος. εἰ τοίνυν βούλει καλῶς ζῆν, μὴ ζήτει μετὰ πολυτελείας | |
ἐπαινεῖσθαι. | 481 | |
17 | Μέτρον ἔστω σοι παντὸς σίτου καὶ ποτοῦ ἡ πρώτη τῆς ὀρέξεως ἔμπλησις, ὄψον δὲ καὶ ἡδονὴ αὐτὴ ἡ ὄρεξις· καὶ οὔτε πλείονα τῶν δεόντων προσοίσῃ οὔτε ὀψοποιῶν δεηθήσῃ πο‐ τῷ τε τῷ παραπεσόντι ἀρκεσθήσῃ. | |
18 | Τὰς σιτήσεις ποιοῦ μὴ πολυτελεῖς καὶ σκυθρωπάς, ἀλλὰ λαμπρὰς καὶ εὐτελεῖς, ἵνα μήτε διὰ τὰ σωματικὰ αἱ ψυχαὶ ταράττωνται μήτε φενακιζόμεναι πρὸς τῶν ἡδονῶν τῶν σωμα‐ τικῶν ὀλιγωρῶσιν, ἔπειτα βλάπτωνται τρυφῶντα μὲν παραυτίκα, | |
5 | νοσοῦντα δὲ εἰσαῦθις τὰ σώματα. | |
19 | Φρόντιζε, ὅπως σε μὴ τὰ ἐν τῇ γαστρὶ σιτία ἐπαίρῃ, ἀλλ’ ἡ ἐν τῇ ψυχῇ εὐφρασία· ἐπεὶ τὰ μὲν ἀποσκυβαλίζεται καὶ συνεκρεῖ ὁ † ἔπαινος, ἡ δέ, κἂν ἡ ψυχὴ χωρισθῇ, διὰ παντὸς ἀκήρατος μένει. | |
20 | Ἐν ταῖς ἑστιάσεσι μέμνησο, ὅτι δύο ὑποδέχῃ, σῶμα καὶ ψυχήν, καὶ ὅ τι ἂν τῷ σώματι δῷς, τοῦτο εὐθὺς ἐξέχεας, ὅ τι δ’ ἂν τῇ ψυχῇ, διὰ παντὸς τηρεῖς. | 482 |
21 | Μὴ συγκεράσας ἅμα ὀργὴν πολυτελείᾳ προσενέγκῃς. πολυτέλεια μὲν 〈ἐμ〉πηδήσασα τῷ σώματι μετ’ οὐ πολὺ οἴχεται, ἡ δὲ ὀργὴ ἐνδῦσα τῇ ψυχῇ ἐπὶ τὸ μήκιστον μένει. σκόπει τοι‐ γαροῦν, ὅπως μὴ ὑπ’ ὀργῆς ἐξαχθεὶς τοὺς δαιτυμόνας πολυτελῶς | |
5 | ὑβρίσῃς, ἀλλὰ μᾶλλον μεθ’ ἡμερότητος εὐτελῶς εὐφράνῃς. | |
22 | Αἰσχρὸν τοῖς τῶν μελιττῶν δωρήμασι γλυκάζοντα τὴν κατάποσιν τὸ τῶν θεῶν δῶρον πικράζειν τὸν λόγον τῇ κακίᾳ. | |
23 | Μελέτω σοι ἐν τοῖς σιτίοις, ὅπως σοι οἱ ὑπουργοῦν‐ τες μὴ πλείους τῶν ὑπουργουμένων ὑπάρχωσιν· ἄτοπον γὰρ ὀλί‐ γαις στιβάσι πολλὰς δουλεύειν ψυχάς. | |
24 | Ἄριστον μέν, εἰ κἀν ταῖς παρασκευαῖς χειρουργῶν κἀν ταῖς τροφαῖς ἑστιώμενος κοινωνεῖς τοῖς θεραπεύουσι τῶν παρόντων. εἰ δὲ τὸ τοιόνδε δυσχερὲς τῷ καιρῷ ὑπάρχοι, μέμνη‐ | |
