TLG 0557 003 :: EPICTETUS :: Dissertationum Epictetearum sive ab Arriano sive ab aliis digestarum fragmenta

EPICTETUS Phil.
(Hierapolitanus Romanus: A.D. 1–2)

Dissertationum Epictetearum sive ab Arriano sive ab aliis digestarum fragmenta

Source: Schenkl, H. (ed.), Epicteti dissertationes ab Arriano digestae. Leipzig: Teubner, 1916 (repr. Stuttgart, 1965): 455–460, 462–475.

Citation: Fragment — (line)

1

Ἀρριανοῦ Ἐπικτητ〈ε〉ίου πρὸς τὸν † περὶ οὐσίας † Τί μοι μέλει, φησί, πότερον ἐξ ἀτόμων ἢ ἐξ ἀμερῶν ἢ ἐκ πυρὸς καὶ γῆς συνέστηκε τὰ ὄντα; οὐ γὰρ ἀρκεῖ
5μαθεῖν τὴν οὐσίαν τοῦ ἀγαθοῦ καὶ κακοῦ καὶ τὰ μέτρα τῶν ὀρέξεων καὶ ἐκκλίσεων καὶ ἔτι ὁρμῶν καὶ ἀφορμῶν καὶ τούτοις ὥσπερ κανόσι χρώμενον διοικεῖν τὰ τοῦ βίου, τὰ δ’ ὑπὲρ ἡμᾶς ταῦτα χαίρειν ἐᾶν, ἃ τυχὸν μὲν ἀκατάληπτά ἐστι τῇ ἀνθρωπίνῃ γνώμῃ, εἰ δὲ καὶ τὰ
10μάλιστα θ〈εί〉η τις εἶναι καταληπτά, ἀλλ’ οὖν τί ὄφελος
καταληφθέντων; οὐχὶ δὲ διακενῆς πράγματα ἔχειν φα‐ τέον τοὺς ταῦτα ὡς ἀναγκαῖα τῷ τοῦ φιλοσόφου λόγῳ προσνέμοντας; Μή τι οὖν καὶ τὸ ἐν Δελφοῖς παράγ‐ γελμα παρέλκον ἐστί, τὸ Γνῶθι σαυτόν; Τοῦτο455
15δὲ μὲν οὔ, φησί. Τίς οὖν ἡ δύναμις αὐτοῦ; εἰ χο‐ ρευτῇ τις παρήγγελλε τὸ γνῶναι ἑαυτόν, οὔκουν ἂν τῇ προστάξει προσεῖχε τῷ ἐπιστραφῆναι καὶ τῶν συγχο‐ ρευτῶν καὶ τῆς πρὸς αὐτοὺς συμφωνίας; Φησίν. Εἰ δὲ ναύτῃ; εἰ δὲ στρατιώτῃ; πότερον οὖν ὁ ἄνθρω‐
20πος αὐτὸς ἐφ’ αὑτοῦ πεποιῆσθαί σοι δοκεῖ ζῷον ἢ πρὸς κοινωνίαν; 〈 Πρὸς κοινωνίαν.〉 Ὑπὸ τίνος; Ὑπὸ τῆς φύσεως. Τίνος οὔσης καὶ πῶς διοικούσης τὰ ὅλα καὶ πότερον οὔσης ἢ μή, ταῦτα οὐκέτι ἀναγκαῖον
πολυπραγμονεῖν;456

2

Ἀρριανοῦ Ἐπικτητ〈ε〉ίου. Ὁ τοῖς παροῦσι καὶ δεδομένοις ὑπὸ τῆς τύχης δυσ‐ χεραίνων ἰδιώτης ἐν βίῳ, ὁ δὲ ταῦτα γενναίως φέρων καὶ εὐλογίστω † τὰ ἀπ’ αὐτῶν † ἀνὴρ ἀγαθὸς ἄξιος νο‐
5μίζεσθαι.

