TLG 0557 004 :: EPICTETUS :: Gnomologium Epicteteum (e Stobaei libris 1–2)

EPICTETUS Phil.
(Hierapolitanus Romanus: A.D. 1–2)

Gnomologium Epicteteum (e Stobaei libris 1–2)

Source: Schenkl, H. (ed.), Epicteti dissertationes ab Arriano digestae. Leipzig: Teubner, 1916 (repr. Stuttgart, 1965): 476–477.

Citation: Sententia — (line)

1

Ἐπικτήτου. Θεοὺς δικαίᾳ καὶ μεμετρημένῃ διαθέσει τίμα, ἀλλὰ μὴ ἀμέτροις δωρεαῖς κολάκευε· οὔτε γὰρ κολακείᾳ χαίρει θεὸς οὔτε ὁ κολακεύων τιμᾷ τὸ θεῖον. Θεοῖς θῦε μὴ ἡνίκα ἂν πλουτήσῃς, ἀλλ’ ἡνίκα ἂν φρονήσῃς,
5τὸ μὲν γὰρ πλουτεῖν καὶ τῶν κακοδαιμόνων, τὸ δὲ φρονεῖν μόνον ἴδιον εὐδαιμόνων.

2

Παρὰ θεῶν μὴ συνεχῆ αἴτει ὑγίειαν σώματος, ἀλλὰ διη‐ νεκῶς λάμβανε σωφροσύνην ψυχῆς· καὶ οὔτε ῥᾳδίως νοσήσεις οὔτε νοσῶν δυσαρεστήσεις.

3

Μὴ ὧν ἐπιθυμεῖς ταῦτα παρὰ θεῶν αἴτει, ἀλλ’ ὅπως αὐτῆς ἀπαλλαγῇς τῆς ἐπιθυμίας, τοῦτο ζήτει παρὰ θεῶν. τότε σου εἰσακούουσιν οἱ θεοί, ἡνίκα ἂν μὴ περὶ τῶν ἡδέων, ἀλλὰ περὶ τῶν καλῶν εὔχῃ. καὶ τότε σοι δώσουσι τὰ καλά, ἡνίκα μὴ ἡδονῇ,
5ἀλλ’ ἀρετῇ χαίρεις.

4

Μέμνησο παρὰ τῶν μεγάλων αἰτεῖν τὰ μεγάλα· μικρὰ γὰρ οὐκ ἂν δοῖεν. οὐδὲν θεοῦ μεῖζον καὶ ὑψηλότερον· εὐχόμενος τοιγαροῦν θεοῖς αἴτει τὰ θεῖα, ὧν οὐδὲν σάρκινον καὶ γήινον
ψαύει πάθος.476

5

Ὥσπερ μέλιτταν οὐ διὰ τὸ κέντρον μισεῖς, ἀλλὰ διὰ τὸν καρπὸν τημελεῖς, οὕτω καὶ φίλον μὴ δι’ ἐπίπληξιν ἀποστραφῇς, ἀλλὰ διὰ τὴν εὔνοιαν ἀγάπα.

6

Ἐοίκασιν οἱ κόλακες κηφῆσι· καὶ γὰρ ἀργοὶ καὶ ἄκεντροι καὶ τοὺς ἀλλοτρίους ἀναλίσκοντες καμάτους. οἱ φθονεροὶ σφηξί· καὶ γὰρ πληκτικοὶ καὶ ἄποροι καὶ ἀμετάδοτοι καὶ ἄχρ〈ε〉ιοι. οἱ χρηστοὶ μελίτταις· καὶ γὰρ φιλόπονοι καὶ αὐτουργοὶ καὶ οἰκο‐
5νομικοὶ καὶ εὔποροι καὶ πρᾷοι καὶ ἐπιπληκτικοὶ καὶ κοινωνικοί. ὥστ’, εἰ βούλει φίλος ὑπάρχων μετὰ πολλῶν διάγειν φίλων, μι‐ μοῦ τὴν μέλιτταν· καθαρὸν ἔστω σοι τὸ σμῆνος κηφήνων καὶ σφηκῶν.

7

Τοὺς εἰς φιλίαν σοι καθιέντας δοκίμαζε μὴ ἐξ ὧν σοι δω‐ ροῦνται, ἀλλ’ ἐξ ὧν ἑαυτοῖς μνῶνται καὶ χαρίζονται καὶ κατεπ‐ ηγγείλαντο καὶ διέθεσαν.

8

Οὐ τὰ χρήματα φίλοι, ἀλλ’ ὁ φίλος χρήματα. καὶ χρήματα μὲν φιλίαν οὐδέποτ’ ἂν ἐργάσαιντο, ὥσπερ οὐδὲ γῆ θεόν· φιλία
δὲ χρήματα καὶ ἄλλως ἂν κτήσαιτο, καθάπερ θεὸς γῆν.477