σο, ὅτι μὴ κάμνων ὑπὸ καμνόντων ὑπουργῇ, ἐσθίων ὑπὸ μὴ | 483 | |
5 | ἐσθιόντων, πίνων ὑπὸ μὴ πινόντων, [ἐσθίων] λαλῶν ὑπὸ σιω‐ πώντων, ἀνειμένος ὑπὸ συνεσταλμένων· καὶ οὔτε αὐτὸς φλεγμή‐ νας ἄτοπον πείσῃ οὐθ’ ἕτερον ἀγριάνας χαλεπὸν ἐργάσῃ. | |
25 | Ἐρίζειν καὶ φιλονεικεῖν πάντῃ μὲν ἀνοίκειον, μά‐ λιστα δὲ ἐν ταῖς παρὰ πότον ὁμιλίαις ἀπρεπές. οὔτε γὰρ ἂν μεθύων νήφοντα διδάξειέ τις οὔτ’ αὖ μεθύων πρὸς νήφοντος πεισθείη. ἔνθα δ’ ἂν μὴ παρῇ πειθοῦς τέλος, εἰκῇ σε παρέχεις | |
5 | διατείνεσθαι. | |
26 | Οἱ τέττιγες μουσικοί, οἱ δὲ κοχλίαι ἄφωνοι· χαί‐ ρουσι δὲ οἱ μὲν ὑγραινόμενοι, οἱ δὲ ἀλεαινόμενοι· ἔπειτα προ‐ καλεῖται τοὺς μὲν ἡ δρόσος καὶ ἐπὶ ταύτῃ ἐκδύνουσι, τοὺς δ’ αὖ διεγείρει ἀκμάζων ὁ ἥλιος καὶ ἐπ’ αὐτῷ ᾄδουσι. τοιγαροῦν εἰ | |
5 | βούλει μουσικὸς καὶ εὐάρμοστος ὑπάρχειν ἀνήρ, ἡνίκ’ ἂν ἐν τοῖς πότοις ὑπὸ τοῦ οἴνου δροσισθῇ ἡ ψυχή, τότε αὐτὴν μὴ ἔα προ‐ ιοῦσαν μολύνεσθαι· ἀλλ’ ἡνίκ’ ἂν ἐν τοῖς συνεδρίοις ὑπὸ τοῦ λόγου διαπυρωθῇ, τότε θεσπίζειν καὶ ᾄδειν τὰ τῆς δικαιοσύνης κέλευε λόγια. | |
27 | Τὸν προσομιλοῦντα τριχῇ διασκοποῦ, ἢ ὡς ἀμεί‐ | |
νονα ἢ ὡς ἥττονα ἢ ὡς ἴσον· καὶ εἰ μὲν ἀμείνονα, ἀκούειν χρὴ καὶ πείθεσθαι αὐτῷ· εἰ δὲ ἥττονα, πείθειν· εἰ δὲ ἴσον, συμφω‐ νεῖν· καὶ οὔποτε ἁλώσῃ φιλονεικίας. | 484 | |
28 | Ἄμεινον τῇ ἀληθείᾳ συγχωρήσαντα τὴν δόξαν νικᾶν ἢ τῇ δόξῃ συγχωρήσαντα πρὸς τῆς ἀληθείας ἡττᾶσθαι. | |
29 | Ζητῶν τὴν ἀλήθειαν οὐ ζητήσεις τὸ ἐκ παντὸς τρό‐ που νικᾶν καὶ εὑρὼν τὴν ἀλήθειαν ἕξεις τὸ μὴ νικᾶσθαι. | |
30 | Ἡ ἀλήθεια παρ’ αὑτῇ νικᾷ, ἡ δὲ δόξα παρὰ τοῖς ἔξω. | |
31 | Ἐλευθερία καὶ δουλεία, τὸ μὲν ἀρετῆς ὄνομα, τὸ δὲ κακίας, ἄμφω δὲ προαιρέσεως ἔργα. οἷς δὲ προαίρεσις οὐ κοινωνεῖ, τούτων ψαύει μὲν οὐδέτερον· τύχη δὲ δεσπόζειν εἴωθε σώματος καὶ ὅσα τῶν ἀμφὶ σῶμα προαιρέσεως ἀκοινώνητα. οὐ‐ | |