3

Τοῦ αὐτοῦ. Πάντα ὑπακούει τῷ κόσμῳ καὶ ὑπηρετεῖ καὶ γῆ καὶ θάλασσα καὶ ἥλιος καὶ τὰ λοιπὰ ἄστρα καὶ τὰ γῆς φυτὰ καὶ ζῷα· ὑπακούει δὲ αὐτῷ καὶ τὸ ἡμέτερον σῶμα καὶ
5νοσοῦν καὶ ὑγιαῖνον, ὅταν ἐκεῖνος θέλῃ, καὶ νεάζον καὶ γηρῶν καὶ τὰς ἄλλας διερχόμενον μεταβολάς. οὐκ‐ οῦν εὔλογον καί, ὃ ἐφ’ ἡμῖν ἐστι, τουτέστι τὴν κρίσιν, μὴ ἀντιτείνειν μόνην πρὸς αὐτόν· καὶ γὰρ ἰσχυρός ἐστι καὶ κρείσσων καὶ ἄμεινον ὑπὲρ ἡμῶν βεβούλευται
10μετὰ τῶν ὅλων καὶ ἡμᾶς συνδιοικῶν. πρὸς δὲ τούτοις καὶ ἡ ἀντίπραξις μετὰ τοῦ ἀλόγου καὶ πλέον οὐδὲν ποιοῦσα πλὴν τὸ διακενῆς σπᾶσθαι καὶ περιπίπτειν ὀδύ‐
ναις καὶ λύπαις ποιεῖ.457

4

Ῥούφου ἐκ τῶν Ἐπικτήτου περὶ φιλίας. Τῶν ὄντων τὰ μὲν ἐφ’ ἡμῖν ἔθετο ὁ θεός, τὰ δ’ οὐκ ἐφ’ ἡμῖν. ἐφ’ ἡμῖν μὲν τὸ κάλλιστον καὶ σπουδαιότα‐ τον, ᾧ δὴ καὶ αὐτὸς εὐδαίμων ἐστί, τὴν χρῆσιν τῶν
5φαντασιῶν. τοῦτο γὰρ ὀρθῶς γιγνόμενον ἐλευθερία ἐστίν, εὔροια, εὐθυμία, εὐστάθεια, τοῦτο δὲ καὶ δίκη ἐστὶ καὶ νόμος καὶ σωφροσύνη καὶ ξύμπασα ἀρετή. τὰ δ’ ἄλλα πάντα οὐκ ἐφ’ ἡμῖν ἐποιήσατο. οὐκοῦν καὶ ἡμᾶς συμψήφους χρὴ τῷ θεῷ γενέσθαι καὶ ταύτῃ διε‐
10λόντας τὰ πράγματα τῶν μὲν ἐφ’ ἡμῖν πάντα τρόπον ἀντιποιεῖσθαι, τὰ δὲ μὴ ἐφ’ ἡμῖν ἐπιτρέψαι τῷ κόσμῳ καί, εἴτε τῶν παίδων δέοιτο εἴτε τῆς πατρίδος εἴτε τοῦ σώματος εἴτε ὁτουοῦν, ἀσμένους παραχωρεῖν.

5

Ῥούφου ἐκ τοῦ Ἐπικτήτου περὶ φιλίας. Τὸ δὲ Λυκούργου τοῦ Λακεδαιμονίου τίς ἡμῶν οὐ θαυμάζει; πηρωθεὶς γὰρ ὑπό τινος τῶν πολιτῶν τῶν
ὀφθαλμῶν τὸν ἕτερον καὶ παραλαβὼν τὸν νεανίσκον458
5παρὰ τοῦ δήμου, ἵνα τιμωρήσαιτο, ὅπως 〈ἂν〉 αὐτὸς βούληται, τούτου μὲν ἀπέσχετο, παιδεύσας δὲ αὐτὸν καὶ ἀποφήνας ἄνδρα ἀγαθὸν παρήγαγεν εἰς τὸ θέατρον. θαυμαζόντων δὲ τῶν Λακεδαιμονίων ‘τοῦτον μέντοι λαβών‘, ἔφη, ‘παρ’ ὑμῶν ὑβριστὴν καὶ βίαιον ἀποδί‐
10δωμι ὑμῖν ἐπιεικῆ καὶ δημοτικόν‘.

