TLG 0557 001 :: EPICTETUS :: Dissertationes ab Arriano digestae

EPICTETUS Phil.
(Hierapolitanus Romanus: A.D. 1–2)

Dissertationes ab Arriano digestae

Source: Schenkl, H. (ed.), Epicteti dissertationes ab Arriano digestae. Leipzig: Teubner, 1916 (repr. Stuttgart, 1965): 7–454.

Citation: Book — chapter — section — (line)

1

.

1

t

αʹ. Περὶ τῶν ἐφ’ ἡμῖν καὶ οὐκ ἐφ’ ἡμῖν.

1

.

1

.

1

Τῶν ἄλλων δυνάμεων οὐδεμίαν εὑρήσετε αὐτὴν αὑ‐ τῆς θεωρητικήν, οὐ τοίνυν οὐδὲ δοκιμαστικὴν ἢ ἀποδο‐

1

.

1

.

2

κιμαστικήν. ἡ γραμματικὴ μέχρι τίνος κέκτηται τὸ θεω‐ ρητικόν; μέχρι τοῦ διαγνῶναι τὰ γράμματα. ἡ μουσική;

1

.

1

.

3

μέχρι τοῦ διαγνῶναι τὸ μέλος. αὐτὴ οὖν αὑτὴν θεωρεῖ τις αὐτῶν; οὐδαμῶς. ἀλλ’ ὅτε μέν, ἄν τι γράφῃς τῷ ἑταίρῳ, δεῖ τούτων τῶν γραπτέων, ἡ γραμματικὴ ἐρεῖ· πότερον δὲ γραπτέον τῷ ἑταίρῳ ἢ οὐ γραπτέον, ἡ γραμ‐
5ματικὴ οὐκ ἐρεῖ. καὶ περὶ τῶν μελῶν ὡσαύτως ἡ μου‐ σική· πότερον δ’ ᾀστέον νῦν καὶ κιθαριστέον ἢ οὔτε

1

.

1

.

4

ᾀστέον οὔτε κιθαριστέον οὐκ ἐρεῖ. τίς οὖν ἐρεῖ; ἡ καὶ αὑτὴν θεωροῦσα καὶ τἆλλα πάντα. αὕτη δ’ ἐστὶ τίς; ἡ δύναμις ἡ λογική· μόνη γὰρ αὕτη καὶ αὑτὴν κατανοή‐ σουσα παρείληπται, τίς τέ ἐστι καὶ τί δύναται καὶ πό‐

1

.

1

.

5

σου ἀξία οὖσα ἐλήλυθεν, καὶ τὰς ἄλλας ἁπάσας. τί γάρ ἐστιν ἄλλο τὸ λέγον ὅτι χρυσίον καλόν ἐστιν; αὐτὸ γὰρ
οὐ λέγει. δῆλον ὅτι ἡ χρηστικὴ δύναμις ταῖς φαντασίαις.

1

.

1

.

6

τί ἄλλο τὸ μουσικήν, γραμματικήν, τὰς ἄλλας δυνάμεις διακρῖνον, δοκιμάζον τὰς χρήσεις αὐτῶν καὶ τοὺς και‐ ροὺς παραδεικνύον; οὐδὲν ἄλλο.

1

.

1

.

7

Ὥσπερ οὖν ἦν ἄξιον, τὸ κράτιστον ἁπάντων καὶ κυ‐ ριεῦον οἱ θεοὶ μόνον ἐφ’ ἡμῖν ἐποίησαν, τὴν χρῆσιν τὴν ὀρθὴν ταῖς φαντασίαις, τὰ δ’ ἄλλα οὐκ ἐφ’ ἡμῖν.

1

.

1

.

8

ἆρά γε ὅτι οὐκ ἤθελον; ἐγὼ μὲν δοκῶ ὅτι, εἰ ἠδύναντο, κἀκεῖνα ἂν ἡμῖν ἐπέτρεψαν· ἀλλὰ πάντως οὐκ ἠδύναντο.

1

.

1

.

9

ἐπὶ γῆς γὰρ ὄντας καὶ σώματι συνδεδεμένους τοιούτῳ καὶ κοινωνοῖς τοιούτοις πῶς οἷόν τ’ ἦν εἰς ταῦτα ὑπὸ τῶν ἐκτὸς μὴ ἐμποδίζεσθαι;

1

.

1

.

10

Ἀλλὰ τί λέγει ὁ Ζεύς; ‘Ἐπίκτητε, εἰ οἷόν τε ἦν, καὶ τὸ σωμάτιον ἄν σου καὶ τὸ κτησίδιον ἐποίησα ἐλεύθερον

1

.

1

.

11

καὶ ἀπαραπόδιστον. νῦν δέ, μή σε λανθανέτω, τοῦτο

1

.

1

.

12

οὐκ ἔστιν σόν, ἀλλὰ πηλὸς κομψῶς πεφυραμένος. ἐπεὶ δὲ τοῦτο οὐκ ἠδυνάμην, ἐδώκαμέν σοι μέρος τι ἡμέτε‐ ρον, τὴν δύναμιν ταύτην τὴν ὁρμητικήν τε καὶ ἀφορ‐ μητικὴν καὶ ὀρεκτικήν τε καὶ ἐκκλιτικὴν καὶ ἁπλῶς τὴν
5χρηστικὴν ταῖς φαντασίαις, ἧς ἐπιμελούμενος καὶ ἐν ᾗ τὰ σαυτοῦ τιθέμενος οὐδέποτε κωλυθήσῃ, οὐδέποτ’ ἐμ‐ ποδισθήσῃ, οὐ στενάξεις, οὐ μέμψῃ, οὐ κολακεύσεις οὐ‐

1

.

1

.

13

δένα. τί οὖν; μή τι μικρά σοι φαίνεται ταῦτα;‘ ‘μὴ γέ‐ νοιτο.‘ ‘ἀρκῇ οὖν αὐτοῖς;‘ ‘εὔχομαι † δὲ τοῖς θεοῖς.‘

1

.

1

.

14

Νῦν δ’ ἑνὸς δυνάμενοι ἐπιμελεῖσθαι καὶ ἑνὶ προσ‐ ηρτηκέναι ἑαυτοὺς μᾶλλον θέλομεν πολλῶν ἐπιμελεῖσθαι καὶ πολλοῖς προσδεδέσθαι καὶ τῷ σώματι καὶ τῇ κτήσει

1

.

1

.

15

καὶ ἀδελφῷ καὶ φίλῳ καὶ τέκνῳ καὶ δούλῳ. ἅτε οὖν πολλοῖς προσδεδεμένοι βαρούμεθα ὑπ’ αὐτῶν καὶ καθ‐

1

.

1

.

16

ελκόμεθα. διὰ τοῦτο, ἂν ἄπλοια ᾖ, καθήμεθα σπώμε‐ νοι καὶ παρακύπτομεν συνεχῶς· ‘τίς ἄνεμος πνεῖ; βο‐ ρέας.‘ τί ἡμῖν καὶ αὐτῷ; ‘πότε ὁ ζέφυρος πνεύσει;‘ ὅταν αὐτῷ δόξῃ, ὦ βέλτιστε, ἢ τῷ Αἰόλῳ. σὲ γὰρ οὐκ ἐποί‐

1

.

1

.

17

ησεν ὁ θεὸς ταμίαν τῶν ἀνέμων, ἀλλὰ τὸν Αἴολον. τί οὖν; δεῖ τὰ ἐφ’ ἡμῖν βέλτιστα κατασκευάζειν, τοῖς δ’ ἄλλοις χρῆσθαι ὡς πέφυκεν. ‘πῶς οὖν πέφυκεν;‘ ὡς ἂν ὁ θεὸς θέλῃ.

1

.

1

.

18

‘Ἐμὲ οὖν νῦν τραχηλοκοπεῖσθαι μόνον;‘ τί οὖν; ἤθε‐
λες πάντας τραχηλοκοπηθῆναι, ἵνα σὺ παραμυθίαν ἔχῃς;

1

.

1

.

19

οὐ θέλεις οὕτως ἐκτεῖναι τὸν τράχηλον, ὡς Λατερανός τις ἐν τῇ Ῥώμῃ κελευσθεὶς ὑπὸ τοῦ Νέρωνος ἀποκεφα‐ λισθῆναι; ἐκτείνας γὰρ τὸν τράχηλον καὶ πληγεὶς καὶ πρὸς αὐτὴν τὴν πληγὴν ἀσθενῆ γενομένην ἐπ’ ὀλίγον

1

.

1

.

20

συνελκυσθεὶς πάλιν ἐξέτεινεν. ἀλλὰ καὶ ἔτι πρότερον προσελθόντι τις Ἐπαφροδίτῳ τῷ † κυρίῳ τοῦ Νέρωνος καὶ ἀνακρίνοντι αὐτὸν ὑπὲρ τοῦ συγκρουσθῆναι ‘Ἄν τί θέλω,‘ φησίν, ‘ἐρῶ σου τῷ κυρίῳ‘.

1

.

1

.

21

‘Τί οὖν δεῖ πρόχειρον ἔχειν ἐν τοῖς τοιούτοις;‘ τί γὰρ ἄλλο ἢ τί ἐμὸν καὶ τί οὐκ ἐμὸν καὶ τί μοι ἔξεστιν καὶ

1

.

1

.

22

τί μοι οὐκ ἔξεστιν; ἀποθανεῖν με δεῖ· μή τι οὖν καὶ στέ‐ νοντα; δεθῆναι· μή τι καὶ θρηνοῦντα; φυγαδευθῆναι· μή τις οὖν κωλύει γελῶντα καὶ εὐθυμοῦντα καὶ εὐρο‐

1

.

1

.

23

οῦντα; ‘εἰπὲ τὰ ἀπόρρητα.‘ οὐ λέγω· τοῦτο γὰρ ἐπ’ ἐμοί ἐστιν. ‘ἀλλὰ δήσω σε.‘ ἄνθρωπε. τί λέγεις; ἐμέ; τὸ σκέλος μου δήσεις, τὴν προαίρεσιν δὲ οὐδ’ ὁ Ζ〈εὺς

1

.

1

.

24

νι〉κῆσαι δύναται. ‘εἰς φυλακήν σε βαλῶ.‘ τὸ 〈σω〉μά‐ τιον. ‘ἀποκεφαλίσω σε.‘ πότε οὖν σοὶ εἶπον, ὅτι μόνου

1

.

1

.

25

ἐμοῦ ὁ τράχηλος ἀναπότμητός ἐστιν; ταῦτα ἔδει μελετᾶν τοὺς φιλοσοφοῦντας, ταῦτα καθ’ ἡμέραν γράφειν, ἐν τούτοις γυμνάζεσθαι.

1

.

1

.

26

Θρασέας εἰώθει λέγειν ‘Σήμερον ἀναιρεθῆναι θέλω

1

.

1

.

27

μᾶλλον ἢ αὔριον φυγαδευθῆναι‘. τί οὖν αὐτῷ Ῥοῦφος εἶπεν; ‘Εἰ μὲν ὡς βαρύτερον ἐκλέγῃ, τίς ἡ μωρία τῆς ἐκλογῆς; εἰ δ’ ὡς κουφότερον, τίς σοι δέδωκεν; οὐ θέ‐ λεις μελετᾶν ἀρκεῖσθαι τῷ δεδομένῳ;‘

1

.

1

.

28

Διὰ τοῦτο γὰρ Ἀγριππῖνος τί ἔλεγεν; ὅτι ‘Ἐγὼ ἐμαυτῷ ἐμπόδιος οὐ γίνομαι‘. ἀπηγγέλη αὐτῷ ὅτι

1

.

1

.

29

‘κρίνῃ ἐν συγκλήτῳ.‘ ‘Ἀγαθῇ τύχῃ. ἀλλὰ ἦλθεν ἡ πέμπτη‘ (ταύτῃ δ’ εἰώθει γυμνασάμενος ψυχρολουτρεῖν)·

1

.

1

.

30

‘ἀπέλθωμεν καὶ γυμνασθῶμεν.‘ γυμνασαμένῳ λέγει τις αὐτῷ ἐλθὼν ὅτι ‘Κατακέκρισαι‘. ‘Φυγῇ,‘, φησίν, ‘ἢ θανάτῳ;‘ ‘Φυγῇ.‘ ‘Τὰ ὑπάρχοντα τί;‘ ‘Οὐκ ἀφῃρέθη.‘ ‘Εἰς Ἀρίκειαν οὖν ἀπελθόντες ἀριστή‐

1

.

1

.

31

σωμεν.‘ Τοῦτ’ ἔστι μεμελετηκέναι ἃ δεῖ μελετᾶν, ὄρεξιν ἔκκλισιν ἀκώλυτα ἀπερίπτωτα παρεσκευακέναι.

1

.

1

.

32

ἀποθανεῖν με δεῖ. εἰ ἤδη, ἀποθνῄσκω· κἂν μετ’ ὀλίγον, νῦν ἀριστῶ τῆς ὥρας ἐλθούσης, εἶτα τότε τεθνήξομαι. πῶς; ὡς προσήκει τὸν τὰ ἀλλότρια ἀποδιδόντα.

1

.

2

t

βʹ. Πῶς ἄν τις σῴζοι τὸ κατὰ πρόσωπον ἐν παντί.

1

.

2

.

1

Τῷ λογικῷ ζῴῳ μόνον ἀφόρητόν ἐστι τὸ ἄλογον, τὸ

1

.

2

.

2

δ’ εὔλογον φορητόν. πληγαὶ οὐκ εἰσὶν ἀφόρητοι τῇ φύ‐ σει. Τίνα τρόπον; Ὅρα πῶς· Λακεδαιμόνιοι μα‐

1

.

2

.

3

στιγοῦνται μαθόντες ὅτι εὔλογόν ἐστιν. Τὸ δ’ ἀπάγξα‐ 〈σθαι οὐ〉κ ἔστιν ἀφόρητον; Ὅταν γοῦν πάθῃ τις ὅτι

1

.

2

.

4

εὔ〈λογ〉ον, ἀπελθὼν ἀπήγξατο. ἁπλῶς ἐὰν προσέχωμεν, ὑπ’ οὐδενὸς οὕτως εὑρήσομεν τὸ ζῷον θλιβόμενον ὡς ὑπὸ τοῦ ἀλόγου καὶ πάλιν ἐπ’ οὐδὲν οὕτως ἑλκόμενον ὡς ἐπὶ τὸ εὔλογον.

1

.

2

.

5

Ἄλλῳ δ’ ἄλλο προσπίπτει τὸ εὔλογον καὶ ἄλογον, καθάπερ καὶ ἀγαθὸν καὶ κακὸν ἄλλο ἄλλῳ καὶ συμφέ‐

1

.

2

.

6

ρον καὶ ἀσύμφορον. διὰ τοῦτο μάλιστα παιδείας δεόμε‐ θα, ὥστε μαθεῖν τοῦ εὐλόγου καὶ ἀλόγου πρόληψιν ταῖς ἐπὶ μέρο〈υ〉ς οὐσίαις ἐφαρμόζειν συμφώνως τῇ φύσει.

1

.

2

.

7

εἰς δὲ τὴν τοῦ εὐλόγου καὶ ἀλόγου κρίσιν οὐ μόνον ταῖς τῶν ἐκτὸς ἀξίαις συγχρώμεθα, ἀλλὰ καὶ τῶν κατὰ

1

.

2

.

8

τὸ πρόσωπον ἑαυτοῦ ἕκαστος. τῷ γάρ τινι εὔλογον τὸ ἀμίδα παρακρατεῖν αὐτὸ μόνον βλέποντι, ὅτι μὴ παρα‐ κρατήσας μὲν πληγὰς λήψεται καὶ τροφὰς οὐ λήψεται,

1

.

2

.

9

παρακρατήσας δ’ οὐ πείσεταί τι τραχὺ ἢ ἀνιαρόν· ἄλλῳ δέ τινι οὐ μόνον τὸ αὐτὸν παρακρατῆσαι ἀφόρητον δο‐

1

.

2

.

10

κεῖ, ἀλλὰ καὶ τὸ ἄλλου παρακρατοῦντος ἀνασχέσθαι. ἂν οὖν μου πυνθάνῃ ‘παρακρατήσω τὴν ἀμίδα ἢ μή;‘, ἐρῶ
σοι ὅτι μείζονα ἀξίαν ἔχει τὸ λαβεῖν τροφὰς τοῦ μὴ λα‐ βεῖν καὶ μείζονα ἀπαξίαν τὸ δαρῆναι τοῦ μὴ δαρῆναι·
5ὥστ’ εἰ τούτοις παραμετρεῖς τὰ σαυτοῦ, ἀπελθὼν παρα‐

1

.

2

.

11

κράτει. ‘ἀλλ’ οὐκ ἂν κατ’ ἐμέ.‘ τοῦτο σὲ δεῖ συνεισφέ‐ ρειν εἰς τὴν σκέψιν, οὐκ ἐμέ. σὺ γὰρ εἶ ὁ σαυτὸν εἰδώς, πόσου ἄξιος εἶ σεαυτῷ καὶ πόσου σεαυτὸν πιπράσκεις· ἄλλοι γὰρ ἄλλων πιπράσκουσιν.

1

.

2

.

12

Διὰ τοῦτο Ἀγριππῖνος Φλώρῳ σκεπτομένῳ, εἰ κατα‐ βατέον αὐτῷ ἐστιν εἰς Νέρωνος θεωρίας, ὥστε καὶ αὐτόν

1

.

2

.

13

τι λειτουργῆσαι, ἔφη ‘Κατάβηθι‘. πυθομένου δ’ αὐτοῦ ‘Διὰ τί σὺ οὐ καταβαίνεις;‘ ἔφη ὅτι ‘Ἐγὼ οὐδὲ βουλεύο‐

1

.

2

.

14

μαι‘. ὁ γὰρ ἅπαξ εἰς τὴν περὶ τῶν τοιούτων σκέψιν καὶ τὰς τῶν ἐκτὸς ἀξίας συγκαθεὶς καὶ ψηφίζων ἐγγύς ἐστι

1

.

2

.

15

τῶν ἐπιλελησμένων τοῦ ἰδίου προσώπου. τί γάρ μου πυνθάνῃ; ‘θάνατος αἱρετώτερόν ἐστιν ἢ ζωή;‘ λέγω ζωή.

1

.

2

.

16

‘πόνος ἢ ἡδονή;‘ λέγω ἡδονή. ‘ἀλλά, ἂν μὴ τραγῳδήσω, τραχηλοκοπηθήσομαι.‘ ἄπελθε τοίνυν καὶ τραγῴδει, ἐγὼ

1

.

2

.

17

δ’ οὐ τραγῳδήσω. ‘διὰ τί;‘ ὅτι σὺ σεαυτὸν ἡγῇ μίαν τινὰ εἶναι κρόκην τῶν ἐκ τοῦ χιτῶνος. τί οὖν; σὲ ἔδει φρον‐ τίζειν πῶς ἀνόμοιος ᾖς τοῖς ἄλλοις ἀνθρώποις, ὥσπερ οὐδ’ ἡ κρόκη πρὸς τὰς ἄλλας κρόκας θέλει τι ἔχειν ἐξαί‐

1

.

2

.

18

ρετον. ἐγὼ δὲ πορφύρα εἶναι βούλομαι, τὸ ὀλίγον ἐκεῖνο καὶ στιλπνὸν καὶ τοῖς ἄλλοις αἴτιον τοῦ εὐπρεπῆ φαί‐ νεσθαι καὶ καλά. τί οὖν μοι λέγεις ὅτι ‘ἐξομοιώθητι τοῖς πολλοῖσ‘; καὶ πῶς ἔτι πορφύρα ἔσομαι;

1

.

2

.

19

Ταῦτα εἶδεν καὶ Πρῖσκος Ἑλουίδιος καὶ ἰδὼν ἐποίησε. προσπέμψαντος αὐτῷ Οὐεσπασιανοῦ, ἵνα μὴ εἰσέλθῃ εἰς τὴν σύγκλητον, ἀπεκρίνατο ‘Ἐπὶ σοί ἐστι μὴ ἐᾶσαί με εἶναι συγκλητικόν· μέχρι δὲ ἂν ὦ, δεῖ με εἰσέρχε‐

1

.

2

.

20

σθαι‘. ‘ἄγε ἀλλ’ εἰσελθών‘, φησίν, ‘σιώπησον‘. ‘μή μ’ ἐξέταζε καὶ σιωπήσω.‘ ‘ἀλλὰ δεῖ με ἐξετάσαι.‘ ‘κἀμὲ

1

.

2

.

21

εἰπεῖν τὸ φαινόμενον δίκαιον.‘ ‘ἀλλ’ ἐὰν εἴπῃς, ἀπο‐ κτενῶ σε.‘ ‘πότε οὖν σοι εἶπον, ὅτι ἀθάνατός εἰμι; καὶ σὺ τὸ σὸν ποιήσεις κἀγὼ τὸ ἐμόν. σόν ἐστιν ἀπο‐ κτεῖναι, ἐμὸν ἀποθανεῖν μὴ τρέμοντα· σὸν φυγαδεῦσαι,

1

.

2

.

22

ἐμὸν ἐξελθεῖν μὴ λυπούμενον.‘ τί οὖν ὠφέλησε Πρῖσκος εἷς ὤν; τί δ’ ὠφελεῖ ἡ πορφύρα τὸ ἱμάτιον; τί γὰρ ἄλλο ἢ διαπρέπει ἐν αὐτῷ ὡς πορφύρα καὶ τοῖς ἄλλοις δὲ κα‐

1

.

2

.

23

λὸν παράδειγμα ἔκκειται; ἄλλος δ’ ἂν εἰπόντος αὐτῷ Καίσαρος ἐν τοιαύτῃ περὶ στάσει μὴ ἐλθεῖν εἰς σύγκλη‐

1

.

2

.

24

τον εἶπεν ‘ἔχω χάριν, ὅτι μου φείδῃ‘. τὸν τοιοῦτον οὐδ’ ἂν ἐκώλυεν εἰσελθεῖν, ἀλλ’ ᾔδει, ὅτι ἢ καθεδεῖται ὡς κεράμιον ἢ λέγων ἐρεῖ, ἃ οἶδεν ὅτι ὁ Καῖσαρ θέλει, καὶ προσεπισωρεύσει ἔτι πλείονα.

1

.

2

.

25

Τοῦτον τὸν τρόπον καὶ ἀθλητής τις κινδυνεύων ἀπο‐ θανεῖν, εἰ μὴ ἀπεκόπη τὸ αἰδοῖον, ἐπελθόντος αὐτῷ τοῦ ἀδελφοῦ (ἦν δ’ ἐκεῖνος φιλόσοφος) καὶ εἰπόντος ‘ἄγε,
ἀδελφέ, τί μέλλεις ποιεῖν; ἀποκόπτομεν τοῦτο τὸ μέρος
5καὶ ἔτι εἰς γυμνάσιον προερχόμεθα;‘ οὐχ ὑπέμεινεν, ἀλλ’

1

.

2

.

26

ἐγκαρτερήσας ἀπέθανεν. πυθομένου δέ τινος· Πῶς τοῦ‐ το ἐποίησεν; ὡς ἀθλητὴς ἢ ὡς φιλόσοφος; 〈Ὡσ〉 ἀνήρ, ἔφη, ἀνὴρ δ’ Ὀλύμπια κεκηρυγμένος καὶ ἠγωνισμένος, ἐν τοιαύτῃ τινὶ χώρᾳ ἀνεστραμμένος, οὐχὶ παρὰ τῷ Βά‐

1

.

2

.

27

τω〈ν〉ι ἀλειφόμενος. ἄλλος δὲ κἂν τὸν τράχηλον ἀπε‐

1

.

2

.

28

τμήθη, εἰ ζῆν ἠδύνατο δίχα τοῦ τραχήλου. τοιοῦτόν ἐστι τὸ κατὰ πρόσωπον· οὕτως ἰσχυρὸν παρὰ τοῖς εἰθισμέ‐

1

.

2

.

29

νοις αὐτὸ συνεισφέρειν ἐξ αὐτῶν ἐν ταῖς σκέψεσιν. ‘ἄγε οὖν, Ἐπίκτητε, διαξύρησαι.‘ ἂν ὦ φιλόσοφος, λέγω ‘οὐ διαξυρῶμαι‘. ‘ἀλλ’ ἀφελῶ σου τὸν τράχηλον.‘ εἰ σοὶ ἄμεινον, ἄφελε.

1

.

2

.

30

Ἐπύθετό τις· Πόθεν οὖν αἰσθησόμεθα τοῦ κατὰ πρόσωπον ἕκαστος; Πόθεν δ’ ὁ ταῦρος, ἔφη, λέοντος ἐπελθόντος μόνος αἰσθάνεται τῆς αὑτοῦ παρασκευῆς καὶ προβέβληκεν ἑαυτὸν ὑπὲρ τῆς ἀγέλης πάσης; ἢ δῆλον
5ὅτι εὐθὺς ἅμα τῷ τὴν παρασκευὴν ἔχειν ἀπαντᾷ καὶ συν‐

1

.

2

.

31

αίσθησις αὐτῆς; καὶ ἡμῶν τοίνυν ὅστις ἂν ἔχῃ τοιαύτην

1

.

2

.

32

παρασκευήν, οὐκ ἀγνοήσει αὐτήν. ἄφνω δὲ ταῦρος οὐ γίνεται οὐδὲ γενναῖος ἄνθρωπος, ἀλλὰ δεῖ χειμασκῆσαι, παρασκευάσασθαι καὶ μὴ εἰκῇ προσπηδᾶν ἐπὶ τὰ μηδὲν προσήκοντα.

1

.

2

.

33

Μόνον σκέψαι, πόσου πωλεῖς τὴν σεαυτοῦ προαίρεσιν. ἄνθρωπε, εἰ μηδὲν ἄλλο, μὴ ὀλίγου αὐτὴν πωλήσῃς. τὸ
δὲ μέγα καὶ ἐξαίρετον ἄλλοις τάχα προσήκει, Σωκράτει

1

.

2

.

34

καὶ τοῖς τοιούτοις. Διὰ τί οὖν, εἰ πρὸς τοῦτο πεφύ‐ καμεν, οὐ πάντες ἢ πολλοὶ γίνονται τοιοῦτοι; Ἵπποι γὰρ ὠκεῖς ἅπαντες γίνονται, κύνες γὰρ ἰχνευτικοὶ πάν‐

1

.

2

.

35

τες; τί οὖν; ἐπειδὴ ἀφυής εἰμι, ἀποστῶ τῆς ἐπιμελείας

1

.

2

.

36

τούτου ἕνεκα; μὴ γένοιτο. Ἐπίκτητος κρείσσων Σωκρά‐ τους οὐκ ἔσται· εἰ δὲ μή, οὐ χείρων, τοῦτό μοι ἱκανόν

1

.

2

.

37

ἐστιν. οὐδὲ γὰρ Μίλων ἔσομαι καὶ ὅμως οὐκ ἀμελῶ τοῦ σώματος· οὐδὲ Κροῖσος καὶ ὅμως οὐκ ἀμελῶ τῆς κτήσεως· οὐδ’ ἁπλῶς ἄλλου τινὸς τῆς ἐπιμελείας διὰ τὴν ἀπόγνω‐ σιν τῶν ἄκρων ἀφιστάμεθα.

1

.

3

t

γʹ. Πῶς ἄν τις ἀπὸ τοῦ τὸν θεὸν πατέρα εἶναι τῶν ἀνθρώπων ἐπὶ τὰ ἑξῆς ἐπέλθοι.

1

.

3

.

1

Εἴ τις τῷ δόγματι τούτῳ συμπαθῆσαι κατ’ ἀξίαν δύ‐ ναιτο, ὅτι γεγόναμεν ὑπὸ τοῦ θεοῦ πάντες προ‐ ηγουμένως καὶ ὁ θεὸς πατήρ ἐστι τῶν τ’ ἀνθρώ‐ πων καὶ τῶν θεῶν, οἶμαι ὅτι οὐδὲν ἀγεννὲς οὐδὲ τα‐

1

.

3

.

2

πεινὸν ἐνθυμηθήσεται περὶ ἑαυτοῦ. ἀλλ’ ἂν μὲν Καῖσαρ εἰσποιήσηταί σε, οὐδείς σου τὴν ὀφρῦν βαστάσει· ἂν δὲ

1

.

3

.

3

γνῷς, ὅτι τοῦ Διὸς υἱὸς εἶ, οὐκ ἐπαρθήσῃ; νῦν δ’ οὐ
ποιοῦμεν, ἀλλ’ ἐπειδὴ δύο ταῦτα ἐν τῇ γενέσει ἡμῶν ἐγκαταμέμικται, τὸ σῶμα μὲν κοινὸν πρὸς τὰ ζῷα, ὁ λό‐ γος δὲ καὶ ἡ γνώμη κοινὸν πρὸς τοὺς θεούς, ἄλλοι μὲν
5ἐπὶ ταύτην ἀποκλίνουσιν τὴν συγγένειαν τὴν ἀτυχῆ καὶ

1

.

3

.

4

νεκράν, ὀλίγοι δέ τινες ἐπὶ τὴν θείαν καὶ μακαρίαν. ἐπει‐ δὴ τοίνυν ἀνάγκη πάνθ’ ὁντινοῦν οὕτως ἑκάστῳ χρῆ‐ σθαι ὡς ἂν περὶ αὐτοῦ ὑπολάβῃ, ἐκεῖνοι μὲν οἱ ὀλίγοι, ὅσοι πρὸς πίστιν οἴονται γεγονέναι καὶ πρὸς αἰδῶ καὶ
5πρὸς ἀσφάλειαν τῆς χρήσεως τῶν φαντασιῶν, οὐδὲν ταπεινὸν οὐδ’ ἀγε〈ν〉νὲς ἐνθυμοῦνται περὶ αὑτῶν, οἱ δὲ

1

.

3

.

5

πολλοὶ τἀναντία. ‘τί γὰρ εἰμί; ταλαίπωρον ἀνθρωπάριον‘

1

.

3

.

6

καὶ ‘τὰ δύστηνά μου σαρκίδια‘. τῷ μὲν ὄντι δύστηνα, ἀλλὰ ἔχεις τι καὶ κρεῖσσον τῶν σαρκιδίων. τί οὖν ἀφεὶς ἐκεῖνο τούτοις προστέτηκας;

1

.

3

.

7

Διὰ ταύτην τὴν συγγένειαν οἱ μὲν ἀποκλίναντες λύ‐ κοις ὅμοιοι γινόμεθα, ἄπιστοι καὶ ἐπίβουλοι καὶ βλα‐ βεροί, οἱ δὲ λέουσιν, ἄγριοι καὶ θηριώδεις καὶ ἀνήμεροι, οἱ πλείους δ’ ἡμῶν ἀλώπεκες καὶ ὡς ἐν ζῴοις ἀτυχήματα.

1

.

3

.

8

τί γάρ ἐστιν ἄλλο λοίδορος καὶ κακοήθης ἄνθρωπος ἢ

1

.

3

.

9

ἀλώπηξ ἢ τί ἄλλο ἀτυχέστερον καὶ ταπεινότερον; ὁρᾶτε οὖν καὶ προσέχετε, μή τι τούτων ἀποβῆτε τῶν ἀτυχη‐ μάτων.

1

.

4

t

δʹ. Περὶ προκοπῆς.

1

.

4

.

1

Ὁ προκόπτων μεμαθηκὼς παρὰ τῶν φιλοσόφων ὅτι ἡ
μὲν ὄρεξις ἀγαθῶν ἐστιν, ἡ δ’ ἔκκλισις πρὸς κακά, μεμαθηκὼς δὲ καὶ ὅτι οὐκ ἄλλως τὸ εὔρουν καὶ ἀπαθὲς περιγίνεται τῷ ἀνθρώπῳ ἢ ἐν ὀρέξει
5μὲν μὴ ἀποτυγχάνοντι, ἐν ἐκκλίσει 〈δὲ〉 μὴ περιπίπτοντι, τὴν μὲν ὄρεξιν ἦρκεν ἐξ αὑτοῦ εἰσά‐ παν καὶ ὑπερτέθειται, τῇ ἐκκλίσει δὲ πρὸς μόνα χρῆται

1

.

4

.

2

τὰ προαιρετικά. τῶν γὰρ ἀπροαιρέτων ἄν τι ἐκκλίνῃ, οἶδεν ὅτι περιπεσεῖταί ποτέ τινι παρὰ τὴν ἔκκλισιν τὴν

1

.

4

.

3

αὑτοῦ καὶ δυστυχήσει. εἰ δ’ ἡ ἀρετὴ ταύτην ἔχει τὴν ἐπαγγελίαν εὐδαιμονίαν ποιῆσαι καὶ ἀπάθειαν καὶ εὔ‐ ροιαν, πάντως καὶ ἡ προκοπὴ 〈ἡ〉 πρὸς αὐτὴν πρὸς

1

.

4

.

4

ἕκαστον τούτων ἐστὶ προκοπή. ἀεὶ γὰρ πρὸς ὃ ἂν ἡ τελειότης τινὸς καθάπαξ ἄγῃ, πρὸς αὐτὸ ἡ προκοπὴ συνεγγισμός ἐστιν.

1

.

4

.

5

Πῶς οὖν τὴν μὲν ἀρετὴν τοιοῦτόν τι ὁμολογοῦμεν, τὴν προκοπὴν δ’ ἐν ἄλλοις ζητοῦμεν καὶ ἐπιδείκνυμεν;

1

.

4

.

6

τί ἔργον ἀρετῆς; εὔροια. τίς οὖν προκόπτει; ὁ πολλὰς

1

.

4

.

7

Χρυσίππου συντάξεις ἀνεγνωκώς; μὴ γὰρ ἡ ἀρετὴ τοῦτ’ ἔστι Χρύσιππον νενοηκέναι; εἰ γὰρ τοῦτ’ ἔστιν, ὁμολο‐ γουμένως ἡ προκοπὴ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ πολλὰ τῶν

1

.

4

.

8

Χρυσίππου νοεῖν. νῦν δ’ ἄλλο μέν τι τὴν ἀρετὴν ἐπι‐ φέρειν ὁμολογοῦμεν, ἄλλο[ν] δὲ τὸν συνεγγισμόν, τὴν

1

.

4

.

9

προκοπὴν ἀποφαίνομεν. ‘οὗτοσ‘, φησίν, ‘ἤδη καὶ δι’ αὑτοῦ δύναται Χρύσιππον ἀναγιγνώσκειν‘. εὖ, νὴ τοὺς θεούς,

1

.

4

.

10

προκόπτεις, ἄνθρωπε· ποίαν προκοπήν. ‘τί ἐμπαίζεις αὐτῷ;‘ τί δ’ ἀπάγεις αὐτὸν τῆς συναισθήσεως τῶν αὑτοῦ κακῶν; οὐ θέλεις δεῖξαι αὐτῷ τὸ ἔργον τῆς ἀρετῆς, ἵνα

1

.

4

.

11

μάθῃ ποῦ τὴν προκοπὴν ζητῇ; ἐκεῖ ζήτησον αὐτήν, τα‐ λαίπωρε, ὅπου σου τὸ ἔργον. ποῦ δέ σου τὸ ἔργον; ἐν ὀρέξει καὶ ἐκκλίσει, ἵν’ ἀναπότευκτος ᾖς καὶ ἀπερίπτω‐ τος, ἐν ὁρμαῖς καὶ ἀφορμαῖς, ἵν’ ἀναμάρτητος, ἐν προ〈σ〉‐

1

.

4

.

12

θέσει καὶ ἐποχῇ, ἵν’ ἀνεξαπάτητος. πρῶτοι δ’ εἰσὶν οἱ πρῶτοι τόποι καὶ ἀναγκαιότατοι. ἂν δὲ τρέμων καὶ πενθῶν ζητῇς ἀπερίπτωτος εἶναι, ἄρα πῶς προκόπτεις;

1

.

4

.

13

Σὺ οὖν ἐνταῦθά μοι δεῖξόν σου τὴν προκοπήν. καθ‐ άπερ εἰ ἀθλητῇ διελεγόμην ‘δεῖξόν μοι τοὺς ὤμουσ‘, εἶτα ἔλεγεν ἐκεῖνος ‘ἴδε μου τοὺς ἁλτῆρασ‘. ὄψει σὺ καὶ οἱ ἁλτῆρες, ἐγὼ τὸ ἀποτέλεσμα τῶν ἁλτήρων ἰδεῖν βού‐

1

.

4

.

14

λομαι. ‘λάβε τὴν περὶ ὁρμῆς σύνταξιν καὶ γνῶθι πῶς αὐτὴν ἀνέγνωκα.‘ ἀνδράποδον, οὐ τοῦτο ζητῶ, ἀλλὰ πῶς ὁρμᾷς καὶ ἀφορμᾷς, πῶς ὀρέγῃ καὶ ἐκκλίνεις, πῶς
ἐπιβάλλῃ καὶ προ[σ]τίθεσαι καὶ παρασκευάζῃ, πότερα

1

.

4

.

15

συμφώνως τῇ φύσει ἢ ἀσυμφώνως. εἰ γὰρ συμφώνως, τοῦτό μοι δείκνυε καὶ ἐρῶ σοι ὅτι προκόπτεις· εἰ δ’ ἀσυμφώνως, ἄπελθε καὶ μὴ μόνον ἐξηγοῦ τὰ βιβλία,

1

.

4

.

16

ἀλλὰ καὶ γράφε αὐτὸς τοιαῦτα. καὶ τί σοι ὄφελος; οὐκ οἶδας ὅτι ὅλον τὸ βιβλίον πέντε δηναρίων ἐστίν; ὁ οὖν ἐξηγούμενος αὐτὸ δοκεῖ ὅτι πλείονος ἄξιός ἐστιν ἢ πέντε

1

.

4

.

17

δηναρίων; μηδέποτε οὖν ἀλλαχοῦ τὸ ἔργον ζητεῖτε, ἀλ‐ λαχοῦ τὴν προκοπήν.

1

.

4

.

18

Ποῦ οὖν προκοπή; εἴ τις ὑμῶν ἀποστὰς τῶν ἐκτὸς ἐπὶ τὴν προαίρεσιν ἐπέστραπται τὴν αὑτοῦ, ταύτην ἐξεργάζεσθαι καὶ ἐκπονεῖν, ὥστε σύμφωνον ἀποτελέσαι τῇ φύσει, ὑψηλὴν ἐλευθέραν ἀκώλυτον ἀνεμπόδιστον

1

.

4

.

19

πιστὴν αἰδήμονα· μεμάθηκέν τε, ὅτι ὁ τὰ μὴ ἐφ’ αὑτῷ ποθῶν ἢ φεύγων οὔτε πιστὸς εἶναι δύναται οὔτ’ ἐλεύθερος, ἀλλ’ ἀνάγκη μεταπίπτειν καὶ μετα〈ρ〉ριπίζε‐ σθαι ἅμα ἐκείνοις καὶ αὐτόν, ἀνάγκη δὲ καὶ ὑποτετα‐
5χέναι ἄλλοις ἑαυτόν, τοῖς ἐκεῖνα περιποιεῖν ἢ κωλύειν

1

.

4

.

20

δυναμένοις· καὶ λοιπὸν ἕωθεν ἀνιστάμενος ταῦτα τηρεῖ καὶ φυλάσσει, λούεται ὡς πιστός, ὡς αἰδήμων ἐσθίει, ὡσαύτως ἐπὶ τῆς ἀεὶ παραπιπτούσης ὕλης τὰ προη‐ γούμενα ἐκπονῶν, ὡς ὁ δρομεὺς δρομικῶς καὶ ὁ φώ‐

1

.

4

.

21

νασκος φωνασκικῶς· οὗτός ἐστιν ὁ προκόπτων ταῖς
ἀληθείαις καὶ ὁ μὴ εἰκῇ ἀποδεδημηκὼς οὗτός ἐστιν.

1

.

4

.

22

εἰ δ’ ἐπὶ τὴν ἐν τοῖς βιβλίοις ἕξιν τέταται καὶ ταύτην ἐκπονεῖ καὶ ἐπὶ τοῦτο ἐκδεδήμηκε, λέγω αὐτῷ αὐτόθεν

1

.

4

.

23

πορεύεσθαι εἰς οἶκον καὶ μὴ ἀμελεῖν τῶν ἐκεῖ· τοῦτο γὰρ ἐφ’ ὃ ἀποδεδήμηκεν οὐδέν ἐστιν· ἀλλ’ ἐκεῖνο, με〈λε〉τᾶν ἐξελεῖν τοῦ αὑτοῦ βίου πένθη καὶ οἰμωγὰς καὶ 〈τὸ〉 ‘οἴμοι‘ καὶ τὸ ‘τάλας ἐγὼ‘ καὶ δυστυχίαν καὶ

1

.

4

.

24

ἀτυχίαν καὶ μαθεῖν, τί ἐστι θάνατος, τί φυγή, τί δεσ‐ μωτήριον, τί [νοσ]κών〈ε〉ιον, ἵνα δύνηται λέγειν ἐν τῇ φυλακῇ ‘ὦ φίλε Κρίτων, εἰ ταύτῃ τοῖς θεοῖς φί‐ λον, ταύτῃ γινέσθω‘ καὶ μὴ ἐκεῖνα ‘τάλας ἐγώ, γέρων

1

.

4

.

25

ἄνθρωπος, ἐπὶ ταῦτά μου τὰς πολιὰς ἐτήρησα‘. τίς λέγει ταῦτα; δοκεῖτε ὅτι ὑμῖν ἄδοξόν τινα ἐρῶ καὶ ταπεινόν; Πρίαμος αὐτὰ οὐ λέγει; Οἰδίπους οὐ λέγει; ἀλλ’ ὁπόσοι

1

.

4

.

26

βασιλεῖς λέγουσιν; τί γάρ εἰσιν ἄλλο τραγῳδίαι ἢ ἀν‐ θρώπων πάθη τεθαυμακότων τὰ ἐκτὸς διὰ μέτρου

1

.

4

.

27

τοιοῦδ’ ἐπιδεικνύμενα; εἰ γὰρ ἐξαπατηθέντα τινὰ ἔδει μαθεῖν, ὅτι τῶν ἐκτὸς 〈καὶ〉 ἀπροαιρέτων οὐδέν ἐστι πρὸς ἡμᾶς, ἐγὼ μὲν ἤθελον τὴν ἀπάτην ταύτην, ἐξ ἧς ἤμελλον εὐρόως καὶ ἀταράχως βιώσεσθαι, ὑμεῖς δ’ ὄψεσθ’ αὐτοὶ
5τί θέλετε.

1

.

4

.

28

Τί οὖν ἡμῖν παρέχει Χρύσιππος; ἵνα γνῷς, φησίν, ὅτι οὐ ψευδῆ ταῦτά ἐστιν, ἐξ ὧν ἡ εὔροιά ἐστι

1

.

4

.

29

καὶ ἀπάθεια ἀπαντᾷ, λάβε μου τὰ βιβλία καὶ γνώσῃ ὡς ..... τε καὶ σύμφωνά ἐστι τῇ φύσει τὰ ἀπαθῆ με ποιοῦντα. ὦ μεγάλης εὐτυχίας, ὦ με‐

1

.

4

.

30

γάλου εὐεργέτου τοῦ δεικνύοντος τὴν ὁδόν. εἶτα Τριπτο‐ λέμῳ μὲν ἱερὰ καὶ βωμοὺς πάντες ἄνθρωποι ἀνεστάκα‐

1

.

4

.

31

σιν, ὅτι τὰς ἡμέρους τροφὰς ἡμῖν ἔδωκεν, τῷ δὲ τὴν ἀλήθειαν εὑρόντι καὶ φωτίσαντι καὶ εἰς πάντας ἀνθρώ‐ πους ἐξενεγκόντι, οὐ τὴν περὶ τὸ ζῆν, ἀλλὰ τὴν πρὸς τὸ εὖ ζῆν, τίς ὑμῶν ἐπὶ τούτῳ βωμὸν ἱδρύσατο ἢ ναὸν ἢ

1

.

4

.

32

ἄγαλμα ἀνέθηκεν ἢ τὸν θεὸν ἐπὶ τούτῳ προσκυνεῖ; ἀλλ’ ὅτι μὲν ἄμπελον ἔδωκαν ἢ πυρούς, ἐπιθύομεν τούτου ἕνεκα, ὅτι δὲ τοιοῦτον ἐξήνεγκαν καρπὸν ἐν ἀνθρωπίνῃ διανοίᾳ, δι’ οὗ τὴν ἀλήθειαν τὴν περὶ εὐδαιμονίας
5δείξειν ἡμῖν ἤμελλον, τούτου δ’ ἕνεκα οὐκ εὐχαριστή‐ σωμεν τῷ θεῷ;

1

.

5

t

εʹ. Πρὸς τοὺς Ἀκαδημαικούς.

1

.

5

.

1

Ἄν τις, φησίν, ἐνίστηται πρὸς τὰ ἄγαν ἐκφανῆ, πρὸς τοῦτον οὐ ῥᾴδιόν ἐστιν εὑ〈ρεῖν λόγ〉ον, δι’ οὗ

1

.

5

.

2

μεταπείσει τις αὐτόν. τοῦτο δ’ οὔτε παρὰ 〈τὴν ἐκεί〉νου
γίνεται δύναμιν οὔτε παρὰ τὴν τοῦ διδάσκοντος ἀσθέ‐ νειαν, ἀλλ’ ὅταν ἀπαχθεὶς ἀπολιθωθῇ, πῶς ἔτι χρήσηταί τις αὐτῷ διὰ λόγου;

1

.

5

.

3

Ἀπολιθώσεις δ’ εἰσὶ διτταί· ἡ μὲν τοῦ νοητικοῦ ἀπο‐ λίθωσις, ἡ δὲ τοῦ ἐντρεπτικοῦ, ὅταν τις παρατεταγμένος ᾖ μὴ ἐπινεύειν τοῖς ἐναργέσι μηδ’ ἀπὸ τῶν μαχομένων

1

.

5

.

4

ἀφίστασθαι. οἱ δὲ πολλοὶ τὴν μὲν σωματικὴν ἀπονέκρω‐ σιν φοβούμεθα καὶ πάντ’ 〈ἂν〉 μηχανησαίμεθα ὑπὲρ τοῦ μὴ περιπεσεῖν τοιούτῳ τινί, τῆς ψυχῆς δ’ ἀπονεκρουμέ‐

1

.

5

.

5

νης οὐδὲν ἡμῖν μέλει. καὶ νὴ Δία ἐπὶ αὐτῆς τῆς ψυχῆς ἂν μὲν ᾖ οὕτως διακείμενος, ὥστε μηδεν〈ὶ〉 παρακολου‐ θεῖν μηδὲ συνιέναι μηδέν, καὶ τοῦτον κακῶς ἔχειν οἰό‐ μεθα· ἂν δέ τινος τὸ ἐντρεπτικὸν καὶ αἰδῆμον ἀπονε‐
5κρωθῇ, τοῦτο ἔτι καὶ δύναμιν καλοῦμεν.

1

.

5

.

6

Καταλαμβάνεις ὅτι ἐγρήγορας; ‘οὔ‘, φησίν· ‘οὐδὲ γάρ, ὅταν ἐν τοῖς ὕπνοις φαντάζωμαι, ὅτι ἐγρήγορα‘. οὐδὲν οὖν διαφέρει αὕτη ἡ φαντασία ἐκείνης; ‘οὐδέν‘.

1

.

5

.

7

ἔτι τούτῳ διαλέγομαι; καὶ ποῖον αὐτῷ πῦρ ἢ ποῖον σίδηρον προσαγάγω, ἵν’ αἴσθηται ὅτι νενέκρωται; αἰ‐ σθανόμενος οὐ προσποιεῖται· ἔτι χείρων ἐστὶ τοῦ νεκροῦ.

1

.

5

.

8

μάχην οὗτος οὐ συνορᾷ· κακῶς ἔχει. συνορῶν οὗτος οὐ

1

.

5

.

9

κινεῖται οὐδὲ προκόπτει· ἔτι ἀθλιώτερον ἔχει. ἐκτέτμη‐ ται τὸ αἰδῆμον αὐτοῦ καὶ ἐντρεπτικὸν καὶ τὸ λογικὸν

1

.

5

.

10

οὐκ ἀποτέτμηται, ἀλλ’ ἀποτεθηρίωται. ταύτην ἐγὼ δύ‐ ναμιν εἴπω; μὴ γένοιτο, εἰ μὴ καὶ τὴν τῶν κιναίδων, καθ’ ἣν πᾶν τὸ ἐπελθὸν ἐν μέσῳ καὶ ποιοῦσι καὶ λέ‐ γουσι.

1

.

6

t

ϛʹ. Περὶ προνοίας.

1

.

6

.

1

Ἀφ’ ἑκάστου τῶν ἐν τῷ κόσ〈μῳ γινο〉μένων ῥᾴδιόν ἐστιν ἐγκωμιάσαι τὴν πρόνοιαν, ἂν δύ〈ο ἔχῃ τισ〉 ταῦτα ἐν ἑαυτῷ, δύναμίν τε συνορατικὴν τῶν γεγονότων ἑκάστῳ

1

.

6

.

2

καὶ τὸ εὐχάριστον. εἰ δὲ μή, ὁ μὲν οὐκ ὄψεται τὴν εὐ‐ χρηστίαν τῶν γεγονότων, ὁ δ’ οὐκ εὐχαριστήσει ἐπ’ αὐ‐

1

.

6

.

3

τοῖς οὐδ’ ἂν 〈ἴδῃ〉. χρώματα ὁ θεὸς εἰ πεποιήκει, δύνα‐ μιν δὲ θεατικὴν αὐτῶν μὴ πεποιήκει, τί ἂν ἦν ὄφελος;

1

.

6

.

4

Οὐδ’ ὁτιοῦν. Ἀλλ’ ἀνάπαλιν εἰ τὴν μὲν δύναμιν πεποιήκει, τὰ ὄντα δὲ μὴ τοιαῦτα οἷα ὑποπίπτειν τῇ

1

.

6

.

5

δυνάμει τῇ ὁρατικῇ, καὶ οὕτως τί ὄφελος; Οὐδ’ ὁτιοῦν.

1

.

6

.

6

Τί δ’, εἰ καὶ ἀμφότερα ταῦτα πεποιήκει, φῶς δὲ μὴ πεποιήκει; Οὐδ’ οὕτως τι ὄφελος. Τίς οὖν ὁ ἁρ‐
μόσας τοῦτο πρὸς ἐκεῖνο κἀκεῖνο πρὸς τοῦτο; τίς δ’ ὁ ἁρμόσας τὴν μάχαιραν πρὸς τὸ κολεὸν καὶ τὸ κολεὸν

1

.

6

.

7

πρὸς τὴν μάχαιραν; οὐδείς; καὶ μὴν ἐξ αὐτῆς τῆς κα‐ τασκευῆς τῶν ἐπιτετελεσμένων ἀποφαίνεσθαι εἰώθαμεν, ὅτι τεχνίτου τινὸς πάντως τὸ ἔργον, οὐχὶ δ’ εἰκῇ κατ‐

1

.

6

.

8

εσκευασμένον. ἆρ’ οὖν τούτων μὲν ἕκαστον ἐμφαίνει τὸν τεχνίτην, τὰ δ’ ὁρατὰ καὶ ὅρασ[ε]ις καὶ φῶς οὐκ ἐμ‐

1

.

6

.

9

φαίνει; τὸ δ’ ἄρρεν καὶ τὸ θῆλυ καὶ ἡ προθυμία 〈ἡ〉 πρὸς τὴν συνουσίαν ἑκατέρου καὶ δύναμις ἡ χρηστικὴ τοῖς μορίοις τοῖς κατεσκευασμένοις οὐδὲ ταῦτα ἐμφαίνει

1

.

6

.

10

τὸν τεχνίτην; ἀλλὰ ταῦτα μέν· ἡ δὲ τοιαύτη τῆς δια‐ νοίας κατασκευή, καθ’ ἣν οὐχ ἁπλῶς ὑποπίπτοντες τοῖς αἰσθητοῖς τυπούμεθα ὑπ’ αὐτῶν, ἀλλὰ καὶ ἐκλαμβάνο‐ μέν τι καὶ ἀφαιροῦμεν καὶ προστίθεμεν καὶ συντίθεμεν
5τάδε τινὰ δι’ αὐτῶν καὶ νὴ Δία μεταβαίνομεν ἀπ’ ἄλ‐ λων ἐπ’ ἄλλα τ〈ιν〉ὰ οὕτω πως παρακείμενα, οὐδὲ ταῦτα ἱκανὰ κινῆσαί τινας καὶ διατρέψαι πρὸς τὸ ἀπολιπεῖν

1

.

6

.

11

τὸν τεχνίτην; ἢ ἐξηγησάσθωσαν ἡμῖν τί τὸ ποιοῦν ἐστιν ἕκαστον τούτων ἢ πῶς οἷόν τε τὰ οὕτω θαυμαστὰ καὶ
τεχνικὰ εἰκῇ καὶ ἀπὸ ταὐτομάτου γίνεσθαι.

1

.

6

.

12

Τί οὖν; ἐφ’ ἡμῶν μόνων γίνεται ταῦτα; πολλὰ μὲν ἐπὶ μόνων, ὧν ἐξαιρέτως χρείαν εἶχεν τὸ λογικὸν ζῷον,

1

.

6

.

13

πολλὰ δὲ κοινὰ εὑρήσεις ἡμῖν καὶ πρὸς τὰ ἄλογα. ἆρ’ οὖν καὶ παρακολουθεῖ τοῖς γινομένοις ἐκεῖνα; οὐ‐ δαμῶς. ἄλλο γάρ ἐστι χρῆσις καὶ ἄλλο παρακολούθησις. ἐκείνων χρείαν εἶχεν ὁ θεὸς χρωμένων ταῖς φαντασίαις,

1

.

6

.

14

ἡμῶν δὲ παρακολουθούντων τῇ χρήσει. διὰ τοῦτο ἐκεί‐ νοις μὲν ἀρκεῖ τὸ ἐσθίειν καὶ πίνειν καὶ τὸ ἀναπαύε‐ σθαι καὶ ὀχεύειν καὶ τἆλλ’ ὅσα ἐπιτελεῖ τῶν αὑτῶν ἕκαστον, ἡμῖν δ’, οἷς καὶ τὴν παρακολουθητικὴν δύνα‐

1

.

6

.

15

μιν ἔδωκεν, οὐκέτι ταῦτ’ ἀπαρκεῖ, ἀλλ’ ἂν μὴ κατὰ τρό‐ πον καὶ τεταγμένως καὶ ἀκολούθως τῇ ἑκάστου φύσει καὶ κατασκευῇ πράττωμεν, οὐκέτι τοῦ τέλους τευξόμεθα

1

.

6

.

16

τοῦ ἑαυτῶν. ὧν γὰρ αἱ κατασκευαὶ διάφοροι, τούτων

1

.

6

.

17

καὶ τὰ ἔργα καὶ τὰ τέλη. οὗ τοίνυν ἡ κατασκευὴ μόνον χρηστική, τούτῳ χρῆσθαι ὁπωσοῦν ἀπαρκεῖ· οὗ δὲ καὶ παρακολουθητικὴ τῇ χρήσει, τούτῳ τὸ κατὰ τρόπον ἂν

1

.

6

.

18

μὴ προσῇ οὐδέποτε τεύξεται τοῦ τέλους. τί οὖν; ἐκείνων ἕκαστον κατασκευάζει τὸ μὲν ὥστ’ ἐσθίεσθαι, τὸ δ’ ὥστε ὑπηρετεῖν εἰς γεωργίαν, τὸ δ’ ὥστε τυρὸν φέρειν, τὸ δ’ ἄλλο ἐπ’ ἄλλῃ χρείᾳ παραπλησίῳ, πρὸς ἃ τίς χρεία τοῦ
5παρακολουθεῖν ταῖς φαντασίαις καὶ ταύτας διακρίνειν

1

.

6

.

19

δύνασθαι; τὸν δ’ ἄνθρωπον θεατὴν εἰσήγαγεν αὐτοῦ τε καὶ τῶν ἔργων τῶν αὐτοῦ, καὶ οὐ μόνον θεατήν, ἀλλὰ

1

.

6

.

20

καὶ ἐξηγητὴν αὐτῶν. διὰ τοῦτο αἰσχρόν ἐστι τῷ ἀνθρώ‐ πῳ ἄρχεσθαι καὶ καταλήγειν ὅπου καὶ τὰ ἄλογα, ἀλλὰ μᾶλλον ἔνθεν μὲν ἄρχεσθαι, καταλήγειν δὲ ἐφ’ ὃ κατέ‐

1

.

6

.

21

ληξεν ἐφ’ ἡμῶν καὶ ἡ φύσις. κατέληξεν δ’ ἐπὶ θεωρίαν καὶ παρακολούθησιν καὶ σύμφωνον διεξαγωγὴν τῇ φύσει.

1

.

6

.

22

ὁρᾶτε οὖν, μὴ ἀθέατοι τούτων ἀποθάνητε.

1

.

6

.

23

Ἀλλ’ εἰς Ὀλυμπίαν μὲν ἀποδημεῖτε, ἵν’ [ε]ἴδητε τὸ ἔρ‐ γον τοῦ Φειδίου, καὶ ἀτύχημα ἕκαστος ὑμῶν οἴεται τὸ

1

.

6

.

24

ἀνιστόρητος τούτων ἀποθανεῖν· ὅπου δ’ οὐδ’ ἀποδη‐ μῆσαι χρεία ἐστίν, ἀλλ’ ἐστὲ ἤδη καὶ πάρεστε τοῖς ἔρ‐ γοις, ταῦτα δὲ θεάσασθαι καὶ κατανοῆσαι οὐκ ἐπιθυμή‐

1

.

6

.

25

σετε; οὐκ αἰσθήσεσθε τοίνυν, οὔτε τίνες ἐστὲ οὔτ’ ἐπὶ τί γεγόνατε οὔτε [ἐπὶ] τί τοῦτό ἐστιν, ἐφ’ οὗ τὴν θέαν

1

.

6

.

26

παρείληφθε; Ἀλλὰ γίνεταί τινα ἀηδῆ καὶ χαλεπὰ ἐν τῷ βίῳ. Ἐν Ὀλυμπίᾳ δ’ οὐ γίνεται; οὐ καυματίζεσθε; οὐ στενοχωρεῖσθε; οὐ κακῶς λούεσθε; οὐ καταβρέχεσθε, ὅταν βρέχῃ; θορύβου δὲ καὶ βοῆς καὶ τῶν ἄλλων χαλε‐

1

.

6

.

27

πῶν οὐκ ἀπολαύετε; ἀλλ’ οἶμαι ὅτι ταῦτα πάντα ἀντιτι‐ θέντες πρὸς τὸ ἀξιόλογον τῆς θέας φέρετε καὶ ἀνέχεσθε.

1

.

6

.

28

ἄγε δυνάμεις δ’ οὐκ εἰλήφατε, καθ’ ἃς οἴσετε πᾶν τὸ συμβαῖνον; μεγαλοψυχίαν οὐκ εἰλήφατε; ἀνδρείαν οὐκ

1

.

6

.

29

εἰλήφατε; καρτερίαν οὐκ εἰλήφατε; καὶ τί ἔτι μοι μέλει μεγαλοψύχῳ ὄντι τῶν ἀποβῆναι δυναμένων; τί μ’ ἐκ‐ στήσει ἢ ταράξει ἢ τί ὀδυνηρὸν φανεῖται; οὐ χρήσομαι τῇ δυνάμει πρὸς ἃ εἴληφα αὐτήν, ἀλλ’ ἐπὶ τοῖς ἀποβαί‐
5νουσιν πενθήσω καὶ στενάξω;

1

.

6

.

30

‘Ναί· ἀλλ’ αἱ μύξαι μου ῥέουσιν.‘ τίνος οὖν ἕνεκα χεῖρας ἔχεις, ἀνδράποδον; οὐχ ἵνα καὶ ἀπομύσσῃς σεαυ‐

1

.

6

.

31

τόν; Τοῦτο οὖν εὔλογον μύξας γίνεσθαι ἐν τῷ κόσμῳ;

1

.

6

.

32

Καὶ πόσῳ κρεῖττον ἀπομύξασθαί σε ἢ ἐγκαλεῖν; ἢ τί οἴει ὅτι ὁ Ἡρακλῆς ἂν ἀπέβη, εἰ μὴ λέων τοιοῦτος ἐγένετο καὶ ὕδρα καὶ ἔλαφ[ρ]ος καὶ σῦς καὶ ἄδικοί τινες ἄνθρωποι καὶ θηριώδεις, οὓς ἐκεῖνος ἐξήλαυνεν καὶ ἐκά‐

1

.

6

.

33

θαιρεν; καὶ τί ἂν ἐποίει μηδενὸς τοιούτου γεγονότος; ἢ δῆλον ὅτι ἐντετυλιγμένος ἂν ἐκάθευδεν; οὐκοῦν πρῶ‐ τον μὲν οὐκ ἂν ἐγένετο Ἡρακλῆς ἐν τρυφῇ τοιαύτῃ καὶ ἡσυχίᾳ νυστάζων ὅλον τὸν βίον· εἰ δ’ ἄρα καὶ ἐγένετο,

1

.

6

.

34

τί ὄφελος αὐτοῦ; τίς δὲ χρῆσις τῶν βραχιόνων τῶν ἐκεί‐ νου καὶ τῆς ἄλλης ἀλκῆς καὶ καρτερίας καὶ γενναιότη‐ τος, εἰ μὴ τοιαῦταί τινες αὐτὸν περιστάσεις καὶ ὗλαι

1

.

6

.

35

διέσεισαν καὶ ἐγύμνασαν; τί οὖν; αὑτῷ ταύτας ἔδει κατασκευάζειν καὶ ζητεῖν ποθεν λέοντα εἰσαγαγεῖν εἰς

1

.

6

.

36

τὴν χώραν τὴν αὑτοῦ καὶ σῦν καὶ ὕδραν; μωρία τοῦτο καὶ μανία. γενόμενα δὲ καὶ εὑρεθέντα εὔχρηστα ἦν πρὸς τὸ δεῖξαι καὶ γυμνάσαι τὸν Ἡρακλέα.

1

.

6

.

37

Ἄγε οὖν καὶ σὺ τούτων αἰσθόμενος ἀπόβλεψον εἰς τὰς δυνάμεις ἃς ἔχεις καὶ ἀπιδὼν εἰπὲ ‘φέρε νῦν, ὦ Ζεῦ, ἣν θέλεις περίστασιν· ἔχω γὰρ παρασκευὴν ἐκ σοῦ μοι δεδομένην καὶ ἀφορμὰς πρὸς τὸ κοσμῆσαι διὰ τῶν

1

.

6

.

38

ἀποβαινόντων ἐμαυτόν‘ οὔ· ἀλλὰ κάθησθε τὰ μὲν μὴ συμβῇ τρέμοντες, τῶν δὲ συμβαινόντων ὀδυρόμενοι καὶ

1

.

6

.

39

πενθοῦντες καὶ στένοντες· εἶτα τοῖς θεοῖς ἐγκαλεῖτε. τί γάρ ἐστιν ἄλλο ἀκόλουθον τῇ τοιαύτῃ ἀγεννείᾳ ἢ καὶ ἀσέβεια;

1

.

6

.

40

καίτοι ὅ γε θεὸς οὐ μόνον ἔδωκεν ἡμῖν τὰς δυνάμεις ταύ‐ τας, καθ’ ἃς οἴσομεν πᾶν τὸ ἀποβαῖνον μὴ ταπεινούμενοι μηδὲ συγκλώμενοι ὑπ’ αὐτοῦ, ἀλλ’ ὃ ἦν ἀγαθοῦ βασι‐ λέως καὶ ταῖς ἀληθείαις πατρός, ἀκώλυτον τοῦτο ἔδωκεν,
5ἀνανάγκαστον, ἀπαραπόδιστον, ὅλον αὐτὸ ἐφ’ ἡμῖν ἐποί‐ ησεν οὐδ’ αὑτῷ τινα πρὸς τοῦτο ἰσχὺν ἀπολιπών, ὥστε

1

.

6

.

41

κωλῦσαι ἢ ἐμποδίσαι. ταῦτα ἔχοντες ἐλεύθερα καὶ ὑμέ‐ τερα μὴ χρῆσθε αὐτοῖς μηδ’ αἰσθάνεσθε τίνα εἰλήφατε

1

.

6

.

42

καὶ παρὰ τίνος, ἀλλὰ κάθησθε πενθοῦντες καὶ στένοντες οἱ μὲν πρὸς αὐτὸν τὸν δόντα ἀποτετυφλωμένοι μηδ’ ἐπιγινώσκοντες τὸν εὐεργέτην, οἱ δ’ ὑπ’ ἀγεννείας εἰς

1

.

6

.

43

μέμψεις καὶ τὰ ἐγκλήματα τῷ θεῷ ἐκτρεπόμενοι. καίτοι πρὸς μεγαλοψυχίαν μὲν καὶ ἀνδρείαν ἐγὼ σοὶ δείξω ὅτι ἀφορμὰς καὶ παρασκευὴν ἔχεις, πρὸς δὲ τὸ μέμφεσθαι καὶ ἐγκαλεῖν ποίας ἀφορμὰς ἔχεις σὺ δ’ ἐμοὶ δείκνυε.

1

.

7

t

ζʹ. Περὶ τῆς χρείας τῶν μεταπιπτόντων καὶ ὑποθετικῶν καὶ τῶν ὁμοίων.

1

.

7

.

1

Ἡ περὶ τοὺς μεταπίπτοντας καὶ ὑποθετικούς, ἔτι δὲ ἠρωτῆσθαι περαίνοντας καὶ πάντας ἁπλῶς τοὺς τοιού‐ τους λόγους πραγματεία λανθάνει τοὺς πολλοὺς περὶ

1

.

7

.

2

καθήκοντος οὖσα. ζητοῦμεν γὰρ ἐπὶ πάσης ὕλης πῶς ἂν εὕρ[ο]οι ὁ καλὸς καὶ ἀγαθὸς τὴν διέξοδον καὶ ἀναστροφὴν

1

.

7

.

3

τὴν ἐν αὐτῇ καθήκουσαν. οὐκοῦν ἢ τοῦτο λεγέτωσαν, ὅτι οὐ συγκαθήσει εἰς ἐρώτησιν καὶ ἀπόκρισιν ὁ σπουδαῖος ἢ ὅτι συγκαθεὶς οὐκ ἐπιμελήσεται τοῦ μὴ εἰκῇ μηδ’ ὡς ἔτυχεν

1

.

7

.

4

ἐν ἐρωτήσει καὶ ἀποκρίσει ἀναστρέφεσθαι, [μ]ἢ τούτων μηδέτερον προσδεχομένοις ἀναγκαῖον ὁμολογεῖν, ὅτι ἐπί‐ σκεψίν τινα ποιητέον τῶν τόπων τούτων, περὶ οὓς μά‐

1

.

7

.

5

λιστα στρέφεται ἐρώτησις καὶ ἀπόκρισις. τί γὰρ ἐπαγγέλ‐ λεται ἐν λόγῳ; τἀληθῆ τιθέναι, τὰ ψευδῆ αἴρειν, 〈πρὸσ〉

1

.

7

.

6

τὰ ἄδηλα ἐπέχειν. ἆρ’ οὖν ἀρκεῖ τοῦτο μόνον μαθεῖν; Ἀρκεῖ, φησίν. Οὐκοῦν καὶ τῷ βουλομένῳ ἐν χρήσει νομίσματος μὴ διαπίπτειν ἀρκεῖ τοῦτο ἀκοῦσαι, διὰ τί τὰς μὲν δοκίμους δραχμὰς παραδέχῃ, τὰς δ’ ἀδοκίμους

1

.

7

.

7

ἀποδοκιμάζεις; Οὐκ ἀρκεῖ. Τί οὖν δεῖ τούτῳ προσ‐ λαβεῖν; τί γὰρ ἄλλο ἢ δύναμιν δοκιμαστικήν τε καὶ 〈δι〉ακριτικὴν τῶν δοκίμων τε καὶ ἀδοκίμων δραχμῶν;

1

.

7

.

8

οὐκοῦν καὶ ἐπὶ λόγου οὐκ ἀρκεῖ τὸ λεχθέν, ἀλλ’ ἀνάγκη δοκιμαστικὸν γενέσθαι καὶ διακριτικὸν τοῦ ἀληθοῦς καὶ

1

.

7

.

9

τοῦ ψεύδους καὶ τοῦ ἀδήλου; Ἀνάγκη. Ἐπὶ τού‐ τοις τί παραγγέλλεται ἐν λόγῳ; τὸ ἀκόλουθον τοῖς δο‐

1

.

7

.

10

θεῖσιν ὑπὸ σοῦ καλῶς παραδέχου. ἄγε ἀρκεῖ οὖν κἀν‐ ταῦθα γνῶναι τοῦτο; οὐκ ἀρκεῖ, δεῖ δὲ μαθεῖν πῶς τί τισιν ἀκόλουθον γίνεται καὶ ποτὲ μὲν ἓν ἑνὶ ἀκολουθεῖ,

1

.

7

.

11

ποτὲ δὲ πλείοσιν κοινῇ. μή ποτε οὖν καὶ τοῦτο ἀνάγκη προσλαβεῖν τὸν μέλλοντα ἐν λόγῳ συνετῶς ἀναστραφή‐ σεσθαι καὶ αὐτόν τ’ ἀποδείξειν ἕκαστα ἀποδόντα καὶ τοῖς ἀποδεικνύουσι παρακολουθήσειν μηδ’ ὑπὸ τῶν
5σοφιζομένων διαπλανηθήσεσθαι ὡς ἀποδεικνυόντων;

1

.

7

.

12

οὐκοῦν ἐλήλυθεν ἡμῖν περὶ τῶν συναγόντων λόγων καὶ τρόπων πραγματεία καὶ γυμνασία καὶ ἀναγκαία πέφηνεν.

1

.

7

.

13

Ἀλλὰ δὴ ἔστιν ἐφ’ ὧν δεδώκαμεν ὑγιῶς τὰ λήμματα
καὶ συμβαίνει τουτὶ ἐξ αὐτῶν· ψεῦδος δὲ ὂν οὐδὲν ἧτ‐

1

.

7

.

14

τον συμβαίνει. τί οὖν μοι καθήκει ποιεῖν; προσδέχεσθαι

1

.

7

.

15

τὸ ψεῦδος; καὶ πῶς οἷόν τ’; ἀλλὰ λέγειν ὅτι ‘οὐχ ὑγιῶς παρεχώρησα τὰ ὡμολογημένα‘; καὶ μὴν οὐδὲ τοῦτο δίδο‐ ται. ἀλλ’ ὅτι ‘οὐ συμβαίνει διὰ τῶν παρακεχωρημένων‘;

1

.

7

.

16

ἀλλ’ οὐδὲ τοῦτο δίδοται. τί οὖν ἐπὶ τούτων ποιητέον; ἢ μή ποτε ὡς οὐκ ἀρκεῖ τὸ δανείσασθαι πρὸς τὸ ἔτι ὀφεί‐ λειν, ἀλλὰ δεῖ προσεῖναι καὶ τὸ ἐπιμένειν ἐπὶ τοῦ δα‐ νείου καὶ μὴ διαλελύσθαι αὐτό, οὕτως οὐκ ἀρκεῖ πρὸς
5τὸ δεῖν παραχωρεῖν τὸ ἐπιφερόμενον τὸ δεδωκέναι τὰ λήμματα, δεῖ δ’ ἐπιμένειν ἐπὶ τῆς παραχωρήσεως αὐτῶν.

1

.

7

.

17

καὶ δὴ μενόντων μὲν αὐτῶν εἰς τέλος ὁποῖα παρεχωρήθη πᾶσα ἀνάγκη ἡμᾶς ἐπὶ τῆς παραχωρήσεως ἐπιμένειν καὶ

1

.

7

.

19

τὸ ἀκόλουθον αὐτοῖς προσδέχεσθαι ..... οὐδὲ γὰρ ἡμῖν ἔτι οὐδὲ καθ’ ἡμᾶς συμβαίνει τοῦτο τὸ ἐπιφερόμε‐ νον, ἐπειδὴ τῆς συγχωρήσεως τῶν λημμάτων ἀπέστημεν.

1

.

7

.

20

δεῖ οὖν καὶ τὰ τοιαῦτα τῶν λημμάτων ἱστορῆσαι καὶ τὴν τοιαύτην μεταβολήν τε καὶ μετάπτωσιν αὐτῶν, καθ’ ἣν ἐν αὐτῇ τῇ ἐρωτήσει ἢ τῇ ἀποκρίσει ἢ τῷ συλλελογίσθαι ἤ τινι ἄλλῳ τοιούτῳ † λαμβάνοντα τὰς μεταπτώσ〈ε〉ις
5ἀφορμὴν παρέχει τοῖς ἀνοήτοις τοῦ ταράσσεσθαι μὴ βλέπουσι τὸ ἀκόλουθον. τίνος ἕνεκα; ἵν’ ἐν τῷ τόπῳ

1

.

7

.

21

τούτῳ μὴ παρὰ τὸ καθῆκον μηδ’ εἰκῇ μηδὲ συγκεχυμέ‐
νως ἀναστρεφώμεθα.

1

.

7

.

22

Καὶ τὸ αὐτὸ ἐπί τε τῶν ὑποθέσεων καὶ τῶν ὑπο‐ θετικῶν λόγων. ἀναγκαῖον γὰρ ἔστιν ὅτ’ αἰτῆσαί τινα

1

.

7

.

23

ὑπόθεσιν ὥσπερ ἐπιβάθραν τῷ ἑξῆς λόγῳ. πᾶσαν οὖν τὴν δοθεῖσαν παραχωρητέον ἢ οὐ πᾶσαν; καὶ εἰ οὐ πᾶ‐

1

.

7

.

24

σαν, τίνα; [περὶ τίνος ἡ σκέψις; περὶ καθήκοντος.] πα‐ ραχωρήσαντι δὲ μενετέον εἰς ἅπαν ἐπὶ τῆς τηρήσεως ἢ ἔστιν ὅτε ἀποστατέον, τὰ δ’ ἀκόλουθα προσδεκτέον καὶ

1

.

7

.

25

τὰ μαχόμενα οὐ προσδεκτέον; Ναί. Ἀλλὰ λέγει τις ὅτι ‘ποιήσω σε δυνατοῦ δεξάμενον ὑπόθεσιν ἐπ’ ἀδύνα‐ τον ἀπαχθῆναι‘. πρὸς τοῦτον οὐ συγκαθήσει 〈ὁ〉 φρό‐

1

.

7

.

26

νιμος, ἀλλὰ φεύξεται ἐξέτασιν καὶ κοινολογίαν; καὶ τίς ἔτι ἄλλος ἐστὶ λόγῳ χρηστικὸς καὶ δεινὸς ἐρωτήσει καὶ

1

.

7

.

27

ἀποκρίσει καὶ νὴ Δία ἀνεξαπάτητός τε καὶ ἀσόφιστος; ἀλλὰ συγκαθήσει μέν, οὐκ ἐπιστραφήσεται δὲ τοῦ μὴ εἰκῇ καὶ ὡς ἔτυχεν ἀναστρέφεσθαι ἐν λόγῳ; καὶ πῶς ἔτι

1

.

7

.

28

ἔσται τοιοῦτος οἷον αὐτὸν ἐπινοοῦμεν; ἀλλ’ ἄνευ τινὸς τοιαύτης γυμνασίας καὶ παρασκευῆς φυλάττειν

1

.

7

.

29

οἷός τ’ ἐστὶ τὸ ἑξῆς; τοῦτο δεικνύτωσαν καὶ παρέλκει τὰ θεωρήματα ταῦτα πάντα, ἄτοπα ἦν καὶ ἀνακόλουθα τῇ προλήψει τοῦ σπουδαίου.

1

.

7

.

30

Τί ἔτι ἀργοὶ καὶ ῥᾴθυμοι καὶ νωθροί ἐσμεν καὶ προ‐ φάσεις ζητοῦμεν, καθ’ ἃς οὐ πονήσομεν οὐδ’ ἀγρυπνή‐

1

.

7

.

31

σομεν ἐξεργαζόμενοι τὸν αὑτῶν λόγον; Ἂν οὖν ἐν τούτοις πλανηθῶ, μή τι τὸν πατέρα ἀπέκτεινα; Ἀν‐ δράποδον, ποῦ γὰρ ἐνθάδε πατὴρ ἦν, ἵν’ αὐτὸν ἀποκτεί‐ νῃς; τί οὖν ἐποίησας; ὃ μόνον ἦν κατὰ τὸν τόπον ἁμάρ‐

1

.

7

.

32

τημα, τοῦτο ἡμάρτηκας. ἐπεί τοι τοῦτ’ αὐτὸ καὶ ἐγὼ Ῥούφῳ εἶπον ἐπιτιμῶντί μοι ὅτι τὸ παραλειπόμενον ἓν ἐν συλλογισμῷ τινι οὐχ εὕρισκον. ‘Οὐχ οἷον μέν‘, φημί, ‘〈εἰ〉 τὸ Καπιτώλιον κατέκαυσα‘, ὁ δ’ ‘Ἀνδράποδον‘,

1

.

7

.

33

ἔφη, ‘ἐνθάδε τὸ παραλειπόμενον Καπιτώλιόν ἐστιν‘. ἢ ταῦτα μόνα ἁμαρτήματά ἐστι τὸ Καπιτώλιον ἐμπρῆσαι καὶ τὸν πατέρα ἀποκτεῖναι, τὸ δ’ εἰκῇ καὶ μάτην καὶ ὡς ἔτυχεν χρῆσθαι ταῖς φαντασίαις ταῖς αὑτοῦ καὶ μὴ
5παρακολουθεῖν λόγῳ μηδ’ ἀποδείξει μηδὲ σοφίσματι μηδ’ ἁπλῶς βλέπειν τὸ καθ’ αὑτὸν καὶ οὐ καθ’ αὑτὸν ἐν ἐρωτήσει καὶ ἀποκρίσει, τούτων δ’ οὐδέν ἐστιν ἁμάρτημα;

1

.

8

t

ηʹ. Ὅτι αἱ δυνάμεις τοῖς ἀπαιδεύτοις οὐκ ἀσφαλεῖς.

1

.

8

.

1

Καθ’ ὅσους τρόπους μεταλαμβάνειν ἔστι τὰ ἰσοδυνα‐ μοῦντα ἀλλήλοις, κατὰ τοσούτους καὶ τὰ εἴδη τῶν ἐπιχειρημάτων τε καὶ ἐνθυμημάτων ἐν τοῖς λόγοις

1

.

8

.

2

ἐκποιεῖ μεταλαμβάνειν. οἷον φέρε τὸν τρόπον τοῦτον· εἰ ἐδανείσω καὶ μὴ ἀπέδωκας, ὀφείλεις μοι τὸ ἀργύριον· οὐχὶ ἐδανείσω μὲν καὶ οὐκ ἀπέδω‐

1

.

8

.

3

κας· οὐ μὴν ὀφείλεις μοι τὸ ἀργύριον. καὶ τοῦτο οὐδενὶ μᾶλλον προσήκει ἢ τῷ φιλοσόφῳ ἐμ‐ πείρως ποιεῖν. εἴπερ γὰρ ἀτελὴς συλλογισμός ἐστι τὸ ἐνθύμημα, δῆλον ὅτι ὁ περὶ τὸν τέλειον συλλογισμὸν
5γεγυμνασμένος οὗτος ἂν ἱκανὸς εἴη καὶ περὶ τὸν ἀτελῆ οὐδὲν ἧττον.

1

.

8

.

4

Τί ποτ’ οὖν οὐ γυμνάζομεν αὑτούς τε καὶ ἀλλήλους

1

.

8

.

5

τὸν τρόπον τοῦτον; ὅτι νῦν καίτοι μὴ γυμναζόμενοι περὶ ταῦτα μηδ’ ἀπὸ τῆς ἐπιμελείας τοῦ ἤθους ὑπό γε ἐμοῦ περισπώμενοι ὅμως οὐδὲν ἐπιδίδομεν εἰς καλοκἀ‐

1

.

8

.

6

γαθίαν. τί οὖν χρὴ προσδοκᾶν, εἰ καὶ ταύτην τὴν ἀσχο‐ λίαν προσλάβοιμεν; καὶ μάλισθ’, ὅτι οὐ μόνον ἀσχολία τις ἀπὸ τῶν ἀναγκαιοτέρων αὐτὴ προσγένοιτ’ ἄν, ἀλλὰ

1

.

8

.

7

καὶ οἰήσεως ἀφορμὴ καὶ τύφου οὐχ ἡ τυχοῦσα. μεγάλη γάρ ἐστι δύναμις ἡ ἐπιχειρητικὴ καὶ πιθανολογική, καὶ μάλιστ’ εἰ τύχοι γυμνασίας ἐπιπλέον καί τινα καὶ εὐπρέ‐

1

.

8

.

8

πειαν ἀπὸ τῶν ὀνομάτων προσλάβοι. ὅτι καὶ ἐν τῷ καθόλου πᾶσα δύναμις ἐπισφαλὴς τοῖς ἀπαιδεύτοις καὶ ἀσθενέσι προσγενομένη πρὸς τὸ ἐπᾶραι καὶ χαυνῶσαι

1

.

8

.

9

ἐπ’ αὐτῇ. ποίᾳ γὰρ ἄν τις ἔτι μηχανῇ πείσαι τὸν νέον τὸν ἐν τούτοις διαφέροντα, ὅτι οὐ δεῖ προσθήκην αὐτὸν

1

.

8

.

10

ἐκείνων γενέσθαι, ἀλλ’ ἐκεῖνα αὐτῷ προσθεῖναι; οὐχὶ δὲ πάντας τοὺς λόγους τούτους καταπατήσας ἐπηρμένος
ἡμῖν καὶ πεφυσημένος περιπατεῖ μηδ’ ἀνεχόμενος, ἄν τις ἅπτηται [τι] αὐτοῦ ὑπομιμνῄσκων, τίνος ἀπολελειμ‐
5μένος ποῦ ἀποκέκλικεν;

1

.

8

.

11

Τί οὖν; Πλάτων φιλόσοφος οὐκ ἦν; Ἱπποκράτης γὰρ ἰατρὸς οὐκ ἦν; ἀλλ’ ὁρᾷς πῶς φράζει Ἱπποκράτης.

1

.

8

.

12

μή τι οὖν Ἱπποκράτης οὕτω φράζει, καθὸ ἰατρός ἐστιν; τί οὖν μιγνύεις πράγματα ἄλλως ἐπὶ τῶν αὐτῶν ἀνθρώ‐

1

.

8

.

13

πων συνδραμόντα; εἰ δὲ καλὸς ἦν Πλάτων καὶ ἰσχυρός, ἔδει κἀμὲ καθήμενον ἐκπονεῖν, ἵνα καλὸς γένωμαι ἢ ἵνα ἰσχυρός, ὡς τοῦτο ἀναγκαῖον πρὸς φιλοσοφίαν, ἐπεί τις

1

.

8

.

14

φιλόσοφος ἅμα καὶ καλὸς ἦν καὶ φιλόσοφος; οὐ θέλεις αἰσθάνεσθαι καὶ διακρῖναι κατὰ τί οἱ ἄνθρωποι γίνον‐ ται φιλόσοφοι καὶ τίνα ἄλλως αὐτοῖς πάρεστιν; ἄγε εἰ δ’ ἐγὼ φιλόσοφος ἤμην, ἔδει ὑμᾶς καὶ χωλοὺς γενέσθαι;

1

.

8

.

15

τί οὖν; αἴρω τὰς δυνάμεις ταύτας; μὴ γένοιτο· οὐδὲ

1

.

8

.

16

γὰρ τὴν ὁρατικήν. ὅμως δ’, ἄν μου πυνθάνῃ τί ἐστιν ἀγαθὸν τοῦ ἀνθρώπου, οὐκ ἔχω σοι ἄλλο εἰπεῖν ἢ ὅτι ποιὰ προαίρεσις [φαντασιῶν].

1

.

9

t

θʹ. Πῶς ἀπὸ τοῦ συγγενεῖς ἡμᾶς εἶναι τῷ θεῷ ἐπέλθοι ἄν τις ἐπὶ τὰ ἑξῆς.

1

.

9

.

1

Εἰ ταῦτά ἐστιν ἀληθῆ τὰ περὶ τῆς συγγενείας τοῦ θεοῦ καὶ ἀνθρώπων λεγόμενα ὑπὸ τῶν φιλοσόφων, τί
ἄλλο ἀπολείπεται τοῖς ἀνθρώποις ἢ τὸ τοῦ Σωκράτους, μηδέποτε πρὸς τὸν πυθόμενον ποδαπός ἐστιν εἰπεῖν ὅτι

1

.

9

.

2

Ἀθηναῖος ἢ Κορίνθιος, ἀλλ’ ὅτι κόσμιος; διὰ τί γὰρ λέγεις Ἀθηναῖον εἶναι σεαυτόν, οὐχὶ δ’ ἐξ ἐκείνης μό‐ νον τῆς γωνίας, εἰς ἣν ἐρρίφη γεννηθέν σου τὸ σωμά‐

1

.

9

.

3

τιον; ἢ δῆλον ὅτι ἀπὸ τοῦ κυριωτέρου καὶ περιέχοντος οὐ μόνον αὐτὴν ἐκείνην τὴν γωνίαν, 〈ἀλλὰ〉 καὶ ὅλην σου τὴν οἰκίαν καὶ ἁπλῶς ὅθεν σου τὸ γένος τῶν προ‐ γόνων εἰς σὲ κατελήλυθεν ἐντεῦθέν ποθεν καλεῖς σεαυ‐

1

.

9

.

4

τὸν Ἀθηναῖον καὶ Κορίνθιον; ὁ τοίνυν τῇ διοικήσει τοῦ κόσμου παρηκολουθηκὼς καὶ μεμαθηκώς, ὅτι ‘τὸ μέγιστον καὶ κυριώτατον καὶ περιεκτικώτατον πάντων τοῦτό ἐστι τὸ σύστημα τὸ ἐξ ἀνθρώπων καὶ θεοῦ,
5ἀπ’ ἐκείνου δὲ τὰ σπέρματα καταπέπτωκεν οὐκ εἰς τὸν πατέρα τὸν ἐμὸν μόνον οὐδ’ εἰς τὸν πάππον, ἀλλ’ εἰς ἅπαντα μὲν τὰ ἐπὶ γῆς γεννώμενά τε καὶ φυόμενα,

1

.

9

.

5

προηγουμένως δ’ εἰς τὰ λογικά, ὅτι κοινωνεῖν μόνον ταῦτα πέφυκεν τῷ θεῷ τῆς συναναστροφῆς κατὰ τὸν

1

.

9

.

6

λόγον ἐπι〈πε〉πλεγμένα‘, διὰ τί μὴ εἴπῃ [τις] αὑτὸν κό‐ σμιον; διὰ τί μὴ υἱὸν τοῦ θεοῦ; διὰ τί δὲ φοβηθήσε〈ταί〉

1

.

9

.

7

τι τῶν γιγνομένων ἐν ἀνθρώποις; ἀλλὰ πρὸς μὲν τὸν Καίσαρα ἡ συγγένεια ἢ ἄλλον τινὰ τῶν μέγα δυναμέ‐ νων ἐν Ῥώμῃ ἱκανὴ παρέχειν ἐν ἀσφαλείᾳ διάγοντας καὶ ἀκαταφρονήτους καὶ δεδοικότας μηδ’ ὁτιοῦν, τὸ δὲ
5τὸν θεὸν ποιητὴν ἔχειν καὶ πατέρα καὶ κηδεμόνα οὐκέτι

1

.

9

.

8

ἡμᾶς ἐξαιρήσεται λυπῶν καὶ φόβων; Καὶ πόθεν φάγω, φησίν, μηδὲν ἔχων; Καὶ πῶς οἱ δοῦλοι, πῶς οἱ δραπέται, τίνι πεποιθότες ἐκεῖνοι ἀπαλλάττονται τῶν δεσποτῶν; τοῖς ἀγροῖς. ἢ τοῖς οἰκέταις ἢ τοῖς ἀργυρώ‐
5μασιν; οὐδενί, ἀλλ’ ἑαυτοῖς· καὶ ὅμως οὐκ ἐπιλείπου‐

1

.

9

.

9

σιν αὐτοὺς τροφαί. τὸν δὲ φιλόσοφον ἡμῖν δεήσει ἄλ‐ λοις θαρροῦντα καὶ ἐπαναπαυόμενον ἀποδημεῖν καὶ μὴ ἐπιμελεῖσθαι αὐτὸν αὑτοῦ καὶ τῶν θηρίων τῶν ἀλόγων εἶναι χείρονα καὶ δειλότερον, ὧν ἕκαστον αὐτὸ αὑτῷ
5ἀρκούμενον οὔτε τροφῆς ἀπορεῖ τῆς οἰκείας οὔτε διεξα‐ γωγῆς τῆς καταλλήλου[ς] καὶ κατὰ φύσιν;

1

.

9

.

10

Ἐγὼ μὲν οἶμαι, ὅτι ἔδει καθῆσθαι τὸν πρεσβύτερον ἐνταῦθα οὐ τοῦτο μηχανώμενον, ὅπως μὴ ταπεινοφρο‐ νήσητε μηδὲ ταπεινοὺς μηδ’ ἀγεννεῖς τινας διαλογι‐

1

.

9

.

11

σμοὺς διαλογιεῖσθε αὐτοὶ περὶ ἑαυτῶν, ἀλλὰ μή τινες ἐμπίπτωσιν τοιοῦτοι νέοι, 〈οἳ〉 ἐπιγνόντες τὴν πρὸς τοὺς θεοὺς συγγένειαν καὶ ὅτι δεσμά τινα ταῦτα προσηρτή‐ μεθα τὸ σῶμα καὶ τὴν κτῆσιν αὐτοῦ καὶ ὅσα τούτων
5ἕνεκα ἀναγκαῖα ἡμῖν γίνεται εἰς οἰκονομίαν καὶ ἀνα‐
στροφὴν τὴν ἐν τῷ βίῳ, ὡς βάρη τινὰ καὶ ἀνιαρὰ καὶ ἄχρηστα ἀπο〈ρ〉ρῖψαι θέλωσιν καὶ ἀπελθεῖν πρὸς τοὺς

1

.

9

.

12

συγγενεῖς. καὶ τοῦτον ἔδει τὸν ἀγῶνα ἀγωνίζεσθαι τὸν διδάσκαλον ὑμῶν καὶ παιδευτήν, εἴ τις ἄρα ἦν· ὑμᾶς μὲν ἔρχεσθαι λέγοντας ‘Ἐπίκτητε, οὐκέτι ἀνεχόμεθα μετὰ τοῦ σωματίου τούτου δεδεμένοι καὶ τοῦτο τρέφον‐
5τες καὶ ποτίζοντες καὶ ἀναπαύοντες καὶ καθαίροντες,

1

.

9

.

13

εἶτα δι’ αὐτὸ συμπεριφερόμενοι τοῖσδε καὶ τοῖσδε. οὐκ ἀδιάφορα ταῦτα καὶ οὐδὲν πρὸς ἡμᾶς καὶ ὁ θάνατος οὐ κακόν; καὶ συγγενεῖς τινες τοῦ θεοῦ ἐσμεν κἀκεῖθεν

1

.

9

.

14

ἐληλύθαμεν; ἄφες ἡμᾶς ἀπελθεῖν ὅθεν ἐληλύθαμεν, ἄφες λυθῆναί ποτε τῶν δεσμῶν τούτων τῶν ἐξηρτημέ‐

1

.

9

.

15

νων καὶ βαρούντων. ἐνταῦθα λῃσταὶ καὶ κλέπται καὶ δικαστήρια καὶ οἱ καλούμενοι τύραννοι δοκοῦντες ἔχειν τινὰ ἐφ’ ἡμῖν ἐξουσίαν διὰ τὸ σωμάτιον καὶ τὰ τούτου κτήματα. ἄφες δείξωμεν αὐτοῖς, ὅτι οὐδενὸς ἔχουσιν

1

.

9

.

16

ἐξουσίαν‘· ἐμὲ δ’ ἐν τῷ〈δε〉 λέγειν ὅτι ‘ἄνθρωποι, ἐκ‐ δέξασθε τὸν θεόν. ὅταν ἐκεῖνος σημήνῃ καὶ ἀπολύσῃ ὑμᾶς ταύτης τῆς ὑπηρεσίας, τότ’ ἀπολύεσθε πρὸς αὐ‐ τόν· ἐπὶ δὲ τοῦ παρόντος ἀνάσχεσθε ἐνοικοῦντες ταύτην

1

.

9

.

17

τὴν χώραν, εἰς ἣν ἐκεῖνος ὑμᾶς ἔταξεν. ὀλίγος ἄρα χρόνος οὗτος ὁ τῆς οἰκήσεως καὶ ῥᾴδιος τοῖς οὕτω
διακειμένοις. ποῖος γὰρ ἔτι τύραννος ἢ ποῖος κλέπτης ἢ ποῖα δικαστήρια φοβερὰ τοῖς οὕτως παρ’ οὐδὲν πε‐
5ποιημένοις τὸ σῶμα καὶ τὰ τούτου κτήματα; μείνατε, μὴ ἀλογίστως ἀπέλθητε‘.

1

.

9

.

18

Τοιοῦτόν τι ἔδει γίνεσθαι παρὰ τοῦ παιδευτοῦ πρὸς

1

.

9

.

19

τοὺς εὐφυεῖς τῶν νέων. νῦν δὲ τί γίνεται; νεκρὸς μὲν ὁ παιδευτής, νεκροὶ δ’ ὑμεῖς. ὅταν χορτασθῆτε σήμερον,

1

.

9

.

20

κάθησθε κλάοντες περὶ τῆς αὔριον, πόθεν φάγητε. ἀν‐ δράποδον, ἂν σχῇς, ἕξεις· ἂν μὴ σχῇς, ἐξελεύσῃ· ἤνοι‐ κται ἡ θύρα. τί πενθεῖς; ποῦ ἔτι τόπος δακρύοις; τίς ἔτι κολακείας ἀφορμή; διὰ τί ἄλλος ἄλλῳ φθονήσει; διὰ
5τί πολλὰ κεκτημένους θαυμάσει ἢ τοὺς ἐν δυνάμει τε‐

1

.

9

.

21

ταγμένους, μάλιστ’ ἂν καὶ ἰσχυροὶ ὦσιν καὶ ὀργίλοι; τί γὰρ ἡμῖν ποιήσουσιν; ἃ δύνανται ποιῆσαι, τούτων οὐκ ἐπιστρεψόμεθα· ὧν ἡμῖν μέλει, ταῦτα οὐ δύνανται. τίς

1

.

9

.

22

οὖν ἔτι ἄρξει τοῦ οὕτως διακειμένου; πῶς Σωκράτης εἶχεν πρὸς ταῦτα; πῶς γὰρ ἄλλως ἢ ὡς ἔδει τὸν πεπεισ‐

1

.

9

.

23

μένον ὅτι ἐστὶ τῶν θεῶν συγγενής; ‘Ἄν μοι λέγητε‘, φησίν, ‘νῦν ὅτι “ἀφίεμέν σε ἐπὶ τούτοις, ὅπως μηκέτι διαλέξῃ τούτους τοὺς λόγους οὓς μέχρι νῦν διελέγου μηδὲ παρενοχλήσεις ἡμῶν τοῖς

1

.

9

.

24

νέοις μηδὲ τοῖς γέρουσιν”, ἀποκρινοῦμαι ὅτι γελοῖοί ἐστε, οἵτινες ἀξιοῦτε, εἰ μέν με ὁ στρα‐ τηγὸς ὁ ὑμέτερος ἔταξεν εἴς τινα τάξιν, ὅτι ἔδει με τηρεῖν αὐτὴν καὶ φυλάττειν καὶ μυριάκις
5πρότερον αἱρεῖσθαι ἀποθνῄσκειν ἢ ἐγκαταλιπεῖν αὐτήν, εἰ δ’ ὁ θεὸς ἔν τινι χώρᾳ καὶ ἀναστροφῇ κατατέταχεν, ταύτην δ’ ἐγκαταλιπεῖν δεῖ ἡμᾶς.‘

1

.

9

.

25

τοῦτ’ ἔστιν ἄνθρωπος ταῖς ἀληθείαις συγγενὴς τῶν θεῶν.

1

.

9

.

26

ἡμεῖς οὖν ὡς κοιλίαι, ὡς ἔντερα, ὡς αἰδοῖα, οὕτω περὶ αὑτῶν διανοούμεθα, ὅτι φοβούμεθα, ὅτι ἐπιθυμοῦμεν· τοὺς εἰς ταῦτα συνεργεῖν δυναμένους κολακεύομεν, τοὺς αὐτοὺς τούτους δεδοίκαμεν.

1

.

9

.

27

Ἐμέ τις ἠξίωκεν ὑπὲρ αὐτοῦ γράψαι εἰς τὴν Ῥώμην ὡς ἐδόκει τοῖς πολλοῖς ἠτυχηκὼς καὶ πρότερον μὲν ἐπιφανὴς ὢν καὶ πλούσιος, ὕστερον δ’ ἐκπεπτωκὼς

1

.

9

.

28

ἁπάντων καὶ διάγων ἐνταῦθα. κἀγὼ ἔγραψα ὑπὲρ αὐ‐ τοῦ ταπεινῶς. ὁ δ’ ἀναγνοὺς τὴν ἐπιστολὴν ἀπέδωκέν μοι αὐτὴν καὶ ἔφη ὅτι ‘Ἐγὼ βοηθηθῆναί τι ὑπὸ σοῦ ἤθελον, οὐχὶ ἐλεηθῆναι· κακὸν δέ μοι οὐθέν ἐστιν‘.

1

.

9

.

29

οὕτως καὶ Ῥοῦφος πειράζων μ’ εἰώθει λέγειν ‘Συμβήσε‐

1

.

9

.

30

ταί σοι τοῦτο καὶ τοῦτο ὑπὸ τοῦ δεσπότου‘. κἀμοῦ πρὸς αὐτὸν ἀποκριναμένου ὅτι ‘Ἀνθρώπινα‘ ‘Τί οὖν ἔτι ἐκεῖνον παρακαλῶ παρὰ σοῦ αὐτὰ λαβεῖν δυνάμενοσ‘;

1

.

9

.

31

τῷ γὰρ ὄντι, ὃ ἐξ αὑτοῦ τις ἔχει, περισσὸς καὶ μάταιος

1

.

9

.

32

παρ’ ἄλλου λαμβάνων. ἐγὼ οὖν ἔχων ἐξ ἐμαυτοῦ λαβεῖν τὸ μεγαλόψυχον καὶ γενναῖον, ἀγρὸν παρὰ σοῦ λάβω καὶ ἀργύριον ἢ ἀρχήν τινα; μὴ γένοιτο. οὐχ οὕτως

1

.

9

.

33

ἀναίσθητος ἔσομαι τῶν ἐμῶν κτημάτων. ἀλλ’ ὅταν τις ᾖ δειλὸς καὶ ταπεινός, ὑπὲρ τούτου τί ἄλλο ἢ ἀνάγκη γράφειν ἐπιστολὰς ὡς ὑπὲρ νεκροῦ ‘τὸ πτῶμα ἡμῖν

1

.

9

.

34

χάρισαι τοῦ δεῖνος καὶ ξέστην αἱματίου‘; τῷ γὰρ ὄντι πτῶμα ὁ τοιοῦτός ἐστι καὶ ξέστης αἱματίου, πλέον δ’ οὐδέν. εἰ δ’ ἦν πλέον τι, ᾐσθάνετ’ ἄν, ὅτι ἄλλος δι’ ἄλλον 〈οὐ〉 δυστυχεῖ.

1

.

10

t

ιʹ. Πρὸς τοὺς περὶ τὰς ἐν Ῥώμῃ προαγωγὰς ἐσπουδακότας.

1

.

10

.

1

Εἰ οὕτως σφοδρῶς συνετετά[γ]μεθα περὶ τὸ ἔργον τὸ ἑαυτῶν ὡς οἱ ἐν Ῥώμῃ γέροντες περὶ ἃ ἐσπουδάκασιν,

1

.

10

.

2

τάχα ἄν τι ἠνύομεν καὶ αὐτοί. οἶδα ἐγὼ πρεσβύτερον ἄνθρωπον ἐμοῦ τὸν νῦν ἐπὶ τοῦ σίτου ὄντα ἐν Ῥώμῃ, ὅτε ταύτῃ παρῆγεν ἀπὸ τῆς φυγῆς ἀναστρέφων, οἷα εἶπέν μοι, κατατρέχων τοῦ προτέρου ἑαυτοῦ βίου καὶ
5περὶ τῶν ἑξῆς ἐπαγγελ〈λ〉όμενος, ὅτι ἄλλο οὐδὲν ἀναβὰς σπουδάσει ἢ ἐν ἡσυχίᾳ καὶ ἀταραξίᾳ διεξαγαγεῖν τὸ λοιπὸν τοῦ βίου· ‘Πόσον γὰρ ἔτι ἐστὶν ἐμοὶ τὸ λοι‐

1

.

10

.

3

πόν;‘ Κἀγὼ ἔλεγον αὐτῷ ὅτι ‘Οὐ ποιήσεις, ἀλλ’
ὀσφρανθεὶς μόνον τῆς Ῥώμης ἁπάντων τούτων ἐπι‐ λήσῃ‘. ἂν δὲ καὶ εἰς αὐλὴν πάροδός τις δίδωται, ὅτι

1

.

10

.

4

χαίρων καὶ τῷ θεῷ εὐχαριστῶν ὤσεται. ‘Ἄν μ’ εὕρῃσ‘, ἔφη, ‘Ἐπίκτητε, τὸν ἕτερον πόδα εἰς τὴν αὐλὴν

1

.

10

.

5

τιθέντα, ὃ βούλει ὑπολάμβανε.‘ νῦν οὖν τί ἐποίησεν; πρὶν ἐλθεῖν εἰς τὴν Ῥώμην, ἀπήντησαν αὐτῷ παρὰ Καίσαρος πινακίδες· ὁ δὲ λαβὼν πάντων ἐκείνων ἐξ‐

1

.

10

.

6

ελάθετο καὶ λοιπὸν ἓν ἐξ ἑνὸς ἐπισεσώρευκεν. ἤθελον αὐτὸν νῦν παραστὰς ὑπομνῆσαι τῶν λόγων, οὓς ἔλεγεν παρερχόμενος, καὶ εἰπεῖν ὅτι ‘πόσῳ σοῦ ἐγὼ κομψό‐ τερος μάντις εἰμί‘.