5 | δεὶς γὰρ δοῦλος τὴν προαίρεσιν ὑπάρχων ἐλεύθερος. | |
32 | Κακὸς δεσμὸς σώματος μὲν τύχη, ψυχῆς δὲ κακία. ὁ μὲν γὰρ τὸ σῶμα λελυμένος, τὴν δὲ ψυχὴν δεδεμένος δοῦλος· ὁ δ’ αὖ τὸ σῶμα δεδεμένος, τὴν δὲ ψυχὴν λελυμένος ἐλεύθερος. | |
33 | Τὸν μὲν τοῦ σώματος δεσμὸν λύει καὶ φύσις διὰ θανάτου καὶ κακία διὰ χρημάτων, τὸν δὲ τῆς ψυχῆς ἀρετὴ διὰ μαθήσεως καὶ ἐμπειρίας καὶ ἀσκήσεως. | 485 |
34 | Εἰ βούλει ἀταράχως καὶ εὐαρέστως ζῆν, πειρῶ τοὺς συνοικοῦντάς σοι σύμπαντας ἀγαθοὺς ἔχειν· ἕξεις δὲ ἀγαθούς, εἰ τοὺς μὲν ἑκόντας παιδεύοις, τοὺς δὲ ἄκοντας ἔπειτα κεχειρω‐ μένους ἀπολύοις. συμφεύξεται γὰρ τοῖς φυγοῦσιν ἡ μοχθηρία | |
5 | ἅμα καὶ ἡ δουλεία, συναπολειφθήσεται δὲ τοῖς συμμένουσί σοι ἡ χρηστότης καὶ ἡ ἐλευθερία. | |
35 | Βέλτιον μετὰ ἑνὸς ἐλευθέρου ζῶντα ἄφοβον καὶ ἐλεύθερον ὑπάρχειν ἢ μετὰ πολλῶν δουλεύειν. | |
36 | Ὅπερ φεύγεις παθεῖν, τοῦτο μὴ ἐπιχείρει διατιθέ‐ ναι· φεύγεις δὲ δουλείαν, φυλάσσου τὸ δουλεύεσθαι. ὑπομένων γὰρ δουλεύεσθαι αὐτὸς ὑπάρχειν πρότερον ἔοικας δοῦλος· οὔτε γὰρ κακίᾳ ἀρετὴ κοινωνεῖ οὔτε ἐλευθερία δουλείᾳ. | |
37 | Ὥσπερ ὁ ὑγιαίνων οὐκ ἂν ὑπὸ νοσούντων βούλοιτο | |
θεραπεύεσθαι οὐδὲ τοὺς συνοικοῦντας ἑαυτῷ νοσεῖν, οὕτως οὐδ’ ὁ ἐλεύθερος ἀνάσχοιτ’ ἂν ὑπὸ δούλων ὑπηρετεῖσθαι ἢ τοὺς συμ‐ βιοῦντας ἑαυτῷ δουλεύειν. | 486 | |
38 | Εἰ βούλει δούλων ἐκτὸς ὑπάρχειν, αὐτὸς ἀπολύ‐ θητι δουλείας· ἔσῃ δ’ ἐλεύθερος, ἐὰν ἀπολυθῇς ἐπιθυμίας. οὔτε γὰρ Ἀριστείδης οὔτε Ἐπαμεινώνδας οὔτε Λυκοῦργος πλου‐ τοῦντες καὶ δουλευόμενοι ὁ μὲν δίκαιος, ὁ δὲ σωτήρ, ὁ δὲ θεὸς | |
5 | ἀνηγορεύθησαν· ἀλλ’ ὅτι πενόμενοι τὴν Ἑλλάδα δουλείας ἀπέλυον. | |