6

Ῥούφου ἐκ τοῦ Ἐπικτήτου περὶ φιλίας. Ἀλλὰ παντὸς μᾶλλον τῆς μὲν φύσεως ἐκεῖνο τὸ ἔργον συνδῆσαι καὶ συναρμόσαι τὴν ὁρμὴν τῇ τοῦ προσήκον‐ τος καὶ ὠφελίμου φαντασίᾳ.

7

Τοῦ αὐτοῦ. Τὸ δὲ οἴεσθαι εὐκαταφρονήτους τοῖς ἄλλοις ἔσεσθαι, ἐὰν μὴ τοὺς πρώτους ἐχθροὺς παντὶ τρόπῳ βλάψωμεν, σφόδρα ἀγεννῶν καὶ ἀνοήτων ἀνθρώπων. φαμὲν γὰρ
5τὸν εὐκαταφρόνητον νοεῖσθαι μὲν καὶ κατὰ τὸ ἀδύνα‐ τον εἶναι βλάψαι· ἀλλὰ πολὺ μᾶλλον νοεῖται κατὰ τὸ
ἀδύνατον εἶναι ὠφελεῖν.459

8

Ῥούφου ἐκ τῶν Ἐπικτήτου περὶ φιλίας. Ὅτι τοιαύτη ἡ τοῦ κόσμου φύσις καὶ ἦν καὶ ἔστι καὶ ἔσται καὶ οὐχ οἷόν τε ἄλλως γίγνεσθαι τὰ γιγνό‐ μενα ἢ ὡς νῦν ἔχει· καὶ ὅτι ταύτης τῆς τροπῆς καὶ
5τῆς μεταβολῆς οὐ μόνον οἱ ἄνθρωποι μετειλήφασι καὶ τἆλλα ζῷα τὰ ἐπὶ γῆς, ἀλλὰ καὶ τὰ θεῖα καὶ νὴ Δί’ αὐτὰ τὰ τέτταρα στοιχεῖα ἄνω καὶ κάτω τρέπεται καὶ μεταβάλλει καὶ γῆ τε ὕδωρ γίνεται καὶ ὕδωρ ἀήρ, οὗτος δὲ πάλιν εἰς αἰθέρα μεταβάλλει· καὶ ὁ αὐτὸς τρόπος
10τῆς μεταβολῆς ἄνωθεν κάτω. ἐὰν πρὸς ταῦτά τις ἐπι‐ χειρῇ ῥέπειν τὸν νοῦν καὶ πείθειν ἑαυτὸν ἑκόντα δέχε‐ σθαι τὰ ἀναγκαῖα, πάνυ μετρίως καὶ μουσικῶς διαβιώ‐
σεται τὸν βίον.460

10

(3)

‘ἄνευ τοῦ πράττειν, μέχρι τοῦ λέγειν‘
16‘Ἄνθρωπε, ποῦ βάλλεις; σκέψαι, εἰ κεκάθαρται τὸ ἀγ‐ γεῖον. ἂν γὰρ εἰς τὴν οἴησιν αὐτὰ βάλ[λ]ῃς, ἀπώλετο· ἢν σαπῇ, οὖρον ἢ ὄξος ἐγένετο ἢ εἴ τι τούτων χεῖρον.‘462
24κυνι‐
25κώτερον
34‘ἀνέχου‘ et ‘ἀπέχου‘.463