1

.

10

.

7

Τί οὖν; ἐγὼ λέγω, ὅτι ἄπρακτόν ἐστι τὸ ζῷον; μὴ γένοιτο. ἀλλὰ διὰ τί ἡμεῖς οὐκ ἐσμὲν πρακτικοί;

1

.

10

.

8

εὐθὺς ἐγὼ πρῶτος, ὅταν ἡμέρα γένηται, μικρὰ ὑπομι‐ μνῄσκομαι, τίνα ἐπαναγνῶναί με δεῖ. εἶτα εὐθὺς ἐμαυτῷ· ‘τί δέ μοι καὶ μέλει πῶς ὁ δεῖνα ἀναγνῷ;

1

.

10

.

9

πρῶτόν ἐστιν, ἵνα ἐγὼ κοιμηθῶ‘. καίτοι τί ὅμοια τὰ ἐκείνων πράγματα τοῖς ἡμετέροις; ἂν ἐπιστῆτε, τί ἐκεῖνοι ποιοῦσιν, αἰσθήσεσθε. τί γὰρ ἄλλο ἢ ὅλην τὴν ἡμέραν ψηφίζουσιν, συζητοῦσι, συμβουλεύουσι περὶ σιταρίου,

1

.

10

.

10

περὶ ἀγριδίου, περί τινων προκοπῶν τοιούτων; ὅμοιον οὖν ἐστιν ἐντευξίδιον παρά τινος λαβόντα ἀναγιγνώ‐ σκειν ‘παρακαλῶ σε ἐπιτρέψαι μοι σιτάριον ἐξαγαγεῖν‘ ἢ ‘παρακαλῶ σε παρὰ Χρυσίππου ἐπισκέψασθαι τίς
5ἐστιν ἡ τοῦ κόσμου διοίκησις καὶ ποίαν τινὰ χώραν ἐν
αὐτῷ ἔχει τὸ λογικὸν ζῷον· ἐπίσκεψαι δὲ καὶ τίς εἶ σὺ

1

.

10

.

11

καὶ ποῖόν τι σοῦ τὸ ἀγαθὸν καὶ τὸ κακόν‘; ταῦτα ἐκεί‐ νοις ὅμοιά ἐστιν; ἀλλ’ ὁμοία〈σ〉 σπουδῆς χρείαν ἔχοντα;

1

.

10

.

12

ἀλλ’ ὡσαύτως ἀμελεῖν αἰσχρὸν τούτων κἀκείνων; τί οὖν; ἡμεῖς μόνοι ῥᾳθυμοῦμεν καὶ νυστάζομεν; οὔ· ἀλλὰ πολὺ

1

.

10

.

13

πρότερον ὑμεῖς οἱ νέοι. ἐπ〈ε〉ί τοι καὶ ἡμεῖς οἱ γέροντες, ὅταν παίζοντας ὁρῶμεν νέους, συμπροθυμούμεθα καὶ αὐτοὶ συμπαίζειν. πολὺ δὲ πλέον, εἰ ἑώρων διεγηγερ‐ μένους καὶ συμπροθυμουμένους, προεθυμούμην ἂν
5συσπουδάζειν καὶ αὐτός.

1

.

11

t

ιαʹ. Περὶ φιλοστοργίας.

1

.

11

.

1

Ἀφικομένου δέ τινος πρὸς αὐτὸν τῶν ἐν τέλει πυθόμενος παρ’ αὐτοῦ τὰ ἐπὶ μέρους ἠρώτησεν, εἰ καὶ

1

.

11

.

2

τέκνα εἴη αὐτῷ καὶ γυνή. τοῦ δ’ ὁμολογήσαντος προσ‐ επύθετο· Πῶς τι οὖν χρῇ τῷ πράγματι; Ἀθλίως,

1

.

11

.

3

ἔφη. Καὶ ὅς· Τίνα τρόπον; οὐ γὰρ δὴ τούτου γ’ ἕνεκα γαμοῦσιν ἄνθρωποι καὶ παιδοποιοῦνται, ὅπως

1

.

11

.

4

ἄθλιοι ὦσιν, ἀλλὰ μᾶλλον ὅπως εὐδαίμονες. Ἀλλ’ ἐγώ, ἔφη, οὕτως ἀθλίως ἔχω περὶ τὰ παιδάρια, ὥστε πρῴην νοσοῦντός μου τοῦ θυγατρίου καὶ δόξαντος
κινδυνεύειν οὐχ ὑπέμεινα οὐδὲ παρεῖναι αὐτῷ νοσοῦντι,
5φυγὼν δ’ ᾠχόμην, μέχρις οὗ προσήγγειλέ τις μοι ὅτι

1

.

11

.

5

ἔχει καλῶς. Τί οὖν; ὀρθῶς φαίνει σαυτῷ ταῦτα πε‐ ποιηκέναι; Φυσικῶς, ἔφη. Ἀλλὰ μὴν τοῦτό με πεῖσον, ἔφη, σύ, διότι φυσικῶς, καὶ ἐγώ σε πείσω, ὅτι

1

.

11

.

6

πᾶν τὸ κατὰ φύσιν γινόμενον ὀρθῶς γίνεται. Τοῦτο, ἔφη, πάντες ἢ οἵ γε πλεῖστοι πατέρες πάσχομεν. Οὐδ’ ἐγώ σοι ἀντιλέγω, ἔφη, ὅτι οὐ γίνεται, τὸ δ’ ἀμφισβη‐

1

.

11

.

7

τούμενον ἡμῖν ἐκεῖνό ἐστιν, εἰ ὀρθῶς. ἐπεὶ τούτου γ’ ἕνεκα καὶ τὰ φύματα δεῖ λέγειν ἐπ’ ἀγαθῷ γίνεσθαι τοῦ σώματος, ὅτι γίνεται, καὶ ἁπλῶς τὸ ἁμαρτάνειν εἶναι κατὰ φύσιν, ὅτι πάντες σχεδὸν ἢ οἵ γε πλεῖστοι ἁμαρ‐

1

.

11

.

8

τάνομεν. δεῖξον οὖν μοι σύ, πῶς κατὰ φύσιν ἐστίν. Οὐ δύναμαι, ἔφη· ἀλλὰ σύ μοι μᾶλλον δεῖξον, πῶς

1

.

11

.

9

οὐκ ἔστι κατὰ φύσιν οὐδ’ ὀρθῶς γίνεται. Καὶ ὅς· Ἀλλ’ εἰ ἐζητοῦμεν, ἔφη, περὶ λευκῶν καὶ μελάνων, ποῖον ἂν κριτήριον παρεκαλοῦμεν πρὸς διάγνωσιν αὐτῶν; Τὴν ὅρασιν, ἔφη. Τί δ’ εἰ περὶ θερμῶν καὶ ψυχρῶν
5καὶ σκληρῶν καὶ μαλακῶν, ποῖόν τι; Τὴν ἁφήν.

1

.

11

.

10

Οὐκοῦν, ἐπειδὴ περὶ τῶν κατὰ φύσιν καὶ τῶν ὀρθῶς ἢ οὐκ ὀρθῶς γινομένων ἀμφισβητοῦμεν, ποῖον θέλεις κρι‐

1

.

11

.

11

τήριον παραλάβωμεν; Οὐκ οἶδ’, ἔφη. Καὶ μὴν τὸ μὲν τῶν χρωμάτων καὶ ὀσμῶν, ἔτι δὲ χυλῶν κρι‐ τήριον ἀγνοεῖν τυχὸν οὐ μεγάλη ζημία, τὸ δὲ τῶν ἀγα‐ θῶν καὶ τῶν κακῶν καὶ τῶν κατὰ φύσιν καὶ παρὰ
5φύσιν τῷ ἀνθρώπῳ δοκεῖ σοι μικρὰ ζημία εἶναι τῷ

1

.

11

.

12

ἀγνοοῦντι; Ἡ μεγίστη μὲν οὖν. Φέρε, εἰπέ μοι, πάντα ἃ δοκεῖ τισιν εἶναι καλὰ καὶ προσήκοντα, ὀρθῶς δοκεῖ; καὶ νῦν Ἰουδαίοις καὶ Σύροις καὶ Αἰγυπτίοις καὶ Ῥωμαίοις οἷόν τε πάντα τὰ δοκοῦντα περὶ τροφῆς

1

.

11

.

13

ὀρθῶς δοκεῖν; Καὶ πῶς οἷόν τε; Ἀλλ’ οἶμαι πᾶσα ἀνάγκη, εἰ ὀρθά ἐστι 〈τὰ〉 Αἰγυπτίων, μὴ ὀρθὰ εἶναι τὰ τῶν ἄλλων, εἰ καλῶς ἔχει τὰ Ἰουδαίων, μὴ

1

.

11

.

14

καλῶς ἔχειν τὰ τῶν ἄλλων. Πῶς γὰρ οὔ; Ὅπου δ’ ἄγνοια, ἐκεῖ καὶ ἀμαθία καὶ ἡ περὶ τὰ ἀναγκαῖα

1

.

11

.

15

ἀπαιδευσία. Συνεχώρει. Σὺ οὖν, ἔφη, τούτων αἰσθόμενος οὐδὲν ἄλλο τοῦ λοιποῦ σπουδάσεις οὐδὲ πρὸς ἄλλῳ τινὶ τὴν γνώμην. ἕξεις ἢ ὅπως τὸ κριτήριον τῶν κατὰ φύσιν καταμαθὼν τούτῳ προσχρώμενος δια‐
5κρινεῖς τῶν ἐπὶ μέρους ἕκαστον.

1

.

11

.

16

Ἐπὶ δὲ τοῦ παρόντος τὰ τοσαῦτα ἔχω σοι πρὸς ὃ

1

.

11

.

17

βούλει βοηθῆσαι. τὸ φιλόστοργον δοκεῖ σοι κατὰ φύσιν τ’ εἶναι καὶ καλόν; Πῶς γὰρ οὔ; Τί δέ; τὸ μὲν φιλόστοργον κατὰ φύσιν τ’ ἐστὶ 〈καὶ καλόν〉, τὸ δ’ εὐ‐

1

.

11

.

18

λόγιστον οὐ καλόν; Οὐδαμῶς. Μὴ τοίνυν μάχην ἔχει τῷ φιλοστόργῳ τὸ εὐλόγιστον; Οὐ δοκεῖ μοι. Εἰ δὲ μή, τῶν μαχομένων ἀνάγκη θατέρου κατὰ φύσιν
ὄντος θάτερον εἶναι παρὰ φύσιν; ἢ γὰρ οὔ; Οὕτως, ἔφη.

1

.

11

.

19

Οὐκοῦν ὅ τι ἂν εὑρίσκωμεν ὁμοῦ μὲν φιλόστοργον ὁμοῦ δ’ εὐλόγιστον, τοῦτο θαρροῦντες ἀποφαινόμεθα

1

.

11

.

20

ὀρθόν τε εἶναι καὶ καλόν; Ἔστω, ἔφη. Τί οὖν; ἀφεῖναι νοσοῦν τὸ παιδίον καὶ ἀφέντα ἀπελθεῖν ὅτι μὲν οὐκ εὐλόγιστον οὐκ οἶμαί ς’ ἀντερεῖν. ὑπολείπεται δ’ ἡμᾶς σκοπεῖν εἰ φιλόστοργον. Σκοπῶμεν δή.

1

.

11

.

21

Ἆρ’ οὖν σὺ μὲν ἐπειδὴ φιλοστόργως διέκεισο πρὸς τὸ παιδίον, ὀρθῶς ἐποίεις φεύγων καὶ ἀπολείπων αὐτό; ἡ μήτηρ δ’ οὐ φιλοστοργεῖ τὸ παιδίον; Φιλοστοργεῖ

1

.

11

.

22

μὲν οὖν. Οὐκοῦν ἔδει καὶ τὴν μητέρα ἀφεῖναι αὐτὸ ἢ οὐκ ἔδει; Οὐκ ἔδει. Τί δ’ ἡ τιτθή; στέργει αὐ‐ τό; Στέργει, ἔφη. Ἔδει οὖν κἀκείνην ἀφεῖναι αὐτό; Οὐδαμῶς. Τί δ’ ὁ παιδαγωγός; οὐ στέργει

1

.

11

.

23

αὐτό; Στέργει. Ἔδει οὖν κἀκεῖνον ἀφέντα ἀπελ‐ θεῖν, εἶθ’ οὕτως ἔρημον καὶ ἀβοήθητον ἀπολειφθῆναι τὸ παιδίον διὰ τὴν πολλὴν φιλοστοργίαν τῶν γονέων ὑμῶν καὶ τῶν περὶ αὐτὸ ἢ ἐν ταῖς χερσὶν τῶν οὔτε
5στεργόντων οὔτε κηδομένων ἀποθανεῖν; Μὴ γένοιτο.

1

.

11

.

24

Καὶ μὴν ἐκεῖνό γε ἄνισον καὶ ἄγνωμον, ὅ τις αὑτῷ προσῆκον οἴεται διὰ τὸ φιλόστοργος εἶναι, τοῦτο τοῖς

1

.

11

.

25

ὁμοίως φιλοστοργοῦσιν μὴ ἐφιέναι; Ἄτοπον. Ἄγε, σὺ δ’ ἂν νοσῶν ἠβούλου φιλοστόργους οὕτως ἔχειν τοὺς προσήκοντας τούς τ’ ἄλλους καὶ αὐτὰ τὰ τέκνα καὶ τὴν
γυναῖκα, ὥστ’ ἀφεθῆναι μόνος ὑπ’ αὐτῶν καὶ ἔρημος;

1

.

11

.

26

Οὐδαμῶς. Εὔξαιο δ’ ἂν οὕτως στερχθῆναι ὑπὸ τῶν σαυτοῦ, ὥστε διὰ τὴν ἄγαν αὐτῶν φιλοστοργίαν ἀεὶ μόνος ἀπολείπεσθαι ἐν ταῖς νόσοις, ἢ τούτου γ’ ἕνεκα μᾶλλον ἂν ὑπὸ τῶν ἐχθρῶν, εἰ δυνατὸν ἦν, φιλοστορ‐
5γεῖσθαι ηὔχου, ὥστ’ ἀπολείπεσθαι ὑπ’ αὐτῶν; εἰ δὲ ταῦτα, ὑπολείπεται μηδαμῶς ἔτι φιλόστοργον εἶναι τὸ πραχθέν.

1

.

11

.

27

Τί οὖν; οὐδὲν ἦν τὸ κινῆσάν σε καὶ ἐξορμῆσαν πρὸς τὸ ἀφεῖναι τὸ παιδίον; καὶ πῶς οἷόν τε; ἀλλὰ τοιοῦτόν τι ἄν, οἷον καὶ ἐν Ῥώμῃ τινὰ ἦν τὸ κινοῦν, ὥστ’ ἐγκα‐ λύπτεσθαι τοῦ ἵππου τρέχοντος ᾧ ἐσπουδάκει, εἶτα νι‐
5κήσαντός ποτε παραλόγως σπόγγων δεῆσαι αὐτῷ πρὸς

1

.

11

.

28

τὸ ἀναληφθῆναι λιποψυχοῦντα. τί οὖν τοῦτό ἐστιν; τὸ μὲν ἀκριβὲς οὐ τοῦ παρόντος καιροῦ τυχόν· ἐκεῖνο δ’ ἀπαρκεῖ πεισθῆναι, εἴπερ ὑγιές ἐστι τὸ ὑπὸ τῶν φιλο‐ σόφων λεγόμενον, ὅτι οὐκ ἔξω που δεῖ ζητεῖν αὐτό, ἀλλ’
5ἓν καὶ ταὐτόν ἐστιν ἐπὶ πάντων τὸ αἴτιον τοῦ ποιεῖν τι ἡμᾶς ἢ μὴ ποιεῖν, τοῦ λέγειν τινὰ ἢ μὴ λέγειν, τοῦ ἐπαί‐

1

.

11

.

29

ρεσθαι ἢ συστέλλεσθαι ἢ φεύγειν τινὰ ἢ διώκειν, τοῦθ’ ὅπερ καὶ νῦν ἐμοί τε καὶ σοὶ γέγονεν αἴτιον, σοὶ μὲν τοῦ ἐλθεῖν πρὸς ἐμὲ καὶ καθῆσθαι νῦν ἀκούοντα, ἐμοὶ

1

.

11

.

30

δὲ τοῦ λέγειν ταῦτα. τί δ’ ἐστὶ τοῦτο; ἆρά γε ἄλλο ἢ ὅτι ἔδοξεν ἡμῖν; Οὐδέν. Εἰ δ’ ἄλλως ἡμῖν ἐφάνη,

1

.

11

.

31

τί ἂν ἄλλο ἢ τὸ δόξαν ἐπράττομεν; οὐκ οὖν καὶ τῷ
Ἀχιλλεῖ τοῦτο αἴτιον τοῦ πενθεῖν, οὐχ ὁ τοῦ Πατρόκλου θάνατος (ἄλλος γάρ τις οὐ πάσχει ταῦτα τοῦ ἑταίρου

1

.

11

.

32

ἀποθανόντος), ἀλλ’ ὅτι ἔδοξεν αὐτῷ. καὶ σοὶ τότε φεύ‐ γειν τοῦτο αὐτὸ ὅτι ἔδοξέν σοι· καὶ πάλιν, ἐὰν μείνῃς, ὅτι ἔδοξέν σοι. καὶ νῦν ἐν Ῥώμῃ ἀνέρχῃ, ὅτι δοκεῖ σοι·

1

.

11

.

33

κἂν μεταδόξῃ, οὐκ ἂν ἀπελεύσῃ. καὶ ἁπλῶς οὔτε θάνα‐ τος οὔτε φυγὴ οὔτε πόνος οὔτε ἄλλο τι τῶν τοιούτων αἴτιόν ἐστι τοῦ πράττειν τι ἢ μὴ πράττειν ἡμᾶς, ἀλλ’ ὑπολήψεις καὶ δόγματα.

1

.

11

.

34

Τοῦτό σε πείθω ἢ οὐχί; Πεί[σ]θεις, ἔφη. Οἷα δὴ τὰ αἴτια ἐφ’ ἑκάστου, τοιαῦτα καὶ τὰ ἀποτελούμενα.

1

.

11

.

35

οὐκοῦν ὅταν μὴ ὀρθῶς τι πράττωμεν, ἀπὸ ταύτης τῆς ἡμέρας οὐδὲν ἄλλο αἰτιασόμεθα ἢ τὸ δόγμα, ἀφ’ οὗ αὐτὸ ἐπράξαμεν, κἀκεῖνο ἐξαίρειν καὶ ἐκτέμνειν πειρα‐ σόμεθα μᾶλλον ἢ τὰ φύματα καὶ τὰ ἀποστήματα ἐκ τοῦ

1

.

11

.

36

σώματος. ὡσαύτως δὲ καὶ τῶν ὀρθῶς πραττομένων ταὐ‐

1

.

11

.

37

τὸν τοῦτο αἴτιον ἀποφανοῦμεν. καὶ οὔτ’ οἰκέτην ἔτι αἰτιασόμεθα οὔτε γείτονα οὔτε γυναῖκα οὔτε τέκνα ὡς αἴτιά τινων κακῶν ἡμῖν γινόμενα πεπεισμένοι ὅτι, ἂν μὴ ἡμῖν δόξῃ τοιαῦτά τινα εἶναι, οὐ πράττομεν τὰ ἀκό‐
5λουθα· τοῦ δόξαι δὲ ἢ μὴ δόξαι, ἡμεῖς κύριοι καὶ οὐ τὰ

1

.

11

.

38

ἐκτός. Οὕτως, ἔφη. Ἀπὸ τῆς σήμερον τοίνυν ἡμέ‐ ρας οὐδὲν ἄλλο ἐπισκοπήσομεν οὐδ’ ἐξετάσομεν, ποῖόν τι ἐστὶν ἢ πῶς ἔχει, οὔτε τὸν ἀγρὸν οὔτε τὰ ἀνδράποδα
οὔτε τοὺς ἵππους ἢ κύνας, ἀλλὰ τὰ δόγματα. Εὔχο‐

1

.

11

.

39

μαι, ἔφη. Ὁρᾷς οὖν, ὅτι σχολαστικόν σε δεῖ γενέσθαι, τοῦτο τὸ ζῷον οὗ πάντες καταγελῶσιν, εἴπερ ἄρα θέλεις

1

.

11

.

40

ἐπίσκεψιν τῶν σαυτοῦ δογμάτων ποιεῖσθαι. τοῦτο δ’ ὅτι μιᾶς ὥρας ἢ ἡμέρας οὐκ ἔστιν, ἐπινοεῖς καὶ αὐτός.

1

.

12

t

ιβʹ. Περὶ εὐαρεστήσεως.

1

.

12

.

1

Περὶ θεῶν οἱ μέν τινές εἰσιν οἱ λέγοντες μηδ’ εἶναι τὸ θεῖον, οἱ δ’ εἶναι μέν, ἀργὸν δὲ καὶ ἀμελὲς καὶ μὴ

1

.

12

.

2

προνοεῖν μηδενός· τρίτοι δ’ οἱ καὶ εἶναι καὶ προνοεῖν, ἀλλὰ τῶν μεγάλων καὶ οὐρανίων, τῶν δὲ ἐπὶ γῆς μηδε‐ νός· τέταρτοι δ’ οἱ καὶ τῶν ἐπὶ γῆς καὶ τῶν ἀνθρωπί‐ νων, εἰς κοινὸν δὲ μόνον καὶ οὐχὶ δὲ καὶ κατ’ ἰδίαν

1

.

12

.

3

ἑκάστου· πέμπτοι δ’, ὧν ἦν καὶ Ὀδυσσεὺς καὶ Σωκράτης, οἱ λέγοντες ὅτι
οὐδέ σε λήθω
Κινύμενος.

1

.

12

.

4

Πολὺ πρότερον οὖν ἀναγκαῖόν ἐστι περὶ ἑκάστου τούτων ἐπεσκέφθαι, πότερα ὑγιῶς ἢ οὐχ ὑγιῶς λεγόμενόν ἐστιν.

1

.

12

.

5

εἰ γὰρ μὴ εἰσὶν θεοί, πῶς ἐστι τέλος ἕπεσθαι θεοῖς; εἰ δ’ εἰσὶν μέν, μηδενὸς δ’ ἐπιμελούμενοι, καὶ οὕτως πῶς

1

.

12

.

6

ὑγιὲς ἔσται; ἀλλὰ δὴ καὶ ὄντων καὶ ἐπιμελομένων εἰ μηδεμία διάδοσις εἰς ἀνθρώπους ἐστὶν ἐξ αὐτῶν καὶ νὴ

1

.

12

.

7

Δία γε καὶ εἰς ἐμέ, πῶς ἔτι καὶ οὕτως ὑγιές ἐστιν; πάντα οὖν ταῦτα ὁ καλὸς καὶ ἀγαθὸς ἐπεσκεμμένος τὴν αὑτοῦ γνώμην ὑποτέταχεν τῷ διοικοῦντι τὰ ὅλα καθάπερ οἱ

1

.

12

.

8

ἀγαθοὶ πολῖται τῷ νόμῳ τῆς πόλεως. ὁ δὲ παιδευόμενος ταύτην ὀφείλει τὴν ἐπιβολὴν ἔχων ἐλθεῖν ἐπὶ τὸ παι‐ δεύεσθαι ‘πῶς ἂν ἑποίμην ἐγὼ ἐν παντὶ τοῖς θεοῖς καὶ πῶς ἂν εὐαρεστοίην τῇ θείᾳ διοικήσει καὶ πῶς ἂν γε‐

1

.

12

.

9

νοίμην ἐλεύθερος;‘ ἐλεύθερος γάρ ἐστιν, ᾧ γίνεται πάντα

1

.

12

.

10

κατὰ προαίρεσιν καὶ ὃν οὐδεὶς δύναται κωλῦσαι. τί οὖν; ἀπόνοιά ἐστιν ἡ ἐλευθερία; μὴ γένοιτο. μανία γὰρ καὶ

1

.

12

.

11

ἐλευθερία εἰς ταὐτὸν οὐκ ἔρχεται. ‘ἀλλ’ ἐγὼ θέλω πᾶν

1

.

12

.

12

τὸ δοκοῦν μοι ἀποβαίνειν, κἂν ὁπωσοῦν δοκῇ.‘ μαινό‐ μενος εἶ, παραφρονεῖς. οὐκ οἶδας, ὅτι καλόν τι ἐλευ‐ θερία ἐστὶ καὶ ἀξιόλογον; τὸ δ’ ὡς ἔτυχέν με βούλεσθαι τὰ [δ’] ὡς ἔτυχεν δόξαντα γίνεσθαι, τοῦτο κινδυνεύει
5οὐ μόνον οὐκ εἶναι καλόν, ἀλλὰ καὶ πάντων αἴσχιστον

1

.

12

.

13

εἶναι. πῶς γὰρ ἐπὶ γραμματικῶν ποιοῦμεν; βούλομαι γράφειν ὡς θέλω τὸ Δίωνος ὄνομα; οὔ· ἀλλὰ διδάσκο‐ μαι θέλειν, ὡς δεῖ γράφεσθαι. τί ἐπὶ μουσικῶν; ὡσαύ‐

1

.

12

.

14

τως. τί ἐν τῷ καθόλου, ὅπου τέχνη τις ἢ ἐπιστήμη ἐστίν; εἰ δὲ μή, οὐδενὸς ἦν ἄξιον τὸ ἐπίστασθαί τι, εἰ ταῖς

1

.

12

.

15

ἑκάστων βουλήσεσι προσηρμόζετο. ἐνταῦθα οὖ〈ν〉 μόνον ἐπὶ τοῦ μεγίστου καὶ κυριωτάτου, τῆς ἐλευθερίας, ὡς ἔτυχεν ἐφεῖταί μοι θέλειν; οὐδαμῶς, ἀλλὰ τὸ παιδεύε‐ σθαι τοῦτ’ ἔστι μανθάνειν ἕκαστα οὕτω θέλειν ὡς γί‐
5νεται. πῶς δὲ γίνεται; ὡς διέταξεν αὐτὰ ὁ διατάσσων.

1

.

12

.

16

διέταξε δὲ θέρος εἶναι καὶ χειμῶνα καὶ φορὰν καὶ ἀφο‐ ρίαν καὶ ἀρετὴν καὶ κακίαν καὶ πάσας τὰς τοιαύτας ἐναν‐ τιότητας ὑπὲρ συμφωνίας τῶν ὅλων ἡμῶν θ’ ἑκάστῳ σῶμα καὶ μέρη τοῦ σώματος καὶ κτῆσιν καὶ κοινωνοὺς
5ἔδωκεν.

1

.

12

.

17

Ταύτης οὖν τῆς διατάξεως μεμνημένους ἔρχεσθαι δεῖ ἐπὶ τὸ παιδεύεσθαι, οὐχ ἵν’ ἀλλάξωμεν τὰς ὑποθέσεις (οὔτε γὰρ δίδοται ἡμῖν οὔτ’ ἄμεινον), ἀλλ’ ἵνα οὕτως ἐχόντων τῶν περὶ ἡμᾶς ὡς ἔχει καὶ πέφυκεν αὐτοὶ τὴν
5γνώμην τὴν αὑτῶν συνηρμοσμένην τοῖς γινομένοις ἔχω‐

1

.

12

.

18

μεν. τί γάρ; ἐνδέχεται φυγεῖν ἀνθρώπους; καὶ πῶς οἷόν τε; ἀλλὰ συνόντας αὐτοῖς ἐκείνους ἀλλάξαι; καὶ τίς ἡμῖν

1

.

12

.

19

δίδωσιν; τί οὖν ἀπολείπεται ἢ τίς εὑρίσκεται μηχανὴ πρὸς τὴν χρῆσιν αὐτῶν; τοιαύτη, δι’ ἧς ἐκεῖνοι μὲν ποιήσουσι τὰ φαινόμενα αὐτοῖς, ἡμεῖς δ’ οὐδὲν ἧττον

1

.

12

.

20

κατὰ φύσιν ἕξομεν. σὺ δ’ ἀταλαίπωρος εἶ καὶ δυσάρε‐ στος κἂν μὲν μόνος ᾖς, ἐρημίαν καλεῖς τοῦτο, ἂν δὲ μετὰ ἀνθρώπων, ἐπιβούλους λέγεις καὶ λῃστάς, μέμφῃ δὲ καὶ γονεῖς τοὺς σεαυτοῦ καὶ τέκνα καὶ ἀδελφοὺς καὶ

1

.

12

.

21

γείτονας. ἔδει δὲ μόνον μένοντα ἡσυχίαν καλεῖν αὐτὸ
καὶ ἐλευθερίαν καὶ ὅμοιον τοῖς θεοῖς ἡγεῖσθαι αὑτόν, μετὰ πολλῶν δ’ ὄντα μὴ ὄχλον καλεῖν μηδὲ θόρυβον μηδ’ ἀηδίαν, ἀλλ’ ἑορτὴν καὶ πανήγυριν καὶ οὕτως πάν‐
5τα εὐαρέστως δέχεσθαι. τίς οὖν ἡ κόλασις τοῖς οὐ προσ‐

1

.

12

.

22

δεχομένοις; τὸ οὕτως ἔχειν ὡς ἔχουσιν. δυσαρεστεῖ τις τῷ μόνος εἶναι; ἔστω ἐν ἐρημίᾳ. δυσαρεστεῖ τις τοῖς γονεῦσιν; ἔστω κακὸς υἱὸς καὶ πενθείτω. δυσαρεστεῖ

1

.

12

.

23

τοῖς τέκνοις; ἔστω κακὸς πατήρ. ‘βάλε αὐτὸν εἰς φυλακήν.‘ ποίαν φυλακήν; ὅπου νῦν ἐστιν. ἄκων γάρ ἐστιν· ὅπου δέ τις ἄκων ἐστίν, ἐκεῖνο φυλακὴ αὐτῷ ἐστιν. καθὸ καὶ

1

.

12

.

24

Σωκράτης οὐκ ἦν ἐν φυλακῇ, ἑκὼν γὰρ ἦν. ‘σκέλος οὖν μοι γενέσθαι πεπηρωμένον.‘ ἀνδράποδον, εἶτα δι’ ἓν σκελύδριον τῷ κόσμῳ ἐγκαλεῖς; οὐκ ἐπιδώσεις αὐτὸ τοῖς ὅλοις; οὐκ ἀποστήσῃ; οὐ χαίρων παραχωρήσεις τῷ δε‐

1

.

12

.

25

δωκότι; ἀγανακτήσεις δὲ καὶ δυσαρεστήσεις τοῖς ὑπὸ τοῦ Διὸς διατεταγμένοις, ἃ ἐκεῖνος μετὰ τῶν Μοιρῶν παρουσῶν καὶ ἐπικλωθουσῶν σου τὴν γένεσιν ὥρισεν καὶ

1

.

12

.

26

διέταξεν; οὐκ οἶσθα[ς], ἡλίκον μέρος πρὸς τὰ ὅλα; τοῦτο
δὲ κατὰ τὸ σῶμα, ὡς κατά γε τὸν λόγον οὐδὲν χείρων τῶν θεῶν οὐδὲ μικρότερος· λόγου γὰρ μέγεθος οὐ μήκει οὐδ’ ὕψει κρίνεται, ἀλλὰ δόγμασιν.

1

.

12

.

27

Οὐ θέλεις οὖν, καθ’ ἃ ἴσος εἶ τοῖς θεοῖς, ἐκεῖ που

1

.

12

.

28

τίθεσθαι τὸ ἀγαθόν; ‘τάλας ἐγώ, τὸν πατέρα ἔχω τοι‐ οῦτον καὶ τὴν μητέρα.‘ τί οὖν; ἐδίδοτό σοι προελθόντι ἐκλέξασθαι καὶ εἰπεῖν ‘ὁ δεῖνα τῇ δεῖνι συνελθέτω τῇδε

1

.

12

.

29

τῇ ὥρᾳ, ἵνα ἐγὼ γένωμαι‘; οὐκ ἐδίδοτο. ἀλλ’ ἔδει προυπο‐ στῆναί σου τοὺς γονεῖς, εἶτα οὕτως γεννηθῆναι. ἐκ ποίων

1

.

12

.

30

τινῶν; ἐκ τοιούτων, ὁποῖοι ἦσαν. τί οὖν; τοιούτων αὐτῶν 〈ὄντων〉 οὐδεμία σοι δίδοται μηχανή; εἶτ’ εἰ μὲν τὴν ὁρα‐ τικὴν δύναμιν ἠγνόεις πρὸς τί κέκτησαι, δυστυχὴς ἂν ἦς καὶ ἄθλιος, εἰ κατέμυες, προσαγόντων σοι τῶν χρωμάτων·
5ὅτι δὲ μεγαλοψυχίαν ἔχων καὶ γενναιότητα πρὸς ἕκαστα τούτων ἀγνοεῖς, οὐ δυστυχέστερος εἶ καὶ ἀθλιώτερος;

1

.

12

.

31

προσάγεταί σοι τὰ κατάλληλα τῇ δυνάμει ἣν ἔχεις· σὺ δ’ αὐτὴν τότε μάλιστα ἀποστρέφεις, ὁπότε ἠνοιγμένην

1

.

12

.

32

καὶ βλέπουσαν ἔχειν ἔδει. οὐ μᾶλλον εὐχαριστεῖς τοῖς θεοῖς, ὅτι σε ἐπάνω τούτων ἀφῆκαν ὅσα μηδ’ ἐποίησαν ἐπὶ σοί, μόνον δ’ ὑπεύθυνον ἀπέφηναν τῶν ἐπὶ σοί;

1

.

12

.

33

γονέων ἕνεκα ἀνυπεύθυνον ἀφῆκαν· ἀδελφῶν ἕνεκα ἀφῆκαν, σώματος ἕνεκα ἀφῆκαν, κτήσεως, θανάτου,

1

.

12

.

34

ζωῆς. τίνος οὖν ὑπεύθυνόν σε ἐποίησαν; τοῦ μόνου ὄν‐

1

.

12

.

35

τος ἐπὶ σοί, χρήσεως οἵας δεῖ φαντασιῶν. τί οὖν ἐπισπᾷς σεαυτῷ ταῦτα ὧν ἀνυπεύθυνος εἶ; τοῦτό ἐστιν ἑαυτῷ παρέχειν πράγματα.

1

.

13

t

ιγʹ. Πῶς ἕκαστα ἔστιν ποιεῖν ἀρεστῶς θεοῖς.

1

.

13

.

1

Πυθομένου δέ τινος, πῶς ἔστιν ἐσθίειν ἀρεστῶς θεοῖς, Εἰ δικαίως ἔστιν, ἔφη, καὶ εὐγνωμόνως καὶ ἴσως ἐγκρατῶς καὶ κοσμίως, οὐκ ἔστι καὶ ἀρεστῶς τοῖς θεοῖς;

1

.

13

.

2

ὅταν δὲ θερμὸν αἰτήσαντός σου μὴ ὑπακούσῃ ὁ παῖς ἢ ὑπακούσας χλιαρώτερον ἐνέγκῃ ἢ μηδ’ εὑρεθῇ ἐν τῇ οἰκίᾳ, τὸ μὴ χαλεπαίνειν μηδὲ ῥήγνυσθαι οὐκ ἔστιν

1

.

13

.

3

ἀρεστὸν τοῖς θεοῖς; Πῶς οὖν τις ἀνάσχηται τῶν τοιούτων; Ἀνδράποδον, οὐκ ἀνέξῃ τοῦ ἀδελφοῦ τοῦ σαυτοῦ, ὃς ἔχει τὸν Δία πρόγονον, ὥσπερ υἱὸς ἐκ τῶν αὐτῶν σπερμάτων γέγονεν καὶ τῆς αὐτῆς ἄνωθεν κατα‐

1

.

13

.

4

βολῆς, ἀλλ’ εἰ ἔν τινι τοιαύτῃ χώρᾳ κατετάγης ὑπερε‐ χούσῃ, εὐθὺς τύραννον καταστήσεις σεαυτόν; οὐ μεμνή‐ σῃ τί εἶ καὶ τίνων ἄρχεις; ὅτι συγγενῶν, ὅτι ἀδελφῶν

1

.

13

.

5

φύσει, ὅτι τοῦ Διὸς ἀπογόνων; Ἀλλ’ ὠνὴν αὐτῶν ἔχω, ἐκεῖνοι δ’ ἐμοῦ οὐκ ἔχουσιν. Ὁρᾷς ποῦ βλέπεις; ὅτι εἰς τὴν γῆν, ὅτι εἰς τὸ βάραθρον, ὅτι εἰς τοὺς τα‐ λαιπώρους τούτους νόμους τοὺς τῶν νεκρῶν, εἰς δὲ
5τοὺς τῶν θεῶν οὐ βλέπεις;

1

.

14

t

ιδʹ. Ὅτι πάντας ἐφορᾷ τὸ θεῖον.

1

.

14

.

1

Πυθομένου δέ τινος, πῶς ἄν τις πεισθείη, ὅτι ἕκα‐ στον τῶν ὑπ’ αὐτοῦ πραττομένων ἐφορᾶται ὑπὸ τοῦ

1

.

14

.

2

θεοῦ, Οὐ δοκεῖ σοι, ἔφη, ἡνῶσθαι τὰ πάντα; Δοκεῖ, ἔφη. Τί δέ; συμπαθεῖν τὰ ἐπίγεια τοῖς οὐρανίοις οὐ

1

.

14

.

3

δοκεῖ σοι; Δοκεῖ, ἔφη. Πόθεν γὰρ οὕτω τεταγμέ‐ νως καθάπερ ἐκ προστάγματος τοῦ θεοῦ, ὅταν ἐκεῖνος εἴπῃ τοῖς φυτοῖς ἀνθεῖν, ἀνθεῖ, ὅταν εἴπῃ βλαστάνειν, βλαστάνει, ὅταν ἐκφέρειν τὸν καρπόν, ἐκφέρει, ὅταν
5πεπαίνειν, πεπαίνει, ὅταν πάλιν ἀποβάλλειν καὶ φυλ‐ λο〈ρ〉ροεῖν καὶ αὐτὰ εἰς αὑτὰ συνειλούμενα ἐφ’ ἡσυχίας

1

.

14

.

4

μένειν καὶ ἀναπαύεσθαι, μένει καὶ ἀναπαύεται; πόθεν δὲ πρὸς τὴν αὔξησιν καὶ μείωσιν τῆς σελήνης καὶ τὴν τοῦ ἡλίου πρόσοδον καὶ ἄφοδον τοσαύτη παραλλαγὴ καὶ ἐπὶ τὰ ἐναντία μεταβολὴ τῶν ἐπιγείων θεωρεῖται;

1

.

14

.

5

ἀλλὰ τὰ φυτὰ μὲν καὶ τὰ ἡμέτερα σώματα οὕτως ἐν‐ δέδεται τοῖς ὅλοις καὶ συμπέπονθεν, αἱ ψυχαὶ δ’ αἱ

1

.

14

.

6

ἡμέτεραι οὐ πολὺ πλέον; ἀλλ’ αἱ ψυχαὶ μὲν οὕτως εἰσὶν ἐνδεδεμέναι καὶ συναφεῖς τῷ θεῷ ἅτε αὐτοῦ μόρια
οὖσαι καὶ ἀποσπάσματα, οὐ παντὸς δ’ αὐτῶν κινήματος

1

.

14

.

7

ἅτε οἰκείου καὶ συμφυοῦς ὁ θεὸς αἰσθάνεται; ἀλλὰ σὺ μὲν περὶ τῆς θείας διοικήσεως καὶ περὶ ἑκάστου τῶν θείων, ὁμοῦ δὲ καὶ περὶ τῶν ἀνθρωπίνων πραγμάτων ἐνθυμεῖσθαι δύνασαι καὶ ἅμα μὲν αἰσθητικῶς ἀπὸ
5μυρίων πραγμάτων κινεῖσθαι, ἅμα δὲ διανοητικῶς, ἅμα δὲ συγκαταθετικῶς, τοῖς δ’ ἀνανευστικῶς ἢ ἐφεκτικῶς,

1

.

14

.

8

τύπους δὲ τοσούτους ἀφ’ οὕτω πολλῶν καὶ ποικίλων πραγμάτων ἐν τῇ σαυτοῦ ψυχῇ φυλάττεις καὶ ἀπ’ αὐ‐ τῶν κινούμενος εἰς ἐπινοίας ὁμοειδεῖς ἐμπίπτεις τοῖς πρώτως τετυπωκόσι τέχνας τ’ ἄλλην ἐπ’ ἄλλῃ καὶ μνή‐

1

.

14

.

9

μας ἀπὸ μυρίων πραγμάτων διασῴζεις· ὁ δὲ θεὸς οὐχ οἷός τ’ ἐστὶ πάντα ἐφορᾶν καὶ πᾶσιν συμπαρεῖναι καὶ

1

.

14

.

10

ἀπὸ πάντων τινὰ ἴσχειν διάδοσιν; ἀλλὰ φωτίζειν οἷός τ’ ἐστὶν ὁ ἥλιος τηλικοῦτον μέρος τοῦ παντός, ὀλίγον δὲ τὸ ἀφώτιστον ἀπολιπεῖν ὅσον οἷόν τ’ ἐπέχεσθαι ὑπὸ σκιᾶς, ἣν ἡ γῆ ποιεῖ· ὁ δὲ καὶ τὸν ἥλιον αὐτὸν πεποιη‐
5κὼς καὶ περιάγων μέρος ὄν〈τ’〉 αὐτοῦ μικρὸν ὡς πρὸς τὸ ὅλον, οὗτος δ’ οὐ δύναται πάντων αἰσθάνεσθαι;

1

.

14

.

11

Ἀλλ’ ἐγώ, φησίν, οὐ δύναμαι πᾶσιν ἅμα τούτοις παρακολουθεῖν. Τοῦτο δέ σοι καὶ λέγει τις, ὅτι ἴσην

1

.

14

.

12

ἔχεις δύναμιν τῷ Διί; ἀλλ’ οὖν οὐδὲν ἧττον καὶ ἐπίτρο‐
πον ἑκάστῳ παρέστησεν τὸν ἑκάστου δαίμονα καὶ παρέ‐ δωκεν φυλάσσειν αὐτὸν αὐτῷ καὶ τοῦτον ἀκοίμητον καὶ

1

.

14

.

13

ἀπαραλόγιστον. τίνι γὰρ ἄλλῳ κρείττονι καὶ ἐπιμελεστέ‐ ρῳ φύλακι παρέδωκεν ἡμῶν ἕκαστον; ὥσθ’, ὅταν κλείσητε τὰς θύρας καὶ σκότος ἔνδον ποιήσητε, μέμνησθε μηδέ‐

1

.

14

.

14

ποτε λέγειν ὅτι μόνοι ἐστέ· οὐ γὰρ ἐστέ, ἀλλ’ ὁ θεὸς ἔνδον ἐστὶ καὶ ὁ ὑμέτερος δαίμων ἐστίν. καὶ τίς τού‐

1

.

14

.

15

τοις χρεία φωτὸς εἰς τὸ βλέπειν τί ποιεῖτε; τούτῳ τῷ θεῷ ἔδει καὶ ὑμᾶς ὀμνύειν ὅρκον, οἷον οἱ στρατιῶται τῷ Καίσαρι. ἀλλ’ ἐκεῖνοι μὲν τὴν μισθοφορίαν λαμβά‐ νοντες ὀμνύουσιν πάντων προτιμήσειν τὴν τοῦ Καίσα‐
5ρος σωτηρίαν, ὑμεῖς δὲ † δε τοσούτων καὶ τηλικούτων

1

.

14

.

16

ἠξιωμένοι οὐκ ὀμόσετε ἢ ὀμόσαντες οὐκ ἐμμενεῖτε; καὶ τί ὀμόσετε; μὴ ἀπ〈ε〉ιθήσειν μηδέποτε μηδ’ ἐγκαλέσειν μηδὲ μέμψεσθαί τινι τῶν ὑπ’ ἐκείνου δεδομένων μηδ’

1

.

14

.

17

ἄκοντες ποιήσειν τι ἢ πείσεσθαι τῶν ἀναγκαίων. ὅμοιός γε ὅρκος οὗτος ἐκείνῳ; ἐκεῖ μὲν ὀμνύουσιν αὐτοῦ μὴ προτιμήσειν ἕτερον, ἐνταῦθα δ’ αὑτοὺς ἁπάντων.

1

.

15

t

ιεʹ. Τί ἐπαγγέλλεται φιλοσοφία.

1

.

15

.

1

Συμβουλευομένου τινός, πῶς τὸν ἀδελφὸν πείσῃ

1

.

15

.

2

μηκέτι χαλεπῶς αὐτῷ ἔχειν, Οὐκ ἐπαγγέλλεται, ἔφη,
φιλοσοφία τῶν ἐκτός τι περιποιήσειν τῷ ἀνθρώπῳ· εἰ δὲ μή, ἔξω τι τῆς ἰδίας ὕλης ἀν〈αδ〉έξεται. ὡς γὰρ τέ‐ κτονος ὕλη τὰ ξύλα, ἀνδριαντοποιοῦ ὁ χαλκός, οὕτως

1

.

15

.

3

τῆς περὶ βίον τέχνης ὕλη ὁ βίος αὐτοῦ ἑκάστου. Τί οὖν ὁ τοῦ ἀδελφοῦ; Πάλιν τῆς αὐτοῦ ἐκείνου τέχνης ἐστίν, πρὸς δὲ τὴν σὴν τῶν ἐκτός ἐστιν, ὅμοιον ἀγρῷ, ὅμοιον ὑγείᾳ, ὅμοιον εὐδοξίᾳ. τούτων δ’ οὐδὲν ἐπαγ‐

1

.

15

.

4

γέλλεται· φιλοσοφία. ‘ἐν πάσῃ περιστάσει τηρήσω τὸ ἡγεμονικὸν κατὰ φύσιν ἔχον.‘ Τὸ τίνος; ‘Τὸ

1

.

15

.

5

ἐκείνου, ἐν ᾧ εἰμί.‘ Πῶς οὖν ἐκεῖνός μοι μὴ ὀργί‐ ζηται; ‘Φέρε μοι ἐκεῖνον κἀκείνῳ ἐρῶ, σοὶ δὲ περὶ τῆς ἐκείνου ὀργῆς οὐδὲν ἔχω λέγειν.‘

1

.

15

.

6

Εἰπόντος δὲ τοῦ συμβουλευομένου ὅτι Τοῦτο ζητῶ, πῶς ἂν ἐκείνου καὶ μὴ διαλλασσομένου κατὰ φύσιν

1

.

15

.

7

ἔχοιμι, Οὐδέν, ἔφη, τῶν μεγάλων ἄφνω γίνεται, ὅπου γε οὐδ’ ὁ βότρυς οὐδὲ σῦκον. ἄν μοι νῦν λέγῃς ὅτι ‘θέλω σῦκον‘, ἀποκρινοῦμαί σοι ὅτι ‘χρόνου δεῖ‘. ἄφες ἀνθήσῃ πρῶτον, εἶτα προβάλῃ τὸν καρπόν, εἶτα πεπαν‐

1

.

15

.

8

θῇ. εἶτα συκῆς μὲν καρπὸς ἄφνω καὶ μιᾷ ὥρᾳ οὐ τε‐ λειοῦται, γνώμης δ’ ἀνθρώπου καρπὸν θέλεις οὕτως δι’ ὀλίγου καὶ εὐκόλως κτήσασθαι; μηδ’ ἂν ἐγώ σοι λέγω, προσδόκα.

1

.

16

t

ιϛʹ. Περὶ προνοίας.

1

.

16

.

1

Μὴ θαυμάζετ’ εἰ τοῖς μὲν ἄλλοις ζῴοις τὰ πρὸς τὸ
σῶμα ἕτοιμα γέγονεν, οὐ μόνον τροφαὶ καὶ πόμα, ἀλλὰ καὶ κοίτη καὶ τὸ μὴ δεῖσθαι ὑποδημάτων, μὴ ὑποστρω‐ μάτων, μὴ ἐσθῆτος, ἡμεῖς δὲ πάντων τούτων προσδεό‐

1

.

16

.

2

μεθα. τὰ γὰρ οὐκ αὐτῶν ἕνεκα, ἀλλὰ πρὸς ὑπηρεσίαν γεγονότα οὐκ ἐλυσιτέλει προσδεόμενα ἄλλων πεποιηκέ‐

1

.

16

.

3

ναι. ἐπεὶ ὅρα οἷον ἦν ἡμᾶς φροντίζειν μὴ περὶ αὑτῶν μόνον ἀλλὰ καὶ περὶ τῶν προβάτων καὶ τῶν ὄνων, πῶς ἐνδύσηται καὶ πῶς ὑποδήσηται, πῶς φάγῃ, πῶς πίῃ.

1

.

16

.

4

ἀλλ’ ὥσπερ οἱ στρατιῶται ἕτοιμοί εἰσι τῷ στρατηγῷ ὑποδεδεμένοι ἐνδεδυμένοι ὡπλισμένοι, εἰ δ’ ἔδει πε‐ ριερχόμενον τὸν χιλίαρχον ὑποδεῖν ἢ ἐνδύειν τοὺς χιλίους, δεινὸν ἂν ἦν, οὕτω καὶ ἡ φύσις πεποίηκε τὰ
5πρὸς ὑπηρεσίαν γεγονότα ἕτοιμα παρεσκευασμένα μηδε‐

1

.

16

.

5

μιᾶς ἐπιμελείας ἔτι προσδεόμενα. οὕτως ἓν παιδίον

1

.

16

.

6

μικρὸν καὶ ῥάβδῳ ἐλαύνει τὰ πρόβατα. νῦν δ’ ἡμεῖς ἀφέντες ἐπὶ τούτοις εὐχαριστεῖν, ὅτι μὴ καὶ αὐτῶν τὴν ἴσην ἐπιμέλειαν ἐπιμελούμεθα, ἐφ’ αὑτοῖς ἐγκαλοῦμεν

1

.

16

.

7

τῷ θεῷ. καίτοι νὴ τὸν Δία καὶ τοὺς θεοὺς ἓν τῶν γε‐ γονότων ἀπήρκει πρὸς τὸ αἰσθέσθαι τῆς προνοίας τῷ

1

.

16

.

8

γε αἰδήμονι καὶ εὐχαρίστῳ. καὶ μή μοι νῦν τὰ μεγάλα· αὐτὸ τοῦτο τὸ ἐκ π[τ]όας γάλα γεννᾶσθαι καὶ ἐκ γάλα‐ κτος τυρὸν καὶ ἐκ δέρματος ἔρια τίς ἐστιν ὁ πεποιηκὼς ταῦτα ἢ ἐπινενοηκώς; ‘οὐδὲ εἷσ‘ φησίν. ὦ μεγάλης ἀναι‐
5σθησίας καὶ ἀναισχυντίας.

1

.

16

.

9

Ἄγε ἀφῶμεν τὰ ἔργα τῆς φύσεως, τὰ πάρεργα αὐ‐

1

.

16

.

10

τῆς θεασώμεθα. μή τι ἀχρηστότερον τριχῶν τῶν ἐπὶ γενείου; τί οὖν; οὐ συνεχρήσατο καὶ ταύταις ὡς μάλιστα πρεπόντως ἐδύνατο; οὐ διέκρινεν δι’ αὐτῶν τὸ ἄρρεν

1

.

16

.

11

καὶ τὸ θῆλυ; οὐκ εὐθὺς μακρόθεν κέκραγεν ἡμῶν ἑκά‐ στου ἡ φύσις ‘ἀνήρ εἰμι· οὕτω μοι προσέρχου, οὕτω μοι

1

.

16

.

12

λάλει, ἄλλο μηδὲν ζήτει· ἰδοὺ τὰ σύμβολα‘; πάλιν ἐπὶ τῶν γυναικῶν ὥσπερ ἐν φωνῇ τι ἐγκατέμιξεν ἁπαλώτε‐ ρον, οὕτως καὶ τὰς τρίχας ἀφεῖλεν. οὔ· ἀλλ’ ἀδιάκρι‐ τον ἔδει τὸ ζῷον ἀπολειφθῆναι καὶ κηρύσσειν ἕκαστον

1

.

16

.

13

ἡμῶν ὅτι ‘ἀνήρ εἰμι‘. πῶς δὲ καλὸν τὸ σύμβολον καὶ εὐπρεπὲς καὶ σεμνόν, πόσῳ κάλλιον τοῦ τῶν ἀλεκτρυό‐ νων λόφου, πόσῳ μεγαλοπρεπέστερον τῆς χαίτης τῶν

1

.

16

.

14

λεόντων. διὰ τοῦτο ἔδει σῴζειν τὰ σύμβολα τοῦ θεοῦ, ἔδει αὐτὰ μὴ καταπροίεσθαι, μὴ συγχεῖν ὅσον ἐφ’ ἑαυ‐ τοῖς τὰ γένη τὰ διῃρημένα.

1

.

16

.

15

Ταῦτα μόνα ἐστὶν ἔργα ἐφ’ ἡμῶν τῆς προνοίας; καὶ τίς ἐξαρκεῖ λόγος ὁμοίως αὐτὰ ἐπαινέσαι ἢ παραστῆσαι; εἰ γὰρ νοῦν εἴχομεν, ἄλλο τι ἔδει ἡμᾶς ποιεῖν καὶ κοινῇ καὶ ἰδίᾳ ἢ ὑμνεῖν τὸ θεῖον καὶ εὐφημεῖν καὶ ἐπεξέρχε‐

1

.

16

.

16

σθαι τὰς χάριτας; οὐκ ἔδει καὶ σκάπτοντας καὶ ἀροῦντας καὶ ἐσθίοντας ᾄδειν τὸν ὕμνον τὸν εἰς τὸν θεόν; ‘μέγας ὁ θεὸς, ὅτι ἡμῖν παρέσχεν ὄργανα ταῦτα δι’ ὧν τὴν γῆν

1

.

16

.

17

ἐργασόμεθα· μέγας ὁ θεός, ὅτι χεῖρας δέδωκεν, ὅτι κατά‐
ποσιν, ὅτι κοιλίαν, ὅτι αὔξεσθαι λεληθότως, ὅτι καθεύ‐

1

.

16

.

18

δοντας ἀναπνεῖν.‘ ταῦτα ἐφ’ ἑκάστου ἐφυμνεῖν ἔδει καὶ τὸν μέγιστον καὶ θειότατον ὕμνον ἐφυμνεῖν, ὅτι τὴν δύναμιν ἔδωκεν τὴν παρακολουθητικὴν τούτοις καὶ ὁδῷ

1

.

16

.

19

χρηστικήν. τί οὖν; ἐπεὶ οἱ πολλοὶ ἀποτετύφλωσθε, οὐκ ἔδει τινὰ εἶναι τὸν ταύτην ἐκπληροῦντα τὴν χώραν καὶ

1

.

16

.

20

ὑπὲρ πάντων ᾄδοντα τὸν ὕμνον τὸν εἰς τὸν θεόν; τί γὰρ ἄλλο δύναμαι γέρων χωλὸς εἰ μὴ ὑμνεῖν τὸν θεόν; εἰ γοῦν ἀηδὼν ἤμην, ἐποίουν τὰ τῆς ἀηδόνος, εἰ κύκνος,

1

.

16

.

21

τὰ τοῦ κύκνου. νῦν δὲ λογικός εἰμι· ὑμνεῖν με δεῖ τὸν θεόν. τοῦτό μου τὸ ἔργον ἐστίν, ποιῶ αὐτὸ οὐδ’ ἐγ‐ καταλείψω τὴν τάξιν ταύτην, ἐφ’ ὅσον ἂν διδῶται, καὶ ὑμᾶς ἐπὶ τὴν αὐτὴν ταύτην ᾠδὴν παρακαλῶ.

1

.

17

t

ιζʹ. Ὅτι ἀναγκαῖα τὰ λογικά.

1

.

17

.

1

Ἐπειδὴ λόγος ἐστὶν ὁ διαρθρῶν καὶ ἐξεργαζόμενος τὰ λοιπά, ἔδει δ’ αὐτὸν μὴ ἀδιάρθρωτον εἶναι, ὑπὸ

1

.

17

.

2

τίνος διαρθρωθῇ; δῆλον γὰρ ὅτι ἢ ὑφ’ αὑτοῦ ἢ ὑπ’ ἄλλου. ἤ τοι λόγος ἐστὶν ἐκεῖνος ἢ ἄλλο τι κρεῖσσον

1

.

17

.

3

ἔσται τοῦ λόγου, ὅπερ ἀδύνατον. εἰ λόγος, ἐκεῖνον πάλιν τίς διαρθρώσει; εἰ γὰρ αὐτὸς ἑαυτόν, δύναται
καὶ οὗτος. εἰ ἄλλου δεησόμεθα, ἄπειρον ἔσται τοῦτο

1

.

17

.

4

καὶ ἀκατάληκτον. ‘[εἰ]ναί, ἀλλ’ ἐπείγει μᾶλλον θεραπεύ‐ ειν‘ καὶ τὰ ὅμοια. θέλεις οὖν περὶ ἐκείνων ἀκούειν;

1

.

17

.

5

ἄκουε. ἀλλ’ ἄν μοι λέγῃς ὅτι ‘οὐκ οἶδα πότερον ἀληθῶς ἢ ψευδῶς διαλέγῃ‘, κἄν τι κατ’ ἀμφίβολον φωνὴν εἴπω καὶ λέγῃς μοι ‘διάστιξον‘, οὐκ ἔτι ἀνέξομαί σου, ἀλλ’

1

.

17

.

6

ἐρῶ σοι ‘ἀλλ’ ἐπείγει μᾶλλον‘. διὰ τοῦτο γὰρ οἶμαι προ[σ]τάσσουσιν τὰ λογικά, καθάπερ τῆς μετρήσεως τοῦ

1

.

17

.

7

σίτου προτάσσομεν τὴν τοῦ μέτρου ἐπίσκεψιν. ἂν δὲ μὴ διαλάβωμεν πρῶτον τί ἐστι μόδιος μηδὲ διαλάβωμεν πρῶτον τί ἐστι ζυγός, πῶς ἔτι μετρῆσαί τι ἢ στῆσαι

1

.

17

.

8

δυνησόμεθα; ἐνταῦθα οὖν τὸ τῶν ἄλλων κριτήριον καὶ δι’ οὗ τἆλλα καταμανθάνεται μὴ καταμεμαθηκότες μηδ’ ἠκριβωκότες δυνησόμεθά τι τῶν ἄλλων ἀκριβῶσαι καὶ

1

.

17

.

9

καταμαθεῖν; καὶ πῶς οἷόν τε; ‘ναί· ἀλλ’ ὁ μόδιος ξύλον

1

.

17

.

10

ἐστὶ καὶ ἄκαρπον.‘ ἀλλὰ μετρητικὸν σίτου. ‘καὶ τὰ λο‐ γικὰ ἄκαρπά ἐστι.‘ καὶ περὶ τούτου μὲν ὀψόμεθα. εἰ δ’ οὖν καὶ τοῦτο δοίη τις, ἐκεῖνο ἀπαρκεῖ ὅτι τῶν ἄλλων ἐστὶ διακριτικὰ καὶ ἐπισκεπτικὰ καὶ ὡς ἄν τις εἴποι

1

.

17

.

11

μετρητικὰ καὶ στατικά. τίς λέγει ταῦτα; μόνος Χρύσιπ‐

1

.

17

.

12

πος καὶ Ζήνων καὶ Κλεάνθης; Ἀντισθένης δ’ οὐ λέγει; καὶ τίς ἐστιν ὁ γεγραφὼς ὅτι ‘ἀρχὴ παιδεύσεως ἡ
τῶν ὀνομάτων ἐπίσκεψισ‘; Σωκράτης δ’ οὐ λέγει; καὶ περὶ τίνος γράφει Ξενοφῶν, ὅτι ἤρχετο ἀπὸ τῆς τῶν
5ὀνομάτων ἐπισκέψεως, τί σημαίνει ἕκαστον;

1

.

17

.

13

Ἆρ’ οὖν τοῦτό ἐστι τὸ μέγα καὶ τὸ θαυμαστὸν νοῆσαι Χρύσιππον ἢ ἐξηγήσασθαι; καὶ τίς λέγει τοῦτο; τί οὖν

1

.

17

.

14

τὸ θαυμαστόν ἐστιν; νοῆσαι τὸ βούλημα τῆς φύσεως. τί οὖν; αὐτὸς διὰ σεαυτοῦ παρακολουθεῖς; καὶ τίνος ἔτι χρείαν ἔχεις; εἰ γὰρ ἀληθές ἐστι τὸ πάντας ἄκοντας ἁμαρτάνειν, σὺ δὲ καταμεμάθηκας τὴν ἀλήθειαν,

1

.

17

.

15

ἀνάγκη σε ἤδη κατορθοῦν. ἀλλὰ νὴ Δία οὐ παρακολουθῶ τῷ βουλήματι τῆς φύσεως. τίς οὖν ἐξηγεῖται αὐτό; λέ‐

1

.

17

.

16

γουσιν ὅτι Χρύσιππος. ἔρχομαι καὶ ἐπιζητῶ τί λέγει οὗτος 〈ὁ〉 ἐξηγητὴς τῆς φύσεως. ἄρχομαι μὴ νοεῖν τί λέγει, ζητῶ τὸν ἐξηγούμενον. ‘ἴδε ἐπίσκεψαι, πῶς τοῦτο

1

.

17

.

17

λέγεται, καθάπερ εἰ Ῥωμαϊστί.‘ ποία οὖν ἐνθάδ’ ὀφρὺς τοῦ ἐξηγουμένου; οὐδ’ αὐτοῦ Χρυσίππου δικαίως, εἰ
μόνον ἐξηγεῖται τὸ βούλημα τῆς φύσεως, αὐτὸς δ’ οὐκ

1

.

17

.

18

ἀκολουθεῖ· πόσῳ πλέον τοῦ ἐκεῖνον ἐξηγουμένου; οὐδὲ γὰρ Χρυσίππου χρείαν ἔχομεν δι’ αὐτόν, ἀλλ’ ἵνα παρακολουθήσωμεν τῇ φύσει. οὐδὲ γὰρ τοῦ θύτου δι’ αὐτόν, ἀλλ’ ὅτι δι’ ἐκείνου κατανοήσειν οἰόμεθα τὰ
5μέλλοντα καὶ σημαινόμενα ὑπὸ τῶν θεῶν, οὐδὲ τῶν

1

.

17

.

19

σπλάγχνων δι’ αὐτά, ἀλλ’ ὅτι δι’ ἐκείνων σημαίνεται, οὐδὲ τὸν κόρακα θαυμάζομεν ἢ τὴν κορώνην, ἀλλὰ τὸν θεὸν σημαίνοντα διὰ τούτων.

1

.

17

.

20

Ἔρχομαι τοίνυν ἐπὶ τὸν ἐξηγητὴν τοῦτον καὶ θύτην καὶ λέγω ὅτι ‘ἐπίσκεψαί μοι τὰ σπλάγχνα, τί μοι ση‐

1

.

17

.

21

μαίνεται‘. λαβὼν καὶ ἀναπτύξας ἐκεῖνος ἐξηγεῖται ὅτι ‘ἄνθρωπε, προαίρεσιν ἔχεις ἀκώλυτον φύσει καὶ ἀν‐ ανάγκαστον. τοῦτο ἐνταῦθα ἐν τοῖς σπλάγχνοις γέ‐

1

.

17

.

22

γραπται. δείξω σοι αὐτὸ πρῶτον ἐπὶ τοῦ συγκαταθετι‐ κοῦ τόπου. μή τίς σε κωλῦσαι δύναται ἐπινεῦσαι ἀληθεῖ; οὐδὲ εἷς. μή τίς σε ἀναγκάσαι δύναται παραδέξασθαι

1

.

17

.

23

τὸ ψεῦδος; οὐδὲ εἷς. ὁρᾷς ὅτι ἐν τούτῳ τῷ τόπῳ τὸ προαιρετικὸν ἔχεις ἀκώλυτον ἀνανάγκαστον ἀπαραπόδι‐

1

.

17

.

24

στον; ἄγε ἐπὶ δὲ τοῦ ὀρεκτικοῦ καὶ ὁρμητικοῦ ἄλλως ἔχει; καὶ τίς ὁρμὴν νικῆσαι δύναται ἢ ἄλλη ὁρμή; τίς δ’

1

.

17

.

25

ὄρεξιν καὶ ἔκκλισιν ἢ ἄλλη ὄρεξις καὶ ἔκκλισις;‘ ‘ἄν μοι‘, φησί, ‘προσάγῃ θανάτου φόβον, ἀναγκάζει με.‘ ‘οὐ τὸ προσαγόμενον, ἀλλ’ ὅτι δοκεῖ σοι κρεῖττον εἶναι

1

.

17

.

26

ποιῆσαί τι τούτων ἢ ἀποθανεῖν. πάλιν οὖν τὸ σὸν δόγ‐

1

.

17

.

27

μα σε ἠνάγκασεν, τοῦτ’ ἔστι προαίρεσιν προαίρεσις. εἰ γὰρ τὸ ἴδιον μέρος, ὃ ἡμῖν ἔδωκεν ἀποσπάσας ὁ θεός, ὑπ’ αὐτοῦ ἢ ὑπ’ ἄλλου τινὸς κωλυτὸν ἢ ἀναγκαστὸν κατεσκευάκει, οὐκέτι ἂν ἦν θεὸς οὐδ’ ἐπεμελεῖτο ἡμῶν

1

.

17

.

28

ὃν δεῖ τρόπον. ταῦτα εὑρίσκω‘, φησίν, ‘ἐν τοῖς ἱεροῖς. ταῦτά σοι σημαίνεται. ἐὰν θέλῃς, ἐλεύθερος εἶ· ἐὰν θέλῃς, μέμψῃ οὐδένα, ἐγκαλέσεις οὐδενί, πάντα κατὰ

1

.

17

.

29

γνώμην ἔσται ἅμα τὴν σὴν καὶ τὴν τοῦ θεοῦ.‘ διὰ ταύτην τὴν μαντείαν ἔρχομαι ἐπὶ τὸν θύτην τοῦτον καὶ τὸν φιλόσοφον, οὐκ αὐτὸν θαυμάσας ἕνεκά γε τῆς ἐξηγήσεως, ἀλλὰ ἐκεῖνα ἃ ἐξηγεῖται.

1

.

18

t

ιηʹ. Ὅτι οὐ δεῖ χαλεπαίνειν τοῖς ἁμαρτανομένοις.

1

.

18

.

1

Εἰ ἀληθές ἐστι τὸ ὑπὸ τῶν φιλοσόφων λεγόμενον ὅτι πᾶσιν ἀνθρώποις μία ἀρχὴ καθάπερ τοῦ συγκαταθέσθαι τὸ παθεῖν ὅτι ὑπάρχει καὶ τοῦ ἀνανεῦσαι τὸ παθεῖν ὅτι οὐχ ὑπάρχει καὶ νὴ
5Δία τοῦ ἐπισχεῖν τὸ παθεῖν ὅτι ἄδηλόν ἐστιν,

1

.

18

.

2

οὕτως καὶ τοῦ ὁρμῆσαι ἐπί 〈τι〉 τὸ παθεῖν ὅτι ἐμοὶ συμφέρει, ἀμήχανον δ’ ἄλλο μὲν κρίνειν τὸ συμφέρον, ἄλλου δ’ ὀρέγεσθαι καὶ ἄλλο μὲν κρίνειν καθῆκον, ἐπ’ ἄλλο δὲ ὁρμᾶν, τί ἔτι

1

.

18

.

3

τοῖς πολλοῖς χαλεπαίνομεν; Κλέπται, φησίν, εἰσὶ καὶ λωποδύται. Τί ἐστι τὸ κλέπται καὶ λωποδύται; πεπλάνηνται περὶ ἀγαθῶν καὶ κακῶν. χαλεπαίνειν

1

.

18

.

4

οὖν δεῖ αὐτοῖς ἢ ἐλεεῖν αὐτούς; ἀλλὰ δεῖξον τὴν πλά‐
νην καὶ ὄψει πῶς ἀφίστανται τῶν ἁμαρτημάτων. ἂν δὲ μὴ βλέπωσιν, οὐδὲν ἔχουσιν ἀνώτερον τοῦ δοκοῦν‐ τος αὐτοῖς.

1

.

18

.

5

Τοῦτον οὖν τὸν λῃστὴν καὶ τοῦτον τὸν μοιχὸν οὐκ

1

.

18

.

6

ἔδει ἀπολωλέναι; Μηδαμῶς, ἀλλ’ ἐκεῖνο μᾶλλον ‘τοῦτον τὸν πεπλανημένον καὶ ἐξηπατημένον περὶ τῶν μεγίστων καὶ ἀποτετυφλωμένον οὐ τὴν ὄψιν τὴν διακρι‐ τικὴν τῶν λευκῶν καὶ μελάνων, ἀλλὰ τὴν γνώμην τὴν
5διακριτικὴν τῶν ἀγαθῶν καὶ τῶν κακῶν μὴ ἀπολλύναι;‘

1

.

18

.

7

κἂν οὕτως λέγῃς, γνώσῃ πῶς ἀπάνθρωπόν ἐστιν ὃ λέγεις καὶ ὅτι ἐκείνῳ ὅμοιον ‘τοῦτον οὖν τὸν τυφλὸν

1

.

18

.

8

μὴ ἀπολλύναι καὶ τὸν κωφόν;‘ εἰ γὰρ μεγίστη βλάβη ἡ τῶν μεγίστων 〈ἀπώλειά ἐστιν, μέγιστον〉 δ’ ἐν ἑκά‐ στῳ προαίρεσις οἵα δεῖ καὶ τούτου στέρεταί τις, τί ἔτι

1

.

18

.

9

χαλεπαίνεις αὐτῷ; ἄνθρωπε, εἰ σὲ δεῖ παρὰ φύσιν ἐπὶ τοῖς ἀλλοτρίοις κακοῖς διατίθεσθαι, ἐλέει αὐτὸν μᾶλλον ἢ μίσει· ἄφες τοῦτο τὸ προσκοπτικὸν καὶ μι‐

1

.

18

.

10

σητικόν· μὴ ἐ̣...... π̣ῃς τὰς φωνὰς ταύτας ἃς οἱ
πολλοὶ τῶν φ........ των ‘τούτους οὖν τοὺς κατα‐ ράτους καὶ μιαροὺς .....‘ ἔστω· σὺ πῶς ποτ’ ἀπεσο‐

1

.

18

.

11

φώθης ἄφνω .... ν̣ . ἀ̣λ̣λ̣ω̣ς̣ χαλεπὸς εἶ. διὰ τί οὖν χαλεπαίνομεν; ὅτι τὰς ὕλας θαυμάζομεν, ὧν ἡμᾶς ἀφαι‐ ροῦνται. ἐπεί τοι μὴ θαύμαζέ σου τὰ ἱμάτια καὶ τῷ κλέπτῃ οὐ χαλεπαίνεις· μὴ θαύμαζε τὸ κάλλος τῆς

1

.

18

.

12

γυναικὸς καὶ τῷ μοιχῷ οὐ χαλεπαίνεις. γνῶθι ὅτι κλέ‐ πτης καὶ μοιχὸς ἐν τοῖς σοῖς τόπον οὐκ ἔχει, ἐν δὲ τοῖς ἀλλοτρίοις καὶ τοῖς οὐκ ἐπὶ σοί. ταῦτα ἂν ἀφῇς καὶ παρὰ μηδὲν ἡγήσῃ, τίνι ἔτι χαλεπαίνεις; μέχρι δ’ ἂν
5ταῦτα θαυμάζῃς, σεαυτῷ χαλέπαινε μᾶλλον ἢ ἐκείνοις.

1

.

18

.

13

σκόπει γάρ· ἔχεις καλὰ ἱμάτια, ὁ γείτων σου οὐκ ἔχει· θυρίδα ἔχεις, θέλεις αὐτὰ ψῦξαι. οὐκ οἶδεν ἐκεῖνος τί τὸ ἀγαθόν ἐστι τοῦ ἀνθρώπου, ἀλλὰ φαντάζεται ὅτι τὸ

1

.

18

.

14

ἔχειν καλὰ ἱμάτια, τοῦτο ὃ καὶ σὺ φαντάζῃ. εἶτα μὴ ἔλθῃ καὶ ἄρῃ αὐτά; ἀλλὰ σὺ πλακοῦντα δεικνύων ἀν‐ θρώποις λίχνοις καὶ μόνος αὐτὸν καταπίνων οὐ θέλεις ἵνα αὐτὸν ἁρπάσωσι; μὴ ἐρέθιζε αὐτούς, θυρίδα μὴ ἔχε,

1

.

18

.

15

μὴ ψῦχέ σου τὰ ἱμάτια. κἀγὼ πρῴην σιδηροῦν λύχνον ἔχων παρὰ τοῖς θεοῖς ἀκούσας ψόφον τῆς θυρίδος κατέ‐ δραμον. εὗρον ἡρπασμένον τὸν λύχνον. ἐπελογισάμην, ὅτι ἔπαθέν τι ὁ ἄρας οὐκ ἀπίθανον. τί οὖν; αὔριον,

1

.

18

.

16

φημί, ὀστράκινον εὑρήσεις. ἐκεῖνα γὰρ ἀπολλύει, ἃ ἔχει. ‘ἀπώλεσά μου τὸ ἱμάτιον.‘ εἶχες γὰρ ἱμάτιον. ‘ἀλγῶ τὴν κεφαλήν.‘ μή τι κέρατα ἀλγεῖς; τί οὖν ἀγανα‐ κτεῖς; τούτων γὰρ αἱ ἀπώλειαι, τούτων οἱ πόνοι, ὧν
5καὶ αἱ κτήσεις.

1

.

18

.

17

‘Ἀλλ’ ὁ τύραννος δήσει.‘ τί; τὸ σκέλος. ‘ἀλλ’ ἀφελεῖ.‘ τί; τὸν τράχηλον. τί οὖν 〈οὐ〉 δήσει οὐδ’ ἀφελεῖ; τὴν προαίρεσιν. διὰ τοῦτο παρήγγελ〈λ〉ον οἱ παλαιοὶ τὸ

1

.

18

.

18

Γνῶθι σαυτόν. τί οὖν; ἔδει νὴ τοὺς θεοὺς μελετᾶν ἐπὶ τῶν μικρῶν καὶ ἀπ’ ἐκείνων ἀρχομένους διαβαίνειν

1

.

18

.

19

ἐπὶ τὰ μείζω. ‘κεφαλὴν ἀλγῶ.‘ ‘οἴμοι‘ μὴ λέγε. ‘ὠτίον ἀλγῶ.‘ ‘οἴμοι‘ μὴ λέγε. καὶ οὐ λέγω ὅτι οὐ δέδοται στενάξαι, ἀλλὰ ἔσωθεν μὴ στενάξῃς. μηδ’ ἂν βραδέως τὸν ἐπίδεσμον ὁ παῖς φέρῃ, κραύγαζε καὶ σπῶ καὶ λέγε
5‘πάντες με μισοῦσιν‘. τίς γὰρ μὴ μισήσῃ τὸν τοιοῦτον;

1

.

18

.

20

τούτοις τὸ λοιπὸν πεποιθὼς τοῖς δόγμασιν ὀρθὸς περι‐ πάτει, ἐλεύθερος, οὐχὶ τῷ μεγέθει πεποιθὼς τοῦ σώματος ὥσπερ ἀθλητής· οὐ γὰρ † ὡς ὄνον ἀήττητον εἶναι.

1

.

18

.

21

Τίς οὖν ὁ ἀήττητος; ὃν οὐκ ἐξίστησιν οὐδὲν τῶν ἀπροαιρέτων. εἶτα λοιπὸν ἑκάστην τῶν περιστάσεων
ἐπερχόμενος καταμανθάνω ὡς ἐπὶ τοῦ ἀθλητοῦ. ‘οὗτος ἐξεβίασε τὸν πρῶτον κλῆρον. τί οὖν τὸν δεύτερον; τί

1

.

18

.

22

δ’ ἂν καῦμα ᾖ; τί δ’ ἐν Ὀλυμπίᾳ;‘ καὶ ἐνταῦθα ὡσαύ‐ τως. ἂν ἀργυρίδιον προβάλῃς, καταφρονήσει. τί οὖν ἂν κορασίδιον; τί οὖν ἂν ἐν σκότῳ; τί οὖν ἂν δοξάριον; τί οὖν ἂν λοιδορίαν; τί οὖν ἂν ἔπαινον; τί δ’ ἂν

1

.

18

.

23

θάνατον; δύναται ταῦτα πάντα νικῆσαι. τί οὖν ἂν καῦμα ᾖ, τοῦτό ἐστι· τί, ἂν οἰ〈ν〉ωμένος ᾖ; τί ἂν με‐ λαγχολῶν; τί ἐν ὕπνοις; οὗτός μοί ἐστιν ὁ ἀνίκητος ἀθλητής.

1

.

19

t

ιθʹ. Πῶς ἔχειν δεῖ πρὸς τοὺς τυράννους.

1

.

19

.

1

Ὅτι ἄν τινι προσῇ τι πλεονέκτημα ἢ δοκῇ γε προσ‐ εῖναι μὴ προσόν, τοῦτον πᾶσα ἀνάγκη, ἐὰν ἀπαίδευτος

1

.

19

.

2

ᾖ, πεφυσῆσθαι δι’ αὐτό. εὐθὺς ὁ τύραννος λέγει ‘ἐγώ εἰμι ὁ πάντων κράτιστος.‘ καὶ τί μοι δύνασαι παρα‐ σχεῖν; ὄρεξίν μοι δύνασαι περιποιῆσαι ἀκώλυτον; πόθεν σοι; σὺ γὰρ ἔχεις; ἔκκλισιν ἀπερίπτωτον; σὺ γὰρ ἔχεις;

1

.

19

.

3

ὁρμὴν ἀναμάρτητον; καὶ ποῦ σοι μέτεστιν; ἄγε, ἐν νηὶ δὲ σαυτῷ θαρρεῖς ἢ τῷ εἰδότι; ἐπὶ δ’ ἅρματος τίνι ἢ

1

.

19

.

4

τῷ εἰδότι; τί δ’ ἐν ταῖς ἄλλαις τέχναις; ὡσαύτως. τί οὖν δύνασαι; ‘πάντες με θεραπεύουσιν.‘ καὶ γὰρ ἐγὼ τὸ πινάκιον θεραπεύω καὶ πλύνω αὐτὸ καὶ ἐκμάσσω καὶ
τῆς ληκύθου ἕνεκα πάσσαλον πήσσω. τί οὖν; ταῦτά
5μου κρείττονά ἐστιν; οὔ· ἀλλὰ χρείαν μοι παρέχει τινά. ταύτης οὖν ἕνεκα θεραπεύω αὐτά. τί δέ; τὸν ὄνον οὐ

1

.

19

.

5

θεραπεύω; οὐ νίπτω αὐτοῦ τοὺς πόδας; οὐ περικαθαίρω; οὐκ οἶδας ὅτι πᾶς ἄνθρωπος ἑαυτὸν θεραπεύει, σὲ δ’ οὕτως ὡς τὸν ὄνον; ἐπεὶ τίς σε θεραπεύει ὡς ἄνθρωπον;

1

.

19

.

6

δείκνυε. τίς σοι θέλει ὅμοιος γενέσθαι, τίς σου ζηλωτὴς γίνεται ὡς Σωκράτους; ‘ἀλλὰ δύναμαί σε τραχηλοκο‐ πῆσαι.‘ καλῶς λέγεις. ἐξελαθόμην ὅτι σε δεῖ θερα‐ πεύειν καὶ ὡς πυρετὸν καὶ ὡς χολέραν καὶ βωμὸν στῆ‐
5σαι, ὡς ἐν Ῥώμῃ Πυρετοῦ βωμός ἐστιν.

1

.

19

.

7

Τί οὖν ἐστι τὸ ταράσσον καὶ καταπλῆττον τοὺς πολ‐ λούς; ὁ τύραννος καὶ οἱ δορυφόροι; πόθεν; μὴ γένοιτο· οὐκ ἐνδέχεται τὸ φύσει ἐλεύθερον ὑπ’ ἄλλου τινὸς

1

.

19

.

8

ταραχθῆναι ἢ κωλυθῆναι πλὴν ὑφ’ ἑαυτοῦ. ἀλλὰ τὰ δόγματα αὐτὸν ταράσσει. ὅταν γὰρ ὁ τύραννος εἴπῃ τινὶ ‘δήσω σου τὸ σκέλοσ‘, ὁ μὲν τὸ σκέλος τετιμηκὼς λέγει ‘μή· ἐλέησον‘, ὁ δὲ τὴν προαίρεσιν τὴν ἑαυτοῦ
5λέγει ‘εἴ σοι λυσιτελέστερον φαίνεται, δῆσον‘. ‘οὐκ

1

.

19

.

9

ἐπιστρέφῃ;‘ ‘οὐκ ἐπιστρέφομαι.‘ ‘ἐγώ σοι δείξω ὅτι κύριός εἰμι.‘ ‘πόθεν σύ; ἐμὲ ὁ Ζεὺς ἐλεύθερον ἀφῆκεν. ἢ δοκεῖς ὅτι ἔμελλεν τὸν ἴδιον υἱὸν ἐᾶν καταδουλοῦσθαι;

1

.

19

.

10

τοῦ νεκροῦ δέ μου κύριος εἶ, λάβε αὐτόν.‘ ‘ὥσθ’ ὅταν μοι προσίῃς, ἐμὲ οὐ θεραπεύεις;‘ ‘οὐ· ἀλλ’ ἐμαυτόν. εἰ δὲ θέλεις με λέγειν ὅτι καὶ σέ, λέγω σοι οὕτως ὡς τὴν χύτραν.‘

1

.

19

.

11

Τοῦτο οὐκ ἔστιν φίλαυτον· γέγονε γὰρ οὕτως τὸ ζῷον· αὑτοῦ ἕνεκα πάντα ποιεῖ. καὶ γὰρ ὁ ἥλιος αὑτοῦ

1

.

19

.

12

ἕνεκα πάντα ποιεῖ καὶ τὸ λοιπὸν αὐτὸς ὁ Ζεύς. ἀλλ’ ὅταν θέλῃ εἶναι Ὑέτιος καὶ Ἐπικάρπιος καὶ πατὴρ ἀν‐ δρῶν τε θεῶν τε, ὁρᾷς ὅτι τούτων τῶν ἔργων καὶ τῶν προσηγοριῶν οὐ δύναται τυχεῖν, ἂν μὴ εἰς τὸ κοινὸν

1

.

19

.

13

ὠφέλιμος ᾖ. καθόλου τε τοιαύτην 〈τὴν〉 φύσιν τοῦ λογι‐ κοῦ ζῴου κατεσκεύασεν, ἵνα μηδενὸς τῶν ἰδίων ἀγαθῶν δύνηται τυγχάνειν, 〈ἂν〉 μή τι εἰς τὸ κοινὸν ὠφέλιμον

1

.

19

.

14

προσφέρηται. οὕτως οὐκέτι ἀκοινώνητον γίνεται τὸ

1

.

19

.

15

πάντα αὑτοῦ ἕνεκα ποιεῖν. ἐπεὶ τί ἐκδέχῃ; ἵνα τις ἀποστῇ αὑτοῦ καὶ τοῦ ἰδίου συμφέροντος; καὶ πῶς ἔτι μία καὶ ἡ αὐτὴ ἀρχὴ πᾶσιν ἔσται ἡ πρὸς αὐτὰ οἰκείωσις;

1

.

19

.

16

Τί οὖν; ὅταν ὑπῇ δόγματα ἀλλόκοτα περὶ τῶν ἀπρο‐ αιρέτων [π]ὡς ὄντων ἀγαθῶν καὶ κακῶν, πᾶσα ἀνάγκη

1

.

19

.

17

θεραπεύει〈ν〉 τοὺς τυράννους. ὤφελον γὰρ τοὺς τυράν‐ νους μόνον, τοὺς κοιτωνίτας δ’ οὔ. πῶς δὲ καὶ φρόνι‐ μος γίνεται ἐξαίφνης ὁ ἄνθρωπος, ὅταν Καῖσαρ αὐτὸν ἐπὶ τοῦ λασάνου ποιήσῃ· πῶς εὐθὺς λέγομεν ‘φρονίμως

1

.

19

.

18

μοι λελάληκεν Φηλικίων‘. ἤθελον αὐτὸν ἀποβληθῆναι

1

.

19

.

19

τοῦ κοπρῶνος, ἵνα πάλιν ἄφρων σοι δοκῇ. εἶχέν τινα Ἐπαφρόδιτος σκυτέα, ὃν διὰ τὸ ἄχρηστον εἶναι ἐπώλη‐ σεν. εἶτα ἐκεῖνος κατά τινα δαίμονα ἀγορασθεὶς ὑπό τινος τῶν Καισαριανῶν τοῦ Καίσαρος σκυτεὺς ἐγένετο.

1

.

19

.

20

εἶδες ἂν πῶς αὐτὸν ἐτίμα ὁ Ἐπαφρόδιτος· ‘τί πράσσει

1

.

19

.

21

Φηλικίων ὁ ἀγαθός; φιλῶ σε.‘ εἶτα εἴ τις ἡμῶν ἐπύθετο ‘τί ποιεῖ αὐτός;‘ ἐλέγετο ὅτι ‘μετὰ Φηλικίωνος βουλεύε‐

1

.

19

.

22

ται περί τινοσ‘. οὐχὶ γὰρ πεπράκει αὐτὸν ὡς ἄχρηστον;

1

.

19

.

23

τίς οὖν αὐτὸν ἄφνω φρόνιμον ἐποίησεν; τοῦτ’ ἔστι τὸ τιμᾶν ἄλλο τι ἢ τὰ προαιρετικά.

1

.

19

.

24

‘Ἠξίωται δημαρχίας.‘ πάντες οἱ ἀπαντῶντες συν‐ ήδονται· ἄλλος τοὺς ὀφθαλμοὺς καταφιλεῖ, ἄλλος τὸν τράχηλον, οἱ δοῦλοι τὰς χεῖρας. ἔρχεται εἰς οἶκον, εὑρίσκει λύχνους ἁπτομένους. ἀναβαίνει εἰς τὸ Καπι‐

1

.

19

.

25

τώλιον, ἐπιθύει. τίς οὖν πώποτε ὑπὲρ τοῦ ὀρεχθῆναι καλῶς ἔθυσεν; ὑπὲρ τοῦ ὁρμῆσαι κατὰ φύσιν; ἐκεῖ γὰρ καὶ θεοῖς εὐχαριστοῦμεν, ὅπου τὸ ἀγαθὸν τιθέμεθα.

1

.

19

.

26

Σήμερόν τις ὑπὲρ ἱερωσύνης ἐλάλει μοι τοῦ Αὐ‐
γούστου. λέγω αὐτῷ ‘ἄνθρωπε, ἄφες τὸ πρᾶγμα· δα‐

1

.

19

.

27

πανήσεις πολλὰ εἰς οὐδέν.‘ ‘Ἀλλ’ οἱ τὰς [φ]ὠνάσ‘, φησί, ‘γράφοντες γράψουσι τὸ ἐμὸν ὄνομα.‘ ‘Μή τι οὖν σὺ τοῖς ἀναγιγνώσκουσι λέγεις παρών· ἐμὲ γεγρά‐

1

.

19

.

28

φασιν; εἰ δὲ καὶ νῦν δύνασαι παρεῖναι πᾶσιν, ἐὰν ἀποθάνῃς, τί ποιήσεις;‘ ‘Μενεῖ μου τὸ ὄνομα.‘ ‘Γράψον αὐτὸ εἰς λίθον καὶ μενεῖ. ἄγε ἔξω δὲ Νικο‐

1

.

19

.

29

πόλεως τίς σου μνεία;‘ ‘Ἀλλὰ χρυσοῦν στέφανον φορήσω.‘ ‘Εἰ ἅπαξ ἐπιθυμεῖς στεφάνου, ῥόδινον λαβὼν περίθου· ὄψει γὰρ κομψότερον.‘

1

.

20

t

κʹ. Περὶ τοῦ λόγου πῶς αὑτοῦ θεωρητικός ἐστιν.

1

.

20

.

1

Πᾶσα τέχνη καὶ δύναμις προηγουμένων τινῶν ἐστι

1

.

20

.

2

θεωρητική. ὅταν μὲν οὖν ὁμοειδὴς τοῖς θεωρουμένοις καὶ αὐτή, ἀναγκαίως καὶ αὑτῆς γίνεται θεωρητική· ὅταν

1

.

20

.

3

δ’ ἀνομογενής, οὐ δύναται θεωρεῖν ἑαυτήν. οἷον σκυ‐ τικὴ περὶ δέρματα ἀναστρέφεται, αὐτὴ δὲ παντελῶς ἀπήλλακται τῆς ὕλης τῶν δερμάτων· διὰ τοῦτο οὐκ ἔστιν

1

.

20

.

4

αὑτῆς θεωρητική. γραμματικὴ πάλιν περὶ τὴν ἐγγράμ‐
ματον φωνήν· μή τι οὖν ἐστι καὶ αὐτὴ ἐγγράμματος φωνή; οὐδαμῶς. διὰ τοῦτο οὐ δύναται θεωρεῖν ἑαυτήν.

1

.

20

.

5

ὁ οὖν λόγος πρὸς τί ποτε ὑπὸ τῆς φύσεως παρείληπται; πρὸς χρῆσιν φαντασιῶν οἵαν δεῖ. αὐτὸς οὖν τί ἐστιν; σύστημα ἐκ ποιῶν φαντασιῶν. οὕτως γίνεται φύσει καὶ

1

.

20

.

6

αὑτοῦ θεωρητικός. πάλιν ἡ φρόνησις τίνα θεωρήσουσα παρελήλυθεν; ἀγαθὰ καὶ κακὰ καὶ οὐδέτερα. αὐτὴ οὖν τί ἐστιν; ἀγαθόν. ἡ δ’ ἀφροσύνη τί ἐστιν; κακόν. ὁρᾷς οὖν ὅτι ἀναγκαίως καὶ αὑτῆς γίνεται καὶ τῆς ἐναντίας

1

.

20

.

7

θεωρητική; διὰ τοῦτο ἔργον τοῦ φιλοσόφου τὸ μέγιστον καὶ πρῶτον δοκιμάζειν τὰς φαντασίας καὶ διακρίνειν

1

.

20

.

8

καὶ μηδεμίαν ἀδοκίμαστον προσφέρεσθαι. ὁρᾶτε ἐπὶ τοῦ νομίσματος, ὅπου δοκεῖ τι εἶναι πρὸς ἡμᾶς, πῶς καὶ τέχνην ἐξευρήκαμεν καὶ ὅσοις ὁ ἀργυρογνώμων προσχρῆ‐ ται πρὸς δοκιμασίαν τοῦ νομίσματος, τῇ ὄψει, τῇ ἁφῇ,

1

.

20

.

9

τῇ ὀσφρασίᾳ, τὰ τελευταῖα τῇ ἀκοῇ· ῥήξας τὸ δηνάριον τῷ ψόφῳ προσέχει καὶ οὐχ ἅπαξ ἀρκεῖται ψοφήσαντος,

1

.

20

.

10

ἀλλ’ ὑπὸ τῆς πολλῆς προσοχῆς μουσικὸς γίνεται. οὕτως ὅπου διαφέρειν οἰόμεθα τὸ πλανᾶσθαι τοῦ μὴ πλανᾶ‐ σθαι, ἐνταῦθα πολλὴν προσοχὴν εἰσφέρομεν εἰς διάκρι‐

1

.

20

.

11

σιν τῶν διαπλανᾶν δυναμένων, ἐπὶ δὲ ταλαιπώρου ἡγε‐ μονικοῦ χάσκοντες καὶ καθεύδοντες, πᾶσαν φαντασίαν παραπροσδεχόμεθα· ἡ γὰρ ζημία οὐ προσπίπτει.

1

.

20

.

12

Ὅταν οὖν θέλῃς γνῶναι, πῶς ἔχεις περὶ μὲν τἀγαθὰ
καὶ κακὰ ἀνειμένως, περὶ τἀδιάφορα δ’ ἐσπευσμένως, ἐπίστησον πῶς ἔχεις πρὸς τὸ ἐκτυφλωθῆναι καὶ πῶς πρὸς τὸ ἐξαπατηθῆναι καὶ γνώσῃ ὅτι μακρὰν εἶ τοῦ ὡς

1

.

20

.

13

δεῖ πεπονθέναι περὶ ἀγαθῶν καὶ κακῶν. ‘ἀλλὰ πολλῆς ἔχει χρείαν παρασκευῆς καὶ πόνου πολλοῦ καὶ μαθημά‐ των.‘ τί οὖν; ἐλπίζεις ὅτι τὴν μεγίστην τέχνην ἀπὸ ὀλί‐

1

.

20

.

14

γων ἔστιν ἀναλαβεῖν; καίτοι αὐτὸς μὲν ὁ προηγούμενος λόγος τῶν φιλοσόφων λίαν ἐστὶν ὀλίγος. εἰ θέλεις γνῶ‐

1

.

20

.

15

ναι, ἀνάγνωθι τὰ Ζήνωνος καὶ ὄψει. τί γὰρ ἔχει μακρὸν εἰπεῖν ὅτι τέλος ἐστὶ τὸ ἕπεσθαι θεοῖς, οὐσία δ’

1

.

20

.

16

ἀγαθοῦ χρῆσις οἵα δεῖ φαντασιῶν; λέγε ‘τί οὖν ἐστι θεὸς καὶ τί φαντασία; καὶ τί ἐστι φύσις ἡ ἐπὶ μέ‐

1

.

20

.

17

ρους καὶ τί ἐστι φύσις ἡ τῶν ὅλων;‘ ἤδη μακρόν. ἂν οὖν ἐλθὼν Ἐπίκουρος εἴπῃ, ὅτι ἐν σαρκὶ δεῖ εἶναι τὸ ἀγαθόν, πάλιν μακρὸν γίνεται καὶ ἀνάγκη ἀκοῦσαι τί τὸ προηγούμενόν ἐστιν ἐφ’ ἡμῶν, τί τὸ ὑποστατικὸν καὶ
5οὐσιῶδες. ὅτι τὸ κοχλίου ἀγαθὸν οὐκ εἰκὸς εἶναι 〈ἐν〉

1

.

20

.

18

τῷ κελύφει, τὸ οὖν τοῦ ἀνθρώπου εἰκός; σὺ δ’ αὐτὸς τί κυριώτερον ἔχεις, Ἐπίκουρε; τί ἐστιν ἐν σοὶ τὸ βου‐ λευόμενον, τὸ ἐπισκεπτόμενον ἕκαστα, τὸ περὶ τῆς σαρ‐

1

.

20

.

19

κὸς αὐτῆς ὅτι τὸ προηγούμενόν ἐστιν [τὸ] ἐπικρῖνον; τί δὲ καὶ λύχνον ἅπτεις καὶ πονεῖς ὑπὲρ ἡμῶν καὶ τηλι‐ καῦτα βιβλία γράφεις; ἵνα μὴ ἀγνοήσωμεν ἡμεῖς τὴν ἀλήθειαν; τίνες ἡμεῖς; τί πρὸς σὲ ὄντες; οὕτω μακρὸς
5ὁ λόγος γίνεται.

1

.

21

t

καʹ. Πρὸς τοὺς θαυμάζεσθαι θέλοντας.

1

.

21

.

1

Ὅταν τις ἣν δεῖ στάσιν ἔχῃ ἐν τῷ βίῳ, ἔξω οὐ κέχη‐

1

.

21

.

2

νεν. ἄνθρωπε, τί θέλεις σοι γενέσθαι; ἐγὼ μὲν ἀρκοῦ‐ μαι, ἂν ὀρέγωμαι καὶ ἐκκλίνω κατὰ φύσιν, ἂν ὁρμῇ καὶ ἀφορμῇ χρῶμαι ὡς πέφυκα, ἂν προ[σ]θέσει, ἂν ἐπι‐ βολῇ, ἂν συγκαταθέσει. τί οὖν ἡμῖν ὀβελίσκον καταπιὼν

1

.

21

.

3

περιπατεῖς; ‘ἤθελον, ἵνα με καὶ οἱ ἀπαντῶντες θαυμά‐ ζωσιν καὶ ἐπακολουθοῦντες ἐπικραυγάζωσιν· ὦ μεγάλου

1

.

21

.

4

φιλοσόφου.‘ τίνες εἰσὶν οὗτοι, ὑφ’ ὧν θαυμάζεσθαι θέλεις; οὐχ οὗτοί εἰσι, περὶ ὧν εἴωθας λέγειν ὅτι μαί‐ νονται; τί οὖν; ὑπὸ τῶν μαινομένων θαυμάζεσθαι θέ‐ λεις;

1

.

22

t

κβʹ. Περὶ τῶν προλήψεων.

1

.

22

.

1

Προλήψεις κοιναὶ πᾶσιν ἀνθρώποις εἰσίν· καὶ πρό‐ ληψις προλήψει οὐ μάχεται. τίς γὰρ ἡμῶν οὐ τίθησιν, ὅτι τὸ ἀγαθὸν συμφέρον ἐστὶ † ἐστι καὶ αἱρετὸν καὶ ἐκ πάσης αὐτὸ περιστάσεως δεῖ μετιέναι καὶ διώκειν; τίς
5δ’ ἡμῶν οὐ τίθησιν, ὅτι τὸ δίκαιον καλόν ἐστι καὶ πρέ‐

1

.

22

.

2

πον; πότ’ οὖν ἡ μάχη γίνεται; περὶ τὴν ἐφαρμογὴν τῶν

1

.

22

.

3

προλήψεων ταῖς ἐπὶ μέρους οὐσίαις, ὅταν ὁ μὲν εἴπῃ ‘καλῶς ἐποίησεν, ἀνδρεῖός ἐστιν‘· ‘οὔ, ἀλλ’ ἀπονενοημέ‐ νος.‘ ἔνθεν ἡ μάχη γίνεται τοῖς ἀνθρώποις πρὸς ἀλλή‐

1

.

22

.

4

λους. αὕτη ἐστὶν ἡ Ἰουδαίων καὶ Σύρων καὶ Αἰγυπτίων
καὶ Ῥωμαίων μάχη, οὐ περὶ τοῦ ὅτι τὸ ὅσιον πάντων προτιμητέον καὶ ἐν παντὶ μεταδιωκτέον, ἀλλὰ πότερόν

1

.

22

.

5

ἐστιν ὅσιον τοῦτο τὸ χοιρείου φαγεῖν ἢ ἀνόσιον. ταύ‐ την τὴν μάχην εὑρήσετε καὶ Ἀγαμέμνονος καὶ Ἀχιλλέως. κάλει γὰρ αὐτοὺς εἰς τὸ μέσον. τί λέγεις σύ, ὦ Ἀγά‐ μεμνον; οὐ δεῖ γενέσθαι τὰ δέοντα καὶ τὰ καλῶς ἔχον‐

1

.

22

.

6

τα; ‘δεῖ μὲν οὖν.‘ σὺ δὲ τί λέγεις, ὦ Ἀχιλλεῦ; οὐκ ἀρέ‐ σκει σοι γίνεσθαι τὰ καλῶς ἔχοντα; ‘ἐμοὶ μὲν οὖν πάν‐ των μάλιστα ἀρέσκει.‘ ἐφαρμόσατε οὖν τὰς προλήψεις.

1

.

22

.

7

ἐντεῦθεν ἡ ἀρχὴ μάχης. ὁ μὲν λέγει ‘οὐ χρὴ ἀποδιδόναι με τὴν Χρυσηίδα τῷ πατρί‘, ὁ δὲ λέγει ‘δεῖ μὲν οὖν‘. πάντως ὁ ἕτερος αὐτῶν κακῶς ἐφαρμόζει τὴν πρόληψιν

1

.

22

.

8

τοῦ δέοντος. πάλιν ὁ μὲν λέγει ‘οὐκοῦν, εἴ με δεῖ ἀπο‐ δοῦναι τὴν Χρυσηίδα, δεῖ με λαβεῖν ὑμῶν τινος τὸ γέ‐ ρασ‘, ὁ δέ ‘τὴν ἐμὴν οὖν λάβῃς ἐρωμένην;‘. ‘τὴν σήν‘ φησίν. ‘ἐγὼ οὖν μόνος—‘ ‘ἀλλ’ ἐγὼ μόνος μὴ ἔχω;‘ οὕ‐
5τως μάχη γίνεται.

1

.

22

.

9

Τί οὖν ἐστι τὸ παιδεύεσθαι; μανθάνειν τὰς φυσικὰς προλήψεις ἐφαρμόζειν ταῖς ἐπὶ μέρους οὐσίαις καταλλή‐

1

.

22

.

10

λως τῇ φύσει καὶ λοιπὸν διελεῖν, ὅτι τῶν ὄντων τὰ μέν
ἐστιν ἐφ’ ἡμῖν, τὰ δὲ οὐκ ἐφ’ ἡμῖν· ἐφ’ ἡμῖν μὲν προαί‐ ρεσις καὶ πάντα τὰ προαιρετικὰ ἔργα, οὐκ ἐφ’ ἡμῖν δὲ τὸ σῶμα, τὰ μέρη τοῦ σώματος, κτήσεις, γονεῖς, ἀδελ‐

1

.

22

.

11

φοὶ, τέκνα, πατρίς, ἁπλῶς οἱ κοινωνοί. ποῦ οὖν θῶμεν τὸ ἀγαθόν; ποίᾳ οὐσίᾳ αὐτὸ ἐφαρμόσομεν; τῇ ἐφ’ ἡμῖν;

1

.

22

.

12

Εἶτα οὐκ ἔστιν ἀγαθὸν ὑγίεια καὶ ἀρτιότης καὶ ζωή, ἀλλ’ οὐδὲ τέκνα οὐδὲ γονεῖς οὐδὲ πατρίς; Καὶ τίς

1

.

22

.

13

σου ἀνέξεται; μεταθῶμεν οὖν αὐτὸ πάλιν ἐνθάδε. ἐνδέ‐ χεται οὖν βλαπτόμενον καὶ ἀποτυγχάνοντα τῶν ἀγαθῶν εὐδαιμονεῖν; Οὐκ ἐνδέχεται. Καὶ τὴν πρὸς τοὺς κοινωνοὺς οἵαν δεῖ...... ἀναστροφήν; καὶ πῶς ἐνδέ‐

1

.

22

.