39 | Εἰ βούλει σοι τὴν οἰκίαν εὖ οἰκεῖσθαι, μιμοῦ τὸν Σπαρτιάτην Λυκοῦργον. ὃν γὰρ τρόπον οὗτος οὐ τείχεσι τὴν πόλιν ἔφραξεν, ἀλλ’ ἀρετῇ τοὺς ἐνοικοῦντας ὠχύρωσε καὶ δια‐ παντὸς ἐτήρησεν ἐλευθέραν τὴν πόλιν, οὕτω καὶ σὺ μὴ μεγάλην | |
5 | αὐλὴν περιβάλλου καὶ πύργους ὑψηλοὺς ἀνίστα, ἀλλὰ τοὺς ἐνοι‐ κοῦντας εὐνοίᾳ καὶ πίστει καὶ φιλίᾳ στήριζε· καὶ οὐδὲν εἰς αὐ‐ τὴν εἰσελεύσεται βλαβερόν, οὐδ’ ἂν τὸ σύμπαν τῆς κακίας παρα‐ τάξηται στῖφος. | |
40 | Μὴ πίναξι καὶ γραφαῖς τὴν οἰκίαν σου περίβαλλε, | |
ἀλλὰ σωφροσύνῃ κατάγραφε. τὸ μὲν γὰρ ἀλλοῖον τῶν ὀφθαλ‐ μῶν ἐστιν ἐπίκαιρος γοητεία, τὸ δὲ σύμφυτος καὶ ἀνεξάλειπτος καὶ ἀίδιος οἰκίας κόσμος. | 487 | |
41 | Ἀντὶ βοῶν ἀγέλης πειρῶ φίλων ἀγέλας ἐναγελάζε‐ σθαί σου τῇ οἰκίᾳ. | |
42 | Ὥσπερ λύκος ὅμοιον κυνί, οὕτω καὶ κόλαξ καὶ μοι‐ χὸς καὶ παράσιτος ὅμοιον φίλῳ. πρόσεχε τοιγαροῦν, μὴ ἀντὶ κυνῶν φυλάκων λάθῃς λυμεῶνας εἰσδεχόμενος λύκους. | |
43 | Τὸ μὲν γύψῳ λευκανθίζουσαν σπουδάζειν θαυμάζε‐ σθαι τὴν οἰκίαν ἀπειροκάλου, τὸ δὲ ἦθος χρηστότητι κοινωνίας λαμπρύνειν φιλοκάλου ἅμα καὶ φιλανθρώπου. | |
44 | Ἐὰν θαυμάζῃς τὰ μικρὰ πρὸ τῶν μεγάλων, κατα‐ φρονήσῃ· ἐὰν δὲ καταφρονήσῃς τῶν μικρῶν μεγάλως, θαυμασθήσῃ. | |
45 | Οὐδὲν μικρότερον φιλοκερδείας καὶ φιληδονίας καὶ ἀλαζονείας· οὐδὲν κρεῖσσον μεγαλοφροσύνης καὶ ἡμερότητος καὶ | |
φιλανθρωπίας καὶ εὐποιίας. | 488 | |
46 | Οὐδεὶς φιλοχρήματος καὶ φιλήδονος καὶ φιλόδοξος φιλάνθρωπος, ἀλλὰ μόνος ὁ φιλόκαλος. | |
47 | Ὥσπερ οὐκ ἂν ἐβούλου ἐν νηὶ μεγάλῃ καὶ γλαφυρᾷ καὶ πολυχρύσῳ πλέων βαπτίζεσθαι, οὕτω μηδὲ ἐν οἰκίᾳ αἱροῦ ὑπερμεγέθει καὶ πολυτελεῖ αὐλιζόμενος χειμάζεσθαι. | |