11

Ἐκ τῶν Ἀρριανοῦ προτρεπτικῶν ὁμιλιῶν. Ἀλλὰ δὴ Σωκράτης Ἀρχελάου μεταπεμπομένου αὐτὸν ὡς ποιήσοντος πλούσιον ἐκέλευσεν ἀπαγγεῖλαι αὐτῷ διότι ‘Ἀθήνησι τέσσαρές εἰσι χοίνικες τῶν ἀλφίτων
5ὀβολοῦ ὤνιοι καὶ κρῆναι ὕδατος ῥέουσιν‘. εἰ γάρ τοι μὴ ἱκανὰ τὰ ὄντα ἐμοί, ἀλλ’ ἐγὼ τούτοις ἱκανὸς καὶ οὕτω κἀκεῖνα ἐμοί. ἢ οὐχ ὁρᾷς, ὅτι οὐκ εὐφωνότερον οὐδὲ ἥδιον ὁ Πῶλος τὸν τύραννον Οἰδίποδα ὑπεκρί‐ νετο ἢ τὸν ἐπὶ Κολωνῷ ἀλήτην καὶ πτωχόν; εἶτα χεί‐
10ρων Πώλου ὁ γενναῖος ἀνὴρ φανεῖται, ὡς μὴ πᾶν τὸ περιτεθὲν ἐκ τοῦ δαιμονίου πρόσωπον ὑποκρίνασθαι καλῶς; οὐδὲ τὸν Ὀδυσσέα μιμήσεται, ὃς καὶ ἐν τοῖς ῥάκεσιν οὐδὲν μεῖον διέπρεπεν ἢ ἐν τῇ οὔλῃ χλαίνῃ τῇ πορφυρᾷ;

12

Ἀρριανοῦ. Μεγαλόθυμοι πρᾴως εἰσί τινες ἡσυχῇ καὶ οἷον ἀορ‐
γήτως πράττοντες ὅσα καὶ οἱ σφόδρα τῷ θυμῷ φερό‐ μενοι. φυλακτέον οὖν καὶ τὸ τούτων ἀβλέπτημα ὡς464
5πολὺ χεῖρον ὂν τοῦ διατεινόμενον ὀργίζεσθαι. οὗτοι μὲν γὰρ ταχὺ κόρον τῆς τιμωρίας λαμβάνουσιν, οἱ δὲ εἰς μακρὸν παρατείνουσιν ὡς οἱ λεπτῶς πυρέττοντες.

13

Ἐκ τῶν Ἐπικτήτου ἀπομνημονευμάτων. Ἀλλ’ ὁρῶ, φησί τις, τοὺς καλοὺς καὶ ἀγαθοὺς καὶ λιμῷ καὶ ῥίγει ἀπολλυμένους. Τοὺς δὲ μὴ καλοὺς καὶ μὴ ἀγαθοὺς οὐχ ὁρᾷς τρυφῇ καὶ ἀλαζονείᾳ καὶ ἀπει‐
5ροκαλίᾳ ἀπολλυμένους; Ἀλλ’ αἰσχρὸν τὸ παρ’ ἄλλου τρέφεσθαι. Καὶ τίς, ὦ κακόδαιμον, αὐτὸς ἐξ ἑαυτοῦ τρέφεται ἄλλος γε ἢ ὁ κόσμος; ὅστις γοῦν ἐγκαλεῖ τῇ προνοίᾳ, ὅτι οἱ πονηροὶ οὐ διδόασι δίκην, ὅτι ἰσχυροί εἰσι καὶ πλούσιοι, ὅμοιόν τι δρᾷ ὥσπερ εἰ τοὺς ὀφθαλ‐
10μοὺς ἀπολωλεκότων αὐτῶν ἔλεγε μὴ δεδωκέναι δίκην αὐτούς, ὅτι οἱ ὄνυχες ὑγιεῖς εἶεν. ἐγὼ μὲν γάρ φημι πολὺ [αἱ] διαφέρειν μᾶλλον ἀρετὴν † κακίας ἢ ὀφθαλ‐
μοὶ ὀνύχων διαφέρουσιν.465