14

χεται; ἐγὼ γὰρ πέφυκα πρὸς τὸ ἐμὸν συμφέρον. εἰ συμ‐ φέρει μοι ἀγρὸν ἔχειν, συμφέρει μοι καὶ ἀφελέσθαι αὐ‐ τὸν τοῦ πλησίον· εἰ συμφέρει μοι ἱμάτιον ἔχειν, συμ‐ φέρει μοι καὶ κλέψαι αὐτὸ ἐκ βαλανείου. ἔνθεν πόλεμοι,

1

.

22

.

15

στάσεις, τυραννίδες, ἐπιβουλαί. πῶς δ’ ἔτι δυνήσομαι τὸ πρὸς τὸν Δία καθῆκον; εἰ γὰρ βλάπτομαι καὶ ἀτυχῶ, οὐκ ἐπιστρέφεταί μου. καὶ ‘τί μοι καὶ αὐτῷ, εἰ οὐ δύ‐
ναταί μοι βοηθῆσαι;‘ καὶ πάλιν ‘τί μοι καὶ αὐτῷ, εἰ
5θέλει μ’ ἐν τοιούτοις εἶναι ἐν οἷς εἰμι;‘ ἄρχομαι λοιπὸν

1

.

22

.

16

μισεῖν αὐτόν. τί οὖν ναοὺς ποιοῦμεν, τί οὖν ἀγάλματα, ὡς κακοῖς δαίμοσιν, ὡς πυρετῷ τῷ Διί; καὶ πῶς ἔτι Σωτὴρ καὶ πῶς Ὑέτιος καὶ πῶς Ἐπικάρπιος; καὶ μήν, ἂν ἐνταῦθά που θῶμεν τὴν οὐσίαν τοῦ ἀγαθοῦ, πάντα
5ταῦτα ἐξακολουθεῖ.

1

.

22

.

17

Τί οὖν ποιήσωμεν; Αὕτη ἐστὶ ζήτησις τοῦ φιλοσο‐ φοῦντος τῷ ὄντι καὶ ὠδίνοντος· νῦν ἐγὼ οὐχ ὁρῶ τί

1

.

22

.

18

ἐστι τὸ ἀγαθὸν καὶ τὸ κακόν· οὐ μαίνομαι; ναί· ἀλλ’ 〈ἂν〉 ἐνταῦθά που θῶ τὸ ἀγαθόν, ἐν τοῖς προαιρετι‐ κοῖς, πάντες μου καταγελάσονται. ἥξει τις γέρων πολιὸς χρυσοῦς δακτυλίους ἔχων πολλούς, εἶτα ἐπισείσας τὴν
5κεφαλὴν ἐρεῖ ‘ἄκουσόν μου, τέκνον· δεῖ μὲν καὶ φιλο‐ σοφεῖν, δεῖ δὲ καὶ ἐγκέφαλον ἔχειν· ταῦτα μωρά ἐστιν.

1

.

22

.

19

σὺ παρὰ τῶν φιλοσόφων μανθάνεις συλλογισμόν, τί δέ 〈σ〉οι ποιητέον ἐστίν, σὺ κάλλιον οἶδας ἢ οἱ φιλόσοφοι‘.

1

.

22

.

20

ἄνθρωπε, τί οὖν μοι ἐπιτιμᾷς, εἰ οἶδα; τούτῳ τῷ ἀνδρα‐

1

.

22

.

21

πόδῳ τί εἴπω; ἂν σιωπῶ, ῥήγνυται ἐκεῖνος. ὡς δεῖ λέ‐ γειν ὅτι ‘σύγγνωθί μοι ὡς τοῖς ἐρῶσιν· οὐκ εἰμὶ ἐμαυ‐
τοῦ, μαίνομαι‘.

1

.

23

t

κγʹ. Πρὸς Ἐπίκουρον.

1

.

23

.

1

Ἐπινοεῖ καὶ Ἐπίκουρος ὅτι φύσει ἐσμὲν κοινωνικοί, ἀλλ’ ἅπαξ ἐν τῷ κελύφει θεὶς τὸ ἀγαθὸν ἡμῶν οὐκέτι

1

.

23

.

2

δύναται ἄλλο οὐδὲν εἰπεῖν. πάλιν γὰρ ἐκείνου λίαν κρατεῖ, ὅτι οὐ δεῖ ἀπεσπασμένον οὐδὲν τῆς τοῦ ἀγαθοῦ οὐσίας οὔτε θαυμάζειν οὔτ’ ἀποδέχεσθαι· καὶ καλῶς

1

.

23

.

3

αὐτοῦ κρατεῖ. πῶς οὖν ὑπονοητικοί ἐσμεν, οἷς μὴ φυσικὴ ἔστι πρὸς τὰ ἔγγονα φιλοστοργία; διὰ τί ἀποσυμβου‐ λεύεις τῷ σοφῷ τεκνοτροφεῖν; τί φοβῇ μὴ διὰ ταῦτα

1

.

23

.

4

εἰς λύπας ἐμπέσῃ; διὰ γὰρ τὸν μῦν τὸν ἔσω τρεφόμενον ἐμπίπτει; τί οὖν αὐτῷ μέλει, ἂν μυ〈ί〉διον μικρὸν ἔσω

1

.

23

.

5

κατακλαίῃ αὐτοῦ; ἀλλ’ οἶδεν, ὅτι, ἂν ἅπαξ γένηται παι‐ δίον, οὐκέτι ἐφ’ ἡμῖν ἐστι μὴ στέργειν μηδὲ φροντί‐

1

.

23

.

6

ζειν ἐπ’ αὐτῷ. διὰ τοῦτο φησὶν οὐδὲ πολιτεύσεσθαι τὸν νοῦν ἔχοντα· οἶδεν γὰρ τίνα δεῖ ποιεῖν τὸν πολι‐ τευόμενον· ἐπείτοι εἰ ὡς ἐν μυ〈ί〉αις μέλλεις ἀνα〈σ〉τρέ‐

1

.

23

.

7

φεσθαι, τί κωλύει; ἀλλ’ ὅμως εἰδὼς ταῦτα τολμᾷ λέγειν ὅτι ‘μὴ ἀναιρώμεθα τέκνα‘. ἀλλὰ πρόβατον μὲν οὐκ
ἀπολείπει τὸ αὑτοῦ ἔγγονον οὐδὲ λύκος, ἄνθρωπος δ’

1

.

23

.

8

ἀπολείπει; τί θέλεις; μωροὺς ἡμᾶς εἶναι ὡς τὰ πρόβατα; οὐδ’ ἐκεῖνα ἀπολείπει. θηριώδεις ὡς τοὺς λύκους; οὐδ’

1

.

23

.

9

ἐκεῖνοι ἀπολ〈ε〉ίπουσιν. ἄγε, τί〈σ〉 δέ σοι πείθεται ἰδὼν

1

.

23

.

10

παιδίον αὐτοῦ κλαῖον ἐπὶ τὴν γῆν πεπτωκός; ἐγὼ μὲν οἶμαι ὅτι εἰ καὶ ἐμαντεύσατο ἡ μήτηρ σου καὶ ὁ πατήρ, ὅτι μέλλεις ταῦτα λέγειν, οὐκ ἄν σε ἔρριψαν.

1

.

24

t

κδʹ. Πῶς πρὸς τὰς περιστάσεις ἀγωνιστέον.

1

.

24

.

1

Αἱ περιστάσεις εἰσὶν αἱ τοὺς ἄνδρας δεικνύουσαι. λοιπὸν ὅταν ἐμπέσῃ περίστασις, μέμνησο ὅτι ὁ θεός σε

1

.

24

.

2

ὡς ἀλείπτης τραχεῖ νεανίσκῳ 〈συμ〉βέβληκεν. Ἵνα τί; φησίν. Ἵνα Ὀλυμπιονίκης γένῃ· δίχα δ’ ἱδρῶτος οὐ γίγνεται. ἐμοὶ μὲν οὐδεὶς δοκεῖ κρείσσονα ἐσχη‐ κέναι περίστασιν ἧς σὺ ἔσχηκας, ἂν θέλῃς ὡς ἀθλητὴς

1

.

24

.

3

νεανίσκῳ χρῆσθαι. καὶ νῦν ἡμεῖς γε εἰς τὴν Ῥώμην κατάσκοπον πέμπομεν. οὐδεὶς δὲ δειλὸν κατάσκοπον πέμπει, ἵν’, ἂν μόνον ἀκούσῃ ψόφου καὶ σκιάν ποθεν ἴδῃ, τρέχων ἔλθῃ τεταραγμένος καὶ λέγων ἤδη παρεῖναι

1

.

24

.

4

τοὺς πολεμίους. οὕτως νῦν καὶ σὺ ἂν ἐλθὼν ἡμῖν εἴπῃς ‘φοβερὰ τὰ ἐν Ῥώμῃ πράγματα, δεινόν ἐστι θά‐ νατος, δεινόν ἐστι φυγή, δεινὸν λοιδορία, δεινὸν πενία·

1

.

24

.

5

φεύγετε ἄνδρες, πάρεισιν οἱ πολέμιοι‘, ἐροῦμέν σοι ‘ἄπελθε, σεαυτῷ μαντεύου· ἡμεῖς τοῦτο μόνον ἡμάρτο‐ μεν, ὅτι τοιοῦτον κατάσκοπον ἐπέμπομεν‘.

1

.

24

.

6

Πρὸ σοῦ κατάσκοπος ἀποσταλεὶς Διογένης ἄλλα ἡμῖν ἀπήγγελκεν. λέγει ὅτι ὁ θάνατος οὐκ ἔστι κακόν, οὐδὲ γὰρ αἰσχρόν· λέγει ὅτι ἀδοξία ψόφος ἐστὶ

1

.

24

.

7

μαινομένων ἀνθρώπων. οἷα δὲ περὶ πόνου, οἷα δὲ περὶ ἡδονῆς, οἷα περὶ πενίας εἴρηκεν οὗτος ὁ κατάσκοπος. τὸ δὲ γυμν[ασι]ὸν εἶναι λέγει ὅτι κρεῖσσόν ἐστι πάσης περιπορφύρου· τὸ δ’ ἐπ’ ἀστρώτῳ πέδῳ

1

.

24

.

8

καθεύδειν λέγει ὅτι μαλακωτάτη κοίτη ἐστίν. καὶ ἀπόδειξιν φέρει περὶ ἑκάστου τὸ θάρσος τὸ αὑτοῦ, τὴν ἀταραξίαν, τὴν ἐλευθερίαν, εἶτα καὶ τὸ σωμάτιον στίλ‐

1

.

24

.

9

βον καὶ συνεστραμμένον. ‘οὐδείσ‘, φησίν, ‘πολέμιος ἐγ‐ γύς ἐστιν· πάντα εἰρήνης γέμει.‘ πῶς, ὦ Διόγενες; ‘ἰδού‘, φησίν, ‘μή τι βέβλημαι, μή τι τέτρωμαι, μή τινα

1

.

24

.

10

πέφευγα;‘ τοῦτ’ ἔστιν οἷος δεῖ κατάσκοπος, σὺ δ’ ἡμῖν ἐλθὼν ἄλλα ἐξ ἄλλων λέγεις. οὐκ ἀπελεύσῃ πάλιν καὶ ὄψει ἀκριβέστερον δίχα τῆς δειλίας;

1

.

24

.

11

Τί οὖν ποιήσω; Τί ποιεῖς, ἐκ πλοίου ὅταν ἐξίῃς; μή τι τὸ πηδάλιον αἴρεις, μή τι τὰς κώπας; τί οὖν αἴρεις; τὰ σά, τὴν λήκυθον, τὴν πήραν. καὶ νῦν ἂν ᾖς μεμνημένος τῶν σῶν, οὐδέποτε τῶν ἀλλοτρίων ἀν‐

1

.

24

.

12

τιποιήσῃ. λέγει σοι ‘θὲς τὴν πλατύσημον‘· ἰδοὺ στε‐
νόσημος. ‘θὲς καὶ ταύτην·‘ ἰδοὺ ἱμάτιον μόνον. ‘θὲς

1

.

24

.

13

τὸ ἱμάτιον·‘ ἰδοὺ γυμνός. ‘ἀλλὰ φθόνον μοι κινεῖς.‘ λάβε τοίνυν ὅλον τὸ σωμάτιον. ᾧ δύναμαι ῥῖψαι τὸ

1

.

24

.

14

σωμάτιον, ἔτι τοῦτο〈ν〉 φοβοῦμαι; ἀλλὰ κληρονόμον μ’ οὐκ ἀπολείψει. τί οὖν; ἐπελαθόμην ὅτι τούτων οὐδὲν ἐμὸν ἦν; πῶς οὖν ἐμὰ αὐτὰ λέγομεν; ὡς τὸν κράβαττον ἐν τῷ πανδοκείῳ. ἂν οὖν ὁ πανδοκεὺς ἀποθανὼν ἀπολί‐
5πῃ σοι τοὺς κραβάττους· ἂν δ’ ἄλλῳ, ἐκεῖνος ἕξει, σὺ

1

.

24

.

15

δ’ ἄλλον ζητήσεις· ἂν οὖν μὴ εὕρῃς, χαμαὶ κοιμήσῃ μόνον θαρρῶν καὶ ῥέγκων καὶ μεμνημένος ὅτι ἐν τοῖς πλουσίοις καὶ βασιλεῦσι καὶ τυράννοις αἱ τραγῳδίαι τόπον ἔχουσιν, οὐδεὶς δὲ πένης τραγῳδίαν συμπληροῖ

1

.

24

.

16

εἰ μὴ ὡς χορευτής. οἱ δὲ βασιλεῖς ἄρχονται μὲν ἀπ’ ἀγαθῶν·
στέψατε δώματα· εἶτα περὶ τρίτον ἢ τέταρτον μέρος·
5ἰὼ Κιθαιρών, τί μ’ ἐδέχου;

1

.

24

.

17

ἀνδράποδον, ποῦ οἱ στέφανοι, ποῦ τὸ διάδημα; οὐδέν

1

.

24

.

18

σε ὠφελοῦσιν οἱ δορυφόροι; ὅταν οὖν ἐκείνων τινὶ
προσίῃς, τούτων μέμνησο, ὅτι τραγῳδῷ προσέρχῃ, οὐ

1

.

24

.

19

τῷ ὑποκριτῇ, ἀλλ’ αὐτῷ τῷ Οἰδίποδι. ‘ἀλλὰ μακάριος ὁ δεῖνα· μετὰ πολλῶν γὰρ περιπατεῖ.‘ κἀγὼ συγκατα‐ τάττω ἐμαυτὸν σὺν τοῖς πολλοῖς καὶ μετὰ πολλῶν περι‐

1

.

24

.

20

πατῶ. τὸ δὲ κεφάλαιον· μέμνησο ὅτι ἡ θύρα ἤνοικται. μὴ γίνου τῶν παιδ〈ί〉ων δειλότερος, ἀλλ’ ὡς ἐκεῖνα, ὅταν αὐτοῖς μὴ ἀρέσκῃ τὸ πρᾶγμα, λέγει ‘οὐκέτι παίξω‘, καὶ σύ, ὅταν σοι φαίνηταί τινα εἶναι τοιαῦτα, εἰπὼν ‘οὐκέτι
5παίξω‘ ἀπαλλάσσου, μένων δὲ μὴ θρήνει.

1

.

25

t

κεʹ. Πρὸς τὸ αὐτό.

1

.

25

.

1

Εἰ ταῦτα ἀληθῆ ἐστι καὶ μὴ βλακεύομεν μηδ’ ὑπο‐ κρινόμεθα ὅτι τὸ ἀγαθὸν τοῦ ἀνθρώπου ἐν προ‐ αιρέσει καὶ τὸ κακόν, τὰ δ’ ἄλλα πάντα οὐδὲν πρὸς ἡμᾶς, τί ἔτι ταρασσόμεθα, τί ἔτι φοβούμεθα;

1

.

25

.

2

περὶ ἃ ἐσπουδάκαμεν, τούτων ἐξουσίαν οὐδεὶς ἔχει· ὧν ἐξουσίαν οἱ ἄλλοι ἔχουσιν, τούτων οὐκ ἐπιστρεφόμεθα.

1

.

25

.

3

ποῖον ἔτι πρᾶγμα ἔχομεν; Ἀλλὰ ἔντειλαί μοι. Τί σοι ἐντείλωμαι; ὁ Ζεύς σοι οὐκ ἐντέταλται; οὐ δέδωκέν σοι τὰ μὲν σὰ ἀκώλυ[σ]τα καὶ ἀπαραπόδιστα, τὰ δὲ μὴ σὰ

1

.

25

.

4

κωλυτὰ καὶ παραποδιστά; τίνα οὖν ἐντολὴν ἔχων ἐκεῖθεν ἐλήλυθας, ποῖον διάταγμα; τὰ σὰ τήρει ἐκ παντὸς τρόπου, τῶν ἀλλοτρίων μὴ ἐφίεσο. τὸ πιστὸν σόν........· τίς οὖν ἀφελέσθαι δύναταί σου ταῦτα; τίς κωλύσει
5χρῆσθαι αὐτοῖς ἄλλος εἰ μὴ σύ; σὺ δὲ πῶς; ὅταν περὶ

1

.

25

.

5

τὰ μὴ σαυτοῦ σπουδάσῃς, τὰ σαυτοῦ ἀπώλεσας. τοιαύ‐ τας ἔχων ὑποθήκας καὶ ἐντολὰς παρὰ τοῦ Διὸς ποίας ἔτι παρ’ ἐμοῦ θέλεις; κρείσσων εἰμὶ ἐκείνου, ἀξιοπιστό‐

1

.

25

.

6

τερος; ἀλλὰ ταύτας τηρῶν ἄλλων τινῶν προσδέῃ; ἀλλ’ ἐκεῖνος οὐκ ἐντέταλται ταῦτα; φέρε τὰς προλήψεις, φέρε τὰς ἀποδείξεις τὰς τῶν φιλοσόφων, φέρε ἃ πολλάκις ἤκουσας, φέρε δ’ ἃ εἶπας αὐτός, φέρε ἃ ἀνέγνως, φέρε
5ἃ ἐμελέτησας.

1

.

25

.

7

Μέχρις οὖ〈ν〉 τίνος ταῦτα τηρεῖν καλῶς ἔχει[ς] καὶ

1

.

25

.

8

τὴν παιδιὰν μὴ λύειν; μέχρις ἂν κομψῶς διεξάγηται. ἐν Σατορναλίοις λέλογχεν βασιλεύς· ἔδοξε γὰρ παῖξαι ταύ‐ την τὴν παιδιάν. προστάσσει ‘σὺ πίε, σὺ κέρασον, σὺ ᾆσον, σὺ ἄπελθε, σὺ ἐλθέ‘. ὑπακούω, ἵνα μὴ παρ’ ἐμὲ

1

.

25

.

9

λύηται ἡ παιδιά. ‘ἀλλὰ σὺ ὑπολάμβανε ὅτι ἐν κακοῖς εἶ.‘ οὐχ ὑπολαμβάνω· καὶ τίς μ’ ἀναγκάσει ὑπολαμβά‐

1

.

25

.

10

νειν; πάλιν συνεθέμεθα παῖξαι τὰ περὶ Ἀγαμέμνονα καὶ Ἀχιλλέα. καταταγεὶς Ἀγαμέμνων λέγει μοι ‘πορεύου πρὸς τὸν Ἀχιλλέα καὶ ἀπόσπασον τὴν Βρισηίδα.‘ πο‐

1

.

25

.

11

ρεύο〈μαι〉. ‘ἔρχου.‘ ἔρχομαι. ὡς γὰρ ἐπὶ τῶν ὑποθετι‐
κῶν λόγων ἀναστρεφόμεθα, οὕτως δεῖ καὶ ἐπὶ τοῦ βίου. ‘ἔστω νύξ.‘ ἔστω. ‘τί οὖν; ἡμέρα ἐστίν;‘ οὔ· ἔλαβον

1

.

25

.

12

γὰρ ὑπόθεσιν τοῦ νύκτα εἶναι. ‘ἔστω σε ὑπολαμβάνειν ὅτι νύξ ἐστιν.‘ ἔστω. ‘ἀλλὰ καὶ ὑπόλαβε ὅτι νύξ ἐστιν.‘

1

.

25

.

13

οὐκ ἀκολουθεῖ τῇ ὑποθέσει. οὕτως καὶ ἐνταῦθα. ‘ἔστω σε εἶναι δυστυχῆ.‘ ἔστω. ‘ἆρ’ οὖν ἀτυχὴ〈σ〉 εἶ;‘ ναί. ‘τί οὖν; κακοδαιμονεῖς;‘ ναί. ‘ἀλλὰ καὶ ὑπόλαβε ὅτι ἐν κακοῖς εἶ.‘ οὐκ ἀκολουθεῖ τῇ ὑποθέσει· καὶ ἄλλο〈σ〉 με
5κωλύει.

1

.

25

.

14

Μέχρι πόσου οὖν ὑπακουστέον τοῖς τοιούτοις; μέ‐ χρις ἂν οὗ λυσιτελῇ, τοῦτο δ’ ἔστιν μέχρις ἂν οὗ σῴζω

1

.

25

.

15

τὸ πρέπον καὶ κατάλληλον. λοιπὸν οἱ μέν εἰσι κακαύ‐ στηροι καὶ κακοστόμαχοι καὶ λέγουσιν ‘ἐγὼ οὐ δύναμαι παρὰ τούτῳ δειπνεῖν, ἵν’ αὐτοῦ ἀνέχομαι καθ’ ἡμέραν διηγουμένου, πῶς ἐν Μυσίᾳ ἐπολέμησεν· “διηγησάμην
5σοι, ἀδελφέ, πῶς ἐπὶ τὸν λόφον ἀνέβην· πάλιν ἄρχομαι

1

.

25

.

16

πολιορκεῖσθαι”‘. ἄλλος λέγει ‘ἐγὼ δειπνῆσαι θέλω μᾶλ‐

1

.

25

.

17

λον καὶ ἀκούειν αὐτοῦ ὅσα θέλει ἀδολεσχοῦντοσ‘. καὶ σὺ σύγκρινε ταύτας τὰς ἀξίας· μόνον μηδὲ〈ν〉 βαρούμε‐ νος ποίει, μὴ θλιβόμενος μηδ’ ὑπολαμβάνων ἐν κακοῖς

1

.

25

.

18

εἶναι· τοῦτο γὰρ οὐδείς σε ἀναγκάζει. καπνὸν πεποίη‐ κεν ἐν τῷ οἰκήματι; ἂν μέτριον, μενῶ· ἂν λίαν πο‐ λύν, ἐξέρχομαι. τούτου γὰρ μεμνῆσθαι καὶ κρατεῖν,

1

.

25

.

19

ὅτι ἡ θύρα ἤνοικται. ἀλλὰ ‘μὴ οἴκει ἐν Νικοπόλει‘. οὐκ οἰκῶ. ‘μηδ’ ἐν Ἀθήναις.‘ οὐδ’ ἐν Ἀθήναις. ‘μηδ’ ἐν Ῥώμῃ.‘ οὐδ’ ἐν Ῥώμῃ. ‘ἐν Γυάροις οἴκει.‘ οἰκῶ.

1

.

25

.

20

ἀλλὰ πολύς μοι καπνὸς φαίνεται τὸ ἐν Γυάροις οἰκεῖν. ἀποχωρῶ, ὅπου μ’ οὐδεὶς κωλύσει οἰκεῖν· ἐκείνη γὰρ ἡ

1

.

25

.

21

οἴκησις παντὶ ἤνοικται. καὶ τὸ τελευταῖον χιτωνάριον, τοῦτ’ ἔστι τὸ σωμάτιον, τούτου ἀνωτέρω οὐδενὶ οὐδὲν

1

.

25

.

22

εἰς ἐμὲ ἔξεστιν. διὰ τοῦτο ὁ Δημήτριος εἶπεν τῷ Νέρωνι

1

.

25

.

23

‘ἀπειλεῖς μοι θάνατον, σοὶ δ’ ἡ φύσισ‘. ἂν δὲ τὸ σωμάτιον θαυμάσω, δοῦλον ἐμαυτὸν παραδέδωκα· ἂν

1

.

25

.

24

τὸ κτησείδιον, δοῦλον. εὐθὺς γὰρ [ἐμ]αὐτὸς κατ’ ἐμαυτοῦ δηλῶ, τίνι ἁλωτός εἰμι. ὡς ὁ ὄφις ἐὰν συσπᾷ τὴν κεφαλήν, λέγω ‘ἐκεῖνο αὐτοῦ τύπτε ὃ φυλάσσει‘. καὶ σὺ γίγνωσκε, ὅτι ὃ ἂν φυλάσσειν ἐθέλῃς, κατ’ ἐκεῖνο

1

.

25

.

25

ἐπιβήσεταί σοι ὁ κύριος. τούτων μεμνημένος τίνα ἔτι κολακεύσεις ἢ φοβήσῃ;

1

.

25

.

26

Ἀλλὰ θέλω καθῆσθαι ὅπου οἱ συγκλητικοί. Ὁρᾷς
ὅτι σὺ σαυτῷ στενοχωρίαν παρέχεις, σὺ σαυτὸν θλίβεις;

1

.

25

.

27

Πῶς οὖν ἄλλως θεωρήσω καλῶς ἐν τῷ ἀμφιθεάτρῳ; Ἄνθρωπε, καὶ μὴ θεώρει καὶ οὐ μὴ θλιβῇς. τί πράγματα ἔχεις; ἢ μικρὸν ἔκδεξαι καὶ ἀχθείσης τῆς θεωρίας κάθισον εἰς τοὺς τῶν συγκλητικῶν τόπους καὶ

1

.

25

.

28

ἡλιάζου. καθόλου γὰρ ἐκείνου μέμνησο, ὅτι ἑαυτοὺς θλίβομεν, ἑαυτοὺς στενοχωροῦμεν, τοῦτ’ ἔστιν τὰ δόγ‐

1

.

25

.

29

ματα ἡμᾶς θλίβει καὶ στενοχωρεῖ. ἐπεὶ τί ἐστιν αὐτὸ τὸ λοιδορεῖσθαι; παραστὰς λίθον λοιδόρει· καὶ τί ποιήσεις; ἂν οὖν τις ὡς λίθος ἀκούῃ, τί ὄφελος τῷ λοιδοροῦντι; ἂν δ’ ἔχῃ τὴν ἀσθένειαν τοῦ λοιδορου‐

1

.

25

.

30

μένου ὁ λοιδορῶν ἐπιβάθραν, τότε ἀνύει τι. ‘περί‐ σχισον αὐτόν.‘ τί λέγεις αὐτόν; τὸ ἱμάτιον λάβε, περί‐

1

.

25

.

31

σχισον. ‘ὕβριν σοι πεποίηκα.‘ καλῶς σοι γένοιτο. ταῦ‐ τα ἐμελέτα Σωκράτης, διὰ τοῦτο ἓν ἔχων πρόσωπον ἀεὶ διετέλει. ἡμεῖς δὲ θέλομεν πάντα μᾶλλον ἀσκεῖν καὶ μελετᾶν ἢ ὅπως ἀπαραπόδιστοι καὶ ἐλεύθεροι

1

.

25

.

32

ἐσόμεθα. ‘παράδοξα λέγουσιν οἱ φιλόσοφοι.‘ ἐν δὲ ταῖς ἄλλαις τέχναις οὐκ ἔστι παράδοξα; καὶ τί παρα‐ δοξότερόν ἐστιν ἢ κεντεῖν τινος τὸν ὀφθαλμόν, ἵνα ἴδῃ; εἴ τις ἀπείρῳ τῶν ἰατρικῶν τοῦτο εἶπεν, οὐκ ἂν

1

.

25

.

33

κατεγέλα τοῦ λέγοντος; τί οὖν θαυμαστὸν εἰ καὶ ἐν φιλοσοφίᾳ πολλὰ τῶν ἀληθῶν παράδοξα φαίνεται τοῖς
ἀπείροις;

1

.

26

t

κϛʹ. Τίς ὁ βιωτικὸς νόμος.

1

.

26

.

1

Ἀναγιγνώσκοντος δὲ τοὺς ὑποθετικοὺς ἔφη Νόμος ὑποθετικός ἐστι καὶ οὗτος τὸ ἀκόλουθον τῇ ὑποθέ‐ σει παραδέχεσθαι. πολὺ πρότερον δὲ νόμος βιωτι‐

1

.

26

.

2

κός ἐστιν οὗτος τὸ ἀκόλουθον τῇ φύσει πράττειν. εἰ γὰρ ἐπὶ πάσης ὕλης καὶ περιστάσεως βουλόμεθα τη‐ ρῆσαι τὸ κατὰ φύσιν, δῆλον ὅτι ἐν παντὶ στοχαστέον τοῦ μήτε τὸ ἀκόλουθον ἡμᾶς ἐκφυγεῖν μήτε παραδέξα‐

1

.

26

.

3

σθαι τὸ μαχόμενον. πρῶτον οὖν ἐπὶ τῆς θεωρίας γυ‐ μνάζουσιν ἡμᾶς οἱ φιλόσοφοι ὅπου ῥᾷον, εἶτα οὕτως ἐπὶ τὰ χαλεπώτερα ἄγουσιν· ἐνταῦθα γὰρ οὐδέν ἐστι τὸ ἀνθέλκον ὡς πρὸς τὸ ἀκολουθῆσαι τοῖς διδασκο‐
5μένοις, ἐπὶ δὲ τῶν βιωτικῶν πολλὰ τὰ περισπῶντα.

1

.

26

.

4

γελοῖος οὖν ὁ λέγων πρῶτον βούλεσθαι ἐπ’ ἐκείνων·

1

.

26

.

5

οὐ γὰρ ῥᾴδιον ἄρχεσθαι ἀπὸ τῶν χαλεπωτέρων. καὶ τοῦτον ἀπολογισμὸν ἔδει φέρειν πρὸς τοὺς γονεῖς τοὺς ἀγανακτοῦντας ἐπὶ τῷ φιλοσοφεῖν τὰ τέκνα. ‘οὐκοῦν ἁμαρτάνω, πάτερ, καὶ οὐκ οἶδα τὸ ἐπιβάλλον ἐμαυτῷ
5καὶ προσῆκον· εἰ μὲν οὐδὲ μαθητόν ἐστιν οὐδὲ διδα‐ κτόν, τί μοι ἐγκαλεῖς; εἰ δὲ διδακτόν, δίδασκε· εἰ δὲ σὺ μὴ δύνασαι, ἄφες με μαθεῖν παρὰ τῶν λεγόντων εἰδέ‐

1

.

26

.

6

ναι. ἐπεὶ τί δοκεῖς; ὅτι θέλω〈ν〉 περιπίπτω κακῷ καὶ ἀποτυγχάνω τοῦ ἀγαθοῦ; μὴ γένοιτο. τί οὖν ἐστι τὸ

1

.

26

.

7

αἴτιον τοῦ ἁμαρτάνειν με; ἡ ἄγνοια. οὐ θέλεις οὖν ἀποθῶμαι τὴν ἄγνοιαν; τίνα πώποτε ὀργὴ[ν] ἐδίδαξε τὰ κυβερνητικά, τὰ μουσικά; τὰ βιωτικὰ οὖν διὰ τὴν ὀργήν σου δοκεῖς ὅτι μαθήσομαι;‘

1

.

26

.

8

Ταῦτα ἐκείνῳ μόνῳ λέγειν ἔξεστι τῷ τοιαύτην ἐπι‐

1

.

26

.

9

βολὴν ἐνηνοχότι. εἰ δέ τις μόνον ἐπιδείκνυσθαι θέλων ἐν συμποσίῳ ὅτι οἶδεν τοὺς ὑποθετικοὺς ἀναγιγνώσκει ταῦτα καὶ προσέρχεται τοῖς φιλοσόφοις, οὗτος ἄλλο τι πράσσει † ἵνα αὐτὸν συγκλητικὸς παρακατακείμε‐

1

.

26

.

10

νος θαυμάσει; ἐκεῖ γὰρ τῷ ὄντι αἱ μεγάλαι ὗλαί εἰσι καὶ οἱ ἐνθάδε πλοῦτοι ἐκεῖ παίγνια δοκοῦσιν. διὰ τοῦτο ἐκεῖ δύσκολον κρατῆσαι τῶν αὑτοῦ φαντασιῶν,

1

.

26

.

11

ὅπου τὰ ἐκ〈σ〉είοντα μεγάλα. ἐγώ τινα οἶδα κλαίοντα Ἐπαφροδίτου τῶν γονάτων ἁπτόμενον καὶ λέγοντα τα‐ λαιπωρεῖν· ἀπολελεῖφθαι γὰρ αὐτῷ μηδέν, εἰ μὴ ἑκατὸν

1

.

26

.

12

πεντήκοντα μυριάδας. τί οὖν ὁ Ἐπαφρόδιτος; κατεγέ‐ λασεν ὡς ὑμεῖς; οὔ· ἀλλ’ ἐπιθαυμάσας λέγει ‘τάλας, πῶς οὖν ἐσιώπας, πῶς ἐκαρτέρεις;‘

1

.

26

.

13

Ταράξας δὲ τὸν ἀναγιγνώσκοντα τοὺς ὑποθετικοὺς καὶ γελάσαντος τοῦ ὑποθεμένου αὐτῷ τὴν ἀνάγνωσιν Σεαυτοῦ, ἔφη, καταγελᾷς· οὐ προεγύμνασας τὸν νεανί‐ σκον οὐδ’ ἔγνως εἰ δύναται τούτοις παρακολουθεῖν,

1

.

26

.

14

ἀλλ’ ὡς ἀναγνώστῃ αὐτῷ χρῇ. τί οὖν, ἔφη, μὴ δυναμέ‐ νῃ διανοίᾳ συμπεπλεγμένου ἐπικρίσει παρακολουθεῖν
ἔπαινον πιστεύομεν, ψόγον πιστεύομεν, ἐπίκρισιν περὶ τῶν καλῶς ἢ κακῶς γινομένων; κἄν τινα κακῶς λέγῃ,
5οὗτος ἐπιστρέφεται, κἂν ἐπαινῇ τινα, ἐπαίρεται; ἐν

1

.

26

.

15

τοῖς οὕτως μικροῖς μὴ εὑρίσκων τὸ ἑξῆς; αὕτη οὖν ἀρχὴ τοῦ φιλοσοφεῖν, αἴσθησις τοῦ ἰδίου ἡγεμονικοῦ πῶς ἔχει· μετὰ γὰρ τὸ γνῶναι ὅτι ἀσθενῶς οὐκ ἔτι θελήσει

1

.

26

.

16

χρῆσθαι αὐτῷ πρὸς τὰ μεγάλα. νῦν δὲ μὴ δυνάμενοί τινες τὸν ψωμὸν καταπίνειν σύνταξιν ἀγοράσαντες ἐπι‐ βάλλονται ἐσθίειν. διὰ τοῦτο ἐμοῦσιν ἢ ἀπε〈π〉τοῦσιν· εἶτα στρόφοι καὶ κατάρροιαι καὶ πυρετοί. ἔδει δ’ ἐφι‐

1

.

26

.

17

στάνειν, εἰ δύνανται. ἀλλ’ ἐν μὲν θεωρίᾳ ῥᾴδιον ἐξε‐ λέγξαι τὸν οὐκ εἰδότα, ἐν δὲ τοῖς κατὰ τὸν βίον οὔτε παρέχει ἑαυτόν τις ἐλέγχῳ τόν τ’ ἐξελέγξαντα μισοῦμεν.

1

.

26

.

18

ὁ δὲ Σωκράτης ἔλεγεν ἀνεξέταστον βίον μὴ ζῆν.

1

.

27

t

κζʹ. Ποσαχῶς αἱ φαντασίαι γίνονται καὶ τίνα πρόχειρα πρὸς αὐτὰ〈σ〉 βοηθήματα παρασκευαστέον.

1

.

27

.

1

Τετραχῶς αἱ φαντασίαι γίνονται ἡμῖν· ἢ γὰρ ἔστι τινὰ 〈καὶ〉 οὕτως φαίνεται ἢ οὐκ ὄντα οὐδὲ φαίνεται ὅτι ἔστιν ἢ ἔστι καὶ οὐ φαίνεται ἢ οὐκ ἔστι καὶ φαί‐

1

.

27

.

2

νεται. λοιπὸν ἐν πᾶσι τούτοις εὐστοχεῖν ἔργον ἐστὶ τοῦ
πεπαιδευμένου. ὅ τι δ’ ἂν ᾖ τὸ θλῖβον, ἐκείνῳ δεῖ προσάγειν τὴν βοήθειαν. εἰ σοφίσματα ἡμᾶς Πυρρώνεια καὶ Ἀκαδημαικὰ τὰ θλίβοντά ἐστιν, ἐκείνοις προσάγω‐

1

.

27

.

3

μεν τὴν βοήθειαν· εἰ αἱ τῶν πραγμάτων πιθανότητες, καθ’ ἃς φαίνεταί τινα ἀγαθὰ οὐκ ὄντα, ἐκεῖ τὴν βοή‐ θειαν ζητῶμεν· εἰ ἔθος ἐστὶ τὸ θλῖβον, πρὸς ἐκεῖνο

1

.

27

.

4

τὴν βοήθειαν ἀνευρίσκειν πειρατέον. τί οὖν πρὸς ἔθος

1

.

27

.

5

ἔστιν εὑρίσκειν βοήθημα; τὸ ἐναντίον ἔθος. ἀκούεις τῶν ἰδιωτῶν λεγόντων ‘τάλας ἐκεῖνος, ἀπέθανεν· ἀπώ‐ λετο ὁ πατὴρ αὐτοῦ, ἡ μήτηρ· ἐξεκόπη, ἀλλὰ καὶ ἄωρος

1

.

27

.

6

καὶ ἐπὶ ξένησ‘. ἄκουσον τῶν ἐναντίων λόγων, ἀπόσπα‐ σον σεαυτὸν τούτων τῶν φωνῶν, ἀντίθες τῷ ἔθει τὸ ἐναντίον ἔθος. πρὸς τοὺς σοφιστικοὺς λόγους τὰ λογικὰ καὶ τὴν ἐν τούτοις γυμνασίαν καὶ τριβήν, πρὸς τὰς τῶν
5πραγμάτων πιθανότητας τὰς προλήψεις ἐναργεῖς ἐσμηγ‐ μένας καὶ προχείρους ἔχειν δεῖ.

1

.

27

.

7

Ὅταν θάνατος φαίνηται κακόν, πρόχειρον ἔχειν ὅτι τὰ κακὰ ἐκκλίνειν καθήκει καὶ ἀναγκαῖον ὁ θάνατος.

1

.

27

.

8

τί γὰρ ποιήσω; ποῦ γὰρ αὐτὸν φύγω; ἔστω ἐμὲ εἶναι Σαρπηδόνα τὸν τοῦ Διός, ἵν’ οὕτως γενναίως εἴπω ‘ἀπελθὼν ἢ αὐτὸς ἀριστεῦσαι θέλω ἢ ἄλλῳ παρασχεῖν ἀφορμὴν τοῦ ἀριστεῦσαι· εἰ μὴ δύναμαι κατορθῶσαί τι
5αὐτός, οὐ φθονήσω ἄλλῳ τοῦ ποιῆσαί τι γενναῖον‘·

1

.

27

.

9

ἔστω ταῦτα ὑπὲρ ἡμᾶς, ἐκεῖνο οὐ πίπτει εἰς ἡμᾶς; καὶ
ποῦ φύγω τὸν θάνατον; μηνύσατέ μοι τὴν χώραν, μη‐ νύσατε ἀνθρώπους, εἰς οὓς ἀπέλθω, εἰς οὓς οὐ παρα‐ βάλλει, μηνύσατε ἐπαοιδήν· εἰ μὴ ἔχω, τί με θέλετε

1

.

27

.

10

ποιεῖν; οὐ δύναμαι τὸν θάνατον ἀποφυγεῖν· τὸ φοβεῖ‐ σθαι αὐτὸν μὴ ἀποφύγω, ἀλλ’ ἀποθάνω πενθῶν καὶ τρέμων; αὕτη γὰρ γένεσις πάθους θέλειν τι καὶ μὴ γί‐

1

.

27

.

11

νεσθαι. ἔνθεν ἂν μὲν δύνωμαι τὰ ἐκτὸς μετατιθέναι πρὸς τὴν βούλησιν τὴν ἐμαυτοῦ, μετατίθημι· εἰ δὲ μή,

1

.

27

.

12

τὸν ἐμποδίζοντα ἐκτυφλῶσαι θέλω. πέφυκε γὰρ ὁ ἄν‐ θρωπος μὴ ὑπομένειν ἀφαιρεῖσθαι τοῦ ἀγαθοῦ, μὴ ὑπο‐

1

.

27

.

13

μένειν περιπίπτειν τῷ κακῷ. εἶτα τὸ τελευταῖον, ὅταν μήτε 〈τὰ〉 πράγματα μεταθεῖναι δυνηθῶ μήτε τὸν ἐμπο‐ δίζοντα ἐκτυφλῶσαι, κάθημαι καὶ στένω καὶ ὃν δύναμαι λοιδορῶ, τὸν Δία καὶ τοὺς θεοὺς τοὺς ἄλλους· εἰ γὰρ

1

.

27

.

14

μὴ ἐπιστρέφονταί μου, τί ἐμοὶ καὶ αὐτοῖς; ‘ναί· ἀλλ’ ἀσεβὴς ἔσῃ‘. τί οὖν μοι χεῖρον ἔσται, ὧν ἔστι μοι νῦν; τὸ σύνολον ἐκείνου μεμνῆσθαι, ὅτι, ἐὰν μὴ ἐν τῷ αὐτῷ ᾖ τὸ εὐσεβὲς καὶ συμφέρον, οὐ δύναται σωθῆναι τὸ εὐ‐
5σεβὲς ἔν τινι. ταῦτα οὐ δοκεῖ ἐπείγοντα;

1

.

27

.

15

Ἐρχέσθω καὶ ἀπαντάτω Πυρρώνειος καὶ Ἀκαδημαι‐
κός. ἐγὼ μὲν γὰρ τὸ ἐμὸν μέρος οὐκ ἄγω σχολὴν πρὸς

1

.

27

.

16

ταῦτα οὐδὲ δύναμαι συνηγορῆσαι τῇ συνηθείᾳ. εἰ καὶ περὶ ἀγριδίου πραγμάτιον εἶχον, ἄλλον ἂν παρεκάλεσα τὸν συνηγορήσοντα· τίνι οὖν ἀρκοῦμαι κατὰ τὸν τόπον;

1

.

27

.

17

πῶς μὲν αἴσθησις γίνεται, π[ρ]ότερον δι’ ὅλων ἢ ἀπὸ μέρους, ἴσως οὐκ οἶδα ἀπολογίσασθαι, ταράσσει δέ με ἀμφότερα. ὅτι δ’ ἐγὼ καὶ σὺ οὐκ ἐσμὲν οἱ αὐτοί, λίαν

1

.

27

.

18

ἀκριβῶς οἶδα. πόθεν τοῦτο; οὐδέποτε καταπίνειν τι θέλων ἐκεῖ φέρω τὸν ψωμόν, ἀλλ’ ὧδε· οὐδέποτ’ ἄρτον θέλων λαβεῖν τὸ σάρον ἔλαβον, ἀλλ’ ἀεὶ ἐπὶ τὸν ἄρτον

1

.

27

.

19

ἔρχομαι ὡς πρὸς σκοπόν. ὑμεῖς δ’ αὐτοὶ οἱ τὰς αἰσθή‐ σεις ἀναιροῦντες ἄλλο τι ποιεῖτε; τίς ὑμῶν εἰς βαλα‐

1

.

27

.

20

νεῖον ἀπελθεῖν θέλων εἰς μυλῶνα ἀπῆλθεν; Τί οὖν; οὐ δεῖ κατὰ δύναμιν καὶ τούτων ἀντέχεσθαι, τοῦ τηρῆ‐ σαι τὴν συνήθειαν, τοῦ πεφράχθαι πρὸς τὰ κατ’ αὐτῆς;

1

.

27

.

21

Καὶ τίς ἀντιλέγει; ἀλλὰ τὸν δυνάμενον, τὸν σχολά‐ ζοντα· τὸν δὲ τρέμοντα καὶ ταρασσόμενον καὶ ῥηγνύμε‐ νον ἔσωθεν τὴν καρδίαν ἄλλῳ τινὶ δεῖ προσευκαιρεῖν.

1

.

28

t

κηʹ. Ὅτι οὐ δεῖ χαλεπαίνειν ἀνθρώποις καὶ τίνα τὰ μικρὰ καὶ μεγάλα ἐν ἀνθρώποις.

1

.

28

.

1

Τί ἐστιν αἴτιον τοῦ συγκατατίθεσθαί τινι; τὸ φαί‐

1

.

28

.

2

νεσθαι ὅτι ὑπάρχει. τῷ οὖν φαινομένῳ ὅτι οὐχ ὑπάρχει συγκατατίθεσθαι οὐχ οἷόν τε. διὰ τί; ὅτι ἡ φύσις αὕτη ἐστὶ τῆς διανοίας τοῖς μὲν ἀληθέσιν ἐπινεύειν, τοῖς δὲ

1

.

28

.

3

ψευδέσι δυσαρεστεῖν, πρὸς δὲ τὰ ἄδηλα ἐπέχειν. τίς τούτου πίστις; ‘πάθε, εἰ δύνασαι, νῦν ὅτι νύξ ἐστιν.‘ οὐχ οἷόν τε. ‘ἀπόπαθε ὅτι ἡμέρα ἐστίν.‘ οὐχ οἷόν τε. ‘πάθε ἢ ἀπόπαθε ἀπὸ τοῦ ἀρτίους εἶναι τοὺς ἀστέρας.‘

1

.

28

.

4

οὐχ οἷόν τε. ὅταν οὖν τις συγκατατίθηται τῷ ψεύδει, ἴσθι ὅτι οὐκ ἤθελεν ψεύδει συγκαταθέσθαι· πᾶσα γὰρ ψυχὴ ἄκουσα στέρεται τῆς ἀληθείας, ὡς λέγει

1

.

28

.

5

Πλάτων· ἀλλὰ ἔδοξεν αὐτῷ τὸ ψεῦδος ἀληθές. ἄγε ἐπὶ δὲ τῶν πράξεων τί ἔχομεν τοιοῦτον οἷον ἐνθάδε τὸ ἀληθὲς ἢ τὸ ψεῦδος; τὸ καθῆκον καὶ παρὰ τὸ καθῆκον, τὸ συμφέρον καὶ τὸ ἀσύμφορον, τὸ κατ’ ἐμὲ καὶ οὐ

1

.

28

.

6

κατ’ ἐμὲ καὶ ὅσα τούτοις ὅμοια. ‘οὐ δύναται οὖν τις δο‐ κεῖν μέν, ὅτι συμφέρει αὐτῷ, μὴ αἱρεῖσθαι δ’ αὐτό;‘ οὐ

1

.

28

.

7

δύναται. πῶς ἡ λέγουσα
καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά,
θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων;
ὅτι αὐτὸ τοῦτο, τῷ θυμῷ χαρίσασθαι καὶ τιμωρήσασθαι
5τὸν ἄνδρα, συμφορώτερον ἡγεῖται τοῦ σῶσαι τὰ τέκνα.

1

.

28

.

8

‘ναί· ἀλλ’ ἐξηπάτηται.‘ δεῖξον αὐτῇ ἐναργῶς ὅτι ἐξη‐ πάτηται καὶ οὐ ποιήσει· μέχρι δ’ ἂν οὗ μὴ δεικνύῃς,

1

.

28

.

9

τίνι ἔχει ἀκολουθῆσαι ἢ τῷ φαινομένῳ; οὐδενί. τί οὖν χαλεπαίνεις αὐτῇ, ὅτι πεπλάνηται 〈ἡ〉 ταλαίπωρος περὶ
τῶν μεγίστων καὶ ἔχις ἀντὶ ἀνθρώπου γέγονεν; οὐχὶ δ’, εἴπερ ἄρα, μᾶλλον ἐλεεῖς, ὡς τοὺς τυφλοὺς ἐλεοῦ‐
5μεν, ὡς τοὺς χωλούς, οὕτως τοὺς τὰ κυριώτατα τετυ‐ φλωμένους καὶ ἀποκεχωλωμένους;

1

.

28

.

10

Ὅστις οὖν τούτου μέμνηται καθαρῶς ὅτι ἀνθρώπῳ μέτρον πάσης πράξεως τὸ φαινόμενον (λοιπὸν ἢ καλῶς φαίνεται ἢ κακῶς· εἰ καλῶς, ἀνέγκλητός ἐστιν· εἰ κα‐ κῶς, αὐτὸς ἐζημίωται· οὐ δύναται γὰρ ἄλλος μὲν εἶ‐
5ναι ὁ πεπλανημένος, ἄλλος δ’ ὁ βλαπτόμενος), οὐ‐ δενὶ ὀργισθήσεται, οὐδενὶ χαλεπανεῖ, οὐδένα λοιδο‐ ρήσει, οὐδένα μέμψεται, οὐ μισήσει, οὐ προσκόψει

1

.

28

.

11

οὐδενί. ὥστε καὶ τὰ οὕτω μεγάλα καὶ δεινὰ ἔργα ταύτην ἔχει τὴν ἀρχήν, τὸ φαινόμενον; ταύτην οὐδ’

1

.

28

.

12

ἄλλην. ἡ Ἰλιὰς οὐδέν ἐστιν ἢ φαντασία καὶ χρῆσις φαντασιῶν. ἐφάνη τῷ Ἀλεξάνδρῳ ἀπάγειν τοῦ Μενε‐ λάου τὴν γυναῖκα, ἐφάνη τῇ Ἑλένῃ ἀκολουθῆσαι αὐ‐

1

.

28

.

13

τῷ. εἰ οὖν ἐφάνη τῷ Μενελάῳ παθεῖν ὅτι κέρδος ἐστὶ τοιαύτης γυναικὸς στερηθῆναι, τί ἂν ἐγένετο; ἀπολώλει ἡ Ἰλιὰς οὐ μόνον ἀλλὰ καὶ ἡ Ὀδύσσεια.

1

.

28

.

14

Ἐκ τοιούτου οὖν μικροῦ πράγματος ἤρτηται τὰ τηλι‐ καῦτα; Τίνα δὲ καὶ λέγεις τὰ τηλικαῦτα; πολέμους καὶ στάσεις καὶ ἀπωλείας πολλῶν ἀνθρώπων καὶ κατα‐ σκαφὰς πόλεων; καὶ τί μέγα ἔχει ταῦτα; Οὐδέν;

1

.

28

.

15

Τί δ’ ἔχει μέγα πολλοὺς βοῦς ἀποθανεῖν καὶ πολλὰ πρόβατα καὶ πολλὰς καλιὰς χελιδόνων ἢ πελαργῶν ἐμ‐

1

.

28

.

16

πρησθῆναι καὶ κατασκαφῆναι; Ὅμοια οὖν ἐστι ταῦ‐ τα ἐκείνοις; Ὁμοιότατα. σώματα ἀπώλετο ἀνθρώ‐ πων· καὶ βοῶν καὶ προβάτων. οἰκημάτια ἐνεπρήσθη ἀν‐

1

.

28

.

17

θρώπων· καὶ πελαργῶν νεοσσιαί. τί μέγα ἢ δεινόν; ἢ δεῖξόν μοι τί διαφέρει οἰκία ἀνθρώπου καὶ νεοσσιὰ πε‐

1

.

28

.

18

λαργοῦ ὡς οἴκησις. Ὅμοιον οὖν ἐστι πελαργὸς καὶ ἄνθρωπος; Τί λέγεις; κατὰ τὸ σῶμα ὁμοιότατον. [πλὴν ὅτι μὲν ἐκ δοκῶν καὶ κεραμίδων καὶ πλίνθων οἰκοδομεῖται τὰ οἰκίδια, ἡ δ’ ἐκ ῥάβδων καὶ πηλοῦ.]

1

.

28

.

19

Οὐδενὶ οὖν διαφέρει ἄνθρωπος πελαργοῦ; Μὴ γένοιτο· ἀλλὰ τούτοις οὐ διαφέρει. Τίνι οὖν δια‐

1

.

28

.

20

φέρει; Ζήτει καὶ εὑρήσεις, ὅτι ἄλλῳ διαφέρει. ὅρα μὴ τῷ παρακολουθεῖν οἷς ποιεῖ, ὅρα μὴ τῷ κοινωνικῷ,

1

.

28

.

21

μὴ τῷ πιστῷ, τῷ αἰδήμονι, τῷ ἀσφαλεῖ, τῷ συνετῷ. ποῦ οὖν τὸ μέγα ἐν ἀνθρώποις κακὸν καὶ ἀγαθόν; ὅπου ἡ διαφορά. ἂν σῴζηται τοῦτο καὶ περιτετειχισμένον μένῃ καὶ μὴ διαφθείρηται τὸ αἰδῆμον μηδὲ τὸ πιστὸν μηδὲ
5τὸ συνετόν, τότε σῴζεται καὶ αὐτός· ἂν δ’ ἀπολλύηταί τι τούτων καὶ ἐκπολιορκῆται, τότε καὶ αὐτὸς ἀπόλλυται.

1

.

28

.

22

καὶ τὰ μεγάλα πράγματα ἐν τούτῳ ἐστίν. ἔπταισεν μεγά‐ λα ὁ Ἀλέξανδρος, ὅτ’ ἐπῆλθον † φασιν οἱ Ἕλληνες καὶ ὅτε
ἐπόρθουν τὴν Τροίαν καὶ ὅτε οἱ ἀδελφοὶ αὐτοῦ ἀπώλ‐

1

.

28

.

23

λυντο; οὐδαμῶς· δι’ ἀλλότριον γὰρ ἔργον πταίει οὐ‐ δείς· ἀλλὰ τότε πελαργῶν νεοσσιαὶ ἐπορθοῦντο. πταῖσμα δ’ ἦν, ὅτε ἀπώλεσε τὸν αἰδήμονα, τὸν πιστόν, τὸν φι‐

1

.

28

.

24

λόξενον, τὸν κόσμιον. πότ’ ἔπταισεν ὁ Ἀχιλλεύς; ὅτε ἀπέθανεν ὁ Πάτροκλος; μὴ γένοιτο· ἀλλ’ ὅτε ὠργίζετο, ὅτε κορασίδιον ἔκλαεν, ὅτ’ ἐπελάθετο ὅτι πάρεστιν οὐκ

1

.

28

.

25

ἐπὶ τὸ ἐρωμένας κτᾶσθαι, ἀλλ’ ἐπὶ τὸ πολεμεῖν. ταῦτ’ ἐστὶ τὰ ἀνθρωπικὰ πταίσματα, τοῦτό ἐστιν ἡ πολιορκία, τοῦτό ἐστι κατασκαφή, ὅταν τὰ δόγματα τὰ ὀρθὰ καθ‐

1

.

28

.

26

αιρῆται, ὅταν ἐκεῖνα διαφθείρηται. Ὅταν οὖν γυ‐ ναῖκες ἄγωνται καὶ παιδία αἰχμαλωτίζηται καὶ ὅταν

1

.

28

.

27

αὐτοὶ κατασφάζωνται, ταῦτα οὐκ ἔστι κακά; Πόθεν τοῦτο προσδοξάζεις; κἀμὲ δίδαξον. Οὔ· ἀλλὰ πόθεν

1

.

28

.

28

σὺ λέγεις ὅτι οὐκ ἔστι κακά; Ἔλθωμεν ἐπὶ τοὺς κα‐ νόνας, φέρε τὰς προλήψεις. Διὰ τοῦτο γὰρ οὐκ ἔστιν ἱκανῶς θαυμάσαι τὸ γινό‐ μενον. ὅπου βάρη κρῖναι θέλομεν, οὐκ εἰκῇ κρίνομεν·

1

.

28

.

29

ὅπου τὰ εὐθέα καὶ στρεβλά, οὐκ εἰκῇ· ἁπλῶς ὅπου δια‐ φέρει ἡμῖν γνῶναι τὸ κατὰ τὸν τόπον ἀληθές, οὐδέποθ’

1

.

28

.

30

ἡμῶν οὐδεὶς οὐδὲν εἰκῇ ποιήσει. ὅπου δὲ τὸ πρῶτον καὶ μόνον αἴτιόν ἐστι τοῦ κατορθοῦν ἢ ἁμαρτάνειν, τοῦ εὐροεῖν ἢ δυσροεῖν, τοῦ ἀτυχεῖν ἢ εὐτυχεῖν, ἐνθάδε
μόνον εἰκαῖοι καὶ προπετεῖς. οὐδαμοῦ ὅμοιόν τι ζυγῷ,
5οὐδαμοῦ ὅμοιόν τι κανόνι, ἀλλά τι ἐφάνη καὶ εὐθὺς

1

.

28

.

31

ποιῶ τὸ φανέν. κρείσσων γάρ εἰμι τοῦ Ἀγαμέμνονος ἢ τοῦ Ἀχιλλέως, ἵν’ ἐκεῖνοι μὲν διὰ τὸ ἀκολουθῆσαι τοῖς φαινομένοις τοιαῦτα κακὰ ποιήσωσι καὶ πάθωσιν, ἐμοὶ

1

.

28

.

32

δὲ μὴ ἀρκῇ τὸ φαινόμενον; καὶ ποία τραγῳδία ἄλλην ἀρχὴν ἔχει; Ἀτρεὺς Εὐριπίδου τί ἐστιν; τὸ φαινόμε‐ νον. Οἰδίπους Σοφοκλέους τί ἐστιν; τὸ φαινόμενον.

1

.

28

.

33

Φοῖνιξ; τὸ φαινόμενον. Ἱππόλυτος; τὸ φαινόμενον. τού‐ του οὖν μηδεμίαν ἐπιμέλειαν ποιεῖσθαι τίνος ὑμῖν δο‐ κεῖ; τίνες δὲ λέγονται οἱ παντὶ τῷ φαινομένῳ ἀκολου‐ θοῦντες; Μαινόμενοι. Ἡμεῖς οὖν ἄλλο τι ποιοῦμεν;

1

.

29

t

κθʹ. Περὶ εὐσταθείας.

1

.

29

.

1

Οὐσία τοῦ ἀγαθοῦ προαίρεσις ποιά, τοῦ κακοῦ προ‐

1

.

29

.

2

αίρεσις ποιά. τί οὖν τὰ ἐκτός; ὗλαι τῇ προαιρέσει, περὶ ἃς ἀναστρεφομένη τεύξεται τοῦ ἰδίου ἀγαθοῦ ἢ κακοῦ.

1

.

29

.

3

πῶς τοῦ ἀγαθοῦ τεύξεται; ἂν τὰς ὕλας μὴ θαυμάσῃ. τὰ γὰρ περὶ τῶν ὑλῶν δόγματα ὀρθὰ μὲν ὄντα ἀγαθὴν ποιεῖ τὴν προαίρεσιν, στρεβλὰ δὲ καὶ διεστραμμένα κα‐

1

.

29

.

4

κήν. τοῦτον τὸν νόμον ὁ θεὸς τέθεικεν καὶ φησίν ‘εἰ τι ἀγαθὸν θέλεις, παρὰ σεαυτοῦ λάβε‘. σὺ λέ‐ γεις ‘οὔ· ἀλλὰ παρ’ ἄλλου‘. μή, ἀλλὰ παρὰ σεαυτοῦ.

1

.

29

.

5

λοιπὸν ὅταν ἀπειλῇ ὁ τύραννος καὶ μὴ καλῇ, λέγω ‘τίνι
ἀπειλεῖ;‘ ἂν λέγῃ ‘δήσω σε‘, φημὶ ὅτι ‘ταῖς χερσὶν

1

.

29

.

6

ἀπειλεῖ καὶ τοῖς ποσίν‘. ἂν λέγῃ ‘τραχηλοκοπήσω σε‘, λέγω ‘τῷ τραχήλῳ ἀπειλεῖ‘. ἂν λέγῃ ‘εἰς φυλακήν σε βαλῶ‘, ‘ὅλῳ τῷ σαρκιδίῳ‘· κἂν ἐξορισμὸν ἀπειλῇ, τὸ

1

.

29

.

7

αὐτό. Σοὶ οὖν οὐδὲν ἀπειλεῖ; Εἰ πέπονθα ὅτι ταῦτα οὐδέν ἐστι πρὸς ἐμέ, οὐδέν· εἰ δὲ φοβοῦμαί τι

1

.

29

.

8

τούτων, ἐμοὶ ἀπειλεῖ. τίνα λοιπὸν δέδοικα; τὸν τίνων ὄντα κύριον; τῶν ἐπ’ ἐμοί; οὐδὲ εἷς ἐστιν. τῶν οὐκ ἐπ’ ἐμοί; καὶ τί μοι αὐτῶν μέλει;

1

.

29

.

9

Ὑμεῖς οὖν οἱ φιλόσοφοι διδάσκετε καταφρονεῖν τῶν βασιλέων; Μὴ γένοιτο. τίς ἡμῶν διδάσκει ἀντιποιεῖ‐

1

.

29

.

10

σθαι πρὸς αὐτούς, ὧν ἐκεῖνοι ἔχουσιν ἐξουσίαν; τὸ σω‐ μάτιον λάβε, τὴν κτῆσιν λάβε, τὴν φήμην λάβε, τοὺς περὶ ἐμὲ λάβε. ἄν τινας τούτων ἀναπείθω ἀντιποιεῖσθαι,

1

.

29

.

11

τῷ ὄντι ἐγκαλείτω μοι. ‘ναί· ἀλλὰ καὶ τῶν δογμάτων ἄρχειν θέλω.‘ καὶ τίς σοι ταύτην τὴν ἐξουσίαν δέδω‐

1

.

29

.

12

κεν; ποῦ δύνασαι νικῆσαι δόγμα ἀλλότριον; ‘προσά‐ γων‘, φησίν, ‘αὐτῷ φόβον νικήσω.‘ ἀγνοεῖς ὅτι αὐτὸ αὑτὸ ἐνίκησεν, οὐχ ὑπ’ ἄλλου ἐνικήθη· προαίρεσιν δὲ οὐδὲν

1

.

29

.

13

ἄλλο νικῆσαι δύναται, πλὴν αὐτὴ ἑαυτήν. διὰ τοῦτο καὶ ὁ τοῦ θεοῦ νόμος κράτιστός ἐστι καὶ δικαιότατος· τὸ

1

.

29

.

14

κρεῖσσον ἀεὶ περιγινέσθω τοῦ χείρονος. ‘κρείτ‐ τονές εἰσιν οἱ δέκα τοῦ ἑνός.‘ πρὸς τί; πρὸς τὸ δῆσαι, πρὸς
τὸ ἀποκτεῖναι, πρὸς τὸ ἀπαγαγεῖν ὅπου θέλουσιν, πρὸς τὸ ἀφελέσθαι τὰ ὄντα. νικῶσιν τοίνυν οἱ δέκα τὸν ἕνα

1

.

29

.

15

ἐν τούτῳ, ἐν ᾧ κρείσσονές εἰσιν. ἐν τίνι οὖν χείρονές εἰσιν; ἂν ὁ μὲν ἔχῃ δόγματα ὀρθά, οἱ δὲ μή. τί οὖν; ἐν τούτῳ δύνανται νικῆσαι; πόθεν; εἰ δ’ ἱστάμεθα ἐπὶ ζυγοῦ, οὐκ ἔδει τὸν βαρύτερον καθελκύσαι;

1

.

29

.

16

Σωκράτης οὖν ἵνα πάθῃ ταῦτα ὑπ’ Ἀθηναίων; Ἀνδράποδον, τί λέγεις τὸ Σωκράτης; ὡς ἔχει τὸ πρᾶγμα λέγε· ἵν’ οὖν τὸ Σωκράτους σωμάτιον ἀπαχθῇ καὶ συρῇ ὑπὸ τῶν ἰσχυροτέρων εἰς δεσμωτήριον καὶ κώνειόν τις

1

.

29

.

17

δῷ τῷ σωματίῳ τῷ Σωκράτους κἀκεῖνο ἀποψυγῇ; ταῦτά σοι φαίνεται θαυμαστά, ταῦτα ἄδικα, ἐπὶ τούτοις ἐγκα‐ λεῖς τῷ θεῷ; οὐδὲν οὖν εἶχε Σωκράτης ἀντὶ τούτων;

1

.

29

.

18

ποῦ ἦν ἡ οὐσία αὐτῷ τοῦ ἀγαθοῦ; τίνι προ〈σ〉σχῶμεν; σοὶ ἢ αὐτῷ; καὶ τί λέγει ἐκεῖνος; ‘ἐμὲ δ’ Ἄνυτος καὶ Μέλητος ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δ’ οὔ‘. καὶ πάλιν ‘εἰ ταύτῃ τῷ θεῷ φίλον, ταύτῃ γι‐

1

.

29

.

19

νέσθω‘. ἀλλὰ δεῖξον ὅτι χείρονα ἔχων δόγματα κρατεῖ
τοῦ κρείττονος ἐν δόγμασιν. οὐ δείξεις· οὐδ’ ἐγγύς. νό‐ μος γὰρ τῆς φύσεως. καὶ τοῦ θεοῦ οὗτος τὸ κρεῖσσον ἀεὶ περιγινέσθω τοῦ χείρονος. ἐν τίνι; ἐν ᾧ

1

.

29

.

20

κρεῖσσόν ἐστιν. σῶμα σώματος ἰσχυρότερον, οἱ πλείονες

1

.

29

.

21

τοῦ ἑνός, ὁ κλέπτης τοῦ μὴ κλέπτου. διὰ τοῦτο κἀγὼ τὸν λύχνον ἀπώλεσα, ὅτι ἐν τῷ ἀγρυπνεῖν μου κρείσ‐ σων ἦν ὁ κλέπτης. ἀλλ’ ἐκεῖνος τοσούτου ὠνήσατο λύ‐ χνον· ἀντὶ λύχνου κλέπτης ἐγένετο, ἀντὶ λύχνου ἄπιστος,
5ἀντὶ λύχνου θηριώδης. τοῦτο ἔδοξεν αὐτῷ λυσιτελεῖν.

1

.

29

.

22

Ἔστω· ἀλλ’ εἴληπταί μού τις τοῦ ἱματίου καὶ ἕλκει μ’ εἰς τὴν ἀγοράν, εἶτα ἐπικραυγάζουσιν ἄλλοι ‘φιλό‐ σοφε, τί σε ὠφέληκε τὰ δόγματα; ἰδοὺ σύρῃ εἰς τὸ

1

.

29

.

23

δεσμωτήριον, ἰδοὺ μέλλεις τραχηλοκοπεῖσθαι‘. καὶ ποίαν ἔπραξα ἂν εἰσαγωγήν, ἵν’, ἂν ἰσχυρότερος ἐπι‐ λάβηταί μου τοῦ ἱματίου, μὴ σύρωμαι; ἵνα, ἄν με δέκα περισπάσαντες εἰς τὸ δεσμωτήριον ἐμβάλωσιν, μὴ ἐμ‐

1

.

29

.

24

βληθῶ; ἄλλο οὖν οὐδὲν ἔμαθον; ἔμαθον, ἵνα· πᾶν τὸ γινόμενον ἴδω ὅτι, ἂν ἀπροαίρετον ᾖ, οὐδέν

1

.

29

.

25

ἐστι πρὸς ἐμέ. πρὸς τοῦτο οὖν οὐκ ὠφέλησαι; τί οὖν

1

.

29

.

26

ἐν ἄλλῳ ζητεῖς τὴν ὠφέλειαν ἢ ἐν ᾧ ἔμαθες; καθήμενος λοιπὸν ἐν τῇ φυλακῇ λέγω ‘οὗτος ὁ ταῦτα κραυγάζων οὔτε τοῦ σημαινομένου ἀκούει οὔτε τῷ λεγομένῳ παρ‐ ακολουθεῖ οὔτε ὅλως μεμέληκεν αὐτῷ εἰδέναι περὶ τῶν
5φιλοσόφων τί λέγουσιν ἢ τί ποιοῦσιν. ἄφες αὐτόν.‘

1

.

29

.

27

‘ἀλλ’ ἔξελθε πάλιν ἀπὸ τῆς φυλακῆς.‘ εἰ μηκέτι χρείαν ἔχητέ μου ἐν τῇ φυλακῇ, ἐξέρχομαι· ἂν πάλιν σχῆτε,

1

.

29

.

28

εἰσελεύσομαι. μέχρι τίνος; μέχρις ἂν οὗ λόγος αἱρῇ συνεῖναί με τῷ σωματίῳ· ὅταν δὲ μὴ αἱρῇ, λάβετε αὐτὸ

1

.

29

.

29

καὶ ὑγιαίνετε. μόνον μὴ ἀλογίστως, μόνον μὴ μαλακῶς, μὴ ἐκ τῆς τυχούσης προφάσεως. πάλιν γὰρ ὁ θεὸς οὐ βούλεται· χρείαν γὰρ ἔχει κόσμου τοιούτου, τῶν ἐπὶ γῆς ἀναστρεφομένων τοιούτων. ἐὰν δὲ σημήνῃ τὸ ἀνα‐
5κλητικὸν ὡς τῷ Σωκράτει, πείθεσθαι δεῖ τῷ σημαίνοντι ὡς στρατηγῷ.

1

.

29

.

30

Τί οὖν; λέγειν δεῖ ταῦτα πρὸς τοὺς πολλούς; Ἵνα

1

.

29

.

31

τί; οὐ γὰρ ἀρκεῖ τὸ αὐτὸν πείθεσθαι; τοῖς γὰρ παιδίοις, ὅταν προσελθόντα κροτῇ καὶ λέγῃ ‘σήμερον Σατορνάλια ἀγαθά‘, λέγομεν ‘οὐκ ἔστιν ἀγαθὰ ταῦτα‘; οὐδαμῶς·

1

.

29

.

32

ἀλλὰ καὶ αὐτοὶ ἐπικροτοῦμεν. καὶ σὺ τοίνυν, ὅταν με‐ ταπεῖσαί τινα μὴ δύνῃ, γίγνωσκε ὅτι παιδίον ἐστὶ καὶ ἐπικρότει αὐτῷ· ἂν δὲ μὴ τοῦτο θέλῃ〈σ〉, σιώπα λοιπόν.

1

.

29

.

33

Τούτων δεῖ μεμνῆσθαι καὶ κληθέντα εἴς τινα τοιαύ‐ την περίστασιν εἰδέναι, ὅτι ἐλήλυθεν ὁ καιρὸς τοῦ ἀπο‐

1

.

29

.

34

δεῖξαι, εἰ πεπαιδεύμεθα. νέος γὰρ ἀπὸ σχολῆς ἀπιὼν
εἰς περίστασιν ὅμοιός ἐστι τῷ μεμελετηκότι συλλο‐ γισμοὺς ἀναλύειν, κἄν τις εὔλυτον αὐτῷ προτείνῃ, λέγει ‘μᾶλλόν μοι πεπλεγμένον κομψῶς προτείνατε, ἵνα γυ‐
5μνασθῶ‘. καὶ οἱ ἀθληταὶ τοῖς κούφοις νεανίσκοις δυσα‐

1

.

29

.

35

ρεστοῦσιν· ‘οὐ βαστάζει με‘, φησίν. οὗτός ἐστιν εὐφυὴς νέος. οὔ· ἀλλὰ καλέσαντος τοῦ καιροῦ κλάειν δεῖ καὶ λέγειν ‘ἤθελον ἔτι μανθάνειν‘. τίνα; εἰ ταῦτα οὐκ ἔμα‐

1

.

29

.

36

θες [οὐχ] ὥστ’ ἔργῳ δεῖξαι, πρὸς τί αὐτὰ ἔμαθες; ἐγώ τινα οἶμαι τῶν καθημένων ἐνταῦθα ὠδίνειν αὐτὸν ἐφ’ ἑαυτοῦ καὶ λέγειν ‘ἐμοὶ νῦν περίστασιν μὴ ἔρχεσθαι τοιαύτην, ὁποία τούτῳ ἐλήλυθεν; ἐμὲ νῦν κατατριβῆναι
5καθήμενον ἐν γωνίᾳ δυνάμενον στεφανωθῆναι Ὀλύμ‐ πια; πότε τις ἐμοὶ καταγγελεῖ τοιοῦτον ἀγῶνα;‘ οὕτως

1

.

29

.

37

ἔχειν ἔδει πάντας ὑμᾶς. ἀλλ’ ἐν μὲν τοῖς Καίσαρος μο‐ νομάχοις εἰσί τινες οἱ ἀγανακτοῦντες ὅτι οὐδεὶς αὐτοὺς προάγει οὐδὲ ζευγνύει καὶ εὔχονται τῷ θεῷ καὶ προσέρ‐ χονται τοῖς ἐπιτρόποις δεόμενοι μονομαχῆσαι, ἐξ ὑμῶν

1

.

29

.

38

δ’ οὐδεὶς φανήσεται τοιοῦτος; ἤθελον πλεῦσαι ἐπ’ αὐτὸ τοῦτο καὶ ἰδεῖν, τί μου ποιεῖ ὁ ἀθλητής, πῶς μελετᾷ

1

.

29

.

39

τὴν ὑπόθεσιν. ‘οὐ θέλω‘, φησίν, ‘τοιαύτην‘. ἐπὶ σοὶ γάρ ἐστι λαβεῖν ἣν θέλεις ὑπόθεσιν; δέδοταί σοι σῶμα τοιοῦτον, γονεῖς τοιοῦτοι, ἀδελφοὶ τοιοῦτοι, πατρὶς τοι‐ αύτη, τάξις ἐν αὐτῇ τοιαύτη· εἶτά μοι λέγεις ἐλθὼν
5‘ἄλλαξόν μοι τὴν ὑπόθεσιν‘. εἶτα οὐκ ἔχεις ἀφορμὰς

1

.

29

.

40

πρὸς τὸ χρήσασθαι 〈τοῖσ〉 δοθεῖσιν; σόν ἐστι προτεῖναι, ἐμὸν μελετῆσαι καλῶς. οὔ· ἀλλὰ ‘μὴ τοιοῦτό μοι προ‐ βάλῃς τροπικόν, ἀλλὰ τοιοῦτον· μὴ τοιαύτην ἐπενέγκῃς

1

.

29

.

41

τὴν ἐπιφοράν, ἀλλὰ τοιαύτην.‘ ἔσται χρόνος τάχα, ἐν ᾧ οἱ τραγῳδοὶ οἰήσονται ἑαυτοὺς εἶναι προσωπεῖα καὶ ἐμβάδας καὶ τὸ σύρμα. ἄνθρωπε, ταῦτα ὕλην ἔχεις καὶ

1

.

29

.

42

ὑπόθεσιν. φθέγξαι τι, ἵνα εἰδῶμεν πότερον τραγῳδὸς εἶ ἢ γελωτοποιός· κοινὰ γὰρ ἔχουσι τὰ ἄλλα ἀμφότεροι.

1

.

29

.

43

διὰ τοῦτο ἂν ἀφέλῃ τις αὐτοῦ καὶ τὰς ἐμβάδας καὶ τὸ προσωπεῖον καὶ ἐν εἰδώλῳ αὐτὸν προαγάγῃ, ἀπώλετο ὁ τραγῳδὸς ἢ μένει; ἂν φωνὴν ἔχῃ, μένει.

1

.

29

.

44

Καὶ ἐνθάδε. ‘λάβε ἡγεμονίαν.‘ λαμβάνω καὶ λαβὼν δεικνύω, πῶς ἄνθρωπος ἀναστρέφεται πεπαιδευμένος.

1

.

29

.

45

‘θὲς τὴν πλατύσημον καὶ ἀναλαβὼν ῥάκη πρόσελθε ἐν προσώπῳ τοιούτῳ.‘ τί οὖν; οὐ δέδοταί μοι καλὴν φω‐

1

.

29

.

46

νὴν εἰσενεγκεῖν; ‘πῶς οὖν ἀναβαίνεις νῦν;‘ ὡς μάρτυς

1

.

29

.

47

ὑπὸ τοῦ θεοῦ κεκλημένος. ‘ἔρχου σὺ καὶ μαρτύρησόν μοι· σὺ γὰρ ἄξιος εἶ προαχθῆναι μάρτυς. ὑπ’ ἐμοῦ. μή τι τῶν ἐκτὸς τῆς προαιρέσεως ἀγαθόν ἐστιν ἢ κακόν; μή τινα βλάπτω; μή τι ἐπ’ ἄλλῳ τὴν ὠφέλειαν ἐποίησα

1

.

29

.

48

τὴν ἑκάστου ἢ ἐπ’ αὐτῷ;‘ τίνα μαρτυρίαν δίδως τῷ θεῷ; ‘ἐν δεινοῖς εἰμι, κύριε, καὶ δυστυχῶ, οὐδείς μου ἐπι‐ στρέφεται, οὐδείς μοι δίδωσιν οὐδέν, πάντες ψέγουσιν,

1

.

29

.

49

κακολογοῦσιν.‘ ταῦτα μέλλεις μαρτυρεῖν καὶ καταισχύ‐
νειν τὴν κλῆσιν ἣν κέκληκεν, ὅτι σε ἐτίμησεν ταύτην τὴν τιμὴν καὶ ἄξιον ἡγήσατο προσαγαγεῖν εἰς μαρτυ‐ ρίαν τηλικαύτην;

1

.

29

.

50

Ἀλλ’ ἀπεφήνατο ὁ ἔχων τὴν ἐξουσίαν ‘κρίνω σε ἀσεβῆ καὶ ἀνόσιον εἶναι.‘ τί σοι γέγονεν; ‘ἐκρίθην ἀσεβὴς

1

.

29

.

51

καὶ ἀνόσιος εἶναι‘. ἄλλο οὐδέν; ‘οὐδέν‘. εἰ δὲ περὶ συν‐ ημμένου τινὸς ἐπικεκρίκει καὶ ἐδεδώκει ἀπόφασιν ‘τὸ εἰ ἡμέρα ἐστίν, φῶς ἐστιν κρίνω ψεῦδος εἶναι‘, τί ἐγεγόνει τῷ συνημμένῳ; τίς ἐνθάδε κρίνεται, τίς κατα‐
5κέκριται; τὸ συνημμένον ἢ ὁ ἐξαπατηθεὶς περὶ αὐτοῦ;

1

.

29

.

52

οὗτος οὖν τίς ποτε ὁ ἔχων ἐξουσίαν τοῦ ἀποφήνα‐ σθαί τι περὶ σοῦ; οἶδεν τί ἐστι τὸ εὐσεβὲς ἢ τὸ ἀσε‐ βές; μεμελέτηκεν αὐτό; μεμάθηκεν; ποῦ; παρὰ τίνι;

1

.

29

.

53

εἶτα μουσικὸς μὲν οὐκ ἐπιστρέφεται αὐτοῦ ἀποφαι‐ νομένου περὶ τῆς νήτης ὅτι ἐστὶν ὑπάτη οὐδὲ γεωμε‐ τρικός, ἂν ἐπικρίνῃ τὰς ἀπὸ κέντρου πρὸς τὸν κύκλον

1

.

29

.

54

προσπιπτούσας μὴ εἶναι ἴσας· ὁ δὲ ταῖς ἀληθείαις πε‐ παιδευμένος ἀνθρώπου ἀπαιδεύτου ἐπιστραφήσεται ἐπικρίνοντός τι περὶ ὁσίου καὶ ἀνοσίου καὶ ἀδίκου καὶ δικαίου;
5Ὦ πολλῆς ἀδικίας τῶν πεπαιδευμένων. ταῦτα οὖν

1

.

29

.

55

ἔμαθες ἐνταῦθα; οὐ θέλεις τὰ μὲν λογάρια τὰ περὶ
τούτων ἄλλοις ἀφεῖναι, ἀταλαιπώροις ἀνθρωπαρίοις, ἵν’ ἐν γωνίᾳ καθεζόμενοι μισθάρια λαμβάνωσιν ἢ γογγ[ρ]ύ‐ ζωσιν, ὅτι οὐδεὶς αὐτοῖς παρέχει οὐδέν, σὺ δὲ χρῆσθαι

1

.

29

.

56

παρελθὼν οἷς ἔμαθες; οὐ γὰρ λογάριά ἐστι τὰ λείποντα νῦν, ἀλλὰ γέμει τὰ βιβλία τῶν Στωικῶν λογαρίων. τί οὖν τὸ λεῖπόν ἐστιν; ὁ χρησόμενος, ὁ ἔργῳ μαρτυρήσων

1

.

29

.

57

τοῖς λόγοις. τοῦτό μοι τὸ πρόσωπον ἀνάλαβε, ἵνα μη‐ κέτι παλαιοῖς ἐν τῇ σχολῇ παραδείγμασι χρώμεθα, ἀλλὰ

1

.

29

.

58

ἔχωμέν τι καὶ καθ’ ἡμᾶς παράδειγμα. ταῦτα οὖν τίνος ἐστὶ θεωρεῖν; τοῦ σχολάζοντος. ἔστι γὰρ φιλοθέωρόν

1

.

29

.

59

τι ζῷον ὁ ἄνθρωπος. ἀλλ’ αἰσχρόν ἐστι θεωρεῖν ταῦτα οὕτως ὡς οἱ δραπέται· ἀλλ’ ἀπερισπάστως καθῆσθαι καὶ ἀκούειν νῦν μὲν τραγῳδοῦ νῦν δὲ κιθαρῳδοῦ, οὐχ ὡς ἐκεῖνοι ποιοῦσιν. ἅμα μὲν ἐπέστη καὶ ἐπῄνεσεν τὸν
5τραγῳδόν, ἅμα δὲ περιεβλέψατο· εἶτα ἄν τις φθέγξηται κύ‐

1

.

29

.

60

ριον, εὐθὺς σεσόβηνται, ταράσσονται. αἰσχρόν ἐστιν οὕτως καὶ τοὺς φιλοσόφους θεωρεῖν τὰ ἔργα τῆς φύσεως. τί γάρ ἐστι κύριος; ἄνθρωπος ἀνθρώπου κύριος οὐκ ἔστιν,

1

.

29

.

61

ἀλλὰ θάνατος καὶ ζωὴ καὶ ἡδονὴ καὶ πόνος. ἐπεὶ χωρὶς τούτων ἄγαγέ μοι τὸν Καίσαρα καὶ ὄψει πῶς εὐσταθῶ. ὅταν δὲ μετὰ τούτων ἔλθῃ βροντῶν καὶ ἀστράπτων, ἐγὼ δὲ ταῦτα φοβῶμαι, τί ἄλλο ἢ ἐπέγνωκα τὸν κύριον

1

.

29

.

62

ὡς ὁ δραπέτης; μέχρι δ’ ἂν οὗ τινα ἀνοχὴν ἀπὸ τού‐ των ἔχω, ὡς δραπέτης ἐφίσταται θεάτρῳ οὕτως κἀγώ·
λούομαι, πίνω, ᾄδω, πάντα δὲ μετὰ φόβου καὶ ταλαι‐

1

.

29

.

63

πωρίας. ἐὰν δ’ ἐμαυτὸν ἀπολύσω τῶν δεσποτῶν, τοῦτ’ ἔστιν ἐκείνων, δι’ ἃ οἱ δεσπόται εἰσὶ φοβεροί, ποῖον ἔτι πρᾶγμα ἔχω, ποῖον ἔτι κύριον;

1

.

29

.

64

Τί οὖν; κηρύσσειν δεῖ ταῦτα πρὸς πάντας; Οὔ, ἀλλὰ τοῖς ἰδιώταις συμπεριφέρεσθαι καὶ λέγειν ‘οὗτος ὃ αὑτῷ ἀγαθὸν οἴεται τοῦτο κἀμοὶ συμβουλεύει· συγ‐

1

.

29

.

65

γιγνώσκω αὐτῷ.‘ καὶ γὰρ Σωκράτης συνεγίγνωσκεν τῷ ἐπὶ τῆς φυλακῆς κλάοντι, ὅτι ἔμελλεν πίνειν τὸ φάρ‐ μακον, καὶ λέγει ‘ὡς γενναίως ἡμᾶς ἀποδεδάκρυ‐

1

.

29

.

66

κεν‘. μή τι οὖν ἐκείνῳ λέγει ὅτι ‘διὰ τοῦτο τὰς γυ‐ ναῖκας ἀπελύσαμεν‘; ἀλλὰ τοῖς γνωρίμοις, τοῖς δυ‐ ναμένοις αὐτὰ ἀκοῦσαι· ἐκείνῳ δὲ συμπεριφέρεται ὡς παιδίῳ.

1

.

30

t

λʹ. Τί δεῖ πρόχειρον ἔχειν ἐν ταῖς περιστάσεσιν.

1

.

30

.

1

Ὅταν εἰσίῃς πρός τινα τῶν ὑπερεχόντων, μέμνησο ὅτι καὶ ἄλλος ἄνωθεν βλέπει τὰ γιγνόμενα καὶ ὅτι

1

.

30

.

2

ἐκείνῳ σε δεῖ μᾶλλον ἀρέσκειν ἢ τούτῳ. ἐκεῖνος οὖν σου πυνθάνεται ‘φυγὴν καὶ φυλακὴν καὶ δεσμὰ καὶ θάνατον καὶ ἀδοξίαν τί ἔλεγες ἐν τῇ σχολῇ;‘ ‘ἐγὼ ἀδιά‐

1

.

30

.

3

φορα.‘ ‘νῦν οὖν τίνα αὐτὰ λέγεις; μή τι ἐκεῖνα ἠλλάγη;‘ ‘οὔ.‘ ‘σὺ οὖν ἠλλάγης;‘ ‘οὔ.‘ ‘λέγε οὖν τίνα ἐστὶν ἀδιάφορα.‘ 〈‘τὰ ἀπροαίρετα.‘〉 ‘λέγε καὶ τὰ ἑξῆς.‘

1

.

30

.

4

‘ἀπροαίρετα οὐδὲν πρὸς ἐμέ.‘ ‘λέγε καὶ τὰ ἀγαθὰ τίνα ὑμῖν ἐδόκει;‘ ‘προαίρεσις οἵα δεῖ καὶ χρῆσις φαντασιῶν.‘ ‘τέλος δὲ τί;‘ ‘τὸ σοὶ ἀκολουθεῖν.‘

1

.

30

.

5

‘ταῦτα καὶ νῦν λέγεις;‘ ‘ταὐτὰ καὶ νῦν λέγω.‘ ἄπ[ε]ιθι λοιπὸν ἔσω θαρρῶν καὶ μεμνημένος τούτων καὶ ὄψει τί ἐστι νέος μεμελετηκὼς ἃ δεῖ ἐν ἀνθρώποις ἀμελετή‐

1

.

30

.

6

τοις. ἐγὼ μὲν νὴ τοὺς θεοὺς φαντάζομαι ὅτι πείσῃ τὸ τοιοῦτον ‘τί οὕτως μεγάλα καὶ πολλὰ παρασκευαζόμεθα

1

.

30

.

7

πρὸς τὸ μηδέν; τοῦτο ἦν ἡ ἐξουσία; τοῦτο τὰ πρόθυρα, οἱ κοιτωνῖται, οἱ ἐπὶ τῆς μαχαίρας; τούτων ἕνεκα τοὺς πολλοὺς λόγους ἤκουον; ταῦτα οὐδὲν ἦν, ἐγὼ δ’ ὡς με‐
γάλα παρεσκευαζόμην.‘

2

.

1

t

αʹ. Ὅτι οὐ μάχεται τὸ θαρρεῖν τῷ εὐλαβεῖσθαι.

2

.

1

.

1

Παράδοξον μὲν τυχὸν φαίνεταί τισιν τὸ ἀξιούμενον ὑπὸ τῶν φιλοσόφων, ὅμως δὲ σκεψώμεθα κατὰ δύναμιν, εἰ ἀληθές ἐστι τὸ δεῖν ἅμα μὲν εὐλαβῶς ἅμα δὲ

2

.

1

.

2

θαρρούντως πάντα ποιεῖν. ἐναντίον γάρ πως δοκεῖ τῷ θαρραλέῳ τὸ εὐλαβές, τὰ δ’ ἐναντία οὐδαμῶς συν‐

2

.

1

.

3

υπάρχει. τὸ δὲ φαινόμενον πολλοῖς ἐν τῷ τόπῳ παρά‐ δοξον δοκεῖ μοι τοιούτου τινὸς ἔχεσθαι· εἰ μὲν γὰρ πρὸς ταὐτὰ ἠξιοῦμεν χρῆσθαι τῇ τ’ εὐλαβείᾳ καὶ τῷ θάρσει, δικαίως ἂν ἡμᾶς ᾐτιῶντο ὡς τὰ ἀσύνακτα συν‐

2

.

1

.

4

άγοντας. νῦν δὲ τί δεινὸν ἔχει τὸ λεγόμενον; εἰ γὰρ ὑγιῆ ταῦτ’ ἐστι τὰ πολλάκις μὲν εἰρημένα, πολλάκις δ’ ἀποδεδειγμένα, ὅτι ἡ οὐσία τοῦ ἀγαθοῦ ἔστιν ἐν χρήσει φαντασιῶν καὶ τοῦ κακοῦ ὡσαύτως, τὰ
5δ’ ἀπροαίρετα οὔτε τὴν τοῦ κακοῦ δέχεται φύ‐

2

.

1

.

5

σιν οὔτε τὴν τοῦ ἀγαθοῦ, τί παράδοξον ἀξιοῦσιν οἱ φιλόσοφοι, εἰ λέγουσιν ‘ὅπου μὲν τὰ ἀπροαίρετα, ἐκεῖ τὸ θάρσος ἔστω σοι, ὅπου δὲ τὰ προαιρε‐

2

.

1

.

6

τικά, ἐκεῖ ἡ εὐλάβεια‘; εἰ γὰρ ἐν κακῇ προαιρέσει τὸ κακόν, πρὸς μόνα ταῦτα χρῆσθαι ἄξιον εὐλαβείᾳ· εἰ δὲ τὰ ἀπροαίρετα καὶ μὴ ἐφ’ ἡμῖν οὐδὲν πρὸς ἡμᾶς, πρὸς

2

.

1

.

7

ταῦτα τῷ θάρσει χρηστέον. καὶ οὕτως ἅμα μὲν εὐλαβεῖς ἅμα δὲ θαρραλέοι ἐσόμεθα καὶ νὴ Δία διὰ τὴν εὐλά‐ βειαν θαρραλέοι. διὰ γὰρ τὸ εὐλαβεῖσθαι τὰ ὄντως κακὰ συμβήσεται θαρρεῖν ἡμῖν πρὸς τὰ μὴ οὕτως ἔχοντα.

2

.

1

.

8

Λοιπὸν ἡμεῖς τὸ τῶν ἐλάφων πάσχομεν· ὅτε φοβοῦν‐ ται καὶ φεύγουσιν αἱ ἔλαφοι τὰ πτερά, ποῦ τρέπονται καὶ πρὸς τίνα ἀναχωροῦσιν ὡς ἀσφαλῆ; πρὸς τὰ δίκτυα· καὶ οὕτως ἀπόλλυνται ἐναλλάξασαι τὰ φοβερὰ καὶ τὰ

2

.

1

.

9

θαρραλέα. οὕτως καὶ ἡμεῖς ποῦ χρώμεθα τῷ φόβῳ; πρὸς τὰ ἀπροαίρετα. ἐν τίσιν πάλιν θαρροῦντες ἀνα‐ στρεφόμεθα ὡς οὐδενὸς ὄντος δεινοῦ; ἐν τοῖς προαιρε‐

2

.

1

.

10

τικοῖς. ἐξαπατηθῆναι ἢ προπεσεῖν ἢ ἀναίσχυντόν τι ποιῆσαι ἢ μετ’ ἐπιθυμίας αἰσχρᾶς ὀρεχθῆναί τινος οὐ‐ δὲν διαφέρει ἡμῖν, ἂν μόνον ἐν τοῖς ἀπροαιρέτ[ικ]οις εὐ‐ στοχῶμεν. ὅπου δὲ θάνατος ἢ φυγὴ ἢ πόνος ἢ ἀδοξία,

2

.

1

.

11

ἐκεῖ τὸ ἀναχωρητικόν, ἐκεῖ τὸ σεσοβημένον. τοιγαροῦν ὥσπερ εἰκὸς τοὺς περὶ τὰ μέγιστα διαμαρτάνοντας τὸ μὲν φύσει θαρραλέον θρασὺ κατασκευάζομεν, ἀπο‐ νενοημένον, ἰταμόν, ἀναίσχυντον, τὸ δ’ εὐλαβὲς φύσει
5καὶ αἰδῆμον δειλὸν καὶ ταπεινόν, φόβων καὶ ταραχῶν

2

.

1

.

12

μεστόν. ἂν γάρ τις ἐκεῖ μεταθῇ τὸ εὐλαβές, ὅπου προ‐ αίρεσις καὶ ἔργα προαιρέσεως, εὐθὺς ἅμα τῷ θέλειν εὐ‐ λαβεῖσθαι καὶ ἐπ’ αὐτῷ κειμένην ἕξει τὴν ἔκκλισιν· ἂν δ’ ὅπου τὰ μὴ ἐφ’ ἡμῖν ἐστι καὶ ἀπροαίρετα, πρὸς τὰ
5ἐπ’ ἄλλοις ὄντα τὴν ἔκκλισιν ἔχων ἀναγκαίως φοβήσε‐

2

.

1

.

13

ται, ἀκαταστατήσει, ταραχθήσεται. οὐ γὰρ θάνατος ἢ πόνος φοβερόν, ἀλλὰ τὸ φοβεῖσθαι πόνον ἢ θάνατον. διὰ τοῦτο ἐπαινοῦμεν τὸν εἰπόντα ὅτι
οὐ κατθανεῖν γὰρ δεινόν, ἀλλ’ αἰσχρῶς θανεῖν.

2

.

1

.

14

Ἔδει οὖν πρὸς μὲν τὸν θάνατον τὸ θάρσος ἐστρά‐ φθαι, πρὸς δὲ τὸν φόβον τοῦ θανάτου τὴν εὐλάβειαν· νῦν δὲ τὸ ἐναντίον πρὸς μὲν τὸν θάνατον τὴν φυγήν, πρὸς δὲ τὸ περὶ αὐτοῦ δόγμα τὴν ἀνεπιστρεψίαν καὶ

2

.

1

.

15

τὸ † ἀφειδὲς καὶ τὸ ἀδιαφορητικόν. ταῦτα δ’ ὁ Σωκράτης καλῶς ποιῶν μορμολύκεια ἐκάλει. ὡς γὰρ τοῖς παι‐ δίοις τὰ προσωπεῖα φαίνεται δεινὰ καὶ φοβερὰ δι’ ἀπειρίαν, τοιοῦτόν τι καὶ ἡμεῖς πάσχομεν πρὸς τὰ
5πράγματα δι’ οὐδὲν ἄλλο ἢ ὥσπερ καὶ τὰ παιδία πρὸς

2

.

1

.

16

τὰς μορμολυκείας. τί γάρ ἐστι παιδίον; ἄγνοια. τί ἐστι παιδίον; ἀμαθία. ἐπεὶ ὅπου οἶδεν, κἀκεῖνα οὐδὲν ἡμῶν

2

.

1

.

17

ἔλαττον ἔχει. θάνατος τί ἐστιν; μορμολύκειον. στρέψας αὐτὸ κατάμαθε· ἰδοῦ, πῶς οὐ δάκνει. τὸ σωμάτιον δεῖ χωρισθῆναι τοῦ πνευματίου, ὡς πρότερον ἐκεχώριστο, ἢ νῦν ἢ ὕστερον. τί οὖν ἀγανακτεῖς, εἰ νῦν; εἰ γὰρ μὴ

2

.

1

.

18

νῦν, ὕστερον. διὰ τί; ἵνα ἡ περίοδος ἀνύηται τοῦ κό‐
σμου· χρείαν γὰρ ἔχει τῶν μὲν ἐνισταμένων, τῶν δὲ μελ‐

2

.

1

.

19

λόντων, τῶν δ’ ἠνυσμένων. πόνος τί ἐστιν; μορμολύ‐ κειον. στρέψον αὐτὸ καὶ κατάμαθε. τραχέως κινεῖται τὸ σαρκίδιον, εἶτα πάλιν λείως. ἄν σοι μὴ λυσιτελῇ, ἡ

2

.

1

.

20

θύρα ἤνοικται· ἂν λυσιτελῇ, φέρε. πρὸς πάντα γὰρ ἠνοῖχθαι δεῖ τὴν θύραν· καὶ πρᾶγμα οὐκ ἔχομεν.

2

.

1

.

21

Τίς οὖν τούτων τῶν δογμάτων καρπός; ὅνπερ δεῖ κάλλιστόν τ’ εἶναι καὶ πρεπωδέστατον τοῖς τῷ ὄντι παι‐

2

.

1

.

22

δευομένοις, ἀταραξία ἀφοβία ἐλευθερία. οὐ γὰρ τοῖς πολλοῖς περὶ τούτων πιστευτέον, οἳ λέγουσιν μόνοις ἐξεῖναι παιδεύεσθαι τοῖς ἐλευθέροις, ἀλλὰ τοῖς φιλοσόφοις μᾶλλον, οἳ λέγουσι μόνους τοὺς παιδευ‐

2

.

1

.

23

θέντας ἐλευθέρους εἶναι. Πῶς τοῦτο; Οὕτως· νῦν ἄλλο τί ἐστιν ἐλευθερία ἢ τὸ ἐξεῖναι ὡς βουλό‐ μεθα διεξάγειν; ‘οὐδέν.‘ λέγετε δή μοι, ὦ ἄνθρωποι, βούλεσθε ζῆν ἁμαρτάνοντες; ‘οὐ βουλόμεθα.‘ οὐδεὶς

2

.

1

.

24

τοίνυν ἁμαρτάνων ἐλεύθερός ἐστιν. βούλεσθε ζῆν φοβού‐ μενοι, βούλεσθε λυπούμενοι, βούλεσθε ταρασσόμενοι; ‘οὐδαμῶς.‘ οὐδεὶς ἄρα οὔτε φοβούμενος οὔτε λυπούμε‐ νος οὔτε ταρασσόμενος ἐλεύθερός ἐστιν, ὅστις δ’ ἀπήλ‐
5λακται λυπῶν καὶ φόβων καὶ ταραχῶν, οὗτος τῇ αὐτῇ

2

.

1

.

25

ὁδῷ καὶ τοῦ δουλεύειν ἀπήλλακται. πῶς οὖν ἔτι ὑμῖν
πιστεύσομεν, ὦ φίλτατοι νομοθέται; οὐκ ἐπιτρέπομεν παιδεύεσθαι, εἰ μὴ τοῖς ἐλευθέροις; οἱ φιλόσοφοι γὰρ λέγουσιν ὅτι οὐκ ἐπιτρέπομεν ἐλευθέροις εἶναι εἰ μὴ
5τοῖς πεπαιδευμένοις, τοῦτό ἐστιν ὁ θεὸς οὐκ ἐπιτρέπει.

2

.

1

.

26

Ὅταν οὖν στρέψῃ τις ἐπὶ στρατηγοῦ τὸν αὑτοῦ δοῦ‐ λον, οὐδὲν ἐποίησεν; Ἐποίησεν. Τί; Ἔστρεψεν τὸν αὑτοῦ δοῦλον ἐπὶ στρατηγοῦ. Ἄλλο οὐδέν;

2

.

1

.

27

Ναί· καὶ εἰκοστὴν αὐτοῦ δοῦναι ὀφείλει. Τί οὖν; ὁ ταῦτα παθὼν οὐ γέγονεν ἐλεύθερος; Οὐ μᾶλλον ἢ

2

.

1

.

28

ἀτάραχος. ἐπεὶ σὺ ὁ ἄλλους στρέφειν δυνάμενος οὐδένα ἔχεις κύριον; οὐκ ἀργύριον, οὐ κοράσιον, οὐ παιδάριον, οὐ τὸν τύραννον, οὐ φίλον τινὰ τοῦ τυράννου; τί οὖν τρέμεις ἐπί τινα τοιαύτην ἀπιὼν περίστασιν;

2

.

1

.

29

Διὰ τοῦτο λέγω πολλάκις ‘ταῦτα μελετᾶτε καὶ ταῦτα πρόχειρα ἔχετε, πρὸς τίνα δεῖ τεθαρρηκέναι καὶ πρὸς τίνα εὐλαβῶς διακεῖσθαι, ὅτι πρὸς τὰ ἀπροαίρετα θαρ‐

2

.

1

.

30

ρεῖν, εὐλαβεῖσθαι τὰ προαιρετικά‘. Ἀλλ’ οὐκ ἀνέγνων

2

.

1

.

31

σοι οὐδ’ ἔγνως τί ποιῶ. Ἐν τίνι; ἐν λεξειδίοις. ἔχε σου τὰ λεξείδια· δεῖξον, πῶς ἔχεις πρὸς ὄρεξιν καὶ ἔκκλισιν, εἰ μὴ ἀποτυγχάνεις ὧν θέλεις, εἰ μὴ περι‐ πίπτεις οἷς οὐ θέλεις. ἐκεῖνα δὲ τὰ περιόδια, ἂν νοῦν

2

.

1

.

32

ἔχῃς, ἄρας πού ποτε ἀπαλείψεις. Τί οὖν; Σωκράτης οὐκ ἔγραφεν; Καὶ τίς τοσαῦτα; ἀλλὰ πῶς; ἐπεὶ μὴ ἐδύνατο ἔχειν ἀεὶ τὸν ἐλέγχοντα αὐτοῦ τὰ δόγματα ἢ ἐλεγχθησόμενον ἐν τῷ μέρει, αὐτὸς ἑαυτὸν ἤλεγχεν καὶ
5ἐξήταζεν καὶ ἀεὶ μίαν γέ τινα πρόληψιν ἐγύμναζεν χρη‐

2

.

1

.

33

στικῶς. ταῦτα γράφει φιλόσοφος· λεξείδια δὲ καὶ † ἡ ὁδός, ἣν λέγω, ἄλλοις ἀφίησι, τοῖς ἀναισθήτοις ἢ τοῖς μακαρίοις, τοῖς σχολὴν ἄγουσιν ὑπὸ ἀταραξίας ἢ τοῖς μηδὲν τῶν ἑξῆς ὑπολογιζομένοις διὰ μωρίαν.

2

.

1

.

34

Καὶ νῦν καιροῦ καλοῦντος ἐκεῖνα δείξεις ἀπελθὼν καὶ ἀναγνώσῃ καὶ ἐμπερπερεύσῃ; ‘ἰδοῦ, πῶς διαλόγους

2

.

1

.