48(2) | Ὥσπερ ἀληθὴς ζυγὸς οὔτε πρὸς ἀληθοῦς εὐθύνεται ζυγοῦ οὔθ’ ὑπὸ ψευδοῦς κρίνεται, οὕτω καὶ ὁ δίκαιος κριτὴς οὔθ’ ὑπὸ δικαίων εὐθύνεται οὔτε παρ’ ἀδίκοις δικάζεται. | |
49 | Ὥσπερ τὸ εὐθὺ εὐθέος οὐ δεῖται, οὕτως οὐδὲ τὸ δίκαιον δικαίου. | |
50 | Μὴ πρότερον 〈ἐν〉 ἑτέρῳ δικαστηρίῳ δικάσῃς, πρὶν 〈ἂν〉 αὐτὸς παρὰ τῇ δίκῃ κριθῇς. | |
51 | Εἰ βούλει τὰς κρίσεις δικαίας ποιεῖσθαι, μηδένα τῶν δικαζομένων καὶ δικαιολογούντων ἐπιγίγνωσκε, ἀλλ’ αὐτὴν τὴν δίκην. | |
52 | Ἥκιστα πταίσεις ἐν ταῖς κρίσεσιν, ἐὰν αὐτὸς ἐν τῷ | |
βίῳ ἄπταιστος διατελῇς. | 489 | |
53 | Ἄμεινον δικαίως κρίναντα πρὸς τοῦ καταδικασθέντος ἀδίκως μεμφθῆναι ἢ ἀδίκως κρίναντα παρὰ τῇ φύσει δικαίως ψέγεσθαι. | |
54 | Καθάπερ ἡ τὸν χρυσὸν δοκιμάζουσα λίθος οὐκέτι καὶ αὐτὴ πρὸς τοῦ χρυσοῦ δοκιμάζεται, οὕτω καὶ ὁ τὸ κριτή‐ ριον ἔχων. | |
55 | Αἰσχρὸν τὸν δικαστὴν πρὸς ἑτέρων δικάζεσθαι. | |
56 | Καθάπερ ὀρθοῦ οὐδὲν ὀρθότερον, οὕτως οὐδὲ δι‐ καίου οὐδὲν δικαιότερον. | |
57(2) | Ὥσπερ οἱ ἐπὶ τῶν λιμένων πυρσοὶ δι’ ὀλίγων φρυ‐ γάνων πολλὴν ἀνάψαντες φλόγα ταῖς ἀλωμέναις ἀνὰ τὸ πέλαγος ναυσὶν ἱκανὴν ἐργάζονται βοήθειαν, οὕτω καὶ ἀνὴρ λαμπρὸς ἐν | |
5 | πόλει χειμαζομένῃ αὐτὸς ὀλίγοις ἀρκούμενος μεγάλα τοὺς πολί‐ τας εὐεργετεῖ. | |
58(2) | Ὥσπερ εἰ ναῦν κυβερνᾶν ἐπεχείρεις, πάντως ἂν τὴν κυβερνητικὴν ἐξεμάνθανες τέχνην, ....... ἐξέσται γάρ σοι, ὥσπερ | |
ἐκεῖσε πᾶσαν, οὕτω κἀνθάδε πᾶσαν κυβερνᾶν πόλιν. | 490 | |
59(2) | Εἰ πρόκειταί σοι τὴν πόλιν ἀναθήμασι κοσμεῖν, σεαυτῷ πρῶτον ἀνάθες τὸ κάλλιστον ἡμερότητος καὶ δικαιοσύνης καὶ εὐποιίας ἀνάθημα. | |
60(2) | Εὐποιήσεις σὺ τὰ μέγιστα τὴν πόλιν, εἰ μὴ τοὺς ὀρόφους ὑψώσεις, ἀλλὰ τὰς ψυχὰς αὐξήσεις. ἄμεινον γὰρ ἐν μι‐ κροῖς οἰκήμασι μεγάλας οἰκεῖν ψυχὰς ἢ ἐν μεγάλαις οἰκίαις τα‐ | |