14

Ἐκ τῶν Ἐπικτήτου 〈ἀπομνημονευμάτων〉. ..... τοὺς δυσχερεῖς δὲ φιλοσόφους εἰς μέσον ἄγον‐ τες, οἷς οὐ δοκεῖ κατὰ φύσιν ἡδονὴ εἶναι, ἀλλ’ ἐπιγίγνε‐ σθαι τοῖς κατὰ φύσιν, δικαιοσύνῃ, σωφροσύνῃ, ἐλευ‐
5θερίᾳ. τί ποτ’ οὖν ἡ ψυχὴ ἐπὶ μὲν τοῖς τοῦ σώματος ἀγαθοῖς μικροτέροις οὖσι χαίρει καὶ γαληνιᾷ, ὥς φησιν Ἐπίκουρος, ἐπὶ δὲ τοῖς αὑτῆς ἀγαθοῖς μεγίστοις οὖσιν οὐχ ἥδεται; καίτοι καὶ δέδωκέ μοι ἡ φύσις αἰδῶ καὶ πολλὰ ὑπερυθριῶ, ὅταν τι ὑπολάβω αἰσχρὸν λέγειν.
10τοῦτό με τὸ κίνημα οὐκ ἐᾷ τὴν ἡδονὴν θέσθαι ἀγαθὸν καὶ τέλος τοῦ βίου.

15

Ἐκ τῶν Ἐπικτήτου ἀπομνημονευμάτων. Ἐν Ῥώμῃ αἱ γυναῖκες μετὰ χεῖρας ἔχουσι τὴν Πλά‐ τωνος Πολιτείαν, ὅτι κοινὰς ἀξιοῖ εἶναι τὰς γυναῖκας. τοῖς γὰρ ῥήμασι προσέχουσι τὸν νοῦν, οὐ τῇ διανοίᾳ
5τἀνδρός, ὅτι οὐ γαμεῖν κελεύων καὶ συνοικεῖν ἕνα μιᾷ
εἶτα κοινὰς εἶναι βούλεται τὰς γυναῖκας, ἀλλ’ ἐξαιρῶν τὸν τοιοῦτον γάμον καὶ ἄλλο τι εἶδος γάμου εἰσφέρων. καὶ τὸ ὅλον οἱ ἄνθρωποι χαίρουσιν ἀπολογίας τοῖς ἑαυτῶν ἁμαρτήμασι πορίζοντες· ἐπεί τοι φιλοσοφία466
10φησίν, ὅτι οὐδὲ τὸν δάκτυλον ἐκτείνειν εἰκῇ προσήκει.

16

Ἐκ τῶν Ἐπικτήτου ἀπομνημονευμάτων. Εἰδέναι χρή, ὅτι οὐ ῥᾴδιον δόγμα παραγενέσθαι ἀν‐ θρώπῳ, εἰ μὴ καθ’ ἑκάστην ἡμέραν τὰ αὐτὰ καὶ λέγοι τις καὶ ἀκούοι καὶ ἅμα χρῷτο πρὸς τὸν βίον.

17

Ἐπικτήτου. Εἰς συμπόσιον μὲν οὖν παρακληθέντες τῷ παρόντι χρώμεθα· εἰ δέ τις κελεύοι τὸν ὑποδεχόμενον ἰχθῦς αὐτῷ παρατιθέναι ἢ πλακοῦντας, ἄτοπος ἂν δόξειεν.
5ἐν δὲ τῷ κόσμῳ αἰτοῦμεν τοὺς θεούς, ἃ μὴ διδόασι, καὶ ταῦτα πολλῶν ὄντων, ἅ γε ἡμῖν δεδώκασι.