35

συντίθημι.‘ μή, ἄνθρωπε, ἀλλ’ ἐκεῖνα μᾶλλον ‘ἰδοῦ, πῶς ὀρεγόμενος οὐκ ἀποτυγχάνω. ἰδοῦ, πῶς ἐκκλίνων οὐ περιπίπτω. φέρε θάνατον καὶ γνώσῃ· φέρε πόνους,

2

.

1

.

36

φέρε δεσμωτήριον, φέρε ἀδοξίαν, φέρε καταδίκην.‘ αὕτη ἐπίδειξις νέου ἐκ σχολῆς ἐληλυθότος. τἆλλα δ’ ἄλλοις ἄφες, μηδὲ φωνήν τις ἀκούσῃ σου περὶ αὐτῶν ποτε μηδ’, ἂν ἐπαινέσῃ τις ἐπ’ αὐτοῖς, ἀνέχου, δόξον δὲ μη‐

2

.

1

.

37

δεὶς εἶναι καὶ εἰδέναι μηδέν. μόνον τοῦτο εἰδὼς φαί‐

2

.

1

.

38

νου, πῶς μήτ’ ἀποτύχῃς ποτὲ μήτε περιπέσῃς. ἄλλοι με‐ λετάτωσαν δίκας, ἄλλοι προβλήματα, ἄλλοι συλλο‐ γισμούς· σὺ ἀποθνῄσκειν, σὺ δεδέσθαι, σὺ στρεβλοῦ‐

2

.

1

.

39

σθαι, σὺ ἐξορίζεσθαι. πάντα ταῦτα θαρρούντως, πεποι‐
θότως τῷ κεκληκότι σε ἐπ’ αὐτά, τῷ ἄξιον τῆς χώρας ταύτης κεκρικότι, ἐν ᾗ κατα〈τα〉χθεὶς ἐπιδείξεις, τίνα δύναται λογικὸν ἡγεμονικὸν πρὸς τὰς ἀπροαιρέτους

2

.

1

.

40

δυνάμεις ἀντιταξάμενον. καὶ οὕτως τὸ παράδοξον ἐκεῖνο οὐκέτι οὔτ’ ἀδύνατον φανεῖται οὔτε παράδοξον, ὅτι ἅμα μὲν εὐλαβεῖσθαι δεῖ ἅμα δὲ θαρρεῖν, πρὸς μὲν τὰ ἀπροαίρετα θαρρεῖν, ἐν δὲ τοῖς προαιρετικοῖς εὐλα‐
5βεῖσθαι.

2

.

2

t

βʹ. Περὶ ἀταραξίας.

2

.

2

.

1

Ὅρα σὺ ὁ ἀπιὼν ἐπὶ τὴν δίκην, τί θέλεις τηρῆσαι

2

.

2

.

2

καὶ ποῦ θέλεις ἀνύσαι. εἰ γὰρ προαίρεσιν θέλεις τηρῆ‐ σαι κατὰ φύσιν ἔχουσαν, πᾶσά σοι ἀσφάλεια, πᾶσά

2

.

2

.

3

σοι εὐμάρεια, πρᾶγμα οὐκ ἔχεις. τὰ γὰρ ἐπὶ σοὶ αὐτεξ‐ ούσια καὶ φύσει ἐλεύθερα θέλων τηρῆσαι καὶ τούτοις ἀρκούμενος τίνος ἔτι ἐπιστρέφῃ; τίς γὰρ αὐτῶν κύριος,

2

.

2

.

4

τίς αὐτὰ δύναται ἀφελέσθαι; εἰ θέλεις αἰδήμων εἶναι καὶ πιστός, τίς οὐκ ἐάσει σε; εἰ θέλεις μὴ κωλύεσθαι μηδ’ ἀναγκάζεσθαι, τίς σε ἀναγκάσει ὀρέγεσθαι ὧν οὐ

2

.

2

.

5

δοκεῖ σοι, τίς ἐκκλίνειν ἃ μὴ φαίνεταί σοι; ἀλλὰ τί; πράξει μέν σοί τινα ἃ δοκεῖ φοβερὰ εἶναι· ἵνα δὲ καὶ

2

.

2

.

6

ἐκκλίνων αὐτὰ πάθῃς, πῶς δύναται ποιῆσαι; ὅταν οὖν ἐπὶ σοὶ ᾖ τὸ ὀρέγεσθαι καὶ ἐκκλίνειν, τίνος ἔτι ἐπι‐

2

.

2

.

7

στρέφῃ; τοῦτό σοι προοίμιον, τοῦτο διήγησις, τοῦτο πίστις, τοῦτο νίκη, τοῦτο ἐπίλογος, τοῦτο εὐδοκίμησις.

2

.

2

.

8

Διὰ τοῦτο ὁ Σωκράτης πρὸς τὸν ὑπομιμνῄσκοντα, ἵνα παρασκευάζηται πρὸς τὴν δίκην, ἔφη ‘οὐ δοκῶ οὖν σοι ἅπαντι τῷ βίῳ πρὸς τοῦτο παρασκευ‐

2

.

2

.

9

άζεσθαι;‘ ‘Ποίαν παρασκευήν;‘ ‘Τετήρηκα‘, φησίν, ‘τὸ ἐπ’ ἐμοί.‘ ‘Πῶς οὖν;‘ ‘Οὐδὲν οὐδέ‐

2

.

2

.

10

ποτ’ ἄδικον οὔτ’ ἰδίᾳ οὔτε δημοσίᾳ ἔπραξα.‘ εἰ δὲ θέλεις καὶ τὰ ἐκτὸς τηρῆσαι, τὸ σωμάτιον καὶ τὸ οὐσίδιον καὶ τὸ ἀξιωμάτιον, λέγω σοι· ἤδη αὐτόθεν παρασκευάζου τὴν δυνατὴν παρασκευὴν πᾶσαν καὶ
5λοιπὸν σκέπτου καὶ τὴν φύσιν τοῦ δικαστοῦ καὶ τὸν

2

.

2

.

11

ἀντίδικον. εἰ γονάτων ἅψασθαι δεῖ, γονάτων ἅψαι·

2

.

2

.

12

εἰ κλαῦσαι, κλαῦσον· εἰ οἰμῶξαι, οἴμωξον. ὅταν γὰρ ὑποθῇς τὰ σὰ τοῖς ἐκτός, δούλευε τὸ λοιπὸν καὶ μὴ ἀντισπῶ καὶ ποτὲ μὲν θέλε δουλεύειν, ποτὲ δὲ μὴ

2

.

2

.

13

θέλε, ἀλλ’ ἁπλῶς καὶ ἐξ ὅλης τῆς διανοίας ἢ ταῦτα ἢ ἐκεῖνα· ἢ ἐλεύθερος ἢ δοῦλος, ἢ πεπαιδευμένος ἢ ἀπαίδευτος, ἢ γενναῖος ἀλεκτρυὼν ἢ ἀγεννής, ἢ ὑπό‐
μενε τυπτόμενος, μέχρις ἂν ἀποθάνῃς, ἢ ἀπαγόρευσον
5εὐθύς. μή σοι γένοιτο πληγὰς πολλὰς λαβεῖν καὶ ὕστε‐

2

.

2

.

14

ρον ἀπαγορεῦσαι. εἰ δ’ αἰσχρὰ ταῦτα, αὐτόθεν ἤδη δίελε ‘ποῦ φύσις κακῶν καὶ ἀγαθῶν; οὗ καὶ ἀλήθεια. ὅπου ἀλήθεια καὶ οὗ φύσις, ἐκεῖ τὸ εὐλαβές· ὅπου ἡ ἀλήθεια, ἐκεῖ τὸ θαρραλέον, ὅπου ἡ φύσισ‘.

2

.

2

.

15

Ἐπεί τ〈ο〉ι δοκεῖς, ὅτι τὰ ἐκτὸς τηρῆσαι θέλων Σωκρά‐ της παρελθὼν ἂν ἔλεγε ‘ἐμὲ δ’ Ἄνυτος καὶ Μέλη‐ τος ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δ’ οὔ‘;

2

.

2

.

16

οὕτω μωρὸς ἦν, ἵνα μὴ ἴδῃ ὅτι αὕτη ἡ ὁδὸς ἐνταῦθα οὐ φέρει, ἀλλ’ ἄλλῃ; τί οὖν ἐστιν, ὅτι οὐκ ἔχει λόγον

2

.

2

.

17

καὶ προσερεθίζει; ὡς ὁ ἐμὸς Ἡράκλειτος περὶ ἀγριδίου πραγμάτιον ἔχων ἐν Ῥόδῳ καὶ ἀποδείξας τοῖς δικασταῖς ὅτι δίκαια λέγει ἐλθὼν ἐπὶ τὸν ἐπίλογον ἔφη ὅτι ‘ἀλλ’ οὔτε δεήσομαι ὑμῶν οὔτ’ ἐπιστρέφομαι, τί μέλ‐
5λετε κρίνειν· ὑμεῖς τε μᾶλλον οἱ κρινόμενοί

2

.

2

.

18

ἐστε ἢ ἐγώ.‘ καὶ οὕτως κατέστρεψε τὸ πραγμάτιον. τίς χρεία; μόνον μὴ δέου, μὴ προστίθει δ’ ὅτι ‘καὶ οὐ δέο‐ μαι‘. εἰ μή τι καιρός ἐστιν ἐπίτηδες ἐρεθίσαι τοὺς δι‐

2

.

2

.

19

καστὰς ὡς Σωκράτει. καὶ σὺ εἰ τοιοῦτον ἐπίλογον πα‐

2

.

2

.

20

ρασκευάζῃ, τί ἀναβαίνεις, τί ὑπακούεις; εἰ γὰρ σταυ‐ ρωθῆναι θέλεις, ἔκδεξαι καὶ ἥξει ὁ σταυρός· εἰ δ’ ὑπα‐ κοῦσαι λόγος αἱρεῖ καὶ πεῖσαι τό γε παρ’ αὐτόν, τὰ ἑξῆς τούτῳ ποιητέον τηροῦντι μέντοι τὰ ἴδια.

2

.

2

.

21

Ταύτῃ καὶ γελοῖόν ἐστι τὸ λέγειν ‘ὑπόθου μοι‘. τί σοι ὑποθῶμαι; ἀλλὰ ‘ποίησόν μου τὴν διάνοιαν ὅ τι ἂν

2

.

2

.

22

ἀποβαίνῃ πρὸς τοῦτο ἁρμόσασθαι‘. ἐπεὶ ἐκεῖνό γε ὅμοιόν ἐστιν οἷον εἰ ἀγράμματος λέγοι ‘εἰπέ μοι τί γράψω,

2

.

2

.

23

ὅταν μοι προβληθῇ τι ὄνομα‘. ἂν γὰρ εἴπω ὅτι Δίων, εἶτα παρελθὼν ἐκεῖνος αὐτῷ προβάλῃ μὴ τὸ Δίωνος

2

.

2

.

24

ὄνομα, ἀλλὰ τὸ Θέωνος, τί γένηται; τί γράψῃ; ἀλλ’ εἰ μὲν μεμελέτηκας γράφειν, ἔχεις καὶ παρασκευάσ〈ασθ〉αι πρὸς πάντα τὰ ὑπαγορευόμενα· εἰ δὲ μή, τί σοι ἐγὼ νῦν ὑποθῶμαι; ἂν γὰρ ἄλλο τι ὑπαγορεύῃ τὰ πράγματα,

2

.

2

.

25

τί ἐρεῖς ἢ τί πράξεις; τούτου οὖν τοῦ καθολικοῦ μέ‐ μνησο καὶ ὑποθήκης οὐκ ἀπορήσεις. ἐὰν δὲ πρὸς τὰ ἔξω χάσκῃς, ἀνάγκη σε ἄνω καὶ κάτω κυλίεσθαι πρὸς τὸ

2

.

2

.

26

βούλημα τοῦ κυρίου. τίς δ’ ἐστὶ κύριος; ὁ τῶν ὑπὸ σοῦ
τινος σπουδαζομένων ἢ ἐκκλινομένων ἔχων ἐξουσίαν.

2

.

3

t

γʹ. Πρὸς τοὺς συνιστάντας τινὰς τοῖς φιλοσόφοις.

2

.

3

.

1

Καλῶς ὁ Διογένης πρὸς τὸν ἀξιοῦντα γράμματα παρ’ αὐτοῦ λαβεῖν συστατικὰ ‘ὅτι μὲν ἄνθρωποσ‘, φησίν, ‘εἶ, καὶ ἰδὼν γνώσεται· εἰ δ’ ἀγαθὸς ἢ κακός, εἰ μὲν ἔμπειρός ἐστι διαγνῶναι τοὺς ἀγαθοὺς καὶ
5κακούς, γνώσεται, εἰ δ’ ἄπειρος, οὐδ’ ἂν μυριά‐

2

.

3

.

2

κις γράψω αὐτῷ‘. ὅμοιον γὰρ ὥσπερ εἰ δραχμὴ συστα‐ θῆναί τινι ἠξίου, ἵνα δοκιμασθῇ. εἰ ἀργυρογνωμονικός

2

.

3

.

3

ἐστιν, σὺ σαυτὴν συστήσεις. ἔδει οὖν τοιοῦτόν τι ἔχειν ἡμᾶς καὶ ἐν τῷ βίῳ οἷον ἐπ’ ἀργυρίου, ἵν’ εἰπεῖν δύνω‐ μαι καθάπερ ὁ ἀργυρογνώμων λέγει ‘φέρε ἣν θέλεις

2

.

3

.

4

δραχμὴν καὶ διαγνώσομαι‘. ἀλλ’ ἐπὶ συλλογισμῶν ‘φέρε ὃν θέλεις καὶ διακρινῶ σοι τὸν ἀναλυτικόν τε καὶ μή‘. διὰ τί; οἶδα γὰρ ἀναλύειν συλλογισμούς· ἔχω τὴν δύ‐ ναμιν, ἣν ἔχειν δεῖ τὸν ἐπιγνωστικὸν τῶν περὶ συλλο‐

2

.

3

.

5

γισμοὺς κατορθούντων. ἐπὶ δὲ τοῦ βίου τί ποιῶ; νῦν μὲν λέγω ἀγαθόν, νῦν δὲ κακόν. τί τὸ αἴτιον; τὸ ἐναν‐
τίον ἢ ἐπὶ τῶν συλλογισμῶν, ἀμαθία καὶ ἀπειρία.

2

.

4

t

δʹ. Πρὸς τὸν ἐπὶ μοιχείᾳ ποτὲ κατειλημμένον.

2

.

4

.

1

Λέγοντος αὐτοῦ ὅτι Ὁ ἄνθρωπος πρὸς πίστιν γέγονεν καὶ τοῦτο ὁ ἀνατρέπων ἀνατρέπει τὸ ἴδιον τοῦ ἀνθρώ‐ που ἐπεισῆλθέν τις τῶν δοκούντων φιλολόγων, ὃς κατ‐

2

.

4

.

2

είληπτό ποτε μοιχὸς ἐν τῇ πόλει. ὁ δ’ Ἀλλ’ ἄν, φησίν, ἀφέντες τοῦτο τὸ πιστόν, πρὸς ὃ πεφύκαμεν, ἐπιβου‐ λεύωμεν τῇ γυναικὶ τοῦ γείτονος, τί ποιοῦμεν; τί γὰρ ἄλλο ἢ ἀπόλλυμεν καὶ ἀναιροῦμεν; τίνα; τὸν πιστόν,

2

.

4

.

3

τὸν αἰδήμονα, τὸν ὅσιον. ταῦτα μόνα; γειτνίασιν δ’ οὐκ ἀναιροῦμεν, φιλίαν δ’ οὔ, πόλιν δ’ οὔ; εἰς τίνα δὲ χώ‐ ραν αὑτοὺς κατατάσσομεν; ὡς τίνι σοι χρῶμαι, ἄνθρω‐ πε; ὡς γείτονι, ὡς φίλῳ; ποίῳ τινί; ὡς πολίτῃ; τί σοι

2

.

4

.

4

πιστεύσω; εἶτα σκευάριον μὲν εἰ ἦς οὕτως σαπρόν, ὥστε σοι πρὸς μηδὲν δύνασθαι χρῆσθαι, ἔξω ἂν ἐπὶ τὰς κο‐

2

.

4

.

5

πρίας ἐρρίπτου καὶ οὐδ’ ἐκεῖθεν ἄν τίς σε ἀνῃρεῖτο· εἰ δ’ ἄνθρωπος ὢν οὐδεμίαν χώραν δύνασαι ἀποπληρῶσαι ἀνθρωπικήν, τί σε ποιήσομεν; ἔστω γάρ, φίλου οὐ δύ‐ νασαι τόπον ἔχειν· δούλου δύνασαι; καὶ τίς σοι πιστεύ‐
5σει; οὐ θέλεις οὖν ῥιφῆναί που καὶ αὐτὸς ἐπὶ κοπρίαν

2

.

4

.

6

ὡς σκεῦος ἄχρηστον, ὡς κόπριον; εἶτα ἐρεῖς ‘οὐδείς μου ἐπιστρέφεται, ἀνθρώπου φιλολόγου‘; κακὸς γὰρ εἶ καὶ ἄχρηστος. οἷον εἰ οἱ σφῆκες ἠγανάκτουν, ὅτι οὐδεὶς αὐ‐ τῶν ἐπιστρέφεται, ἀλλὰ φεύγουσι πάντες κἄν τις δύνη‐

2

.

4

.

7

ται, πλήξας κατέβαλεν. σὺ κέντρον ἔχεις τοιοῦτον, ὥστε ὃν ἂν πλήξῃς εἰς πράγματα καὶ ὀδύνας ἐμβάλλειν. τί σε
θέλεις ποιήσωμεν; οὐκ ἔχεις ποῦ τεθῇς.

2

.

4

.

8

Τί οὖν; οὐκ εἰσὶν αἱ γυναῖκες κοιναὶ φύσει; κἀγὼ λέγω. καὶ γὰρ τὸ χοιρίδιον κοινὸν τῶν κεκλημέ‐ νων· ἀλλ’ ὅταν μέρη γένηται, ἄν σοι φανῇ, ἀνάρπασον ἀπελθὼν τὸ τοῦ παρακατακειμένου μέρος, λάθρᾳ κλέψον
5ἢ παρακαθεὶς τὴν χεῖρα λίχνευε, κἂν μὴ δύνῃ τοῦ κρέως ἀποσπάσαι, λίπαινε τοὺς δακτύλους καὶ περίλειχε. καλὸς

2

.

4

.

9

συμπότης καὶ σύνδειπνος Σωκρατικός. ἄγε, τὸ δὲ θέα‐ τρον οὐκ ἔστι κοινὸν τῶν πολιτῶν; ὅταν οὖν καθίσω‐

2

.

4

.

10

σιν, ἐλθών, ἄν σοι φανῇ, ἔκβαλέ τινα αὐτῶν. οὕτως καὶ αἱ γυναῖκες φύσει κοιναί. ὅταν δ’ ὁ νομοθέτης ὡς ἑστιάτωρ διέλῃ αὐτάς, οὐ θέλεις καὶ αὐτὸς ἴδιον μέρος ζητεῖν, ἀλλὰ τὸ ἀλλότριον ὑφαρπάζεις καὶ λιχνεύεις;

2

.

4

.

11

‘ἀλλὰ φιλόλογός εἰμι καὶ Ἀρχέδημον νοῶ.‘ Ἀρχέδημον τοίνυν νοῶν μοιχὸς ἴσθι καὶ ἄπιστος καὶ ἀντὶ ἀνθρώ‐ που λύκος ἢ πίθηκος. τί γὰρ κωλύει;

2

.

5

t

εʹ. Πῶς συνυπάρχει μεγαλοφροσύνη καὶ ἐπιμέλεια.

2

.

5

.

1

Αἱ ὗλαι ἀδιάφοροι, ἡ δὲ χρῆσις αὐτῶν οὐκ ἀδιάφο‐

2

.

5

.

2

ρος. πῶς οὖν τηρήσῃ τις ἅμα μὲν τὸ εὐσταθὲς καὶ ἀτάραχον, ἅμα δὲ τὸ ἐπιμελὲς καὶ μὴ εἰκαῖον μηδ’ ἐπι‐

2

.

5

.

3

σεσυρμένον; ἂν μιμῆται τοὺς κυβεύοντας. αἱ ψῆφοι ἀδιάφοροι, οἱ κύβοι ἀδιάφοροι· πόθεν οἶδα, τί μέλλει πίπτειν; τῷ πεσόντι δ’ ἐπιμελῶς καὶ τεχνικῶς χρῆσθαι,

2

.

5

.

4

τοῦτο ἤδη ἐμὸν ἔργον ἐστίν. οὕτως τοίνυν τὸ μὲν προη‐ γούμενον καὶ ἐπὶ τοῦ βίου ἔργον ἐκεῖνο· δίελε τὰ πράγ‐ ματα καὶ διάστησον καὶ εἰπὲ ‘τὰ ἔξω οὐκ ἐπ’ ἐμοί·

2

.

5

.

5

προαίρεσις ἐπ’ ἐμοί. ποῦ ζητήσω τὸ ἀγαθὸν καὶ τὸ κα‐ κόν; ἔσω ἐν τοῖς ἐμοῖσ‘. ἐν δὲ τοῖς ἀλλοτρίοις μηδέποτε μήτ’ ἀγαθὸν ὀνομάσῃς μήτε κακὸν μήτ’ ὠφέλειαν μήτε βλάβην μήτ’ ἄλλο τι τῶν τοιούτων.

2

.

5

.

6

Τί οὖν; ἀμελῶς τούτοις χρηστέον; οὐδαμῶς. τοῦτο γὰρ πάλιν τῇ προαιρέσει κακόν ἐστι καὶ ταύτῃ [τὴν]

2

.

5

.

7

παρὰ φύσιν. ἀλλ’ ἅμα μὲν ἐπιμελῶς, ὅτι ἡ χρῆσις οὐκ ἀδιάφορον, ἅμα δ’ εὐσταθῶς καὶ ἀταράχως, ὅτι ἡ ὕλη

2

.

5

.

8

οὐ διαφέρουσα. ὅπου γὰρ τὸ διαφέρον, ἐκεῖ οὔτε κω‐ λῦσαί μέ τις δύναται οὔτ’ ἀναγκάσαι. ὅπου κωλυτὸς καὶ ἀναγκαστός εἰμι, ἐκείνων ἡ μὲν τεῦξις οὐκ ἐπ’ ἐμοὶ οὐδ’ ἀγαθὸν ἢ κακόν, ἡ χρῆσις δ’ ἢ κακὸν ἢ ἀγαθόν,

2

.

5

.

9

ἀλλ’ ἐπ’ ἐμοί. δύσκολον δὲ μῖξαι καὶ συναγαγεῖν ταῦτα, ἐπιμέλειαν τοῦ προσπεπονθότος ταῖς ὕλαις καὶ εὐστά‐
θειαν τοῦ ἀνεπιστρεπτοῦντος, πλὴν οὐκ ἀδύνατον. εἰ

2

.

5

.

10

δὲ μή, ἀδύνατον τὸ εὐδαιμονῆσαι. ἀλλ’ οἷόν τι ἐπὶ τοῦ πλοῦ ποιοῦμεν. τί μοι δύναται; τὸ ἐκλέξασθαι τὸν κυ‐

2

.

5

.

11

βερνήτην, τοὺς ναύτας, τὴν ἡμέραν, τὸν καιρόν. εἶτα χειμὼν ἐμπέπτωκεν. τί οὖν ἔτι μοι μέλει; τὰ γὰρ ἐμὰ ἐκπεπλήρωται. ἄλλου ἐστὶν ἡ ὑπόθεσις, τοῦ κυβερνήτου.

2

.

5

.

12

ἀλλὰ καὶ ἡ ναῦς καταδύεται. τί οὖν ἔχω ποιῆσαι; ὃ δύναμαι, τοῦτο μόνον ποιῶ· μὴ φοβούμενος ἀποπνίγο‐ μαι οὐδὲ κεκραγὼς οὐδ’ ἐγκαλῶν τῷ θεῷ, ἀλλ’ εἰδώς,

2

.

5

.

13

ὅτι τὸ γενόμενον καὶ φθαρῆναι δεῖ. οὐ γάρ εἰμι αἰών, ἀλλ’ ἄνθρωπος, μέρος τῶν πάντων ὡς ὥρα ἡμέρας. ἐνστῆναί με δεῖ ὡς τὴν ὥραν καὶ παρελθεῖν 〈ὡσ〉 ὥραν.

2

.

5

.

14

τί οὖν μοι διαφέρει πῶς παρέλθω, πότερον πνιγεὶς ἢ πυρέξας; διὰ γὰρ τοιούτου τινὸς δεῖ παρελθεῖν με.

2

.

5

.

15

Τοῦτο ὄψει ποιοῦντας καὶ τοὺς σφαιρίζοντας ἐμπεί‐ ρως. οὐδεὶς αὐτῶν διαφέρεται περὶ τοῦ ἁρπαστοῦ ὡς περὶ ἀγαθοῦ ἢ κακοῦ, περὶ δὲ τοῦ βάλλειν καὶ δέχε‐

2

.

5

.

16

σθαι. λοιπὸν ἐν τούτῳ ἡ εὐρυθμία, ἐν τούτῳ ἡ τέχνη, τὸ τάχος, ἡ εὐγνωμοσύνη, ἵν’ ἐγώ, μηδ’ ἂν τὸν κόλπον ἐκτείνω, δύναμαι λαβεῖν αὐτό, ὁ δέ, ἂν βάλω, λαμβά‐

2

.

5

.

17

νει. ἂν δὲ μετὰ ταραχῆς καὶ φόβου δεχώμεθα ἢ βάλ‐ 〈λ〉ωμεν αὐτό, ποία ἔτι παιδιά, ποῦ δέ τις εὐσταθήσει,
ποῦ δέ τις τὸ ἑξῆς ὄψεται ἐν αὐτῇ; ἀλλ’ ὁ μὲν ἐρεῖ ‘βάλε‘, 〈ὁ δὲ〉 ‘μὴ βάλῃσ‘, ὁ δὲ † ‘μὴ ἀνέβαλεσ‘. τοῦτο δὴ
5μάχη ἐστὶ καὶ οὐ παιδιά.

2

.

5

.

18

Τοιγαροῦν Σωκράτης ᾔδει σφαιρίζειν. πῶς; παίζειν ἐν τῷ δικαστηρίῳ. ‘λέγε μοι‘, φησίν, ‘Ἄνυτε, πῶς με φῂς θεὸν οὐ νομίζειν; οἱ δαίμονές σοι τίνες εἶναι δοκοῦσιν; οὐχὶ ἤτοι θεῶν παῖδές εἰσιν ἢ

2

.

5

.

19

ἐξ ἀνθρώπων καὶ θεῶν μεμιγμένοι τινές;‘ ὁμο‐ λογήσαντος δὲ ‘τίς οὖν σοι δοκεῖ δύνασθαι ἡμιό‐ νους μὲν ἡγεῖσθαι εἶναι, ὄνους δὲ μή;‘ ὡς ἁρπα‐ στίῳ παίζων. καὶ τί ἐκεῖ ἐν μέσῳ ἁρπάστιον τότ’ ἦν; τὸ
5δεδέσθαι, τὸ φυγαδευθῆναι, τὸ πιεῖν φάρμακον, τὸ γυ‐

2

.

5

.

20

ναικὸς ἀφαιρεθῆναι, τὸ τέκνα ὀρφανὰ καταλιπεῖν. ταῦτα ἦν ἐν μέσῳ οἷς ἔπαιζεν, ἀλλ’ οὐδὲν ἧττον ἔπαιζεν καὶ ἐσφαίριζεν εὐρύθμως. οὕτως καὶ ἡμεῖς τὴν μὲν ἐπιμέ‐ λειαν σφαιριστικωτάτην, τὴν δ’ ἀδιαφορίαν ὡς ὑπὲρ

2

.

5

.

21

ἁρπαστίου. δεῖ γὰρ πάντως περί τινα τῶν ἐκτὸς ὑλῶν φιλοτεχνεῖν, ἀλλ’ οὐκ ἐκείνην ἀποδεχόμενον, ἀλλ’ οἵα ἂν ᾖ ἐκείνη, τὴν περὶ αὐτὴν φιλοτεχνίαν ἐπιδεικνύοντα.
οὕτως καὶ ὁ ὑφάντης οὐκ ἔρια ποιεῖ, ἀλλ’ οἷα ἂν παρα‐

2

.

5

.

22

λάβῃ περὶ αὐτὰ φιλοτεχνεῖ. ἄλλος σοι δίδωσι τροφὰς καὶ κτῆσιν καὶ αὐτὰ ταῦτα δύναται ἀφελέσθαι καὶ τὸ σωμάτιον αὐτό. σὺ λοιπὸν παραλαβὼν τὴν ὕλην ἐργάζου.

2

.

5

.

23

εἶτα ἂν ἐξέλθῃς μηδὲν παθών, οἱ μὲν ἄλλοι ἀπαντῶν‐ τές σοι συγχαρήσονται ὅτι ἐσώθης, ὁ δ’ εἰδὼς βλέπειν τὰ τοιαῦτα, ἂν μὲν ἴδῃ ὅτι εὐσχημόνως ἀνεστράφης ἐν τούτῳ, ἐπαινέσει καὶ συνησθήσεται· ἂν δὲ δι’ ἀσχημο‐
5σύνην τινὰ διασεσωσμένον, τὰ ἐναντία. ὅπου γὰρ τὸ χαίρειν εὐλόγως, ἐκεῖ καὶ τὸ συγχαίρειν.

2

.

5

.

24

Πῶς οὖν λέγεται τῶν ἐκτός τινα κατὰ φύσιν καὶ παρὰ φύσιν; ὥσπερ ἂν εἰ ἀπόλυτοι ἦμεν. τῷ γὰρ ποδὶ κατὰ φύσιν εἶναι ἐρῶ τὸ καθαρῷ εἶναι, ἀλλ’, ἂν αὐτὸν ὡς πόδα λάβῃς καὶ ὡς μὴ ἀπόλυτον, καθήξει αὐτὸ〈ν〉 καὶ
5εἰς πηλὸν ἐμβαίνειν καὶ ἀκάνθας πατῆσαι καὶ ἔστιν ὅτε ἀποκοπῆναι ὑπὲρ τοῦ ὅλου· εἰ δὲ μή, οὐκέτι ἔσται πούς.

2

.

5

.

25

τοιοῦτόν τι καὶ ἐφ’ ἡμῶν ὑπολαβεῖν δεῖ. τί εἶ; ἄνθρω‐ πος. εἰ μὲν ὡς ἀπόλυτον σκοπεῖς, κατὰ φύσιν ἐστὶ ζῆσαι μέχρι γήρως, πλουτεῖν, ὑγιαίνειν. εἰ δ’ ὡς ἄνθρωπον σκοπεῖς καὶ μέρος ὅλου τινός, δι’ ἐκεῖνο τὸ ὅλον νῦν
5μέν σοι νοσῆσαι καθήκει, νῦν δὲ πλεῦσαι καὶ κινδυνεῦ‐ σαι, νῦν δ’ ἀπορηθῆναι, πρὸ ὥρας δ’ ἔστιν ὅτ’ ἀποθα‐

2

.

5

.

26

νεῖν. τί οὖν ἀγανακτεῖς; οὐκ οἶδας ὅτι ὡς ἐκεῖνος οὐκέτι ἔσται πούς, οὕτως οὐδὲ σὺ ἄνθρωπος; τί γάρ ἐστιν ἄν‐ θρωπος; μέρος πόλεως, πρώτης μὲν τῆς ἐκ θεῶν καὶ ἀνθρώπων, μετὰ ταῦτα δὲ τῆς ὡς ἔγγιστα λεγομένης,

2

.

5

.

27

ἥ τί ἐστι μικρὸν τῆς ὅλης μίμημα. ‘νῦν οὖν ἐμὲ κρίνε‐ σθαι;‘ νῦν οὖν ἄλλον πυρέσσειν, ἄλλον πλεῖν, ἄλλον ἀποθνῄσκειν, ἄλλον κατακεκρίσθαι; ἀδύνατον γὰρ ἐν τοιούτῳ σώματι, ἐν τούτῳ τῷ περιέχοντι, τούτοις τοῖς

2

.

5

.

28

συζῶσιν μὴ συμπίπτειν ἄλλοις ἄλλα τοιαῦτα. σὸν οὖν ἔργον ἐλθόντα εἰπεῖν ἃ δεῖ, διαθέσθαι ταῦτα ὡς ἐπι‐

2

.

5

.

29

βάλλει. εἶτα ἐκεῖνος λέγει ‘κρίνω σε ἀδικεῖν‘. ‘εὖ σοι γένοιτο. ἐποίησα ἐγὼ τὸ ἐμόν, εἰ δὲ καὶ σὺ τὸ σὸν ἐποίησας, ὄψει αὐτός.‘ ἔστι γάρ τις κἀκείνου κίνδυνος, μή σε λανθανέτω.

2

.

6

t

ϛʹ. Περὶ ἀδιαφορίας.

2

.

6

.

1

Τὸ συνημμένον ἀδιάφορον· ἡ κρίσις ἡ περὶ αὐτοῦ οὐκ ἀδιάφορος, ἀλλ’ ἢ ἐπιστήμη ἢ δόξα ἢ ἀπάτη. οὕτως

2

.

6

.

2

τὸ ζῆν ἀδιάφορον, ἡ χρῆσις οὐκ ἀδιάφορος. μή ποτ’ οὖν, ὅταν εἴπῃ τις ὑμῖν ἀδιαφορεῖν καὶ ταῦτα, ἀμελεῖς γίνεσθε, μήθ’ ὅταν εἰς ἐπιμέλειάν τις ὑμᾶς παρακαλῇ,

2

.

6

.

3

ταπεινοὶ καὶ τᾶς ὕλας τεθαυμακότες. καλὸν δὲ καὶ τὸ εἰδέναι τὴν αὑτοῦ παρασκευὴν καὶ δύναμιν, ἵν’ ἐν οἷς μὴ παρεσκεύασαι, ἡσυχίαν ἄγῃς μηδ’ ἀγανακτῇς, εἴ

2

.

6

.

4

τινες ἄλλοι πλεῖόν σου ἔχουσιν ἐν ἐκείνοις. καὶ γὰρ σὺ ἐν συλλογισμοῖς πλεῖον ἀξιώσεις σεαυτὸν ἔχειν κἂν ἀγα‐ νακτῶσιν ἐπὶ τούτῳ, παραμυθήσῃ αὐτούς· ‘ἐγὼ ἔμα‐

2

.

6

.

5

θον, ὑμεῖς δ’ οὔ‘. οὕτως καί, ὅπου τινὸς χρεία τριβῆς,
μὴ ζήτει τὸ ἀπὸ τῆς χρείας περιγινόμενον, ἀλλ’ ἐκείνου μὲν παραχώρει τοῖς περιτετριμμένοις, σοὶ δ’ ἀρκείτω τὸ εὐσταθεῖν.

2

.

6

.

6

‘Ἄπελθε καὶ ἄσπασαι τὸν δεῖνα.‘ 〈‘ἀσπάζομαι.‘〉 ‘πῶς;‘ ‘οὐ ταπεινῶς.‘ ‘ἀλλ’ ἐξεκλείσθης.‘ ‘διὰ θυρίδος γὰρ οὐκ ἔμαθον εἰσέρχεσθαι. ὅταν δὲ κεκλ〈ε〉ιμένην εὕρω τὴν θύραν, ἀνάγκη μ’ ἢ ἀποχωρῆσαι ἢ διὰ τῆς

2

.

6

.

7

θυρίδος εἰσελθεῖν‘. ‘ἀλλὰ καὶ λάλησον αὐτῷ.‘ ‘λαλῶ.‘

2

.

6

.

8

‘τίνα τρόπον;‘ ‘οὐ ταπεινῶς.‘ ‘ἀλλ’ οὐκ ἐπέτυχες.‘ μὴ γὰρ σὸν τοῦτο 〈τὸ〉 ἔργον ἦν; ἀλλ’ ἐκείνου. τί οὖν ἀντιποιῇ τοῦ ἀλλοτρίου; ἀεὶ μεμνημένος ὅ τι σὸν καὶ

2

.

6

.

9

τί ἀλλότριον [καὶ] οὐ ταραχθήσῃ. διὰ τοῦτο καλῶς ὁ Χρύσιππος λέγει ὅτι ‘μέχρις ἂν ἄδηλά μοι ᾖ τὰ ἑξῆς, ἀεὶ τῶν εὐφυεστέρων ἔχομαι πρὸς τὸ τυγ‐ χάνειν τῶν κατὰ φύσιν· αὐτὸς γάρ μ’ ὁ θεὸς

2

.

6

.

10

ἐποίησεν τούτων ἐκλεκτικόν. εἰ δέ γε ᾔδειν ὅτι
νοσεῖν μοι καθείμαρται νῦν, καὶ ὥρμων ἂν ἐπ’ αὐτό· καὶ γὰρ ὁ πούς, εἰ φρένας εἶχεν, ὥρμα ἂν ἐπὶ τὸ πηλοῦσθαι.‘

2

.

6

.

11

Ἐπεί τοι τίνος ἕνεκα γίνονται στάχυες; οὐχ ἵνα καὶ ξηρανθῶσιν; ἀλλὰ ξηραίνονται μέν, οὐχ ἵνα δὲ καὶ

2

.

6

.

12

θερισθῶσιν; οὐ γὰρ ἀπόλυτοι γίνονται. εἰ οὖν αἴσθη‐ σιν εἶχον, εὔχεσθαι αὐτοὺς ἔδει, ἵνα μὴ θερισθῶσιν μη‐ δέποτε; τοῦτο δὲ κατάρα ἐστὶν ἐπὶ σταχύων τὸ μηδέ‐

2

.

6

.

13

ποτε θερισθῆναι. οὕτως ἴστε ὅτι καὶ ἐπ’ ἀνθρώπων κατάρα ἐστὶ τὸ μὴ ἀποθανεῖν· ὅμοιον τῷ μὴ πεπαν‐

2

.

6

.

14

θῆναι, μὴ θερισθῆναι. ἡμεῖς δ’ ἐπειδὴ οἱ αὐτοί ἐσμεν, ἅμα μὲν οὓς δεῖ θερισθῆναι, ἅμα δὲ καὶ αὐτῷ τούτῳ παρακολουθοῦντες ὅτι θεριζόμεθα, διὰ τοῦτο ἀγανα‐ κτοῦμεν. οὔτε γὰρ ἴσμεν τίνες ἐσμὲν οὔτε μεμελετήκαμεν

2

.

6

.

15

τὰ ἀνθρωπικὰ ὡς ἱππικοὶ τὰ ἱππικά. ἀλλὰ Χρυσάντας μὲν παίειν μέλλων τὸν πολέμιον, ἐπειδὴ τῆς σάλπιγγος ἤκουσεν ἀνακαλούσης, ἀνέσχεν· οὕτως προυργιαίτερον ἔδοξεν αὐτῷ τὸ τοῦ στρατηγοῦ πρόσταγμα ἢ τὸ ἴδιον

2

.

6

.

16

ποιεῖν· ἡμῶν δ’ οὐδεὶς θέλει οὐδὲ τῆς ἀνάγκης καλού‐ σης εὐλύτως ὑπακοῦσαι αὐτῇ, ἀλλὰ κλάοντες καὶ στέ‐ νοντες πάσχομεν ἃ πάσχομεν καὶ περιστάσεις αὐτὰ κα‐

2

.

6

.

17

λοῦντες. ποίας περιστάσεις, ἄνθρωπε; εἰ περιστάσεις λέγεις τὰ περιεστηκότα, πάντα περιστάσεις εἰσίν· εἰ δ’ ὡς δύσκολα καλεῖς, ποίαν δυσκολίαν ἔχει τὸ γενόμενον

2

.

6

.

18

φθαρῆναι; τὸ δὲ φθεῖρον ἢ μάχαιρά ἐστιν ἢ τροχὸς ἢ θάλασσα ἢ κεραμὶς ἢ τύραννος. τί σοι μέλει, ποίᾳ ὁδῷ

2

.

6

.

19

καταβῇς εἰς Ἅιδου; ἴσαι πᾶσαί εἰσιν. εἰ δὲ θέ‐ λεις ἀκοῦσαι τἀληθῆ, συντομωτέρα ἣν πέμπει ὁ τύραν‐ νος. οὐδέποτ’ οὐδεὶς τύραννος ἓξ μησίν τινα ἔσφαξεν, πυρετὸς δὲ καὶ ἐνιαυτῷ πολλάκις. ψόφος ἐστὶ πάντα
5ταῦτα καὶ κόμπος κενῶν ὀνομάτων.

2

.

6

.

20

‘Τῇ κεφαλῇ κινδυνεύω ἐπὶ Καίσαρος.‘ ἐγὼ δ’ οὐ κιν‐ δυνεύω, ὃς οἰκῶ ἐν Νικοπόλει, ὅπου σεισμοὶ τοσοῦτοι; σὺ δ’ αὐτὸς ὅταν διαπλέῃς τὸν Ἀδρίαν, τί κινδυνεύεις;

2

.

6

.

21

οὐ τῇ κεφαλῇ; ‘ἀλλὰ καὶ τῇ ὑπολήψει κινδυνεύω.‘ τῇ σῇ; πῶς; τίς γάρ σε ἀναγκάσαι δύναται ὑπολαβεῖν τι ὧν οὐ θέλεις; ἀλλὰ τῇ ἀλλοτρίᾳ; καὶ ποῖός ἐστι κίνδυ‐

2

.

6

.

22

νος σὸς ἄλλους τὰ ψεύδη ὑπολαβεῖν; ‘ἀλλ’ ἐξορισθῆναι κινδυνεύω.‘ τί ἐστιν ἐξορισθῆναι; ἀλλαχοῦ εἶναι 〈ἢ〉 ἐν Ῥώμῃ; ‘ναί. τί οὖν; ἂν εἰς Γύαρα πεμφθῶ;‘ ἄν σοι
ποιῇ, ἀπελεύσῃ· εἰ δὲ μή, ἔχεις ποῦ ἀντὶ Γυάρων ἀπέλ‐
5θῃς, ὅπου κἀκεῖνος ἐλεύσεται, ἄν τε θέλῃ ἄν τε μή, ὁ

2

.

6

.

23

πέμπων σε εἰς Γύαρα. τί λοιπὸν ὡς ἐπὶ μεγάλα ἀνέρχῃ; μικρότερά ἐστι τῆς παρασκευῆς, ἵν’ εἴπῃ νέος εὐφυὴς ὅτι ‘οὐκ ἦν τοσούτου τοσούτων μὲν ἀκηκοέναι, τοσαῦτα δὲ γεγραφέναι, τοσούτῳ δὲ χρόνῳ παρακεκαθικέναι γε‐

2

.

6

.

24

ροντίῳ οὐ πολλοῦ ἀξίῳ‘. μόνον ἐκείνης τῆς διαιρέσεως μέμνησο, καθ’ ἣν διορίζεται τὰ σὰ καὶ οὐ τὰ σά. μή

2

.

6

.

25

ποτ’ ἀντιποιήσῃ τινὸς τῶν ἀλλοτρίων. βῆμα καὶ φυ‐ λακὴ τόπος ἐστὶν ἑκάτερον, ὁ μὲν ὑψηλός, ὁ δὲ τα‐ πεινός· ἡ προαίρεσις δ’ ἴση, ἂν ἴσην αὐτὴν 〈ἐν〉

2

.

6

.

26

ἑκατέρῳ φυλάξαι θέλῃς, δύναται φυλαχθῆναι. καὶ τότ’ ἐσόμεθα ζηλωταὶ Σωκράτους, ὅταν ἐν φυλακῇ δυνώ‐

2

.

6

.

27

μεθα παιᾶνας γράφειν. μέχρι δὲ νῦν ὡς ἔχομεν, ὅρα εἰ ἠνεσχόμεθ’ ἂν ἐν τῇ φυλακῇ ἄλλου τινὸς ἡμῖν λέγοντος ‘θέλεις ἀναγνῶ σοι παιᾶνασ‘; ‘τί μοι πράγματα παρέ‐ χεις; οὐκ οἶδας τὰ ἔχοντά με κακά; ἐν τούτοις γάρ μοι
5ἔστιν—‘ ἐν τίσιν οὖν; ‘ἀποθνῄσκειν μέλλω.‘ ἄνθρωποι δ’ ἄλλοι ἀθάνατοι ἔσονται;

2

.

7

t

ζʹ. Πῶς μαντευτέον.

2

.

7

.

1

Διὰ τὸ ἀκαίρως μαντεύεσθαι πολλοὶ καθήκοντα πολλὰ

2

.

7

.

2

παραλείπομεν. τί γὰρ ὁ μάντις δύναται πλέον ἰδεῖν θα‐

2

.

7

.

3

νάτου ἢ κινδύνου ἢ νόσου ἢ ὅλως τῶν τοιούτων; ἂν οὖν δέῃ κινδυνεῦσαι ὑπὲρ τοῦ φίλου, ἂν δὲ καὶ ἀποθανεῖν ὑπὲρ αὐτοῦ καθήκῃ, ποῦ μοι καιρὸς ἔτι μαντεύεσθαι; οὐκ ἔχω τὸν μάντιν ἔσω τὸν εἰρηκότα μοι τὴν οὐσίαν τοῦ
5ἀγαθοῦ καὶ τοῦ κακοῦ, τὸν ἐξηγημένον τὰ σημεῖα ἀμ‐

2

.

7

.

4

φοτέρων; τί οὖν ἔτι χρείαν ἔχω τῶν σπλάγχνων ἢ τῶν οἰωνῶν; ἀλλ’ ἀνέχομαι λέγοντος ἐκείνου ‘συμφέρει σοι‘;

2

.

7

.

5

τί γάρ ἐστι συμφέρον οἶδεν; τί ἐστιν ἀγαθὸν οἶδεν; μεμάθηκεν ὥσπερ τὰ σημεῖα τῶν σπλάγχνων οὕτως ση‐ μεῖα τίνα ἀγαθῶν καὶ κακῶν; εἰ γὰρ τούτων οἶδεν ση‐ μεῖα, καὶ καλῶν καὶ αἰσχρῶν οἶδεν καὶ δικαίων καὶ

2

.

7

.

6

ἀδίκων. ἄνθρωπε, σύ μοι λέγε τί σημαίνεται, ζωὴ ἢ θάνατος, πενία ἢ πλοῦτος· πότερον δὲ συμφέρει ταῦτα

2

.

7

.

7

ἢ ἀσύμφορά ἐστιν, σοῦ μέλλω πυνθάνεσθαι; διὰ τί ἐν γραμματικοῖς οὐ λέγεις; ἐνθάδ’ οὖν, ὅπου πάντες ἄν‐

2

.

7

.

8

θρωποι πλανώμεθα καὶ πρὸς ἀλλήλους μαχόμεθα; διὰ τοῦτο ἡ γυνὴ καλῶς εἶπεν ἡ πέμψαι θέλουσα τῇ Γρα‐ τίλλῃ ἐξωρισμένῃ τὸ πλοῖον τῶν ἐπιμηνίων κατὰ τὸν εἰπόντα ὅτι ‘Ἀφαιρήσεται αὐτὰ Δομιτιανὸσ‘ ‘Μᾶλλον
5θέλω‘, φησίν, ‘ἵν’ ἐκεῖνος αὐτὰ ἀφέληται ἢ ἵν’
ἐγὼ μὴ πέμψω‘.

2

.

7

.

9

Τί οὖν ἡμᾶς ἐπὶ τὸ οὕτω συνεχῶς μαντεύεσθαι ἄγει; ἡ δειλία, τὸ φοβεῖσθαι τὰς ἐκβάσεις. διὰ τοῦτο κολα‐ κεύομεν τοὺς μάντεις· ‘κληρονομήσω, κύριε, τὸν πατέ‐ ρα;‘ ‘ἴδωμεν· ἐπεκθυσώμεθα.‘ ‘ναί, κύριε, ὡς ἡ τύχη
5θέλει.‘ εἶτ’ ἂν εἴπῃ ‘κληρονομήσεισ‘, ὡς παρ’ αὐτοῦ τὴν κληρονομίαν εἰληφότες εὐχαριστοῦμεν αὐτῷ. διὰ τοῦτο

2

.

7

.

10

κἀκεῖνοι λοιπὸν ἐμπαίζουσιν ἡμῖν. τί οὖν; δεῖ δίχα ὀρέξεως ἔρχεσθαι καὶ ἐκκλίσεως, ὡς ὁ ὁδοιπόρος πυν‐ θάνεται παρὰ τοῦ ἀπαντήσαντος, ποτέρα[ν] τῶν ὁδῶν φέρει, οὐκ ἔχων ὄρεξιν πρὸς 〈τὸ〉 τὴν δεξιὰν μᾶλλον
5φέρειν ἢ τὴν ἀριστεράν· οὐ γὰρ τούτων τινὰ ἀπελθεῖν

2

.

7

.

11

θέλει, ἀλλὰ τὴν φέρουσαν. οὕτως ἔδει καὶ ἐπὶ τὸν θεὸν ἔρχεσθαι ὡς ὁδηγόν, ὡς τοῖς ὀφθαλμοῖς χρώμεθα, οὐ παρακαλοῦντες αὐτοὺς ἵνα τὰ τοιαῦτα μᾶλλον ἡμῖν δεικνύωσιν, ἀλλ’ οἷα ἐνδείκνυνται τούτων τὰς φαντα‐

2

.

7

.

12

σίας δεχόμενοι. νῦν δὲ τρέμοντες τὸ ὀρνιθάριον κρα‐ τοῦμεν καὶ τὸν θεὸν ἐπικαλούμενοι δεόμεθα αὐτοῦ·

2

.

7

.

13

‘κύριε, ἐλέησον· ἐπίτρεψόν μοι ἐξελθεῖν‘. ἀνδράποδον, ἄλλο γάρ τι θέλεις ἢ τὸ ἄμεινον; ἄλλο οὖν τι ἄμεινον

2

.

7

.

14

ἢ τὸ τῷ θεῷ δοκοῦν; τί τὸ ὅσον ἐπὶ σοὶ διαφθείρει〈σ〉 τὸν κριτήν, παράγεις τὸν σύμβουλον;

2

.

8

t

ηʹ. Τίς οὐσία τοῦ ἀγαθοῦ.

2

.

8

.

1

Ὁ θεὸς ὠφέλιμος· ἀλλὰ καὶ τἀγαθὸν ὠφέλιμον. εἰκὸς οὖν, ὅπου ἡ οὐσία τοῦ θεοῦ, ἐκεῖ εἶναι καὶ τὴν τοῦ

2

.

8

.

2

ἀγαθοῦ. τίς οὖν οὐσία θεοῦ; σάρξ; μὴ γένοιτο. ἀγρός; μὴ γένοιτο. φήμη; μὴ γένοιτο. νοῦς, ἐπιστήμη, λόγος

2

.

8

.

3

ὀρθός. ἐνταῦθα τοίνυν ἁπλῶς ζήτει τὴν οὐσίαν τοῦ ἀγαθοῦ. ἐπεί τοι μή τι αὐτὴν ἐν φυτῷ ζητεῖς; οὔ. μή τι ἐν ἀλόγῳ; οὔ. ἐν λογικῷ οὖν ζητῶν τί ἔτι ἀλλαχοῦ

2

.

8

.

4

ζητεῖς ἢ ἐν τῇ παραλλαγῇ τῇ πρὸς τὰ ἄλογα; τὰ φυτὰ οὐδὲ φαντασίαις χρηστικά ἐστιν· διὰ τοῦτο οὐ λέγεις ἐπ’ αὐτῶν τὸ ἀγαθόν. δεῖται οὖν τὸ ἀγαθὸν χρήσεως

2

.

8

.

5

φαντασιῶν. ἆρά γε μόνης; εἰ γὰρ μόνης, λέγε καὶ ἐν τοῖς ἄλλοις ζῴοις τὰ ἀγαθὰ εἶναι καὶ εὐδαιμονίαν καὶ

2

.

8

.

6

κακοδαιμονίαν. νῦν δ’ οὐ λέγεις καὶ καλῶς ποιεῖς· εἰ
γὰρ καὶ τὰ μάλιστα χρῆσιν φαντασιῶν ἔχει, ἀλλὰ παρα‐ κολούθησίν γε τῇ χρήσει τῶν φαντασιῶν οὐκ ἔχει. καὶ εἰκότως. ὑπηρετικὰ γὰρ γέγονεν ἄλλοις, οὐκ α〈ὐ〉τὰ

2

.

8

.

7

προηγούμενα. ὁ ὄνος ἐπεὶ γέγονεν μή τι προηγουμένως; οὔ· ἀλλ’ ὅτι νώτου χρείαν. εἴχομεν βαστάζειν τι δυνα‐ μένου. ἀλλὰ νὴ Δία καὶ περιπατοῦντος αὐτοῦ χρείαν εἴχομεν· διὰ τοῦτο προσείληφε καὶ τὸ χρῆσθαι φαντα‐

2

.

8

.

8

σίαις· ἄλλως γὰρ περιπατεῖν οὐκ ἐδύνατο. καὶ λοιπὸν αὐτοῦ που πέπαυται. εἰ δὲ καὶ αὐτός που προσειλήφει παρακολούθησιν τῇ χρήσει τῶν φαντασιῶν, καὶ δῆλον ὅτι κατὰ λόγον οὐκέτ’ ἂν ἡμῖν ὑπετέτακτο οὐδὲ τὰς
5χρείας ταύτας παρεῖχεν, ἀλλ’ ἦν ἂν ἴσος ἡμῖν καὶ ὅμοιος.

2

.

8

.

9

Οὐ θέλεις οὖν ἐκεῖ ζητεῖν τὴν οὐσίαν τοῦ ἀγαθοῦ, οὗ μὴ παρόντος ἐπ’ οὐδενὸς τῶν ἄλλων θέλεις λέγειν

2

.

8

.

10

τὸ ἀγαθόν; ‘τί οὖν; οὐκ ἔστι θεῶν ἔργα κἀκεῖνα;‘ ἔστιν,

2

.

8

.

11

ἀλλ’ οὐ προηγούμενα οὐδὲ μέρη θεῶν. σὺ δὲ προηγού‐ μενον εἶ, σὺ ἀπόσπασμα εἶ τοῦ θεοῦ· ἔχεις τι ἐν σεαυτῷ μέρος ἐκείνου. τί οὖν ἀγνοεῖς σου τὴν συγγένειαν; τί

2

.

8

.

12

οὐκ οἶδας, πόθεν ἐλήλυθας; οὐ θέλεις μεμνῆσθαι, ὅταν ἐσθίῃς, τίς ὢν ἐσθίεις καὶ τίνα τρέφεις; ὅταν συνουσίᾳ
χρῇ, τίς ὢν χρῇ; ὅταν ὁμιλίᾳ; ὅταν γυμνάζῃ, ὅταν δια‐ λέγῃ, οὐκ οἶδας ὅτι θεὸν τρέφεις, θεὸν γυμνάζεις; θεὸν

2

.

8

.

13

περιφέρεις, τάλας, καὶ ἀγνοεῖς. δοκεῖς με λέγειν ἀργυ‐ ροῦν τινα ἢ χρυσοῦν ἔξωθεν; ἐν σαυτῷ φέρεις αὐτὸν καὶ μολύνων οὐκ αἰσθάνῃ ἀκαθάρτοις μὲν διανοήμασι,

2

.

8

.

14

ῥυπαραῖς δὲ πράξεσι. καὶ ἀγάλματος μὲν τοῦ θεοῦ παρ‐ όντος οὐκ ἂν τολμήσαις τι τούτων ποιεῖν ὧν ποιεῖς. αὐτοῦ δὲ τοῦ θεοῦ παρόντος ἔσωθεν καὶ ἐφορῶντος πάντα καὶ ἐπακούοντος οὐκ αἰσχύνῃ ταῦτα ἐνθυμούμε‐
5νος καὶ ποιῶν, ἀναίσθητε τῆς αὑτοῦ φύσεως καὶ θεο‐ χόλωτε;

2

.

8

.

15

Λοιπὸν ἡμεῖς τί φοβούμεθα ἐκπέμποντες νέον ἐπί τινας πράξεις ἐκ τῆς σχολῆς, μὴ ἄλλως ποιήσῃ τι, μὴ ἄλλως φάγῃ, μὴ ἄλλως συνουσιάσῃ, μὴ ταπεινώσῃ αὐ‐

2

.

8

.

16

τὸν ῥάκη περιτεθέντα, μὴ ἐπάρῃ κομψὰ ἱμάτια; οὗτος οὐκ οἶδεν αὑτοῦ θεόν, οὗτος οὐκ οἶδεν, μετὰ τίνος ἀπέρχεται. ἀλλ’ ἀνεχόμεθα λέγοντος αὐτοῦ ‘σὲ ἤθελον

2

.

8

.

17

ἔχειν‘; ἐκεῖ τὸν θεὸν οὐκ ἔχεις; εἶτ’ ἄλλον τινὰ ζητεῖς

2

.

8

.

18

ἐκεῖνον ἔχων; ἢ ἄλλα σοι ἐρεῖ ἐκεῖνος ἢ ταῦτα; ἀλλ’ εἰ μὲν τὸ ἄγαλμα ἦς τὸ Φειδίου, ἡ Ἀθηνᾶ ἢ ὁ Ζεύς, ἐμέμνησο ἂν καὶ σαυτοῦ καὶ τοῦ τεχνίτου καὶ εἴ τινα αἴσθησιν εἶχες, ἐπειρῶ ἂν μηδὲν [ἂν] ἀνάξιον ποιεῖν
5τοῦ κατασκευάσαντος μηδὲ σεαυτοῦ μηδ’ ἐν ἀπρεπεῖ

2

.

8

.

19

σχήματι φαίνεσθαι τοῖς ὁρῶσι· νῦν δέ σε ὅτι ὁ Ζεὺς
πεποίηκεν, διὰ τοῦτο ἀμελεῖς οἷόν τινα δείξεις σεαυ‐ τόν; καὶ τί ὁ τεχνίτης τῷ τεχνίτῃ ὅμοιος ἢ τὸ κατα‐

2

.

8

.

20

σκεύασμα τῷ κατασκευάσματι; καὶ ποῖον ἔργον τεχνί‐ του εὐθὺς ἔχει τὰς δυνάμεις ἐν ἑαυτῷ, ἃς ἐμφαίνει διὰ τῆς κατασκευῆς; οὐχὶ λίθος ἐστὶν ἢ χαλκὸς ἢ χρυσὸς ἢ ἐλέφας; καὶ ἡ Ἀθηνᾶ ἡ Φειδίου ἅπαξ ἐκτείνασα τὴν
5χεῖρα καὶ τὴν Νίκην ἐπ’ αὐτῆς δεξαμένη ἕστηκεν οὕτως ὅλῳ τῷ αἰῶνι, τὰ δὲ τοῦ θεοῦ κινούμενα, ἔμπνοα, χρη‐

2

.

8

.

21

στικὰ φαντασιῶν, δοκιμαστικά. τούτου τοῦ δημιουργοῦ κατασκεύασμα ὢν καταισχύνεις αὐτό; τί δ’; ὅτι οὐ μό‐ νον σε κατεσκεύασεν, ἀλλὰ καὶ σοὶ μόνῳ ἐπίστευσεν καὶ

2

.

8

.

22

παρακατέθετο, οὐδὲ τούτου μεμνήσῃ, ἀλλὰ καὶ καταισχυ‐ νεῖς τὴν ἐπιτροπήν; εἰ δέ σοι ὀρφανόν τινα ὁ θεὸς

2

.

8

.

23

παρέθετο, οὕτως ἂν αὐτοῦ ἠμέλεις; παραδέδωκέ σοι σεαυτὸν καὶ λέγει ‘οὐκ εἶχον ἄλλον πιστότερόν σου· τοῦτόν μοι φύλασσε τοιοῦτον οἷος πέφυκεν, αἰδήμονα, πιστόν, ὑψηλόν, ἀκατάπληκτον, ἀπαθῆ, ἀτάραχον‘. εἶτα
5σὺ οὐ φυλάσσεις;

2

.

8

.

24

‘Ἀλλ’ ἐροῦσιν· “πόθεν ἡμῖν οὗτος ὀφρῦν ἐνήνοχεν
καὶ σεμνοπροσωπεῖ;”‘ οὔπω κατ’ ἀξίαν. ‘ἔτι γὰρ οὐ θαρρῶ οἷς ἔμαθον καὶ συγκατεθέμην· ἔτι τὴν ἀσθέ‐

2

.

8

.

25

νειαν τὴν ἐμαυτοῦ φοβοῦμαι. ἐπεί τοι ἄφετέ με θαρ‐ ρῆσαι καὶ τότε ὄψεσθε βλέμμα οἷον δεῖ καὶ σχῆμα οἷον δεῖ, τότε ὑμῖν δείξω τὸ ἄγαλμα, ὅταν τελειωθῇ, ὅταν

2

.

8

.

26

στιλπνωθῇ. τί δοκεῖτε; ὀφρῦν; μὴ γένοιτο. μὴ γὰρ ὁ Ζεὺς ὁ ἐν Ὀλυμπίᾳ ὀφρῦν ἀνέσπακεν; ἀλλὰ πέπηγεν αὐτοῦ τὸ βλέμμα, οἷον δεῖ εἶναι τοῦ ἐροῦντος
οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ’ ἀπατηλόν.

2

.

8

.

27

τοιοῦτον ὑμῖν δείξω ἐμαυτόν, πιστόν, αἰδήμονα, γεν‐

2

.

8

.

28

ναῖον, ἀτάραχον. μή τι οὖν ἀθάνατον ἀγήρων, μή τι ἄνοσον; ἀλλ’ ἀποθνῄσκοντα θείως, νοσοῦντα θείως. ταῦτα ἔχω, ταῦτα δύναμαι· τὰ δ’ ἄλλα οὔτ’ ἔχω οὔτε

2

.

8

.

29

δύναμαι. δείξω ὑμῖν νεῦρα φιλοσόφου. ποῖα νεῦρα; ὄρεξιν ἀναπότευκτον, ἔκκλισιν ἀπερίπτωτον, ὁρμὴν καθ‐ ήκουσαν, πρόθεσιν ἐπιμελῆ, συγκατάθεσιν ἀπρόπτω‐ τον. ταῦτα ὄψεσθε.‘

2

.

9

t

θʹ. Ὅτι οὐ δυνάμενοι τὴν ἀνθρώπου ἐπαγγελίαν πληρῶσαι τὴν φιλοσόφου προσλαμ‐ βάνομεν.

2

.

9

.

1

Οὐκ ἔστι τὸ τυχὸν αὐτὸ μόνον ἀνθρώπου ἐπαγ‐

2

.

9

.

2

γελίαν πληρῶσαι. τί γάρ ἐστιν ἄνθρωπος; Ζῷον, φησί, λογικὸν θνητόν. Εὐθὺς ἐν τῷ λογικῷ τίνων
χωριζόμεθα; Τῶν θηρίων. Καὶ τίνων ἄλλων;

2

.

9

.

3

Τῶν προβάτων καὶ τῶν ὁμοίων. Ὅρα οὖν μή τί πως ὡς θηρίον ποιήσῃς· εἰ δὲ μή, ἀπώλεσας τὸν ἄνθρωπον, οὐκ ἐπλήρωσας τὴν ἐπαγγελίαν. ὅρα μή τι ὡς πρόβατον· εἰ δὲ μή, καὶ οὕτως ἀπώλετο ὁ ἄν‐

2

.

9

.

4

θρωπος. τίνα οὖν ποιοῦμεν ὡς πρόβατα; ὅταν τῆς γαστρὸς ἕνεκα, ὅταν τῶν αἰδοίων, ὅταν εἰκῇ, ὅταν ῥυ‐ παρῶς, ὅταν ἀνεπιστρέπτως, ποῦ ἀπεκλίναμεν; ἐπὶ τὰ

2

.

9

.

5

πρόβατα. τί ἀπωλέσαμεν; τὸ λογικόν. ὅταν μαχίμως καὶ βλαβερῶς καὶ θυμικῶς καὶ ὠστικῶς, ποῦ ἀπεκλί‐

2

.

9

.

6

ναμεν; ἐπὶ τὰ θηρία. λοιπὸν οἱ μὲν ἡμῶν μεγάλα θηρία εἰσίν, οἱ δὲ θηρίδια κακοήθη καὶ μικρά, ἀφ’

2

.

9

.

7

ὧν ἔστιν εἰπεῖν ‘λέων με καὶ φαγέτω.‘ διὰ πάντων δὲ

2

.

9

.

8

τούτων ἀπόλλυται ἡ τοῦ ἀνθρώπου ἐπαγγελία. πότε γὰρ σῴζεται συμπεπλεγμένον; ὅταν τὴν ἐπαγγελίαν πληρώσῃ, ὥστε σωτηρία συμπεπλεγμένου ἐστὶ τὸ ἐξ ἀληθῶν συμπεπλέχθαι. πότε διεζευγμένον; ὅταν τὴν
5ἐπαγγελίαν πληρώσῃ. πότε αὐλοί, πότε λύρα, πότε ἵπ‐

2

.

9

.

9

πος, πότε κύων; τί οὖ〈ν〉 θαυμαστόν, εἰ καὶ ἄνθρωπος

2

.

9

.

10

ὡσαύτως μὲν σῴζεται, ὡσαύτως δ’ ἀπόλλυται; αὔξει δ’ ἕκαστον καὶ σῴζει τὰ κατάλληλα ἔργα· τὸν τέκτονα τὰ τεκτονικά, τὸν γραμματικὸν τὰ γραμματικά. ἂν δ’ ἐθίσῃ γράφειν ἀγραμμάτως, ἀνάγκη καταφθείρεσθαι καὶ ἀπόλ‐

2

.

9

.

11

λυσθαι τὴν τέχνην. οὕτως τὸν μὲν αἰδήμονα σῴζει τὰ αἰδήμονα ἔργα, ἀπολλύει δὲ τὰ ἀναιδῆ· τὸν δὲ πιστὸν

2

.

9

.

12

τὰ πιστὰ καὶ τὰ ἐναντία ἀπολλύει. καὶ τοὺς ἐναντίους πάλιν ἐπαύξει τὰ ἐναντία· τὸν ἀναίσχυντον 〈ἀναι‐ σχυντία〉, τὸν ἄπιστον 〈ἀπιστία〉, τὸν λοίδορον λοιδο‐ ρία, τὸν ὀργίλον ὀργή, τὸν φιλάργυρον αἱ ἀκατάλληλοι
5λήψεις καὶ δόσεις.

2

.

9

.

13

Διὰ τοῦτο παραγγέλλουσιν οἱ φιλόσοφοι μὴ ἀρ‐ κεῖσθαι μόνῳ τῷ μαθεῖν, ἀλλὰ καὶ μελέτην

2

.

9

.

14

προσλαμβάνειν, εἶτα ἄσκησιν. πολλῷ γὰρ χρόνῳ τὰ ἐναντία ποιεῖν εἰθίσμεθα καὶ τὰς ὑπολήψεις τὰς ἐναντίας ταῖς ὀρθαῖς χρηστικὰς ἔχομεν. ἂν οὖν μὴ καὶ τὰς ὀρθὰς χρηστικὰς ποιήσωμεν, οὐδὲν ἄλλο 〈ἢ〉 ἐξη‐

2

.

9

.

15

γηταὶ ἐσόμεθα ἀλλοτρίων δογμάτων. ἄρτι γὰρ τίς ἡμῶν οὐ δύναται τεχνολογῆσαι περὶ ἀγαθῶν καὶ κακῶν; ὅτι τῶν ὄντων τὰ μὲν ἀγαθά, τὰ δὲ κακά, τὰ δ’ ἀδιά‐ φορα· ἀγαθὰ μὲν οὖν ἀρεταὶ καὶ τὰ μετέχοντα
5τῶν ἀρετῶν· κακὰ τὰ δ’ ἐναντία· ἀδιάφορα δὲ

2

.

9

.

16

πλοῦτος, ὑγεία, δόξα. εἶτ’ ἂ〈ν〉 μεταξὺ λεγόντων ἡμῶν ψόφος μείζων γένηται ἢ τῶν παρόντων τις καταγελάσῃ

2

.

9

.

17

ἡμῶν, ἐξεπλάγημεν. ποῦ ἐστιν, φιλόσοφε, ἐκεῖνα ἃ ἔλε‐ γες; πόθεν αὐτὰ προφερόμενος ἔλεγες; ἀπὸ τῶν χειλῶν αὐτόθεν. τί οὖν ἀλλότρια βοηθήματα μολύνεις; τί

2

.

9

.

18

κυβεύεις περὶ τὰ μέγιστα; ἄλλο γάρ ἐστιν ὡς εἰς τα‐ μιεῖον ἀποθέσθαι ἄρτους καὶ οἶνον, ἄλλο ἐστὶ φαγεῖν. τὸ βρωθὲν ἐπέφθη, ἀνεδόθη, νεῦρα ἐγένετο, σάρκες, ὀστέα, αἷμα, εὔχροια, εὔπνοια. τὰ ἀποκείμενα ὅταν μὲν
5θελήσῃς ἐκ προχείρου λαβὼν δεῖξαι δύνασαι, ἀπ’ αὐτῶν δέ σοι ὄφελος οὐδὲν εἰ μὴ μέχρι τοῦ δοκεῖν ὅτι ἔχεις.

2

.

9

.

19

τί γὰρ διαφέρει ταῦτα ἐξηγεῖσθαι ἢ τὰ τῶν ἑτεροδόξων; τεχνολόγει νῦν καθίσας τὰ Ἐπικούρου καὶ τάχα ἐκείνου χρηστικώτερον τεχνολογήσεις. τί οὖν Στωικὸν λέγεις σεαυτόν, τί ἐξαπατᾷς τοὺς πολλούς, τί ὑποκρίνῃ Ἰου‐

2

.

9

.

20

δαῖον ὢν Ἕλλην; οὐχ ὁρᾷς, πῶς ἕκαστος λέγεται Ἰου‐ δαῖος, πῶς Σύρος, πῶς Αἰγύπτιος; καὶ ὅταν τινὰ ἐπαμ‐ φοτερίζοντα ἴδωμεν, εἰώθαμεν λέγειν ‘οὐκ ἔστιν Ἰου‐ δαῖος, ἀλλ’ ὑποκρίνεται‘. ὅταν δ’ ἀναλάβῃ τὸ πάθος τὸ
5τοῦ βεβαμμένου καὶ ᾑρημένου, τότε καὶ ἔστι τῷ ὄντι

2

.

9

.

21

καὶ καλεῖται Ἰουδαῖος. οὕτως καὶ ἡμεῖς παραβαπτισταί, λόγῳ μὲν Ἰουδαῖοι, ἔργῳ δ’ ἄλλο τι, ἀσυμπαθεῖς πρὸς τὸν λόγον, μακρὰν ἀπὸ τοῦ χρῆσθαι τούτοις ἃ λέγο‐

2

.

9

.

22

μεν, ἐφ’ οἷς ὡς εἰδότες αὐτὰ ἐπαιρόμεθα. οὕτως οὐδὲ
τὴν τοῦ ἀνθρώπου ἐπαγγελίαν πληρῶσαι δυνάμενοι προσλαμβάνομεν τὴν τοῦ φιλοσόφου, τηλικοῦτο φορτίον οἷον εἴ τις δέκα λίτρας ἆραι μὴ δυνάμενος τὸν τοῦ
5Αἴαντος λίθον βαστάζειν ἤθελεν.

2

.

10

t

ιʹ. Πῶς ἀπὸ τῶν ὀνομάτων τὰ καθήκοντα ἔστιν εὑρίσκειν.

2

.

10

.

1

Σκέψαι τίς εἶ. τὸ πρῶτον ἄνθρωπος, τοῦτο δ’ ἔστιν οὐδὲν ἔχων κυριώτερον προαιρέσεως, ἀλλὰ ταύτῃ τὰ ἄλλα ὑποτεταγμένα, αὐτὴν δ’ ἀδούλευτον καὶ ἀνυπό‐

2

.

10

.

2

τακτον. σκόπει οὖν, τίνων κεχώρισαι κατὰ λόγον. κεχώ‐

2

.

10

.

3

ρισαι θηρίων, κεχώρισαι προβάτων. ἐπὶ τούτοις πολί‐ της εἶ τοῦ κόσμου καὶ μέρος αὐτοῦ, οὐχ ἓν τῶν ὑπηρε‐ τικῶν, ἀλλὰ τῶν προηγουμένων· παρακολουθητικὸς γὰρ

2

.

10

.

4

εἶ τῇ θείᾳ διοικήσει καὶ τοῦ ἑξῆς ἐπιλογιστικός. τίς οὖν ἐπαγγελία πολίτου; μηδὲν ἔχειν ἰδίᾳ συμφέρον, περὶ μηδενὸς βουλεύεσθαι ὡς ἀπόλυτον, ἀλλ’ ὥσπερ ἄν, εἰ ἡ χεὶρ ἢ ὁ ποὺς λογισμὸν εἶχον καὶ παρηκολούθουν
5τῇ φυσικῇ κατασκευῇ, οὐδέποτ’ ἂν ἄλλως ὥρμησαν ἢ

2

.

10

.

5

ὠρέχθησαν ἢ ἐπανενεγκόντες ἐπὶ τὸ ὅλον. διὰ τοῦτο καλῶς λέγουσιν οἱ φιλόσοφοι ὅτι εἰ προῄδει ὁ καλὸς καὶ ἀγαθὸς τὰ ἐσόμενα, συνήργει ἂν καὶ τῷ
νοσεῖν καὶ τῷ ἀποθνῄσκειν καὶ τῷ πηροῦσθαι,
5αἰσθανόμενός γε, ὅτι ἀπὸ τῆς τῶν ὅλων διατάξεως τοῦτο ἀπονέμεται, κυριώτερον δὲ τὸ ὅλον τοῦ μέρους καὶ ἡ

2

.

10

.

6

πόλις τοῦ πολίτου. νῦν δ’ ὅτι οὐ προγιγνώσκομεν, καθήκει τῶν πρὸς ἐκλογὴν εὐφυεστέρων ἔχε‐ σθαι, ὅτι καὶ πρὸς τοῦτο γεγόναμεν.

2

.

10

.

7

Μετὰ τοῦτο μέμνησο, ὅτι υ〈ἱ〉ὸς εἶ. τίς τούτου τοῦ προσώπου ἐπαγγελία; πάντα 〈τὰ〉 αὑτοῦ ἡγεῖσθαι τοῦ πατρός, πάντα ὑπακούειν, μηδέποτε ψέξαι πρός τινα μηδὲ βλαβερόν τι αὐτῷ εἰπεῖν ἢ πρᾶξαι, ἐξίστασθαι
5ἐν πᾶσιν καὶ παραχωρεῖν συνεργοῦντα κατὰ δύναμιν.

2

.

10

.

8

μετὰ τοῦτο ἴσθι ὅτι καὶ ἀδελφὸς εἶ. καὶ πρὸς τοῦτο δὲ τὸ πρόσωπον ὀφείλεται παραχώρησις, εὐπ〈ε〉ίθεια, εὐ‐ φημία, μηδέποτ’ ἀντιποιήσασθαί τινος πρὸς [ἑ]αὐτὸν τῶν ἀπροαιρέτων, ἀλλ’ ἡδέως ἐκεῖνα προίεσθαι, ἵν’ ἐν τοῖς

2

.

10

.

9

προαιρετικοῖς πλέον ἔχῃς. ὅρα γὰρ οἷόν ἐστιν ἀντὶ θίδρακος, ἂν οὕτως τύχῃ, καὶ καθέδρας αὐτὸν εὐγνω‐

2

.

10

.

10

μοσύνην κτήσασθαι, ὅση ἡ πλεονεξία. μετὰ ταῦτα εἰ βουλευτὴς πόλεώς τινος, ὅτι βουλευτής· 〈εἰ〉 νέος, ὅτι νέος· εἰ πρεσβύτης, ὅτι πρεσβύτης· εἰ πατήρ, ὅτι πα‐

2

.

10

.

11

τήρ. ἀεὶ γὰρ ἕκαστον τῶν τοιούτων ὀνομάτων εἰς

2

.

10

.

12

ἐπιλογισμὸν ἐρχόμενον ὑπογράφει τὰ οἰκεῖα ἔργα. ἐὰν
δ’ ἀπελθὼν ψέγῃ〈σ〉 σου τὸν ἀδελφόν, λέγω σοι ‘ἐπελά‐

2

.

10

.

13

θου, τίς εἶ καὶ τί σοι ὄνομα‘. εἶτα εἰ μὲν χαλκεὺς ὢν ἐχρῶ τῇ σφύρᾳ ἄλλως, ἐπιλελησμένος ἂν ἦς τοῦ χαλκέως· εἰ δὲ τοῦ ἀδελφοῦ ἐπελάθου καὶ ἀντὶ ἀδελ‐ φοῦ ἐχθρὸς ἐγένου, οὐδὲν ἀντ’ οὐδενὸς ἠλλάχθαι φανεῖ

2

.

10

.

14

σεαυτῷ; εἰ δ’ ἀντὶ ἀνθρώπου, ἡμέρου ζῴου καὶ κοι‐ νωνικοῦ, θηρίον γέγονας βλαβερόν, ἐπίβουλον, δηκτι‐ κόν, οὐδὲν ἀπολώλεκας; ἀλλὰ δεῖ σε κέρμα ἀπολέσαι, ἵνα ζημιωθῆς, ἄλλ〈ου δ’〉 οὐδενὸς ἀπώλεια ζημιοῖ τὸν

2

.

10

.

15

ἄνθρωπον; εἶ〈τα〉 γραμματικὴν μὲν ἀποβαλὼν ἢ μου‐ σικὴν ζημίαν 〈ἂν〉 ἡγοῦ τὴν ἀπώλειαν αὐτῆς· εἰ δ’ αἰδῶ καὶ καταστολὴν καὶ ἡμερότητα ἀποβαλεῖς, οὐδὲν

2

.

10

.

16

ἡγῇ τὸ πρᾶγμα; καίτοι ἐκεῖνα μὲν παρ’ ἔξωθέν τινα καὶ ἀπροαίρετον αἰτίαν ἀπόλλυται, ταῦτα δὲ παρ’ ἡμᾶς· καὶ ἐκεῖνα μὲν οὔτ’ ἔχειν 〈καλόν ἐστιν〉 οὔτ’ ἀπολ‐ λύειν αἰσχρόν ἐστιν, ταῦτα δὲ καὶ μὴ ἔχειν καὶ ἀπολ‐
5λύειν καὶ αἰσχρόν ἐστι καὶ ἐπονείδιστον καὶ ἀτύχημα.

2

.

10

.

17

τί ἀπολλύει ὁ τὰ τοῦ κιναίδου πάσχων; τὸν ἄνδρα. ὁ δὲ διατιθείς; πολλὰ μὲν καὶ ἄλλα καὶ αὐτὸς δ’ οὐδὲν

2

.

10

.

18

ἧττον 〈τὸν〉 ἄνδρα. τί ἀπολλύει ὁ μοιχεύων; τὸν αἰδή‐ μονα, τὸν ἐγκρατῆ, τὸν κόσμιον, τὸν πολίτην, τὸν γεί‐ τονα. τί ἀπολλύει ὁ ὀργιζόμενος; ἄλλο τι. ὁ φοβού‐

2

.

10

.

19

μενος; ἄλλο τι. οὐδεὶς δίχα ἀπωλείας καὶ ζημίας κακός ἐστιν. λοιπὸν εἰ τὴν ζημίαν ζητεῖς ἐν κέρματι, πάντες οὗτοι ἀβλαβεῖς, ἀζήμιοι, ἂν οὕτως τύχῃ, καὶ ὠφελού‐ μενοι καὶ κερδαίνοντες, ὅταν διά τινος τούτων τῶν

2

.

10

.

20

ἔργων κέρμα αὐτοῖς προσγένηται. ὅρα δ’ εἰ ἐπὶ κερ‐ μάτιον πάντα ἀνάγεις, ὅτι οὐδ’ ὁ τὴν ῥῖνά σοι ἀπολ‐ λύων ἔσται βεβλαμμένος. Ναί, φησίν, κεκολόβωται

2

.

10

.

21

γὰρ τὸ σῶμα. Ἄγε, ὁ δὲ τὴν ὀσφρασίαν αὐτὴν ἀπολωλεκὼς οὐδὲν ἀπολλύει; ψυχῆς οὖν δύναμις οὐκ ἔστιν οὐδεμία, ἣν ὁ μὲν κτησάμενος ὠφελεῖται, ὁ δ’

2

.

10

.

22

ἀποβαλὼν ζημιοῦται; Ποίαν καὶ λέγεις; Οὐδὲν ἔχομεν αἰδῆμον φύσει; Ἔχομεν. Ὁ τοῦτο ἀπολ‐ λύων οὐ ζημιοῦται, οὐδενὸς στερίσκεται, οὐδὲν ἀπο‐

2

.

10

.

23

βάλλει τῶν πρὸς αὑτόν; οὐκ ἔχομεν φύσει τι πιστόν, φύσει στερκτικόν, φύσει ὠφελητικόν, ἀλλήλων φύσει ἀνεκτικόν; ὅστις οὖν εἰς ταῦτα περιορᾷ ζημιούμενον ἑαυτόν, οὗτος ᾖ ἀβλαβὴς καὶ ἀζήμιος;

2

.

10

.

24

Τί οὖν; μὴ βλάψω τὸν βλάψαντα; Πρῶτον μὲν ἰδού, τί ἐστι βλάβη καὶ μνήσθητι ὧν ἤκουσας παρὰ

2

.

10

.

25

τῶν φιλοσόφων. εἰ γὰρ τὸ ἀγαθὸν ἐν προαιρέσει καὶ τὸ κακὸν ὡσαύτως ἐν προαιρέσει, βλέπε μὴ τοιοῦτ’

2

.

10

.

26

ἐστιν ὃ λέγεις ‘τί οὖν; ἐπειδὴ ἐκεῖνος ἑαυτὸν ἔβλαψεν πρὸς ἐμέ τι ἄδικον ποιήσας, ἐγὼ ἐμαυτὸν μὴ βλάψω

2

.

10

.

27

πρὸς ἐκεῖνον ἄδικόν τι ποιήσας;‘ τί οὖν οὐ τοιοῦτόν
τι φανταζόμεθα, ἀλλ’ ὅπου τι σωματικὸν ἐλάττωμα 〈ἢ〉 εἰς κτῆσιν, ἐκεῖ ἡ βλάβη, ὅπου εἰς τὴν προαίρεσιν,

2

.

10

.

28

οὐδεμία βλάβη; οὔτε γὰρ τὴν κεφαλὴν ἀλγεῖ ὁ ἐξαπα‐ τηθεὶς ἢ ἀδικήσας οὔτε τὸν ὀφθαλμὸν οὔτε τὸ ἰσχίον

2

.

10

.

29

οὔτε τὸν ἀγρὸν ἀπολλύει. ἡμεῖς δ’ ἄλλο οὐδὲν ἐθέλο‐ μεν ἢ ταῦτα· τὴν προαίρεσιν δὲ π[ρ]ότερον αἰδήμονα καὶ πιστὴν ἕξομεν ἢ ἀναίσχυντον καὶ ἄπιστον, οὐδ’ ἐγγὺς διαφερόμεθα πλὴν μόνον ἐν τῇ σχολῇ μέχρι τῶν λογα‐

2

.

10

.

30

ρίων. τοιγαροῦν μέχρι τῶν λογαρίων προκόπτομεν, ἔξω δ’ αὐτῶν οὐδὲ τὸ ἐλάχιστον.

2

.

11

t

ιαʹ. Τίς ἀρχὴ φιλοσοφίας.

2

.

11

.

1

Ἀρχὴ φιλοσοφίας παρά γε τοῖς ὡς δεῖ καὶ κατὰ θύ‐ ραν ἁπτομένοις αὐτῆς συναίσθησις τῆς αὑτοῦ ἀσθε‐

2

.

11

.

2

νείας καὶ ἀδυναμίας περὶ τὰ ἀναγκαῖα. ὀρθογωνίου μὲν γὰρ τριγώνου ἢ διέσεως ἡμιτονίου οὐδεμίαν φύσει ἔννοιαν ἥκομεν ἔχοντες, ἀλλ’ ἔκ τινος τεχνικῆς παρα‐ λήψεως διδασκόμεθα ἕκαστον αὐτῶν καὶ διὰ τοῦτο οἱ

2

.

11

.

3

μὴ εἰδότες αὐτὰ οὐδ’ οἴονται εἰδέναι. ἀγαθοῦ δὲ καὶ κακοῦ καὶ καλοῦ καὶ αἰσχροῦ καὶ πρέποντος καὶ ἀπρε‐ ποῦς καὶ εὐδαιμονίας καὶ προσήκοντος καὶ ἐπιβάλλον‐
τος καὶ ὅ τι δεῖ ποιῆσαι καὶ ὅ τι οὐ δεῖ ποιῆσαι τίς

2

.

11

.

4

οὐκ ἔχων ἔμφυτον ἔννοιαν ἐλήλυθεν; διὰ τοῦτο πάντες χρώμεθα τοῖς ὀνόμασιν καὶ ἐφαρμόζειν πειρώμεθα τὰς

2

.

11

.

5

προλήψεις ταῖς ἐπὶ μέρους οὐσίαις. καλῶς ἐποίησεν, δεόντως, οὐ δεόντως· ἠτύχησεν, εὐτύχησεν· ἄδικός ἐστιν, δίκαιός ἐστιν. τίς ἡμῶν φείδεται τούτων τῶν ὀνομάτων; τίς ἡμῶν ἀναβάλλεται τὴν χρῆσιν αὐτῶν
5μέχρι μάθῃ καθάπερ τῶν περὶ τὰς γραμμὰς ἢ τοὺς

2

.

11

.

6

φθόγγους οἱ οὐκ εἰδότες; τούτου δ’ αἴτιον τὸ ἥκειν ἤδη τινὰ ὑπὸ τῆς φύσεως κατὰ τὸν τόπον ὥσπερ δεδι‐ δαγμένους, ἀφ’ ὧν ὁρμώμενοι καὶ τὴν οἴησιν προσει‐

2

.

11

.

7

λήφαμεν. † Διὰ γάρ, φησίν, οὐκ οἶδα ἐγὼ τὸ καλὸν καὶ τὸ αἰσχρόν; οὐκ ἔχω ἔννοιαν αὐτοῦ; Ἔχεις. Οὐκ ἐφαρμόζω τοῖς ἐπὶ μέρους; Ἐφαρμόζεις. Οὐ

2

.

11

.

8

καλῶς οὖν ἐφαρμόζω; Ἐνταῦθά ἐστι τὸ ζήτημα πᾶν καὶ οἴησις ἐνταῦθα προσγίνεται. ἀφ’ ὁμολογουμένων γὰρ ὁρμώμενοι τούτων ἐπὶ τὸ ἀμφισβητούμενον προά‐

2

.

11

.

9

γουσιν ὑπὸ τῆς ἀκαταλλήλου ἐφαρμογῆς. ὡς εἴ γε καὶ τοῦτο ἔτι πρὸς ἐκείνοις ἐκέκτηντο, τί ἐκώλυε〈ν〉 αὐτοὺς

2

.

11

.

10

εἶναι τελείους; νῦν δ’ ἐπεὶ δοκεῖς ὅτι καὶ καταλλήλως ἐφαρμόζεις τὰς προλήψεις τοῖς ἐπὶ μέρους, εἰπέ μοι, πόθεν τοῦτο λαμβάνεις; Ὅτι δοκεῖ μοι. Τουτὶ οὖν 〈ᾧ〉τινι οὐ δοκεῖ, καὶ οἴεται καὶ αὐτὸς ἐφαρμό‐

2

.

11

.

11

ζειν καλῶς· ἢ οὐκ οἴεται; Οἴεται. Δύνασθε οὖν περὶ ὧν τὰ μαχόμενα δοξάζετε ἀμφότεροι καταλλήλως

2

.

11

.

12

ἐφαρμόζειν τὰς προλήψεις; Οὐ δυνάμεθα. Ἔχεις οὖν δεῖξαί τι ἡμῖν πρὸς τὸ αὐτὰς ἐφαρμόζειν ἄμεινον ἀνωτέρω τοῦ δοκεῖν σοι; ὁ δὲ μαινόμενος ἄλλα τινὰ ποιεῖ ἢ τὰ δοκοῦντά οἱ καλά; κἀκείνῳ οὖν ἀρκεῖ τοῦτο
5τὸ κριτήριον; Οὐκ ἀρκεῖ. Ἐλθὼν οὖν ἐπί τι ἀνωτέρω τοῦ δοκεῖν τί τοῦτό ἐστιν †

2

.

11

.

13

Ἴδ’ ἀρχὴ φιλοσοφίας· αἴσθησις μάχης τῆς πρὸς ἀλλήλους τῶν ἀνθρώπων καὶ ζήτησις τοῦ παρ’ ὃ γί‐ νεται ἡ μάχη καὶ κατάγνωσις καὶ ἀπιστία πρὸς τὸ ψιλῶς δοκοῦν, ἔρευνα δέ τις περὶ τὸ δοκοῦν εἰ ὀρθῶς
5δοκεῖ καὶ εὕρεσις κανόνος τινός, οἷον ἐπὶ βαρῶν τὸν ζυγὸν εὕρομεν, οἷον ἐπὶ εὐθέων καὶ στρεβλῶν τὴν

2

.

11

.

14

στάθμην. Τοῦτ’ ἔστιν ἀρχὴ φιλοσοφίας; πάντα καλῶς ἔχει τὰ δοκοῦντα ἅπασι; Καὶ πῶς δυνατὸν τὰ μαχόμενα καλῶς ἔχειν; οὐκοῦν οὐ πάντα, ἀλλὰ τὰ ἡμῖν

2

.

11

.

15

δοκοῦντα. τί μᾶλλον ἢ τὰ Σύροις, τί μᾶλλον ἢ τὰ Αἰγυπτίοις, τί μᾶλλον ἢ τὰ ἐμοὶ φαινόμενα ἢ τὰ τῷ δεῖνι; Οὐδὲν μᾶλλον. Οὐκ ἄρα ἀρκεῖ τὸ δοκοῦν ἑκάστῳ πρὸς τὸ εἶναι· οὐδὲ γὰρ ἐπὶ βαρῶν ἢ μέτρων
5ψιλῇ τῇ ἐμφάσει ἀρκούμεθα, ἀλλὰ κανόνα τινὰ ἐφ’

2

.

11

.

16

ἑκάστου εὕρομεν. ἐνταῦθ’ οὖν οὐδεὶς κανὼν ἀνωτέρω τοῦ δοκεῖν; καὶ πῶς οἷόν τε ἀτέκμαρτα εἶναι καὶ ἀν‐ εύρετα τὰ ἀναγκαιότατα ἐν ἀνθρώποις; Ἔστιν οὖν.

2

.

11

.

17

Καὶ διὰ τί οὐ ζητοῦμεν αὐτὸν καὶ ἀνευρίσκομεν καὶ ἀνευρόντες λοιπὸν ἀπαραβάτως χρώμεθα δίχα αὐ‐

2

.

11

.

18

τοῦ μηδὲ τὸν δάκτυλον ἐκτείνοντες; τοῦτο γάρ, οἶμαι, ἐστὶν ὃ εὑρεθὲν ἀπαλλάσσει μανίας τοὺς μόνῳ τῷ δο‐ κεῖν μέτρῳ πάντων χρωμένους, ἵνα λοιπὸν ἀπό τινων γνωρίμων καὶ διευκρινημένων ὁρμώμενοι χρώμεθα ἐπὶ
5τῶν ἐπὶ μέρους διηρθρωμέναις ταῖς προλήψεσι.

2

.

11

.

19

Τίς ὑποπέπτωκεν οὐσία περὶ ἧς ζητοῦμεν; Ἡδονή.

2

.

11

.

20

Ὕπαγε αὐτὴν τῷ κανόνι, βάλε εἰς τὸν ζυγόν. τὸ ἀγα‐ θὸν δεῖ εἶναι τοιοῦτον, ἐφ’ ᾧ θαρρεῖν ἄξιον καὶ ᾧ πε‐ ποιθέναι; Δεῖ. Ἀβεβαίῳ οὖν τινι θαρρεῖν ἄξιον;

2

.

11

.

21

Οὔ. Μή τι οὖν βέβαιον ἡ ἡδονή; Οὔ. Ἆρον οὖν καὶ βάλε ἔξω ἐκ τοῦ ζυγοῦ καὶ ἀπέλασον τῆς χώρας

2

.

11

.

22

τῶν ἀγαθῶν μακράν. εἰ δ’ οὐκ ὀξυβλεπτεῖς καὶ ἕν σοι ζυγὸν οὐκ ἀρκεῖ, φέρε ἄλλο. ἐπὶ τῷ ἀγαθῷ ἄξιον ἐπαίρεσθαι; Ναί. Ἐφ’ ἡδονῇ οὖν παρούσῃ ἄξιον ἐπαίρεσθαι; βλέπε μὴ εἴπῃς ὅτι ἄξιον· εἰ δὲ μή, οὐκέτι

2

.

11

.

23

σε οὐδὲ τοῦ ζυγοῦ ἄξιον ἡγήσομαι. οὕτως κρίνεται τὰ

2

.

11

.

24

πράγματα καὶ ἵσταται τῶν κανόνων ἡτοιμασμένων· καὶ τὸ φιλοσοφεῖν τοῦτό ἐστιν, ἐπισκέπτεσθαι καὶ βεβαιοῦν

2

.

11

.

25

τοὺς κανόνας, τὸ δ’ ἤδη χρῆσθαι τοῖς ἐγνωσμένοις τοῦτο τοῦ καλοῦ καὶ ἀγαθοῦ ἔργον ἐστίν.

2

.

12

t

ιβʹ. Περὶ τοῦ διαλέγεσθαι.

2

.

12

.

1

Ἃ μὲν δεῖ μαθόντα εἰδέναι χρῆσθαι λόγῳ, ἠκρί‐ βωται ὑπὸ τῶν ἡμετέρων. περὶ δὲ τὴν χρῆσιν αὐτῶν

2

.

12

.

2

τὴν προσήκουσαν τελέως ἀγύμναστοί ἐσμεν. δὸς γοῦν ᾧ θέλεις ἡμῶν ἰδιώτην τινὰ τὸν προσδιαλεγόμενον· καὶ οὐχ εὑρίσκει χρήσασθαι αὐτῷ, ἀλλὰ μικρὰ κινήσας τὸν ἄνθρωπον, ἂν παρὰ σκέλος ἀπαντᾷ ἐκεῖνος, οὐκέτι
5δύναται μεταχειρίσασθαι, ἀλλ’ ἢ λοιδορεῖ λοιπὸν ἢ καταγελᾷ καὶ λέγει ‘ἰδιώτης ἐστίν· οὐκ ἔστιν αὐτῷ

2

.

12

.

3

χρήσασθαι‘. ὁ δ’ ὁδηγός, ὅταν λάβῃ τινὰ πλανώμενον, ἤγαγεν ἐπὶ τὴν ὁδὸν τὴν δέουσαν, οὐχὶ καταγελάσας

2

.

12

.

4

ἢ λοιδορησάμενος ἀπῆλθεν. καὶ σὺ δεῖξον αὐτῷ τὴν ἀλήθειαν καὶ ὄψει ὅτι ἀκολουθεῖ. μέχρι δ’ ἂν οὗ μὴ δεικνύῃς, μὴ ἐκείνου καταγέλα, ἀλλὰ μᾶλλον αἰσθάνου τῆς ἀδυναμίας τῆς αὑτοῦ.

2

.

12

.

5

Πῶς οὖν ἐποίει Σωκράτης; αὐτὸν ἠνάγκαζεν τὸν προσδιαλεγόμενον αὐτῷ μαρτυρεῖν, ἄλλου δ’ οὐδενὸς
ἐδεῖτο μάρτυρος. τοιγαροῦν ἐξῆν αὐτῷ λέγειν ὅτι ‘τοὺς μὲν ἄλλους ἐῶ χαίρειν, ἀεὶ δὲ τῷ ἀντι‐
5λέγοντι ἀρκοῦμαι μάρτυρι· καὶ τοὺς μὲν ἄλ‐ λους οὐκ ἐπιψηφίζω, τὸν δὲ προσδιαλεγόμενον

2

.

12

.

6

μόνον‘. οὕτω γὰρ ἐναργῆ ἐτίθει τὰ ἀπὸ τῶν ἐννοιῶν, ὥστε πάνθ’ ὁντιναοῦν συναισθανόμενον τῆς μάχης

2

.

12

.

7

ἀναχωρεῖν ἀπ’ αὐτῆς. ‘Ἆρά γε ὁ φθονῶν χαίρει;‘ ‘Οὐδαμῶς, ἀλλὰ μᾶλλον λυπεῖται.‘ ἀπὸ τοῦ ἐναντίου ἐκίνησε τὸν πλησίον. ‘Τί δ’; ἐπὶ κακοῖς δοκεῖ σοι εἶναι λύπη ὁ φθόνος; καὶ τί ὁ φθόνος

2

.

12

.

8

ἐστὶ κακῶν;‘ οὐκοῦν ἐκεῖνον ἐποίησεν εἰπεῖν ὅτι λύπη ἐστὶν ἐπ’ ἀγαθοῖς ὁ φθόνος. ‘Τί δέ; φθονοίη ἄν

2

.

12

.

9

τις τοῖς οὐδὲν πρὸς αὐτόν;‘ ‘Οὐδαμῶς.‘ καὶ οὕτως ἐκπεπληρωκὼς τὴν ἔννοιαν καὶ διηρθρωκὼς ἀπ‐ ηλλάσσετο, οὐ λέγων ὅτι ‘ὅρισαί μοι τὸν φθόνον‘, εἶτα ὁρισαμένου ‘κακῶς ὡρίσω· οὐ γὰρ ἀντακολουθεῖ τῷ

2

.

12

.

10

κεφαλαιώδει τὸ ὁρικόν‘· ῥήματα τεχνικὰ καὶ διὰ τοῦτο τοῖς ἰδιώταις φορτικὰ καὶ δυσπαρακολούθητα, ὧν

2

.

12

.

11

ἡμεῖς ἀποστῆναι οὐ δυνάμεθα. ἐξ ὧν δ’ αὐτὸς ὁ ἰδιώ‐ της ἐπακολουθῶν ταῖς αὑτοῦ φαντασίαις παραχωρῆσαι δύναιτ’ ἄν τι ἢ ἀθετῆσαι, οὐδαμῶς διὰ τούτων αὐτὸ〈ν〉

2

.

12

.

12

κινῆσαι δυνάμεθα. καὶ λοιπὸν εἰκότως συναισθανόμενοι ταύτης ἡμῶν τῆς ἀδυναμίας ἀπεχόμεθα τοῦ πράγματος,

2

.

12

.

13

ὅσοις γ’ ἐστί τι εὐλαβείας. οἱ δὲ πολλοὶ καὶ εἰκαῖοι συγκαθέντες εἴς τι τοιοῦτον φύρονται καὶ φύρουσι καὶ τὰ τελευταῖα λοιδορήσαντες καὶ λοιδορηθέντες ἀπέρ‐ χονται.

2

.

12

.

14

Τὸ πρῶτον δὲ τοῦτο καὶ μάλιστα ἴδιον Σωκράτους μηδέποτε παροξυνθῆναι ἐν λόγῳ, μηδέποτε λοίδορον προενέγκασθαι μηδέν, μηδέποθ’ ὑβριστικόν, ἀλλὰ τῶν

2

.

12

.

15

λοιδορούντων ἀνέχεσθαι καὶ παύειν μάχην. εἰ θέλετε γνῶναι, πόσην ἐν τούτῳ δύναμιν εἶχεν, ἀνάγνωτε τὸ Ξενοφῶντος Συμπόσιον καὶ ὄψεσθε πόσας μάχας δια‐

2

.

12

.

16

λέλυκεν. διὰ τοῦτο εἰκότως καὶ παρὰ τοῖς ποιηταῖς ἐν μεγίστῳ ἐπαίνῳ λέλεκται τὸ
αἶψά τε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν.

2

.

12

.

17

Τί οὖν; οὐ λίαν ἐστὶ νῦν ἀσφαλὲς τὸ πρᾶγμα καὶ μάλιστα ἐν Ῥώμῃ. τὸν γὰρ ποιοῦντα αὐτὸ οὐκ ἐν γωνίᾳ δηλονότι δεήσει ποιεῖν, ἀλλὰ προσελθόντα ὑπα‐ τικῷ τινι, ἂν οὕτως τύχῃ, πλουσίῳ πυθέσθαι αὐτοῦ

2

.

12

.

18

‘ἔχεις μοι εἰπεῖν, ὦ οὗτος, ᾧ τινι τοὺς ἵππους τοὺς σεαυτοῦ παρέδωκας;‘ ‘ἔγωγε.‘ ‘ἆρα τῷ τυχόντι καὶ ἀπείρῳ ἱππικῆς;‘ ‘οὐδαμῶς.‘ ‘τί δ’; ᾧ τινι τὸ χρυσίον ἢ τὸ ἀργύριον ἢ τὴν ἐσθῆτα;‘ ‘οὐδὲ ταῦτα τῷ τυχόντι.‘

2

.

12

.

19

‘τὸ σῶμα δὲ τὸ σαυτοῦ ἤδη τινὶ ἔσκεψαι ἐπιτρέψαι εἰς ἐπιμέλειαν αὐτοῦ;‘ ‘πῶς γὰρ οὔ;‘ ‘ἐμπείρῳ δηλονότι
καὶ τούτῳ ἀλειπτικῆς 〈ἢ〉 ἰατρικῆς;‘ ‘πάνυ μὲν οὖν.‘

2

.

12

.

20

‘πότερον ταῦτά σοι τὰ κράτιστά ἐστιν ἢ καὶ ἄλλο τι ἐκτήσω πάντων ἄμεινον;‘ ‘ποῖον καὶ λέγεις;‘ ‘τὸ αὐτοῖς νὴ Δία τούτοις χρώμενον καὶ δοκιμάζον ἕκαστον καὶ

2

.

12

.

21

βουλευόμενον.‘ ‘ἆρά γε τὴν ψυχὴν λέγεις;‘ ‘ὀρθῶς ὑπέ‐ λαβες· ταύτην γάρ τοι καὶ λέγω.‘ ‘πολὺ νὴ Δία τῶν

2

.

12

.