5 | πεινὰ φωλεύειν ἀνδράποδα. | |
61(2) | Μὴ τοῖς ἐξ Εὐβοίας καὶ Σπάρτης λίθοις τοὺς τοί‐ χους τῆς κατασκευῆς ποίκιλλε, ἀλλὰ γὰρ τῇ ἐκ τῆς Ἑλλάδος παι‐ δείᾳ τὰ στέρνα τῶν πολιτῶν καὶ τῶν πολιτευομένων διακόσμει. | |
5 | γνώμαις γὰρ ἀνδρῶν εὖ οἰκοῦνται πόλεις; ἀλλ’ οὐ λίθοις καὶ ξύλοις. | |
62(2) | Ὥσπερ, εἰ λέοντας ἐβούλου τρέφειν, οὐκ ἄν σοι τῆς πολυτελείας τῶν ζωγρείων ἔμελεν, ἀλλὰ τῆς πράξεως τῶν ζῴων· οὕτως, εἰ πολιτῶν πειρᾷ προίστασθαι, μὴ τοσοῦτον τῆς πολυτε‐ | |
5 | λείας τῶν ἀναστημάτων φρόντιζε, ὁπόσον τῆς ἀνδρείας τῶν ἐν‐ διατριβόντων ἐπιμελοῦ. | |
63(2) | Καθάπερ ἀγαθὸς πωλοδάμνης οὐ τῶν πώλων τοὺς μὲν ἀγαθοὺς τρέφει, τοὺς δὲ δυσηνίους λιμώττειν ἐᾷ, ἀλλὰ τρέ‐ | |
φει μὲν ἐπ’ ἴσης ἄμφω, κολάζει δὲ μᾶλλον θάτερον ἐξισοῦν θα‐ | 491 | |
5 | τέρῳ βιαζόμενος μέρει· οὕτω καὶ κηδεμονικὸς ἀνὴρ καὶ πολιτι‐ κῆς ἐπιστήμων δυνάμεως τῶν πολιτῶν τοὺς μὲν εὐγνώμονας ποιεῖν ἐπιχειρεῖ, τοὺς δὲ ἔμπαλιν οὐ καθάπαξ διαφθείρεσθαι, ἀλλὰ τροφῆς μὲν ἀμφοῖν ἥκιστα φθονεῖ, παιδεύει δὲ καὶ σφο‐ δρότερον ἐπισπέρχει τὸν ἀντιβαίνοντα τῷ λόγῳ καὶ τῷ νόμῳ. | |
64 | Καθάπερ οὔτε κλαγγῇ χὴν οὔτε βληχῇ καταπλήσσε‐ ται πρόβατον, οὕτω μηδὲ πλήθους ἀνοήτου σε δεδιττέσθω φωνή. | |
65(2) | Ὥσπερ πλῆθος ἀκρίτως αἰτοῦν τί σε τῶν ἰδίων οὐ δυσωπεῖ, οὕτω μηδὲ ὄχλον ἀδίκως σε δυσωποῦντα διατραπῇς. | |
66(2) | Ὅπερ ἐπιβάλλει τῇ πόλει, τοῦτο εἴσφερε φθάνων· καὶ οὐδέποτε αἰτηθήσῃ τὰ μὴ ἐπιβάλλοντα. | |
67(2) | Ὥσπερ ὁ ἥλιος οὐ περιμένει λιτὰς καὶ γοητείας, ἵν’ ἀνατείλῃ, ἀλλ’ εὐθὺς λάμπει καὶ πρὸς ἁπάντων ἀσπάζεται, οὕτω μηδὲ σὺ περίμενε κρότους καὶ ψόφους καὶ ἐπαίνους, ἵν’ εὐποιή‐ | |
5 | σῃς, ἀλλ’ ἑκοντὴς εὐεργέτει καὶ ἴσα τῷ ἡλίῳ φιληθήσῃ. | 492 |