18

Τοῦ αὐτοῦ. Χαρίεντες, ἔφη, εἰσὶν οἱ μέγα φρονοῦντες ἐπὶ τοῖς
οὐκ ἐφ’ ἡμῖν. ‘ἐγώ‘, φησί, ‘κρείττων εἰμί 〈σου〉· ἀγροὺς γὰρ ἔχω πολλούς, σὺ δὲ λιμῷ παρατείνῃ‘. ἄλλος λέγει467
5‘ἐγὼ ὑπατικός εἰμι‘. ἄλλος ‘ἐγὼ ἐπίτροποσ‘· ἄλλος ‘ἐγὼ οὔλας τρίχας 〈ἔχω〉‘. ἵππος δ’ ἵππῳ οὐ λέγει ὅτι ‘κρείττων εἰμί σου· πολὺν γὰρ κέκτημαι χιλὸν καὶ κρι‐ θὰς πολλὰς καὶ χαλινοί μοί εἰσι χρυσοῖ καὶ ἐφίππ[ε]ια ποικίλα‘, ἀλλ’ ὅτι ‘ὠκύτερός σου εἰμί‘. καὶ πᾶν ζῷον
10κρεῖττον καὶ χεῖρόν ἐστιν ἐκ τῆς ἑαυτοῦ ἀρετῆς καὶ κακίας. ἆρ’ οὖν ἀνθρώπου μόνου ἀρετὴ οὐκ ἔστιν, ἀλλὰ δεῖ ἡμᾶς εἰς τρίχας ἀφορᾶν καὶ τὰ ἱμάτια καὶ τοὺς πάππους;

19

Τῷ μὲν ἰατρῷ μηδὲν συμβουλεύοντι ἄχθονται οἱ κάμνοντες καὶ ἡγοῦνται ἀπεγνῶσθαι ὑπ’ αὐτοῦ· πρὸς δὲ τὸν φιλόσοφον διὰ τί οὐκ ἄν τις οὕτω διατεθείη, ὥστε οἰηθῆναι ἀπεγνῶσθαι ὑπ’ αὐτοῦ σωφρονήσειν, εἰ
5μηδὲν λέγοι [τι] πρὸς αὐτὸν τῶν χρησίμων;

20

Τοῦ αὐτοῦ. Οἱ τὸ σῶμα εὖ διακείμενοι καὶ καύματα καὶ ψύχη
ὑπομένουσιν· οὕτω δὲ καὶ οἱ τὴν ψυχὴν καλῶς διακεί‐ μενοι καὶ ὀργὴν καὶ λύπην καὶ περιχάρειαν καὶ τὰ ἄλλα468
5πάθη φέρουσιν.

21

Ἐπικτήτου. Διὰ τοῦτο ἐπαινεῖν Ἀγριππῖνον δίκαιον, ὅτι πλεί‐ στου ἄξιος ἀνὴρ γενόμενος οὐδεπώποτε ἐπῄνεσεν ἑαυ‐ τόν, ἀλλ’ εἰ καὶ ἄλλος τις αὐτὸν ἐπῄνει, ἠρυθρία. οὗ
5τος δ’, ἔφη, ὁ ἀνὴρ τοιοῦτος ἦν, ὥστε τοῦ συμβαίνον‐ τος ἀεὶ ἑαυτῷ δυσκόλου ἔπαινον γράφειν· εἰ μὲν πυ‐ ρέττοι, πυρετοῦ· εἰ δὲ ἀδοξοῖ, ἀδοξίας· εἰ δὲ φ〈ε〉ύγοι, φυγῆς. καί ποτε μέλλοντι, ἔφη, 〈αὐ〉τῷ ἀριστήσειν ἐπέστη ὁ λέγων, ὅτι φεύγειν αὐτὸν κελεύει Νέρων, καὶ
10ὃς [ἔφη] ‘οὐκοῦν‘, εἶπεν, ‘ἐν Ἀρικίᾳ ἀριστήσομεν‘.