22

ἄλλων τοῦτο ἄμεινον δοκῶ μοι κεκτῆσθαι.‘ ‘ἔχεις οὖν εἰπεῖν, ὅτῳ τρόπῳ τῆς ψυχῆς ἐπιμεμέλησαι; οὐ γὰρ εἰκῇ χὠς ἔτυχεν εἰκός σε οὕτως σοφὸν ὄντα καὶ ἐν τῇ πόλει δόκιμον τὸ κράτιστον τῶν σεαυτοῦ περιορᾶν ἀμελούμε‐

2

.

12

.

23

νον καὶ ἀπολλύμενον.‘ ‘οὐδαμῶς.‘ ‘ἀλλ’ αὐτὸς ἐπιμεμέ‐ λησαι αὐτοῦ; πότερον μαθὼν παρά του ἢ εὑρὼν αὐτός;‘

2

.

12

.

24

ὧδε λοιπὸν ὁ κίνδυνος, μὴ πρῶτον μὲν εἴπῃ ‘τί δέ σοι μέλει, βέλτιστε; κύριός μου εἶ;‘ εἶτ’ ἂν ἐπιμείνῃς

2

.

12

.

25

πράγματα παρέχων, διαράμενος κονδύλους σοι δῷ. τού‐ του τοῦ πράγματος ἤμην ποτὲ ζηλωτὴς καὶ αὐτός, πρὶν εἰς ταῦτα ἐμπεσεῖν.

2

.

13

t

ιγʹ. Περὶ τοῦ ἀγωνιᾶν.

2

.

13

.

1

Ὅταν ἀγωνιῶντα ἴδω ἄνθρωπον, λέγω· οὗτος τί
ποτε θέλει; εἰ μὴ τῶν οὐκ ἐφ’ αὑτῷ τι ἤθελεν, πῶς

2

.

13

.

2

ἂν ἔτι ἠγωνία; διὰ τοῦτο καὶ ὁ κιθαρῳδὸς μόνος μὲν ᾄδων οὐκ ἀγωνιᾷ, εἰς θέατρον δ’ εἰσερχόμενος, κἂν λίαν εὔφωνος ᾖ καὶ καλῶς κιθαρίζῃ· οὐ γὰρ ᾆσαι μό‐ νον θέλει καλῶς, ἀλλὰ καὶ εὐδοκιμῆσαι, τοῦτο δ’ οὐκ‐

2

.

13

.

3

έτι ἐστὶν ἐπ’ αὐτῷ. λοιπὸν οὗ μὲν ἡ ἐπιστήμη αὐτῷ πρόσεστιν, ἐκεῖ τὸ θάρσος· φέρε ὃν θέλεις ἰδιώτην καὶ οὐκ ἐπιστρέφεται· ὅπου δ’ οὐκ οἶδεν οὐδὲ μεμελέ‐

2

.

13

.

4

τηκεν, ἐκεῖ ἀγωνιᾷ. τί δ’ ἔστι τοῦτο; οὐκ οἶδεν, τί ἐστιν ὄχλος οὐδὲ τί ὄχλου ἔπαινος· ἀλλὰ τὴν νήτην μὲν τύπτειν ἔμαθεν καὶ τὴν ὑπάτην, ἔπαινος δ’ ὁ παρὰ τῶν πολλῶν τί ἐστι καὶ τίνα δύναμιν ἔχει ἐν βίῳ οὔτε

2

.

13

.

5

οἶδεν οὔτε μεμελέτηκεν αὐτό. ἀνάγκη λοιπὸν τρέμειν καὶ ὠχριᾶν. κιθαρῳδὸν μὲν οὖν οὐ δύναμαι εἰπεῖν μὴ εἶναι, ὅταν ἴδω τινὰ φοβούμενον, ἄλλο δέ τι δύναμαι

2

.

13

.

6

εἰπεῖν καὶ οὐδὲ ἕν, ἀλλὰ πολλά. καὶ πρῶτον πάντων ξένον αὐτὸν καλῶ καὶ λέγω· οὗτος ὁ ἄνθρωπος οὐκ οἶδεν ποῦ τῆς γῆς ἐστιν, ἀλλ’ ἐκ τοσούτου χρόνου ἐπι‐ δημῶν ἀγνοεῖ τοὺς νόμους τῆς πόλεως καὶ τὰ ἔθη καὶ
5τί ἔξεστι καὶ τί οὐκ ἔξεστιν. ἀλλ’ οὐδὲ νομικόν τινα παρέλαβεν πώποτε τὸν ἐροῦντα αὐτῷ καὶ ἐξηγησόμενον

2

.

13

.

7

τὰ νόμιμα· ἀλλὰ διαθήκην μὲν οὐ γράφει μὴ εἰδὼς πῶς δεῖ γράφειν ἢ παραλαβὼν τὸν εἰδότα οὐδ’ ἐγγύην ἄλλως σφραγίζεται ἢ ἀσφάλειαν γράφει, ὀρέξει δὲ χρῆ‐ ται δίχα νομικοῦ καὶ ἐκκλίσει καὶ ὁρμῇ καὶ ἐπιβολῇ

2

.

13

.

8

καὶ προθέσει. πῶς δίχα νομικοῦ; οὐκ οἶδεν ὅτι θέλει τὰ μὴ διδόμενα καὶ οὐ θέλει τὰ ἀναγκαῖα καὶ οὐκ οἶδεν οὔτε τὰ ἴδια οὔτε τὰ ἀλλότρια. εἰ δέ γ’ ᾔδει, οὐ‐ δέποτ’ ἂν ἐνεποδίζετο, οὐδέποτ’ ἐκωλύετο, οὐκ ἂν ἠγω‐

2

.

13

.

9

νία. πῶς γὰρ οὔ; φοβεῖταί τις οὖν ὑπὲρ τῶν μὴ κα‐ κῶν; Οὔ. Τί δ’; ὑπὲρ τῶν κακῶν μέν, ἐπ’ αὐτῷ

2

.

13

.

10

δ’ ὄντων ὥστε μὴ συμβῆναι; Οὐδαμῶς. Εἰ οὖν τὰ μὲν ἀπροαίρετα οὔτ’ ἀγαθὰ οὔτε κακά, τὰ προαιρε‐ τικὰ δὲ πάντα ἐφ’ ἡμῖν καὶ οὔτ’ ἀφελέσθαι τις ἡμῶν αὐτὰ δύναται οὔτε περιποιῆσαι ἃ οὐ θέλομεν αὐτῶν,

2

.

13

.

11

ποῦ ἔτι τόπος ἀγωνίας; ἀλλὰ περὶ τοῦ σωματίου ἀγω‐ νιῶμεν, ὑπὲρ τοῦ κτησιδίου, περὶ τοῦ τί δόξει τῷ Καί‐ σαρι, περὶ τῶν ἔσω δ’ οὐδενός. μή τι περὶ τοῦ μὴ ψεῦδος ὑπολαβεῖν; Οὔ· ἐπ’ ἐμοὶ γάρ ἐστιν. Μή
5τι τοῦ ὁρμῆσαι παρὰ φύσιν; Οὐδὲ περὶ τούτου.

2

.

13

.

12

Ὅταν οὖν ἴδῃς τινὰ ὠχριῶντα, ὡς ὁ ἰατρὸς ἀπὸ τοῦ χρώματος λέγει ‘τούτου ὁ σπλὴν πέπονθε, τούτου δὲ τὸ ἧπαρ‘, οὕτως καὶ σὺ λέγε ‘τούτου ὄρεξις καὶ ἔκκλισις

2

.

13

.

13

πέπονθεν, οὐκ εὐοδεῖ, φλεγμαίνει‘. χρῶμα γὰρ οὐ με‐ ταβάλλει οὐδὲν ἄλλο οὐδὲ τρόμον ποιεῖ οὐδὲ ψόφον τῶν ὀδόντων οὐδὲ
μετοκλάζει καὶ ἐπ’ ἀμφοτέρους πόδας ἵζει.

2

.

13

.

14

διὰ τοῦτο Ζήνων μὲν Ἀντιγόνῳ μέλλων ἐντυγχάνειν οὐκ ἠγωνία· ἃ γὰρ οὗτος ἐθαύμαζεν, τούτων οὐδενὸς εἶχεν ἐκεῖνος ἐξουσίαν, ὧν δ’ εἶχεν ἐκεῖνος οὐκ ἐπεστρέ‐

2

.

13

.

15

φετο οὗτος· Ἀντίγονος δὲ Ζήνωνι μέλλων ἐντυγχάνειν ἠγωνία, καὶ εἰκότως· ἤθελε γὰρ ἀρέσκειν αὐτῷ, τοῦτο δ’ ἔξω ἔκειτο· οὗτος δ’ ἐκείνῳ οὐκ ἤθελεν, οὐδὲ γὰρ ἄλλος τις τεχνίτης τῷ ἀτέχνῳ.

2

.

13

.

16

Ἐγώ σοι ἀρέσαι θέλω; ἀντὶ τίνος; οἶδας γὰρ τὰ μέ‐ τρα, καθ’ ἃ κρίνεται ἄνθρωπος ὑπ’ ἀνθρώπου; με‐ μέλ[ετ]ηκέ σοι γνῶναι, τί ἐστιν ἀγαθὸς ἄνθρωπος καὶ τί κακὸς καὶ πῶς ἑκάτερον γίγνεται; διὰ τί οὖν σὺ

2

.

13

.

17

αὐτὸς ἀγαθὸς οὐκ εἶ; Πῶς, φησίν, οὐκ εἰμί; Ὅτι οὐδεὶς ἀγαθὸς πενθεῖ οὐδὲ στενάζει, οὐδεὶς οἰμώ‐ ζει, οὐδεὶς ὠχριᾷ καὶ τρέμει οὐδὲ λέγει ‘πῶς μ’ ἀπο‐

2

.

13

.

18

δέξεται, πῶς μου ἀκούσει;‘ ἀνδράποδον, ὡς ἂν αὐτῷ δοκῇ. τί οὖν σοὶ μέλει περὶ τῶν ἀλλοτρίων; νῦν οὐκ ἐκείνου ἁμάρτημά ἐστι τὸ κακῶς ἀποδέξασθαι 〈τὰ〉 παρὰ σοῦ; Πῶς γὰρ οὔ; Δύναται δ’ ἄλλου μὲν
5εἶναι ἁμάρτημα, ἄλλου δὲ κακόν; Οὔ. Τί οὖν

2

.

13

.

19

ἀγωνιᾷς ὑπὲρ τῶν ἀλλοτρίων; Ναί· ἀλλ’ ἀγωνιῶ, πῶς ἐγὼ αὐτῷ λαλήσω. Εἶτ’ οὐκ ἔξεστι γὰρ ὡς θέλεις αὐτῷ λαλῆσαι; Ἀλλὰ δέδοικα μὴ ἐκκρου‐

2

.

13

.

20

σθῶ. Μή τι γράφειν μέλλων τὸ Δίωνος ὄνομα δέ‐ δοικας μὴ ἐκκρουσθῇς; Οὐδαμῶς. Τί τὸ αἴτιον; οὐχ ὅτι μεμελέτηκας γράφειν; Πῶς γὰρ οὔ; Τί δ’; ἀναγιγνώσκειν μέλλων οὐχ ὡσαύτως ἂν εἶχες;
5Ὡσαύτως. Τί τὸ αἴτιον; ὅτι πᾶσα τέχνη ἰσχυρόν

2

.

13

.

21

τι ἔχει καὶ θαρραλέον ἐν τοῖς ἑαυτῆς. λαλεῖν οὖν οὐ μεμελέτηκας; καὶ τί ἄλλο ἐμελέτας ἐν τῇ σχολῇ; Συλ‐ λογισμοὺς καὶ μεταπίπτοντας. Ἐπὶ τί; οὐχ ὥστε ἐμ‐ πείρως διαλέγεσθαι; τὸ δ’ ἐμπείρως ἐστὶν οὐχὶ εὐκαί‐
5ρως καὶ ἀσφαλῶς καὶ συνετῶς, ἔτι δ’ ἀπταίστως καὶ ἀπαραποδίστως, ἐπὶ πᾶσι δὲ τούτοις τεθαρρηκότως;

2

.

13

.

22

Ναί. Ἱππεὺς οὖν ὢν εἰς πεδίον ἐληλυθὼς πρὸς πεζὸν ἀγωνιᾶς, ὅπου σὺ μεμελέτηκας, ἐκεῖνος δ’ ἀμε‐ λέτητός ἐστιν; Ναί· ἀλλὰ ἐξουσίαν ἔχει ἀποκτεῖναί

2

.

13

.

23

με. Λέγε οὖν τὰ ἀληθῆ, δύστηνε, καὶ μὴ ἀλαζο‐ νεύου μηδὲ φιλόσοφος εἶναι ἀξίου μηδὲ ἀγνόει σου τοὺς κυρίους, ἀλλὰ μέχρις ἂν ἔχῃς ταύτην τὴν λαβὴν τὴν ἀπὸ τοῦ σώματος, ἀκολούθει παντὶ τῷ ἰσχυροτέρῳ.

2

.

13

.

24

λέγειν δὲ Σωκράτης ἐμελέτα ὁ πρὸς τοὺς τυράννους οὕτως διαλεγόμενος, ὁ πρὸς τοὺς δικαστάς, ὁ ἐν τῷ δεσμωτηρίῳ. λέγειν Διογένης μεμελετήκει ὁ πρὸς Ἀλέξ‐ ανδρον οὕτως λαλῶν, ὁ πρὸς Φίλιππον, ὁ πρὸς τοὺς
5πειρατάς, ὁ πρὸς τὸν ὠνησάμενον αὐτόν ..........

2

.

13

25,26

ἐκείνοις, οἷς μεμέλ[ετ]ηκεν, τοῖς θαρροῦσι· σὺ δ’ ἐπὶ τὰ σαυτοῦ βάδιζε καὶ ἐκείνων ἀποστῇς μηδέποτε· εἰς τὴν γωνίαν ἀπελθὼν κάθησο καὶ πλέκε συλλογισμοὺς καὶ ἄλλῳ πρότεινε·

2

.

13

.

27

οὐκ ἔστι δ’ ἐν σοὶ πόλεος ἡγεμὼν ἀνήρ.

2

.

14

t

ιδʹ. Πρὸς Νάσωνα.

2

.

14

.

1

Εἰσελθόντος τινὸς τῶν Ῥωμαικῶν μετὰ υἱοῦ καὶ ἐπακούοντος ἑνὸς ἀναγνώσματος Οὗτος, ἔφη, ὁ τρό‐

2

.

14

.

2

πος ἐστὶ τῆς διδασκαλίας καὶ ἀπεσιώπησεν. ἀξιοῦντος δ’ ἐκείνου εὑρεῖν τὰ ἑξῆς Κόπον ἔχει, ἔφη, πᾶσα τέχνη

2

.

14

.

3

τῷ ἰδιώτῃ καὶ ἀπείρῳ αὐτῆς, ὅταν παραδιδῶται. καὶ τὰ μὲν ἀπὸ τῶν τεχνῶν γινόμενα τήν τε χρείαν εὐθὺς ἐνδείκνυται πρὸς ὃ γέγονεν καὶ τὰ πλεῖστα αὐτῶν

2

.

14

.

4

ἔχει τι καὶ ἀγωγὸν καὶ ἐπίχαρι. καὶ γὰρ σκυτεὺς πῶς μὲν μανθάνει τις παρεῖναι καὶ παρακολουθεῖν ἀτερπές, τὸ δ’ ὑπόδημα χρήσιμον καὶ ἰδεῖν ἄλλως οὐκ ἀηδές.

2

.

14

.

5

καὶ τέκτονος ἡ μὲν μάθησις ἀνιαρὰ μάλιστα τῷ ἰδιώτῃ παρατυγχάνοντι, τὸ δ’ ἔργον ἐπιδείκνυσι τὴν χρείαν

2

.

14

.

6

τῆς τέχνης. πολὺ δὲ μᾶλλον ἐπὶ μουσικῆς ὄψει αὐτό· ἂν γὰρ παρῇς τῷ διδασκομένῳ, φανεῖταί σοι πάντων ἀτερπέστατον τὸ μάθημα, τὰ μέντοι ἀπὸ τῆς μουσικῆς

2

.

14

.

7

ἡδέα καὶ ἐπιτερπῆ τοῖς ἰδιώταις ἀκούειν. καὶ ἐνταῦθα τὸ μὲν ἔργον τοῦ φιλοσοφοῦντος τοιοῦτόν τι φαντα‐ ζόμεθα, ὅτι δεῖ τὴν αὑτοῦ βούλησιν συναρμόσαι τοῖς γινομένοις, ὡς μήτε τι τῶν γινομένων ἀκόντων ἡμῶν
5γίνεσθαι μήτε τῶν μὴ γινομένων θελόντων ἡμῶν μὴ

2

.

14

.

8

γίνεσθαι. ἐξ οὗ περίεστι τοῖς συστησαμένοις αὐτὸ ἐν ὀρέξει μὴ ἀποτυγχάνειν, ἐν ἐκκλίσει δὲ μὴ περιπίπτειν, ἀλύπως, ἀφόβως, ἀταράχως διεξάγειν καθ’ αὑτὸν μετὰ τῶν κοινωνῶν τηροῦντα τὰς σχέσεις τάς τε φυσικὰς
5καὶ ἐπιθέτους, τὸν υἱόν, τὸν πατέρα, τὸν ἀδελφόν, τὸν πολίτην, τὸν ἄνδρα, τὴν γυναῖκα, τὸν γείτονα, τὸν σύν‐ οδον, τὸν ἄρχοντα, τὸν ἀρχόμενον.

2

.

14

.

9

Τὸ ἔργον τοῦ φιλοσοφοῦντος τοιοῦτόν τι φαντα‐ ζόμεθα. λοιπὸν ἐφεξῆς τούτῳ ζητοῦμεν, πῶς ἔσται τοῦτο.

2

.

14

.

10

ὁρῶμεν οὖν ὅτι ὁ τέκτων μαθών τινα γίνεται τέκτων, ὁ κυβερνήτης μαθών τινα γίνεται κυβερνήτης. μή ποτ’ οὖν καὶ ἐνθάδε οὐκ ἀπαρκεῖ τὸ βούλεσθαι καλὸν καὶ ἀγαθὸν γενέσθαι, χρεία δὲ καὶ μαθεῖν τινα; ζητοῦμεν

2

.

14

.

11

οὖν τίνα ταῦτα. λέγουσιν οἱ φιλόσοφοι, ὅτι μαθεῖν δεῖ πρῶτον τοῦτο, ὅτι ἔστι θεὸς καὶ προνοεῖ τῶν ὅλων καὶ οὐκ ἔστι λαθεῖν αὐτὸν οὐ μόνον ποι‐ οῦντα, ἀλλ’ οὐδὲ διανοούμενον ἢ ἐνθυμούμε‐

2

.

14

.

12

νον· εἶτα ποῖοί τινες εἰσίν. οἷοι γὰρ ἂν ἐκεῖνοι εὑρεθῶσιν, τὸν ἐκείνοις ἀρέσοντα καὶ πεισθη‐ σόμενον ἀνάγκη πειρᾶσθαι κατὰ δύναμιν ἐξο‐

2

.

14

.

13

μοιοῦσθαι ἐκείνοις· εἰ πιστόν ἐστι τὸ θεῖον, καὶ τοῦτον εἶναι πιστόν· εἰ ἐλεύθερον, καὶ τοῦτον ἐλεύθε‐ ρον· εἰ εὐεργετικόν, καὶ τοῦτον εὐεργετικόν· εἰ μεγα‐ λόφρον, καὶ τοῦτον μεγαλόφρονα· ὡς θεοῦ τοίνυν ζη‐
5λωτὴν τὰ ἑξῆς πάντα καὶ ποιεῖν καὶ λέγειν.

2

.

14

.

14

Πόθεν οὖν ἄρξασθαι δεῖ; Ἂν συγκαθῇς, ἐρῶ σοι ὅτι πρῶτον δεῖ σε τοῖς ὀνόμασι παρακολουθεῖν.

2

.

14

.

15

Ὥστ’ ἐγὼ νῦν οὐ παρακολουθῶ τοῖς ὀνόμασιν; Οὐ παρακολουθεῖς. Πῶς οὖν χρῶμαι αὐτοῖς; Οὕτως 〈ὡσ〉 οἱ ἀγράμματοι ταῖς ἐγγραμμάτοις φωναῖς, ὡς τὰ κτήνη ταῖς φαντασίαις· ἄλλο γάρ ἐστι χρῆσις, ἄλλο

2

.

14

.

16

παρακολούθησις. εἰ δ’ οἴει παρακολουθεῖν, φέρε ὃ θέ‐ λεις ὄνομα καὶ βασανίσωμεν αὑτούς, εἰ παρακολουθοῦ‐

2

.

14

.

17

μεν. Ἀλλ’ ἀνιαρὸν τὸ ἐξελέγχεσθαι πρεσβύτερον ἄνθρωπον ἤδη κἂν οὕτως τύχῃ τὰς τρεῖς στρατ〈ε〉ίας

2

.

14

.

18

ἐστρατευμένον. Οἶδα κἀγώ. νῦν γὰρ σὺ ἐλήλυθας πρὸς ἐμὲ ὡς μηδενὸς δεόμενος. τίνος δ’ ἂν καὶ φαν‐ τασθείης ὡς ἐνδέοντος; πλουτεῖς, τέκνα ἔχεις τυχὸν καὶ γυναῖκα καὶ οἰκέτας πολλούς, ὁ Καῖσάρ σε οἶδεν,
5ἐν Ῥώμῃ πολλοὺς φίλους κέκτησαι, τὰ καθήκοντα ἀπο‐ δίδως, οἶδας τὸν εὖ ποιοῦντα ἀντευποιῆσαι καὶ τὸν

2

.

14

.

19

κακῶς ποιοῦντα κακῶς ποιῆσαι. τί σοι λείπει; ἂν οὖν σοι δείξω, ὅτι τὰ ἀναγκαιότατα καὶ μέγιστα πρὸς εὐ‐ δαιμονίαν καὶ ὅτι μέχρι δεῦρο πάντων μᾶλλον ἢ τῶν προσηκόντων ἐπιμεμέλησαι, καὶ τὸν κολοφῶνα ἐπιθῶ·
5οὔτε τί θεός ἐστιν οἶδας οὔτε τί ἄνθρωπος οὔτε τί

2

.

14

.

20

ἀγαθὸν οὔτε τί κακόν, καὶ τὸ μὲν τῶν ἄλλων ἴσως ἀνεκτόν, ὅτι δ’ αὐτὸς αὑτὸν ἀγνοεῖς, πῶς δύνασαι ἀνασχέσθαι μου καὶ ὑποσχεῖν τὸν ἔλεγχον καὶ παρα‐

2

.

14

.

21

μεῖναι; οὐδαμῶς, ἀλλ’ εὐθὺς ἀπαλλάσσῃ χαλεπῶς ἔχων. καίτοι τί σοι ἐγὼ κακὸν πεποίηκα; εἰ μὴ καὶ τὸ ἔσοπτρον
τῷ αἰσχρῷ, ὅτι δεικνύει αὐτὸν αὐτῷ οἷός ἐστιν· εἰ μὴ καὶ ὁ ἰατρὸς τὸν νοσοῦντα [ὅταν αὐτὸν] ὑβρίζει, ὅταν
5εἴπῃ αὐτῷ ‘ἄνθρωπε, δοκεῖς μηδὲν ἔχειν, πυρέσσεις δέ· ἀσίτησον σήμερον, ὕδωρ πίε‘· καὶ οὐδεὶς λέγει ‘ὦ δει‐

2

.

14

.

22

νῆς ὕβρεωσ‘. ἐὰν δέ τινι εἴπῃς ‘αἱ ὀρέξεις σου φλεγμαί‐ νουσιν, αἱ ἐκκλίσεις ταπειναί εἰσιν, αἱ ἐπιβολαὶ ἀνομο‐ λογούμεναι, αἱ ὁρμαὶ ἀσύμφωνοι τῇ φύσει, αἱ ὑπολήψεις εἰκαῖαι καὶ ἐψευσμέναι‘, εὐθὺς ἐξελθὼν λέγει ‘ὕβρι‐
5σέν με‘.

2

.

14

.

23

Τοιαῦτά ἐστι τὰ ἡμέτερα ὡς ἐν πανηγύρει. τὰ μὲν κτήνη π[α]ραθησόμενα ἄγεται καὶ οἱ βόες, οἱ δὲ πολλοὶ τῶν ἀνθρώπων οἱ μὲν ὠνησόμενοι οἱ δὲ πωλήσοντες· ὀλίγοι δέ τινές εἰσιν οἱ κατὰ θέαν ἐρχόμενοι τῆς παν‐
5ηγύρεως, πῶς τοῦτο γίνεται καὶ διὰ τί καὶ τίνες οἱ

2

.

14

.

24

τιθέντες τὴν πανήγυριν καὶ ἐπὶ τίνι. οὕτως καὶ ἐν‐ θάδ’ ἐν τῇ πανηγύρει ταύτῃ· οἱ μέν τινες ὡς κτήνη οὐδὲν πλέον πολυπραγμονοῦσι τοῦ χόρτου· ὅσοι γὰρ περὶ κτῆσιν καὶ ἀγροὺς καὶ οἰκέτας καὶ ἀρχάς τινας

2

.

14

.

25

ἀναστρέφεσθε, ταῦτα οὐδὲν ἄλλο ἢ χόρτος ἐστίν· ὀλί‐ γοι δ’ εἰσὶν οἱ πανηγυρίζοντες ἄνθρωποι φιλοθεά‐ μονες. ‘τί ποτ’ οὖν ἐστιν ὁ κόσμος, τίς αὐτὸν διοικεῖ.

2

.

14

.

26

οὐδείς; καὶ πῶς οἷόν τε πόλιν μὲν ἢ οἶκον μὴ δύνα‐ σθαι διαμένειν μηδ’ ὀλιγοστὸν χρόνον δίχα τοῦ διοι‐ κοῦντος καὶ ἐπιμελομένου, τὸ δ’ οὕτως μέγα καὶ καλὸν κατασκεύασμα εἰκῇ καὶ ὡς ἔτυχεν οὕτως εὐτάκτως

2

.

14

.

27

οἰκονομεῖσθαι; ἔστιν οὖν ὁ διοικῶν. ποῖός τις καὶ πῶς ὁ διοικῶν; ἡμεῖς δὲ τίνες ὄντες ὑπ’ αὐτοῦ γεγόναμεν
καὶ πρὸς τί ἔργον; ἆρά γ’ ἔχομέν τινα ἐπιπλοκὴν πρὸς

2

.

14

.

28

αὐτὸν καὶ σχέσιν ἢ οὐδεμίαν;‘ ταῦτ’ ἔστιν ἃ πάσχουσιν οὗτοι οἱ ὀλίγοι· καὶ λοιπὸν τούτῳ μόνῳ σχολάζουσι τῷ

2

.

14

.

29

τὴν πανήγυριν ἱστορήσαντας ἀπελθεῖν. τί οὖν; κατα‐ γελῶνται ὑπὸ τῶν πολλῶν· καὶ γὰρ ἐκεῖ οἱ θεαταὶ ὑπὸ τῶν ἐμπόρων· καὶ εἰ τὰ κτήνη συναίσθησίν τινα εἶχεν, κατεγέλα τῶν ἄλλο τι τεθαυμακότων ἢ τὸν χόρτον.

2

.

15

t

ιεʹ. Πρὸς τοὺς σκληρῶς τισιν ὧν ἔκριναν ἐμμένοντας.

2

.

15

.

1

Ὅταν ἀκούσωσί τινες τούτων τῶν λόγων, ὅτι βέ‐ βαιον εἶναι δεῖ καὶ ἡ μὲν προαίρεσις ἐλεύθερον φύσει καὶ ἀνανάγκαστον, τὰ δ’ ἄλλα κωλυτά, ἀναγκαστά, δοῦ‐ λα, ἀλλότρια, φαντάζονται ὅτι δεῖ παντὶ τῷ κριθέντι

2

.

15

.

2

ὑπ’ αὐτῶν ἀπαραβάτως ἐμμένειν. ἀλλὰ πρῶτον ὑγιὲς εἶναι δεῖ τὸ κεκριμένον. θέλω γὰρ εἶναι τόνους ἐν σώ‐

2

.

15

.

3

ματι, ἀλλ’ ὡς ὑγιαίνοντι, ὡς ἀθλοῦντι· ἂν δέ μοι φρε‐ νιτικοῦ τόνους ἔχων ἐνδεικνύῃ[ς] καὶ ἀλαζονεύῃ ἐπ’ αὐτοῖς, ἐρῶ σοι ὅτι ‘ἄνθρωπε, ζήτει τὸν θεραπεύσοντα.

2

.

15

.

4

τοῦτο οὐκ εἰσὶ τόνοι, ἀλλ’ ἀτονία‘. ἕτερον τρόπον τοιοῦτόν τι καὶ ἐπὶ τῆς ψυχῆς πάσχουσιν οἱ παρακούον‐ τες τῶν λόγων τούτων. οἷον καὶ ἐμός τις ἑταῖρος ἐξ

2

.

15

.

5

οὐδεμιᾶς αἰτίας ἔκρινεν ἀποκαρτερεῖν. ἔγνων ἐγὼ ἤδη
τρίτην ἡμέραν ἔχοντος αὐτοῦ τῆς ἀποχῆς καὶ ἐλθὼν

2

.

15

.

6

ἐπυνθανόμην τί ἐγένετο. Κέκρικα, φησίν. Ἀλλ’ ὅμως τί σε ἦν τὸ ἀναπεῖσαν; εἰ γὰρ ὀρθῶς ἔκρινας, ἰδοὺ παρακαθήμεθά σοι καὶ συνεργοῦμεν, ἵν’ ἐξέλθῃς·

2

.

15

.

7

εἰ δ’ ἀλόγως ἔκρινας, μετάθου. Τοῖς κριθεῖσιν ἐμμέ‐ νειν δεῖ. Τί ποιεῖς, ἄνθρωπε; οὐ πᾶσιν, ἀλλὰ τοῖς ὀρθῶς. ἐπεὶ παθὼν ἄρτι ὅτι νύξ ἐστιν, ἄν σοι δοκῇ, μὴ μετατίθεσο, ἀλλ’ ἔμμενε καὶ λέγε ὅτι τοῖς κριθεῖσιν

2

.

15

.

8

ἐμμένειν δεῖ. [τί ποιεῖς, ἄνθρωπε; οὐ πᾶσιν.] οὐ θέλεις τὴν ἀρχὴν στῆσαι καὶ τὸν θεμέλιον, τὸ κρίμα σκέψα‐ σθαι πότερον ὑγιὲς ἢ οὐχ ὑγιές, καὶ οὕτως λοιπὸν

2

.

15

.

9

ἐποικοδομεῖν αὐτῷ τὴν εὐτονίαν, τὴν ἀσφάλειαν; ἂν δὲ σαπρὸν ὑποστήσῃ καὶ καταπῖπτον, οὐκ † οἰκοδόμημά τι ὄν, ὅσῳ δ’ ἂν πλείονα καὶ ἰσχυρότερα ἐπιθῇς, τοσούτῳ

2

.

15

.

10

θᾶττον [θᾶττον] κατενεχθήσεται. ἄνευ πάσης αἰτίας ἐξά‐ γεις ἡμῖν ἄνθρωπον ἐκ τοῦ ζῆν φίλον καὶ συνήθη, τῆς αὐτῆς πόλεως πολίτην καὶ τῆς μεγάλης καὶ τῆς μικρᾶς·

2

.

15

.

11

εἶτα φόνον ἐργαζόμενος καὶ ἀπολλύων ἄνθρωπον μηδὲν

2

.

15

.

12

ἠδικηκότα λέγεις ὅτι τοῖς κριθεῖσιν ἐμμένειν δεῖ. εἰ δ’ ἐπῆλθέν σοί πώς ποτ’ ἐμὲ ἀποκτεῖναι, ἔδει σε ἐμμένειν τοῖς κριθεῖσιν;

2

.

15

.

13

Ἐκεῖνος μὲν οὖν μόγις μετεπείσθη. τῶν δὲ νῦν τινας οὐκ ἔστι μεταθεῖναι. ὥστε μοι δοκῶ ὃ πρότερον ἠγνόουν νῦν εἰδέναι, τί ἐστι τὸ ἐν τῇ συνηθείᾳ λεγό‐

2

.

15

.

14

μενον· μωρὸν οὔτε πεῖσαι οὔτε ῥῆξαι ἔστιν. μή μοι γένοιτο φίλον ἔχειν σοφὸν μωρόν. δυσμεταχειρι‐ στ〈ότερ〉ον οὐδέν ἐστιν. ‘κέκρικα.‘ καὶ γὰρ οἱ μαινό‐ μενοι· ἀλλ’ ὅσῳ βεβαιότερον κρίνουσι τὰ οὐκ ὄντα, το‐

2

.

15

.

15

σούτῳ πλείονος ἐλλεβόρου δέονται. οὐ θέλεις τὰ τοῦ νοσοῦντος ποιεῖν καὶ τὸν ἰατρὸν παρακαλεῖν; ‘νοσῶ, κύριε· βοήθησόν μοι. τί με δεῖ ποιεῖν σκέψαι· ἐμόν

2

.

15

.

16

ἐστι πείθεσθαί σοι.‘ οὕτως καὶ ἐνταῦθ’. ‘ἃ δεῖ με ποιεῖν οὐκ οἶδα, ἐλήλυθα δὲ μαθησόμενος.‘ οὔ, ἀλλὰ ‘περὶ

2

.

15

.

17

τῶν ἄλλων μοι λέγε. τοῦτο δὲ κέκρικα‘. περὶ ποίων ἄλλων; τί γάρ ἐστι μεῖζον ἢ προὐργιαίτερον τοῦ πει‐ σθῆναί σε, ὅτι οὐκ ἀρκεῖ τὸ κεκρικέναι καὶ τὸ μὴ με‐

2

.

15

.

18

ταθέσθαι; οὗτοι οἱ μανικοὶ τόνοι, οὐχ ὑγιεινοί. ‘ἀπο‐ θανεῖν θέλω, ἄν με τοῦτο ἀναγκάσῃς.‘ διὰ τί, ἄνθρωπε; τί ἐγένετο; ‘κέκρικα.‘ ἐσώθην, ὅτι οὐ κέκρικας ἐμὲ

2

.

15

.

19

ἀποκτεῖναι. ‘ἀργύριον οὐ λαμβάνω.‘ διὰ τί; ‘κέκρικα.‘ ἴσθι ὅτι ᾧ τόνῳ νῦν χρῇ πρὸς τὸ μὴ λαμβάνειν, οὐδὲν
κωλύει σε ἀλόγως ποτὲ ῥέψαι πρὸς τὸ λαμβάνειν καὶ

2

.

15

.

20

πάλιν λέγειν ὅτι ‘κέκρικα‘, ὥσπερ ἐν νοσοῦντι καὶ ῥευ‐ ματιζομένῳ σώματι ποτὲ μὲν ἐπὶ ταῦτα ποτὲ δ’ ἐπ’ ἐκεῖνα ῥέπει τὸ ῥεῦμα. οὕτως καὶ ἀσθενὴς ψυχή, ὅπου μὲν κλίνει, ἄδηλον ἔχει· ὅταν δὲ καὶ τόνος προσῇ
5τῷ κλίματι τούτῳ καὶ τῇ φορᾷ, τότε γίνεται τὸ κακὸν ἀβοήθητον καὶ ἀθεράπευτον.

2

.

16

t

ιϛʹ. Ὅτι οὐ μελετῶμεν χρῆσθαι τοῖς περὶ ἀγαθῶν καὶ κακῶν δόγμασιν.

2

.

16

.

1

Ποῦ τὸ ἀγαθόν; Ἐν προαιρέσει. Ποῦ τὸ κα‐ κόν; Ἐν προαιρέσει. Ποῦ τὸ οὐδέτερον; Ἐν

2

.

16

.

2

τοῖς ἀπροαιρέτοις. Τί οὖν; μέμνηταί τις ἡμῶν ἔξω τούτων τῶν λόγων; μελετᾷ τις αὐτὸς ἐφ’ αὑτοῦ τοῦτον τὸν τρόπον ἀποκρίνεσθαι τοῖς πράγμασιν ὡς ἐπὶ τῶν ἐρωτημάτων· ‘ἆρά γε ἡμέρα ἐστίν;‘ ‘ναί.‘ ‘τί δέ; νύξ
5ἐστιν;‘ ‘οὔ.‘ ‘τί δ’; ἄρτιοί εἰσιν οἱ ἀστέρες;‘ ‘οὐκ ἔχω

2

.

16

.

3

λέγειν.‘ ὅταν σοι προφαίνηται ἀργύριον, μεμελέτηκας ἀποκρίνεσθαι τὴν δέουσαν ἀπόκρισιν, ὅτι ‘οὐκ ἀγαθόν‘; ἤσκηκας ἐν ταύταις ταῖς ἀποκρίσεσιν ἢ πρὸς μόνα· τὰ

2

.

16

.

4

σοφίσματα; τί οὖν θαυμάζεις, εἰ, ὅπου μὲν μεμελέτηκας, ἐκεῖ κρείττων γένῃ σεαυτοῦ, ὅπου δ’ ἀμελετήτως ἔχεις,

2

.

16

.

5

ἐκεῖ δ’ ὁ αὐτὸς διαμένεις; ἐπεὶ διὰ τί ὁ ῥήτωρ εἰδὼς ὅτι γέγραφε καλῶς, ὅτι ἀνείληφε τὰ γεγραμμένα, φωνὴν εἰσφέρων ἡδεῖαν ὅμως ἔτι ἀγωνιᾷ; ὅτι οὐκ ἀρκεῖται τῷ

2

.

16

.

6

μελετῆσαι. τί οὖν θέλει[ς]; ἐπαινεθῆναι ὑπὸ τῶν παρ‐
όντων. πρὸς μὲν οὖν τὸ δύνασθαι μελετᾶν ἤσκηται,

2

.

16

.

7

πρὸς ἔπαινον δὲ καὶ ψόγον οὐκ ἤσκηται. πότε γὰρ ἤκουσεν παρά τινος, 〈τί ἐστιν ἔπαινος,〉 τί ἐστι ψόγος, τίς ἑκατέρου φύσις; τοὺς ποίους τῶν ἐπαίνων διωκτέον ἢ τοὺς ποίους τῶν ψόγων φευκτέον; πότε δ’ ἐμελέτη‐
5σεν ταύτην τὴν μελέτην ἀκόλουθον τούτοις τοῖς λό‐

2

.

16

.

8

γοις; τί οὖν ἔτι θαυμάζεις, εἰ, ὅπου μὲν ἔμαθεν, ἐκεῖ διαφέρει τῶν ἄλλων, ὅπου δ’ οὐ μεμελέτηκεν, ἐκεῖ τοῖς

2

.

16

.

9

πολλοῖς ὁ αὐτός ἐστιν; ὡς ὁ κιθαρῳδὸς οἶδεν κιθαρί‐ ζειν, ᾄδει καλῶς, στατὸν ἔχει καλὸν καὶ ὅμως εἰσερχό‐ μενος τρέμει· ταῦτα γὰρ οἶδεν, ὄχλος δὲ τί ἐστιν οὐκ

2

.

16

.

10

οἶδεν οὐδ’ ὄχλου βοὴ οὐδὲ κατάγελως. ἀλλ’ οὐδ’ αὐτὸ τὸ ἀγωνιᾶν τί ἐστιν οἶδεν, πότερον ἡμέτερον ἔργον ἐστὶν ἢ ἀλλότριον, ἔστιν αὐτὸ παῦσαι ἢ οὐκ ἔστιν. διὰ τοῦτο ἐὰν μὲν ἐπαινεθῇ, φυσηθεὶς ἐξῆλθεν· ἐὰν δὲ
5καταγελασθῇ, τὸ φυσημάτιον ἐκεῖνο ἐκεντήθη καὶ προσεκάθισεν.

2

.

16

.

11

Τοιοῦτόν τι καὶ ἡμεῖς πάσχομεν. τίνα θαυμάζομεν; τὰ ἐκτός. περὶ τίνα σπουδάζομεν; περὶ τὰ ἐκτός. εἶτ’

2

.

16

.

12

ἀποροῦμεν, πῶς φοβούμεθα ἢ πῶς ἀγωνιῶμεν; τί οὖν ἐνδέχεται, ὅταν τὰ ἐπιφερόμενα κακὰ ἡγώμεθα; οὐ δυ‐

2

.

16

.

13

νάμεθα μὴ φοβεῖσθαι, οὐ δυνάμεθα μὴ ἀγωνιᾶν. εἶτα λέγομεν ‘κύριε ὁ θεός, πῶς μὴ ἀγωνιῶ;‘ μωρέ, χεῖρας
οὐκ ἔχεις; οὐκ ἐποίησέν σοι αὐτὰς ὁ θεός; εὔχου νῦν καθήμενος, ὅπως αἱ μύξαι σου μὴ ῥέωσιν· ἀπόμυξαι

2

.

16

.

14

μᾶλλον καὶ μὴ ἐγκάλει. τί οὖν; ἐνταῦθά σοι οὐδὲν δέ‐ δωκεν; οὐ δέδωκέ σοι καρτερίαν, οὐ δέδωκέ σοι μεγα‐ λοψυχίαν, οὐ δέδωκεν ἀνδρείαν; τηλικαύτας ἔχων χεῖ‐

2

.

16

.

15

ρας ἔτι ζητεῖς τὸν ἀπομύξοντα; ἀλλ’ οὐδὲ μελετῶμεν ταῦτα οὐδ’ ἐπιστρεφόμεθα. ἐπεὶ δότε μοι ἕνα, ᾧ μέλει πῶς τι ποιήσῃ, ὃς ἐπιστρέφεται οὐ τοῦ τυχεῖν τινος, ἀλλὰ τῆς ἐνεργείας τῆς αὑτοῦ· τίς περιπατῶν τῆς ἐνερ‐
5γείας τῆς αὑτοῦ ἐπιστρέφεται; τίς βουλευόμενος αὐτῆς τῆς βουλῆς, οὐχὶ δὲ τοῦ τυχεῖν ἐκείνου περὶ οὗ βου‐

2

.

16

.

16

λεύεται; κἂν μὲν τύχῃ, ἐπῆρται καὶ λέγει ‘πῶς γὰρ ἡμεῖς καλῶς ἐβουλευσάμεθα; οὐκ ἔλεγόν σοι, ἀδελφέ, ὅτι ἀδύνατόν ἐστιν ἡμῶν τι σκεψαμένων μὴ οὕτως ἐκβῆναι;‘ ἂν δ’ ἑτέρως χωρήσῃ, τεταπείνωται τάλας,
5οὐχ εὑρίσκει οὐδὲ τί εἴπῃ περὶ τῶν γεγονότων. τίς

2

.

16

.

17

ἡμῶν τούτου ἕνεκα μάντιν παρέλαβεν; τίς ἡμῶν † οὐκ ἐνεκοιμήθη † ὑπὲρ ἐνεργείας; τίς; ἕνα μοι δότε, ἵνα ἴδω τοῦτον, ὃν ἐκ πολλοῦ χρόνου ζητῶ, τὸν ταῖς ἀληθείαις εὐγενῆ καὶ εὐφυᾶ· εἴτε νέον εἴτε πρεσβύτερον, δότε.

2

.

16

.

18

Τί οὖν ἔτι θαυμάζομεν εἰ περὶ μὲν τὰς ὕλας τετρίμ‐ μεθα, ἐν δὲ ταῖς ἐνεργείαις ταπεινοί, ἀσχήμονες, οὐδε‐ νὸς ἄξιοι, δειλοί, ἀταλαίπωροι, ὅλοι ἀτυχήματα; οὐ

2

.

16

.

19

γὰρ μεμέληκεν ἡμῖν οὐδὲ μελετῶμεν. εἰ δὲ μὴ τὸν
θάνατον ἢ τὴν φυγὴν ἐφοβούμεθα, ἀλλὰ τὸν φόβον, 〈ἐ〉μελετῶμεν ἂν ἐκείνοις μὴ περιπίπτειν ἃ φαίνεται

2

.

16

.

20

ἡμῖν κακά. νῦν δ’ ἐν μὲν τῇ σχολῇ γοργοὶ καὶ κατά‐ γλωσσοι, κἂν ζητημάτιον ἐμπέσῃ περί τινος τούτων, ἱκανοὶ τὰ ἑξῆς ἐπελθεῖν· ἕλκυσον δ’ εἰς χρῆσιν καὶ εὑρήσεις τάλανας ναυαγούς. προσπεσέτω φαντασία ταρα‐
5κτικὴ καὶ γνώσῃ, τί ἐμελετῶμεν καὶ πρὸς τί ἐγυμναζό‐

2

.

16

.

21

μεθα. λοιπὸν ὑπὸ τῆς ἀμελετησίας προσεπισωρεύομεν ἀεί τινα καὶ προσπλάσ〈σ〉ομεν μείζονα τῶν καθεστώτων.

2

.

16

.

22

εὐθὺς ἐγώ, ὅταν πλέω, κατακύψας εἰς τὸν βυθὸν ἢ τὸ πέλαγος περιβλεψάμενος καὶ μὴ ἰδὼν γῆν ἐξίσταμαι καὶ φανταζόμενος, ὅτι ὅλον με δεῖ τὸ πέλαγος τοῦτο ἐκπιεῖν, ἂν ναυαγήσω, οὐκ ἐπέρχεταί μοι, ὅτι μοι τρεῖς ξέσται
5ἀρκοῦσιν. τί οὖν με ταράσσει; τὸ πέλαγος; οὔ, ἀλλὰ τὸ

2

.

16

.

23

δόγμα. πάλιν ὅταν σεισμὸς γένηται, φαντάζομαι ὅτι ἡ πόλις ἐπιπίπτειν μοι μέλλει· οὐ γὰρ ἀρκεῖ μικρὸν λιθά‐ ριον, ἵν’ ἔξω μου τὸν ἐγκέφαλον βάλῃ;

2

.

16

.

24

Τίνα οὖν ἐστι τὰ βαροῦντα καὶ ἐξιστάντα ἡμᾶς; τίνα γὰρ ἄλλα ἢ τὰ δόγματα; τὸν γὰρ ἐξιόντα καὶ ἀπαλ‐ λαττόμενον τῶν συνήθων καὶ ἑταίρων καὶ τόπων καὶ

2

.

16

.

25

συναναστροφῆς τί ἐστι τὸ βαροῦν ἄλλο ἢ δόγμα; τὰ γοῦν παιδία εὐθὺς ὅταν κλαύσῃ μικρὰ τῆς τιτθῆς ἀπελ‐

2

.

16

.

26

θούσης, πλακούντιον λαβόντα ἐπιλέλησται. θέλεις οὖν καὶ ἡμεῖς τοῖς παιδίοις ὁμο〈ι〉ῶμεν; οὔ, νὴ τὸν Δία.
οὐ γὰρ ὑπὸ πλακουντίου τοῦτο πάσχειν ἀξιῶ, ἀλλ’ ὑπὸ

2

.

16

.

27

δογμάτων ὀρθῶν. τίνα δ’ ἐστὶ ταῦτα; ἃ δεῖ τὸν ἄν‐ θρωπον ὅλην τὴν ἡμέραν μελετῶντα μηδεν〈ὶ〉 προσ‐ πάσχειν τῶν ἀλλοτρίων, μηθ’ ἑταίρῳ μήτε τόπῳ μήτε γυμνασίοις, ἀλλὰ μηδὲ τῷ σώματι τῷ αὑτοῦ, μεμνῆ‐
5σθαι δὲ τοῦ νόμου καὶ τοῦτον πρὸ ὀφθαλμῶν ἔχειν.

2

.

16

.

28

τίς δ’ ὁ νόμος ὁ θεῖος; τὰ ἴδια τηρεῖν, τῶν ἀλλοτρίων μὴ ἀντιποιεῖσθαι, ἀλλὰ διδομένοις μὲν χρῆσθαι, μὴ διδόμενα δὲ μὴ ποθεῖν, ἀφαιρουμένου δέ τινος ἀπο‐ διδόναι εὐλύτως καὶ αὐτόθεν, χάριν εἰδότα οὗ ἐχρή‐
5σατο χρόνου, εἰ θέλεις μὴ κλάειν τὴν τιτθὴν καὶ μάμ‐

2

.

16

.

29

μην. τί γὰρ διαφέρει, τίνος ἥττων ἐστὶ καὶ ἐκ τίνος κρέμαται; τί κρείττων εἶ τοῦ διὰ κοράσιον κλάοντος, εἰ διὰ γυμνασίδιον καὶ στωίδια καὶ νεανισκάρια καὶ

2

.

16

.

30

τοιαύτην διατριβὴν πενθεῖς; ἄλλος ἐλθὼν ὅτι οὐκέτι τὸ τῆς Δίρκης ὕδωρ πίνειν μέλλει. τὸ γὰρ Μάρκιον χεῖρόν ἐστι τοῦ τῆς Δίρκης; ‘ἀλλ’ ἐκεῖνό μοι σύνηθες

2

.

16

.

31

ἦν.‘ καὶ τοῦτο πάλιν ἔσται σοι σύνηθες. εἶτ’ ἂν μὲν τοιούτῳ προσπάθῃς, καὶ τοῦτο πάλιν κλαῖε καὶ ζήτει στίχον ὅμοιον τῷ Εὐριπίδου ποιῆσαι
θερμάς τε τὰς Νέρωνος Μάρκιόν θ’ ὕδωρ.
5ἴδε πῶς τραγῳδία γίνεται, ὅταν εἰς μωροὺς ἀνθρώπους πράγματα 〈τὰ〉 τυγχάνοντ’ ἐμπέσῃ.

2

.

16

.

32

‘Πότε οὖν Ἀθήνας πάλιν ὄψομαι καὶ τὴν ἀκρόπολιν;‘ τάλας, οὐκ ἀρκεῖ σοι ἃ βλέπεις καθ’ ἡμέραν; κρεῖττόν τι ἔχεις ἢ μεῖζον ἰδεῖν τοῦ ἡλίου, τῆς σελήνης, τῶν

2

.

16

.

33

ἄστρων, τῆς γῆς ὅλης, τῆς θαλάσσης; εἰ δὲ δὴ παρακο‐ λουθεῖς τῷ διοικοῦντι τὰ ὅλα κἀκεῖνον ἐν σαυτῷ περι‐ φέρεις, ἔτι ποθεῖς λιθάρια καὶ πέτραν κομψήν; ὅταν οὖν μέλλῃς ἀπολιπεῖν αὐτὸν τὸν ἥλιον καὶ τὴν σελήνην,

2

.

16

.

34

τί ποιήσεις; κλαύσεις καθήμενος ὡς τὰ παιδία; τί οὖν ἐν τῇ σχολῇ ἐποίεις, τί ἤκουες, τί ἐμάνθανες; τί σαυτὸν φιλόσοφον ἐπέγραφες ἐξὸν τὰ ὄντα ἐπιγράφειν; ὅτι ‘εἰσαγωγὰς ἔπραξά[ς] τινας καὶ Χρυσίππεια ἀνέγνων,

2

.

16

.

35

φιλοσόφου δ’ οὐδὲ θύραν παρῆλθον. ποῦ γάρ μοι μέτ‐ εστι τούτου τοῦ πράγματος, οὗ Σωκράτει 〈με〉τῆν τῷ οὕτως ἀποθανόντι, οὕτως ζήσαντι; οὗ Διογένει μετῆν;‘

2

.

16

.

36

ἐπινοεῖς τούτων τινὰ κλάοντα ἢ ἀγανακτοῦντα, ὅτι τὸν δεῖνα οὐ μέλλει βλέπειν οὐδὲ τὴν δεῖνα οὐδ’ ἐν Ἀθή‐ ναις ἔσεσθαι ἢ ἐν Κορίνθῳ, ἀλλ’, ἂν οὕτως τύχῃ, ἐν

2

.

16

.

37

Σούσοις ἢ ἐν Ἐκβατάνοις; ᾧ γὰρ ἔξεστιν ἐξελθεῖν, ὅταν
θέλῃ, τοῦ συμποσίου καὶ μηκέτι παίζειν, ἔτι οὗτος ἀνιᾶται μένων; οὐχὶ δ’ ὡς παιδιᾷ παραμένει, μέχρις ἂν

2

.

16

.

38

ψυχαγωγῆται; ταχύ γ’ ἂν ὁ τοιοῦτος ὑπομείναι φυγήν τινα φυγεῖν εἰς ἅπαντα ἢ τὴν ἐπὶ θανάτῳ κατακριθείς.

2

.

16

.

39

Οὐ θέλεις ἤδη ὡς τὰ παιδία ἀπογαλακτισθῆναι καὶ ἅπτεσθαι τροφῆς στερεωτέρας μηδὲ κλάειν μάμμας καὶ

2

.

16

.

40

τιτθάς, γραῶν ἀποκλαύματα; ‘ἀλλ’ ἐκείνας ἀπαλλασσό‐ μενος ἀνιάσω.‘ σὺ αὐτὰς ἀνιάσεις; οὐδαμῶς, ἀλλ’ ὅπερ καὶ σέ, τὸ δόγμα. τί οὖν ἔχεις ποιῆσαι; ἔξελε, τὸ δ’ ἐκείνων, ἂν εὖ ποιῶσιν, αὐταὶ ἐξελοῦσιν· εἰ δὲ μή,

2

.

16

.

41

οἰμώξουσι δι’ αὑτάς. ἄνθρωπε, τὸ λεγόμενον τοῦτο ἀπονοήθητι ἤδη ὑπὲρ εὐροίας, ὑπὲρ ἐλευθερίας, ὑπὲρ μεγαλοψυχίας. ἀνάτεινόν ποτε τὸν τράχηλον ὡς ἀπηλ‐

2

.

16

.

42

λαγμένος δουλείας, τόλμησον ἀναβλέψας πρὸς τὸν θεὸν εἰπεῖν ὅτι ‘χρῶ μοι λοιπὸν εἰς ὃ ἂν θέλῃς· ὁμογνωμονῶ σοι, [ἰ]σός εἰμι· οὐδὲν παραιτοῦμαι τῶν σοὶ δοκούντων· ὅπου θέλεις, ἄγε· ἣν θέλεις ἐσθῆτα περίθες. ἄρχειν με
5θέλεις, ἰδιωτεύειν, μένειν, φεύγειν, πένεσθαι, πλουτεῖν; ἐγώ σοι ὑπὲρ ἁπάντων τούτων πρὸς τοὺς ἀνθρώπους

2

.

16

.

43

ἀπολογήσομαι· δείξω τὴν ἑκάστου φύσιν οἵα ἐστίν.‘ οὔ·

2

.

16

.

44

ἀλλ’ ἐν βοὸς κοιλίᾳ καθήμενος ἐκδέχου σου τὴν μάμ‐ μην, μέχρις σε χορτάσῃ. ὁ Ἡρακλῆς εἰ τοῖς ἐν οἴκῳ
παρεκάθητο, τίς ἂν ἦν; Εὐρυσθεὺς καὶ οὐχὶ Ἡρακλῆς. ἄγε, πόσους δὲ περιερχόμενος τὴν οἰκουμένην συνήθεις
5ἔσχεν, φίλους; ἀλλ’ οὐδὲν φίλτερον τοῦ θεοῦ· διὰ τοῦτο ἐπιστεύθη Διὸς υἱὸς εἶναι καὶ ἦν. ἐκείνῳ τοίνυν πειθό‐

2

.

16

.

45

μενος περιῄει καθαίρων ἀδικίαν καὶ ἀνομίαν. ἀλλ’ οὐκ εἶ Ἡρακλῆς καὶ οὐ δύνασαι καθαίρειν τὰ ἀλλότρια κακά, ἀλλ’ οὐδὲ Θησεύς, ἵνα τὰ τῆς Ἀττικῆς καθάρῃς· τὰ σαυτοῦ κάθαρον. ἐντεῦθεν ἐκ τῆς διανοίας ἔκβαλε
5ἀντὶ Προκρούστου καὶ Σκίρωνος λύπην, φόβον, ἐπιθυ‐ μίαν, φθόνον, ἐπιχαιρεκακίαν, φιλαργυρίαν, μαλακίαν,

2

.

16

.

46

ἀκρασίαν. ταῦτα δ’ οὐκ ἔστιν ἄλλως ἐκβαλεῖν, εἰ μὴ πρὸς μόνον τὸν θεὸν ἀποβλέποντα, ἐκείνῳ μόνῳ προσ‐ πεπονθότα, τοῖς ἐκείνου προστάγμασι καθωσιωμένον.

2

.

16

.

47

ἂν δ’ ἄλλο τι θέλῃς, οἰμώζων καὶ στένων ἀκολουθήσεις τῷ ἰσχυροτέρῳ ἔξω ζητῶν ἀεὶ τὴν εὔροιαν καὶ μηδέποτ’ εὐροεῖν δυνάμενος. ἐκεῖ γὰρ αὐτὴν ζητεῖς, οὗ μή ἐστιν, ἀφεὶς ἐκεῖ ζητεῖν, ὅπου ἐστίν.

2

.

17

t

ιζʹ. Πῶς ἐφαρμοστέον τὰς προλήψεις τοῖς ἐπὶ μέρους.

2

.

17

.

1

Τί πρῶτόν ἐστιν ἔργον τοῦ φιλοσοφοῦντος; ἀποβα‐ λεῖν οἴησιν· ἀμήχανον γάρ, ἅ τις εἰδέναι οἴεται, ταῦτα

2

.

17

.

2

ἄρξασθαι μανθάνειν. τὰ μὲν οὖν ποιητέα καὶ οὐ ποιητέα καὶ ἀγαθὰ καὶ κακὰ καὶ καλὰ καὶ αἰσχρὰ πάντες ἄνω
καὶ κάτω λαλοῦντες ἐρχόμεθα πρὸς τοὺς φιλοσόφους, ἐπὶ τούτοις ἐπαινοῦντες ψέγοντες, ἐγκαλοῦντες μεμφό‐
5μενοι, περὶ ἐπιτηδευμάτων καλῶν καὶ αἰσχρῶν ἐπικρί‐

2

.

17

.

3

νοντες καὶ διαλαμβάνοντες. τίνος δ’ ἕνεκα προσερχόμεθα τοῖς φιλοσόφοις; † ἃ οὐκ οἰόμεθα εἰδέναι. τίνα δ’ ἐστὶ ταῦτα; τὰ θεωρήματα. ἃ γὰρ λαλοῦσιν οἱ φιλόσοφοι, μαθεῖν θέλομεν ὡς κομψὰ καὶ δριμέα, οἱ δ’, ἵν’ ἀπ’

2

.

17

.

4

αὐτῶν περιποιήσωνται. γελοῖον οὖν τὸ οἴεσθαι, ὅτι ἄλλα μέν τις μαθεῖν βούλεται, ἄλλα δὲ μαθήσεται, ἢ λοιπὸν

2

.

17

.

5

ὅτι προκόψει τις ἐν οἷς οὐ μανθάνει. τὸ δ’ ἐξαπατῶν τοὺς πολλοὺς τοῦτ’ ἔστιν, ὅπερ καὶ Θεόπομπον τὸν ῥήτορα, ὅπου καὶ Πλάτωνι ἐγκαλεῖ ἐπὶ τῷ βούλεσθαι

2

.

17

.

6

ἕκαστα ὁρίζεσθαι. τί γὰρ λέγει; ‘οὐδεὶς ἡμῶν πρὸ σοῦ ἔλεγεν ἀγαθὸν ἢ δίκαιον; ἢ μὴ παρακολου‐ θοῦντες τί ἐστι τούτων ἕκαστον ἀσήμως καὶ

2

.

17

.

7

κενῶς 〈ἐ〉φθεγγόμεθα τὰς φωνάς;‘ τίς γάρ σοι λέγει, Θεόπομπε, ὅτι ἐννοίας οὐκ εἴχομεν ἑκάστου τού‐ των φυσικὰς καὶ προλήψεις; ἀλλ’ οὐχ οἷόν τ’ ἐφαρμό‐ ζειν τὰς προλήψεις ταῖς καταλλήλοις οὐσίαις μὴ διαρθρώ‐
5σαντα αὐτὰς καὶ αὐτὸ τοῦτο σκεψάμενον, ποίαν τινὰ

2

.

17

.

8

ἑκάστῃ αὐτῶν οὐσίαν ὑποτακτέον. ἐπεὶ τοιαῦτα λέγε καὶ
πρὸς τοὺς ἰατρούς· ‘τίς γὰρ ἡμῶν οὐκ ἔλεγεν ὑγιεινόν τι καὶ νοσερόν, πρὶν Ἱπποκράτη γενέσθαι; ἢ κενῶς τὰς

2

.

17

.

9

φωνὰς ταύτας ἀπηχοῦμεν;‘ ἔχομεν γάρ τινα καὶ ὑγιει‐ νοῦ πρόληψιν, ἀλλ’ ἐφαρμόσαι οὐ δυνάμεθα. διὰ τοῦτο ὁ μὲν λέγει ‘ἀνάτεινον‘, ὁ δὲ λέγει ‘δὸς τροφήν‘· καὶ ὁ μὲν λέγει ‘φλεβοτόμησον‘, ὁ δὲ λέγει ‘σικύασον‘. τί τὸ
5αἴτιον; ἄλλο γε ἢ ὅτι τὴν τοῦ ὑγιεινοῦ πρόληψιν οὐ δύναται καλῶς ἐφαρμόσαι τοῖς ἐπὶ μέρους;

2

.

17

.

10

Οὕτως ἔχει καὶ ἐνθάδ’ ἐπὶ τῶν κατὰ τὸν βίον. ἀγαθὸν καὶ κακὸν καὶ συμφέρον καὶ ἀσύμφορον τίς ἡμῶν οὐ λαλεῖ; τίς γὰρ ἡμῶν οὐκ ἔχει τούτων ἑκάστου πρόληψιν;

2

.

17

.

11

ἆρ’ οὖν διηρθρωμένην καὶ τελείαν; τοῦτο δεῖξον. ‘πῶς δείξω;‘ ἐφάρμοσον αὐτὴν καλῶς ταῖς ἐπὶ μέρους οὐ‐ σίαις. εὐθὺς τοὺς ὅρους Πλάτων μὲν ὑποτάσσει τῇ τοῦ

2

.

17

.

12

χρησ〈ί〉μου προλήψει, σὺ δὲ τῇ τοῦ ἀχρήστου. δυνατὸν οὖν ἐστιν ἀμφοτέρους ὑμᾶς ἐπιτυγχάνειν; πῶς οἷόν τε; τῇ δὲ τοῦ πλούτου οὐσίᾳ οὐχ ὁ μέν τις ἐφαρμόζει τὴν τοῦ ἀγαθοῦ πρόληψιν, ὁ δ’ οὔ; τῇ δὲ τῆς ἡδονῆς, τῇ

2

.

17

.

13

δὲ τῆς ὑγείας; καθόλου γὰρ εἰ πάντες οἱ τὰ ὀνόματα λαλοῦντες μὴ κενῶς ἴσμεν ἕκαστα τούτων καὶ μηδεμιᾶς ἐπιμελείας περὶ τὴν διάρθρωσιν τῶν προλήψεων δεό‐ μεθα, τί διαφερόμεθα, τί πολεμοῦμεν, τί ψέγομεν ἀλ‐
5λήλους;

2

.

17

.

14

Καὶ τί μοι νῦν τὴν πρὸς ἀλλήλους μάχην παραφέρειν καὶ ταύτης μεμνῆσθαι; σὺ αὐτὸς εἰ ἐφαρμόζεις καλῶς

2

.

17

.

15

τὰς προλήψεις, διὰ τί δυσροεῖς, διὰ τί ἐμποδίζῃ; ἀφῶ‐ μεν ἄρτι τὸν δεύτερον τόπον τὸν περὶ τὰς ὁρμὰς καὶ τὴν κατὰ ταύτας περὶ τὸ καθῆκον φιλοτεχνίαν. ἀφῶμεν

2

.

17

.

16

καὶ τὸν τρίτον τὸν περὶ τὰς συγκαταθέσεις. χαρίζομαί σοι ταῦτα πάντα. στῶμεν ἐπὶ τοῦ πρώτου καὶ σχεδὸν αἰσθητὴν παρέχοντος τὴν ἀπόδειξιν τοῦ μὴ ἐφαρμόζειν

2

.

17

.

17

καλῶς τὰς προλήψεις. νῦν σὺ θέλεις τὰ δυνατὰ καὶ τὰ σοὶ δυνατά; τί οὖν ἐμποδίζῃ; διὰ τί δυσροεῖς; νῦν οὐ φεύγεις τὰ ἀναγκαῖα; διὰ τί οὖν περιπίπτεις τινί, διὰ τί δυστυχεῖς; διὰ τί θέλοντός σού τι οὐ γίνεται καὶ μὴ

2

.

17

.

18

θέλοντος γίνεται; ἀπόδειξις γὰρ αὕτη μεγίστη δυσροίας καὶ κακοδαιμονίας. θέλω τι καὶ οὐ γίνεται· καὶ τί ἐστιν ἀθλιώτερον ἐμοῦ; οὐ θέλω τι καὶ γίνεται· καὶ τί ἐστιν ἀθλιώτερον ἐμοῦ;

2

.

17

.

19

Τοῦτο καὶ ἡ Μήδεια οὐχ ὑπομείνασα ἦλθεν ἐπὶ τὸ ἀποκτεῖναι τὰ τέκνα. μεγαλοφυῶς κατά γε τοῦτο. εἶχε γὰρ ἣν δεῖ φαντασίαν, οἷόν ἐστι τὸ ἃ θέλει τινὶ μὴ προ‐

2

.

17

.

20

χωρεῖν. ‘εἶτα οὕτως τιμωρήσομαι τὸν ἀδικήσαντά με καὶ ὑβρίσαντα. καὶ τί ὄφελος τοῦ κακῶς οὕτως διακειμένου; πῶς οὖν γένηται; ἀποκτείνω μὲν τὰ τέκνα. ἀλλὰ καὶ

2

.

17

.

21

ἐμα〈υ〉τὴν τιμωρήσομαι. καὶ τί μοι μέλει;‘ τοῦτ’ ἔστιν ἔκπτωσις ψυχῆς μεγάλα νεῦρα ἐχούσης. οὐ γὰρ ᾔδει, ποῦ κεῖται τὸ ποιεῖν ἃ θέλομεν, ὅτι τοῦτο οὐκ ἔξωθεν
δεῖ λαμβάνειν οὐδὲ τὰ πράγματα μετατιθέντα καὶ μεθαρ‐

2

.

17

.

22

μοζόμενον. μὴ θέλε τὸν ἄνδρα, καὶ οὐδὲν ὧν θέλεις οὐ γίνεται. μὴ θέλε αὐτὸν ἐξ ἅπαντός σοι συνοικεῖν, μὴ θέλε μένειν ἐν Κορίνθῳ καὶ ἁπλῶς μηδὲν ἄλλο θέλε ἢ ἃ ὁ θεὸς θέλει. καὶ τίς σε κωλύσει, τίς ἀναγκάσει; οὐ
5μᾶλλον ἢ τὸν Δία.

2

.

17

.

23

Ὅταν τοιοῦτον ἔχῃς ἡγεμόνα καὶ τοιούτῳ συνθέλῃς

2

.

17

.

24

καὶ συνορέγῃ, τί φοβῇ ἔτι μὴ ἀποτύχῃς; χάρισαί σου τὴν ὄρεξιν καὶ τὴν ἔκκλισιν πενίᾳ καὶ πλούτῳ· ἀποτεύξῃ, περιπεσῇ. ἀλλ’ ὑγιείᾳ· δυστυχήσεις· ἀρχαῖς, τιμαῖς, πα‐ τρίδι, φίλοις, τέκνοις, ἁπλῶς ἄν τινι τῶν ἀπροαιρέτων.

2

.

17

.

25

ἀλλὰ τῷ Διὶ χάρισαι αὐτά〈σ〉, τοῖς ἄλλοις θεοῖς· ἐκεί‐ νοις παράδος, ἐκεῖνοι κυβερνάτωσαν, μετ’ ἐκείνων τε‐

2

.

17

.

26

τάχθωσαν· καὶ ποῦ ἔτι δυσροήσεις; εἰ δὲ φθονεῖς, ἀτα‐ λαίπωρε, καὶ ἐλεεῖς καὶ ζηλοτυπεῖς καὶ τρέμεις καὶ μίαν ἡμέραν οὐ διαλείπεις, ἐν ᾗ οὐ κατακλάεις καὶ σαυτοῦ

2

.

17

.

27

καὶ τῶν θεῶν, καὶ τί ἔτι λέγεις πεπαιδεῦσθαι; ποίαν παιδείαν, ἄνθρωπε; ὅτι συλλογισμοὺς ἔπραξας, μετα‐
πίπτοντας; οὐ θέλεις ἀπομαθεῖν, εἰ δυνατόν, πάντα ταῦ‐ τα καὶ ἄνωθεν ἄρξασθαι συναισθανόμενος ὅτι μέχρι

2

.

17

.

28

νῦν οὐδ’ ἥψω τοῦ πράγματος, καὶ λοιπὸν ἔνθεν ἀρξά‐ μενος προσοικοδομεῖν τὰ ἑξῆς, πῶς μηδὲν ἔσται σοῦ μὴ θέλοντος, 〈θέλοντοσ〉 μηδὲν οὐκ ἔσται;

2

.

17

.

29

Δότε μοι ἕνα νέον κατὰ ταύτην τὴν ἐπιβολὴν ἐλη‐ λυθότα εἰς σχολήν, τούτου τοῦ πράγματος ἀθλητὴν γενό‐ μενον καὶ λέγοντα ὅτι ‘ἐμοὶ τὰ μὲν ἄλλα πάντα χαιρέτω, ἀρκεῖ δ’ εἰ ἐξέσται ποτὲ ἀπαραποδίστῳ καὶ ἀλύπῳ δια‐
5γαγεῖν καὶ ἀνατεῖναι τὸν τράχηλον πρὸς τὰ πράγματα ὡς ἐλεύθερον καὶ εἰς τὸν οὐρανὸν ἀναβλέπειν ὡς φίλον τοῦ θεοῦ μηδὲν φοβούμενον τῶν συμβῆναι δυναμένων.‘

2

.

17

.

30

δειξάτω τις ὑμῶν αὐτὸν τοιοῦτον, ἵνα εἴπω· ἔρχου, νεανίσκε, εἰς τὰ σά· σοὶ γὰρ εἵμαρται κοσμῆσαι φιλο‐ σοφίαν, σά ἐστι ταῦτα 〈τὰ〉 κτήματα, σὰ τὰ βιβλία, σοὶ

2

.

17

.

31

οἱ λόγοι. εἶθ’, ὅταν τοιοῦτον ἐκπονήσῃ καὶ καταθλήσῃ τὸν τόπον, πάλιν ἐλθών μοι εἰπάτω ‘ἐγὼ θέλω μὲν καὶ ἀπαθὴς εἶναι καὶ ἀτάραχος, θέλω δ’ ὡς εὐσεβὴς καὶ φιλόσοφος καὶ ἐπιμελὴς εἰδέναι τί μοι πρὸς θεούς ἐστι
5καθῆκον, τί πρὸς γονεῖς, τί πρὸς ἀδελφούς, τί πρὸς τὴν

2

.

17

.

32

πατρίδα, τί πρὸς ξένουσ‘. ἔρχου καὶ ἐπὶ τὸν δεύτερον

2

.

17

.

33

τόπον· σός ἐστι καὶ οὗτος. ‘ἀλλ’ ἤδη καὶ τὸν δεύτερον τόπον ἐκμεμελέτηκα. ἤθελον δ’ ἀσφαλῶς καὶ ἀσ〈ε〉ί〈σ〉τως
καὶ οὐ μόνον ἐγρηγορώς, ἀλλὰ καὶ καθεύδων καὶ οἰνω‐ μένος καὶ ἐν μελαγχολίᾳ.‘ σὺ θεὸς εἶ, ὦ ἄνθρωπε, σὺ
5μεγάλας ἔχεις ἐπιβολάς.

2

.

17

.

34

Οὔ· ἀλλ’ ‘ἐγὼ θέλω γνῶναι, τί λέγει Χρύσιππος ἐν τοῖς περὶ τοῦ Ψευδομένου‘. οὐκ ἀπάγξῃ μετὰ τῆς ἐπι‐ βολῆς ταύτης, τάλας; καὶ τί σοι ὄφελος ἔσται; πενθῶν

2

.

17

.

35

ἅπαν ἀναγνώσῃ καὶ τρέμων πρὸς ἄλλους ἐρεῖς. οὕτως καὶ ὑμεῖς ποιεῖτε. ‘θέλεις ἀναγνῶ σοι, ἀδελφέ;‘ ‘καὶ σὺ ἐμοί.‘ ‘θαυμαστῶς, ἄνθρωπε, γράφεισ‘· καὶ ‘σὺ μεγάλως εἰς τὸν Ξενοφῶντος χαρακτῆρα‘, ‘σὺ εἰς τὸν Πλάτωνοσ‘,

2

.

17

.

36

‘σὺ εἰς τὸν Ἀντισθένουσ‘. εἶτ’ ἀλλήλοις ὀνείρους διηγη‐ σάμενοι πάλιν ἐπὶ ταὐτὰ ἐπανέρχεσθε· ὡσαύτως ὀρέ‐ γεσθε, ὡσαύτως ἐκκλίνετε, ὁμοίως ὁρμᾶτε, ἐπιβάλλεσθε, προ[σ]τίθεσθε, ταὐτὰ εὔχεσθε, περὶ ταὐτὰ σπουδάζετε.

2

.

17

.

37

εἶτα οὐδὲ ζητεῖτε τὸν ὑπομνήσοντα ὑμᾶς, ἀλλ’ ἄχθεσθε, ἐὰν ἀκούητε τούτων. εἶτα λέγετε ‘ἀφιλόστοργος γέρων· ἐξερχομένου μου οὐκ ἔκλαυσεν οὐδ’ εἶπεν „εἰς οἵαν περί‐ στασιν ἀπέρχῃ μοι, τέκνον· ἂν σωθῇς, ἅψω λύχνουσ“‘.

2

.

17

.

38

ταῦτ’ ἔστι τὰ τοῦ φιλοστόργου; μέγα σοι ἀγαθὸν ἔσται σωθέντι τοιούτῳ καὶ λύχνων ἄξιον. ἀθάνατον γὰρ εἶναί σε δεῖ καὶ ἄνοσον.

2

.

17

.

39

Ταύτην οὖν, ὅπερ λέγω, τὴν οἴησιν τὴν τοῦ δοκεῖν
εἰδέναι τι τῶν χρησίμων ἀποβάλλοντας ἔρχεσθαι δεῖ πρὸς τὸν λόγον, ὡς πρὸς τὰ γεωμετρικὰ προσάγομεν,

2

.

17

.

40

ὡ〈σ〉 πρὸς τὰ μουσικά· εἰ δὲ μή, οὐδ’ ἐγγὺς ἐσόμεθα τῷ προκόψαι, κἂν πάσας τὰς εἰσαγωγὰς καὶ τὰς συντά‐ ξεις τὰς Χρυσίππου μετὰ τῶν Ἀντιπάτρου καὶ Ἀρχεδή‐ μου διέλθωμεν.

2

.

18

t

ιηʹ. Πῶς ἀγωνιστέον πρὸς τὰς φαντασίας.

2

.

18

.

1

Πᾶσα ἕξις καὶ δύναμις ὑπὸ τῶν καταλλήλων ἔργων συνέχεται καὶ αὔξεται, ἡ περιπατητικὴ ὑπὸ τοῦ περιπα‐

2

.

18

.

2

τεῖν, ἡ τροχαστικὴ ὑπὸ τοῦ τρέχειν. ἂν θέλῃς ἀναγνωστι‐ κὸς εἶναι, ἀναγίγνωσκε· ἂν γραφικός, γράφε. ὅταν δὲ τριάκοντα ἐφεξῆς ἡμέρας μὴ ἀναγνῷς, ἀλλ’ ἄλλο τι

2

.

18

.

3

πράξῃς, γνώσῃ τὸ γινόμενον. οὕτως κἂν ἀναπέσῃς δέκα ἡμέρας, ἀναστὰς ἐπιχείρησον μακροτέραν ὁδὸν περιπα‐

2

.

18

.

4

τῆσαι καὶ ὄψει, πῶς σου τὰ σκέλη παραλύεται. καθόλου οὖν εἴ τι ποιεῖν ἐθέλῃς, ἑκτικὸν ποίει αὐτό· εἴ τι μὴ ποιεῖν ἐθέλῃς, μὴ ποίει αὐτό, ἀλλ’ ἔθισον ἄλλο τι πράτ‐

2

.

18

.

5

τειν μᾶλλον ἀντ’ αὐτοῦ. οὕτως ἔχει καὶ ἐπὶ τῶν ψυχι‐ κῶν· ὅταν ὀργισθῇς, γίγνωσκε ὅτι οὐ μόνον σοι τοῦτο γέγονεν κακόν, ἀλλ’ ὅτι καὶ τὴν ἕξιν ηὔξησας καὶ ὡς

2

.

18

.

6

πυρὶ φρύγανα παρέβαλες. ὅταν ἡττηθῇς τινος ἐν συνου‐ σίᾳ, μὴ τὴν μίαν ἧτταν ταύτην λογίζου, ἀλλ’ ὅτι καὶ

2

.

18

.

7

τὴν ἀκρασίαν σου τέτροφας, ἐπηύξησας. ἀδύνατον γὰρ
ἀπὸ τῶν καταλλήλων ἔργων μὴ καὶ τὰς ἕξεις καὶ τὰς δυνάμεις τὰς μὲν ἐμφύεσθαι μὴ πρότερον οὔσας, τὰς δ’ ἐπιτείνεσθαι καὶ ἰσχυροποιεῖσθαι.

2

.

18

.

8

Οὕτως ἀμέλει καὶ τὰ ἀρρωστήματα ὑποφύεσθαι λέ‐ γουσιν οἱ φιλόσοφοι. ὅταν γὰρ ἅπαξ ἐπιθυμήσῃς ἀργυ‐ ρίου, ἂν μὲν προσαχθῇ λόγος εἰς αἴσθησιν ἄξ[ι]ων τοῦ κακοῦ, πέπαυταί τε ἡ ἐπιθυμία καὶ τὸ ἡγεμονικὸν ἡμῶν

2

.

18

.

9

εἰς τὸ ἐξαρχῆς ἀποκατέστη· ἐὰν δὲ μηδὲν προσαγάγῃς εἰς θεραπείαν, οὐκέτι εἰς ταὐτὰ ἐπάνεισιν, ἀλλὰ πάλιν ἐρεθισθὲν ὑπὸ τῆς καταλλήλου φαντασίας θᾶττον 〈ἢ〉 πρότερον ἐξήφθη πρὸς τὴν ἐπιθυμίαν. καὶ τούτου συν‐
5εχῶς γινομένου τυλοῦται λοιπὸν καὶ τὸ ἀρρώστημα βε‐

2

.

18

.

10

βαιοῖ τὴν φιλαργυρίαν. ὁ γὰρ πυρέξας, εἶτα παυσάμενος οὐχ ὁμοίως ἔχει τῷ πρὸ τοῦ πυρέξαι, ἂν μή τι θερα‐

2

.

18

.

11

πευθῇ εἰς ἅπαν. τοιοῦτόν τι καὶ ἐπὶ τῶν τῆς ψυχῆς παθῶν γίνεται. ἴχνη τινὰ καὶ μώλωπες ἀπολ〈ε〉ίπονται ἐν αὐτῇ, οὓς εἰ μή τις ἐξαλείψῃ καλῶς, πάλιν κατὰ τῶν αὐτῶν μαστιγωθεὶς οὐκέτι μώλωπας, ἀλλ’ ἕλκη ποιεῖ.

2

.

18

.

12

εἰ οὖν θέλεις μὴ εἶναι ὀργίλος, μὴ τρέφε σου τὴν ἕξιν, μηδὲν αὐτῇ παράβαλλε αὐξητικόν. τὴν πρώτην ἡσύχασον

2

.

18

.

13

καὶ τὰς ἡμέρας ἀρίθμει ἃς οὐκ ὠργίσθης. ‘καθ’ ἡμέραν
εἰώθειν ὀργίζεσθαι, νῦν παρ’ ἡμέραν, εἶτα παρὰ δύο, εἶτα παρὰ τρεῖς.‘ ἂν δὲ καὶ τριάκοντα παραλίπῃς, ἐπίθυ‐ σον τῷ θεῷ. ἡ γὰρ ἕξις ἐκλύεται τὴν πρώτην, εἶτα καὶ

2

.

18

.

14

παντελῶς ἀναιρεῖται. ‘σήμερον οὐκ ἐλυπήθην οὐδ’ αὔ‐ ριον οὐδ’ ἐφεξῆς διμήνῳ καὶ τριμήνῳ· ἀλλὰ προσέσχον γενομένων τινῶν ἐρεθιστικῶν.‘ γίγνωσκε ὅτι κομψῶς

2

.

18

.

15

σοί ἐστιν. ‘σήμερον καλὸν ἰδὼν ἢ καλὴν οὐκ εἶπον αὐ‐ τὸς ἐμαυτῷ ὅτι ‘ὤφελόν τις μετὰ ταύτης ἐκοιμήθη‘ καὶ ‘μακάριος ὁ ἀνὴρ αὐτῆσ‘· ὁ γὰρ τοῦτ’ εἰπὼν ‘μακάριοσ‘

2

.

18

.

16

καὶ ‘ὁ μοιχόσ‘· οὐδὲ τὰ ἑξῆς ἀναζωγραφῶ, παροῦσαν

2

.

18

.

17

αὐτὴν καὶ ἀποδυομένην καὶ παρακατακλινομένην. κατα‐ ψῶ τὴν κορυφήν μου καὶ λέγω· εὖ, Ἐπίκτητε, κομψὸν σοφισμάτιον ἔλυσας, πολλῷ κομψότερον τοῦ Κυριεύον‐

2

.

18

.

18

τος. ἂν δὲ καὶ βουλομένου τοῦ γυναικαρίου καὶ νεύον‐ τος καὶ προσπέμποντος, ἂν δὲ καὶ ἁπτομένου καὶ συνεγ‐ γίζοντος ἀπόσχωμαι καὶ νικήσω, τοῦτο μὲν ἤδη τὸ σό‐ φισμα ὑπὲρ τὸν Ψευδόμενον, ὑπὲρ τὸν Ἡσυχάζοντα.
5ἐπὶ τούτῳ καὶ μέγα φρονεῖν ἄξιον, οὐκ ἐπὶ τῷ τὸν Κυ‐ ριεύοντα ἐρωτῆσαι.

2

.

18

.

19

Πῶς οὖν γένηται τοῦτο; θέλησον ἀρέσαι αὐτός ποτε
σεαυτῷ, θέλησον καλὸς φανῆναι τῷ θεῷ· ἐπιθύμησον καθαρὸς μετὰ καθαροῦ σαυτοῦ γενέσθαι καὶ μετὰ τοῦ

2

.

18

.

20

θεοῦ. εἶθ’ ὅταν προσπίπτῃ σοί τις φαντασία τοι‐ αύτη, Πλάτων μὲν ὅτι ἴθι ἐπὶ τὰς ἀποδιοπομπή‐ σεις, ἴθι ἐπὶ θεῶν ἀποτροπαίων ἱερὰ ἱκέτης·

2

.

18

.

21

ἀρκεῖ κἂν ἐπὶ τὰς τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν συνουσίας ἀποχωρήσας πρὸς τούτῳ γίνῃ ἀντεξετάζων, ἄν τε τῶν ζώντων τινὰ ἔχῃς ἄν τε τῶν ἀποθανόντων.

2

.

18

.

22

ἄπελθε πρὸς Σωκράτη καὶ ἴδε αὐτὸν συγκατακείμενον Ἀλκιβιάδῃ καὶ διαπαίζοντα αὐτοῦ τὴν ὥραν. ἐνθυμήθητι οἵαν νίκην ποτὲ ἔγνω ἐκεῖνος νενικηκότα ἑαυτόν, οἷα Ὀλύμπια, πόστος ἀφ’ Ἡρακλέους ἐγένετο· ἵνα τις, νὴ
5τοὺς θεούς, δικαίως ἀσπάζηται αὐτὸν ‘χαῖρε, παράδοξε‘, οὐχὶ τοὺς σαπροὺς τούτους πύκτας καὶ παγκρατιαστὰς

2

.

18

.

23

οὐδὲ τοὺς ὁμοίους αὐτοῖς, τοὺς μονομάχους. ταῦτα ἀν‐ τιθεὶς νικήσεις τὴν φαντασίαν, οὐχ ἑλκυσθήσῃ ὑπ’ αὐ‐

2

.

18

.

24

τῆς. τὸ πρῶτον δ’ ὑπὸ τῆς ὀξύτητος μὴ συναρπασθῇς, ἀλλ’ εἰπὲ ‘ἔκδεξαί με μικρόν, φαντασία· ἄφες ἴδω τίς

2

.

18

.

25

εἶ καὶ περὶ τίνος, ἄφες σε δοκιμάσω.‘ καὶ τὸ λοιπὸν μὴ ἐφῇς αὐτῇ προάγειν ἀναζωγραφούσῃ τὰ ἑξῆς. εἰ δὲ μή, οἴχεταί σε ἔχουσα ὅπου ἂν θέλῃ. ἀλλὰ μᾶλλον ἄλλην τινὰ ἀντεισάγαγε καλὴν καὶ γενναίαν φαντασίαν καὶ ταύ‐

2

.

18

.

26

την τὴν ῥυπαρὰν ἔκβαλε. κἂν ἐθισθῇς οὕτως γυμνάζε‐ σθαι, ὄψει, οἷοι ὦμοι γίνονται, οἷα νεῦρα, οἷοι τόνοι· νῦν δὲ μόνον τὰ λογάρια καὶ πλέον οὐδὲ ἕν.

2

.

18

.

27

Οὗτός ἐστιν ὁ ταῖς ἀληθείαις ἀσκητὴς ὁ πρὸς τὰς

2

.

18

.

28

τοιαύτας φαντασίας γυμνάζων ἑαυτόν. μεῖνον, τάλας, μὴ συναρπασθῇς. μέγας ὁ ἀγών ἐστιν, θεῖον τὸ ἔργον, ὑπὲρ βασιλείας, ὑπὲρ ἐλευθερίας, ὑπὲρ εὐροίας, ὑπὲρ

2

.

18

.

29

ἀταραξίας. τοῦ θεοῦ μέμνησο, ἐκεῖνον ἐπικαλοῦ βοη‐ θὸν καὶ παραστάτην ὡς τοὺς Διοσκόρους ἐν χειμῶνι οἱ πλέοντες. ποῖος γὰρ μείζων χειμὼν ἢ ὁ ἐκ φαντασιῶν ἰσχυρῶν καὶ ἐκκρουστικῶν τοῦ λόγου; αὐτὸς γὰρ ὁ χει‐

2

.

18

.

30

μὼν τί ἄλλο ἐστὶν ἢ φαντασία; ἐπεί τοι ἆρον τὸν φόβον τοῦ θανάτου καὶ φέρε ὅσας θέλεις βροντὰς καὶ ἀστρα‐ πὰς καὶ γνώσῃ, ὅση γαλήνη ἐστὶν ἐν τῷ ἡγεμονικῷ καὶ

2

.

18

.

31

εὐδία. ἂν δ’ ἅπαξ ἡττηθεὶς εἴπῃς ὅτι ὕστερον νικήσεις, εἶτα πάλιν τὸ αὐτό, ἴσθι ὅτι οὕτως ποθ’ ἕξεις κακῶς καὶ ἀσθενῶς, ὥστε μηδ’ ἐφιστάνειν ὕστερον ὅτι ἁμαρ‐ τάνεις, ἀλλὰ καὶ ἀπολογίας ἄρξῃ πορίζειν ὑπὲρ τοῦ

2

.

18

.

32

πράγματος· καὶ τότε βεβαιώσεις τὸ τοῦ Ἡσιόδου, ὅτι ἀληθές ἐστιν
αἰεὶ δ’ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει.

2

.

19

t

ιθʹ. Πρὸς τοὺς μέχρι λόγου μόνον ἀναλαμβάνοντας τὰ τῶν φιλοσόφων.

2

.

19

.

1

Ὁ κυριεύων λόγος ἀπὸ τοιούτων τινῶν ἀφορμῶν ἠρω‐ τῆσθαι φαίνεται· κοινῆς γὰρ οὔσης μάχης τοῖς τρισὶ τούτοις πρὸς ἄλληλα, τῷ [τὸ] πᾶν παρεληλυθὸς ἀληθὲς ἀναγκαῖον εἶναι καὶ τῷ [ἀ]δυνατῷ ἀδύ‐
5νατον μὴ ἀκολουθεῖν καὶ τῷ [**] δυνατὸν εἶναι ὃ οὔτ’ ἔστιν ἀληθὲς οὔτ’ ἔσται, συνιδὼν τὴν μάχην ταύτην ὁ Διόδωρος τῇ τῶν πρώτων δυεῖν πιθανότητι συνεχρήσατο πρὸς παράστασιν τοῦ μηδὲν εἶναι δυ‐

2

.

19

.

2

νατόν, ὃ οὔτ’ ἔστιν ἀληθὲς οὔτ’ ἔσται. λοιπὸν ὁ
μέν τις ταῦτα τηρήσει τῶν δυεῖν, ὅτι ἔστι τέ τι δυνα‐ τόν, ὃ οὔτ’ ἔστιν ἀληθὲς οὔτ’ ἔσται, καὶ δυνατῷ ἀδύ‐ νατον οὐκ ἀκολουθεῖ· οὐ πᾶν δὲ παρεληλυθὸς ἀληθὲς
5ἀναγκαῖόν ἐστιν, καθάπερ οἱ περὶ Κλεάνθην φέρεσθαι

2

.

19

.

3

δοκοῦσιν, οἷς ἐπὶ πολὺ συνηγόρησεν Ἀντίπατρος. οἱ δὲ τἆλλα δύο, ὅτι δυνατόν τ’ ἐστίν, ὃ οὔτ’ ἔστιν ἀληθὲς οὔτ’ ἔσται, καὶ πᾶν παρεληλυθὸς ἀληθὲς ἀναγκαῖόν

2

.

19

.

4

ἐστιν, δυνατῷ δ’ ἀδύνατον ἀκολουθεῖ. τὰ τρία δ’ ἐκεῖνα τηρῆσαι ἀμήχανον διὰ τὸ κοινὴν εἶναι αὐτῶν μάχην.

2

.

19

.

5

Ἂν οὖν τίς μου πύθηται ‘σὺ δὲ ποῖα αὐτῶν τηρεῖς;‘ ἀποκρινοῦμαι πρὸς αὐτὸν ὅτι οὐκ οἶδα· παρείληφα δ’ ἱστορίαν τοιαύτην, ὅτι Διόδωρος μὲν ἐκεῖνα ἐτήρει, οἱ δὲ περὶ Πανθοίδην οἶμαι καὶ Κλεάνθην τὰ ἄλλα, οἱ δὲ

2

.

19

.

6

περὶ Χρύσιππον τὰ ἄλλα. ‘σὺ οὖν τί;‘ οὐδὲ γέγονα πρὸς τούτῳ, τῷ βασανίσαι τὴν ἐμαυτοῦ φαντασίαν καὶ συγ‐ κρῖναι τὰ λεγόμενα καὶ δόγμα τι ἐμαυτοῦ ποιήσασθαι κατὰ τὸν τόπον. διὰ τοῦτο οὐδὲν διαφέρω τοῦ γραμμα‐

2

.

19

.

7

τικοῦ. ‘τίς ἦν ὁ τοῦ Ἕκτορος πατήρ;‘ ‘Πρίαμος.‘ ‘τίνες ἀδελφοί;‘ ‘Ἀλέξανδρος καὶ Δηίφοβος.‘ ‘μήτηρ δ’ αὐτῶν τίς;‘ ‘Ἑκάβη. παρείληφα ταύτην τὴν ἱστορίαν.‘ ‘παρὰ τίνος;‘ ‘παρ’ Ὁμήρου. γράφει δὲ περὶ τῶν αὐτῶν δοκῶ

2

.

19

.

8

καὶ Ἑλλάνικος καὶ εἴ τις ἄλλος τοιοῦτος.‘ κἀγὼ περὶ τοῦ Κυριεύοντος τί ἄλλο ἔχω ἀνωτέρω; ἀλλ’ ἂν ὦ κε‐ νός, μάλιστα ἐπὶ συμποσίῳ καταπλήσσομαι τοὺς παρόν‐

2

.

19

.

9

τας ἐξαριθμούμενος τοὺς γεγραφότας. ‘γέγραφεν δὲ καὶ Χρύσιππος θαυμαστῶς ἐν τῷ πρώτῳ περὶ Δυνατῶν. καὶ Κλεάνθης δ’ ἰδίᾳ γέγραφεν περὶ τούτου καὶ Ἀρχέδημος. γέγραφεν δὲ καὶ Ἀντίπατρος, οὐ μόνον δ’ ἐν τοῖς περὶ
5Δυνατῶν, ἀλλὰ καὶ κατ’ ἰδίαν ἐν τοῖς περὶ τοῦ Κυριεύ‐

2

.

19

.

10

οντος. οὐκ ἀνέγνωκας τὴν σύνταξιν;‘ ‘οὐκ ἀνέγνωκα.‘ ‘ἀνάγνωθι.‘ καὶ τί ὠφεληθήσεται; φλυαρότερος ἔσται καὶ ἀκαιρότερος ἢ νῦν ἐστιν. σοὶ γὰρ τί ἄλλο προσγέ‐ γονεν ἀναγνόντι; ποῖον δόγμα πεποίησαι κατὰ τὸν τό‐
5πον; ἀλλ’ ἐρεῖς ἡμῖν Ἑλένην καὶ Πρίαμον καὶ τὴν τῆς Καλυψοῦς νῆσον τὴν οὔτε γενομένην οὔτ’ ἐσομένην.

2

.

19

.

11

Καὶ ἐνταῦθα μὲν οὐδὲν μέγα τῆς ἱστορίας κρατεῖν, ἴδιον δὲ δόγμα μηδὲν πεποιῆσθαι. ἐπὶ τῶν ἠθικῶν δὲ

2

.

19

.

12

πάσχομεν αὐτὸ πολὺ μᾶλλον ἢ ἐπὶ τούτων. ‘εἰπέ μοι περὶ ἀγαθῶν καὶ κακῶν.‘ ‘ἄκουε·
Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν.

2

.

19

.

13

τῶν ὄντων τὰ μέν ἐστιν ἀγαθά, τὰ δὲ κακά, τὰ δ’ ἀδιάφορα. ἀγαθὰ μὲν οὖν αἱ ἀρεταὶ καὶ τὰ μετέχοντα αὐτῶν, κακὰ δὲ κακίαι καὶ τὰ μετέ‐ χοντα κακίας, ἀδιάφορα δὲ τὰ μεταξὺ τούτων,
5πλοῦτος, ὑγίεια, ζωή, θάνατος, ἡδονή, πόνος.‘

2

.

19

.

14

‘πόθεν οἶδας;‘ ‘Ἑλλάνικος λέγει ἐν τοῖς Αἰγυπτιακοῖς.‘ τί γὰρ διαφέρει τοῦτο εἰπεῖν ἢ ὅτι Διογένης ἐν τῇ Ἠθι‐ κῇ ἢ Χρύσιππος ἢ Κλεάνθης; βεβασάνικας οὖν τι αὐ‐

2

.

19

.

15

τῶν καὶ δόγμα σεαυτοῦ πεποίησαι; δείκνυε πῶς εἴωθας ἐν πλοίῳ χειμάζεσθαι. μέμνησαι ταύτης τῆς διαιρέσεως, ὅταν ψοφήσῃ τὸ ἱστίον καὶ ἀνακραυγάσαντί σοι κακόσχο‐ λός 〈πωσ〉 παραστὰς εἴπῃ ‘λέγε μοι τοὺς θεούς σοι ἃ
5πρῴην ἔλεγες· μή τι κακία[ς] ἐστὶ τὸ ναυαγῆσαι, μή τι

2

.

19

.

16

κακίας μετέχον;‘ οὐκ ἄρας ξύλον ἐνσείσεις αὐτῷ; ‘τί ἡμῖν καὶ σοί, ἄνθρωπε; ἀπολλύμεθα καὶ σὺ ἐλθὼν παί‐

2

.

19

.

17

ζεις.‘ ἂν δέ σε 〈ὁ〉 Καῖσαρ μεταπέμψηται κατηγορούμενον, μέμνησαι τῆς διαιρέσεως, ἄν τίς σοι εἰσιόντι καὶ ὠχρι‐ ῶντι ἅμα καὶ τρέμοντι προσελθὼν εἴπῃ ‘τί τρέμεις, ἄνθρωπε; περὶ τίνων σοί ἐστιν ὁ λόγος; μή τι ἔσω ὁ
5Καῖσαρ ἀρετὴν καὶ κακίαν τοῖς εἰσερχομένοις δίδωσι;‘

2

.

19

.

18

‘τί μοι ἐμπαίζεις καὶ σὺ πρὸς τοῖς ἐμοῖς κακοῖς;‘ ‘ὅμως, φιλόσοφε, εἰπέ μοι, τί τρέμεις; οὐχὶ θάνατός ἐστι τὸ κινδυνευόμενον ἢ δεσμωτήριον ἢ πόνος τοῦ σώματος ἢ φυγὴ ἢ ἀδοξία; τί γὰρ ἄλλο; μή τι κακία, μή τι μέτοχον

2

.

19

.

19

κακίας; σὺ οὖν τίνα ταῦτα ἔλεγες;‘ ‘τί ἐμοὶ καὶ σοί, ἄνθρωπε; ἀρκεῖ ἐμοὶ τὰ ἐμὰ κακά.‘ καὶ καλῶς λέ‐ γεις. ἀρκεῖ γάρ σοι τὰ σὰ κακά, ἡ ἀγέννεια, ἡ δειλία,
ἡ ἀλαζονεία, ἣν ἠλαζονεύου ἐν τῇ σχολῇ καθήμενος.
5τί τοῖς ἀλλοτρίοις ἐκαλλωπίζου; τί Στωικὸν ἔλεγες σεαυτόν;

2

.

19

.

20

Τηρεῖτε οὕτως ἑαυτοὺς ἐν οἷς ἐπράσσετε καὶ εὑρή‐ σετε τίνος ἔσθ’ αἱρέσεως. τοὺς πλείστους ὑμῶν Ἐπι‐ κουρείους εὑρήσετε, ὀλίγους τινὰς Περιπατητικοὺς καὶ

2

.

19

.

21

τούτους ἐκλελυμένους. ποῦ γὰρ ἵν’ ὑμεῖς τὴν ἀρετὴν πᾶσιν τοῖς ἄλλοις ἴσην ἢ καὶ κρείττονα ἔργῳ ὑπολάβητε;

2

.

19

.

22

Στωικὸν δὲ δείξατέ μοι, εἴ τινα ἔχητε. ποῦ ἢ πῶς; ἀλλὰ τὰ λογάρια τὰ Στωικὰ λέγοντας μυρίους. τὰ γὰρ Ἐπι‐ κούρεια αὐτοὶ οὗτοι χεῖρον λέγουσι; τὰ γὰρ Περιπατη‐

2

.

19

.

23

τικὰ οὐ καὶ αὐτὰ ὁμοίως ἀκριβοῦσιν; τίς οὖν ἐστι Στωι‐ κός; ὡς λέγομεν ἀνδριάντα Φειδιακὸν τὸν τετυπωμένον κατὰ τὴν τέχνην τὴν Φειδίου, οὕτως τινά μοι δείξατε

2

.

19

.

24

κατὰ τὰ δόγματα ἃ λαλεῖ τετυπωμένον. δείξατέ μοί τινα νοσοῦντα καὶ εὐτυχοῦντα, κινδυνεύοντα καὶ εὐ‐ τυχοῦντα, ἀποθνῄσκοντα καὶ εὐτυχοῦντα, πεφυγαδευμέ‐ νον καὶ εὐτυχοῦντα, ἀδοξοῦντα καὶ εὐτυχοῦντα. δείξατ’·

2

.

19

.

25

ἐπιθυμῶ τινα νὴ τοὺς θεοὺς ἰδεῖν Στωικόν. ἀλλ’ οὐκ ἔχετε τὸν τετυπωμένον δεῖξαι· τόν γε τυπούμενον δεί‐ ξατε, τὸν ἐπὶ ταῦτα κεκλικότα. εὐεργετήσατέ με· μὴ
φθονήσητε ἀνθρώπῳ γέροντι ἰδεῖν θέαμα, ὃ μέχρι νῦν

2

.

19

.

26

οὐκ εἶδον. οἴεσθε ὅτι τὸν Δία τὸν Φειδίου δείξετε ἢ τὴν Ἀθηνᾶν, ἐλεφάντινον καὶ χρυσοῦν κατασκεύασμα. ψυχὴν δειξάτω τις ὑμῶν ἀνθρώπου θέλοντος ὁμογνωμονῆσαι τῷ θεῷ καὶ μηκέτι μήτε θεὸν μήτ’ ἄνθρωπον μέμφε‐
5σθαι, μὴ ἀποτυχεῖν τινος, μὴ περιπεσεῖν τινι, μὴ ὀρ‐ γισθῆναι, μὴ φθονῆσαι, μὴ ζηλοτυπῆσαι (τί γὰρ δεῖ

2

.

19

.

27

περιπλέκειν;), θεὸν ἐξ ἀνθρώπου ἐπιθυμοῦντα γενέσθαι καὶ ἐν τῷ σωματίῳ τούτῳ τῷ νεκρῷ περὶ τῆς πρὸς τὸν Δία κοινωνίας βουλευόμενον. δείξατε. ἀλλὰ οὐκ ἔχετε.

2

.

19

.

28

τί οὖν αὑτοῖς ἐμπαίζετε καὶ τοὺς ἄλλους κυβεύετε; καὶ περιθέμενοι σχῆμα ἀλλότριον περιπατεῖτε κλέπται καὶ λωποδύται τούτων τῶν οὐδὲν προσηκόντων ὀνομάτων καὶ πραγμάτων;

2

.

19

.

29

Καὶ νῦν ἐγὼ μὲν παιδευτής εἰμι ὑμέτερος, ὑμεῖς δὲ παρ’ ἐμοὶ παιδεύεσθε. κἀγὼ μὲν ἔχω ταύτην 〈τὴν〉 ἐπι‐ βολήν, ἀποτελέσαι ὑμᾶς ἀκωλύτους, ἀναναγκάστους, ἀπαραποδίστους, ἐλευθέρους, εὐροοῦντας, εὐδαιμονοῦν‐
5τας, εἰς τὸν θεὸν ἀφορῶντας ἐν παντὶ καὶ μικρῷ καὶ μεγάλῳ· ὑμεῖς δὲ ταῦτα μαθησόμενοι καὶ μελετήσοντες

2

.