22

Ὁ Ἀγριππῖνος ἡγεμονεύων ἐπειρᾶτο τοὺς καταδικαζομένους ὑπ’ αὐτοῦ πείθειν, ὅτι προσήκει αὐτοῖς καταδικασθῆναι. οὐ γὰρ ὡς πολέμιος αὐτοῖς, ἔφη, οὐδ’ ὡς λῃστὴς καταφέρω τὴν ψῆφον αὐτῶν, ἀλλ’ ὡς ἐπιμελητὴς καὶ κηδεμών, ὥσπερ καὶ ὁ ἰατρὸς
5τὸν τεμνόμενον παραμυθεῖται καὶ πείθει παρέχειν ἑαυτόν.469

23

Ἐπικτήτου. Θαυμαστὴ ἡ φύσις καί, ὥς φησιν ὁ Ξενοφῶν, φι‐ λόζῳος. τὸ γοῦν σῶμα, τὸ πάντων ἀηδέστατον καὶ ῥυπαρώτατον, στέργομεν καὶ θεραπεύομεν· εἰ γὰρ ἔδει
5πέντε μόναις ἡμέραις θεραπεῦσαι τὸ τοῦ γείτονος σῶμα, οὐκ ἂν ὑπεμείναμεν. ὅρα γὰρ οἷόν ἐστιν ἕωθεν ἀνα‐ στάντα τρίβειν τοὺς ὀδόντας τοὺς ἀλλοτρίους καί τι τῶν ἀναγκαίων ποιήσαντα ἀπονίζειν ἐκεῖνα τὰ μέρη. τῷ ὄντι θαυμαστόν ἐστι φιλεῖν πρᾶγμα, ᾧ τοσαῦτα
10λειτουργοῦμεν καθ’ ἑκάστην ἡμέραν. νάττω τουτονὶ τὸν θύλακον· εἶτα κενῶ· τί τούτου βαρύτερον; ἀλλὰ θεῷ δεῖ με ὑπηρετεῖν. διὰ τοῦτο μένω καὶ ἀνέχομαι λούων τὸ δύστηνον τοῦτο σωμάτιον, χορτάζων, σκέπων· ὅτε δὲ νεώτερος ἦν, καὶ ἄλλο τι προσέταττέ μοι καὶ
15ὅμως ἠνειχόμην αὐτοῦ. διὰ τί οὖν οὐκ ἀνέχεσθε, ὅταν ἡ δοῦσα ἡμῖν φύσις τὸ σῶμα ἀφαιρῆται; Φιλῶ, φη‐ σιν, αὐτό. Οὐκ οὖν, ὃ νῦν δὴ ἔλεγον, καὶ αὐτὸ τὸ φιλεῖν [αὐτὸ] ἡ φύσις σοι δέδωκεν; ἡ δ’ αὐτὴ λέγει
‘ἄφες αὐτὸ ἤδη καὶ μηκέτι πρᾶγμα ἔχε‘.470

24

Τοῦ αὐτοῦ. Ἐὰν νέος τελευτᾷ τὸν βίον †, ἐγκαλεῖ τοῖς θεοῖς †, ὅτι δέον αὐτὸν ἤδη ἀναπεπαῦσθαι πρᾶγμα ἔχει, καὶ οὐδὲν ἧττον, ὅταν προσίῃ ὁ θάνατος, ζῆν βούλεται καὶ
5πέμπει παρὰ τὸν ἰατρὸν καὶ δεῖται αὐτοῦ μηδὲν ἀπο‐ λιπεῖν προθυμίας καὶ ἐπιμελείας. θαυμαστοί, ἔφη, ἄν‐ θρωποι μήτε ζῆν θέλοντες μήτε ἀποθνῄσκειν.

25

Ἐπικτήτου. Ὅτῳ μετὰ ἀνατάσεως καὶ ἀπειλῆς ἐπιχειρεῖς, μέμνησο προλέγειν, ὅτι ἥμερος εἶ· καὶ οὐδὲν ἄγριον δράσας ἀμετανόητος καὶ ἀνεύθυνος διαγενήσῃ.

26

Ψυχάριον εἶ βαστάζον νεκρόν, ὡς Ἐπίκτητος ἔλεγεν.471

27

Τέχνην ἔφη δὲ περὶ τὸ συγκατατίθεσθαι εὑρεῖν καὶ ἐν τῷ περὶ τὰς ὁρμὰς τόπῳ τὸ προσεκτικὸν φυλάσσειν, ἵνα μεθ’ ὑπεξαιρέσεως, ἵνα κοινωνικαί, ἵνα κατ’ ἀξίαν, καὶ ὀρέξεως μὲν παντάπασιν ἀπέχεσθαι, ἐκκλίσει δὲ
5πρὸς μηδὲν τῶν οὐκ ἐφ’ ἡμῖν χρῆσθαι.

28

Οὐ περὶ τοῦ τυχόντος οὖν, ἔφη, ἐστὶν ὁ ἀγών, ἀλλὰ περὶ τοῦ μαίνεσθαι ἢ μή.

28a

Ὁ Σωκράτης ἔλεγεν ‘τί θέλετε; λογικῶν ψυχὰς ἔχειν ἢ ἀλό‐ γων;‘ ‘λογικῶν‘. ‘τίνων λογικῶν; ὑγιῶν ἢ φαύλων;‘ ‘ὑγιῶν.‘ ‘τί οὖν οὐ ζητεῖτε;‘ ‘ὅτι ἔχομεν.‘ ‘τί οὖν μάχεσθε καὶ διαφέ‐ ρεσθε;‘

29

Ἐκ τοῦ Ἐπικτήτου ἐγχειριδίου. Μηδενὸς οὕτως ἐν παντὶ προνόει, ὡς τοῦ ἀσφαλοῦς· ἀσφα‐ λέστερον γὰρ τοῦ λέγειν τὸ σιγᾶν· ἐᾶν δὲ τὸ λέγειν, ὅσα δίχα
ἔσται νοῦ καὶ ψόγου ........472

30

[Ἐπικτήτου.] Οὔτε ναῦν ἐξ ἑνὸς ἀγκυρίου οὔτε βίον ἐκ μιᾶς ἐλπίδος ἁρ‐ μοστέον.

31

Τοῦ αὐτοῦ. Καὶ τοῖς σκέλεσι καὶ ταῖς ἐλπίσι τὰ δυνατὰ δεῖ διαβαίνειν.

32

[Ἐπικτήτου.] Ψυχὴν σώματος ἀναγκαιότερον ἰᾶσθαι· τοῦ γὰρ κακῶς ζῆν
τὸ τεθνάναι κρεῖσσον.473

33

[Τοῦ αὐτοῦ (Ἐπικλήτου)]. Τῶν ἡδέων τὰ σπανιώτατα γινόμενα μάλιστα τέρπει.

34

Τοῦ αὐτοῦ. Εἴ τις ὑπερβάλλοι τὸ μέτριον, τὰ ἐπιτερπέστατα ἀτερπέστατα ἂν γίνοιτο.

35

Οὐδεὶς ἐλεύθερος ἑαυτοῦ μὴ κρατῶν.

36

Ἀθάνατον χρῆμα ἡ ἀλήθεια καὶ ἀίδιον, παρέχει δὲ ἡμῖν οὐ
κάλλος χρόνῳ μαραινόμενον οὔτε παρρησίαν ἀφαιρε[ῖ]τὴν ὑπὸ δίκης, ἀλλὰ τὰ δίκαια καὶ τὰ νόμιμα διακρίνουσα ἀπ’ αὐτῶν τὰ474
ἄδικα καὶ ἀπελέγχουσα.475