19

.

30

πάρεστε. διὰ τί οὖν οὐκ ἀνύετε τὸ ἔργον, εἰ καὶ ὑμεῖς ἔχετ’ ἐπιβολὴν οἵαν δεῖ κἀγὼ πρὸς τῇ ἐπιβολῇ καὶ παρα‐

2

.

19

.

31

σκευὴν οἵαν δεῖ; τί τὸ λεῖπόν ἐστιν; ὅταν ἴδω τέκτονα,
ὅτῳ ὕλη πάρεστιν παρακειμένη, ἐκδέχομαι τὸ ἔργον. καὶ ἐνθάδε τοίνυν ὁ τέκτων ἐστίν, ἡ ὕλη ἐστίν· τί ἡμῖν λεί‐

2

.

19

.

32

πει; οὐκ ἔστι διδακτὸν τὸ πρᾶγμα; διδακτόν. οὐκ ἔστιν οὖν ἐφ’ ἡμῖν; μόνον μὲν οὖν τῶν ἄλλων πάντων. οὔτε πλοῦτός ἐστιν ἐφ’ ἡμῖν οὔθ’ ὑγίεια οὔτε δόξα οὔτε ἄλλο τι ἁπλῶς πλὴν ὀρθὴ χρῆσις φαντασιῶν. τοῦτο ἀκώλυτον

2

.

19

.

33

φύσει μόνον, τοῦτο ἀνεμπόδιστον. διὰ τί οὖν οὐκ ἀνύετε; εἴπατέ μοι τὴν αἰτίαν. ἢ γὰρ παρ’ ἐμὲ γίνεται ἢ παρ’ ὑμᾶς ἢ παρὰ τὴν φύσιν τοῦ πράγματος. αὐτὸ τὸ πρᾶγμα ἐνδεχόμενον καὶ μόνον ἐφ’ ἡμῖν. λοιπὸν οὖν ἢ παρ’ ἐμέ
5ἐστιν ἢ παρ’ ὑμᾶς ἤ, ὅπερ ἀληθέστερον, παρ’ ἀμφοτέρους.

2

.

19

.

34

τί οὖν; θέλετε ἀρξώμεθά ποτε τοιαύτην ἐπιβολὴν κομί‐ ζειν ἐνταῦθα; τὰ μέχρι νῦν ἀφῶμεν. ἀρξώμεθα μόνον, πιστεύσατέ μοι, καὶ ὄψεσθε.

2

.

20

t

κʹ. Πρὸς Ἐπικουρείους καὶ Ἀκαδημαικούς.

2

.

20

.

1

Τοῖς ὑγιέσι καὶ ἐναργέσιν ἐξ ἀνάγκης καὶ οἱ ἀντιλέ‐ γοντες προσχρῶνται. καὶ σχεδὸν τοῦτο μέγιστον ἄν τις ποιήσαιτο τεκμήριον τοῦ ἐναργές τι εἶναι, τὸ ἐπάναγκες εὑρίσκεσθαι καὶ τῷ ἀντιλέγοντι συγχρήσασθαι αὐτῷ·

2

.

20

.

2

οἷον εἴ τις ἀντιλέγοι τῷ εἶναί τι καθολικὸν ἀληθές, δῆλον ὅτι τὴν ἐναντίαν ἀπόφασιν οὗτος ὀφείλει ποι‐ ήσασθαι· οὐδέν ἐστι καθολικὸν ἀληθές. ἀνδρά‐

2

.

20

.

3

ποδον, οὐδὲ τοῦτο. τί γὰρ ἄλλο ἐστὶ τοῦτο ἢ οἷον εἴ

2

.

20

.

4

τι ἔστι καθολικόν, ψεῦδός ἐστιν; πάλιν ἄν τις παρελθὼν λέγῃ ‘γίγνωσκε, ὅτι οὐδέν ἐστι γνωστόν, ἀλλὰ πάντα ἀτέκμαρτα‘ ἢ ἄλλος ὅτι ‘πίστευσόν μοι καὶ ὠφε‐ ληθήσῃ· οὐδὲν δεῖ ἀνθρώπῳ πιστεύειν‘ ἢ πάλιν ἄλλος
5‘μάθε παρ’ ἐμοῦ, ἄνθρωπε, ὅτι οὐδὲν ἐνδέχεται μαθεῖν·

2

.

20

.

5

ἐγώ σοι λέγω τοῦτο καὶ διδάξω σε, ἐὰν θέλῃσ‘· τίνι οὖν τούτων διαφέρουσιν οὗτοι—τίνες ποτέ; —οἱ Ἀκαδημαικοὺς αὑτοὺς λέγοντες; ‘ὦ ἄνθρωποι, συγκα‐ τάθεσθε ὅτι οὐδεὶς συγκατατίθεται· πιστεύσατε ἡμῖν
5ὅτι οὐδεὶς πιστεύει οὐδενί.‘

2

.

20

.

6

Οὕτως καὶ Ἐπίκουρος, ὅταν ἀναιρεῖν θέλῃ τὴν φυ‐ σικὴν κοινωνίαν ἀνθρώποις πρὸς ἀλλήλους, αὐτῷ τῷ

2

.

20

.

7

ἀναιρουμένῳ συγχρῆται. τί γὰρ λέγει; ‘μὴ ἐξαπα‐ τᾶσθε, ἄνθρωποι, μηδὲ παράγεσθε μηδὲ δια‐ πίπτετε· οὐκ ἔστι φυσικὴ κοινωνία τοῖς λογι‐ κοῖς πρὸς ἀλλήλους· πιστεύσατέ μοι. οἱ δὲ τὰ
5ἕτερα λέγοντες ἐξαπατῶσιν ὑμᾶς καὶ παραλογί‐

2

.

20

.

8

ζονται.‘ τί οὖν σοι μέλει; ἄφες ἡμᾶς ἐξαπατηθῆναι. μή τι χεῖρον ἀπαλλάξεις, ἂν πάντες οἱ ἄλλοι πεισθῶμεν, ὅτι φυσική ἐστιν ἡμῖν κοινωνία πρὸς ἀλλήλους καὶ ταύ‐ την δεῖ παντὶ τρόπῳ φυλάσσειν; καὶ πολὺ κρεῖσσον

2

.

20

.

9

καὶ ἀσφαλέστερον. ἄνθρωπε, τί ὑπὲρ ἡμῶν φροντίζεις,
τί δι’ ἡμᾶς ἀγρυπνεῖς, τί λύχνον ἅπτεις, τί ἐπανίστασαι, τί τηλικαῦτα βιβλία συγγράφεις; μή τις ἡμῶν ἐξαπα‐ τηθῇ περὶ θεῶν ὡς ἐπιμελουμένων ἀνθρώπων ἢ μή τις

2

.

20

.

10

ἄλλην οὐσίαν ὑπολάβῃ τοῦ ἀγαθοῦ ἢ ἡδονήν; εἰ γὰρ οὕτως ταῦτα ἔχει, βαλὼν κάθευδε καὶ τὰ τοῦ σκώληκος ποίει, ὧν ἄξιον ἔκρινας σεαυτόν· ἔσθιε καὶ πῖνε καὶ

2

.

20

.

11

συνουσίαζε καὶ ἀφόδευε καὶ ῥέγκε. τί δὲ σοὶ μέλει, πῶς οἱ ἄλλοι ὑπολήψονται περὶ τούτων, πότερον ὑγιῶς ἢ οὐχ ὑγιῶς; τί γὰρ σοὶ καὶ ἡμῖν; τῶν γὰρ προβάτων σοι μέλει, ὅτι παρέχει ἡμῖν αὑτὰ καρησόμενα καὶ ἀμελχθη‐

2

.

20

.

12

σόμενα καὶ τὸ τελευταῖον κατακοπησόμενα; οὐχὶ δ’ εὐ‐ κταῖον ἦν, εἰ ἐδύναντο οἱ ἄνθρωποι κατακηληθέντες καὶ ἐπᾳσθέντες ὑπὸ τῶν Στωικῶν ἀπονυστάζειν καὶ παρ‐ έχειν σοι καὶ τοῖς ὁμοίοις καρησομένους καὶ ἀμελχθη‐

2

.

20

.

13

σομένους ἑαυτούς; πρὸς γὰρ τοὺς Συνεπικουρείους ἔδει σε ταῦτα λέγειν, οὐχὶ δὲ πρὸς ἐκείνους † ἀποκρύπτεσθαι, πολὺ μάλιστ’ ἐκείνους πρὸ πάντων ἀναπείθειν, ὅτι φύ‐ σει κοινωνικοὶ γεγόναμεν, ὅτι ἀγαθὸν ἡ ἐγκράτεια, ἵνα

2

.

20

.

14

σοι πάντα τηρῆται; ἢ πρός τινας μὲν δεῖ φυλάττειν ταύτην τὴν κοινωνίαν, πρός τινας δ’ οὔ; πρὸς τίνας οὖν δεῖ τηρεῖν; πρὸς τοὺς ἀντιτηροῦντας ἢ πρὸς τοὺς παραβατικῶς αὐτῆς ἔχοντας; καὶ τίνες παραβατικώτερον
5αὐτῆς ἔχουσιν ὑμῶν τῶν ταῦτα διειληφότων;

2

.

20

.

15

Τί οὖν ἦν τὸ ἐγεῖρον αὐτὸν ἐκ τῶν ὕπνων καὶ ἀναγ‐ κάζον γράφειν ἃ ἔγραφεν; τί γὰρ ἄλλο ἢ τὸ πάντων τῶν ἐν ἀνθρώποις ἰσχυρότατον, ἡ φύσις ἕλκουσα ἐπὶ

2

.

20

.

16

τὸ αὑτῆς βούλημα ἄκοντα καὶ στένοντα; ‘ὅτι γὰρ δοκεῖ σοι ταῦτα τὰ ἀκοινώνητα, γράψον αὐτὰ καὶ ἄλλοις ἀπό‐ λιπε καὶ ἀγρύπνησον δι’ αὐτὰ καὶ αὐτὸς ἔργῳ κατήγο‐

2

.

20

.

17

ρος γενοῦ τῶν σαυτοῦ δογμάτων.‘ εἶτα Ὀρέστην μὲν ὑπὸ Ἐρινύων ἐλαυνόμενον φῶμεν ἐκ τῶν ὕπνων ἐξεγεί‐ ρεσθαι· τούτῳ δ’ οὐ χαλεπώτεραι αἱ Ἐρινύες καὶ Ποι‐ ναί; ἐξήγειρον καθεύδοντα καὶ οὐκ εἴων ἠρεμεῖν, ἀλλ’
5ἠνάγκαζον ἐξαγγέλλειν τὰ αὑτοῦ κακὰ ὥσπερ τοὺς Γάλ‐

2

.

20

.

18

λους ἡ μανία καὶ ὁ οἶνος. οὕτως ἰσχυρόν τι καὶ ἀνίκη‐ τόν ἐστιν ἡ φύσις ἡ ἀνθρωπίνη. πῶς γὰρ δύναται ἄμ‐ πελος μὴ ἀμπελικῶς κινεῖσθαι, ἀλλ’ ἐλαικῶς, ἢ ἐλαία πάλιν μὴ ἐλαικῶς, ἀλλ’ ἀμπελικῶς; ἀμήχανον, ἀδιανό‐

2

.

20

.

19

ητον. οὐ τοίνυν οὐδ’ ἄνθρωπον οἷόν τε παντελῶς ἀπ‐ ολέσαι τὰς κινήσεις τὰς ἀνθρωπικὰς καὶ οἱ ἀποκοπτόμε‐ νοι τάς γε προθυμίας τὰς τῶν ἀνδρῶν ἀποκόψασθαι οὐ

2

.

20

.

20

δύνανται. οὕτως καὶ Ἐπίκουρος τὰ μὲν ἀνδρὸς πάντ’ ἀπεκόψατο καὶ τὰ οἰκοδεσπότου καὶ πολίτου καὶ φίλου, τὰς δὲ προθυμίας τὰς ἀνθρωπικὰς οὐκ ἀπεκόψατο· οὐ γὰρ ἠδύνατο, οὐ μᾶλλον ἢ οἱ ἀταλαίπωροι Ἀκαδημαικοὶ
5τὰς αἰσθήσεις τὰς αὑτῶν ἀποβαλεῖν ἢ ἀποτυφλῶσαι δύ‐ νανται καίτοι τοῦτο μάλιστα πάντων ἐσπουδακότες.

2

.

20

.

21

† Τίς ἢ ἀτυχίας; λαβών τις παρὰ τῆς φύσεως μέτρα καὶ κανόνας εἰς ἐπίγνωσιν τῆς ἀληθείας οὐ προσφιλο‐
τεχνεῖ τούτοις προσθεῖναι καὶ προσεξεργάσασθαι τὰ λ〈ε〉ίποντα, ἀλλὰ πᾶν τοὐναντίον, εἴ τι καὶ ἔχει γνωριστι‐

2

.

20

.

22

κὸν τῆς ἀληθείας, ἐξαιρεῖν πειρᾶται καὶ ἀπολλύειν. τί λέγεις, φιλόσοφε; τὸ εὐσεβὲς καὶ τὸ ὅσιον ποῖόν τί σοι φαίνεται; ‘ἂν θέλῃς, κατασκευάσω ὅτι ἀγαθόν.‘ ναὶ κατασκεύασον, ἵν’ οἱ πολῖται ἡμῶν ἐπιστραφέντες τι‐
5μῶσι τὸ θεῖον καὶ παύσωνταί ποτε ῥᾳθυμοῦντες περὶ τὰ μέγιστα. ‘ἔχεις οὖν τὰς κατασκευάς;‘ ἔχω καὶ χάριν

2

.

20

.

23

οἶδα. ‘ἐπεὶ οὖν ταῦτά σοι λίαν ἀρέσκει, λάβε τὰ ἐναντία· ὅτι 〈θεοὶ〉 οὔτ’ εἰσίν, εἴ τε καὶ εἰσίν, οὐκ ἐπι‐ μελοῦνται ἀνθρώπων οὐδὲ κοινόν τι ἡμῖν ἐστι πρὸς αὐτοὺς τό τ’ εὐσεβὲς τοῦτο καὶ ὅσιον παρὰ
5τοῖς πολλοῖς ἀνθρώποις λαλούμενον κατάψευ‐ σμά ἐστιν ἀλαζόνων ἀνθρώπων καὶ σοφιστῶν ἢ νὴ Δία νομοθετῶν εἰς φόβον καὶ ἐπίσχεσιν τῶν

2

.

20

.

24

ἀδικούντων.‘ εὖ, φιλόσοφε· ὠφέλησας ἡμῶν τοὺς πο‐ λίτας, ἀνεκτήσω τοὺς νέους ῥέποντας ἤδη πρὸς κατα‐

2

.

20

.

25

φρόνησιν τῶν θείων. ‘τί οὖν; οὐκ ἀρέσκει σοι ταῦ‐ τα; λάβε νῦν, πῶς ἡ δικαιοσύνη οὐδέν ἐστιν, πῶς ἡ αἰδὼς μωρία ἐστίν, πῶς πατὴρ οὐδέν ἐστιν,

2

.

20

.

26

πῶς ὁ υἱὸς οὐδέν ἐστιν.‘ εὖ, φιλόσοφε· ἐπίμενε, πεῖθε τοὺς νέους, ἵνα πλείονας ἔχωμεν ταὐτά σοι πεπονθότας καὶ λέγοντας. ἐκ τούτων τῶν λόγων ηὐξήθησαν ἡμῖν αἱ εὐν〈ομ〉ούμεναι πόλεις, Λακεδαίμων διὰ τούτους τοὺς λό‐
5γους ἐγένετο, Λυκοῦργος ταῦτα τὰ πείσματα ἐνεποίησεν αὐτοῖς διὰ τῶν νόμων αὐτοῦ καὶ τῆς παιδείας, ὅτι οὔτε τὸ δουλεύειν αἰσχρόν ἐστι μᾶλλον ἢ καλὸν οὔτε τὸ ἐλευθέρους εἶναι καλὸν μᾶλλον ἢ αἰσχρόν, οἱ ἐν Θερμο‐ πύλαις ἀποθανόντες διὰ ταῦτα τὰ δόγματα ἀπέθανον,
10Ἀθηναῖοι δὲ τὴν πόλιν διὰ ποίους ἄλλους λόγους ἀπέ‐

2

.

20

.

27

λιπον; εἶτα οἱ λέγοντες ταῦτα γαμοῦσι καὶ παιδοποι‐ οῦνται καὶ πολιτεύονται καὶ ἱερεῖς καθιστᾶσιν αὑτοὺς καὶ προφήτας. τίνων; τῶν οὐκ ὄντων· καὶ τὴν Πυθίαν ἀνακρίνουσιν αὐτοί, ἵνα τὰ ψευδῆ πύθωνται, καὶ ἄλλοις
5τοὺς χρησμοὺς ἐξηγοῦνται. ὦ μεγάλης ἀναισχυντίας καὶ γοητείας.

2

.

20

.

28

Ἄνθρωπε, τί ποιεῖς; αὐτὸς σεαυτὸν ἐξελέγχεις καθ’ ἡμέραν καὶ οὐ θέλεις ἀφεῖναι τὰ ψυχρὰ ταῦτα ἐπιχειρή‐ ματα; ἐσθίων ποῦ φέρεις τὴν χεῖρα; εἰς τὸ στόμα ἢ εἰς τὸν ὀφθαλμόν; λουόμενος ποῦ ἐμβαίνεις; πότε τὴν χύ‐

2

.

20

.

29

τραν εἶπες λο[υ]πάδα ἢ τὴν τορύνην ὀβελίσκον; εἴ τινος αὐτῶν δοῦλος ἤμην, εἰ καὶ ἔδει με καθ’ ἡμέραν ὑπ’ αὐτοῦ ἐκδέρεσθαι, ἐγὼ ἂν αὐτὸν ἐστρέβλουν. ‘βάλε ἐλά‐
διον, παιδάριον, εἰς τὸ βαλανεῖον.‘ ἔβαλον ἂν γάριον
5καὶ ἀπελθὼν κατὰ τῆς κεφαλῆς αὐτοῦ κατέχεον. ‘τί τοῦτο;‘ ‘φαντασία μοι ἐγένετο ἐλαίου ἀδιάκριτος, ὁμοιο‐

2

.

20

.

30

τάτη, νὴ τὴν σὴν τύχην.‘ ‘δὸς ὧδε τὴν πτισάνην.‘ ἤνεγκα ἂν αὐτῷ γεμίσας παροψίδα ὀξογάρου. ‘οὐκ ᾔτησα τὴν πτισάνην;‘ ‘ναὶ κύριε· τοῦτο πτισάνη ἐστίν.‘ ‘τοῦτο οὐκ ἔστιν ὀξόγαρον;‘ ‘τί μᾶλλον ἢ πτισάνη;‘ ‘λάβε καὶ ὀσφράν‐
5θητι, λάβε καὶ γεῦσαι.‘ ‘πόθεν οὖν οἶδας, εἰ αἱ αἰσθή‐

2

.

20

.

31

σεις ἡμᾶς ψεύδονται;‘ τρεῖς, τέσσαρας τῶν συνδούλων 〈εἰ〉 ἔσχον ὁμονοοῦντας, ἀπάγξασθαι ἂν αὐτὸν ἐποίησα ῥηγνύμενον ἢ μεταθέσθαι. νῦν δ’ ἐντρυφῶσιν ἡμῖν τοῖς μὲν παρὰ τῆς φύσεως διδομένοις πᾶσι χρώμενοι,
5λόγῳ δ’ αὐτὰ ἀναιροῦντες.

2

.

20

.

32

Εὐχάριστοί γ’ ἄνθρωποι καὶ αἰδήμονες. εἰ μηδὲν ἄλλο καθ’ ἡμέραν ἄρτους ἐσθίοντες τολμῶσι λέγειν ὅτι ‘οὐκ οἴδαμεν, εἰ ἔστι τις Δημήτηρ ἢ Κόρη ἢ Πλούτων‘·

2

.

20

.

33

ἵνα μὴ λέγω, ὅτι νυκτὸς καὶ ἡμέρας ἀπολαύοντες καὶ μεταβολῶν τοῦ ἔτους καὶ ἄστρων καὶ θαλάσσης καὶ γῆς καὶ τῆς παρ’ ἀνθρώπων συνεργ[ε]ίας ὑπ’ οὐδενὸς τού‐ των οὐδὲ κατὰ ποσὸν ἐπιστρέφονται, ἀλλὰ μόνον ἐξε‐
5μέσαι τὸ προβλημάτιον ζητοῦσι καὶ τὸν στόμαχον γυ‐

2

.

20

.

34

μνάσαντες ἀπελθεῖν εἰς βαλανεῖον. τί δ’ ἐροῦσι καὶ περὶ
τίνων ἢ πρὸς τίνας καὶ τί ἔσται αὐτοῖς ἐκ τῶν λόγων τούτων, οὐδὲ κατὰ βραχὺ πεφροντίκασι· μή τι νέος εὐ‐ γενὴς ἀκούσας τῶν λόγων τούτων πάθῃ τι ὑπ’ αὐτῶν
5ἢ καὶ παθὼν πάντ’ ἀπολέσῃ τὰ τῆς εὐγενείας σπέρματα·

2

.

20

.

35

μή τινι μοιχεύοντι ἀφορμὰς παράσχωμεν τοῦ ἀπαναι‐ σχυντῆσαι πρὸς τὰ γινόμενα· μή τις τῶν νοσφιζομένων τὰ δημόσια εὑρεσιλογίας τινὸς ἐπιλάβηται ἀπὸ τῶν λό‐ γων τούτων· μή τις τῶν αὑτοῦ γονέων ἀμελῶν θράσος
5τι καὶ ἀπὸ τούτων προσλάβῃ. τί οὖν κατὰ σὲ ἀγαθὸν ἢ

2

.

20

.

36

κακόν, 〈αἰσχρὸν〉 ἢ καλόν; ταῦτα ἢ ταῦτα; τί οὖν; ἔτι τούτων τις ἀντιλέγει τινὶ ἢ λόγον δίδωσιν ἢ λαμβάνει

2

.

20

.

37

ἢ μεταπείθειν πειρᾶται; πολὺ νὴ Δία μᾶλλον τοὺς κι‐ ναίδους ἐλπίσαι τις ἂν μεταπείσειν ἢ τοὺς ἐπὶ τοσοῦτον ἀποκεκωφωμένους καὶ ἀποτετυφλωμένους.

2

.

21

t

καʹ. Περὶ ἀνομολογίας.

2

.

21

.

1

Τῶν περὶ αὑτοὺς κακῶν τὰ μὲν ῥᾳδίως ὁμολογοῦσιν ἄνθρωποι, τὰ δ’ οὐ ῥᾳδίως. οὐδεὶς οὖν ὁμολογήσει ὅτι ἄφρων ἐστὶν ἢ ἀνόητος, ἀλλὰ πᾶν τοὐναντίον πάντων ἀκούσεις λεγόντων ‘ὤφελον ὡς φρένας ἔχω οὕτως καὶ

2

.

21

.

2

τύχην εἶχον‘. δειλοὺς δὲ ῥᾳδίως ἑαυτοὺς ὁμολογοῦσι καὶ λέγουσιν ‘ἐγὼ δειλότερός εἰμι, ὁμολογῶ· τὰ δ’ ἄλλ’

2

.

21

.

3

οὐχ εὑρήσεις με μωρὸν ἄνθρωπον‘. ἀκρατῆ οὐ ῥᾳδίως ὁμολογήσει τις, ἄδικον οὐδ’ ὅλως, φθονερὸν οὐ πάνυ ἢ

2

.

21

.

4

περίεργον, ἐλεήμονα οἱ πλεῖστοι. τί οὖν τὸ αἴτιον; τὸ μὲν κυριώτατον ἀνομολογία καὶ ταραχὴ ἐν τοῖς περὶ ἀγαθῶν καὶ κακῶν, ἄλλοις δ’ ἄλλα αἴτια καὶ σχεδὸν ὅσα ἂν αἰσχρὰ φαντάζωνται, ταῦτα οὐ πάνυ ὁμολογοῦσι·

2

.

21

.

5

τὸ δὲ δειλὸν εἶναι εὐγνώμονος ἤθους φαντάζονται καὶ τὸ ἐλεήμονα, τὸ δ’ ἠλίθιον εἶναι παντελῶς ἀνδραπόδου· καὶ τὰ περὶ κοινωνίαν δὲ πλημμελήματα οὐ πάνυ προσ‐

2

.

21

.

6

ίενται. ἐπὶ δὲ τῶν πλείστων ἁμαρτημάτων κατὰ τοῦτο μάλιστα φέρονται ἐπὶ τὸ ὁμολογεῖν αὐτά, ὅτι φαντάζον‐ ταί τι ἐν αὐτοῖς εἶναι ἀκούσιον καθάπερ ἐν τῷ δειλῷ

2

.

21

.

7

καὶ ἐλεήμονι. κἂν ἀκρατῆ που παρομολογῇ τις αὑτόν, ἔρωτα προσέθηκεν, ὥστε συγγνωσθῆναι ὡς ἐπ’ ἀκουσίῳ. τὸ δ’ ἄδικον οὐδαμῶς φαντάζονται ἀκούσιον. ἔνι τι καὶ τῷ ζηλοτύπῳ, ὡς οἴονται, τοῦ ἀκουσίου· διὰ τοῦτο καὶ
5περὶ τούτου παρομολογοῦσιν.

2

.

21

.

8

Ἐν οὖν τοιούτοις ἀνθρώποις ἀναστρεφόμενον, οὕτως τεταραγμένοις, οὕτως οὐκ εἰδόσιν οὔθ’ ὅ τι λέγουσιν οὔθ’ ὅ τι ἔχουσιν κακὸν ἢ 〈εἰ〉 ἔχουσιν ἢ παρὰ τί ἔχου‐ σιν ἢ πῶς παύσονται αὐτῶν, καὶ αὐτὸν οἶμαι ἐφιστά‐

2

.

21

.

9

νειν ἄξιον συνεχὲς ‘μή που καὶ αὐτὸς εἷς εἰμι ἐκείνων; τίνα φαντασίαν ἔχω περὶ ἐμαυτοῦ; πῶς ἐμαυτῷ χρῶμαι; μή τι καὶ αὐτὸς ὡς φρονίμῳ, μή τι καὶ αὐτὸς ὡς ἐγκρα‐ τεῖ; μὴ καὶ αὐτὸς λέγω ποτὲ ταῦτα, ὅτι εἰς τὸ ἐπιὸν

2

.

21

.

10

πεπαίδευμαι; ἔχω ἣν δεῖ συναίσθησιν τὸν μηδὲν εἰδότα, ὅτι οὐδὲν οἶδα; ἔρχομαι πρὸς τὸν διδάσκαλον ὡς ἐπὶ τὰ χρηστήρια πείθεσθαι παρεσκευασμένος; ἢ καὶ αὐτὸς κορύζης μεστὸς εἰς τὴν σχολὴν εἰσέρχομαι μόνην τὴν
5ἱστορίαν μαθησόμενος καὶ τὰ βιβλία νοήσων, ἃ πρότε‐ ρον οὐκ ἐνόουν, ἂν δ’ οὕτως τύχῃ, καὶ ἄλλοις ἐξηγησό‐

2

.

21

.

11

μενος;‘ ἄνθρωπ’, ἐν οἴκῳ διαπεπύκτευκας τῷ δουλαρίῳ, τὴν οἰκίαν ἀνάστατον πεποίηκας, τοὺς γείτονας συντε‐ τάραχας· καὶ ἔρχῃ μοι καταστολὰς ποιήσας ὡς σοφὸς καὶ καθήμενος κρίνεις, πῶς ἐξηγησάμην τὴν λέξιν, πῶς

2

.

21

.

12

τί ποτ’ ἐφλυάρησα τὰ ἐπελθόντα μοι; φθονῶν ἐλήλυθας, τεταπεινωμένος, ὅτι σοι ἐξ οἴκου φέρεται οὐδέν, καὶ κάθῃ μεταξὺ λεγομένων τῶν λόγων αὐτὸς οὐδὲν ἄλλο ἐνθυμούμενος ἢ πῶς ὁ πατὴρ τὰ πρός σε ἢ πῶς ὁ ἀδελ‐

2

.

21

.

13

φός; ‘τί λέγουσιν οἱ ἐκεῖ ἄνθρωποι περὶ ἐμοῦ; νῦν οἴ‐ ονταί με προκόπτειν καὶ λέγουσιν ὅτι „ἥξει ἐκεῖνος

2

.

21

.

14

πάντα εἰδώσ“. ἤθελόν πώς ποτε πάντα μαθὼν ἐπαν‐ ελθεῖν, ἀλλὰ πολλοῦ πόνου χρεία καὶ οὐδεὶς οὐδὲν πέμπει καὶ ἐν Νικοπόλει σαπρῶς λούει τὰ βαλανεῖα καὶ ἐν οἴκῳ κακῶς καὶ ὧδε κακῶς.‘

2

.

21

.

15

Εἶτα λέγουσιν ‘οὐδεὶς ὠφελεῖται ἐκ τῆς σχολῆσ‘. τίς γὰρ ἔρχεται εἰς σχολήν, τίς γάρ, ὡς θεραπευθησόμενος; τίς ὡς παρέξων αὑτοῦ τὰ δόγματα ἐκκαθαρθησόμενα,

2

.

21

.

16

τίς συναισθησόμενος τίνων δεῖται; τί οὖν θαυμάζετ’, εἰ ἃ φέρετ’ εἰς τὴν σχολήν, αὐτὰ ταῦτα ἀποφέρετε πάλιν;
οὐ γὰρ ὡς ἀποθησόμενοι ἢ ἐπανορθώσοντες ἢ ἄλλ’ ἀντ’

2

.

21

.

17

αὐτῶν ληψόμενοι ἔρχεσθε. πόθεν; οὐδ’ ἐγγύς. ἐκεῖνο γοῦν βλέπετε μᾶλλον, εἰ ἐφ’ ὃ ἔρχεσθε τοῦτο ὑμῖν γί‐ νεται. θέλετε λαλεῖν περὶ τῶν θεωρημάτων. τί οὖν; οὐ φλυαρότεροι γίνεσθε; οὐχὶ δὲ παρέχει τινὰ ὕλην ὑμῖν
5πρὸς τὸ ἐπιδείκνυσθαι τὰ θεωρημάτια; 〈οὐ〉 συλλο‐ γισμοὺς ἀναλύετε, μεταπίπτοντας; οὐκ ἐφοδεύετε Ψευ‐ δομένου λήμματα, ὑποθετικούς; τί οὖν ἔτι ἀγανακτεῖτε

2

.

21

.

18

εἰ ἐφ’ ἃ πάρεστε, ταῦτα λαμβάνετε; ‘ναί· ἀλλ’ ἂν ἀποθά‐ νῃ μου τὸ παιδίον ἢ ὁ ἀδελφὸς ἢ ἐμὲ ἀποθνῄσκειν δέῃ

2

.

21

.

19

ἢ στρεβλοῦσθαι, τί με τὰ τ〈οι〉αῦτα ὠφελήσει;‘ μὴ γὰρ ἐπὶ τοῦτο ἦλθες, μὴ γὰρ τούτου ἕνεκά μοι παρακάθη‐ σαι, μὴ γὰρ διὰ τοῦτό ποτε λύχνον ἧψας ἢ ἠγρύπνησας; ἢ εἰς τὸν περίπατον ἐξελθὼν προέβαλές ποτε σαυτῷ
5φαντασίαν τινὰ ἀντὶ συλλογισμοῦ καὶ ταύτην κοινῇ

2

.

21

.

20

ἐφωδεύσατε; ποῦ ποτε; εἶτα λέγετε ‘ἄχρηστα τὰ θεωρή‐ ματα‘. τίσιν; τοῖς οὐχ ὡς δεῖ χρωμένοις. τὰ γὰρ κολλύ‐ ρια οὐκ ἄχρηστα τοῖς ὅτε δεῖ καὶ ὡς δεῖ ἐγχριομένοις, τὰ μαλάγματα δ’ οὐκ ἄχρηστα, οἱ ἁλτῆρες οὐκ ἄχρηστοι,

2

.

21

.

21

ἀλλὰ τισὶν ἄχρηστοι, τισὶν πάλιν χρήσιμοι. ἄν μου πυνθάνῃ νῦν ‘χρήσιμοί εἰσιν οἱ συλλογισμοί;‘ ἐρῶ σοι ὅτι χρήσιμοι, κἂν θέλῃς, ἀποδείξω, πῶς. ‘ἐμὲ οὖν τι ὠφελήκασιν;‘ ἄνθρωπε, μὴ γὰρ ἐπύθου, εἰ σοὶ χρήσιμοι,

2

.

21

.

22

ἀλλὰ καθόλου; πυθέσθω μου καὶ ὁ δυσεντερικός, εἰ χρήσιμον ὄξος, ἐρῶ ὅτι χρήσιμον. ‘ἐμοὶ οὖν χρήσιμον;‘ ἐρῶ ‘οὔ‘. ζήτησον πρῶτον σταλῆναί σου τὸ ῥεῦμα, τὰ ἑλκύδρια ἀπουλωθῆναι. καὶ ὑμεῖς, ἄνδρες, τὰ ἕλκη πρῶ‐
5τον θεραπεύετε, τὰ ῥεύματα ἐπιστήσατε, ἠρεμήσατε τῇ διανοίᾳ, ἀπερίσπαστον αὐτὴν ἐνέγκατε εἰς τὴν σχολήν· καὶ γνώσεσθε οἵαν ἰσχὺν ὁ λόγος ἔχει.

2

.

22

t

κβʹ. Περὶ φιλίας.

2

.

22

.

1

Περὶ ἅ τις ἐσπούδακεν, φιλεῖ ταῦτα εἰκότως. μή τι οὖν περὶ τὰ κακὰ ἐσπουδάκασιν οἱ ἄνθρωποι; οὐδαμῶς. ἀλλὰ μή τι περὶ τὰ μηδὲν πρὸς αὐτούς; οὐδὲ περὶ ταῦ‐

2

.

22

.

2

τα. ὑπολείπεται τοίνυν περὶ μόνα τὰ ἀγαθὰ ἐσπουδακέ‐

2

.

22

.

3

ναι αὐτούς· εἰ δ’ ἐσπουδακέναι, καὶ φιλεῖν ταῦτα. ὅστις οὖν ἀγαθῶν ἐπιστήμων ἐστίν, οὗτος ἂν καὶ φιλεῖν εἰ‐ δείη· ὁ δὲ μὴ δυνάμενος διακρῖναι τὰ ἀγαθὰ ἀπὸ τῶν κακῶν καὶ τὰ οὐδέτερα ἀπ’ ἀμφοτέρων πῶς ἂν ἔτι οὗ‐
5τος φιλεῖν δύναιτο; τοῦ φρονίμου τοίνυν ἐστὶ μόνου τὸ φιλεῖν.

2

.

22

.

4

Καὶ πῶς; φησίν· ἐγὼ γὰρ ἄφρων ὢν ὅμως φιλῶ μου

2

.

22

.

5

τὸ παιδίον. Θαυμάζω μὲν νὴ τοὺς θεούς, πῶς καὶ τὸ πρῶτον ὡμολόγηκας ἄφρονα εἶναι σεαυτόν. τί γάρ σοι λείπει; οὐ χρῇ αἰσθήσει, οὐ φαντασίας διακρίνεις, οὐ τροφὰς προσφέρῃ τὰς ἐπιτηδείους τῷ σώματι, οὐ

2

.

22

.

6

σκέπην, οὐκ οἴκησιν; πόθεν οὖν ὁμολογεῖς ἄφρων εἶ‐ ναι; ὅτι νὴ Δία πολλάκις ἐξίστασαι ὑπὸ τῶν φαντασιῶν καὶ ταράττῃ καὶ ἡττῶσίν σε αἱ πιθανότητες αὐτῶν· καὶ
ποτὲ μὲν ταῦτα ἀγαθὰ ὑπολαμβάνεις, εἶτα ἐκεῖνα αὐτὰ
5κακά, ὕστερον δ’ οὐδέτερα· καὶ ὅλως λυπῇ, φοβῇ, φθο‐ νεῖς, ταράσσῃ, μεταβάλλῃ· διὰ ταῦτα ὁμολογεῖς ἄφρων

2

.

22

.

7

εἶναι. ἐν δὲ τῷ φιλεῖν οὐ μεταβάλλῃ; ἀλλὰ πλοῦτον μὲν καὶ ἡδονὴν καὶ ἁπλῶς αὐτὰ τὰ πράγματα ποτὲ μὲν ἀγαθὰ ὑπολαμβάνεις εἶναι, ποτὲ δὲ κακά· ἀνθρώπους δὲ τοὺς αὐτοὺς οὐχὶ ποτὲ μὲν ἀγαθούς, ποτὲ δὲ κακοὺς
5καὶ ποτὲ μὲν οἰκείως ἔχεις, ποτὲ δ’ ἐχθρῶς αὐτοῖς καὶ ποτὲ μὲν ἐπαινεῖς, ποτὲ δὲ ψέγεις; Ναὶ καὶ ταῦτα

2

.

22

.

8

πάσχω. Τί οὖν; ὁ ἐξηπατημένος περί τινος δοκεῖ σοι φίλος εἶναι αὐτοῦ; Οὐ πάνυ. Οὐδ’ ὁ μεταπτώτως ἑλόμενος αὐτὸν εἶναι εὔνους αὐτῷ; Οὐδ’ οὗτος. Ὁ δὲ νῦν λοιδορῶν μέν τινα, ὕστερον δὲ θαυμάζων;

2

.

22

.

9

Οὐδ’ οὗτος. Τί οὖν; κυνάρια οὐδέποτ’ εἶδες σαί‐ νοντα καὶ προσπαίζοντα ἀλλήλοις, ἵν’ εἴπῃς ‘οὐδὲν φι‐ λικώτερον‘; ἀλλ’ ὅπως ἴδῃς, τί ἐστι φιλία, βάλε κρέας

2

.

22

.

10

εἰς μέσον καὶ γνώσῃ. βάλε καὶ σοῦ καὶ τοῦ παιδίου μέσον ἀγρίδιον καὶ γνώσῃ, πῶς σὲ τὸ παιδίον ταχέως κατορύξαι θέλει καὶ σὺ τὸ παιδίον εὔχῃ ἀποθανεῖν. εἶτα σὺ πάλιν ‘οἷον ἐξέθρεψα τεκνίον· πάλαι ἐκφέρει‘.

2

.

22

.

11

βάλε κορασίδιον κομψὸν καὶ αὐτὸ ὁ γέρων φίλει κἀκεῖ‐ νος ὁ νέος· ἂν δέ, δοξάριον. ἂν δὲ κινδυνεῦσαι δέῃ,
ἐρεῖς τὰς φωνὰς τὰς τοῦ Ἀδμήτου πατρός·
[χαίρεις ὁρῶν φῶς, πατέρα δ’ οὐ χαίρειν δοκεῖς;]
5θέλεις βλέπειν φῶς, πατέρα δ’ οὐ θέλειν δοκεῖς;

2

.

22

.

12

οἴει ὅτι ἐκεῖνος οὐκ ἐφίλει τὸ ἴδιον παιδίον, ὅτε μικρὸν ἦν, οὐδὲ πυρέσσοντος αὐτοῦ ἠγωνία οὐδ’ ἔλεγεν πολ‐ λάκις ὅτι ‘ὤφελον ἐγὼ μᾶλλον ἐπύρεσ〈σ〉ον‘; εἶτα ἐλθόν‐ τος τοῦ πράγματος καὶ ἐγγίσαντος ὅρα οἵας φωνὰς

2

.

22

.

13

ἀφιᾶσιν. ὁ Ἐτεοκλῆς καὶ ὁ Πολυνείκης οὐκ ἦσαν ἐκ τῆς αὐτῆς μητρὸς καὶ τοῦ αὐτοῦ πατρός; οὐκ ἦσαν συν‐ τεθραμμένοι, συμβεβιωκότες, συμπεπωκότες, συγκεκοι‐ μημένοι, πολλάκις ἀλλήλους καταπεφιληκότες; ὥστ’ εἴ
5τις οἶμαι εἶδεν αὐτούς, κατεγέλασεν ἂν τῶν φιλοσόφων

2

.

22

.

14

ἐφ’ οἷς περὶ φιλίας παραδοξολογοῦσιν. ἀλλ’ ἐμπεσού‐ σης εἰς τὸ μέσον ὥσπερ κρέως τῆς τυραννίδος ὅρα οἷα λέγουσι·
ποῦ ποτε στήσῃ πρὸ πύργων; ὡς τί μ’ † ἐρωτᾷς τῷδ’ †;
5
ἀντιτάξομαι κτενῶν σε.
κἀμὲ τοῦδ’ ἔρως ἔχει. καὶ εὔχονται εὐχὰς τοιάσδε.

2

.

22

.

15

Καθόλου γὰρ—μὴ ἐξαπατᾶσθε—πᾶν ζῷον οὐδε‐ νὶ οὕτως ᾠκείωται ὡς τῷ ἰδίῳ συμφέροντι. ὅ τι ἂν οὖν πρὸς τοῦτο φαίνηται αὐτῷ ἐμποδίζειν, ἄν τ’ ἀδελφὸς ᾖ τοῦτο ἄν τε πατὴρ ἄν τε τέκνον ἄν τ’ ἐρώμενος ἄν τ’

2

.

22

.

16

ἐραστής, μισεῖ, προβάλλεται, καταρᾶται. οὐδὲν γὰρ οὕ‐ τως φιλεῖν πέφυκεν ὡς τὸ αὑτοῦ συμφέρον· τοῦτο πα‐ τὴρ καὶ ἀδελφὸς καὶ συγγενεῖς καὶ πατρὶς καὶ θεός.

2

.

22

.

17

ὅταν γοῦν εἰς τοῦτο ἐμποδίζειν ἡμῖν οἱ θεοὶ δοκῶσιν, κἀκείνους λοιδοροῦμεν καὶ τὰ ἱδρύματα αὐτῶν καταστρέ‐ φομεν καὶ τοὺς ναοὺς ἐμπιπρῶμεν, ὥσπερ Ἀλέξανδρος ἐκέλευσεν ἐμπρησθῆναι τὰ Ἀσκλήπεια ἀποθανόντος τοῦ

2

.

22

.

18

ἐρωμένου. διὰ τοῦτο ἂν μὲν ἐν ταὐτῷ τις θῇ τὸ συμ‐ φέρον καὶ τὸ ὅσιον καὶ τὸ καλὸν καὶ πατρίδα καὶ γονεῖς καὶ φίλους, σῴζεται ταῦτα πάντα· ἂν δ’ ἀλλαχοῦ μὲν τὸ συμφέρον, ἀλλαχοῦ δὲ τοὺς φίλους καὶ τὴν πατρίδα
5καὶ τοὺς συγγενεῖς καὶ αὐτὸ τὸ δίκαιον, οἴχεται πάντα

2

.

22

.

19

ταῦτα καταβαρούμενα ὑπὸ τοῦ συμφέροντος. ὅπου γὰρ ἂν τὸ ‘ἐγὼ‘ καὶ τὸ ‘ἐμόν‘, ἐκεῖ ἀνάγκη ῥέπειν τὸ ζῷον· εἰ ἐν σαρκί, ἐκεῖ τὸ κυριεῦον εἶναι· εἰ ἐν προαιρέσει, ἐκεῖ[νο]

2

.

22

.

20

εἶναι· εἰ ἐν τοῖς ἐκτός, ἐκεῖ[νο]. εἰ τοίνυν ἐκεῖ εἰμι ἐγώ, ὅπου ἡ προαίρεσις, οὕτως μόνως καὶ φίλος ἔσομαι οἷος
δεῖ καὶ υἱὸς καὶ πατήρ. τοῦτο γάρ μοι συνοίσει τηρεῖν τὸν πιστόν, τὸν αἰδήμονα, τὸν ἀνεκτικόν, τὸν ἀφεκτικὸν

2

.

22

.

21

καὶ συνεργητικόν, φυλάσσειν τὰς σχέσεις. ἂν δ’ ἀλλαχοῦ μὲν ἐμαυτὸν θῶ, ἀλλαχοῦ δὲ τὸ καλόν, οὕτως ἰσχυρὸς γίνεται ὁ Ἐπικούρου λόγος, ἀποφαίνων ἢ μηδὲν εἶναι τὸ καλὸν ἢ εἰ ἄρα τὸ ἔνδοξον.

2

.

22

.

22

Διὰ ταύτην τὴν ἄγνοιαν καὶ Ἀθηναῖοι καὶ Λακεδαι‐ μόνιοι διεφέροντο καὶ Θηβαῖοι πρὸς ἀμφοτέρους καὶ μέγας βασιλεὺς πρὸς τὴν Ἑλλάδα καὶ Μακεδόνες πρὸς ἀμφοτέρους καὶ νῦν Ῥωμαῖοι πρὸς Γέτας καὶ ἔτι πρό‐

2

.

22

.

23

τερον τὰ ἐν Ἰλίῳ διὰ ταῦτα ἐγένετο. ὁ Ἀλέξανδρος τοῦ Μενελάου ξένος ἦν, καὶ εἴ τις αὐτοὺς εἶδεν φιλοφρονου‐ μένους ἀλλήλους, ἠπίστησεν ἂν τῷ λέγοντι οὐκ εἶναι φίλους αὐτούς. ἀλλ’ ἐβλήθη εἰς τὸ μέσον μερίδιον,

2

.

22

.

24

κομψὸν γυναικάριον, καὶ περὶ αὐτοῦ πόλεμος. καὶ νῦν ὅταν ἴδῃς φίλους, ἀδελφοὺς ὁμονοεῖν δοκοῦντας, μὴ αὐτόθεν ἀποφήνῃ περὶ τῆς φιλίας τι αὐτῶν μηδ’ ἂν ὀμνύωσιν μηδ’ ἂν ἀδυνάτως ἔχειν λέγωσιν ἀπηλλάχθαι

2

.

22

.

25

ἀλλήλων. οὐκ ἔστι πιστὸν τὸ τοῦ φαύλου ἡγεμονικόν· ἀβέβαιόν ἐστιν, ἄκριτον, ἄλλοθ’ ὑπ’ ἄλλης φαντασίας

2

.

22

.

26

νικώμενον. ἀλλ’ ἐξέτασον μὴ ταῦθ’ ἃ οἱ ἄλλοι, εἰ ἐκ τῶν αὐτῶν γονέων καὶ ὁμοῦ ἀνατεθραμμένοι καὶ ὑπὸ τῷ αὐτῷ παιδαγωγῷ, ἀλλ’ ἐκεῖνο μόνον, ποῦ τὸ συμφέ‐

2

.

22

.

27

ρον αὐτοῖς τίθενται, πότερον ἐκτὸς ἢ ἐν προαιρέσει. ἂν ἐκτός, μὴ εἴπῃς φίλους οὐ μᾶλλον ἢ πιστοὺς ἢ βεβαίους
ἢ θαρραλέους ἢ ἐλευθέρους, ἀλλὰ μηδ’ ἀνθρώπους, εἰ

2

.

22

.

28

νοῦν ἔχεις. οὐ γὰρ ἀνθρωπικὸν δόγμα ἐστὶ τὸ πο〈ι〉οῦν δάκνειν ἀλλήλους καὶ λοιδορεῖσθαι καὶ τὰς ἐρημίας καταλαμβάνειν ἢ τὰς ἀγορὰς † ὡς τὰ ὄρη καὶ ἐν τοῖς δικαστηρίοις ἀποδείκνυσθαι τὰ λῃστῶν· οὐδὲ τὸ ἀκρα‐
5τεῖς καὶ μοιχοὺς καὶ φθορεῖς ἀπεργαζόμενον οὐδ’ ὅς’ ἄλλα πλημμελοῦσιν ἄνθρωποι κατ’ ἀλλήλων δι’ ἓν καὶ μόνον τοῦτο δόγμα, τὸ ἐν τοῖς ἀπροαιρέτοις τίθεσθαι

2

.

22

.

29

αὑτοὺς καὶ τὰ ἑαυτῶν. ἂν δ’ ἀκούσῃς, ὅτι ταῖς ἀληθεί‐ αις οὗτοι οἱ ἄνθρωποι ἐκεῖ μόνον οἴονται τὸ ἀγαθὸν ὅπου προαίρεσις, ὅπου χρῆσις ὀρθὴ φαντασιῶν, μηκέτι πολυπραγμονήσῃς μήτ’ εἰ υἱὸς καὶ πατήρ ἐστι μήτ’ εἰ
5ἀδελφοὶ μήτ’ εἰ πολὺν χρόνον συμπεφοιτηκότες καὶ ἑταῖροι, ἀλλὰ μόνον αὐτὸ τοῦτο γνοὺς θαρρῶν ἀποφαί‐

2

.

22

.

30

νου, ὅτι φίλοι, ὥσπερ ὅτι πιστοί, ὅτι δίκαιοι. ποῦ γὰρ ἀλλαχοῦ φιλία ἢ ὅπου πίστις, ὅπου αἰδώς, ὅπου δόσις τοῦ καλοῦ, τῶν δ’ ἄλλων οὐδενός;

2

.

22

.

31

‘Ἀλλὰ τεθεράπευκέ με τοσούτῳ χρόνῳ· καὶ οὐκ ἐφίλει με;‘ πόθεν οἶδας, ἀνδράποδον, εἰ οὕτως τεθεράπευκεν ὡς τὰ ὑποδήματα σπογγίζει τὰ ἑαυτοῦ, ὡς τὸ κτῆνος; πόθεν οἶδας, εἰ τὴν χρείαν ς’ ἀποβαλόντα τὴν τοῦ

2

.

22

.

32

σκευαρίου ῥίψει ὡς κατεαγὸς πινάκιον; ‘ἀλλὰ γυνή μου ἐστὶ καὶ τοσούτῳ χρόνῳ συμβεβιώκαμεν.‘ πόσῳ δ’ ἡ Ἐριφύλη μετὰ τοῦ Ἀμφιαράου καὶ τέκνων μήτηρ καὶ

2

.

22

.

33

πολλῶν; ἀλλ’ ὅρμος ἦλθεν εἰς τὸ μέσον. τί δ’ ἐστὶν
ὅρμος; τὸ δόγμα τὸ περὶ τῶν τοιούτων. ἐκεῖνο ἦν τὸ θηριῶδες, ἐκεῖνο τὸ διακόπτον τὴν φιλίαν, τὸ οὐκ ἐῶν

2

.

22

.

34

εἶναι γυναῖκα γαμετήν, [τὴν] μητέρα μητέρα. καὶ ὑμῶν ὅστις ἐσπούδακεν ἢ αὐτός τινι εἶναι φίλος ἢ ἄλλον κτή‐ σασθαι φίλον, ταῦτα τὰ δόγματα ἐκκοπτέτω, ταῦτα μισησάτω, ταῦτα ἐξελασάτω ἐκ τῆς ψυχῆς τῆς ἑαυτοῦ.

2

.

22

.

35

καὶ οὕτως ἔσται πρῶτον μὲν αὐτὸς ἑαυτῷ μὴ λοιδορού‐ μενος, μὴ μαχόμενος, μὴ μετανοῶν, μὴ βασανίζων ἑαυ‐

2

.

22

.

36

τόν· ἔπειτα καὶ ἑτέρῳ, τῷ μὲν ὁμοίῳ παντὶ ἁπλῶς, τοῦ δ’ ἀνομοίου ἀνεκτικός, πρᾷος πρὸς αὐτόν, ἥμερος, συγ‐ γνωμονικὸς ὡς πρὸς ἀγνοοῦντα, ὡς πρὸς διαπίπτοντα περὶ τῶν μεγίστων· οὐδενὶ χαλεπός, ἅτ’ εἰδὼς ἀκριβῶς
5τὸ τοῦ Πλάτωνος, ὅτι πᾶσα ψυχὴ ἄκουσα στέρεται

2

.

22

.

37

τῆς ἀληθείας. εἰ δὲ μή, τὰ μὲν ἄλλα πράξετε πάντα ὅσα οἱ φίλοι καὶ συμπιεῖσθε καὶ συσκηνήσετε καὶ συμ‐ πλεύσετε καὶ ἐκ τῶν αὐτῶν γεγενημένοι ἔσεσθε· καὶ γὰρ οἱ ὄφεις· φίλοι δ’ οὔτ’ ἐκεῖνοι οὔθ’ ὑμεῖς, μέχρις
5ἂν ἔχητε τὰ θηριώδη ταῦτα καὶ μιαρὰ δόγματα.

2

.

23

t

κγʹ. Περὶ τῆς τοῦ λέγειν δυνάμεως.

2

.

23

.

1

Βιβλίον πᾶς ἂν ἥδιον ἀναγνῴη καὶ ῥᾷον τὸ εὐσημο‐
τέροις γράμμασι γεγραμμένον οὐκοῦν καὶ λόγους πᾶς ἄν τις ῥᾷον ἀκούσει〈ε〉 τοὺς εὐσχήμοσιν ἅμα καὶ εὐ‐

2

.

23

.

2

πρεπέσιν ὀνόμασι σεσημασμένους. οὐκ ἄρα τοῦτο ῥη‐ τέον, ὡς οὐδεμία δύναμίς ἐστιν ἀπαγγελτική· τοῦτο γὰρ ἅμα μὲν ἀσεβοῦς ἐστιν ἀνθρώπου, ἅμα δὲ δειλοῦ. ἀσε‐ βοῦς μέν, ὅτι τὰς παρὰ τοῦ θεοῦ χάριτας ἀτιμάζει,
5ὥσπερ εἰ ἀνῄρει τὴν εὐχρη〈σ〉τίαν τῆς ὁρατικῆς ἢ τῆς

2

.

23

.

3

ἀκουστικῆς δυνάμεως ἢ αὐτῆς τῆς φωνητικῆς. εἰκῇ οὖν σοι ὁ θεὸς ὀφθαλμοὺς ἔδωκεν, εἰκῇ πνεῦμα ἐνεκέρασεν αὐτοῖς οὕτως ἰσχυρὸν καὶ φιλότεχνον, ὥστε μακρὰν ἐξι‐ κνούμενον ἀναμάσ〈σ〉εσθαι τοὺς τύπους τῶν ὁρωμένων;

2

.

23

.

4

〈καὶ〉 ποῖος ἄγγελος οὕτως ὠκὺς καὶ ἐπιμελής; εἰκῇ δὲ 〈καὶ τὸν〉 μεταξὺ ἀέρα οὕτως ἐνεργὸν ἐποίησεν καὶ ἔν‐ τ〈ον〉ον, 〈ὥσ〉τε δι’ α〈ὐ〉τοῦ τ〈ε〉ινομένου πως διικνεῖ‐ σθαι 〈τὴ〉ν 〈ὅρ〉ασιν; εἰκῇ δὲ φῶς ἐποίησεν, οὗ μὴ πα‐
5ρόντος οὐδενὸς τῶν ἄλλων ὄφελος ἦν;

2

.

23

.

5

Ἄνθρωπε, μήτ’ ἀχάριστος ἴσθι μήτε πάλιν ἀμνήμων τῶν κρεισσόνων, ἀλλ’ ὑπὲρ μὲν τοῦ ὁρᾶν καὶ ἀκούειν καὶ νὴ Δία ὑπὲρ αὐτοῦ τοῦ ζῆν καὶ τῶν συνεργῶν πρὸς αὐτό, ὑπὲρ καρπῶν ξηρῶν, ὑπὲρ οἴνου, ὑπὲρ ἐλαίου

2

.

23

.

6

εὐχαρίστει τῷ θεῷ· μέμνησο δ’ ὅτι ἄλλο τί σοι δέδωκεν
κρεῖττον ἁπάντων τού〈των,〉 τὸ χρησόμενον αὐτοῖς, τὸ

2

.

23

.

7

δοκιμάσον, τὸ τὴν ἀξίαν ἑκάστου λογιούμενον. τί γάρ ἐστι τὸ ἀποφαινόμενον ὑπὲρ ἑκάστης τούτων τῶν δυνά‐ μεων, πόσου τις ἀξία ἐστὶν αὐτῶν; μή τι αὐτὴ ἑκάστη ἡ δύναμις; μή τι τῆς ὁρατικῆς ποτ’ ἤκουσας λεγούσης
5τι περὶ ἑαυτῆς, μή τι τῆς ἀκουστικῆς; [μή τι πυρῶν; μή τι κριθῶν; μή τι ἵππου; μή τι κυνός;] ἀλλ’ ὡς διά‐ κονοι καὶ δοῦλαι τεταγμέναι εἰσὶν ὑπηρετεῖν τῇ χρηστι‐

2

.

23

.

8

κῇ τῶν φαντασιῶν. κἂν πύθῃ, πόσου ἕκαστον ἄξιόν ἐστιν, τίνος πυνθάνῃ; τίς σοι ἀποκρίνεται; πῶς οὖν δύναταί τις ἄλλη δύναμις κρείσσων εἶναι ταύτης, ἣ καὶ ταῖς λοιπαῖς διακόνοις χρῆται καὶ δοκιμάζει αὐτὴ ἕκα‐

2

.

23

.

9

στα καὶ ἀποφαίνεται; τίς γὰρ ἐκείνων οἶδεν, τίς ἐστιν αὐτὴ καὶ πόσου ἀξία; τίς ἐκείνων οἶδεν, ὁπότε δεῖ χρῆ‐ σθαι αὐτῇ καὶ πότε μή; τίς ἐστιν ἡ ἀνοίγουσα καὶ κλεί‐ ουσα τοὺς ὀφθαλμοὺς καὶ ἀφ’ ὧν δεῖ ἀποστρέφουσα,
5τοῖς δὲ προσάγουσα; ἡ ὁρατική; οὔ, ἀλλ’ ἡ προαιρετική.

2

.

23

.

10

τίς ἡ τὰ ὦτα ἐπικλείουσα καὶ ἀνοίγουσα; τίς, καθ’ ἣν περίεργοι καὶ πευθῆνες ἢ πάλιν ἀκ〈ίνη〉τοι ὑπὸ λόγου;

2

.

23

.

11

ἡ ἀκουστική; οὐκ ἄλλη ἢ ἡ προα〈ιρετι〉κὴ δύναμις. εἶτ’
αὐτὴ ἰδοῦσα, ὅτι ἐν τυφλα〈ῖσ〉 καὶ 〈κω〉φαῖς ταῖς ἄλλαις ἁπάσαις δυνάμεσίν ἐστι μηδέ τι ἄλλο συνορᾶν δυναμέ‐ ναις πλὴν αὐτὰ ἐκεῖνα τὰ ἔργα, ἐφ’ οἷς τεταγμέναι εἰσὶ
5διακονεῖν ταύτῃ καὶ ὑπηρετεῖν, αὐτὴ δὲ μόνη ὀξὺ βλέ‐ πει καὶ τάς τ’ ἄλλας καθορᾷ, πόσου ἑκάστη ἀξία, καὶ αὑτήν, μέλλει ἡμῖν ἄλλο τι ἀποφαίνεσθαι τὸ κράτιστον εἶναι ἢ

2

.

23

.

12

αὐτήν; καὶ τί ποιεῖ ἄλλο ὀφθαλμὸς ἀνοιχθεὶς ἢ ὁρᾷ; εἰ δὲ δεῖ τὴν τοῦ τινος ἰδεῖν γυναῖκα καὶ πῶς, τί〈σ〉

2

.

23

.

13

λέγει; ἡ προαιρετική. εἰ δὲ δεῖ πιστεῦσαι τοῖς λεχθεῖσιν ἢ ἀπιστῆσαι καὶ πιστεύσαντα ἐρεθισθῆναι ἢ μή, τίς λέ‐

2

.

23

.

14

γει; οὐχ ἡ προαιρετική; ἡ δὲ φραστικὴ αὕτη καὶ καλλω‐ πιστικὴ τῶν ὀνομάτων, εἴ τις ἄρα ἰδία δύναμις, τί ἄλλο ποιεῖ ἤ, ὅταν ἐμπέσῃ λόγος περί τινος, καλλωπίζει τὰ ὀνομάτια καὶ συντίθησιν ὥσπερ οἱ κομμωταὶ τὴν κόμην;

2

.

23

.

15

πότερον δ’ εἰπεῖν ἄμεινον ἢ σιωπῆσαι καὶ οὕτως ἄμει‐ νον ἢ ἐκείνως καὶ τοῦτο πρέπον ἢ οὐ πρέπον, καὶ τὸν καιρὸν ἑκάστου καὶ τὴν χρείαν τίς ἄλλη λέγει ἢ ἡ προαιρετική; θέλεις οὖν αὐτὴν παρελθοῦσαν αὑτῆς κατα‐
5ψηφίσασθαι;

2

.

23

.

16

‘Τί οὖν;‘, φησίν, ‘εἰ οὕτως τὸ πρᾶγμα ἔχει, καὶ δύ‐
ναται τὸ διακονοῦν κρεῖσσον εἶναι ἐκείνου ᾧ διακονεῖ, ὁ ἵππος τοῦ ἱππέως ἢ ὁ κύων τοῦ κυνηγοῦ ἢ τὸ ὄργα‐ νον τοῦ κιθαριστοῦ ἢ οἱ ὑπηρέται τοῦ βασιλέως.‘

2

.

23

.

17

Τί ἐστι τὸ χρώμενον; προαίρεσις. τί ἐπιμελεῖται πάν‐ των; προαίρεσις. τί ὅλον ἀναιρεῖ τὸν ἄνθρωπον ποτὲ μὲν λιμῷ, ποτὲ δ’ ἀγχόνῃ, ποτὲ δὲ κατὰ κρημνοῦ;

2

.

23

.

18

προαίρεσις. εἶτα τούτου τί ἰσχυρότερον ἐν ἀνθρώποις ἐστίν; καὶ πῶς οἷόν τε τοῦ ἀκωλύτου τὰ κωλυόμενα;

2

.

23

.

19

τὴν ὁρατικὴν δύναμιν τίνα πέφυκεν ἐμποδίζειν; καὶ προαίρεσις καὶ 〈ἀ〉προαίρετα. τὴν ἀκουστικὴν ταὐτά, τὴν φραστικὴν ὡσαύτως. προαίρεσιν δὲ τί ἐμποδίζειν πέ‐ φυκεν; ἀπροαίρετον οὐδέν, αὐτὴ δ’ ἑαυτὴν διαστρα‐
5φεῖσα. διὰ τοῦτο κακία μόνη αὕτη γίνεται ἢ ἀρετὴ μόνη.

2

.

23

.

20

Εἶτα τηλικαύτη δύναμις οὖσα καὶ πᾶσι τοῖς ἄλλοις ἐπιτεταγμένη παρελθοῦσα ἡμῖν λεγέτω κράτιστον εἶναι τῶν ὄντων τὴν σάρκα. οὐδὲ εἰ αὐτὴ ἡ σὰρξ ἑαυτὴν

2

.

23

.

21

ἔλεγεν εἶναι κράτιστον, ἠνέσχετο ἄν τις αὐτῆς. νῦν δὲ τί ἐστιν, Ἐπίκουρε, τὸ ταῦτα ἀποφαινόμενον; τὸ περὶ Τέλους συγγεγραφός, τὸ τὰ[ς] Φυσικά[ς], τὸ περὶ
Κανόνος; τὸ τὸν πώγωνα καθεικός; τὸ γράφον, ὅτε
5ἀπέθνῃσκεν, ὅτι ‘τὴν τελευταίαν ἄγοντες ἅμα καὶ

2

.

23

.

22

μακαρίαν ἡμέραν;‘ ἡ σὰρξ ἢ ἡ προαίρεσις; εἶτα τού‐ του τι κρεῖσσον ἔχειν ὁμολογεῖς καὶ οὐ μαίνῃ; οὕτως τυφλὸς ταῖς ἀληθείαις καὶ κωφὸς εἶ;

2

.

23

.

23

Τί οὖν; ἀτιμάζει τις τὰς ἄλλας δυνάμεις; μὴ γέ‐ νοιτο. λέγει τις μηδεμίαν εἶναι χρείαν ἢ προαγωγὴν .... τῆς προαιρετικῆς δυνάμεως; μὴ γένοιτο. ἀνόη‐ τον, ἀσεβές, ἀχάριστον πρὸς τὸν θεόν. ἀλλὰ τὴν ἀξίαν

2

.

23

.

24

ἑκάστῳ ἀποδίδωσιν. ἔστι γάρ τις καὶ ὄνου χρεία, ἀλλ’ οὐχ ἡλίκη βοός· ἔστι καὶ κυνός, ἀλλ’ οὐχ ἡλίκη οἰκέ‐ του· ἔστι καὶ οἰκέτου, ἀλλ’ οὐχ ἡλίκη τῶν πολιτῶν·

2

.

23

.

25

ἔστι καὶ τούτων, ἀλλ’ οὐχ ἡλίκη τῶν ἀρχόντων. οὐ μέντοι διὰ τὸ ἄλλα εἶναι κρείττονα καὶ ἣν παρέχει τὰ ἕτερα χρείαν ἀτιμαστέον. ἔστι τις ἀξία καὶ τῆς φραστι‐

2

.

23

.

26

κῆς δυνάμεως, ἀλλ’ οὐχ ἡλίκη τῆς προαιρετικῆς. ὅταν οὖν ταῦτα λέγω, μή τις οἰέσθω ὅτι ἀμελεῖν ὑμᾶς ἀξιῶ φράσεως· οὐδὲ γὰρ ὀφθαλμῶν οὐδ’ ὤτων οὐδὲ χειρῶν

2

.

23

.

27

οὐδὲ ποδῶν οὐδ’ ἐσθῆτος οὐδ’ ὑποδημάτων. ἀλλ’ ἄν μου πυνθάνῃ ‘τί οὖν ἐστι κράτιστον τῶν ὄντων;‘, τί εἴπω; τὴν φραστικήν; οὐ δύναμαι· ἀλλὰ τὴν προαιρε‐

2

.

23

.

28

τικήν, ὅταν ὀρθὴ γένηται. τοῦτο γάρ ἐστι τὸ κἀκείνῃ χρώμενον καὶ ταῖς ἄλλαις πάσαις καὶ μικραῖς καὶ μεγά‐
λαις δυνάμεσιν· τούτου κατορθωθέντος ἀγαθὸς ἄνθρω‐ πος [ἀγαθὸς] γίνεται, ἀποτευχθέντος κακὸς ἄνθρωπος

2

.

23

.

29

γίνεται· παρ’ ὃ ἀτυχοῦμεν, εὐτυχοῦμεν, μεμφόμεθ’ ἀλλή‐ λους, εὐαρεστοῦμεν, ἁπλῶς ὃ λεληθὸς μὲν κακοδαιμο‐ νίαν ποιεῖται, τυχὸν δ’ ἐπιμελείας εὐδαιμονίαν.

2

.

23

.

30

Τὸ δ’ αἴρειν τὴν δύναμιν τῆς φραστικῆς καὶ λέγειν μὴ εἶναι μηδεμίαν ταῖς ἀληθείαις οὐ μόνον ἀχαρίστου

2

.

23

.

31

ἐστὶ πρὸς τοὺς δεδωκότας, ἀλλὰ καὶ δειλοῦ. ὁ γὰρ τοιοῦτος φοβεῖσθαί μοι δοκεῖ, μή, εἴπερ ἐστί τις δύ‐ ναμις κατὰ τὸν τόπον, οὐ δυνηθῶμεν αὐτῆς κατα‐

2

.

23

.

32

φρονῆσαι. τοιοῦτοί εἰσι καὶ οἱ λέγοντες μηδεμίαν εἶναι παραλλαγὴν κάλλους πρὸς αἶσχος. εἶτα ὁμοίως ἦν κινη‐ θῆναι τὸν Θερσίτην ἰδόντα καὶ τὸν Ἀχιλλέα; ὁμοίως

2

.

23

.

33

τὴν Ἑλένην καὶ ἣν ἔτυχε γυναῖκα; καὶ ταῦτα μωρὰ καὶ ἄγροικα καὶ οὐκ εἰδότων τὴν ἑκάστου φύσιν, ἀλλὰ φοβουμένων μὴ ἄν τις αἴσθηται τῆς διαφορᾶς, εὐθὺς

2

.

23

.

34

συναρπασθεὶς καὶ ἡττηθεὶς ἀπέλθῃ. ἀλλὰ τὸ μέγα τοῦτο, ἀπολιπεῖν ἑκάστῳ τὴν αὑτοῦ δύναμιν ἣν ἔχει καὶ ἀπολιπόντα ἰδεῖν τὴν ἀξίαν τῆς δυνάμεως καὶ τὸ κράτιστον τῶν ὄντων καταμαθεῖν καὶ τοῦτο ἐν παντὶ
5μεταδιώκειν, περὶ τοῦτο ἐσπουδακέναι, πάρεργα τἆλλα πρὸς τοῦτο πεποιημένον, οὐ μέντοι ἀμελοῦντα οὐδ’

2

.

23

.

35

ἐκείνων κατὰ δύναμιν. καὶ γὰρ ὀφθαλμῶν ἐπιμελητέον, ἀλλ’ οὐχ ὡς τοῦ κρατίστου, ἀλλὰ καὶ τούτων διὰ τὸ κράτιστον· ὅτι ἐκεῖνο οὐκ ἄλ〈λ〉ως ἕξει κατὰ φύσιν εἰ μὴ ἐν τούτοις εὐλογιστοῦν καὶ τὰ ἕτερα παρὰ τὰ ἕτερα
5αἱρούμενον.

2

.

23

.

36

Τί οὖν ἐστι τὸ γινόμενον; οἷον εἴ τις ἀπιὼν εἰς τὴν πατρίδα τὴν ἑαυτοῦ καὶ διοδεύων πανδοκεῖον κα‐ λὸν ἀρέσαντος αὐτῷ τοῦ πανδοκείου καταμένοι ἐν τῷ

2

.

23

.

37

πανδοκείῳ. ἄνθρωπε, ἐπελάθου σου τῆς προθέσεως· οὐκ εἰς τοῦτο ὥδευες, ἀλλὰ διὰ τούτου. ‘ἀλλὰ κομψὸν τοῦτο.‘ πόσα δ’ ἄλλα πανδοκεῖα κομψά, πόσοι δὲ λει‐

2

.

23

.

38

μῶνες· ἁπλῶς ὡς δίοδος. τὸ δὲ προκείμενον ἐκεῖνο· εἰς τὴν πατρίδα ἐπανελθεῖν, τοὺς οἰκείους ἀπαλλάξαι δέους, αὐτὸν τὰ τοῦ πολίτου ποιεῖν, γῆμαι, παιδοποιεῖ‐

2

.

23

.

39

σθαι, ἄρξαι τὰς νομιζομένας ἀρχάς. οὐ γὰρ τοὺς κομψοτέρους ἡμῖν τόπους ἐκλεξόμενος ἐλήλυθας, ἀλλ’ ἐν οἷς ἐγένου καὶ ὧν κατατέταξαι πολίτης, ἐν τούτοις ἀναστραφησόμενος. τοιοῦτόν τι καὶ ἐνταῦθά ἐστι τὸ

2

.

23

.

40

γινόμενον. ἐπ〈ε〉ὶ διὰ λόγου καὶ τοιαύτης παραδόσεως ἐλθεῖν ἐπὶ τὸ τέλειον δεῖ καὶ τὴν αὑτοῦ προαίρεσιν ἐκκαθᾶραι καὶ τὴν δύναμιν τὴν χρηστικὴν τῶν φαντα‐ σιῶν ὀρθὴν κατασκευάσαι, ἀνάγκη δὲ τὴν παράδοσιν γί‐
5νεσθαι 〈διά〉 τ〈ιν〉ων θεωρημάτων καὶ διὰ λέξεως ποιᾶς καὶ μετά τινος ποικιλίας καὶ δριμύτητος τῶν θεωρημά‐

2

.

23

.

41

των, ὑπ’ αὐτῶν τινες τούτων ἁλισκόμενοι καταμένου‐ σιν αὐτοῦ, ὁ μὲν ὑπὸ τῆς λέξεως, ὁ δ’ ὑπὸ συλλο‐
γισμῶν, ὁ δ’ ὑπὸ μεταπιπτόντων, ὁ δ’ ὑπ’ ἄλλου τινὸς τοιούτου πανδοκείου, καὶ προσμείναντες κατασήπονται
5ὡς παρὰ ταῖς Σειρῆσιν.

2

.

23

.

42

Ἄνθρωπε, τὸ προκείμενον ἦν σοι κατασκευάσαι σαυ‐ τὸν χρηστικὸν ταῖς προσπιπτούσαις φαντασίαις κατὰ φύσιν, ἐν ὀρέξει ἀναπότευκτον, ἐν δ’ ἐκκλίσει ἀπερί‐ πτωτον, μηδέποτ’ ἀτυχοῦντα, μηδέποτε δυστυχοῦντα,
5ἐλεύθερον, ἀκώλυτον, ἀνανάγκαστον, συναρμόζοντα τῇ τοῦ Διὸς διοικήσει, ταύτῃ πειθόμενον, ταύτῃ εὐαρε‐ στοῦντα, μηδένα μεμφόμενον, μηδέν’ αἰτιώμενον, δυνά‐ μενον εἰπεῖν τούτους τοὺς στίχους ἐξ ὅλης ψυχῆς
ἄγου δέ μ’, ὦ Ζεῦ, καὶ σύ 〈γ’〉 ἡ Πεπρωμένη.

2

.

23

.

43

εἶτα τοῦτο τὸ προκείμενον ἔχων ἀρέσαντός σοι λεξει‐ δίου, ἀρεσάντων θεωρημάτων τινῶν αὐτοῦ καταμένεις καὶ κατοικεῖν προαιρῇ ἐπιλαθόμενος τῶν ἐν οἴκῳ καὶ λέγεις ‘ταῦτα κομψά ἐστιν‘; τίς γὰρ λέγει μὴ εἶναι

2

.

23

.

44

αὐτὰ κομψά; ἀλλ’ ὡς δίοδον, ὡς πανδοκεῖα. τί γὰρ κωλύει φράζοντα ὡς Δημοσθένης ἀτυχεῖν; τί δὲ κω‐ λύει συλλογισμοὺς ἀναλύοντα ὡς Χρύσιππος ἄθλιον εἶναι, πενθεῖν, φθονεῖν, ἁπλῶς ταράσσεσθαι, κακοδαι‐

2

.

23

.

45

μονεῖν; οὐδὲ ἕν. ὁρᾷς οὖν ὅτι πανδοκεῖα ἦν ταῦτα οὐ‐

2

.

23

.

46

δενὸς ἄξια, τὸ δὲ προκείμενον ἄλλο ἦν. ταῦτα ὅταν λέγω πρός τινας, οἴονταί με καταβάλλειν τὴν περὶ τὸ
λέγειν ἐπιμέλειαν ἢ τὴν περὶ τὰ θεωρήματα. ἐγὼ δ’ οὐ ταύτην καταβάλλω, ἀλλὰ τὸ περὶ ταῦτ’ ἀκαταληκτικῶς

2

.

23

.

47

ἔχειν καὶ ἐνταῦθα τίθεσθαι τὰς αὑτῶν ἐλπίδας. εἴ τις τοῦτο παριστὰς βλάπτει τοὺς ἀκούοντας, κἀμὲ τίθεσθε ἕνα τῶν βλαπτόντων. οὐ δύναμαι δ’ ἄλλο βλέπων τὸ κράτιστον καὶ τὸ κυριώτατον ἄλλο λέγειν εἶναι, ἵν’ ὑμῖν
5χαρίσωμαι.

2

.

24

t

κδʹ. Πρός τινα τῶν οὐκ ἠξιωμένων ὑπ’[ερ] αὐτοῦ.

2

.

24

.

1

Εἰπόντος αὐτῷ τινος ὅτι Πολλάκις ἐπιθυμῶν σου ἀκοῦσαι ἦλθον πρὸς σὲ καὶ οὐδέποτέ μοι ἀπεκρίνω·

2

.

24

.

2

καὶ νῦν, εἰ δυνατόν, παρακαλῶ σε εἰπεῖν τί μοι, Δο‐ κεῖ σοι, ἔφη, καθάπερ ἄλλου τινὸς εἶναι τέχνη οὕτως δὲ καὶ τοῦ λέγειν, ἣν ὁ μὲν ἔχων ἐμπείρως ἐρεῖ, ὁ δὲ

2

.

24

.

3

μὴ ἔχων ἀπείρως; Δοκεῖ. Οὐκοῦν ὁ μὲν διὰ τοῦ λέγειν αὐτός τε ὠφελούμενος καὶ ἄλλους οἷός τε ὢν ὠφελεῖν οὗτος ἐμπείρως ἂν λέγοι, ὁ δὲ βλαπτό‐ μενος μᾶλλον καὶ βλάπτων οὗτος ἄπειρος ἂν εἴη τῆς
5τέχνης ταύτης τῆς τοῦ λέγειν; εὕροις ἂν τοὺς μὲν

2

.

24

.

4

βλαπτομένους τοὺς δ’ ὠφελουμένους. οἱ δ’ ἀκούοντες πάντες ὠφελοῦνται ἀφ’ ὧν ἀκούουσιν ἢ καὶ τούτων εὕροις ἂν τοὺς μὲν ὠφελουμένους τοὺς δὲ βλαπτομέ‐ νους; Καὶ τούτων, ἔφη. Οὐκοῦν καὶ ἐνταῦθα
5ὅσοι μὲν ἐμπείρως ἀκούουσιν ὠφελοῦνται, ὅσοι δ’ ἀπεί‐

2

.

24

.

5

ρως βλάπτονται; Ὡμολόγει. Ἔστιν ἄρα τις ἐμ‐ πειρία καθάπερ τοῦ λέγειν οὕτως καὶ τοῦ ἀκούειν;

2

.

24

.

6

Ἔοικεν. Εἰ δὲ βούλει, καὶ οὕτως σκέψαι αὐτό. τὸ μουσικῶς ἅψασθαι τίνος σοι δοκεῖ; Μουσικοῦ.

2

.

24

.

7

Τί δέ; τὸν ἀνδριάντα ὡς δεῖ κατασκευάσαι τίνος σοι φαίνεται; Ἀνδριαντοποιοῦ. Τὸ ἰδεῖν ἐμπείρως οὐδεμιᾶς σοι προσδεῖσθαι φαίνεται τέχνης; Προσ‐

2

.

24

.

8

δεῖται καὶ τοῦτο. Οὐκοῦν εἰ καὶ τὸ λέγειν ὡς δεῖ τοῦ ἐμπείρου ἐστίν, ὁρᾷς ὅτι καὶ τὸ ἀκούειν ὠφελίμως

2

.

24

.

9

τοῦ ἐμπείρου ἐστίν; καὶ τὸ μὲν τελείως καὶ ὠφελίμως, εἰ βούλει, πρὸς τὸ παρὸν ἀφῶμεν, ἐπεὶ καὶ μακράν

2

.

24

.

10

ἐσμεν ἀμφότεροι παντὸς τοῦ τοιούτου· ἐκεῖνο δὲ πᾶς ἄν τις ὁμολογῆσαί μοι δοκεῖ, ὅτι ποσῆς γέ τινος τρι‐ βῆς περὶ τὸ ἀκούειν προσδεῖται ὁ τῶν φιλοσόφων ἀκου‐ σόμενος. ἢ γὰρ οὔ;

2

.

24

.

11

Περὶ τίνος οὖν λέγω πρὸς σέ; δεῖξόν μοι. περὶ τίνος ἀκοῦσαι δύνασαι; περὶ ἀγαθῶν καὶ κακῶν; τίνος; ἆρά γε ἵππου; Οὔ. Ἀλλὰ βοός; Οὔ. Τί

2

.

24

.

12

οὖν; ἀνθρώπου; Ναί. Οἴδαμεν οὖν, τί ἐστιν ἄν‐ θρωπος, τίς ἡ φύσις αὐτοῦ, τίς ἡ ἔννοια; ἔχομεν καὶ κατὰ ποσὸν περὶ τοῦ〈το〉 τὰ ὦτα τετρημένα; ἀλλὰ φύσις τί ἐστιν ἐννοεῖς ἢ δύνασαι καὶ κατὰ ποσὸν ἀκολου‐

2

.

24

.

13

θῆσαί μοι λέγοντι; ἀλλ’ ἀποδείξει χρήσομαι πρὸς σέ;
πῶς; παρακολουθεῖς γὰρ αὐτῷ τούτῳ, τί ἐστιν ἀπό‐ δειξις ἢ πῶς τι ἀποδείκνυται ἢ διὰ τίνων; ἢ τίνα

2

.

24

.

14

ὅμοια μὲν ἀποδείξει ἐστίν, ἀπόδειξις δ’ οὐκ ἔστιν; τί γάρ ἐστιν ἀληθὲς οἶδας ἢ τί ἐστι ψεῦδος; τί τίνι ἀκο‐ λουθεῖ, τί τίνι μάχεται ἢ ἀνομολογούμενόν ἐστιν ἢ

2

.

24

.

15

ἀσύμφωνον; ἀλλὰ κινῶ σε πρὸς φιλοσοφίαν; πῶς παρα‐ δεικνύω σοι τὴν μάχην τῶν πολλῶν ἀνθρώπων, καθ’ ἣν διαφέρονται περὶ ἀγαθῶν καὶ κακῶν καὶ συμφε‐ ρόντων καὶ ἀσυμφόρων, αὐτὸ τοῦτο τί ἐστι μάχη οὐκ
5εἰδότι; δεῖξον οὖν μοι, τί περανῶ διαλεγόμενός σοι.

2

.

24

.

16

κίνησόν μοι προθυμίαν. ὡς ἡ κατάλληλος πόα τῷ προ‐ βάτῳ φανεῖσα προθυμίαν αὐτῷ κινεῖ πρὸς τὸ φαγεῖν, ἂν δὲ λίθον ἢ ἄρτον παραθῇς, οὐ κινηθήσεται, οὕτως εἰσί τινες ἡμῖν φυσικαὶ προθυμίαι καὶ πρὸς τὸ λέγειν,
5ὅταν ὁ ἀκουσόμενος φανῇ τις, ὅταν αὐτὸς ἐρεθίσῃ. ἂν δ’ ὡς λίθος ἢ χόρτος ᾖ παρακείμενος, πῶς δύναται ἀν‐

2

.

24

.

17

θρώπῳ ὄρεξιν κινῆσαι; ἡ ἄμπελος μή τι λέγει τῷ γε‐ ωργῷ ‘ἐπιμελοῦ μου‘; ἀλλ’ αὐτὴ δι’ αὑτῆς ἐμφαίνουσα, ὅτι ἐπιμεληθέντι λυσιτελήσει αὐτῷ, ἐκκαλεῖται πρὸς τὴν

2

.

24

.

18

ἐπιμέλειαν. τὰ παιδία τὰ πιθανὰ καὶ δριμέα τίνα οὐκ ἐκκαλεῖται πρὸς τὸ συμπαίζειν αὐτοῖς καὶ συνέρπειν καὶ πρὸς τὸ συμψελλίζειν; ὄνῳ δὲ τίς προθυμεῖται συμ‐ παίζειν ἢ συνογκᾶσθαι; καὶ γὰρ εἰ μικρόν, ὅμως ὀνά‐
5ριόν ἐστιν.

2

.

24

.

19

Τί οὖν μοι οὐδὲν λέγεις; Ἐκεῖνο μόνον ἔχω σοι εἰπεῖν, ὅτι ὁ ἀγνοῶν, τίς ἐστι καὶ ἐπὶ τί γέγονεν καὶ ἐν τίνι τούτῳ τῷ κόσμῳ καὶ μετὰ τίνων κοινωνῶν καὶ τίνα τὰ ἀγαθά ἐστι καὶ τὰ κακὰ καὶ τὰ καλὰ καὶ τὰ
5αἰσχρά, καὶ μήτε λόγῳ παρακολουθῶν μήτ’ ἀποδείξει, μήτε τί ἐστιν ἀληθὲς ἢ τί ψεῦδος, μήτε διακρῖναι ταῦτα δυνάμενος οὔτ’ ὀρέξεται κατὰ φύσιν οὔτ’ ἐκκλινεῖ οὔθ’ ὁρμήσει οὔτ’ ἐπιβαλεῖται, οὐ συγκαταθήσεται, οὐκ ἀνα‐ νεύσει, οὐκ ἐφέξει, τὸ σύνολον. κωφ[λ]ὸς καὶ τυφλὸς περιε‐

2

.

24

.

20

λεύσεται δοκῶν μέν τις εἶναι, ὢν δ’ οὐδείς. νῦν γὰρ πρῶτον τοῦθ’ οὕτως ἔχει; οὐχὶ ἐξ οὗ γένος ἀνθρώπων ἐστίν, ἐξ ἐκείνου πάντα τὰ ἁμαρτήματα καὶ τὰ ἀτυχή‐

2

.

24

.

21

ματα παρὰ ταύτην τὴν ἄγνοιαν γεγένηται; Ἀγαμέμνων καὶ Ἀχιλλεὺς δι〈ὰ τί〉 ἀλλήλοις διεφέροντο; οὐχὶ διὰ τὸ μὴ εἰδέναι, τίνα ἐστὶ συμφέροντα καὶ ἀσύμφορα; οὐχὶ ὁ μὲν λέγει, ὅτι συμφέρει ἀποδοῦναι τῷ πατρὶ
5τὴν Χρυσηίδα, ὁ δὲ λέγει, ὅτι οὐ συμφέρει; οὐχὶ ὁ μὲν λέγει, ὅτι δεῖ αὐτὸν λαβεῖν τὸ ἄλλου γέρας, ὁ δέ, ὅτι οὐ δεῖ; οὐχὶ διὰ ταῦτα ἐπελάθοντο καὶ τίνες ἦσαν καὶ ἐπὶ

2

.

24

.

22

τί ἐληλύθεσαν; ἔα, ἄνθρωπε, ἐπὶ τί ἐλήλυθας; ἐρωμέ‐ νας κτησόμενος ἢ πολεμήσων; ‘πολεμήσων.‘ τίσι; τοῖς Τρωσὶν ἢ τοῖς Ἕλλησιν; ‘τοῖς Τρωσίν.‘ ἀφεὶς οὖν τὸν

2

.

24

.

23

Ἕκτορα ἐπὶ τὸν βασιλέα τὸν σαυτοῦ σπᾷς τὸ ξίφος; σὺ δ’, ὦ βέλτιστε, ἀφεὶς τὰ τοῦ βασιλέως ἔργα,
ᾧ λαοί τ’ ἐπιτετράφαται καὶ τόσσα μέμηλεν, περὶ κορασιδίου διαπυκτεύεις τῷ πολεμικωτάτῳ τῶν
5συμμάχων, ὃν δεῖ παντὶ τρόπῳ περιέπειν καὶ φυλάτ‐ τειν; καὶ χείρων γίνῃ κομψοῦ ἀρχιερέως, ὃς τοὺς κα‐ λοὺς μονομάχους διὰ πάσης ἐπιμελείας ἔχει; ὁρᾷς, οἷα ποιεῖ ἄγνοια περὶ τῶν συμφερόντων;

2

.

24

.

24

‘Ἀλλὰ κἀγὼ πλούσιός εἰμι.‘ μή τι οὖν τοῦ Ἀγαμέ‐ μνονος πλουσιώτερος; ‘ἀλλὰ καὶ καλός εἰμι.‘ μή τι οὖν τοῦ Ἀχιλλέως καλλίων; ‘ἀλλὰ καὶ κόμιον κομψὸν ἔχω.‘ ὁ δ’ Ἀχιλλεὺς οὐ κάλλιον καὶ ξανθόν; καὶ οὐκ ἐκτένιζεν

2

.

24

.

25

αὐτὸ κομψῶς οὐδ’ ἔπλασσεν. ‘ἀλλὰ καὶ ἰσχυρός εἰμι.‘ μή τι οὖν δύνασαι λίθον ἆραι ἡλίκον ὁ Ἕκτωρ ἢ ὁ Αἴας; ‘ἀλλὰ καὶ εὐγενής.‘ μή τι ἐκ θεᾶς μητρός, μή τι πατρὸς ἐγγόνου Διός; τί οὖν ἐκεῖνο〈ν〉 ὠφελεῖ ταῦτα,
5ὅταν καθήμενος κλαίῃ διὰ τὸ κορασίδιον; ‘ἀλλὰ ῥήτωρ

2

.

24

.

26

εἰμί.‘ ἐκεῖνος δ’ οὐκ ἦν; οὐ βλέπεις πῶς κέχρηται τοῖς δεινοτάτοις τῶν Ἑλλήνων περὶ λόγους Ὀδυσσεῖ καὶ Φοίνικι, πῶς αὐτοὺς ἀστόμους πεποίηκε;

2

.

24

.

27

Ταῦτά σοι μόνα ἔχω εἰπεῖν καὶ οὐδὲ ταῦτα προ‐

2

.

24

.

28

θύμως. Διὰ τί; Ὅτι με οὐκ ἠρέθισας. εἰς τί γὰρ
ἀπιδὼν ἐρεθισ〈θ〉ῶ ὡς οἱ ἱππικοὶ περὶ τοὺς ἵππους τοὺς εὐφυεῖς; εἰς τὸ σωμάτιον; αἰσχρῶς αὐτὸ πλάσσεις. εἰς τὴν ἐσθῆτα; καὶ ταύτην τρυφερὰν ἔχεις. εἰς σχῆμα,

2

.

24

.

29

εἰς βλέμμα; εἰς οὐδέν. ὅταν ἀκοῦσαι θέλῃς φιλοσόφου, μὴ λέγε αὐτῷ ὅτι ‘οὐδέν μοι λέγεις;‘, ἀλλὰ μόνον δείκνυε σαυτὸν † τοῦ ἀκούειν καὶ ὄψει, πῶς κινήσεις τὸν λέγοντα.

2

.

25

t

κεʹ. Πῶς ἀναγκαῖα τὰ λογικά.

2

.

25

.

1

Τῶν παρόντων δέ τινος εἰπόντος Πεῖσόν με, ὅτι τὰ λογικὰ χρήσιμά ἐστιν, Θέλεις, ἔφη, ἀποδείξω σοι τοῦτο;

2

.

25

.

2

Ναί. Οὐκοῦν λόγον μ’ ἀποδεικτικὸν διαλεχθῆναι δεῖ; Ὁμολογήσαντος δὲ Πόθεν οὖν εἴσῃ, ἄν σε σοφί‐

2

.

25

.

3

σωμαι; Σιωπήσαντος δὲ τοῦ ἀνθρώπου Ὁρᾷς, ἔφη, πῶς αὐτὸς ὁμολογεῖς ὅτι ταῦτα ἀναγκαῖά ἐστιν, εἰ χωρὶς αὐτῶν οὐδ’ αὐτὸ τοῦτο δύνασαι μαθεῖν, πότερον ἀναγ‐ καῖα ἢ οὐκ ἀναγκαῖά ἐστιν.

2

.

26

t

κϛʹ. Τί τὸ ἴδιον τοῦ ἁμαρτήματος.

2

.

26

.

1

Πᾶν ἁμάρτημα μάχην περιέχει. ἐπεὶ γὰρ ὁ ἁμαρτά‐ νων οὐ θέλει ἁμαρτάνειν, ἀλλὰ κατορθῶσαι, δῆλον

2

.

26

.

2

ὅτι ὃ μὲν θέλει οὐ ποιεῖ. τί γὰρ ὁ κλέπτης θέλει πρᾶ‐ ξαι; τὸ αὑτῷ συμφέρον. οὐκ οὖν, εἰ ἀσύμφορόν ἐστιν

2

.

26

.

3

αὐτῷ τὸ κλέπτειν, ὃ μὲν θέλει ποιεῖ. πᾶσα δὲ ψυχὴ λογικὴ φύσει διαβέβληται πρὸς μάχην· καὶ μέχρι μὲν ἂν μὴ παρακολουθῇ τούτῳ, ὅτι ἐν μάχῃ ἐστίν, οὐδὲν κωλύεται τὰ μαχόμενα ποιεῖν· παρακολουθήσαντα δὲ
5πολλὴ ἀνάγκη ἀποστῆναι τῆς μάχης καὶ φυγεῖν οὕτως ὡς καὶ ἀπὸ τοῦ ψεύδους ἀνανεῦσαι πικρὰ ἀνάγκη τῷ αἰσθανομένῳ, ὅτι ψεῦδός ἐστιν· μέχρι δὲ τοῦτο μὴ φαν‐

2

.

26

.

4

τάζηται, ὡς ἀληθεῖ ἐπινεύει αὐτῷ. δεινὸς οὖν ἐν λόγῳ, ὁ δ’ αὐτὸς καὶ προτρεπτικὸς καὶ ἐλεγκτικὸς οὗτος ὁ δυ‐ νάμενος ἑκάστῳ παραδεῖξαι τὴν 〈μάχην〉, καθ’ ἣν ἁμαρ‐ τάνει, καὶ σαφῶς παραστῆσαι, πῶς ὃ θέλει οὐ ποιεῖ καὶ

2

.

26

.

5

ὃ μὴ θέλει ποιεῖ. ἂν γὰρ τοῦτο δείξῃ τις, αὐτὸς ἀφ’ αὑτοῦ ἀναποχωρήσει. μέχρι δὲ μὴ δεικνύῃς, μὴ θαύ‐ μαζε, εἰ ἐπιμένει· κατορθώματος γὰρ φαντασίαν λαμβά‐

2

.

26

.

6

νων ποιεῖ αὐτό. διὰ τοῦτο καὶ Σωκράτης ταύτῃ τῇ δυ‐ νάμει πεποιθὼς ἔλεγεν ὅτι ‘ἐγὼ ἄλλον μὲν οὐδένα εἴωθα παρέχειν μάρτυρα ὧν λέγω, ἀρκοῦμαι δ’ ἀεὶ τῷ προσδιαλεγομένῳ καὶ ἐκεῖνον ἐπιψηφίζω
5καὶ καλῶ μάρτυρα καὶ εἷς ὢν οὗτος ἀρκεῖ μοι

2

.

26

.

7

ἀντὶ πάντων‘. ᾔδει γάρ, ὑπὸ τίνος λογικὴ ψυχὴ κινεῖ‐ ται †, ζυγῷ ἐπιρρέψει, ἄν τε θέλῃς ἄν τε μή. λογικῷ ἡγεμονικῷ δεῖξον μάχην καὶ ἀποστήσεται· ἂν δὲ μὴ δεικνύῃς, αὐτὸς σαυτῷ μᾶλλον ἐγκάλει ἢ τῷ μὴ πειθο‐
5μένῳ.

3

.

1

t

αʹ. Περὶ καλλωπισμοῦ.

3

.

1

.

1

Εἰσιόντος τινὸς πρὸς αὐτὸν νεανίσκου ῥητορικοῦ περιεργότερον ἡρμοσμένου τὴν κόμην καὶ τὴν ἄλλην περιβολὴν κατακοσμοῦντος Εἰπέ μοι, ἔφη, εἰ οὐ δοκοῦ‐ σίν σοι κύνες τ’ εἶναι καλοί τινες καὶ ἵπποι καὶ οὕτως

3

.

1

.

2

τῶν ἄλλων ζῴων ἕκαστον; Δοκοῦσιν, ἔφη. Οὐκοῦν καὶ ἄνθρωποι οἱ μὲν καλοί, οἱ δ’ αἰσχροί; Πῶς γὰρ οὔ; Πότερον οὖν κατὰ τὸ αὐτὸ ἕκαστα τούτων ἐν τῷ αὐτῷ γένει καλὰ προσαγορεύομεν ἢ ἰδίως ἕκαστον;

3

.

1

.

3

οὕτως δ’ ὄψει αὐτό. ἐπειδὴ πρὸς ἄλλο μὲν ὁρῶμεν κύνα πεφυκότα, πρὸς ἄλλο[ν] δ’ ἵππον, πρὸς ἄλλο δ’ εἰ οὕτως τύχοι ἀηδόνα, καθόλου μὲν οὐκ ἀτόπως ἀποφήναιτ’ ἄν τις ἕκαστον τηνικαῦτα καλὸν εἶναι, ὁπότε κατὰ τὴν
5αὑτοῦ φύσιν κράτιστ’ ἔχοι· ἐπεὶ δ’ ἡ φύσις ἑκάστου διάφορός ἐστιν, διαφόρως εἶναί μοι δοκεῖ ἕκαστον αὐ‐

3

.

1

.

4

τῶν καλόν· ἢ γὰρ οὔ; Ὡμολόγει. Οὐκ οὖν ὅπερ κύνα ποιεῖ καλόν, τοῦτο ἵππον αἰσχρόν, ὅπερ δ’ ἵππον καλόν, τοῦτο κύνα αἰσχρόν, εἴ γε διάφοροι αἱ φύσεις

3

.

1

.

5

εἰσὶν αὐτῶν; Ἔοικεν. Καὶ γὰρ τὸ παγκρατιαστὴν οἶμαι ποιοῦν καλὸν τοῦτο παλαιστὴν οὐκ ἀγαθὸν ποιεῖ,
δρομέα δὲ καὶ γελοιότατον· καὶ ὁ πρὸς πενταθλίαν κα‐ λὸς ὁ αὐτὸς οὗτος πρὸς πάλην αἴσχιστος; Οὕτως,

3

.

1

.

6

ἔφη. Τί οὖν ποιεῖ ἄνθρωπον καλὸν ἢ ὅπερ τῷ γένει καὶ κύνα καὶ ἵππον; Τοῦτο, ἔφη. Τί οὖν ποιεῖ κύνα καλόν; ἡ ἀρετὴ ἡ κυνὸς παροῦσα. τί ἵππον; ἡ ἀρετὴ 〈ἡ〉 ἵππου παροῦσα. τί οὖν ἄνθρωπον; μή ποθ’

3

.

1

.

7

ἡ ἀρετὴ ἡ ἀνθρώπου παροῦσα; καὶ σὺ οὖν εἰ θέλεις καλὸς εἶναι, νεανίσκε, τοῦτο ἐκπόνει, τὴν ἀρετὴν τὴν

3

.

1

.

8

ἀνθρωπικήν. Τίς δ’ ἐστὶν αὕτη; Ὅρα, τίνας αὐτὸς ἐπαινεῖς, ὅταν δίχα πάθους τινὰς ἐπαινῇς· πότερα τοὺς δικαίους ἢ τοὺς ἀδίκους; Τοὺς δικαίους. Πότερον τοὺς σώφρονας ἢ τοὺς ἀκολάστους; Τοὺς σώφρονας.
5 Τοὺς ἐγκρατεῖς δ’ ἢ τοὺς ἀκρατεῖς; Τοὺς ἐγκρα‐

3

.

1

.

9

τεῖς. Οὐκοῦν τοιοῦτόν τινα ποιῶν σαυτὸν ἴσθι ὅτι καλὸν ποιήσεις· μέχρις δ’ ἂν τούτων ἀμελῇς, αἰσχρόν ς’ εἶναι ἀνάγκη, κἂν πάντα μηχανᾷ ὑπὲρ τοῦ φαίνεσθαί σε καλόν.

3

.

1

.

10

Ἐντεῦθεν οὐκέτι ἔχω σοι πῶς εἴπω· ἄν τε γὰρ λέγω ἃ φρονῶ, ἀνιάσω σε καὶ ἐξελθὼν τάχα οὐδ’ εἰσελεύσῃ· ἄν τε μὴ λέγω, ὅρα οἷον ποιήσω, εἰ σὺ μὲν ἔρχῃ πρὸς ἐμὲ ὠφεληθησόμενος, ἐ[ρ]γὼ δ’ οὐκ ὠφελήσω ς’ οὐδέν,
5καὶ σὺ μὲν ὡς πρὸς φιλόσοφον, ἐγὼ δ’ οὐδὲν ἐρῶ σοι

3

.

1

.

11

ὡς φιλόσοφος. πῶς δὲ καὶ ὠμόν ἐστι πρὸς αὐτόν σε τὸ περιιδεῖν ἀνεπανόρθωτον ἄν ποθ’ ὕστερον φρένας

3

.

1

.

12

σχῇς, εὐλόγως μοι ἐγκαλέσεις· ‘τί εἶδεν ἐν ἐμοὶ ὁ Ἐπί‐ κτητος, ἵνα βλέπων με τοιοῦτον εἰσερχόμενον πρὸς αὐτὸν οὕτως αἰσχρῶς ἔχοντα περιίδῃ 〈καὶ〉 μηδέποτε μηδὲ

3

.

1

.

13

ῥῆμα εἴπῃ; οὕτως μου ἀπέγνω; νέος οὐκ ἤμην; οὐκ ἤμην λόγου ἀκουστικός; πόσοι δ’ ἄλλοι νέοι ἐφ’ ἡλικίας

3

.

1

.

14

πολλὰ τοιαῦτα διαμαρτάνουσιν; τινά ποτ’ ἀκούω Πολέ‐ μωνα ἐξ ἀκολαστοτάτου νεανίσκου τοσαύτην μεταβολὴν μεταβαλεῖν. ἔστω, οὐκ ᾤετό με Πολέμωνα ἔσεσθαι· τὴν μὲν κόμην ἠδύνατό μου διορθῶσαι, τὰ μὲν περιάμματά
5μου περιελεῖν, ψιλούμενόν με παῦσαι ἠδύνατο, ἀλλὰ

3

.

1

.

15

βλέπων με—τίνος εἴπω; —σχῆμα ἔχοντα ἐσιώπα.‘ ἐγὼ οὐ λέγω, τίνος ἐστὶ τὸ σχῆμα τοῦτο· σὺ δ’ αὐτὸ ἐρεῖς τόθ’, ὅταν εἰς σαυτὸν ἔλθῃς, καὶ γνώσει, οἷόν ἐστι καὶ τίνες αὐτὸ ἐπιτηδεύουσι.

3

.

1

.

16

Τοῦτό μοι ὕστερον ἂν ἐγκαλῇς, τί ἕξω ἀπολογή‐ σασθαι; ναί· ἀλλ’ ἐρῶ καὶ οὐ πεισθήσεται. τῷ γὰρ Ἀπόλλωνι ἐπείσθη ὁ Λάιος; οὐκ ἀπελθὼν καὶ μεθυ‐ σθεὶς χαίρειν εἶπεν τῷ χρησμῷ; τί οὖν; παρὰ τοῦτο

3

.

1

.

17

οὐκ εἶπεν αὐτῷ ὁ Ἀπόλλων τὰς ἀληθείας; καίτοι ἐγὼ
μὲν οὐκ οἶδα οὔτ’ εἰ πεισθήσῃ μοι οὔτ’ εἰ μή· ἐκεῖνος δ’ ἀκριβέστατα ᾔδει, ὅτι οὐ πεισθήσεται, καὶ ὅμως

3

.

1

.

18

εἶπεν. Διὰ τί δ’ εἶπεν; 〈Διὰ〉 τί δὲ Ἀπόλλων ἐστίν; διὰ τί δὲ χρησμῳδεῖ; διὰ τί δ’ εἰς ταύτην τὴν χώραν ἑαυτὸν κατατέταχεν, ὥστε μάντις εἶναι καὶ πηγὴ τῆς ἀληθείας καὶ πρὸς αὐτὸν ἔρχεσθαι τοὺς ἐκ τῆς οἰ‐
5κουμένης; διὰ τί δὲ προγέγραπται τὸ γνῶθι σαυτὸν μηδενὸς αὐτὸ νοοῦντος;

3

.

1

.

19

Σωκράτης πάντας ἔπειθε τοὺς προσιό〈ν〉τας ἐπιμε‐ λεῖσθαι ἑαυτῶν; οὐδὲ τὸ χιλιοστὸν μέρος. ἀλλ’ ὅμως ἐπειδὴ εἰς ταύτην τὴν τάξιν ὑπὸ τοῦ δαιμονίου, ὥς φησιν αὐτός, κατετάχθη, μηκέτι ἐξέλιπεν. ἀλλὰ

3

.

1

.

20

καὶ πρὸς τοὺς δικαστὰς τί λέγει; ‘ἄν μ’ ἀφῆτε‘, φησίν, ‘ἐπὶ τούτοις, ἵνα μηκέτι ταῦτα πράσσω ἃ νῦν, οὐκ ἀνέξομαι οὐδ’ ἀνήσω· ἀλλὰ καὶ νέῳ καὶ πρεσβυτέρῳ καὶ ἁπλῶς ἀεὶ τῷ ἐντυγχάνοντι
5προσελθὼν πεύσομαι ταῦτα ἃ καὶ νῦν πυνθά‐ νομαι, πολὺ δὲ μάλιστα ὑμῶν, φησί, τῶν πολι‐

3

.

1

.

21

τῶν, ὅτι ἐγγυτέρω μου γένει ἐστέ.‘ οὕτως περίερ‐ γος εἶ, ὦ Σώκρατες, καὶ πολυπράγμων; τί δέ σοι μέλει, τί ποιοῦμεν; ‘οἷον καὶ λέγεις; κοινωνός μου ὢν καὶ συγγενὴς ἀμελεῖς σεαυτοῦ καὶ τῇ πόλει παρέχεις πολίτην
5κακὸν καὶ τοῖς συγγενέσι συγγενῆ καὶ τοῖς γείτοσι γεί‐

3

.

1

.

22

τονα.‘ ‘σὺ οὖν τίς εἶ;‘ ἐνταῦθα μέγα ἐστὶ τὸ εἰπεῖν ὅτι ‘οὗτός εἰμι, ᾧ δεῖ μέλειν ἀνθρώπων.‘ οὐδὲ γὰρ λέοντι
τὸ τυχὸν βοίδιον τολμᾷ ἀντιστῆναι αὐτῷ· ἂν δ’ ὁ ταῦ‐ ρος προσελθὼν ἀνθίστηται, λέγε αὐτῷ, ἄν σοι δόξῃ[ς],

3

.

1

.

23

‘σὺ δὲ τίς εἶ;‘ καὶ ‘τί σοὶ μέλει;‘ ἄνθρωπε, ἐν παντὶ γένει φύεταί τι ἐξαίρετον· ἐν βουσίν, ἐν κυσίν, ἐν με‐ λίσσαις, ἐν ἵπποις. μὴ δὴ λέγε τῷ ἐξαιρέτῳ ‘σὺ οὖν τί εἶ;‘ εἰ δὲ μή, ἐρεῖ σοι φωνήν ποθεν λαβὸν ‘ἐγώ εἰμι
5τοιοῦτον οἷον ἐν ἱματίῳ πορφύρα· μή μ’ ἀξίου ὅμοιον εἶναι τοῖς ἄλλοις ἢ τῇ φύσει μου μέμφου, ὅτι με δια‐ φέροντα παρὰ τοὺς ἄλλους ἐποίησεν‘.

3

.

1

.

24

Τί οὖν; ἐγὼ τοιοῦτος; πόθεν; σὺ γὰρ τοιοῦτος οἷος ἀκούειν τἀληθῆ; ὤφελεν. ἀλλ’ ὅμως ἐπεί πως κατε‐ κρίθην πώγωνα ἔχειν πολιὸν καὶ τρίβωνα καὶ σὺ εἰσ‐ έρχῃ πρὸς ἐμὲ ὡς πρὸς φιλόσοφον, οὐ χρήσομαί σοι
5ὠμῶς οὐδ’ ἀπογνωστικῶς, ἀλλ’ ἐρῶ· νεανίσκε, τίνα θέλεις καλὸν ποιεῖν; γνῶθι πρῶτον τίς εἶ καὶ οὕτως

3

.

1

.

25

κόσμει σεαυτόν. ἄνθρωπος εἶ· τοῦτο δ’ ἐστὶ θνητὸν ζῷον χρηστικὸν φαντασίαις λογικῶς. τὸ δὲ λογι‐ κῶς τί ἐστιν; φύσει ὁμολογουμένως καὶ τελέως. τί οὖν ἐξαίρετον ἔχεις; τὸ ζῷον; οὔ. τὸ θνητόν; οὔ. τὸ

3

.

1

.

26

χρηστικὸν φαντασίαις; οὔ. τὸ λογικὸν ἔχεις ἐξαίρετον· τοῦτο κόσμει καὶ καλλώπιζε· τὴν κόμην δ’ ἄφες τῷ πλά‐

3

.

1

.

27

σαντι ὡς αὐτὸς ἠθέλησεν. ἄγε, τίνας ἄλλας ἔχεις προση‐ γορίας; ἀνὴρ εἶ ἢ γυνή; Ἀνήρ. Ἄνδρα οὖν καλλώ‐
πιζε, μὴ γυναῖκα. ἐκείνη φύσει λεία γέγονε καὶ τρυ‐ φερά· κἂν ἔχῃ τρίχας πολλάς, τέρας ἐστὶ καὶ ἐν τοῖς

3

.

1

.

28

τέρασιν ἐν Ῥώμῃ δείκνυται. τοῦτο δ’ ἐπ’ ἀνδρός ἐστι τὸ μὴ ἔχειν· κἂν μὲν φύσει μὴ ἔχῃ, τέρας ἐστίν, ἂν δ’ αὐτὸς ἑαυτοῦ ἐκκόπτῃ καὶ ἀποτίλλῃ, τί αὐτὸν ποιήσω‐ μεν; ποῦ αὐτὸν δείξωμεν καὶ τί προγράψωμεν; ‘δείξω

3

.

1

.

29

ὑμῖν ἄνδρα, ὃς θέλει μᾶλλον γυνὴ εἶναι ἢ ἀνήρ‘. ὦ δεινοῦ θεάματος· οὐδεὶς οὐχὶ θαυμάσει τὴν προγραφήν· νὴ τὸν Δία, οἶμαι ὅτι αὐτοὶ οἱ τιλλόμενοι οὐ παρακο‐ λουθοῦντες, ὅτι τοῦτ’ αὐτό ἐστιν, ὃ ποιοῦσιν, ποιοῦσιν.

3

.

1

.

30

ἄνθρωπε, τί ἔχεις ἐγκαλέσαι σου τῇ φύσει; ὅτι σε ἄνδρα ἐγέννησεν; τί οὖν; πάσας ἔδει γυναῖκας γεννῆσαι; καὶ τί ἂν ὄφελος ἦν σοι τοῦ κοσμεῖσθαι; τίνι

3

.

1

.

31

ἂν ἐκοσμοῦ, εἰ πάντες ἦσαν γυναῖκες; ἀλλ’ οὐκ ἀρέσκει σοι τὸ πραγμάτιον· ὅλον δι’ ὅλων αὐτὸ ποίησον· ἆρον —τί ποτ’ ἐκεῖνο; —τὸ αἴτιον τῶν τριχῶν· ποίησον εἰς ἅπαντα σαυτὸν γυναῖκα, ἵνα μὴ πλανώμεθα, μὴ τὸ μὲν

3

.

1

.

32

ἥμισυ ἀνδρός, τὸ δ’ ἥμισυ γυναικός. τίνι θέλεις ἀρέ‐
σαι; τοῖς γυναικαρίοις; ὡ〈σ〉 ἀνὴρ αὐτοῖς ἄρεσον. ‘ναί· ἀλλὰ τοῖς λείοις χαίρουσιν.‘ οὐκ ἀπάγξῃ; καὶ εἰ τοῖς

3

.

1

.

33

κιναίδοις ἔχαιρον, ἐγένου ἂν κίναιδος; τοῦτό σοι τὸ ἔργον ἐστίν, ἐπὶ τοῦτο ἐγεννήθης, ἵνα σοι αἱ γυναῖκες

3

.

1

.

34

αἱ ἀκόλαστοι χαίρωσιν; τοιοῦτόν σε θῶμεν πολίτην Κορινθίων, κἂν οὕτως τύχῃ, ἀστυνόμον ἢ ἐφήβαρχον ἢ

3

.

1

.

35

στρατηγὸν ἢ ἀγωνοθέτην; ἄγε καὶ γαμήσας τίλλεσθαι μέλλεις; τίνι καὶ ἐπὶ τί; καὶ παιδία ποιήσας εἶτα κἀ‐ κεῖνα τιλλόμενα ἡμῖν εἰσάξεις εἰς τὸ πολίτευμα; καλὸς πολίτης καὶ βουλευτὴς καὶ ῥήτωρ. τοιούτους δεῖ νέους
5εὔχεσθαι ἡμῖν φύεσθαι καὶ ἀνατρέφεσθαι;

3

.

1

.

36

Μή, τοὺς θεούς σοι, νεανίσκε· ἀλλ’ ἅπαξ ἀκούσας τῶν λόγων τούτων ἀπελθὼν σαυτῷ εἰπὲ ‘ταῦτά μοι Ἐπίκτητος οὐκ εἴρηκεν· πόθεν γὰρ ἐκείνῳ; ἀλλὰ θεός τίς ποτ’ εὐμενὴς δι’ ἐκείνου. οὐδὲ γὰρ ἂν ἐπῆλθεν
5Ἐπικτήτῳ ταῦτα εἰπεῖν οὐκ εἰωθότι λέγειν πρὸς οὐ‐

3

.

1

.

37

δένα. ἄγε οὖν τῷ θεῷ πεισθῶμεν, ἵνα μὴ θεοχόλωτοι ὦμεν‘. οὔ· ἀλλ’ ἂν μὲν κόραξ κραυγάζων σημαίνῃ σοί τι, οὐχ ὁ κόραξ ἐστὶν ὁ σημαίνων, ἀλλ’ ὁ θεὸς δι’ αὐ‐ τοῦ· ἂν δὲ δι’ ἀνθρωπίνης φωνῆς σημαίνῃ τι, τὸν ἄν‐
5θρωπον ποιήσει λέγειν σοι ταῦτα, ἵν’ ἀγνοῇς τὴν δύ‐
ναμιν τοῦ δαιμονίου, ὅτι τοῖς μὲν οὕτως, τοῖς δ’ ἐκεί‐ νως σημαίνει, περὶ δὲ τῶν μεγίστων καὶ κυριωτάτων

3

.

1

.

38

〈διὰ〉 καλλίστου ἀγγέλου σημαίνει; τί ἐστιν ἄλλο, ὃ λέ‐ γει ὁ ποιητής;
ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς,
Ἑρμείαν πέμψαντες ἐύσκοπον ἀργειφόντην,
5μήτ’ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν.

3

.

1

.

39

ὁ Ἑρμῆς καταβὰς ἔμελλεν αὐτῷ λέγειν ταῦτα καὶ σοὶ νῦν λέγουσιν οἱ θεοὶ ταῦτα Ἑρμείαν πέμψαντες διάκτορον ἀργειφόντην μὴ ἐκστρέφειν τὰ καλῶς ἔχοντα μηδὲ περιεργάζεσθαι, ἀλλ’ ἀφεῖναι τὸν ἄνδρα
5ἄνδρα, τὴν γυναῖκα γυναῖκα, τὸν καλὸν ἄνθρωπον ὡς καλὸν ἄνθρωπον, τὸν αἰσχρὸν ὡς ἄνθρωπον αἰσχρόν.

3

.

1

.

40

ὅτι οὐκ εἶ κρέας οὐδὲ τρίχες, ἀλλὰ προαίρεσις· ταύτην

3

.

1

.

41

ἂν σχῇς καλήν, τότ’ ἔστι καλός. μέχρι δὲ νῦν οὐ τολμῶ σοι λέγειν, ὅτι αἰσχρὸς εἶ· δοκεῖς γάρ μοι πάντα θέλειν

3

.

1

.

42

ἀκοῦσαι ἢ τοῦτο. ἀλλ’ ὅρα, τί λέγει Σωκράτης τῷ καλ‐ λίστῳ πάντων καὶ ὡραιοτάτῳ Ἀλκιβιάδῃ· ‘πειρῶ οὖν καλὸς εἶναι‘. τί αὐτῷ λέγει; ‘πλάσσε σου τὴν κόμην καὶ τίλλε σου τὰ σκέλη‘; μὴ γένοιτο· ἀλλὰ ‘κόσμει σου

3

.

1

.

43

τὴν προαίρεσιν, ἔξαιρε τὰ φαῦλα δόγματα‘. τὸ σωμά‐ τιον οὖν πῶς; ὡς πέφυκεν. ἄλλῳ τούτων ἐμέλησεν·

3

.

1

.

44

ἐκείνῳ ἐπί[σ]τρεψον. Τί οὖν; ἀκάθαρτον δεῖ εἶναι; Μὴ γένοιτο· ἀλλ’ ὃς εἶ καὶ πέφυκας, τοῦτον κάθαιρε, ἄνδρα ὡς ἄνδρα καθάριον εἶναι, γυναῖκα ὡς γυναῖκα,

3

.

1

.

45

παιδίον ὡς παιδίον. οὔ· ἀλλὰ καὶ τοῦ λέοντος ἐκτίλω‐ μεν τὴν κόμην, ἵνα μὴ ἀκάθαρτος ᾖ, καὶ τοῦ ἀλεκτρυό‐ νος τὸν λόφον· δεῖ γὰρ καὶ τοῦτον καθάριον εἶναι. ἀλλ’ ὡς ἀλεκτρυόνα καὶ ἐκεῖνον ὡς λέοντα καὶ τὸν κυνηγετι‐
5κὸν κύνα ὡς κυνηγετικόν.

3

.

2

t

βʹ. Περὶ τίνα ἀσκεῖσθαι δεῖ τὸν προκόψοντα καὶ ὅτι τῶν κυριωτάτων ἀμελοῦμεν.

3

.

2

.

1

Τρεῖς εἰσι τόποι, περὶ οὓς ἀσκηθῆναι δεῖ τὸν ἐσό‐ μενον καλὸν καὶ ἀγαθόν· ὁ περὶ τὰς ὀρέξεις καὶ τὰς ἐκκλίσεις, ἵνα μήτ’ ὀρεγόμενος ἀποτυγχάνῃ μήτ’ ἐκκλί‐

3

.

2

.

2

νων περιπίπτῃ· ὁ περὶ τὰς ὁρμὰς καὶ ἀφορμὰς καὶ ἁπλῶς ὁ περὶ τὸ καθῆκον, ἵνα τάξει, ἵνα εὐλογίστως, ἵνα μὴ ἀμελῶς· τρίτος ἐστὶν ὁ περὶ τὴν ἀνεξαπατησίαν καὶ ἀνεικαιότητα καὶ ὅλως ὁ περὶ τὰς συγκαταθέσεις.

3

.

2

.

3

τούτων κυριώτατος καὶ μάλιστα ἐπείγων ἐστὶν ὁ περὶ τὰ πάθη· πάθος γὰρ ἄλλως οὐ γίνεται εἰ μὴ ὀρέξεως ἀποτυγχανούσης ἢ ἐκκλίσεως περιπιπτούσης. οὗτός ἐστιν ὁ ταραχάς, θορύβους, ἀτυχίας, ὁ δυστυχίας ἐπι‐
5φέρων, ὁ πένθη, οἰμωγάς, φθόνους, ὁ φθονερούς, ὁ ζηλοτύπους ποιῶν, δι’ ὧν οὐδ’ ἀκοῦσαι λόγου δυνά‐

3

.

2

.

4

μεθα. δεύτερός ἐστιν ὁ περὶ τὸ καθῆκον· οὐ δεῖ γάρ με εἶναι ἀπαθῆ ὡς ἀνδριάντα, ἀλλὰ τὰς σχέσεις τη‐ ροῦντα τὰς φυσικὰς καὶ ἐπιθέτους ὡς εὐσεβῆ, ὡς υἱόν, ὡς ἀδελφόν, ὡς πατέρα, ὡς πολίτην.

3

.

2

.

5

Τρίτος ἐστὶν ὁ ἤδη τοῖς προκόπτουσιν ἐπιβάλλων, ὁ περὶ τὴν αὐτῶν τούτων ἀσφάλειαν, ἵνα μηδ’ ἐν ὕπνοις λάθῃ τις ἀνεξέταστος παρελθοῦσα φαντασία μηδ’ ἐν οἰνώσει μηδὲ μελαγχολῶντος. Τοῦτο ὑπὲρ ἡμᾶς, φη‐

3

.

2

.

6

σίν, ἐστίν. Οἱ δὲ νῦν φιλόσοφοι ἀφέντες τὸν πρῶ‐ τον τόπον καὶ τὸν δεύτερον καταγίνονται περὶ τὸν τρί‐ τον· μεταπίπτοντας, ἠρωτῆσθαι περαίνοντας, ὑποθετι‐

3

.

2

.

7

κούς, ψευδομένους. Δεῖ γάρ, φησίν, καὶ ἐν ταῖς ὕλαις ταύταις γενόμενον διαφυλάξαι τὸ ἀνεξαπάτητον.

3

.

2

.

8

Τίνα; τὸν καλὸν καὶ ἀγαθόν. σοὶ οὖν τοῦτο λείπει; τὰς ἄλλας ἐκπεπόνηκας; περὶ κερμάτιον ἀνεξαπάτητος εἶ; ἐὰν ἴδῃς κοράσιον καλόν, ἀντέχεις τῇ φαντασίᾳ; ἂν ὁ γείτων σου κληρονομήσῃ, οὐ δάκνῃ; νῦν οὐδὲν ἄλλο

3

.

2

.

9

σοι λείπει ἢ ἀμεταπτωσία; τάλας, αὐτὰ ταῦτα τρέμων μανθάνεις καὶ ἀγωνιῶν, μή τίς σου καταφρονήσῃ, καὶ

3

.

2

.

10

πυνθανόμενος, μή τίς τι περὶ σοῦ λέγει. κἄν τις ἐλθὼν
εἴπῃ σοι ὅτι ‘λόγου γινομένου, τίς ἄριστός ἐστι τῶν φιλοσόφων, παρών τις ἔλεγεν, ὅτι εἷς φιλόσοφος ὁ δεῖνα‘, γέγονέ σου τὸ ψυχάριον ἀντὶ δακτυλιαίου δί‐
5πηχυ. ἂν δ’ ἄλλος παρὼν εἴπῃ ‘οὐδὲν εἴρηκας, οὐκ ἔστιν ἄξιον τοῦ δεῖνος ἀκροᾶσθαι· τί γὰρ οἶδεν; τὰς πρώτας ἀφορμὰς ἔχει, πλέον δ’ οὐδέν‘, ἐξέστηκας, ὠχρία‐ κας, εὐθὺς κέκραγας ‘ἐγὼ αὐτῷ δείξω, τίς εἰμι, ὅτι μέγας

3

.

2

.

11

φιλόσοφοσ‘. βλέπεται ἐξ αὐτῶν τούτων. τί θέλεις ἐξ ἄλλων δεῖξαι; οὐκ οἶδας, ὅτι Διογένης τῶν σοφιστῶν τινα οὕτως ἔδειξεν ἐκτείνας τὸν μέσον δάκτυλον, εἶτα ἐκμανέντος αὐτοῦ ‘Οὗτός ἐστιν‘, ἔφη, ‘ὁ δεῖνα·

3

.

2

.

12

ἔδειξα ὑμῖν αὐτόν‘; ἄνθρωπος γὰρ δακτύλῳ οὐ δεί‐ κνυται ὡς λίθος ἢ ὡς ξύλον, ἀλλ’ ὅταν τις τὰ δόγματα αὐτοῦ δείξῃ, τότε αὐτὸν ὡς ἄνθρωπον ἔδειξεν.

3

.

2

.

13

Βλέπωμεν καὶ σοῦ τὰ δόγματα. μὴ γὰρ οὐ δῆλόν ἐστιν, ὅτι σὺ τὴν προαίρεσιν τὴν σαυτοῦ ἐν οὐδενὶ τί‐ θεσαι, ἔξω δὲ βλέπεις εἰς τὰ ἀπροαίρετα, τί ἐρεῖ ὁ δεῖνα καὶ τίς εἶναι δόξεις, εἰ φιλόλογος, εἰ Χρύσιππον
5ἀνεγνω〈κὼ〉ς ἢ Ἀντίπατρον; εἰ μὲν γὰρ καὶ Ἀρχέδημον,

3

.

2

.

14

ἀπέχεις ἅπαντα. τί ἔτι ἀγωνιᾷς, μὴ οὐ δείξῃς ἡμῖν, τίς εἶ; θέλεις σοι εἴπω, τίνα ἡμῖν ἔδειξας; ἄνθρωπον παρι‐ όντα ταπεινόν, μεμψίμοιρον, ὀξύθυμον, δειλόν, πάντα
μεμφόμενον, πᾶσιν ἐγκαλοῦντα, μηδέποτε ἡσυχίαν

3

.

2

.

15

ἄγοντα, πέρπερον· ταῦτα ἡμῖν ἔδειξας. ἄπελθε νῦν καὶ ἀναγίγνωσκε Ἀρχέδημον· εἶτα μῦς ἂν καταπέσῃ καὶ ψοφήσῃ, ἀπέθανες. τοιοῦτος γάρ σε μένει θάνατος, οἷον καὶ τὸν—τίνα ποτ’ ἐκεῖνον; —τὸν Κρῖνιν. καὶ

3

.

2

.

16

ἐκεῖνος μέγα ἐφρόνει, ὅτι ἐνόει Ἀρχέδημον. τάλας, οὐ θέλεις ἀφεῖναι ταῦτα τὰ μηδὲν πρὸς σέ; πρέπει ταῦτα τοῖς δυναμένοις δίχα ταραχῆς αὐτὰ μανθάνειν, οἷς ἔξε‐ στιν εἰπεῖν ‘οὐκ ὀργίζομαι, οὐ λυποῦμαι, οὐ φθονῶ, οὐ
5κωλύομαι, οὐκ ἀναγκάζομαι. τί μοι λοιπόν; εὐσχολῶ,

3

.

2

.

17

ἡσυχίαν ἄγω. ἴδωμεν, πῶς περὶ τὰς μεταπτώσεις τῶν λόγων δεῖ ἀναστρέφεσθαι· ἴδωμεν, πῶς ὑπόθεσίν τις λαβὼν εἰς οὐδὲν ἄτοπον ἀπαχθήσεται‘. ἐκείνων ἐστὶ

3

.

2

.

18

ταῦτα. τοῖς εὖ παθοῦσι πρέπει πῦρ καίειν, ἀριστᾶν, ἂν οὕτως τύχῃ, καὶ ᾄδειν καὶ ὀρχεῖσθαι· βυθιζομένου δὲ τοῦ πλοίου σύ μοι παρελθὼν ἐπαίρεις τοὺς σιφάρους.

3

.

3

t

γʹ. Τίς ὕλη τοῦ ἀγαθοῦ καὶ πρὸς τί μάλιστ’ ἀσκητέον.

3

.

3

.

1

Ὕλη τοῦ καλοῦ καὶ ἀγαθοῦ τὸ ἴδιον ἡγεμονικόν, τὸ σῶμα δ’ ἰατροῦ καὶ [ἀπ]ἀλείπτου, ὁ ἀγρὸς γεωργοῦ ὕλη· ἔργον δὲ καλοῦ καὶ ἀγαθοῦ τὸ χρῆσθαι ταῖς φαν‐

3

.

3

.

2

τασίαις κατὰ φύσιν. πέφυκεν δὲ πᾶσα ψυχὴ ὥσπερ τῷ
ἀληθεῖ ἐπινεύειν, πρὸς τὸ ψεῦδος ἀνανεύειν, πρὸς τὸ ἄδηλον ἐπέχειν, οὕτως πρὸς μὲν τὸ ἀγαθὸν ὀρεκτικῶς κινεῖσθαι, πρὸς δὲ τὸ κακὸν ἐκκλιτικῶς, πρὸς δὲ τὸ

3

.

3

.

3

μήτε κακὸν μήτ’ ἀγαθὸν οὐδετέρως. ὡς γὰρ τὸ τοῦ Καίσαρος νόμισμα οὐκ ἔξεστιν ἀποδοκιμάσαι τῷ τραπε‐ ζίτῃ οὐδὲ τῷ λαχανοπώλῃ, ἀλλ’ ἂν δείξῃς, θέλει οὐ θέλει, προέσθαι αὐτὸν δεῖ τὸ ἀντ’ αὐτοῦ πωλούμενον,

3

.

3

.

4

οὕτως ἔχει καὶ ἐπὶ τῆς ψυχῆς. τὸ ἀγαθὸν φανὲν εὐθὺς ἐκίνησεν ἐφ’ αὑτό, τὸ κακὸν ἀφ’ αὑτοῦ. οὐδέποτε δ’ ἀγαθοῦ φαντασίαν ἐναργῆ ἀποδοκιμάσει ψυχή, οὐ μᾶλ‐ λον ἢ τὸ Καίσαρος νόμισμα. ἔνθεν ἐξήρτηται πᾶσα κί‐
5νησις καὶ ἀνθρώπου καὶ θεοῦ.

3

.

3

.

5

Διὰ τοῦτο πάσης οἰκειότητος προκρίνεται τὸ ἀγαθόν. οὐδὲν ἐμοὶ καὶ τῷ πατρί, ἀλλὰ τῷ ἀγαθῷ. ‘οὕτως εἶ σκληρός;‘ οὕτως γὰρ πέφυκα· τοῦτό μοι τὸ νόμισμα δέ‐

3

.

3

.

6

δωκεν ὁ θεός. διὰ τοῦτο, εἰ τοῦ καλοῦ καὶ δικαίου τὸ ἀγαθὸν ἕτερόν ἐστιν, οἴχεται καὶ πατὴρ καὶ ἀδελφὸς καὶ

3

.

3

.

7

πατρὶς καὶ πάντα τὰ πράγματα. ἀλλ’ ἐγὼ τὸ ἐμὸν ἀγα‐ θὸν ὑπερίδω, ἵνα σὺ σχῇς, καὶ παραχωρήσω σοι; ἀντὶ τίνος; ‘πατήρ σου εἰμί.‘ ἀλλ’ οὐκ ἀγαθόν. ‘ἀδελφός

3

.

3

.

8

σου εἰμί.‘ ἀλλ’ οὐκ ἀγαθόν. ἐὰν δ’ ἐν ὀρθῇ προαιρέσει θῶμεν, αὐτὸ 〈τὸ〉 τηρεῖν τὰς σχέσεις ἀγαθὸν γίνεται· καὶ λοιπὸν ὁ τῶν ἐκτός τινων ἐκχωρῶν, οὗτος τοῦ ἀγα‐

3

.

3

.

9

θοῦ τυγχάνει. ‘αἴρει τὰ χρήματα ὁ πατήρ.‘ ἀλλ’ οὐ βλάπτει. ‘ἕξει τὸ πλέον τοῦ ἀγροῦ 〈ὁ ἀδελφόσ〉.‘ ὅσον
καὶ θέλει. μή τι οὖν τοῦ αἰδήμονος, μή τι τοῦ πιστοῦ,

3

.

3

.

10

μή τι τοῦ φιλαδέλφου; ἐκ ταύτης γὰρ τῆς οὐσίας τίς δύναται ἐκβαλεῖν; οὐδ’ ὁ Ζεύς. οὐδὲ γὰρ ἠθέλησεν, ἀλλ’ ἐπ’ ἐμοὶ αὐτὸ ἐποίησεν καὶ ἔδωκεν οἷον εἶχεν αὐ‐ τός, ἀκώλυ[σ]τον, ἀνανάγκαστον, ἀπαραπόδιστον.

3

.

3

.

11

Ὅταν οὖν ἄλλῳ ἄλλο τὸ νόμισμα ᾖ, ἐκεῖνό 〈τι〉ς δεί‐

3

.

3

.

12

ξας ἔχει τὸ ἀντ’ αὐτοῦ πιπρασκόμενον. ἐλήλυθεν εἰς τὴν ἐπαρχίαν κλέπτης ἀνθύπατος. τίνι νομίσματι χρῆται; ἀργυρίῳ. δεῖξον καὶ ἀπόφερε ὃ θέλεις. ἐλήλυθεν μοιχός. τίνι νομίσματι χρῆται; κορασιδίοις. ‘λάβε‘, φησίν, ‘τὸ
5νόμισμα καὶ πώλησόν μοι τὸ πραγμάτιον‘. δὸς καὶ ἀγό‐

3

.

3

.

13

ραζε. ἄλλος περὶ παιδάρια ἐσπούδακεν. δὸς αὐτῷ τὸ νό‐ μισμα καὶ λάβε ὃ θέλεις. ἄλλος φιλόθηρος. δὸς ἱππάριον καλὸν ἢ κυνάριον· οἰμώζων καὶ στένων πωλήσει ἀντ’ αὐτοῦ ὃ θέλεις. ἄλλος γὰρ αὐτὸν ἀναγκάζει ἔσωθεν, ὁ
5τὸ νόμισμα τοῦτο τεταχώς.

3

.

3

.

14

Πρὸς τοῦτο μάλιστα τὸ εἶδος αὑτὸν γυμναστέον. εὐ‐ θὺς ὄρθρου προελθὼν ὃν ἂν ἴδῃς, ὃν ἂν ἀκούσῃς, ἐξέ‐
ταζε, ἀποκρίνου ὡς πρὸς ἐρώτημα. τί εἶδες; καλὸν ἢ καλήν; ἔπαγε τὸν κανόνα. ἀπροαίρετον ἢ προαιρετικόν;

3

.

3

.

15

ἀπροαίρετον· αἶρε ἔξω. τί εἶδες; πενθοῦν〈τ’〉 ἐπὶ τέκνου τελευτῇ; ἔπαγε τὸν κανόνα. ὁ θάνατός ἐστιν ἀπροαίρε‐ τον· αἶρε ἐκ τοῦ μέσου. ἀπήντησέ σοι ὕπατος; ἔπαγε τὸν κανόνα. ὑπατεία ποῖόν τι ἐστίν; ἀπροαίρετον ἢ προ‐
5αιρετικόν; ἀπροαίρετον· αἶρε καὶ τοῦτο, οὐκ ἔστι δόκι‐

3

.

3

.

16

μον· ἀπόβαλε, οὐδὲν πρὸς σέ. καὶ τοῦτο εἰ ἐποιοῦμεν καὶ πρὸς τοῦτο ἠσκούμεθα καθ’ ἡμέραν ἐξ ὄρθρου μέχρι

3

.

3

.

17

νυκτός, ἐγίνετο ἄν τι, νὴ τοὺς θεούς. νῦν δ’ εὐθὺς ὑπὸ πάσης φαντασίας κεχηνότες λαμβανόμεθα καὶ μόνον, εἴπερ ἄρα, ἐν τῇ σχολῇ μικρόν τι διεγειρόμεθα· εἶτ’ ἐξελθόντες ἂν ἴδωμεν πενθοῦντα, λέγομεν ‘ἀπώλετο‘·
5ἂν ὕπατον, ‘μακάριοσ‘· ἂν ἐξωρισμένον, ‘ταλαίπωροσ‘·

3

.

3

.

18

ἂν πένητα, ‘ἄθλιος, οὐκ ἔχει πόθεν φάγῃ‘. ταῦτ’ οὖν ἐκκόπτειν δεῖ τὰ πονηρὰ δόγματα, περὶ τοῦτο συντετά‐ σθαι. τί γάρ ἐστι τὸ κλαίειν καὶ οἰμώζειν; δόγμα. τί δυστυχία; δόγμα. τί στάσις, τί διχόνοια, τί μέμψις, τί

3

.

3

.

19

κατηγορία, τί ἀσέβεια, τί φλυαρία; ταῦτα πάντα δόγμα‐ τά ἐστι καὶ ἄλλο οὐδὲν καὶ δόγματα περὶ τῶν ἀπροαι‐ ρέτων ὡς ὄντων ἀγαθῶν καὶ κακῶν. ταῦτά τις ἐπὶ τὰ προαιρετικὰ μεταθέτω, κἀγὼ αὐτὸν ἐγγυῶμαι ὅτι εὐ‐
5σταθήσει, ὡς ἂν ἔχῃ τὰ περὶ αὐτόν.

3

.

3

.

20

Οἷόν ἐστιν ἡ λεκάνη τοῦ ὕδατος, τοιοῦτον ἡ ψυχή,
οἷον ἡ αὐγὴ ἡ προσπίπτουσα τῷ ὕδατι, τοιοῦτον αἱ

3

.

3

.

21

φαντασίαι. ὅταν οὖν τὸ ὕδωρ κινηθῇ, δοκεῖ μὲν καὶ ἡ

3

.

3

.

22

αὐγὴ κινεῖσθαι, οὐ μέντοι κινεῖται. καὶ ὅταν τοίνυν σκοτωθῇ τις, οὐχ αἱ τέχναι καὶ αἱ ἀρεταὶ συγχέονται, ἀλλὰ τὸ πνεῦμα, ἐφ’ οὗ εἰσιν· καταστάντος δὲ καθίσταται κἀκεῖνα.

3

.

4

t

δʹ. Πρὸς τὸν ἀκόσμως ἐν θεάτρῳ σπουδάσαντα.

3

.

4

.

1

Τοῦ δ’ ἐπιτρόπου τῆς Ἠπείρου ἀκοσμότερον σπου‐ δάσαντος κωμῳδῷ τινι καὶ ἐπὶ τούτῳ δημοσίᾳ λοιδο‐ ρηθέντος, εἶτα ἑξῆς ἀπαγγείλαντος πρὸς αὐτόν, ὅτι ἐλοιδορήθη, καὶ ἀγανακτοῦντος πρὸς τοὺς λοιδορήσαν‐
5τας Καὶ τί κακόν, ἔφη, ἐποίουν; ἐσπούδαζον καὶ οὗτοι

3

.

4

.

2

ὡς καὶ σύ. εἰπόντος δ’ ἐκείνου Οὕτως οὖν τις σπουδά‐ ζει; Σέ, ἔφη, βλέποντες τὸν αὐτῶν ἄρχοντα, τοῦ Καίσα‐ ρος φίλον καὶ ἐπίτροπον, οὕτως σπουδάζοντα οὐκ ἔμελ‐

3

.

4

.

3

λον καὶ αὐτοὶ οὕτως σπουδάζειν; εἰ γὰρ μὴ δεῖ οὕτως σπουδάζειν, μηδὲ σὺ σπούδαζε· εἰ δὲ δεῖ, τί χαλεπαίνεις, εἴ σε ἐμιμήσαντο; τίνας γὰρ ἔχουσιν μιμήσασθαι οἱ πολλοὶ ἢ τοὺς ὑπερέχοντας ὑμᾶς; εἰς τίνας ἀπίδωσιν

3

.

4

.

4

ἐλθόντες εἰς τὰ θέατρα ἢ ὑμᾶς; ‘ὅρα πῶς ὁ ἐπίτροπος τοῦ Καίσαρος θεωρεῖ· κέκραγεν· κἀγὼ τοίνυν κραυγάσω. ἀναπηδᾷ· κἀγὼ ἀναπηδήσω. οἱ δοῦλοι αὐτοῦ διακάθην‐ ται κραυγάζοντες· ἐγὼ δ’ οὐκ ἔχω δούλους· ἀντὶ πάν‐

3

.

4

.

5

των αὐτὸς ὅσον δύναμαι κραυγάσω.‘ εἰδέναι σε οὖν δεῖ, ὅταν εἰσέρχῃ εἰς τὸ θέατρον, ὅτι κανὼν εἰσέρχῃ καὶ

3

.

4

.

6

παράδειγμα τοῖς ἄλλοις, πῶς αὐτοὺς δεῖ θεωρεῖν. τί οὖν σε ἐλοιδόρουν; ὅτι πᾶς ἄνθρωπος μισεῖ τὸ ἐμποδίζον.
ἐκεῖνοι στεφανωθῆναι ἤθελον τὸν δεῖνα, σὺ ἕτερον· ἐκεῖνοι σοὶ ἐνεπόδιζον καὶ σὺ ἐκείνοις. σὺ εὑρίσκου
5ἰσχυρότερος· ἐκεῖνοι ὃ ἐδύναντο ἐποίουν, ἐλοιδόρουν τὸ

3

.

4

.

7

ἐμποδίζον. τί οὖν θέλεις; ἵνα σὺ μὲν ποιῇς ὃ θέλεις, ἐκεῖνοι δὲ μηδ’ εἴπωσιν ἃ θέλουσιν; καὶ τί θαυμαστόν; οἱ γεωργοὶ τὸν Δία οὐ λοιδοροῦσιν, ὅταν ἐμποδίζωνται ὑπ’ αὐτοῦ; οἱ ναῦται οὐ λοιδοροῦσι; τὸν Καίσαρα παύ‐

3

.

4

.

8

ονται λοιδοροῦντες; τί οὖν; οὐ γιγνώσκει ὁ Ζεύς; τῷ Καίσαρι οὐκ ἀπαγγέλλονται τὰ λεγόμενα; τί οὖν ποιεῖ; οἶδεν ὅτι, ἂν πάντας τοὺς λοιδοροῦντας κολάζῃ, οὐχ

3

.

4

.

9

ἕξει τίνων ἄρξει. τί οὖν; ἔδει εἰσερχόμενον εἰς τὸ θέ‐ ατρον τοῦτο εἰπεῖν ‘ἄγε ἵνα Σώφρων στεφανωθῇ‘; ἀλλ’ ἐκεῖνο ‘ἄγε ἵνα τηρήσω τὴν ἐμαυτοῦ προαίρεσιν ἐπὶ

3

.

4

.

10

ταύτης τῆς ὕλης κατὰ φύσιν ἔχουσαν‘. ἐμοὶ παρ’ ἐμὲ φίλτερος οὐδείς· γελοῖον οὖν, ἵν’ ἄλλος νικήσῃ κωμῳ‐

3

.

4

.

11

δῶν, ἐμὲ βλάπτεσθαι. Τίνα οὖν θέλω νικῆσαι; Τὸν νικῶντα· καὶ οὕτως ἀεὶ νικήσει, ὃν θέλω. Ἀλλὰ θέλω στεφανωθῆναι Σώφρονα. Ἐν οἴκῳ ὅσους θέ‐ λεις ἀγῶνας ἄγων ἀνακήρυξον αὐτὸν Νέμεα, Πύθια,
5Ἴσθμια, Ὀλύμπια· ἐν φανερῷ δὲ μὴ πλεονέκτει μηδ’
ὑφάρπαζε τὸ κοινόν. εἰ δὲ μή, ἀνέχου λοιδορούμενος·

3

.

4

.

12

ὡς, ὅταν ταὐτὰ ποιῇς τοῖς πολλοῖς, εἰς ἴσον ἐκείνοις καθιστᾷς σαυτόν.

3

.

5

t

εʹ. Πρὸς τοὺς διὰ νόσον 〈ἀ〉π〈αλ〉λαττομένους.

3

.

5

.

1

Νοσῶ, φησίν, ἐνθάδε καὶ βούλομαι ἀπιέναι εἰς οἶκον.

3

.

5

.

2

Ἐν οἴκῳ γὰρ ἄνοσος ἦς σύ; οὐ σκοπεῖς, εἴ τι ποιεῖς ἐνθάδε τῶν πρὸς τὴν προαίρεσιν τὴν σαυτοῦ φερόντων, ἵν’ ἐπανορθωθῇ; εἰ μὲν γὰρ μηδὲν ἀνύεις, περισσῶς

3

.

5

.

3

καὶ ἦλθες. ἄπιθι, ἐπιμελοῦ τῶν ἐν οἴκῳ. εἰ γὰρ μὴ δύ‐ ναταί σου τὸ ἡγεμονικὸν σχεῖν κατὰ φύσιν, τό γ’ ἀγρί‐ διον δυνήσεται· τό γε κερμάτιον αὐξήσεις, τὸν πατέρα γηροκομήσεις, ἐν τῇ ἀγορᾷ ἀναστραφήσῃ, ἄρξεις· κακὸς

3

.

5

.

4

κακῶς τί ποτε ποιήσεις τῶν ἑξῆς. εἰ δὲ παρακολουθεῖς σαυτῷ, ὅτι ἀποβάλλεις τινὰ δόγματα φαῦλα καὶ ἄλλ’ ἀντ’ αὐτῶν ἀναλαμβάνεις καὶ τὴν σαυτοῦ στάσιν μετα‐ τέθεικας ἀπὸ τῶν ἀπροαιρέτων ἐπὶ τὰ προαιρετικά, κἄν
5ποτ’ εἴπῃς ‘οἴμοι‘, οὐ λέγεις διὰ τὸν πατέρα, τὸν ἀδελ‐

3

.

5

.

5

φόν, ἀλλὰ ‘δι’ ἐμέ‘, ἔτι ὑπολογίζῃ νόσον; οὐκ οἶδας, ὅτι καὶ νόσος καὶ θάνατος καταλαβεῖν ἡμᾶς ὀφείλουσίν τί ποτε ποιοῦντας; τὸν γεωργὸν γεωργοῦντα καταλαμ‐

3

.

5

.

6

βάνουσι, τὸν ναυτικὸν πλέοντα. σὺ τί θέλεις ποιῶν
καταληφθῆναι; τί ποτε μὲν γὰρ ποιοῦντά σε δεῖ κατα‐ ληφθῆναι. εἴ τι ἔχεις τούτου κρεῖσσον ποιῶν καταληφθῆ‐ ναι, ποίει ἐκεῖνο.

3

.

5

.

7

Ἐμοὶ μὲν γὰρ καταληφθῆναι γένοιτο μηδενὸς ἄλλου ἐπιμελουμένῳ ἢ τῆς προαιρέσεως τῆς ἐμῆς, ἵν’ ἀπαθής,

3

.

5

.

8

ἵν’ ἀκώλυτος, ἵν’ ἀνανάγκαστος, ἵν’ ἐλεύθερος. ταῦτα ἐπιτηδεύων θέλω εὑρεθῆναι, ἵν’ εἰπεῖν δύνωμαι τῷ θεῷ ‘μή τι παρέβην σου τὰς ἐντολάς; μή τι πρὸς ἄλλα ἐχρησάμην ταῖς ἀφορμαῖς ἃς ἔδωκας; μή τι ταῖς αἰσθή‐
5σεσιν ἄλλως, μή τι ταῖς προλήψεσιν; μή τί σοί ποτ’

3

.

5

.

9

ἐνεκάλεσα; μή τι ἐμεμψάμην σου τὴν διοίκησιν; ἐνόση‐ σα, ὅτε ἠθέλησας· καὶ οἱ ἄλλοι, ἀλλ’ ἐγὼ ἑκών. πένης ἐγενόμην σου θέλοντος, ἀλλὰ χαίρων. οὐκ ἦρξα, ὅτι σὺ οὐκ ἠθέλησας· οὐδέποτ’ ἐπεθύμησα ἀρχῆς. μή τί με
5τούτου ἕνεκα στυγνότερον εἶδες; μὴ οὐ προσῆλθόν σοί ποτε φαιδρῷ τῷ προσώπῳ, ἕτοιμος εἴ τι ἐπιτάσσεις, εἴ

3

.

5

.

10

τι σημαίνεις; νῦν με θέλεις ἀπελθεῖν ἐκ τῆς πανηγύ‐ ρεως· ἄπειμι, χάριν σοι ἔχω πᾶσαν, ὅτι ἠξίωσάς με συμπανηγυρίσαι σοι καὶ ἰδεῖν ἔργα τὰ σὰ καὶ τῇ διοι‐

3

.

5

.

11

κήσει σου συμπαρακολουθῆσαι [σοί]‘. ταῦτά με ἐνθυ‐ μούμενον, ταῦτα γράφοντα, ταῦτα ἀναγιγνώσκοντα κατα‐ λάβοι ὁ θάνατος.

3

.

5

.

12

Ἀλλ’ ἡ μήτηρ μου τὴν κεφαλὴν νοσοῦντος οὐ κρατή‐ σει. Ἄπιθι τοίνυν πρὸς τὴν μητέρα· ἄξιος γὰρ εἶ

3

.

5

.

13

τὴν κεφαλὴν κρατούμενος νοσεῖν. Ἀλλ’ ἐπὶ κλιναρίου
κομψοῦ ἐν οἴκῳ κατεκείμην. Ἄπιθί σου ἐπὶ τὸ κλινάριον· ἢ † ὑγιαίνων ἄξιος εἶ ἐπὶ τοιούτου κατακεῖ‐ σθαι. μὴ τοίνυν ἀπόλλυε, ἃ δύνασαι ἐκεῖ ποιεῖν.

3

.

5

.

14

Ἀλλ’ ὁ Σωκράτης τί λέγει; ‘ὥσπερ ἄλλος τισ‘, φη‐ σίν, ‘χαίρει[ν] τὸν ἀγρὸν τὸν αὑτοῦ ποιῶν κρείσ‐ σονα, ἄλλος τὸν ἵππον, οὕτως ἐγὼ καθ’ ἡμέραν χαίρω παρακολουθῶν ἐμαυτῷ βελτίονι γινομέ‐

3

.

5

.

15

νῳ‘. Πρὸς τί; μή τι πρὸς λεξείδια; Ἄνθρωπε, εὐφήμει. Μή τι πρὸς θεωρημάτια; Τί ποιεῖς;

3

.

5

.

16

Καὶ μὴν οὐ βλέπω, τί ἐστιν ἄλλο, περὶ ὃ ἀσχολοῦνται οἱ φιλόσοφοι. Οὐδέν σοι δοκεῖ εἶναι τὸ μηδέποτε ἐγκαλέσαι τινί, μὴ θεῷ, μὴ ἀνθρώπῳ· μὴ μέμψασθαι μηδένα· τὸ αὐτὸ πρόσωπον ἀεὶ καὶ ἐκφέρειν καὶ εἰσφέ‐

3

.

5

.

17

ρειν; ταῦτα ἦν, ἃ ᾔδει ὁ Σωκράτης, καὶ ὅμως οὐδέποτε εἶπεν, ὅτι οἶδέν τι ἢ διδάσκει. εἰ δέ τις λεξείδια ᾔτει ἢ θεωρημάτια, ἀπῆγεν πρὸς Πρωταγόραν, πρὸς Ἱππίαν. καὶ γὰρ εἰ λάχανά τις ζητῶν ἐλήλυθεν, πρὸς τὸν κηπου‐
5ρὸν ἂν αὐτὸν ἀπήγαγεν· τίς οὖν ὑμῶν ἔχει ταύτην τὴν

3

.

5

.

18

ἐπιβολήν; ἐπεί τοι εἰ ε〈ἴ〉χετε, καὶ ἐνοσεῖτε ἂν ἡδέως

3

.

5

.

19

καὶ 〈ἐ〉πεινᾶτε καὶ ἀπεθνῄσκετε. εἴ τις ὑμῶν ἠράσθη κορασίου κομψοῦ, οἶδεν ὅτι ἀληθῆ λέγω.

3

.

6

t

ϛʹ. Σποράδην τινά.

3

.

6

.

1

Πυθομένου δέ τινος, πῶς νῦν μᾶλλον ἐκπεπονημένου

3

.

6

.

2

τοῦ λόγου πρότερον μείζονες προκοπαὶ ἦσαν, Κατὰ τί, ἔφη, ἐκπεπόνηται καὶ κατὰ τί μείζους αἱ προκοπαὶ τότε ἦσαν; καθὸ γὰρ νῦν ἐκπεπόνηται, κατὰ τοῦτο καὶ προ‐

3

.

6

.

3

κοπαὶ νῦν εὑρεθήσονται. καὶ νῦν μὲν ὥστε συλλογισμοὺς ἀναλύειν ἐκπεπόνηται καὶ προκοπαὶ γίνονται· τότε δ’ ὥστε τὸ ἡγεμονικὸν κατὰ φύσιν ἔχον τηρῆσαι καὶ ἐξεπο‐

3

.

6

.

4

νεῖτο καὶ προκοπαὶ ἦσαν. μὴ οὖν ἐνάλλασσε μηδὲ ζήτει, ὅταν ἄλλο ἐκπονῇς, ἐν ἄλλῳ προκόπτειν. ἀλλ’ ἴδε, εἴ τις ἡμῶν πρὸς τούτῳ ὤν, ὥστε κατὰ φύσιν ἔχειν καὶ διεξά‐ γειν, οὐ προκόπτει. οὐδένα γὰρ εὑρήσεις.

3

.

6

.

5

Ὁ σπουδαῖος ἀήττητος· † ἢ γὰρ οὐκ ἀγωνίζεται,

3

.

6

.

6

ὅπου μὴ κρείσσων, εἰ μὴ ὅπου κρείσσων ἐστίν. ‘εἰ † κατὰ τὸν ἀγρὸν θέλεις, 〈λάβε〉· λάβε τοὺς οἰκέτας, λάβε τὴν
ἀρχήν, λάβε τὸ σωμάτιον. τὴν δ’ ὄρεξιν οὐ ποιήσεις

3

.

6

.

7

ἀποτευκτικὴν οὐδὲ τὴν ἔκκλισιν περιπτωτικήν.‘ εἰς τοῦ‐ τον μόνον τὸν ἀγῶνα καθίησιν τὸν περὶ τῶν προαιρετι‐ κῶν· πῶς οὖν οὐ μέλλει ἀήττητος εἶναι;

3

.

6

.

8

Πυθομένου δέ τινος, τί ἐστιν ὁ κοινὸς νοῦς, Ὥσπερ, φησίν, κοινή τις ἀκοὴ λέγοιτ’ ἂν ἡ μόνον φωνῶν δια‐ κριτική, ἡ δὲ τῶν φθόγγων οὐκέτι κοινή, ἀλλὰ τεχνική, οὕτως ἐστί τινα, ἃ οἱ μὴ παντάπασιν διεστραμμένοι
5τῶν ἀνθρώπων κατὰ τὰς κοινὰς ἀφορμὰς ὁρῶσιν. ἡ τοι‐ αύτη κατάστασις κοινὸς νοῦς καλεῖται.

3

.

6

.

9

Τῶν νέων τοὺς μαλακοὺς οὐκ ἔστι προτρέψαι ῥᾴδιον· οὐδὲ γὰρ τυρὸν ἀγκίστρῳ λαβεῖν· οἱ δ’ εὐφυεῖς,

3

.

6

.

10

κἂν ἀποτρέπῃς, ἔτι μᾶλλον ἔχονται τοῦ λόγου. διὸ καὶ ὁ Ῥοῦφος τὰ πολλὰ ἀπέτρεπεν τούτῳ δοκιμαστηρίῳ χρώμενος τῶν εὐφυῶν καὶ ἀφυῶν. ἔλεγε γὰρ ὅτι ‘ὡς ὁ λίθος, κἂν ἀναβάλῃς, ἐνεχθήσεται κάτω ἐπὶ 〈γῆν
5κατὰ〉 τὴν αὑτοῦ κατασκευήν, οὕτως καὶ ὁ εὐ‐ φυής, ὅσῳ μᾶλλον ἀποκρούεταί τις αὐτόν, το‐ σούτῳ μᾶλλον νεύει ἐφ’ ὃ πέφυκεν.

3

.

7

t

ζʹ. Πρὸς τὸν διορθωτὴν τῶν ἐλευθέρων πόλεων Ἐπικούρειον ὄντα.

3

.

7

.

1

Τοῦ δὲ διορθωτοῦ εἰσελθόντος πρὸς αὐτὸν (ἦν δ’
οὗτος Ἐπικούρειος) Ἄξιον, ἔφη, τοὺς ἰδιώτας ἡμᾶς παρ’ ὑμῶν τῶν φιλοσόφων πυνθάνεσθαι, καθάπερ τοὺς εἰς ξένην πόλιν ἐλθόντας παρὰ τῶν πολιτῶν καὶ εἰδότων,
5τί κράτιστόν ἐστιν ἐν κόσμῳ, ἵνα καὶ αὐτοὶ ἱστορήσαν‐ τες μετίωμεν, ὡς ἐκεῖνοι τὰ ἐν ταῖς πόλεσι, καὶ θεώ‐

3

.

7

.

2

μεθα. ὅτι μὲν γὰρ τρία ἐστὶ περὶ τὸν ἄνθρωπον, ψυχὴ καὶ σῶμα καὶ τὰ ἐκτός, σχεδὸν οὐδεὶς ἀντιλέγει· λοιπὸν ὑμέτερόν ἐστιν ἀποκρίνασθαι, τί ἐστι τὸ κράτιστον. τί

3

.

7

.

3

ἐροῦμεν τοῖς ἀνθρώποις; τὴν σάρκα; καὶ διὰ ταύτην Μάξιμος ἔπλευσεν μέχρι Κασσιόπης χειμῶνος μετὰ τοῦ

3

.

7

.

4

υἱοῦ προπέμπων, ἵν’ ἡσθῇ τῇ σαρκί; Ἀρνησαμένου δ’ ἐκείνου καὶ εἰπόντος Μὴ γένοιτο· Οὐ προσήκει περὶ τὸ κράτιστον ἐσπουδακέναι; Πάντων μάλιστα προσήκει. Τί οὖν κρεῖσσον ἔχομεν τῆς σαρκός; Τὴν ψυχήν,
5ἔφη. Ἀγαθὰ δὲ τὰ τοῦ κρατίστου κρείττονά ἐστιν ἢ

3

.

7

.

5

τὰ τοῦ φαυλοτέρου; Τὰ τοῦ κρατίστου. Ψυχῆς δὲ ἀγαθὰ πότερον προαιρετικά ἐστιν ἢ ἀπροαίρετα; Προαιρετικά. Προαιρετικὸν οὖν ἐστιν ἡ ἡδονὴ ἡ ψυ‐

3

.

7

.

6

χική; Ἔφη. Αὕτη δ’ ἐπὶ τίσιν γίνεται; πότερον
ἐφ’ αὑτῇ; ἀλλ’ ἀδιανόητόν ἐστιν· προηγουμένην γάρ τινα ὑφεστάναι δεῖ οὐσίαν τοῦ ἀγαθοῦ, ἧς τυγχάνοντες ἡσθησόμεθα κατὰ ψυχήν. Ὡμολόγει καὶ τοῦτο.

3

.

7

.

7

Ἐπὶ τίνι οὖν ἡσθησόμεθα ταύτην τὴν ψυχικὴν ἡδονήν; εἰ γὰρ ἐπὶ τοῖς 〈ψυχικοῖσ〉 ἀγαθοῖς, εὕρηται ἡ οὐσία τοῦ ἀγαθοῦ. οὐ γὰρ δύναται ἄλλο μὲν εἶναι ἀγαθόν, ἄλλο δ’ ἐφ’ ᾧ εὐλόγως ἐπαιρόμεθα, οὐδὲ τοῦ προηγου‐
5μένου μὴ ὄντος ἀγαθοῦ τὸ ἐπιγέν〈ν〉ημα ἀγαθὸν εἶναι. ἵνα γὰρ εὔλογον ᾖ τὸ ἐπιγέν〈ν〉ημα, τὸ προηγούμενον

3

.

7

.

8

δεῖ ἀγαθὸν εἶναι. ἀλλ’ οὐ μὴ εἴπητε φρένας ἔχοντες· ἀνακόλουθα γὰρ ἐρεῖτε καὶ Ἐπικούρῳ καὶ τοῖς ἄλλοις

3

.

7

.

9

ὑμῶν δόγμασιν. ὑπολείπεται λοιπὸν ἐπὶ τοῖς σωματικοῖς ἥδεσθαι τὴν κατὰ ψυχὴν ἡδονήν· πάλιν ἐκεῖνα γίνεται προηγούμενα καὶ οὐσία τοῦ ἀγαθοῦ.

3

.

7

.

10

Διὰ τοῦτο ἀφρόνως ἐποίησε Μάξιμος, εἰ δι’ ἄλλο τι ἔπλευ〈σ〉εν ἢ διὰ τὴν σάρκα, τοῦτ’ ἔστι διὰ τὸ κράτι‐

3

.

7

.

11

στον. ἀφρόνως δὲ ποιεῖ καὶ εἰ ἀπέχεται τῶν ἀλλοτρίων δικαστὴς ὢν καὶ δυνάμενος λαμβάνειν. ἀλλ’ ἄν σοι δόξῃ, ἐκεῖνο μόνον σκεπτώμεθα, ἵνα κεκρυμμένως, ἵν’ ἀσφα‐

3

.

7

.

12

λῶς, ἵνα μή τις γνῷ. τὸ γὰρ κλέψαι οὐδ’ αὐτὸς Ἐπί‐ κουρος ἀποφαίνει κακόν, ἀλλὰ τὸ ἐμπεσεῖν· καὶ ὅτι
πίστιν περὶ τοῦ λαθεῖν λαβεῖν ἀδύνατον, διὰ

3

.

7

.

13

τοῦτο λέγει ‘μὴ κλέπτετε‘. ἀλλ’ ‘ἐγώ σοι λέγω, ὅτι ἐὰν κομψῶς καὶ περιεσταλμένως γίνηται, λησόμεθα‘· εἶτα καὶ ‘φίλους ἐν τῇ Ῥώμῃ ἔχομεν δυνατοὺς καὶ φίλ[ι]ασ‘ καὶ ‘οἱ Ἕλληνες ἀδρανεῖς εἰσιν· οὐδεὶς τολμήσει ἀναβῆ‐

3

.

7

.

14

ναι τούτου ἕνεκα‘. τί ἀπέχῃ τοῦ ἰδίου ἀγαθοῦ; ἄφρον ἐστὶ τοῦτο, ἠλίθιόν ἐστιν. ἀλλ’ οὐδ’ ἂν λέγῃς μοι, ὅτι

3

.

7

.

15

ἀπέχῃ, πιστεύσω σοι. ὡς γὰρ ἀδύνατόν ἐστι τῷ ψευδεῖ φαινομένῳ συγκαταθέσθαι καὶ ἀπὸ τοῦ ἀληθοῦς ἀπο‐ νεῦσαι, οὕτως ἀδύνατόν ἐστι τοῦ φαινομένου ἀγαθοῦ ἀποστῆναι. ὁ πλοῦτος δ’ ἀγαθὸν καὶ οἱονανεὶ τὸ ποιη‐

3

.

7

.

16

τικώτατόν γε τῶν ἡδονῶν. διὰ τί μὴ περιποιήσῃ αὐτόν; διὰ τί δὲ μὴ τὴν τοῦ γείτονος γυναῖκα διαφθείρωμεν, ἂν δυνώμεθα λαθεῖν, ἂν δὲ φλυαρῇ ὁ ἀνήρ, καὶ αὐτὸν

3

.

7

.

17

προσεκτραχηλίσωμεν; εἰ θέλεις εἶναι φιλόσοφος οἷος δεῖ, εἴ γε τέλειος, εἰ ἀκολουθῶν σου τοῖς δόγμασιν· εἰ δὲ μή, οὐδὲν διοίσεις ἡμῶν τῶν λεγομένων Στωικῶν·

3

.

7

.

18

καὶ αὐτοὶ γὰρ ἄλλα λέγομεν, ἄλλα δὲ ποιοῦμεν. ἡμεῖς λέγομεν τὰ καλά, ποιοῦμεν τὰ αἰσχρά· σὺ τὴν ἐναντίαν διαστροφὴν ἔσῃ διεστραμμένος δογματίζων τὰ αἰσχρά,
ποιῶν τὰ καλά.

3

.

7

.

19

Τὸν θεόν σοι, ἐπινοεῖς Ἐπικουρείων πόλιν; ‘ἐγὼ οὐ γαμῶ.‘ ‘οὐδ’ ἐγώ· οὐ γὰρ γαμητέον.‘ ἀλλ’ οὐδὲ παιδο‐ ποιητέον, ἀλλ’ οὐδὲ πολιτευτέον. τί οὖν γένηται; πόθεν οἱ πολῖται; τίς αὐτοὺς παιδεύσει; τίς ἐφήβαρχος, τίς
5γυμνασίαρχος; τί δὲ καὶ παιδεύσει αὐτούς; ἃ Λακεδαι‐

3

.

7

.

20

μόνιοι ἐπαιδεύοντο ἢ Ἀθηναῖοι; λάβε μοι νέον, ἄγαγε κατὰ τὰ δόγματά σου. πονηρά ἐστι τὰ δόγματα, ἀνατρε‐ πτικὰ πόλεως, λυμαντικὰ οἴκων, οὐδὲ γυναιξὶ πρέποντα.

3

.

7

.

21

ἄφες ταῦτ’, ἄνθρωπε. ζῇς ἐν ἡγεμονούσῃ πόλει· ἄρχειν σε δεῖ, κρίνειν δικαίως, ἀπέχεσθαι τῶν ἀλλοτρίων, σοὶ καλὴν γυναῖκα φαίνεσθαι μηδεμίαν ἢ τὴν σήν, καλὸν παῖδα μηδένα, καλὸν ἀργύρωμα μηδέν, χρύσωμα μηδέν.

3

.

7

.

22

τούτοις σύμφωνα δόγματα ζήτησον, ἀφ’ ὧν ὁρμώμενος ἡδέως ἀφέξῃ πραγμάτων οὕτως πιθανῶν πρὸς τὸ ἀγα‐

3

.

7

.

23

γεῖν καὶ νικῆσαι. ἂν δὲ πρὸς τῇ πιθανότητι τῇ ἐκείνων καὶ φιλοσοφίαν τινά ποτε ταύτην ἐξευρηκότες ὦμεν συνεπωθοῦσαν ἡμᾶς ἐπ’ αὐτὰ καὶ ἐπιρρωννύουσαν, τί

3

.

7

.

24

γένηται; ἐν τορεύματι τί κράτιστόν ἐστιν, ὁ ἄργυρος ἢ
ἡ τέχνη; χειρὸς οὐσία μὲν ἡ σάρξ, προηγούμενα δὲ τὰ

3

.

7

.

25

χειρὸς ἔργα. οὐκοῦν καὶ καθήκοντα τρισσά· τὰ μὲν πρὸς τὸ εἶναι, τὰ δὲ πρὸς τὸ ποιὰ εἶναι, τὰ δ’ αὐτὰ τὰ προ‐ ηγούμενα. οὕτως καὶ ἀνθρώπου οὐ τὴν ὕλην δεῖ τιμᾶν,

3

.

7

.

26

τὰ σαρκίδια, ἀλλὰ τὰ προηγούμενα. τίνα ἐστὶ ταῦτα; πολιτεύεσθαι, γαμεῖν, παιδοποιεῖσθαι, θεὸν σέβειν, γο‐ νέων ἐπιμελεῖσθαι, καθόλου ὀρέγεσθαι, ἐκκλίνειν, ὁρμᾶν, ἀφορμᾶν, ὡς ἕκαστον τούτων δεῖ ποιεῖν, ὡς πεφύκαμεν.

3

.

7

.

27

πεφύκαμεν δὲ πῶς; ὡς ἐλεύθεροι, ὡς γενναῖοι, ὡς αἰδή‐ μονες. ποῖον γὰρ ἄλλο ζῷον ἐρυθριᾷ, ποῖον αἰσχροῦ

3

.

7

.

28

φαντασίαν λαμβάνει; τὴν ἡδονὴν δ’ ὑπόταξαι τούτοις ὡς διάκονον, ὡς ὑπηρέτιν, ἵνα προθυμίας ἐκκαλέσηται, ἵν’ ἐν τοῖς κατὰ φύσιν ἔργοις παρακρατῇ.

3

.

7

.

29

Ἀλλ’ ἐγὼ πλούσιός εἰμι καὶ οὐδενὸς χρεία μοί ἐστιν. Τί οὖν ἔτι προσποιῇ φιλοσοφεῖν; ἀρκεῖ τὰ χρυσώματα καὶ

3

.

7

.

30

τὰ ἀργυρώματα· τί σοι χρεία δογμάτων; Ἀλλὰ καὶ κριτής εἰμι τῶν Ἑλλήνων. Οἶδας κρίνειν; τί σε ἐποίησεν εἰδέ‐ ναι; Καῖσάρ μοι κωδίκελλον ἔγραψεν. Γραψάτω σοι,

3

.

7

.

31

ἵνα κρίνῃς περὶ τῶν μουσικῶν· καὶ τί σοι ὄφελος; ὅμως δὲ πῶς κριτὴς ἐγένου; τὴν τίνος χεῖρα καταφιλήσας, τὴν Συμφόρου ἢ τὴν Νουμηνίου; τίνος πρὸ τοῦ κοιτῶ‐ νος κοιμηθείς; τίνι πέμψας δῶρα; εἶτα οὐκ αἰσθάνῃ, ὅτι
5τοσούτου ἄξιόν ἐστι κριτὴν εἶναι ὅσου Νουμήνιος;

3

.

7

.

32

Ἀλλὰ δύναμαι ὃν θέλω εἰς φυλακὴν βαλεῖν. Ὡς λίθον.
Ἀλλὰ δύναμαι ξυλοκοπῆσαι ὃν θέλω. Ὡς ὄνον.

3

.

7

.

33

οὐκ ἔστι τοῦτο ἀνθρώπων ἀρχή. ὡς λογικῶν ἡμῶν ἄρ‐ ξον δεικνὺς ἡμῖν τὰ συμφέροντα καὶ ἀκολουθήσομεν·

3

.

7

.

34

δείκνυε τὰ ἀσύμφορα καὶ ἀποστραφησόμεθα. ζηλωτὰς ἡμᾶς κατασκεύασον σεαυτοῦ ὡς Σωκράτης ἑαυτοῦ. ἐκεῖ‐ νος ἦν ὁ ὡς ἀνθρώπων ἄρχων, ὁ κατεσκευακὼς ὑποτε‐ ταχότας αὐτῷ τὴν ὄρεξιν τὴν αὑτῶν, τὴν ἔκκλισιν, τὴν

3

.

7

.

35

ὁρμήν, τὴν ἀφορμήν. ‘τοῦτο ποίησον, τοῦτο μὴ ποιήσῃς· εἰ δὲ μή, εἰς φυλακήν σε βαλῶ.‘ οὐκέτι ὡς λογικῶν ἡ

3

.

7

.

36

ἀρχὴ γίνεται. ἀλλ’ ‘ὡς ὁ Ζεὺς διέταξεν, τοῦτο ποίησον· ἂν δὲ μὴ ποιήσῃς, ζημιωθήσῃ, βλαβήσῃ‘. ποίαν βλάβην; ἄλλην οὐδεμίαν, ἀλλὰ τὸ μὴ ποιῆσαι ἃ δεῖ· ἀπολέσεις τὸν πιστόν, τὸν αἰδήμονα, τὸν κόσμιον. τούτων ἄλλας
5βλάβας μείζονας μὴ ζήτει.

3

.

8

t

ηʹ. Πῶς πρὸς τὰς φαντασίας γυμναστέον.

3

.

8

.

1

Ὡς πρὸς τὰ ἐρωτήματα τὰ σοφιστικὰ γυμναζόμεθα, οὕτως καὶ πρὸς τὰς φαντασίας καθ’ ἡμέραν ἔδει γυμνά‐

3

.

8

.

2

ζεσθαι· προτείνουσι γὰρ ἡμῖν καὶ αὗται ἐρωτήματα. ὁ υἱὸς ἀπέθανε τοῦ δεῖνος. ἀπόκριναι ‘ἀπροαίρετον, οὐ κακόν‘. ὁ πατὴρ τὸν δεῖνα ἀποκληρονόμον ἀπέλ[ε]ιπεν. τί σοι δοκεῖ; ‘ἀπροαίρετον, οὐ κακόν.‘ Καῖσαρ αὐτὸν

3

.

8

.

3

κατέκρινεν. ‘ἀπροαίρετον, οὐ κακόν.‘ ἐλυπήθη ἐπὶ τού‐ τοις. ‘προαιρετικόν, κακόν.‘ γενναίως ὑπέμεινεν. ‘προ‐

3

.

8

.

4

αιρετικόν, ἀγαθόν.‘ κἂν οὕτως ἐθιζώμεθα, προκόψομεν· οὐδέποτε γὰρ ἄλλῳ συγκαταθησόμεθα ἢ οὗ φαντασία

3

.

8

.

5

καταληπτικὴ γίνεται. ὁ υἱὸς ἀπέθανε. τί ἐγένετο; ὁ υἱὸς ἀπέθανεν. ἄλλο οὐδέν; οὐδ[ε]έν. τὸ πλοῖον ἀπώλετο. τί ἐγένετο; τὸ πλοῖον ἀπώλετο. εἰς φυλακὴν ἀπήχθη. τί γέγονεν; εἰς φυλακὴν ἀπήχθη. τὸ δ’ ὅτι ‘κακῶς πέπρα‐

3

.

8

.

6

χεν‘ ἐξ αὑτοῦ ἕκαστος προστίθησιν. ‘ἀλλ’ οὐκ ὀρθῶς ταῦτα ὁ Ζεὺς ποιεῖ.‘ διὰ τί; ὅτι σε ὑπομενητικὸν ἐποί‐ ησεν, ὅτι μεγαλόψυχον, ὅτι ἀφεῖλεν αὐτῶν τὸ εἶναι κακά, ὅτι ἔξεστίν σοι πάσχοντι ταῦτα εὐδαιμονεῖν, ὅτι
5σοι τὴν θύραν ἤνοιξεν, ὅταν σοι μὴ ποιῇ; ἄνθρωπε, ἔξελθε καὶ μὴ ἐγκάλει.

3

.

8

.

7

Πῶς ἔχουσι Ῥωμαῖοι πρὸς φιλοσόφους ἂν θέλῃς γνῶ‐ ναι, ἄκουσον. Ἰταλικὸς ὁ μάλιστα δοκῶν αὐτῶν φιλόσο‐ φος εἶναι παρόντος ποτέ μου χαλεπήνας τοῖς ἰδίοις, ὡς ἀνήκεστα πάσχων, ‘Οὐ δύναμαι‘, ἔφη, ‘φέρειν· ἀπόλ‐
5λυτέ με, ποιήσετέ με τοιοῦτον γενέσθαι‘, δεί‐ ξας ἐμέ.

3

.

9

t

θʹ. Πρός τινα ῥήτορα ἀνιόντα εἰς Ῥώμην ἐπὶ δίκῃ.

3

.

9

.

1

Εἰσελθόντος δέ τινος πρὸς αὐτόν, ὃς εἰς Ῥώμην ἀνῄει
δίκην ἔχων περὶ τιμῆς τῆς αὑτοῦ, πυθόμενος τὴν αἰτίαν, δι’ ἣν ἄνεισιν, ἐπερωτήσαντος ἐκείνου, τίνα γνώμην

3

.

9

.

2

ἔχει περὶ τοῦ πράγματος, Εἴ μου πυνθάνῃ, τί πράξεις ἐν Ῥώμῃ, φησίν, πότερον κατορθώσεις ἢ ἀποτεύξῃ, θεώ‐ ρημα πρὸς τοῦτο οὐκ ἔχω· εἰ δὲ πυνθάνῃ, πῶς πράξεις, τοῦτο εἰπεῖν, ὅτι, εἰ μὲν ὀρθὰ δόγματα ἔχεις, καλῶς, εἰ
5δὲ φαῦλα, κακῶς. παντὶ γὰρ αἴτιον τοῦ πράσσειν τι

3

.

9

.

3

δόγμα. τί γάρ ἐστιν, ὃ ἐπεθύμησας προστάτης χειροτο‐ νηθῆναι Κνωσίων; τὸ δόγμα. τί ἐστιν, δι’ ὃ νῦν εἰς Ῥώμην ἀνέρχῃ; τὸ δόγμα. καὶ μετὰ χειμῶνος καὶ κινδύ‐ νου καὶ ἀναλωμάτων; Ἀνάγκη γάρ ἐστιν. Τίς σοι

3

.

9

.

4

λέγει τοῦτο; τὸ δόγμα. οὐκοῦν εἰ πάντων αἴτια τὰ δόγ‐ ματα, φαῦλα δέ τις ἔχει δόγματα, οἷον ἂν ᾖ τὸ αἴτιον,

3

.

9

.

5

τοιοῦτον καὶ τὸ ἀποτελούμενον. ἆρ’ οὖν πάντες ἔχομεν ὑγιῆ δόγματα καὶ σὺ καὶ ὁ ἀντίδικός σου; καὶ πῶς δια‐ φέρεσθε; ἀλλὰ σὺ μᾶλλον ἢ ἐκεῖνος; διὰ τί; δοκεῖ σοι. κἀκείνῳ καὶ τοῖς μαινομένοις. τοῦτο πονηρὸν κριτήριον.

3

.

9

.

6

ἀλλὰ δεῖξόν μοι, ὅτι ἐπίσκεψίν τινα καὶ ἐπιμέλειαν πε‐ ποίησαι τῶν σαυτοῦ δογμάτων. καὶ ὡς νῦν εἰς Ῥώμην πλεῖς ἐπὶ τῷ προστάτης εἶναι Κνωσίων καὶ οὐκ ἐξαρκεῖ σοι μένειν ἐν οἴκῳ τὰς τιμὰς ἔχοντι ἃς εἶχες, ἀλλὰ μεί‐
5ζονός τινος ἐπιθυμεῖς καὶ ἐπιφανεστέρου, πότε οὕτως ἔπλευσας ὑπὲρ τοῦ τὰ δόγματα ἐπισκέψασθαι τὰ σαυτοῦ

3

.

9

.

7

καὶ εἴ τι φαῦλον ἔχεις, ἐκβαλεῖν; τίνι προσελήλυθας
τούτου ἕνεκα; ποῖον χρόνον ἐπέταξας σαυτῷ, ποίαν ἡλι‐ κίαν; ἔπελθέ σου τοὺς χρόνους, εἰ ἐμὲ αἰσχύνῃ, αὐτὸς

3

.

9

.

8

πρὸς σαυτόν. ὅτε παῖς ἦς, ἐξήταζες τὰ σαυτοῦ δόγματα; οὐχὶ δ’ ὡς πάντα ποιεῖς, ἐποίεις ἃ ἐποίεις; ὅτε δὲ μει‐ ράκιον ἤδη καὶ τῶν ῥητόρων ἤκουες καὶ αὐτὸς ἐμελέτας,

3

.

9

.

9

τί σοι λείπειν ἐφαντάζου; ὅτε δὲ νεανίσκος καὶ ἤδη ἐπολιτεύου καὶ δίκας αὐτὸς ἔλεγες καὶ εὐδοκίμεις, τίς σοι ἔτι ἴσος ἐφαίνετο; ποῦ δ’ ἂν ἠνέσχου ὑπό τινος

3

.

9

.

10

ἐξεταζόμενος, ὅτι πονηρὰ ἔχεις δόγματα; τί οὖν σοι θέ‐ λεις εἴπω; Βοήθησόν μοι εἰς τὸ πρᾶγμα. Οὐκ ἔχω πρὸς τοῦτο θεωρήματα· οὐδὲ σύ, εἰ τούτου ἕνεκα ἐλήλυθας πρὸς ἐμέ, ὡς πρὸς φιλόσοφον ἐλήλυθας, ἀλλ’

3

.

9

.

11

ὡς πρὸς λαχανοπώλην, ἀλλ’ ὡς πρὸς σκυτέα. Πρὸς τί οὖν ἔχουσιν οἱ φιλόσοφοι θεωρήματα; Πρὸς τοῦ‐ το, ὅ τι ἂν ἀποβῇ, τὸ ἡγεμονικὸν ἡμῶν κατὰ φύσιν ἔχειν καὶ διεξάγειν. μικρόν σοι δοκεῖ τοῦτο; Οὔ·
5ἀλλὰ τὸ μέγιστον. Τί οὖν; ὀλίγου χρόνου χρείαν ἔχει καὶ ἔστι παρε〈ρ〉χόμενον αὐτὸ λαβεῖν; εἰ δύνασαι, λάμ‐ βανε.

3

.

9

.

12

Εἶτ’ ἐρεῖς ‘συνέβαλ[λ]ον Ἐπικτήτῳ ὡς λίθῳ, ὡς ἀν‐ δριάντι‘. εἶδες γάρ με καὶ πλέον οὐδέν. ἀνθρώπῳ δ’ ὡς ἀνθρώπῳ συμβάλλει ὁ τὰ δόγματα αὐτοῦ καταμανθάνων

3

.

9

.

13

καὶ ἐν τῷ μέρει τὰ ἴδια δεικνύων. κατάμαθέ μου τὰ δόγματα, δεῖξόν μοι τὰ σὰ καὶ οὕτως λέγε συμβεβληκέ‐
ναι μοι. ἐλέγξωμεν ἀλλήλους· εἴ τι ἔχω κακὸν δόγμα, ἄφελε αὐτό· εἴ τι ἔχεις, θὲς εἰς τὸ μέσον. τοῦτό ἐστι

3

.

9

.

14

φιλοσόφῳ συμβάλλειν. οὔ· ἀλλὰ ‘πάροδός ἐστι καὶ ἕως τὸ πλοῖον μισθούμεθα, δυνάμεθα καὶ Ἐπίκτητον ἰδεῖν· ἴδωμεν, τί ποτε λέγει‘. εἶτ’ ἐξελθὼν ‘οὐδὲν ἦν ὁ Ἐπί‐ κτητος, ἐσολοίκιζεν, ἐβαρβάριζεν‘. τίνος γὰρ ἄλλου κρι‐

3

.

9

.

15

ταὶ εἰσέρχεσθε; ‘ἀλλ’ ἂν πρὸς τούτοισ‘, φησίν, ‘ὦ, ἀγρὸν οὐχ ἕξω ὡς οὐδὲ σύ, ποτήρια ἀργυρᾶ οὐχ ἕξω ὡς οὐδὲ

3

.

9

.

16

σύ, κτήνη καλὰ ὡς οὐδὲ σύ.‘ πρὸς ταῦτα ἴσως ἀρκεῖ ἐκεῖνο εἰπεῖν ὅτι ‘ἀλλὰ χρείαν αὐτῶν οὐκ ἔχω· σὺ δ’ ἂν πολλὰ κτήσῃ, ἄλλων χρείαν ἔχεις, θέλεις οὐ θέλεις,

3

.

9

.

17

πτωχότερός μου‘. Τίνος οὖν ἔχω χρείαν; Τοῦ σοὶ μὴ παρόντος· τοῦ εὐσταθεῖν, τοῦ κατὰ φύσιν ἔχειν τὴν

3

.

9

.

18

διάνοιαν, τοῦ μὴ ταράττεσθαι. πάτρων, οὐ πάτρων, τί μοι μέλει; σοὶ μέλει. πλουσιώτερός σου εἰμί· οὐκ ἀγω‐ νιῶ, τί φρονήσει περὶ ἐμοῦ ὁ Καῖσαρ· οὐδένα κολακεύω τούτου ἕνεκα. ταῦτα ἔχω ἀντὶ τῶν ἀργυρωμάτων, ἀντὶ
5τῶν χρυσωμάτων. σὺ χρυσᾶ σκεύη, ὀστράκινον τὸν λό‐ γον, τὰ δόγματα, τὰς συγκαταθέσεις, τὰς ὁρμάς, τὰς

3

.

9

.

19

ὀρέξεις. ὅταν δὲ ταῦτα ἔχω κατὰ φύσιν, διὰ τί μὴ φιλο‐
τεχνήσω καὶ περὶ τὸν λόγον; εὐσχολῶ γάρ· οὐ περισπᾶ‐ ταί μου ἡ διάνοια. τί ποιήσω μὴ περισπώμενος; τούτου

3

.

9

.

20

τί ἀνθρωπικώτερον ἔχω; ὑμεῖς ὅταν μηδὲν ἔχητε, τα‐ ράσσεσθε, εἰς θέατρον εἰσέρχεσθε ἢ ἀναλύετε· διὰ τί ὁ

3

.

9

.

21

φιλόσοφος μὴ ἐξεργάσηται τὸν αὑτοῦ λόγον; σὺ κρυ‐ στάλλινα, ἐγὼ τὰ τοῦ Ψευδομένου· σὺ μούρρινα, ἐγὼ τὰ τοῦ Ἀποφάσκοντος. σοὶ πάντα μικρὰ φαίνεται ἃ ἔχεις, ἐμοὶ τὰ ἐμὰ πάντα μεγάλα. ἀπλήρωτός σου ἐστὶν ἡ ἐπι‐

3

.

9

.

22

θυμία, ἡ ἐμὴ πεπλήρωται. τοῖς 〈παιδίοισ〉 εἰς στενό‐ βρογχον κεράμιον καθιεῖσιν τὴν χεῖρα καὶ ἐκφέρουσιν ἰσχαδοκάρυα τοῦτο συμβαίνει· ἂν πληρώσῃ τὴν χεῖρα, ἐξενεγκεῖν οὐ δύναται, εἶτα κλάει. ἄφες ὀλίγα ἐξ αὐ‐
5τῶν καὶ ἐξοίσεις. καὶ σὺ ἄφες τὴν ὄρεξιν· μὴ πολλῶν ἐπιθύμει καὶ οἴσεις.

3

.

10

t

ιʹ. Πῶς φέρειν δεῖ τὰς νόσους.

3

.

10

.

1

Ἑκάστου δόγματος ὅταν ἡ χρεία παρῇ, πρόχειρον αὐ‐ τὸ ἔχειν δεῖ· ἐπ’ ἀρίστῳ τὰ περὶ ἀρίστου, ἐν βαλανείῳ τὰ περὶ βαλανείου, ἐν κοίτῃ τὰ περὶ κοίτης.

3

.

10

.

2

μηδ’ ὕπνον μαλακοῖσιν ἐπ’ ὄμμασι προσδέξασθαι,
πρὶν τῶν ἡμερι〈ν〉ῶν ἔργων λογίσασθαι ἕκαστα·

3

.

10

.

3

‘πῇ παρέβην; τί δ’ ἔρεξα; τί μοι δέον οὐ τετέλεσται;‘ ἀρξάμενος δ’ ἀπὸ τοῦδε † ἐπέξιθι· καὶ μετέπειτα δειλὰ μὲν † ῥέξας ἐπιπλήσσεο, χρηστὰ δὲ τέρπου.

3

.

10

.

4

καὶ τούτους τοὺς στίχους κατέχειν χρηστικῶς, οὐχ ἵνα δι’ αὐτῶν ἀναφωνῶμεν, ὡς διὰ τοῦ Παιὰν Ἄπολλον.

3

.

10

.

5

πάλιν ἐν πυρετῷ τὰ πρὸς τοῦτο· μή, ἂν πυρέξωμεν, ἀφιέναι πάντα καὶ ἐπιλανθάνεσθαι· ‘ἂν ἐγὼ ἔτι φιλο‐ σοφήσω, ὃ θέλει γινέσθω. πού ποτ’ ἀπελθόντα τοῦ σω‐

3

.

10

.

6

ματίου ἐπιμελεῖσθαι †‘ εἴ τε καὶ πυρετὸς οὐκ ἔρχεται. τὸ δὲ φιλοσοφῆσαι τί ἐστιν; οὐχὶ παρασκευάσασθαι πρὸς τὰ συμβαίνοντα; οὐ παρακολουθεῖς οὖν, ὅτι τοιοῦτόν τι λέγεις ‘ἂν ἔτι ἐγὼ παρασκευάσωμαι πρὸς τὸ πρᾴως
5φέρειν τὰ συμβαίνοντα, ὃ θέλει γινέσθω‘; οἷον εἴ τις

3

.

10

.

7

πληγὰς λαβὼν ἀποσταίη τοῦ παγκρατιάζειν. ἀλλ’ ἐκεῖ μὲν ἔξεστι καταλῦσαι καὶ μὴ δέρεσθαι, ἐνθάδε δ’ ἂν καταλύσωμεν φιλοσοφοῦντες, τί ὄφελος; τί οὖν δεῖ λέ‐ γειν αὐτὸν ἐφ’ ἑκάστου τῶν τραχέων; ὅτι ‘ἕνεκα τούτου

3

.

10

.

8

ἐγυμναζόμην, ἐπὶ τοῦτο ἤσκουν‘. ὁ θεός σοι λέγει ‘δός μοι ἀπόδειξιν, εἰ νομίμως ἤθλησας, εἰ ἔφαγες ὅσα δεῖ, εἰ ἐγυμνάσθης, εἰ τοῦ ἀλείπτου ἤκουσασ‘· εἶτ’ ἐπ’ αὐτοῦ τοῦ ἔργου καταμαλακίζῃ; νῦν τοῦ πυρέττειν καιρός
5ἐστιν, τοῦτο καλῶς γινέσθω· τοῦ διψᾶν, δίψα καλῶς·

3

.

10

.

9

τοῦ πεινᾶν, πείνα καλῶς. οὐκ [ἐξ]ἔστιν ἐπὶ σοί; τίς σε κωλύσει; ἀλλὰ πιεῖν μὲν κωλύσει ὁ ἰατρός, καλῶς δὲ διψᾶν οὐ δύναται· καὶ φαγεῖν μὲν κωλύσει, πεινᾶν δὲ καλῶς οὐ δύναται.

3

.

10

.

10

Ἀλλ’ οὐ φιλολογῶ; Τίνος δ’ ἕνεκα φιλολογεῖς; ἀνδράποδον, οὐχ ἵνα εὐροῇς; οὐχ ἵνα εὐσταθῇς; οὐχ

3

.

10

.

11

ἵνα κατὰ φύσιν ἔχῃς καὶ διεξάγῃς; τί κωλύει πυρέ〈σ〉‐ σοντα κατὰ φύσιν ἔχειν τὸ ἡγεμονικόν; ἐνθάδ’ ὁ ἔλεγ‐ χος τοῦ πράγματος, ἡ δοκιμασία τοῦ φιλοσοφοῦντος. μέρος γάρ ἐστι καὶ τοῦτο τοῦ βίου, ὡς περίπατος, ὡς

3

.

10

.

12

πλοῦς, ὡς ὁδοιπορία, οὕτως καὶ πυρετός. μή τι περιπα‐ τῶν ἀναγιγνώσκεις; Οὔ. Οὕτως οὐδὲ πυρέσσων. ἀλλ’ ἂν καλῶς περιπατῇς, ἔχεις τὸ τοῦ περιπατοῦντος·

3

.

10

.

13

ἂν καλῶς πυρέξῃς, ἔχεις τὰ τοῦ πυρέσσοντος. τί ἐστι καλῶς πυρέσσειν; μὴ θεὸν μέμψασθαι, μὴ ἄνθρωπον, μὴ θλιβῆναι ὑπὸ τῶν γινομένων, εὖ καὶ καλῶς προσδέ‐ χεσθαι τὸν θάνατον, ποιεῖν τὰ προστασσόμενα· ὅταν ὁ
5ἰατρὸς εἰσέρχηται, μὴ φοβεῖσθαι, τί εἴπῃ, μηδ’ ἂν εἴπῃ
‘κομψῶς ἔχεισ‘, ὑπερχαίρειν· τί γάρ σοι ἀγαθὸν εἶπεν;

3

.

10

.

14

ὅτε γὰρ ὑγίαινες, τί σοι ἦν ἀγαθόν; μηδ’ ἂν εἴπῃ ‘κα‐ κῶς ἔχεισ‘, ἀθυμεῖν· τί γάρ ἐστι τὸ κακῶς ἔχειν; ἐγγί‐ ζειν τῷ διαλυθῆναι τὴν ψυχὴν ἀπὸ τοῦ σώματος. τί οὖν δεινόν ἐστιν; ἐὰν νῦν μὴ ἐγγίσῃς, ὕστερον οὐκ
5ἐγγιεῖς; ἀλλὰ ὁ κόσμος μέλλει ἀνατρέπεσθαι σοῦ ἀποθα‐

3

.

10

.

15

νόντος; τί οὖν κολακεύεις τὸν ἰατρόν; τί λέγεις ‘ἐὰν σὺ θέλῃς, κύριε, καλῶς ἕξω‘; τί παρέχεις αὐτῷ ἀφορμὴν τοῦ ἐπᾶραι ὀφρῦν; οὐχὶ δὲ τὴν αὑτοῦ ἀξίαν αὐτῷ ἀπο‐ δίδως, ὡς σκυτεῖ περὶ τὸν πόδα, ὡς τέκτονι περὶ τὴν
5οἰκίαν, οὕτως καὶ τῷ ἰατρῷ περὶ τὸ σωμάτιον, τὸ οὐκ ἐμόν, τὸ φύσει νεκρόν; τούτων ὁ καιρός ἐστι τῷ πυρέσ‐

3

.

10

.

16

σοντι· ἂν ταῦτα ἐκπληρώσῃ, ἔχει τὰ αὑτοῦ. οὐ γάρ ἐστιν ἔργον τοῦ φιλοσόφου ταῦτα 〈τὰ〉 ἐκτὸς τηρεῖν, οὔτε τὸ οἰνάριον οὔτε 〈τὸ〉 ἐλάδιον οὔτε τὸ σωμάτιον, ἀλλὰ τί; τὸ ἴδιον ἡγεμονικόν. τὰ δ’ ἔξω πῶς; μέχρι τοῦ μὴ ἀλο‐

3

.

10

.

17

γίστως κατὰ ταῦτα ἀναστρέφεσθαι. ποῦ οὖν ἔτι καιρὸς τοῦ φοβεῖσθαι; ποῦ οὖν ἔτι καιρὸς ὀργῆς; ποῦ φόβου

3

.

10

.

18

περὶ τῶν ἀλλοτρίων, περὶ τῶν μηδενὸς ἀξίων; δύο γὰρ ταῦτα πρόχειρα ἔχειν δεῖ· ὅτι ἔξω τῆς προαιρέσεως οὐ‐ δέν ἐστιν οὔτε ἀγαθὸν οὔτε κακὸν καὶ ὅτι οὐ δεῖ προ‐

3

.

10

.

19

ηγεῖσθαι τῶν πραγμάτων, ἀλλ’ ἐπακολουθεῖν. ‘οὐκ ἔδει
οὕτως μοι προσενεχθῆναι τὸν ἀδελφόν.‘ οὔ· ἀλλὰ τοῦτο μὲν ἐκεῖνος ὄψεται. ἐγὼ δ’, ὡς ἂν προσενεχθῇ, αὐτὸς

3

.

10

.

20

ὡς δεῖ χρήσομαι τοῖς πρὸς ἐκεῖνον. τοῦτο γὰρ ἐμόν ἐστιν, ἐκεῖνο δ’ ἀλλότριον· τοῦτο οὐδεὶς κωλῦσαι δύ‐ ναται, ἐκεῖνο κωλύεται.

3

.

11

t

ιαʹ. Σποράδην τινά.

3

.

11

.

1

Εἰσί τινες ὡς ἐκ νόμου διατεταγμέναι κολάσεις τοῖς

3

.

11

.

2

ἀπειθοῦσι τῇ θείᾳ διοικήσει· ‘ὃς ἂν ἄλλο τι ἡγήσηται ἀγαθὸν παρὰ τὰ προαιρετικά, φθονείτω, ἐπιθυμείτω, κολακευέτω, ταρασσέσθω· ὃς ἂν ἄλλο κακόν, λυπείσθω,

3

.

11

.

3

πενθείτω, θρηνείτω, δυστυχείτω‘. καὶ ὅμως οὕτως πι‐ κρῶς κολαζόμενοι ἀποστῆναι οὐ δυνάμεθα.

3

.

11

.

4

Μέμνησο, τί λέγει ὁ ποιητὴς περὶ τοῦ ξένου· ξεῖν’, οὔ μοι θέμις ἔστ’[ι καὶ], οὐδ’ εἰ κακίων σέθεν 〈ἔλθοι, ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαν〉τες ξεῖνοί τε πτωχοί τε.

3

.

11

.

5

τοῦτο οὖν καὶ ἐπὶ πατρὸς πρόχειρον ἔχειν· οὔ μοι θέμις ἔστ’ οὐδ’ εἰ κακίων σέθεν ἔλθοι, πατέρ’ ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες τοῦ Πα‐

3

.

11

.

6

τρῴου· καὶ ἐπ’ ἀδελφῷ· πρὸς γὰρ Διός εἰσιν ἅπαν‐ τες τοῦ Ὁμογνίου. καὶ οὕτως κατὰ τὰς ἄλλας σχέσεις εὑρήσομεν ἐπόπτην τὸν Δία.

3

.

12

t

ιβʹ. Περὶ ἀσκήσεως.

3

.

12

.

1

Τὰς ἀσκήσεις οὐ δεῖ διὰ τῶν παρὰ φύσιν καὶ παρα‐
δόξων ποιεῖσθαι, ἐπεί τοι τῶν θαυματοποιῶν οὐδὲν

3

.

12

.

2

διοίσομεν οἱ λέγοντες φιλοσοφεῖν. δύσκολον γάρ ἐστι καὶ τὸ ἐπὶ σχοινίου περιπατεῖν καὶ οὐ μόνον δύσκολον, ἀλλὰ καὶ ἐπικίνδυνον. τούτου ἕνεκα δεῖ καὶ ἡμᾶς μελε‐ τᾶν ἐπὶ σχοινίου περιπατεῖν ἢ φοίνικα ἱστάνειν ἢ ἀν‐

3

.

12

.

3

δριάντας περιλαμβάνειν; οὐδαμῶς. οὐκ ἔστι τὸ δύσκολον πᾶν καὶ ἐπικίνδυνον ἐπιτήδειον πρὸς ἄσκησιν, ἀλλὰ τὸ

3

.

12

.

4

πρόσφορον τῷ προκειμένῳ ἐκπονηθῆναι. τί δ’ ἐστὶ τὸ προκείμενον ἐκπονηθῆναι; ὀρέξει καὶ ἐκκλίσει ἀκωλύ‐ τως ἀναστρέφεσθαι. τοῦτο δὲ τί ἐστιν, μήτε ὀρεγόμενον ἀποτυγχάνειν μήτ’ ἐκκλίνοντα περιπίπτειν. πρὸς τοῦτο

3

.

12

.

5

οὖν καὶ τὴν ἄσκησιν ῥέπειν δεῖ. ἐπεὶ γὰρ οὐκ ἔστιν ἀναπότευκτον σχεῖν τὴν ὄρεξιν καὶ τὴν ἔκκλισιν ἀπε‐ ρίπτωτον ἄνευ μεγάλης καὶ συνεχοῦς ἀσκήσεως, ἴσθι ὅτι, ἐὰν ἔξω ἐάσῃς ἀποστρέφεσθαι αὐτὴν ἐπὶ τὰ ἀπρο‐
5αίρετα, οὔτε τὴν ὄρεξιν ἐπιτευκτικὴν ἕξεις οὔτε τὴν

3

.

12

.

6

ἔκκλισιν ἀπερίπτωτον. καὶ ἐπεὶ τὸ ἔθος ἰσχυρὸν προ‐ ηγῆται πρὸς μόνα ταῦτα εἰθισμένων ἡμῶν χρῆσθαι ὀρέ‐ ξει καὶ ἐκκλίσει, δεῖ τῷ ἔθει τούτῳ ἐναντίον ἔθος ἀν‐ τιθεῖναι καὶ ὅπου ὁ πολὺς ὄλισθος τῶν φαντασιῶν, ἐκεῖ
5ἀντιτιθέναι τὸ ἀσκητικόν.

3

.

12

.

7

Ἑτεροκλινῶς ἔχω πρὸς ἡδονήν· ἀνατοιχήσω ἐπὶ τὸ ἐναντίον ὑπὲρ τὸ μέτρον τῆς ἀσκήσεως ἕνεκα. ἐκκλιτι‐
κῶς ἔχω πόνου· τρίψω μου καὶ γυμνάσω πρὸς τοῦτο τὰς φαντασίας ὑπὲρ τοῦ ἀποστῆναι τὴν ἔκκλισιν ἀπὸ

3

.

12

.

8

παντὸς τοῦ τοιούτου. τίς γάρ ἐστιν ἀσκητής; ὁ μελετῶν ὀρέξει μὲν 〈μὴ〉 χρῆσθαι, ἐκκλίσει δὲ πρὸς μόνα τὰ προαιρετικὰ χρῆσθαι καὶ μελετῶν μᾶλλον ἐν τοῖς δυσκα‐ ταπονήτοις. καθ’ ὃ καὶ ἄλλῳ πρὸς ἄλλα μᾶλλον ἀσκη‐

3

.

12

.

9

τέον. τί οὖν ὧδε ποιεῖ τὸ φοίνικα στῆσαι ἢ τὸ στέγην

3

.

12

.

10

δερματίνην καὶ ὅλμον καὶ ὕπερον περιφέρειν; ἄνθρωπε, ἄσκησον, εἰ γοργὸς εἶ, λοιδορούμενος ἀνέχεσθαι, ἀτι‐ μασθεὶς μὴ ἀχθεσθῆναι. εἶθ’ οὕτως προ[σ]βήσῃ, ἵνα, κἂν πλήξῃ σέ τις, εἴπῃς αὐτὸς πρὸς αὑτὸν ὅτι ‘δόξον

3

.

12

.

11

ἀνδριάντα περιειληφέναι‘. εἶτα καὶ οἰναρίῳ κομψῶς χρῆ‐ σθαι, μὴ εἰς τὸ πολὺ πίνειν (καὶ γὰρ περὶ τοῦτο ἐπα‐ ρίστεροι ἀσκηταί εἰσιν), ἀλλὰ πρῶτον εἰς τὸ ἀποσχέ‐ σθαι, καὶ κορασιδίου ἀπέχεσθαι καὶ πλακουνταρίου. εἶτά
5ποτε ὑπὲρ δοκιμασίας, εἰ ἄρα, καθήσεις εὐκαίρως αὐτὸς σαυτὸν ὑπὲρ τοῦ γνῶναι, εἰ ὁμοίως ἡττῶσίν σε αἱ φαν‐

3

.

12

.

12

τασίαι. τὰ πρῶτα δὲ φεῦγε μακρὰν ἀπὸ τῶν ἰσχυροτέ‐ ρων. ἄνισος ἡ μάχη κορασιδίῳ κομψῷ πρὸς νέον ἀρχό‐ μενον φιλοσοφεῖν· χύτρα, φασί, καὶ πέτρα οὐ συμ‐ φωνεῖ.

3

.

12

.

13

Μετὰ τὴν ὄρεξιν καὶ τὴν ἔκκλισιν δεύτερος τ[ρ]όπος ὁ περὶ τὴν ὁρμὴν καὶ ἀφορμήν· 〈ἵν’〉 εὐπειθὴς τῷ λό‐ γῳ, ἵνα μὴ παρὰ καιρόν, μὴ παρὰ τόπον, μὴ παρὰ ἄλλην

3

.

12

.

14

τινὰ τοιαύτην [ἀ]συμμετρίαν. τρίτος ὁ περὶ τὰς συγκα‐

3

.

12

.

15

ταθέσεις, ὁ πρὸς τὰ πιθανὰ καὶ ἑλκυστικά. ὡς γὰρ ὁ Σωκράτης ἔλεγεν ἀνεξέταστον βίον μὴ ζῆν, οὕτως ἀνεξέταστον φαντασίαν μὴ παραδέχεσθαι, ἀλλὰ λέγειν ‘ἔκδεξαι, ἄφες ἴδω, τίς εἶ καὶ πόθεν ἔρχῃ‘, ὡς οἱ νυκτο‐
5φύλακες ‘δεῖξόν μοι τὰ συνθήματα‘. ‘ἔχεις τὸ παρὰ τῆς φύσεως σύμβολον, ὃ δεῖ τὴν παραδεχθησομένην ἔχειν

3

.

12

.

16

φαντασίαν;‘ καὶ λοιπὸν ὅσα τῷ σώματι προσάγεται ὑπὸ τῶν γυμναζόντων αὐτό, ἂν μὲν ὧδέ που ῥέπῃ πρὸς ὄρεξιν καὶ ἔκκλισιν, εἴη ἂν καὶ αὐτὰ ἀσκητικά· ἂν δὲ πρὸς ἐπίδειξιν, ἔξω νενευκό〈το〉ς ἐστὶ καὶ ἄλλο τι θη‐
5ρωμένου καὶ θεατὰς ζητοῦντος τοὺς ἐροῦντας ‘ὦ[ς] με‐

3

.

12

.

17

γάλου ἀνθρώπου‘. διὰ τοῦτο καλῶς ὁ Ἀπολλώνιος ἔλε‐ γεν ὅτι ‘ὅταν θέλῃς σαυτῷ ἀσκῆσαι, διψῶν ποτε καύματος ἐφέλκυσαι βρόγχον ψυχροῦ καὶ ἔκπτυ‐ σον καὶ μηδενὶ εἴπῃσ‘.

3

.

13

t

ιγʹ. Τί ἐρημία καὶ ποῖος ἔρημος.

3

.

13

.

1

Ἐρημία ἐστὶ κατάστασίς τις ἀβοηθήτου. οὐ γὰρ ὁ μό‐ νος ὢν εὐθὺς καὶ ἔρημος, ὥσπερ οὐδ’ ὁ ἐν πολλοῖς ὢν

3

.

13

.

2

οὐκ ἔρημος. ὅταν γοῦν ἀπολέσωμεν ἢ ἀδελφὸν ἢ υἱὸν
ἢ φίλον, ᾧ προσαναπαυόμεθα, λέγομεν ἀπολελεῖφθαι ἔρημοι, πολλάκις ἐν Ῥώμῃ ὄντες, τοσούτου ὄχλου ἡμῖν ἀπαντῶντος καὶ τοσούτων συνοικούντων, ἔσθ’ ὅτε πλῆ‐

3

.

13

.

3

θος δούλων ἔχοντες. θέλει γὰρ ὁ ἔρημος κατὰ τὴν ἔν‐ νοιαν ἀβοήθητός τις εἶναι καὶ ἐκκείμενος τοῖς βλάπτειν βουλομένοις. διὰ τοῦτο, ὅταν ὁδεύωμεν, τότε μάλιστα ἐρήμους λέγομεν ἑαυτούς, ὅταν εἰς λῃστὰς ἐμπέσωμεν.
5οὐ γὰρ ἀνθρώπου ὄψις ἐξαιρεῖται ἐρημίας, ἀλλὰ πιστοῦ

3

.

13

.

4

καὶ αἰδήμονος καὶ ὠφελίμου. ἐπεὶ εἰ τὸ μόνον εἶναι ἀρκεῖ πρὸς τὸ ἔρημον εἶναι, λέγε ὅτι καὶ ὁ Ζεὺς ἐν τῇ ἐκπυρώσει ἔρημός ἐστι καὶ κατακλαίει αὐτὸς ἑαυτοῦ· ‘τάλας ἐγώ, οὔτε τὴν Ἥραν ἔχω οὔτε τὴν Ἀθηνᾶν οὔτε
5τὸν Ἀπόλλωνα οὔτε ὅλως ἢ ἀδελφὸν ἢ υἱὸν ἢ ἔγγονον

3

.

13

.

5

ἢ συγγενῆ‘. ταῦτα καὶ λέγουσί τινες ὅτι ποιεῖ μόνος ἐν τῇ ἐκπυρώσει. οὐ γὰρ ἐπινοοῦσι διεξαγωγὴν μόνου καὶ ἀπό τινος φυσικοῦ ὁρμώμενοι, ἀπὸ τοῦ φύσει κοινωνι‐ κοῦ εἶναι καὶ φιλαλλήλου καὶ ἡδέως συναναστρέφεσθαι

3

.

13

.

6

ἀνθρώποις. ἀλλ’ οὐδὲν ἧττον δεῖ τινα καὶ πρὸς τοῦτο παρασκευὴν ἔχειν τὸ δύνασθαι αὐτὸν ἑαυτῷ ἀρκεῖν, δύ‐

3

.

13

.

7

νασθαι αὐτὸν ἑαυτῷ συνεῖναι· ὡς ὁ Ζεὺς αὐτὸς ἑαυτῷ σύνεστιν καὶ ἡσυχάζει ἐφ’ ἑαυτοῦ καὶ ἐννοεῖ τὴν διοί‐ κησιν τὴν ἑαυτοῦ οἵα ἐστὶ καὶ ἐν ἐπινοίαις γίνεται πρε‐ πούσαις ἑαυτῷ, οὕτως καὶ ἡμᾶς δύνασθαι αὐτοὺς ἑαυ‐
5τοῖς λαλεῖν, μὴ προσδεῖσθαι ἄλλων, διαγωγῆς μὴ

3

.

13

.

8

ἀπορεῖν· ἐφιστάνειν τῇ θείᾳ διοικήσει, τῇ αὑτῶν πρὸς τἆλλα σχέσει· ἐπιβλέπειν, πῶς πρότερον εἴχομεν πρὸς τὰ συμβαίνοντα, πῶς νῦν· τίνα ἐστὶν ἔτι τὰ θλίβοντα· πῶς ἂν θεραπευθῇ καὶ ταῦτα, πῶς ἐξαιρεθῇ· εἴ τινα ἐξ‐
5εργασίας δεῖται 〈τού〉των, κατὰ τὸν αὐτῶν λόγον ἐξ‐ εργάζεσθαι.

3

.

13

.

9

Ὁρᾶτε γάρ, ὅτι εἰρήνην μεγάλην ὁ Καῖσαρ ἡμῖν δοκεῖ παρέχειν, ὅτι οὐκ εἰσὶν οὐκέτι πόλεμοι οὐδὲ μάχαι οὐδὲ λῃστήρια μεγάλα οὐδὲ πειρατικά, ἀλλ’ ἔξεστιν πάσῃ ὥρᾳ

3

.

13

.

10

ὁδεύειν, πλεῖν ἀπ’ ἀνατολῶν ἐπὶ δυσμάς. μή τι οὖν καὶ ἀπὸ πυρετοῦ δύναται ἡμῖν εἰρήνην παρασχεῖν, μή τι καὶ ἀπὸ ναυαγίου, μή τι καὶ ἀπὸ ἐμπρησμοῦ ἢ ἀπὸ σεισμοῦ ἢ ἀπὸ κεραυνοῦ; ἄγε ἀπ’ ἔρωτος; οὐ δύναται. ἀπὸ
5πένθους; οὐ δύναται. ἀπὸ φθόνου; οὐ δύναται. ἀπ’ οὐ‐

3

.

13

.

11

δενὸς ἁπλῶς τούτων· ὁ δὲ λόγος ὁ τῶν φιλοσόφων ὑπισχνεῖται καὶ ἀπὸ τούτων εἰρήνην παρέχειν. καὶ τί λέγει; ‘ἄν μοι προσέχητε, ὦ ἄνθρωποι, ὅπου ἂν ἦτε, ὅ τι ἂν ποιῆτε, οὐ λυπηθήσεσθε, οὐκ ὀργισθήσεσθε, οὐκ
5ἀναγκασθήσεσθε, οὐ κωλυθήσεσθε, ἀπαθεῖς δὲ καὶ

3

.

13

.

12

ἐλεύθεροι διάξετε ἀπὸ πάντων‘. ταύτην τὴν εἰρήνην τις ἔχων [οὐχὶ] κεκηρυγμένην οὐχ ὑπὸ τοῦ Καίσαρος (πόθεν γὰρ αὐτῷ ταύτην κηρύξαι;), ἀλλ’ ὑπὸ τοῦ θεοῦ κεκη‐ ρυγμένην διὰ τοῦ λόγου οὐκ ἀρκεῖται, ὅταν 〈ᾖ〉 μόνος,

3

.

13

.

13

ἐπιβλέπων καὶ ἐνθυμούμενος ‘νῦν ἐμοὶ κακὸν οὐδὲν δύναται συμβῆναι, ἐμοὶ λῃστὴς οὐκ ἔστιν, ἐμοὶ σεισμὸς οὐκ ἔστιν, πάντα εἰρήνης μεστά, πάντα ἀταραξίας· πᾶσα ὁδός, πᾶσα πόλις, πᾶσ[α] σύνοδος, γείτων, κοινωνὸς
5ἀβλαβής. ἄλλος παρέχει τροφάς, ᾧ μέλει, ἄλλος ἐσθῆτα,

3

.

13

.

14

ἄλλος αἰσθήσεις ἔδωκεν, ἄλλος προλήψεις. ὅταν δὲ μὴ παρέχῃ τἀναγκαῖα, τὸ ἀνακλητικὸν σημαίνει, τὴν θύραν ἤνοιξεν καὶ λέγει σοι “ἔρχου”. ποῦ; εἰς οὐδὲν δεινόν, ἀλλ’ ὅθεν ἐγένου, εἰς τὰ φίλα καὶ συγγενῆ, εἰς τὰ στοι‐

3

.

13

.

15

χεῖα. ὅσον ἦν ἐν σοὶ πυρ〈όσ〉, εἰς πῦρ ἄπεισιν, ὅσον ἦν γῃδίου, εἰς γῄδιον, ὅσον πνευματίου, εἰς πνευμάτιον, ὅσον ὑδατίου, εἰς ὑδάτιον. οὐδεὶς Ἅιδης οὐδ’ Ἀχέρων οὐδὲ Κωκυτὸς οὐδὲ Πυριφλεγέθων, ἀλλὰ πάντα θεῶν

3

.

13

.

16

μεστὰ καὶ δαιμόνων‘; ταῦτά τις ἐνθυμεῖσθαι ἔχων καὶ βλέπων τὸν ἥλιον καὶ σελήνην καὶ ἄστρα καὶ γῆς ἀπολαύων καὶ θαλάσσης ἔρημός ἐστιν οὐ μᾶλλον ἢ καὶ

3

.

13

.

17

ἀβοήθητος. ‘τί οὖν; ἄν τις ἐπελθών μοι μόνῳ ἀποσφάξῃ με;‘ μωρέ, σὲ οὔ, ἀλλὰ τὸ σωμάτιον.

3

.

13

.

18

Ποία οὖν ἔτι ἐρημία, ποία ἀπορία; τί χείρονας ἑαυ‐ τοὺς ποιῶμεν τῶν παιδαρίων; ἅ τινα ὅταν ἀπολειφθῇ μόνα, τί ποιεῖ; ἄραντα ὀστράκια καὶ σποδὸν οἰκοδομεῖ τί ποτε, εἶτα καταστρέφει καὶ πάλιν ἄλλο οἰκοδομεῖ· καὶ

3

.

13

.

19

οὕτως οὐδέποτε ἀπορεῖ διαγωγῆς. ἐγὼ οὖν, ἂν πλεύσητε ὑμεῖς, μέλλω καθήμενος κλαίειν ὅτι μόνος ἀπελείφθην
καὶ ἔρημος οὕτως; οὐκ ὀστράκια ἕξω, οὐ σποδόν; ἀλλ’ ἐκεῖνα ὑπ’ ἀφροσύνης ταῦτα ποιεῖ, ἡμεῖς δ’ ὑπὸ φρονή‐
5σεως δυστυχοῦμεν;

3

.

13

.

20

Πᾶσα μεγάλη δύναμις ἐπισφαλὴς τῷ ἀρχομένῳ. φέ‐ ρειν οὖν δεῖ τὰ τοιαῦτα κατὰ δύναμιν, ἀλλὰ κατὰ φύ‐

3

.

13

.

21

σιν ... ἀλλ’ οὐχὶ τῷ φθισικῷ. μελέτησόν ποτε διαγωγὴν ὡς ἄρρωστος, ἵνα ποθ’ ὡς ὑγιαίνων διαγάγῃς. ἀσίτησον, ὑδροπότησον· ἀπόσχου ποτὲ παντάπασιν ὀρέ‐ ξεως, ἵνα ποτὲ καὶ εὐλόγως ὀρεχθῇς. εἰ δ’ εὐλόγως,

3

.

13

.

22

ὅταν ἔχῃς τι ἐν σεαυτῷ ἀγαθόν, εὖ ὀρεχθήσῃ. οὔ· ἀλλ’ εὐθέως ὡς σοφοὶ διάγειν ἐθέλομεν καὶ ὠφελεῖν ἀνθρώ‐ πους. ποίαν ὠφέλειαν; τί ποιεῖς; σαυτὸν γὰρ ὠφέλησας; ἀλλὰ προτρέψαι αὐτοὺς θέλεις. σὺ γὰρ προτέτρεψαι;

3

.

13

.

23

θέλεις αὐτοὺς ὠφελῆσαι. δεῖξον αὐτοῖς ἐπὶ σεαυτοῦ, οἵους ποιεῖ φιλοσοφία, καὶ μὴ φλυάρει. ἐσθίων τοὺς
συνεσθίοντας ὠφέλει, πίνων τοὺς πίνοντας, εἴκων πᾶσι, παραχωρῶν, ἀνεχόμενος, οὕτως αὐτοὺς ὠφέλει καὶ μὴ
5κατεξέρα αὐτῶν τὸ σαυτοῦ φλέγμα.

3

.

14

t

ιδʹ. Σποράδην τινά.

3

.

14

.

1

Ὡς οἱ κακοὶ τραγῳδοὶ μόνοι ᾆσαι οὐ δύνανται, ἀλλὰ μετὰ πολλῶν, οὕτως ἔνιοι μόνοι περιπατῆσαι οὐ δύναν‐

3

.

14

.

2

ται. ἄνθρωπε, εἴ τις εἶ, καὶ μόνος περιπάτησον καὶ σαυ‐

3

.

14

.

3

τῷ λάλησον καὶ μὴ ἐν τῷ χορῷ κρύπτου. σκώφθητί ποτε, περίβλεψαι, ἐνσείσθητι, ἵνα γνῷς, τίς εἶ.

3

.

14

.

4

Ὅταν τις ὕδωρ πίνῃ ἢ ποιῇ τι ἀσκητικόν, ἐκ πάσης

3

.

14

.

5

ἀφορμῆς λέγει αὐτὸ πρὸς πάντας. ‘ἐγὼ ὕδωρ πίνω.‘ διὰ γὰρ τοῦτο ὕδωρ πίνεις, διὰ γὰρ τὸ ὕδωρ πίνειν; ἄνθρω‐ πε, εἴ σοι λυσιτελεῖ[ν] πίνειν, πῖνε· εἰ δὲ μή, γελοίως

3

.

14

.

6

ποιεῖς. εἰ δὲ συμφέρει σοι καὶ πίνεις, σιώπα πρὸς τοὺς δυσαρεστοῦντας τοῖς ἀνθρώποις. τί οὖν; αὐτοῖς τούτοις ἀρέσκειν θέλεις;

3

.

14

.

7

Τῶν πραττομένων τὰ μὲν προηγουμένως πράττεται, τὰ δὲ κατὰ περίστασιν, τὰ δὲ κατ’ οἰκονομίαν, τὰ δὲ
κατὰ συμπεριφοράν, τὰ δὲ κατ’ ἔνστασιν.

3

.

14

.

8

Δύο ταῦτα ἐξελεῖν τῶν ἀνθρώπων, οἴησιν καὶ ἀπι‐ στίαν. οἴησις μὲν οὖν ἐστι τὸ δοκεῖν μηδενὸς προσδεῖ‐ σθαι, ἀπιστία δὲ τὸ ὑπολαμβάνειν μὴ δυνατὸν εἶναι

3

.

14

.

9

εὐροεῖν τοσούτων περιεστηκότων. τὴν μὲν οὖν οἴησιν ἔλεγχος ἐξαιρεῖ, καὶ τοῦτο πρῶτον ποιεῖ Σωκράτης. ὅτι δ’ οὐκ ἀδύνατόν ἐστι τὸ πρᾶγμα, σκέψαι καὶ ζήτησον.

3

.

14

.

10

οὐδέν σε βλάψει ἡ ζήτησις αὕτη· καὶ σχεδὸν τὸ φιλοσο‐ φεῖν τοῦτ’ ἔστι, ζητεῖν, πῶς ἐνδέχεται ἀπαραποδίστως ὀρέξει χρῆσθαι καὶ ἐκκλίσει.

3

.

14

.

11

‘Κρείσσων εἰμὶ σοῦ· ὁ γὰρ πατήρ μου ὑπατικός ἐστιν.‘

3

.

14

.

12

ἄλλος λέγει ‘ἐγὼ δεδημάρχηκα, σὺ δ’ οὔ‘. εἰ δ’ ἵπποι ἦμεν, ἔλεγες ἂν ὅτι ‘ὁ πατήρ μου ὠκύτερος ἦν‘ 〈ἢ〉 ὅτι ‘ἐγὼ ἔχω πολλὰς κριθὰς καὶ χόρτον‘ ἢ ὅτι ‘κομψὰ περι‐ τραχήλια‘; εἰ οὖν ταῦτά σου λέγοντος εἶπον ὅτι ‘ἔστω

3

.

14

.

13

ταῦτα, τρέχωμεν οὖν‘; ἄγε, ἐπ’ ἀνθρώπου οὖν οὐδέν ἐστι τοιοῦτον οἷον ἐφ’ ἵππου δρόμος, ἐξ οὗ γνωσθήσε‐ ται ὁ χείρων καὶ ὁ κρείττων; μήποτ’ ἐστὶν αἰδώς, πίστις,

3

.

14

.

14

δικαιοσύνη; τούτοις δείκνυε κρείττονα σεαυτόν, ἵν’ ὡς ἄνθρωπος ᾖ κρείττων. ἄν μοι λέγῃς ὅτι ‘μεγάλα λακτί‐ ζω‘, ἐρῶ σοι κἀγὼ ὅτι ‘ἐπὶ ὄνου ἔργῳ μέγα φρονεῖσ‘.

3

.

15

t

ιεʹ. Ὅτι δεῖ περιεσκεμμένως ἔρχεσθαι ἐφ’ ἕκαστα.

3

.

15

.

1

Ἑκάστου ἔργου σκόπει τὰ καθηγούμενα καὶ τὰ ἀκό‐ λουθα καὶ οὕτως ἔρχου ἐπ’ αὐτό. εἰ δὲ μή, τὴν μὲν
πρώτην ἥξεις προθύμως ἅτε μηδὲν τῶν ἑξῆς ἐντεθυμη‐ μένος, ὕστερον δ’ ἀναφανέντων τινῶν αἰσχρῶς ἀποστή‐

3

.

15

.

2

σῃ. ‘θέλω Ὀλύμπια νικῆσαι.‘ ἀλλὰ σκόπει τὰ καθηγού‐ μενα αὐτοῦ καὶ τὰ ἀκόλουθα· καὶ οὕτως ἄν σοι λυσι‐

3

.

15

.

3

τελῇ, ἅπτου τοῦ ἔργου. δεῖ σε εὐτακτεῖν, ἀναγκοφαγεῖν, ἀπέχεσθαι πεμμάτων, γυμνάζεσθαι πρὸς ἀνάγκην, ὥρᾳ τεταγμένῃ, ἐν καύματι, ἐν ψύχει· μὴ ψυχρὸν πίνειν, μὴ οἶνον ὅτ’ ἔτυχεν· ἁπλῶς 〈ὡσ〉 ἰατρῷ [γὰρ] παραδεδωκέ‐

3

.

15

.

4

ναι σεαυτὸν τῷ ἐπιστάτῃ· εἶτα ἐν τῷ ἀγῶνι παρορύσ‐ σεσθαι, ἔστιν ὅτε χεῖρα ἐκβαλεῖν, σφυρὸν στρέψαι, πολ‐ λὴν ἁφὴν καταπιεῖν, μαστιγωθῆναι· καὶ μετὰ τούτων

3

.

15

.

5

πάντων ἔσθ’ ὅτε νικηθῆναι. ταῦτα λογισάμενος, ἂν ἔτι θέλῃς, ἔρχου ἐπὶ τὸ ἀθλεῖν· εἰ δὲ μή, ὅρα ὅτι ὡς τὰ παιδία ἀναστραφήσῃ, ἃ νῦν μὲν ἀθλητὰς παίζει, νῦν δὲ μονομάχους, νῦν δὲ σαλπίζει, εἶτα τραγῳδεῖ ὅ τ〈ι〉 ἂν

3

.

15

.

6

ἴδῃ καὶ θαυμάσῃ. οὕτως καὶ σὺ νῦν μὲν ἀθλητής, νῦν δὲ μονομάχος, εἶτα φιλόσοφος, εἶτα ῥήτωρ, ὅλῃ δὲ τῇ ψυχῇ οὐδέν, ἀλλ’ ὡς ὁ πίθηκος πᾶν ὃ ἂν ἴδῃς μιμῇ καὶ ἀεί σοι ἄλλο ἐξ ἄλλου ἀρέσκει, τὸ σύνηθες δ’ ἀπαρέσκει.

3

.

15

.

7

οὐ γὰρ μετὰ σκέψεως ἦλθες ἐπί τι οὐδὲ περιοδεύσας ὅλον τὸ πρᾶγμα οὐδὲ βασανίσας, ἀλλ’ εἰκῇ καὶ κατὰ ψυχρὰν ἐπιθυμίαν.

3

.

15

.

8

Οὕτως τινὲς ἰδόντες φιλόσοφον καὶ ἀκούσαντές τινος οὕτως λέγοντος, ὡς Εὐφράτης λέγει (καίτοι τίς οὕτως δύναται εἰπεῖν ὡς ἐκεῖνος;), θέλουσιν καὶ αὐτοὶ φιλο‐

3

.

15

.

9

σοφεῖν. ἄνθρωπε, σκέψαι πρῶτον τί ἐστι τὸ πρᾶγμα, εἶτα καὶ τὴν σαυτοῦ φύσιν, τί δύνασαι βαστάσαι. εἰ παλαιστής, ἰδού σου τοὺς ὤμους, τοὺς μηρούς, τὴν

3

.

15

.

10

ὀσφῦν. ἄλλος γὰρ πρὸς ἄλλο τι πέφυκεν. δοκεῖς ὅτι ταῦτα ποιῶν δύνασαι φιλοσοφεῖν; δοκεῖς ὅτι δύνασαι
ὡσαύτως ἐσθίειν, ὡσαύτως πίνειν, ὁμοίως ὀργίζεσθαι,

3

.

15

.

11

ὁμοίως δυσαρεστεῖν; ἀγρυπνῆσαι δεῖ, πονῆσαι, νικῆσαί τινας ἐπιθυμίας, ἀπελθεῖν ἀπὸ τῶν οἰκείων, ὑπὸ παι‐ δαρίου καταφρονηθῆναι, ὑπὸ τῶν ἀπαντώντων κατα‐ γελασθῆναι, ἐν παντὶ ἔλασσον ἔχειν, ἐν ἀρχῇ, ἐν τιμῇ,

3

.

15

.

12

ἐν δίκῃ. ταῦτα περισκεψάμενος, εἴ σοι δοκεῖ, προσέρχου, εἰ θέλεις ἀντικαταλλάξασθαι τούτων ἀπάθειαν, ἐλευθε‐ ρίαν, ἀταραξίαν. εἰ δὲ μή, μὴ πρόσαγε, μὴ ὡς τὰ παιδία νῦν μὲν φιλόσοφος, ὕστερον δὲ τελώνης, εἶτα ῥήτωρ,

3

.

15

.

13

εἶτα ἐπίτροπος Καίσαρος. ταῦτα οὐ συμφωνεῖ· ἕνα σε δεῖ ἄνθρωπον εἶναι ἢ ἀγαθὸν ἢ κακόν· ἢ τὸ ἡγεμονικόν σε δεῖ ἐξεργάζεσθαι τὸ σαυτοῦ ἢ τὰ ἐκτός· ἢ περὶ τὰ ἔσω φιλοπονεῖ〈ν〉 ἢ περὶ τὰ ἔξω· τοῦτ’ ἔστι φιλοσόφου
5στάσιν ἔχειν ἢ ἰδιώτου.

3

.

15

.

14

Ῥούφῳ τις ἔλεγεν Γάλβα σφαγέντος ὅτι ‘Νῦν προ‐ νοίᾳ ὁ κόσμος διοικεῖται;‘· ὁ δὲ ‘Μὴ παρέργως ποτ’‘, ἔφη, ‘ἀπὸ Γάλβα κατεσκεύασα, ὅτι προνοίᾳ ὁ κόσμος διοικεῖται;‘

3

.

16

t

ιϛʹ. Ὅτι εὐλαβῶς δεῖ συγκαθιέναι εἰς συμπεριφοράν.

3

.

16

.

1

Ἀνάγκη τὸν συγκαθιέντα τισὶν ἐπιπλέον ἢ εἰς λαλιὰν ἢ εἰς συμπόσια ἢ ἁπλῶς εἰς συμβίωσιν ἢ αὐτὸν ἐκείνοις

3

.

16

.

2

ἐξομοιωθῆναι ἢ ἐκείνους μεταθεῖναι ἐπὶ τὰ αὑτοῦ. καὶ γὰρ ἄνθρακα ἀπεσβεσμένον ἂν θῇ παρὰ τὸν καιόμενον, ἢ αὐτὸς ἐκεῖνον 〈ἀποσβέσει〉 ἢ ἐκεῖνος τοῦτον ἐκκαύσει.

3

.

16

.

3

τηλικούτου οὖν τοῦ κινδύνου ὄντος εὐλαβῶς δεῖ τοῖς ἰδιώταις συγκαθίεσθαι εἰς τὰς τοιαύτας συμπεριφορὰς μεμνημένο〈υ〉ς, ὅτι ἀμήχανον τὸν συνανατριβόμενον τῷ ἠσβολωμένῳ μὴ καὶ αὐτὸν ἀπολαῦσαι τῆς ἀσβόλης·

3

.

16

.

4

τί γὰρ ποιήσεις, ἂν περὶ μονομάχων λαλῇ[ς], ἂν περὶ ἵππων, ἂν περὶ ἀθλητῶν, ἂν τὸ ἔτι τούτων χεῖρον περὶ
ἀνθρώπων· ‘ὁ δεῖνα κακός, ὁ δεῖνα ἀγαθός· τοῦτο καλῶς ἐγένετο, τοῦτο κακῶσ‘· ἔτι ἂν σκώπτῃ, ἂν γελοιάζῃ,

3

.

16

.

5

ἂν κακοηθίζηται; ἔχει τις ὑμῶν παρασκευὴν οἵαν ὁ κιθαριστικὸς τὴν λύραν λαβών, ὥστ’ εὐθὺς ἁψάμενος τῶν χορδῶν γνῶναι τὰς ἀσυμφώνους καὶ ἁρμόσασθαι τὸ ὄργανον; οἵαν εἶχεν δύναμιν Σωκράτης, ὥστ’ ἐν
5πάσῃ συμ〈περι〉φορᾷ ἄγειν ἐπὶ τὸ αὑτοῦ τοὺς συνόν‐

3

.

16

.

6

τας; πόθεν ὑμῖν; ἀλλ’ ἀνάγκη ὑπὸ τῶν ἰδιωτῶν ὑμᾶς περιάγεσθαι.

3

.

16

.

7

Διὰ τί οὖν ἐκεῖνοι ὑμῶν ἰσχυρότεροι; ὅτι ἐκεῖνοι μὲν τὰ σαπρὰ ταῦτα ἀπὸ δογμάτων λαλοῦσιν, ὑμεῖς δὲ τὰ κομψὰ ἀπὸ τῶν χειλῶν· διὰ τοῦτο ἄτονά ἐστι καὶ νεκρά, καὶ σικχᾶναι ἔστιν ἀκούοντα ὑμῶν τοὺς προτρεπτικοὺς
5καὶ τὴν ἀρετὴν τὴν ταλαίπωρον, ἣ ἄνω κάτω θρυλεῖται.

3

.

16

.

8

οὕτως ὑμᾶς οἱ ἰδιῶται νικῶσιν. πανταχοῦ γὰρ ἰσχυρὸν

3

.

16

.

9

τὸ δόγμα, ἀνίκητον τὸ δόγμα. μέχρις ἂν οὖν παγῶσιν ἐν ὑμῖν αἱ κομψαὶ ὑπολήψεις καὶ δυναμίν τινα περι‐ ποιήσησθε πρὸς ἀσφάλειαν, συμβουλεύω ὑμῖν εὐλαβῶς τοῖς ἰδιώταις συγκαταβαίνειν· εἰ δὲ μή, καθ’ ἡμέραν
5ὡς κηρὸς ἐν ἡλίῳ διατακήσεται, ὑμῶν εἴ τινα ἐν τῇ σχο‐

3

.

16

.

10

λῇ ἐγγράφετε. μακρὰν οὖν ἀπὸ τοῦ ἡλίου πού ποτε ὑπά‐

3

.

16

.

11

γετε, μέχρις ἂν κηρίνας τὰς ὑπολήψεις ἔχητε. διὰ τοῦτο καὶ τῶν πατρίδων συμβουλεύουσιν ἀποχωρεῖν οἱ φιλόσοφοι, ὅτι τὰ παλαιὰ ἔθη περισπᾷ καὶ οὐκ ἐᾷ ἀρχὴν γενέσθαι τινὰ ἄλλου ἐθισμοῦ, οὐδὲ
5φέρομεν τοὺς ἀπαντῶντας καὶ λέγοντας ‘[ε]ἴδ’

3

.

16

.

12

ὁ δεῖνα φιλοσοφεῖ, ὁ τοῖος καὶ ὁ τοῖοσ‘. οὕτως καὶ οἱ ἰατροὶ τοὺς μακρονοσοῦντας ἐκπέμπουσιν εἰς ἄλλην

3

.

16

.

13

χώραν καὶ ἄλλον ἀέρα καλῶς ποιοῦντες. καὶ ὑμεῖς ἀντ‐ εισαγάγετε ἄλλα ἔθη· πήξατε ὑμῶν τὰς ὑπολήψεις,

3

.

16

.

14

ἐναθλεῖτε αὐταῖς. οὔ· ἀλλ’ ἔνθεν ἐπὶ θεωρίαν, εἰς μο‐ νομαχίαν, εἰς ξυστόν, εἰς κίρκον· εἶτ’ ἐκεῖθεν ὧδε καὶ

3

.

16

.

15

πάλιν ἔνθεν ἐκεῖ οἱ αὐτοί. καὶ ἔθος κομψὸν οὐδέν, οὔτε προσοχὴ οὔτ’ ἐπιστροφὴ ἐφ’ αὑτὸν καὶ παρατήρησις ‘πῶς χρῶμαι ταῖς προσπιπτούσαις φαντασίαις; κατὰ φύ‐ σιν ἢ παρὰ φύσιν; πῶς ἀποκρίνωμαι πρὸς αὐτάς; ὡς
5δεῖ ἢ ὡς οὐ δεῖ; ἐπιλέγω τοῖς ἀπροαιρέτοις, ὅτι οὐδὲν

3

.

16

.

16

πρὸς ἐμέ;‘ εἰ γὰρ μήπω οὕτως ἔχητε, φεύγετε ἔθη τὰ πρότερον, φεύγετε τοὺς ἰδιώτας, εἰ θέλετε ἄρξασθαί ποτέ τινες εἶναι.

3

.

17

t

ιζʹ. Περὶ προνοίας.

3

.

17

.

1

Ὅταν τῇ προνοίᾳ ἐγκαλῇς, ἐπιστράφηθι καὶ γνώσῃ,

3

.

17

.

2

ὅτι κατὰ λόγον γέγονεν. ‘ναί, ἀλλ’ ὁ ἄδικος πλέον ἔχει.‘ ἐν τίνι; ἐν ἀργυρίῳ· πρὸς γὰρ τοῦτό σου κρείττων ἐστίν, ὅ〈τι〉 κολακεύει, ἀναισχυντεῖ, ἀγρυπνεῖ. τί θαυ‐

3

.

17

.

3

μαστόν; ἀλλ’ ἐκεῖνο βλέπε, εἰ ἐν τῷ πιστὸς εἶναι πλέον σου ἔχει, εἰ ἐν τῷ αἰδήμων. οὐ γὰρ εὑρήσεις· ἀλλ’ ὅπου

3

.

17

.

4

κρείττων, ἐκεῖ σαυτὸν εὑρήσεις πλέον ἔχοντα. κἀγώ ποτ’ εἶπόν τινι ἀγανακτοῦντι, ὅτι Φιλόστοργος εὐτυχεῖ, Ἤθε‐ λες ἂν σὺ μετὰ Σούρα κοιμᾶσθαι; ‘Μὴ γένοιτο‘,

3

.

17

.

5

φησίν, ‘ἐκείνη ἡ ἡμέρα.‘ Τί οὖν ἀγανακτεῖς, εἰ λαμ‐ βάνει τι ἀνθ’ οὗ πωλεῖ; ἢ πῶς μακαρίζεις τὸν διὰ τού‐ των, ἃ σὺ ἀπεύχῃ, κτώμενον ἐκεῖνα; ἢ τί κακὸν ποιεῖ ἡ πρόνοια, εἰ τοῖς κρείττοσι τὰ κρείττω δίδωσιν; ἢ οὐκ
5ἔστι κρεῖττον αἰδήμονα εἶναι ἢ πλούσιον; Ὡμολόγει. Τί

3

.

17

.

6

οὖν ἀγανακτεῖς, ἄνθρωπε, ἔχων τὸ κρεῖττον; μέμνησθε οὖν ἀεὶ καὶ πρόχειρον ἔχετε, ὅτι νόμος οὗτος φυσικὸς τὸν κρείττονα τοῦ χείρονος πλέον ἔχειν, ἐν ᾧ κρείττων

3

.

17

.

7

ἐστίν, καὶ οὐδέποτ’ ἀγανακτήσετε. ‘ἀλλ’ ἡ γυνή μοι κα‐ κῶς χρῆται.‘ καλῶς. ἄν τίς σου πυνθάνηται, τί ἐστι τοῦτο, λέγε ‘ἡ γυνή μοι κακῶς χρῆται‘. ‘ἄλλο οὖν οὐ‐

3

.

17

.

8

δέν;‘ οὐδέν. ‘ὁ πατήρ μοι οὐδὲν δίδωσιν.‘ ........ ὅτι
δὲ κακόν ἐστιν, τοῦτο ἔσωθεν αὐτῷ δεῖ προ〈σ〉θεῖναι

3

.

17

.

9

καὶ προσκαταψεύσασθαι; διὰ τοῦτο οὐ δεῖ τὴν πενίαν ἐκβάλλειν, ἀλλὰ τὸ δόγμα τὸ περὶ αὐτῆς, καὶ οὕτως εὐρ〈ο〉ήσομεν.

3

.

18

t

ιηʹ. Ὅτι οὐ δεῖ πρὸς τὰς ἀγγελίας ταράσσεσθαι.

3

.

18

.

1

Ὅταν σοί τι προσαγγελθῇ ταρακτικόν, ἐκεῖνο ἔχε πρό‐ χειρον, ὅτι ἀγγελία περὶ οὐδενὸς προαιρετικοῦ γίνεται.

3

.

18

.

2

μή τι γὰρ δύναταί σοί τις ἀγγεῖλαι, ὅτι κακῶς ὑπέλαβες ἢ κακῶς ὠρέχθης; Οὐδαμῶς. Ἀλλ’ ὅτι ἀπέθανέν τις· τί οὖν πρὸς σέ; ὅτι σε κακῶς τις λέγει· τί οὖν πρὸς

3

.

18

.

3

σέ; ὅτι ὁ πατὴρ τάδε τινὰ ἑτοιμάζεται· ἐπὶ τίνα; μή τι ἐπὶ τὴν προαίρεσιν; πόθεν δύναται; ἀλλ’ ἐπὶ τὸ σωμά‐

3

.

18

.

4

τιον, ἐπὶ τὸ κτησείδιον· ἐσώθης, οὐκ ἐπὶ σέ. [οὐκοῦν] ἀλλ’ ὁ κριτὴς ἀποφαίνεται ὅτι ἠσέβησας. περὶ Σωκρά‐ τους δ’ οὐκ ἀπεφήναντο οἱ δικασταί; μή τι σὸν ἔργον ἐστὶ τὸ ἐκεῖνον ἀποφήνασθαι; Οὔ. Τί οὖν ἔτι

3

.

18

.

5

σοι μέλει; ἔστι τι τοῦ πατρός σου ἔργον, ὃ ἂν μὴ ἐκ‐ πληρώσῃ, ἀπώλεσεν τὸν πατέρα, τὸν φιλόστοργον, τὸν ἥμερον. ἄλλο δὲ μηδὲν ζήτει τούτου ἕνεκα αὐτὸν ἀπο‐ λέσ[θ]αι. οὐδέποτε γὰρ ἐν ἄλλῳ μέν τις ἁμαρτάνει, εἰς

3

.

18

.

6

ἄλλο δὲ βλάπτεται. πάλιν σὸν ἔργον τὸ ἀπολογηθῆναι εὐσταθῶς, αἰδημόνως, ἀοργήτως. εἰ δὲ μή, ἀπώλεσας

3

.

18

.

7

καὶ σὺ τὸν υἱόν, τὸν αἰδήμονα, τὸν γενναῖον. τί οὖν; ὁ κριτὴς ἀκίνδυνός ἐστιν; οὔ· ἀλλὰ κἀκείνῳ τὰ ἴσα κιν‐ δυνεύεται. τί οὖν ἔτι φοβῇ, τί ἐκεῖνος κρινεῖ; τί σοὶ καὶ

3

.

18

.

8

τῷ ἀλλοτρίῳ κακῷ; σὸν κακόν ἐστι τὸ κακῶς ἀπολογηθῆ‐ ναι· τοῦτο φυλάσσου μόνον· κριθῆναι δ’ ἢ μὴ κριθῆ‐ ναι ὥσπερ ἄλλου ἐστὶν ἔργον, οὕτως κακὸν ἄλλου ἐστίν.

3

.

18

.

9

‘ἀπειλεῖ σοι ὁ δεῖνα.‘ ἐμοί; οὔ. ‘ψέγει σε.‘ αὐτὸς ὄψεται, πῶς ποιεῖ τὸ ἴδιον ἔργον. ‘μέλλει σε κατακρινεῖν ἀδί‐ κως.‘ ἄθλιος.

3

.

19

t

ιθʹ. Τίς στάσις ἰδιώτου καὶ φιλοσόφου.

3

.

19

.

1

Ἡ πρώτη διαφορὰ ἰδιώτου καὶ φιλοσόφου· ὁ μὲν λέ‐ γει ‘οὐαί μοι διὰ τὸ παιδάριον, διὰ τὸν ἀδελφόν, οὐαὶ διὰ τὸν πατέρα‘, ὁ δ’, ἄν ποτ’ εἰπεῖν ἀναγκασθῇ, ‘οὐαί

3

.

19

.

2

μοι‘ ἐπιστήσας λέγει ‘δι’ ἐμέ‘. προαίρεσιν γὰρ οὐδὲν δύναται κωλῦσαι ἢ βλάψαι ἀπροαίρετον εἰ μὴ αὐτὴ ἑαυ‐

3

.

19

.

3

τήν. ἂν οὖν ἐπὶ τοῦτο ῥέψωμεν καὶ αὐτοί, ὥσθ’ ὅταν δυσοδῶμεν, αὑτοὺς αἰτιᾶσθαι καὶ μεμνῆσθαι, ὅτι οὐδὲν ἄλλο ταραχῆς ἢ ἀκαταστασίας αἴτιόν ἐστιν ἢ δόγμα,

3

.

19

.

4

ὀμνύω ὑμῖν πάντας θεούς, ὅτι προεκόψ〈αμ〉εν. νῦν δ’ ἄλλην ὁδὸν ἐξ ἀρχῆς ἐληλύθαμεν. εὐθὺς ἔτι παίδων
ἡμῶν ὄντων ἡ τιτθή, εἴ ποτε προσεπταίσαμεν χάσκον‐ τες, οὐχὶ ἡμῖν ἐπέπλησσεν, ἀλλὰ τὸν λίθον ἔτυπτεν. τί
5γὰρ ἐποίησεν ὁ λίθος; διὰ τὴν τοῦ παιδίου σου μωρίαν

3

.

19

.

5

ἔδει μεταβῆναι αὐτόν; πάλιν ἂν μὴ εὕρωμεν φαγεῖν ἐκ βαλανείου, οὐδέποθ’ ἡμῶν καταστέλλει τὴν ἐπιθυμίαν ὁ παιδαγωγός, ἀλλὰ δέρει τὸν μάγειρον. ἄνθρωπε, μὴ γὰρ ἐκείνου σε παιδαγωγὸν κατεστήσαμεν; ἀλλὰ τοῦ

3

.

19

.

6

παιδίου ἡμῶν· τοῦτο ἐπανόρθου, τοῦτο ὠφέλει. οὕτως καὶ αὐξηθέντες φαινόμεθα παιδία. παῖς γὰρ ἐν μουσι‐ κοῖς ὁ ἄμουσος, ἐν γραμματικοῖς ὁ ἀγράμματ[ικ]ος, ἐν βίῳ ὁ ἀπαίδευτος.

3

.

20

t

κʹ. Ὅτι ἀπὸ πάντων τῶν ἐκτὸς ἔστιν ὠφελεῖσθαι.

3

.

20

.

1

Ἐπὶ τῶν θεωρητικῶν φαντασιῶν πάντες σχεδὸν τὸ ἀγαθὸν καὶ τὸ κακὸν ἐν ἡμῖν ἀπέλιπον, οὐχὶ δ’ ἐν τοῖς

3

.

20

.

2

ἐκτός. οὐδεὶς λέγει ἀγαθὸν τὸ ἡμέραν εἶναι, κακὸν τὸ νύκτα εἶναι, μέγιστον δὲ κακῶν τὸ τρία τέσσαρα εἶναι.

3

.

20

.

3

ἀλλὰ τί; τὴν μὲν ἐπιστήμην ἀγαθόν, τὴν δ’ ἀπάτην κα‐ κόν, ὥστε καὶ περὶ αὐτὸ τὸ ψεῦδος ἀγαθὸν συνίστασθαι,

3

.

20

.

4

τὴν ἐπιστήμην τοῦ ψεῦδος εἶναι αὐτό. ἔδει οὖν οὕτως καὶ ἐπὶ τοῦ βίου. ὑγεία ἀγαθόν, νόσος δὲ κακόν; οὔ, ἄνθρωπε. ἀλλὰ τί; τὸ καλῶς ὑγιαίνειν ἀγαθόν, τὸ κα‐ κῶς κακόν. Ὥστε καὶ ἀπὸ νόσου ἔστιν ὠφεληθῆναι;
5 Τὸν θεόν σοι, ἀπὸ θανάτου γὰρ οὐκ ἔστιν; ἀπὸ

3

.

20

.

5

π[λ]ηρώσεως γὰρ οὐκ ἔστιν, μικρά σοι δοκεῖ ὁ Μενοι‐ κεὺς ὠφεληθῆναι, ὅτ’ ἀπέθνῃσκεν; Τοιαῦτά τις εἰ‐ πὼν ὠφεληθείη [ἢ] οἷα ἐκεῖνος ὠφελήθη. Ἔα, ἄνθρω‐ πε, οὐκ ἐτήρησεν τὸν φιλόπατριν, τὸν μεγαλόφρονα, τὸν
5πιστόν, τὸν γενναῖον; ἐπιζήσας δὲ οὐκ ἀπώλλυεν ταῦτα

3

.

20

.

6

πάντα; οὐ περιεποιεῖτο τὰ ἐναντία; τὸν δειλὸν οὐκ ἀν‐ ελάμβανεν, τὸν ἀγεννῆ, τὸν μισόπατριν, τὸν φιλόψυχον;

3

.

20

.

7

ἄγε δοκεῖ σοι μικρὰ ὠφεληθῆναι ἀποθανών; οὔ· ἀλλ’ ὁ τοῦ Ἀδμήτου πατὴρ μεγάλα ὠφελήθη ζήσας οὕτως ἀγεν‐

3

.

20

.

8

νῶς καὶ ἀθλίως; ὕστερον γὰρ οὐκ ἀπέθανεν; παύσασθε, τοὺς θεοὺς ὑμῖν, τὰς ὕλας θαυμάζοντες, παύσασθ’ ἑαυ‐ τοὺς δούλους ποιοῦντες πρῶτον τῶν πραγμάτων, εἶτα δι’ αὐτὰ καὶ τῶν ἀνθρώπων τῶν ταῦτα περιποιεῖν ἢ
5ἀφαιρεῖσθαι δυναμένων.

3

.

20

.

9

Ἔστιν οὖν ἀπὸ τούτων ὠφεληθῆναι; Ἀπὸ πάντων. Καὶ ἀπὸ τοῦ λοιδοροῦντος; Τί δ’ ὠφελεῖ τὸν ἀθλητὴν ὁ προσγυμναζόμενος; τὰ μέγιστα. καὶ οὗτος ἐμοῦ προγυμναστὴς γίνεται· τὸ ἀνεκτικόν μου γυμνάζει,

3

.

20

.

10

τὸ ἀόργητον, τὸ πρᾷον. οὔ· ἀλλ’ ὁ μὲν τοῦ τραχήλου καθάπτων καὶ τὴν ὀσφῦν μου καὶ τοὺς ὤμους καταρτί‐ ζων ὠφελεῖ με καὶ ὁ ἀλείπτης καλῶς ποιῶν λέγει ‘ἆρον ὕπερ〈ον〉 ἀμφοτέρα〈ι〉σ‘ καὶ ὅσῳ βαρύτερός ἐστιν ἐκεῖ‐
5νος, τοσούτῳ μᾶλλον ὠφελοῦμαι ἐγώ· εἰ δέ τις πρὸς

3

.

20

.

11

ἀοργησίαν με γυμνάζει, οὐκ ὠφελεῖ με; τοῦτ’ ἔστι τὸ μὴ εἰδέναι ἀπ’ ἀνθρώπων ὠφελεῖσθαι. κακὸς γείτων; αὑτῷ· ἀλλ’ ἐμοὶ ἀγαθός· γυμνάζει μου τὸ εὔγνωμον, τὸ

3

.

20

.

12

ἐπιεικές. κακὸς πατήρ; αὑτῷ· ἀλλ’ ἐμοὶ ἀγαθός. τοῦτ’ ἔστι τὸ τοῦ Ἑρμοῦ ῥαβδίον· ‘οὗ θέλεισ‘, φησίν, ‘ἅψαι καὶ χρυσοῦν ἔσται‘. οὔ· ἀλλ’ ὃ θέλεις φέρε κἀγὼ αὐτὸ ἀγαθὸν ποιήσω. φέρε νόσον, φέρε θάνατον, φέρε
5ἀπορίαν, φέρε λοιδορίαν, δίκην τὴν περὶ τῶν ἐσχάτων· πάντα ταῦτα τῷ ῥαβδίῳ τοῦ Ἑρμοῦ ὠφέλιμα ἔσται.

3

.

20

.

13

‘τὸν θάνατον τί ποιήσεις;‘ τί γὰρ ἄλλο ἢ ἵνα σε κοσμή‐ σῃ ἢ ἵνα δείξῃς[ε] ἔργῳ δι’ αὐτοῦ, τί ἐστιν ἄνθρωπος τῷ

3

.

20

.

14

βουλήματι τῆς φύσεως παρακολουθῶν; ‘τὴν νόσον τί ποιήσεις;‘ δείξω αὐτῆς τὴν φύσιν, διαπρέψω ἐν αὐτῇ, εὐσταθήσω, εὐροήσω, τὸν ἰατρὸν οὐ κολακεύσω, οὐκ

3

.

20

.

15

εὔξομαι ἀποθανεῖν. τί ἔτι ἄλλο ζητεῖς; πᾶν ὃ ἂν δῷς, ἐγὼ αὐτὸ ποιήσω μακάριον, εὐδαιμονικόν, σεμνόν, ζη‐ λωτόν.

3

.

20

.

16

Οὔ· ἀλλὰ ‘βλέπε μὴ νοσήσῃς· κακόν ἐστιν‘. οἷον εἴ τις ἔλεγεν ‘βλέπε μὴ λάβῃς ποτὲ φαντασίαν τοῦ τὰ τρία
τέσσαρα εἶναι· κακόν ἐστιν‘. ἄνθρωπε, πῶς κακόν; ἂν ὃ δεῖ περὶ αὐτοῦ ὑπολάβω, πῶς ἔτι με βλάψει; οὐχὶ δὲ

3

.

20

.

17

μᾶλλον καὶ ὠφελήσει; ἂν οὖν περὶ πενίας ὃ δεῖ ὑπολά‐ βω, ἂν περὶ νόσου, ἂν περὶ ἀναρχίας, οὐκ ἀρκεῖ μοι; οὐκ ὠφέλιμα ἔσται; πῶς οὖν ἔτι ἐν τοῖς ἐκτὸς τὰ κακὰ

3

.

20

.

18

καὶ τἀγαθὰ δεῖ με ζητεῖν; ἀλλὰ τί; ταῦτα μέχρι ὧδε, εἰς οἶκον δ’ οὐδεὶς ἀποφέρει· ἀλλ’ εὐθὺς πρὸς τὸ παιδάριον πόλεμος, πρὸς τοὺς γείτονας, πρὸς τοὺς σκώψαντας, πρὸς

3

.

20

.

19

τοὺς καταγελάσαντας. καλῶς γένοιτο Λεσβίῳ, ὅτι με καθ’ ἡμέραν ἐξελέγχει μηδὲν εἰδότα.

3

.

21

t

καʹ. Πρὸς τοὺς εὐκόλως ἐπὶ τὸ σοφιστεύειν ἐρχομένους.

3

.

21

.

1

Ὅτι τὰ θεωρήματα ἀναλαβόντες ψιλὰ εὐθὺς αὐτὰ

3

.

21

.

2

ἐξεμέσαι θέλουσιν ὡς οἱ στομαχικοὶ τὴν τροφήν. πρῶ‐ τον αὐτὸ πέψον, εἶθ’ οὕτω μὴ ἐξεμέσῃς· εἰ δὲ μή, ἔμε‐ τος τῷ ὄντι γίνεται, πρᾶγμ’ ἀκάθαρ〈τ〉ον καὶ ἄβρωτον.

3

.

21

.

3

ἀλλ’ ἀπ’ αὐτῶν ἀναδοθέντων δεῖξόν τινα ἡμῖν μετα‐ βολὴν τοῦ ἡγεμονικοῦ τοῦ σεαυτοῦ, ὡς οἱ ἀθληταὶ τοὺς
ὤμους, ἀφ’ ὧν ἐγυμνάσθησαν καὶ ἔφαγον, ὡς οἱ τὰς

3

.

21

.

4

τέχνας ἀναλαβόντες, ἀφ’ ὧν ἔμαθον. οὐκ ἔρχεται ὁ τέ‐ κτων καὶ λέγει ‘ἀκούσατέ μου διαλεγομένου περὶ τῶν τεκτονικῶν‘, ἀλλ’ ἐκμισθωσάμενος οἰκίαν ταύτην κατα‐

3

.

21

.

5

σκευάσας δείκνυσιν, ὅτι ἔχει τὴν τέχνην. τοιοῦτόν τι καὶ σὺ ποίησον· φάγε ὡς ἄνθρωπος, πίε ὡς ἄνθρωπος, κοσμήθητι, γάμησον, παιδοποίησον, πολίτευσαι· ἀνάσχου λοιδορίας, ἔνεγκε ἀδελφὸν ἀγνώμονα, ἔνεγκε πατέρα,

3

.

21

.

6

ἔνεγκε υἱόν, γείτονα, σύνοδον. ταῦτα ἡμῖν δεῖξον, ἵν’ ἴδωμεν, ὅτι μεμάθηκας ταῖς ἀληθείαις τι τῶν φιλοσόφων. οὔ· ἀλλ’ ‘ἐλθόντες ἀκούσατέ μου σχόλια λέγοντοσ‘. ὕπα‐

3

.

21

.

7

γε, ζήτει τίνων κατεξεράσεις. ‘καὶ μὴν ἐγὼ ὑμῖν ἐξηγή‐ σομαι τὰ Χρυσίππεια ὡς οὐδείς, τὴν λέξιν διαλύσω καθαρώτατα, προσθήσω ἄν που καὶ Ἀντιπάτρου καὶ Ἀρχεδήμου φοράν.‘

3

.

21

.

8

Εἶτα τούτου ἕνεκα ἀπολίπωσιν οἱ νέοι τὰς πατρίδας καὶ τοὺς γονεῖς τοὺς αὑτῶν, ἵν’ ἐλθόντες λεξείδιά σου

3

.

21

.

9

ἐξηγουμένου ἀκούσωσιν; οὐ δεῖ αὐτοὺς ὑποστρέψαι ἀνε‐ κτικούς, συνεργητικούς, ἀπαθεῖς, ἀταράχους, ἔχοντάς τι ἐφόδιον τοιοῦτον εἰς τὸν βίον, ἀφ’ οὗ ὁρμώμενοι φέ‐ ρειν δυνήσονται τὰ συμπίπτοντα καλῶς καὶ κοσμεῖσθαι

3

.

21

.

10

ὑπ’ αὐτῶν; καὶ πόθεν σοι μεταδιδόναι τούτων ὧν οὐκ
ἔχεις; αὐτὸς γὰρ ἄλλο τι ἐποίησας ἐξ ἀρχῆς ἢ περὶ ταῦ‐ τα κατετρίβης, πῶς οἱ συλλογισμοὶ ἀναλυθήσονται, πῶς οἱ μεταπίπτοντες, πῶς οἱ τῷ ἠρωτῆσθαι περαίνοντες;

3

.

21

.

11

‘ἀλλ’ ὁ δεῖνα σχολὴν ἔχει· διὰ τί μὴ κἀγὼ σχῶ;‘ οὐκ εἰκῇ ταῦτα γίνεται, ἀνδράποδον, οὐδ’ ὡς ἔτυχεν, ἀλλὰ

3

.

21

.

12

καὶ ἡλικίαν εἶναι δεῖ καὶ βίον καὶ θεὸν ἡγεμόνα. οὔ· ἀλλ’ ἀπὸ λι[πο]μένος μὲν οὐδεὶς ἀνάγεται μὴ θύσας τοῖς θεοῖς καὶ παρακαλέσας αὐτοὺς βοηθοὺς οὐδὲ σπεί‐ ρουσιν ἄλλως οἱ ἄνθρωποι εἰ μὴ τὴν Δήμητρα ἐπικαλε‐
5σάμενοι· τηλικούτου δ’ ἔργου ἁψάμενός τις ἄνευ θεῶν ἀσφαλῶς ἅψεται καὶ οἱ τούτῳ προσιόντες εὐτυχῶς προσ‐

3

.

21

.

13

ελεύσονται; τί ἄλλο ποιεῖς, ἄνθρωπε, ἢ τὰ μυστήρια ἐξορχῇ καὶ λέγεις ‘οἴκημά ἐστι καὶ ἐν Ἐλευσῖνι, ἰδοὺ καὶ ἐνθάδε. ἐκεῖ ἱεροφάντης· καὶ ἐγὼ ποιήσω ἱεροφάν‐ την. ἐκεῖ κήρυξ· κἀγὼ κήρυκα καταστήσω. ἐκεῖ δᾳδοῦ‐
5χος· κἀγὼ δᾳδοῦχον. ἐκεῖ δᾷδες· καὶ ἐνθάδε. αἱ φωναὶ

3

.

21

.

14

αἱ αὐταί· τὰ γινόμενα τί διαφέρει ταῦτα ἐκείνων‘; ἀσε‐ βέστατε ἄνθρωπε, οὐδὲν διαφέρει; καὶ παρὰ τόπον ταῦ‐ τα ὠφελεῖ καὶ παρὰ καιρόν· καὶ μετὰ θυσίας δὲ καὶ
μετ’ εὐχῶν καὶ προηγνευκότα καὶ προδιακείμενον τῇ
5γνώμῃ, ὅτι ἱεροῖς προσελεύσεται καὶ ἱεροῖς παλαιοῖς.

3

.

21

.

15

οὕτως ὠφέλιμα γίνεται τὰ μυστήρια, οὕτως εἰς φαντα‐ σίαν ἐρχόμεθα, ὅτι ἐπὶ παιδείᾳ καὶ ἐπανορθώσει τοῦ

3

.

21

.

16

βίου κατεστάθη πάντα ταῦτα ὑπὸ τῶν παλαιῶν. σὺ δ’ ἐξαγγέλλεις αὐτὰ καὶ ἐξορχῇ παρὰ καιρόν, παρὰ τόπον, ἄνευ θυμάτων, ἄνευ ἁγνείας· οὐκ ἐσθῆτα ἔχεις ἣν δεῖ τὸν ἱεροφάντην, οὐ κόμην, οὐ στρόφιον οἷον δεῖ, οὐ
5φωνήν, οὐχ ἡλικίαν, οὐχ ἥγνευκας ὡς ἐκεῖνος, ἀλλ’ αὐ‐ τὰς μόνας τὰς φωνὰς ἀνειληφὼς λέγεις. ἱεραί εἰσιν αἱ φωναὶ αὐταὶ καθ’ αὑτάς;

3

.

21

.

17

Ἄλλον τρόπον δεῖ ἐπὶ ταῦτα ἐλθεῖν· μέγα ἐστὶ τὸ πρᾶγμα, μυστικόν ἐστιν, οὐχ ὡς ἔτυχεν οὐδὲ τῷ τυχόντι

3

.

21

.

18

δεδομένον. ἀλλ’ οὐδὲ σοφὸν εἶναι τυχὸν ἐξαρκεῖ πρὸς τὸ ἐπιμεληθῆναι νέων· δεῖ δὲ καὶ προχειρότητά τινα εἶναι καὶ ἐπιτηδειότητα πρὸς τοῦτο, νὴ τὸν Δία, καὶ σῶμα ποιὸν καὶ πρὸ πάντων τὸν θεὸν συμβουλεύειν

3

.

21

.

19

ταύτην τὴν χώραν κατασχεῖν, ὡς Σωκράτει συνεβού‐ λευεν τὴν ἐλεγκτικὴν χώραν ἔχειν, ὡς Διογένει τὴν βα‐ σιλικὴν καὶ ἐπιπληκτικήν, ὡς Ζήνωνι τὴν διδασκαλικὴν

3

.

21

.

20

καὶ δογματικήν. σὺ δ’ ἰατρεῖον ἀνοίγεις ἄλλο οὐδὲν
ἔχων ἢ φάρμακα, ποῦ δὲ ἢ πῶς ἐπιτίθεται ταῦτα, μήτε

3

.

21

.

21

εἰδὼς μήτε πολυπραγμονήσας. ‘ἰδοὺ ἐκεῖνος ταῦτα, κολ‐ λύρια· κἀγὼ ἔχω.‘ μή τι οὖν καὶ τὴν δύναμιν τὴν χρη‐ στικὴν αὐτοῖς; μή τι οἶδας καὶ πότε καὶ πῶς ὠφελήσει

3

.

21

.

22

καὶ τίνα; τί οὖν κυβεύεις ἐν τοῖς μεγίστοις, τί ῥᾳδιουρ‐ γεῖς, τί ἐπιχειρεῖς πράγματι μηδέν σοι προσήκοντι; ἄφες αὐτὸ τοῖς δυναμένοις, τοῖς κοσμοῦσι. μὴ προστρίβου καὶ αὐτὸς αἶσχος φιλοσοφίᾳ διὰ σαυτοῦ, μηδὲ γίνου

3

.

21

.

23

μέρος τῶν διαβαλλόντων τὸ ἔργον. ἀλλὰ εἴ σε ψυχαγω‐ γεῖ τὰ θεωρήματα, καθήμενος αὐτὰ στρέφε αὐτὸς ἐπὶ σεαυτοῦ· φιλόσοφον δὲ μηδέποτ’ εἴπῃς σεαυτὸν μηδ’ ἄλλου ἀνάσχῃ λέγοντος, ἀλλὰ λέγε ‘πεπλάνηται· ἐγὼ
5γὰρ οὔτ’ ὀρέγομαι ἄλλως ἢ πρότερον οὐδ’ ὁρμῶ ἐπ’ ἄλλα οὐδὲ συγκατατίθεμαι ἄλλοις οὐδ’ ὅλως ἐν χρήσει φαντασιῶν παρήλλαχά τι ἀπὸ τῆς πρότερον καταστά‐

3

.

21

.

24

σεωσ‘. ταῦτα φρόνει καὶ λέγε περὶ σεαυτοῦ, εἰ θέλεις τὰ κατ’ ἀξίαν φρονεῖν· εἰ δὲ μή, κύβευε καὶ ποίει ἃ ποιεῖς. ταῦτα γάρ σοι πρέπει.

3

.

22

t

κβʹ. Περὶ Κυνισμοῦ.

3

.

22

.

1

Πυθομένου δὲ τῶν γνωρίμων τινὸς αὐτοῦ, ὃς ἐφαί‐
νετο ἐπιρρεπῶς ἔχων πρὸς τὸ κυνίσαι, Ποῖόν τι〈να〉 εἶναι δεῖ τὸν κυνίζοντα καὶ τίς ἡ πρόληψις ἡ τοῦ πρά‐

3

.

22

.

2

γματος, Σκεψόμεθα κατὰ σχολήν. τοσοῦτον δ’ ἔχω σοι εἰπεῖν, ὅτι ὁ δίχα θεοῦ τηλικούτῳ πράγματι ἐπιβαλλό‐ μενος θεοχόλωτός ἐστι καὶ οὐδὲν ἄλλο ἢ δημοσίᾳ θέλει

3

.

22

.

3

ἀσχημονεῖν. οὐδὲ γὰρ ἐν οἰκίᾳ καλῶς οἰκουμένῃ παρ‐ ελθών τις αὐτὸς ἑαυτῷ λέγει ‘ἐμὲ δεῖ οἰκονόμον εἶναι‘· εἰ δὲ μή, ἐπιστραφεὶς ὁ κύριος καὶ ἰδὼν αὐτὸν σοβαρῶς

3

.

22

.

4

διατασσόμενον, ἑλκύσας ἔτεμεν. οὕτως γίνεται καὶ ἐν τῇ μεγάλῃ ταύτῃ πόλει. ἔστι γάρ τις καὶ ἐνθάδ’ οἰκοδεσπό‐

3

.

22

.

5

της ἕκαστα ὁ διατάσσων. ‘σὺ ἥλιος εἶ· δύνασαι περι‐ ερχόμενος ἐνιαυτὸν ποιεῖν καὶ ὥρας καὶ τοὺς καρποὺς αὔξειν καὶ τρέφειν καὶ ἀνέμους κινεῖν καὶ ἀνιέναι καὶ τὰ σώματα τῶν ἀνθρώπων θερμαίνειν συμμέτρως· ὕπα‐
5γε, περιέρχου καὶ οὕτως διακίνει ἀπὸ τῶν μεγίστων ἐπὶ

3

.

22

.

6

τὰ μικρότατα. σὺ μοσχάριον εἶ· ὅταν ἐπιφανῇ λέων, τὰ σαυτοῦ πρᾶσσε· εἰ δὲ μή, οἰμώξεις. σὺ ταῦρος εἶ, προσ‐ ελθὼν μάχου· σοὶ γὰρ τοῦτο ἐπιβάλλει καὶ πρέπει καὶ

3

.

22

.

7

δύνασαι αὐτὸ ποιεῖν. σὺ δύνασαι ἡγεῖσθαι τοῦ στρατεύ‐ ματος ἐπὶ Ἴλιον· ἴσθι Ἀγαμέμνων. σὺ δύνασαι τῷ Ἕκτορι

3

.

22

.

8

μονομαχῆσαι· ἴσθι Ἀχιλλεύς.‘ εἰ δὲ Θερσίτης παρελθὼν ἀντεποιεῖτο τῆς ἀρχῆς, ἢ οὐκ ἂν ἔτυχεν ἢ τυχὼν ἂν
ἠσχημόνησεν ἐν πλείοσι μάρτυσι.

3

.

22

.

9

Καὶ σὺ[μ]βούλευσαι περὶ πράγματος ἐπιμελῶς· οὐκ

3

.

22

.

10

ἔστιν οἷον δοκεῖ σοι. ‘τριβώνιον καὶ νῦν φορῶ καὶ τόθ’ ἕξω, κοιμῶμαι καὶ νῦν σκληρῶς καὶ τότε κοιμήσομαι, πηρί‐ διον προσλήψομαι καὶ ξύλον καὶ περιερχόμενος αἰτεῖν ἄρξομαι τοὺς ἀπαντῶντας, λοιδορεῖν· κἂν ἴδω τινὰ δρω‐
5πακιζόμενον, ἐπιτιμήσω αὐτῷ, κἂν τὸ κόμιον πεπλακότα

3

.

22

.

11

ἢ ἐν κοκκίνοις περιπατοῦντα.‘ εἰ τοιοῦτόν τι φαντάζῃ τὸ πρᾶγμα, μακρὰν ἀπ’ αὐτοῦ· μὴ προσέλθῃς, οὐδέν

3

.

22

.

12

ἐστι πρὸς σέ. εἰ δ’ οἷόν ἐστι φανταζόμενος οὐκ ἀπαξιοῖς σεαυτόν, σκέψαι ἡλίκῳ πράγματι ἐπιχειρεῖς.

3

.

22

.

13

Πρῶτον ἐν τοῖς κατὰ σαυτὸν οὐκέτι δεῖ σε ὅμοιον ἐν οὐδενὶ φαίνεσθαι οἷς νῦν ποιεῖς, οὐ θεῷ ἐγκαλοῦντα, οὐκ ἀνθρώπῳ· ὄρεξιν ἆραί σε δεῖ παντελῶς, ἔκκλισιν ἐπὶ μόνα μεταθεῖναι τὰ προαιρετικά· σοὶ μὴ ὀργὴν εἶ‐
5ναι, μὴ μῆνιν, μὴ φθόνον, μὴ ἔλεον· μὴ κοράσιόν σοι φαίνεσθαι καλόν, μὴ δοξάριον, μὴ παιδάριον, μὴ πλα‐

3

.

22

.

14

κουντάριον. ἐκεῖνο γὰρ εἰδέναι σε δεῖ, ὅτι οἱ ἄλλοι ἄνθρωποι τοὺς τοίχους προβέβληνται καὶ τὰς οἰκίας καὶ
τὸ σκότος, ὅταν τι τῶν τοιούτων ποιῶσιν, καὶ τὰ κρύ‐ ψοντα πολλὰ ἔχουσιν. κέκλ〈ε〉ικε τὴν θύραν, ἕστακέν
5τινα πρὸ τοῦ κοιτῶνος· ‘ἄν τις ἔλθῃ, λέγε ὅτι ἔξω ἐστίν,

3

.

22

.

15

οὐ σχολάζει.‘ ὁ Κυνικὸς δ’ ἀντὶ πάντων τούτων ὀφείλει τὴν αἰδῶ προβεβλῆσθαι· εἰ δὲ μή, γυμνὸς καὶ ἐν ὑπαίθρῳ ἀσχημονήσει. τοῦτο οἰκία ἐστὶν αὐτῷ, τοῦτο θύρα, τοῦτο

3

.

22

.

16

οἱ ἐπὶ τοῦ κοιτῶνος, τοῦτο σκότος. οὔτε γὰρ θέλειν τι δεῖ ἀποκρύπτειν αὐτὸν τῶν ἑαυτοῦ (εἰ δὲ μή, ἀπῆλθεν, ἀπώλεσε τὸν Κυνικόν, τὸν ὕπαιθρον, τὸν ἐλεύθερον, ἦρκταί τι τῶν ἐντὸς φοβεῖσθαι, ἦρκται χρείαν ἔχειν τοῦ
5ἀποκρύψοντος) οὔτε ὅταν θέλῃ δύναται. ποῦ γὰρ αὑτὸν

3

.

22

.

17

ἀποκρύψῃ ἢ πῶς; ἂν δ’ ἀπὸ τύχης ἐμπέσῃ ὁ παιδευτὴς

3

.

22

.

18

ὁ κοινός, ὁ παιδαγωγός, οἷα πάσχειν ἀνάγκη; ταῦτ’ οὖν δεδοικότα ἐπιθαρρεῖν οἷόν τ’ ἔτι ἐξ ὅλης ψυχῆς ἐπιστα‐

3

.

22

.

19

τεῖν τοῖς ἄλλοις ἀνθρώποις; ἀμήχανον, ἀδύνατον. πρῶ‐ τον οὖν τὸ ἡγεμονικόν σε δεῖ τὸ σαυτοῦ καθαρὸν ποι‐

3

.

22

.

20

ῆσαι καὶ τὴν ἔνστασιν ταύτην· ‘νῦν ἐμοὶ ὕλη ἐστὶν ἡ ἐμὴ διάνοια, ὡς τῷ τέκτονι τὰ ξύλα, ὡς τῷ σκυτεῖ τὰ

3

.

22

.

21

δέρματα· ἔργον δ’ ὀρθὴ χρῆσις τῶν φαντασιῶν. τὸ σω‐ μάτιον δὲ οὐδὲν πρὸς ἐμέ· τὰ τούτου μέρη οὐδὲν πρὸς
ἐμέ. θάνατος; ἐρχέσθω, ὅταν θέλῃ, εἴτε ὅλου εἴτε μέρους

3

.

22

.

22

τινός. φυγή; καὶ ποῦ δύναταί τις ἐκβαλεῖν; ἔξω τοῦ κόσμου οὐ δύναται. ὅπου δ’ ἂν ἀπέλθω, ἐκεῖ ἥλιος, ἐκεῖ σελήνη, ἐκεῖ ἄστρα, ἐνύπνια, οἰωνοί, ἡ πρὸς θεοὺς ὁμιλία.‘

3

.

22

.

23

Εἶθ’ οὕτως παρασκευασάμενον οὐκ ἔστι τούτοις ἀρ‐ κεῖσθαι τὸν ταῖς ἀληθείαις Κυνικόν, ἀλλ’ εἰδέναι δεῖ, ὅτι ἄγγελος ἀπὸ τοῦ Διὸς ἀπέσταλται καὶ πρὸς τοὺς ἀνθρώπους περὶ ἀγαθῶν καὶ κακῶν ὑποδείξων αὐτοῖς,
5ὅτι πεπλάνηνται καὶ ἀλλαχοῦ ζητοῦσι τὴν οὐσίαν τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ, ὅπου οὐκ ἔστιν, ὅπου δ’ ἔστιν,

3

.

22

.

24

οὐκ ἐνθυμοῦνται, καὶ ὡς ὁ Διογένης ἀπαχθεὶς πρὸς Φίλιππον μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην κατάσκοπος εἶ‐ ναι. τῷ γὰρ ὄντι κατάσκοπός ἐστιν ὁ Κυνικὸς τοῦ τίνα

3

.

22

.

25

ἐστὶ τοῖς ἀνθρώποις φίλα καὶ τίνα πολέμια. καὶ δεῖ αὐ‐ τὸν ἀκριβῶς κατασκεψάμενον ἐλθόντ’ ἀπαγγεῖλαι τἀληθῆ μήθ’ ὑπὸ φόβου ἐκπλαγέντα, ὥστε τοὺς μὴ ὄντας πολε‐ μίο〈υ〉ς δεῖξαι, μήτε τινὰ ἄλλον τρόπον ὑπὸ τῶν φαν‐
5τασιῶν παραταραχθέντα ἢ συγχυθέντα.

3

.

22

.

26

Δεῖ οὖν αὐτὸν δύνασθαι ἀνατεινάμενον, ἂν οὕτως τύχῃ, καὶ ἐπὶ σκηνὴν τραγικὴν ἀνερχόμενον λέγειν τὸ τοῦ Σωκράτους ‘ἰὼ 〈ἄ〉νθρωποι, ποῖ φέρεσθε; τί
ποιεῖτε, ὦ ταλαίπωροι; ὡς τυφλοὶ ἄνω καὶ κάτω κυ‐
5λίεσθε· ἄλλην ὁδὸν ἀπέρχεσθε τὴν οὖσαν ἀπολελοιπό‐ τες, ἀλλαχοῦ ζητεῖτε τὸ εὔρουν καὶ τὸ εὐδαιμονικόν,

3

.

22

.

27

ὅπου οὐκ ἔστιν, οὐδ’ ἄλλου δεικνύοντος πιστεύετε. τί αὐτὸ ἔξω ζητεῖτε; ἐν σώματι οὐκ ἔστιν. εἰ ἀπιστεῖτε, ἴδετε Μύρωνα, ἴδετε Ὀφέλλιον. ἐν κτήσει οὐκ ἔστιν. εἰ δ’ ἀπιστεῖτε, ἴδετε Κροῖσον, ἴδετε τοὺς νῦν πλουσίους,
5ὅσης οἰμωγῆς ὁ βίος αὐτῶν μεστός ἐστιν. ἐν ἀρχῇ οὐκ ἔστιν. εἰ δὲ μή γε, ἔδει τοὺς δὶς καὶ τρὶς ὑπάτους εὐ‐

3

.

22

.

28

δαίμονας εἶναι· οὐκ εἰσὶ δέ. τίσιν περὶ τούτου πιστεύ‐ σομεν; ὑμῖν τοῖς ἔξωθεν τὰ ἐκείνων βλέπουσιν καὶ ὑπὸ

3

.

22

.

29

τῆς φαντασίας περιλαμπομένοις ἢ αὐτοῖς ἐκείνοις; τί λέγουσιν; ἀκούσατε αὐτῶν, ὅταν οἰμώζωσιν, ὅταν στέ‐ νωσιν, ὅταν δι’ αὐτὰς τὰς ὑπατ〈ε〉ίας καὶ τὴν δόξαν καὶ τὴν ἐπιφάνειαν ἀθλιώτερον οἴωνται καὶ ἐπικινδυ‐

3

.

22

.

30

νότερον ἔχειν. ἐν βασιλείᾳ οὐκ ἔστιν. εἰ δὲ μή, Νέρων ἂν εὐδαίμων ἐγένετο καὶ Σαρδανάπαλλος. ἀλλ’ οὐδ’ Ἀγαμέμνων εὐδαίμων ἦν καίτοι κομψότερος ὢν Σαρδα‐ ναπάλλου καὶ Νέρωνος, ἀλλὰ τῶν ἄλλων ῥεγκόντων
5ἐκεῖνος τί ποιεῖ;
πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας. καὶ αὐτὸς τί λέγει;
πλάζομαι ὧδε, φησίν, καὶ
10ἀλαλύκτημαι· κραδίη δέ μοι ἔξω
στηθέων ἐκθρῴσκει.

3

.

22

.

31

τάλας, τί τῶν σῶν ἔχει κακῶς; ἡ κτῆσις; οὐκ ἔχει. τὸ σῶμα; οὐκ ἔχει. ἀλλὰ πολύχρυσος εἶ καὶ πολύχαλ‐ κος· τί οὖν σοι κακόν ἐστιν; ἐκεῖνο, ὅ τι ποτὲ ἠμέληταί σου καὶ κατέφθαρται, ᾧ ὀρεγόμεθα, ᾧ ἐκκλίνομεν, ᾧ

3

.

22

.

32

ὁρμῶμεν καὶ ἀφορμῶμεν. πῶς ἠμέληται; ἀγνοεῖ τὴν οὐ‐ σίαν τοῦ ἀγαθοῦ πρὸς ἣν πέφυκε καὶ τὴν τοῦ κακοῦ καὶ τί ἴδιον ἔχει καὶ τί ἀλλότριον. καὶ ὅταν τι τῶν ἀλ‐ λοτρίων κακῶς ἔχῃ, λέγει ‘οὐαί μοι, οἱ γὰρ Ἕλληνες

3

.

22

.

33

κινδυνεύουσι‘. ταλαίπωρον ἡγεμονικὸν καὶ μόνον ἀτη‐ μέλητον καὶ ἀθεράπευτον. ‘μέλλουσιν ἀποθνῄσκειν ὑπὸ τῶν Τρώων ἀναιρεθέντες.‘ ἂν δ’ αὐτοὺς οἱ Τρῶες μὴ ἀποκτείνωσιν, οὐ μὴ ἀποθάνωσιν; ‘ναί, ἀλλ’ οὐχ’ ὑφ’
5ἓν πάντες.‘ τί οὖν διαφέρει; εἰ γὰρ κακόν ἐστι τὸ ἀποθα‐ νεῖν, ἄν τε ὁμοῦ ἄν τε καθ’ ἕνα ὁμοίως κακόν ἐστιν. μή τι ἄλλο τι μέλλει γίνεσθαι ἢ τὸ σωμάτιον χωρίζε‐

3

.

22

.

34

σθαι καὶ ἡ ψυχή; οὐδέν. σοὶ δὲ ἀπολλυμένων τῶν Ἑλ‐ λήνων ἡ θύρα κέκλεισται; οὐκ ἔξεστιν ἀποθανεῖν; ‘ἔξ‐ εστιν.‘ τί οὖν πενθεῖς; ‘οὐᾶ, βασιλεὺς καὶ τὸ τοῦ Διὸς σκῆπτρον ἔχων.‘ ἀτυχὴς βασιλεὺς οὐ γίνεται· οὐ μᾶλλον

3

.

22

.

35

ἢ ἀτυχὴς θεός. τί οὖν εἶ; ποιμὴν ταῖς ἀληθείαις· οὕτως γὰρ κλάεις ὡς οἱ ποιμένες, ὅταν λύκος ἁρπάσῃ τι τῶν προβάτων αὐτῶν· καὶ οὗτοι δὲ πρόβατά εἰσιν οἱ ὑπὸ

3

.

22

.

36

σοῦ ἀρχόμενοι. τί δὲ καὶ ἤρχου; μή τι ὄρεξις ὑμῖν ἐκιν‐ δυνεύετο, μή τι ἔκκλισις, μή τι ὁρμή, μή τι ἀφορμή;
‘οὔ‘, φησίν, ‘ἀλλὰ τοῦ ἀδελφοῦ μου τὸ γυναικάριον ἡρ‐

3

.

22

.

37

πάγη.‘ οὐκ οὖν κέρδος μέγα στερηθῆναι μοιχικοῦ γυναι‐ καρίου; ‘καταφρονηθῶμεν οὖν ὑπὸ τῶν Τρώων;‘ τίνων ὄντων; φρονίμων ἢ ἀφρόνων; εἰ φρονίμων, τί αὐτοῖς πολεμεῖτε; εἰ ἀφρόνων, τί ὑμῖν μέλει;

3

.

22

.

38

‘Ἐν τίνι οὖν ἔστι τὸ ἀγαθόν, ἐπειδὴ ἐν τούτοις οὐκ ἔστιν; εἰπὲ ἡμῖν, κύριε ἄγγελε καὶ κατάσκοπε.‘ ‘ὅπου οὐ δοκεῖτε οὐδὲ θέλετε ζητῆσαι αὐτό. εἰ γὰρ ἠθέλετε, εὕ‐ ρετε ἂν αὐτὸ ἐν ὑμῖν ὂν οὐδ’ ἂν ἔξω ἐπλάζεσθε οὐδ’

3

.

22

.

39

ἂν ἐζητεῖτε τὰ ἀλλότρια ὡς ἴδια. ἐπιστρέψατε αὐτοὶ ἐφ’ ἑαυτούς, καταμάθετε τὰς προλήψεις ἃς ἔχετε. ποῖόν τι φαντάζεσθε τὸ ἀγαθόν; τὸ εὔρουν, τὸ εὐδαιμονικόν, τὸ ἀπαραπόδιστον. ἄγε, μέγα δ’ αὐτὸ φυσικῶς οὐ φαντά‐
5ζεσθε; ἀξιόλογον οὐ φαντάζεσθε; ἀβλαβὲς οὐ φαντά‐

3

.

22

.

40

ζεσθε; ἐν ποίᾳ οὖν ὕλῃ δεῖ ζητεῖν τὸ εὔρουν καὶ ἀπαρα‐ πόδιστον; ἐν τῇ δούλῃ ἢ ἐν τῇ ἐλευθέρᾳ;‘ ‘ἐν τῇ ἐ‐ λευθέρᾳ.‘ ‘τὸ σωμάτιον οὖν ἐλεύθερον ἔχετε ἢ δοῦλον;‘ ‘οὐκ ἴσμεν.‘ ‘οὐκ ἴστε ὅτι πυρετοῦ δοῦλόν ἐστιν, ποδά‐
5γρας, ὀφθαλμίας, δυσεντερίας, τυράννου, πυρός, σιδή‐

3

.

22

.

41

ρου, παντὸς τοῦ ἰσχυροτέρου;‘ ‘ναὶ δοῦλον.‘ ‘πῶς οὖν ἔτι ἀνεμπόδιστον εἶναί τι δύναται τῶν τοῦ σώματος; πῶς δὲ μέγα ἢ ἀξιόλογον τὸ φύσει νεκρόν, ἡ γῆ, ὁ πη‐
λός; τί οὖν; οὐδὲν ἔχετε ἐλεύθερον;‘ ‘μήποτε οὐδέν.‘

3

.

22

.

42

‘καὶ τίς ὑμᾶς ἀναγκάσαι δύναται συγκαταθέσθαι τῷ ψευδεῖ φαινομένῳ;‘ ‘οὐδείς.‘ ‘τίς δὲ μὴ συγκαταθέσθαι τῷ φαινομένῳ ἀληθεῖ;‘ ‘οὐδείς.‘ ‘ἐνθάδ’ οὖν ὁρᾶτε, ὅτι

3

.

22

.

43

ἔστι τι ἐν ὑμῖν ἐλεύθερον φύσει. ὀρέγεσθαι δ’ ἢ ἐκκλί‐ νειν ἢ ὁρμᾶν ἢ ἀφορμᾶν ἢ παρασκευάζεσθαι ἢ προτίθε‐ σθαι τίς ὑμῶν δύναται μὴ λαβὼν φαντασίαν λυσιτελοῦς ἢ μὴ καθήκοντοσ‘; ‘οὐδείς.‘ ‘ἔχετε οὖν καὶ ἐν τούτοις

3

.

22

.

44

ἀκώλυτον καὶ ἐλεύθερον. ταλαίπωροι, τοῦτο ἐξεργάζεσθε, τούτου ἐπιμέλεσθε, ἐνταῦθα ζητεῖτε τὸ ἀγαθόν.‘

3

.

22

.

45

Καὶ πῶς ἐνδέχεται μηδὲν ἔχοντα, γυμνόν, ἄοικον, ἀνέστιον, αὐχμῶντα, 〈ἄ〉δουλον, ἄπολιν διεξάγειν εὐ‐

3

.

22

.

46

ρόως; ἰδοὺ ἀπέσταλκεν ὑμῖν ὁ θεὸς τὸν δείξοντα ἔργῳ,

3

.

22

.

47

ὅτι ἐνδέχεται. ‘ἴδετέ με, ἄοικός εἰμι, ἄπολις, ἀκτή‐ μων, ἄδουλος· χαμαὶ κοιμῶμαι· οὐ γυνή, οὐ παιδία, οὐ πραιτωρίδιον, ἀλλὰ γῆ μόνον καὶ οὐρανὸς καὶ ἓν

3

.

22

.

48

τριβωνάριον. καὶ τί μοι λείπει[ν]; οὐκ εἰμὶ ἄλυπος, οὐκ εἰμὶ ἄφοβος, οὐκ εἰμὶ ἐλεύθερος; πότε ὑμῶν εἶδέν μέ τις ἐν ὀρέξει [με] ἀποτυγχάνοντα, πότ’ ἐν ἐκκλίσει περι‐ πίπτοντα; πότ’ ἐμεμψάμην ἢ θεὸν ἢ ἄνθρωπον, πότ’
5ἐνεκάλεσά τινι; μή τις ὑμῶν ἐσκυθρωπακότα με εἶδεν;

3

.

22

.

49

πῶς δ’ ἐντυγχάνω τούτοις, οὓς ὑμεῖς φοβεῖσθε καὶ θαυ‐ μάζετε; οὐχ ὡς ἀνδραπόδοις; τίς με ἰδὼν οὐχὶ τὸν βα‐ σιλέα τὸν ἑαυτοῦ ὁρᾶν οἴεται καὶ δεσπότην;‘

3

.

22

.

50

Ἴδε κυνικαὶ φωναί, ἴδε χαρακτήρ, ἴδ’ ἐπιβολή. οὔ· ἀλλὰ πηρίδιον καὶ ξύλον καὶ γνάθοι μεγάλαι· καταφα‐ γεῖν πᾶν ὃ [ε]ἂν δῷς ἢ ἀποθησαυρίσαι ἢ τοῖς ἀπαντῶσι

3

.

22

.

51

λοιδορεῖσθαι ἀκαίρως ἢ καλὸν τὸν ὦμον δεικνύειν. τη‐ λικούτῳ πράγματι ὁρᾷς πῶς μέλλεις ἐγχειρεῖν; ἔσοπτρον πρῶτον λάβε, ἴδε σου τοὺς ὤμους, κατάμαθε τὴν ὀσφύν, τοὺς μηρούς. Ὀλύμπια μέλλεις ἀπογράφεσθαι, ἄνθρωπε,

3

.

22

.

52

οὐχί τινά ποτε ἀγῶνα ψυχρὸν καὶ ταλαίπωρον. οὐκ ἔστιν ἐν Ὀλυμπίοις νικηθῆναι μόνον καὶ ἐξελθεῖν, ἀλλὰ πρῶτον μὲν ὅλης τῆς οἰκουμένης βλεπούσης δεῖ ἀσχη‐ μονῆσαι, οὐχὶ Ἀθηναίων μόνον ἢ Λακεδαιμονίων ἢ Νι‐
5κοπολιτῶν, εἶτα καὶ δέρεσθαι δεῖ τὸν εἰκῇ ἐξελθόντα, πρὸ δὲ τοῦ δαρῆναι διψῆσαι, καυματισθῆναι, πολλὴν ἁφὴν καταπιεῖν.

3

.

22

.

53

Βούλευσαι ἐπιμελέστερον, γνῶθι σαυτόν, ἀνάκρινον τὸ δαιμόνιον, δίχα θεοῦ μὴ ἐπιχειρήσῃς. ἂν γὰρ συμ‐ βουλεύσῃ, ἴσθι ὅτι μέγαν σε θέλει γενέσθαι ἢ πολλὰς

3

.

22

.

54

πληγὰς λαβεῖν. καὶ γὰρ τοῦτο λίαν κομψὸν τῷ Κυνικῷ παραπέπλεκται· δέρεσθαι αὐτὸν δεῖ ὡς ὄνον καὶ δερό‐ μενον φιλεῖν αὐτοὺς τοὺς δέροντας ὡς πατέρα πάντων,

3

.

22

.

55

ὡς ἀδελφόν. οὔ· ἀλλ’ ἄν τίς σε δέρῃ, κραύγαζε στὰς ἐν τῷ μέσῳ ‘ὦ Καῖσαρ, ἐν τῇ σῇ εἰρήνῃ οἷα πάσχω; ἄγω‐

3

.

22

.

56

μεν ἐπὶ τὸν ἀνθύπατον‘. Κυνικῷ δὲ Καῖσαρ τί ἐστιν ἢ ἀνθύπατος ἢ ἄλλος ἢ ὁ καταπεπομφὼς αὐτὸν καὶ ᾧ λατρεύει, ὁ Ζεύς; ἄλλον τινὰ ἐπικαλεῖται ἢ ἐκεῖνον; οὐ πέπεισται δ’, ὅ τι ἂν πάσχῃ τούτων, ὅτι ἐκεῖνος αὐτὸν

3

.

22

.

57

γυμνάζει; ἀλλ’ ὁ μὲν Ἡρακλῆς ὑπὸ Εὐρυσθέως γυμνα‐ ζόμενος οὐκ ἐνόμιζεν ἄθλιος εἶναι, ἀλλ’ ἀόκνως ἐπετέλει πάντα τὰ πρ〈οστ〉αττόμενα· οὗτος δ’ ὑπὸ τοῦ Διὸς ἀθλούμενος καὶ γυμναζόμενος μέλλει κεκραγέναι καὶ
5ἀγανακτεῖν, ἄξιος φορεῖν τὸ σκῆπτρον τὸ Διογένους;

3

.

22

.

58

ἄκουε, τί λέγει ἐκεῖνος πυρέσσων πρὸς τοὺς παριόντας· ‘κακαί‘, ἔφη, ‘κεφαλαί, οὐ μενεῖτε; ἀλλ’ ἀθλητῶν μὲν ὄλεθρον ἢ μάχην ὀψόμενοι ἄπιτε ὁδὸν το‐ σαύτην εἰς Ὀλυμπίαν· πυρετοῦ δὲ καὶ ἀνθρώ‐

3

.

22

.

59

που μάχην ἰδεῖν οὐ βούλεσθε;‘ ταχύ γ’ ἂν ὁ τοι‐
οῦτος ἐνεκάλεσεν τῷ θεῷ καταπεπομφότι αὐτὸν ὡς παρ’ ἀξίαν αὐτῷ χρωμένῳ, ὅς γε ἐνεκαλλωπίζετο ταῖς περι‐ στάσεσι καὶ θέαμα εἶναι ἠξίου τῶν παριόντων. ἐπὶ τίνι
5γὰρ ἐγκαλέσει; ὅτι εὐσχημονεῖ; [ὅ]τί κατηγορεῖ; ὅτι λαμ‐

3

.

22

.

60

προτέραν ἐπιδείκνυται τὴν ἀρετὴν τὴν ἑαυτοῦ; ἄγε, περὶ πενίας δὲ τί λέγει, περὶ θανάτου, περὶ πόνου; πῶς συν‐ έκρινεν τὴν εὐδαιμονίαν τὴν αὑτοῦ τῇ μεγάλου βασι‐

3

.

22

.

61

λέως; μᾶλλον δ’ οὐδὲ συγκριτὸν ᾤετο εἶναι. ὅπου γὰρ ταραχαὶ καὶ λῦπαι καὶ φόβοι καὶ ὀρέξεις ἀτελεῖς καὶ ἐκ‐ κλίσεις περιπίπτουσαι καὶ φθόνοι καὶ ζηλοτυπίαι, ποῦ ἐκεῖ πάροδος εὐδαιμονίας; ὅπου δ’ ἂν ᾖ σαπρὰ δόγματα,
5ἐκεῖ πάντα ταῦτα εἶναι ἀνάγκη.

3

.

22

.

62

Πυθομένου δὲ τοῦ νεανίσκου, εἰ νοσήσας ἀξιοῦντος φίλου πρὸς αὐτὸν ἐλθεῖν ὥστε νοσοκομηθῆναι ὑπακού‐

3

.

22

.

63

σει, Ποῦ δὲ φίλον μοι δώσεις Κυνικοῦ; ἔφη. δεῖ γὰρ αὐτὸν ἄλλον εἶναι τοιοῦτον, ἵν’ ἄξιος ᾖ φίλος αὐτοῦ ἀριθμεῖσθαι. κοινωνὸν αὐτὸν εἶναι δεῖ τοῦ σκήπτρου καὶ τῆς βασιλείας καὶ διάκονον ἄξιον, εἰ μέλλει φιλίας
5ἀξιωθήσεσθαι, ὡς Διογένης Ἀντισθένους ἐγένετο, ὡς

3

.

22

.

64

Κράτης Διογένους. ἢ δοκεῖ σοι, ὅτι, ἂν χαίρειν αὐτῷ λέγῃ προσερχόμενος, φίλος ἐστὶν αὐτοῦ κἀκεῖνος αὐτὸν

3

.

22

.

65

ἄξιον ἡγήσεται τοῦ πρὸς αὐτὸν εἰσελθεῖν; ὥστε ἄν σοι δοκῇ καὶ ἐνθυμηθῇς τι τοιοῦτον, κοπρίαν μᾶλλον περι‐ βλέπου κομψήν, ἐν ᾗ πυρέξεις, ἀποσκέπουσαν τὸν βο‐

3

.

22

.

66

ρέαν, ἵνα μὴ περιψυγῇς. σὺ δέ μοι δοκεῖς θέλειν εἰς οἶ‐ κόν τινος ἀπελθὼν διὰ χρόνου χορτασθῆναι. τί οὖν σοι καὶ ἐπιχειρεῖν πράγματι τηλικούτῳ;

3

.

22

.

67

Γάμος δ’, ἔφη, καὶ παῖδες προηγουμένως παραληφθή‐ σονται ὑπὸ τοῦ Κυνικοῦ; Ἄν μοι σοφῶν, ἔφη, δῷς πόλιν, τάχα μὲν οὐδ’ ἥξει τις ῥᾳδίως ἐπὶ τὸ κυνίζειν. τίνων γὰρ ἕνεκα ἀν〈α〉δέξηται ταύτην τὴν διεξαγωγήν;

3

.

22

.

68

ὅμως δ’ ἂν ὑποθώμεθα, οὐδὲν κωλύσει καὶ γῆμαι αὐ‐ τὸν καὶ παιδοποιήσασθαι. καὶ γὰρ ἡ γυνὴ αὐτοῦ ἔσται ἄλλη τοιαύτη καὶ ὁ πενθερὸς ἄλλος τοιοῦτος καὶ τὰ παι‐

3

.

22

.

69

δία οὕτως ἀνατραφήσεται. τοιαύτης δ’ οὔσης καταστά‐ σεως, οἵα νῦν ἐστιν, ὡς ἐν παρατάξει, μή ποτ’ ἀπερί‐ σπαστον εἶναι δεῖ τὸν Κυνικόν, ὅλον πρὸς τῇ διακονίᾳ τοῦ θεοῦ, ἐπιφοιτᾶν ἀνθρώποις δυνάμενον, οὐ προσδε‐
5δεμένον καθήκουσιν ἰδιωτικοῖς οὐδ’ ἐμπεπλεγμένον σχέ‐ σεσιν, ἃς παραβαίνων οὐκέτι σώσει τὸ τοῦ καλοῦ καὶ ἀγαθοῦ πρόσωπον, τηρῶν δ’ ἀπολεῖ τὸν ἄγγελον καὶ

3

.

22

.

70

κατάσκοπον καὶ κήρυκα τῶν θεῶν; ὅρα γάρ, ὅτι αὐτὸν ἀποδεικνύναι 〈δεῖ〉 τινα τῷ πενθερῷ, ἀποδιδόναι τοῖς
ἄλλοις συγγενέσι τῆς γυναικός, αὐτῇ τῇ γυναικί· εἰς

3

.

22

.

71

νοσοκομίας λοιπὸν ἐκκλείεται, εἰς πορισμόν. ἵνα τἆλλα ἀφῶ, δεῖ αὐτὸν κουκκούμιον, ὅπου θερμὸν ποιήσει τῷ παιδίῳ, ἵν’ αὐτὸ λούσῃ εἰς σκάφην· ἐρίδια τεκούσῃ τῇ γυναικί, ἔλαιον, κραβάττιον, ποτήριον (γίνεται ἤδη πλείω

3

.

22

.

72

σκευάρια)· τὴν ἄλλην ἀσχολίαν, τὸν περισπασμόν. ποῦ μοι λοιπὸν ἐκεῖνος ὁ βασιλεὺς ὁ τοῖς κοινοῖς προσ‐ ευκαιρῶν,
ᾧ λαοί τ’ ἐπιτετράφαται καὶ τόσσα μέμηλεν·
5ὃν δεῖ τοὺς ἄλλους ἐπισκοπεῖν, τοὺς γεγαμηκότας, τοὺς πεπαιδοποιημένους, τίς καλῶς χρῆται τῇ αὑτοῦ γυναικί, τίς κακῶς, τίς διαφέρεται, ποία οἰκία εὐσταθεῖ, ποία οὔ,

3

.

22

.

73

ὡς ἰατρὸν περιερχόμενον καὶ τῶν σφυγμῶν ἁπτόμενον; ‘σὺ πυρέττεις, σὺ κεφαλαλγεῖς, σὺ ποδαγρᾷς· σὺ ἀνάτει‐ νον, σὺ φάγε, σὺ ἀλούτησον· σὲ δεῖ τμηθῆναι, σὲ δεῖ

3

.

22

.

74

καυθῆναι.‘ ποῦ σχολὴ τῷ εἰς τὰ ἰδιωτικὰ καθήκοντα ἐνδεδεμένῳ; οὐ δεῖ αὐτὸν πορίσαι ἱματίδια τοῖς παι‐
δίοις; ἄγε, πρὸς γραμματιστὴν ἀποστεῖλαι πινακίδια ἔχοντα, γραφεῖα, τιτλάρια, καὶ τούτοις κραβάττιον ἑτοι‐
5μάσαι; οὐ γὰρ ἐκ τῆς κοιλίας ἐξελθόντα δύναται Κυνικὰ εἶναι· εἰ δὲ μή, κρεῖσσον ἦν αὐτὰ γενόμενα ῥῖψαι ἢ οὕ‐

3

.

22

.

75

τως ἀποκτεῖναι. σκόπει, ποῦ κατάγομεν τὸν Κυνικόν,

3

.

22

.

76

πῶς αὐτοῦ τὴν βασιλείαν ἀφαιρούμεθα. Ναί· ἀλλὰ Κράτης ἔγημεν. Περίστασίν μοι λέγεις ἐξ ἔρωτος γε‐ νομένην καὶ γυναῖκα τιθεῖς ἄλλον Κράτητα. ἡμεῖς δὲ περὶ τῶν κοινῶν γάμων καὶ ἀπεριστάτων ζητοῦμεν καὶ
5οὕτως ζητοῦντες οὐχ εὑρίσκομεν 〈ἐν〉 ταύτῃ τῇ κατα‐ στάσει προηγούμενον τῷ Κυνικῷ τὸ πρᾶγμα.

3

.

22

.

77

Πῶς οὖν ἔτι, φησίν, διασώσει τὴν κοινωνίαν; Τὸν θεόν σοι· μείζονα δ’ εὐεργετοῦσιν ἀνθρώπους οἱ ἢ δύο ἢ τρία κακόρυγχα παιδία ἀνθ’ αὑτῶν εἰσάγοντες ἢ οἱ ἐπισκοποῦντες πάντας κατὰ δύναμιν ἀνθρώπους, τί ποι‐
5οῦσιν, πῶς διάγουσιν, τίνος ἐπιμελοῦνται, τίνος ἀμε‐

3

.

22

.

78

λοῦσι παρὰ τὸ προσῆκον; καὶ Θηβαίους μείζονα ὠφέ‐ λησαν ὅσοι τεκνία αὐτοῖς κατέλιπον Ἐπαμινώνδου τοῦ ἀτέκνου ἀποθανόντος; καὶ Ὁμήρου πλείονα τῇ κοινωνίᾳ συνεβάλετο Πρίαμος ὁ πεντήκοντα γεννήσας περικαθάρ‐

3

.

22

.

79

ματα ἢ Δαναὸς ἢ Αἴολος; εἶτα στρατηγία μὲν ἢ σύν‐
ταγμά τινα ἀπείρξει γάμου ἢ παιδοποιίας καὶ οὐ δόξει οὗτος ἀντ’ οὐδενὸς ἠλλάχθαι τὴν ἀτεκνίαν, ἡ δὲ τοῦ

3

.

22

.

80

Κυνικοῦ βασιλεία οὐκ ἔσται ἀνταξία; μήποτε οὐκ αἰσθα‐ νόμεθα τοῦ μεγέθους αὐτοῦ οὐδὲ φανταζόμεθα κατ’ ἀξίαν τὸν χαρακτῆρα τὸν Διογένους, ἀλλ’ εἰς τοὺς νῦν ἀπο‐ βλέπομεν, τοὺς τραπεζῆ〈α〉ς πυλαωρούς, οἳ οὐδὲν μι‐
5μοῦνται ἐκείνους ἢ εἴ [ὅ]τι ἄρα πόρδωνες γίνονται, ἄλλο

3

.

22

.

81

δ’ οὐδέν; ἐπεὶ οὐκ ἂν ἡμᾶς ἐκίνει ταῦτα οὐδ’ ἂν ἐπεθαυ‐ μάζομεν, εἰ μὴ γαμήσει ἢ παιδοποιήσεται. ἄνθρωπε, πάν‐ τας ἀνθρώπους πεπαιδοποίηται, τοὺς ἄνδρας υἱοὺς ἔχει, τὰς γυναῖκας θυγατέρας· πᾶσιν οὕτως προσέρχεται, οὕ‐

3

.

22

.

82

τως πάντων κήδεται. ἢ σὺ δοκεῖς ὑπὸ περιεργίας λοιδο‐ ρεῖσθαι τοῖς ἀπαντῶσιν; ὡς πατὴρ αὐτὸ ποιεῖ, ὡς ἀδελ‐ φὸς καὶ τοῦ κοινοῦ πατρὸς ὑπηρέτης τοῦ Διός.

3

.

22

.

83

Ἄν σοι δόξῃ, πυθοῦ μου καὶ εἰ πολιτεύσεται. σαν‐

3

.

22

.

84

νίων, μείζονα πολιτείαν ζητεῖς, ἧς πολιτεύ[σ]εται; ἢ ἐν Ἀθηναίοις παρελθὼν ἐρεῖ τις περὶ προσόδων ἢ πόρων, ὃν δεῖ πᾶσιν ἀνθρώποις διαλέγεσθαι, ἐπίσης μὲν Ἀθη‐ ναίοις, ἐπίσης δὲ Κορινθίοις, ἐπίσης δὲ Ῥωμαίοις οὐ
5περὶ πόρων οὐδὲ περὶ προσόδων οὐδὲ περὶ εἰρήνης ἢ πολέμου, ἀλλὰ περὶ εὐδαιμονίας [ἢ] καὶ κακοδαιμονίας,
περὶ εὐτυχίας καὶ δυστυχίας, περὶ δουλείας καὶ ἐλευ‐

3

.

22

.

85

θερίας; τηλικαύτην πολιτείαν πολιτευομένου ἀνθρώπου σύ μου πυνθάνῃ εἰ πολιτεύσεται; πυθοῦ μου καί, εἰ ἄρξει· πάλιν ἐρῶ σοι· μωρέ, ποίαν ἀρχὴν μείζονα, ἧς ἄρχει;

3

.

22

.

86

Χρεία μέντοι καὶ σώματος ποιοῦ τῷ τοιούτῳ. ἐπεί τοι ἂν φθισικὸς προέρχηται, λεπτὸς καὶ ὠχρός, οὐκέτι

3

.

22

.

87

ὁμοίαν ἔμφασιν ἡ μαρτυρία αὐτοῦ ἔχει. δεῖ γὰρ αὐτὸν οὐ μόνον τὰ τῆς ψυχῆς ἐπιδεικνύοντα παριστάνειν τοῖς ἰδιώταις ὅτι ἐνδέχεται δίχα τῶν θαυμαζομένων εἶναι ὑπ’ αὐτῶν καλὸν καὶ ἀγαθόν, ἀλλὰ καὶ διὰ τοῦ σώματος
5ἐνδείκνυσθαι, ὅτι ἡ ἀφελὴς καὶ λιτὴ καὶ ὕπαιθρος δίαι‐

3

.

22

.

88

τα οὐδὲ τὸ σῶμα λυμαίνεται· ‘ἰδοὺ καὶ τούτου μάρτυς εἰμὶ ἐγὼ καὶ τὸ σῶμα τὸ ἐμόν.‘ ὡς Διογένης ἐποίει· στίλβων γὰρ περιήρχετο καὶ κατ’ αὐτὸ τὸ σῶμα ἐπέστρε‐

3

.

22

.

89

φε τοὺς πολλούς. ἐλεούμενος δὲ Κυνικὸς ἐπαίτης δοκεῖ· πάντες ἀποστρέφονται, πάντες προσκόπτουσιν. οὐδὲ γὰρ ῥυπαρὸν αὐτὸν δεῖ φαίνεσθαι, ὡς μηδὲ κατὰ τοῦτο τοὺς ἀνθρώπους ἀποσοβεῖν, ἀλλ’ αὐτὸν τὸν αὐχμὸν αὐτοῦ
5δεῖ καθαρὸν εἶναι καὶ ἀγωγόν.

3

.

22

.

90

Δεῖ δὲ καὶ χάριν πολλὴν προσεῖναι φυσικὴν τῷ Κυ‐
νικῷ καὶ ὀξύτητα (εἰ δὲ μή, μύξα γίνεται, ἄλλο δ’ οὐ‐ δέν), ἵνα ἑτοίμως δύνηται καὶ παρακειμένως πρὸς τὰ

3

.

22

.

91

ἐμπίπτοντα ἀπαντᾶν. ὡς Διογένης πρὸς τὸν εἰπόντα ‘σὺ εἶ ὁ Διογένης ὁ μὴ οἰόμενος εἶναι θεούς;‘ ‘καὶ πῶσ‘, ἔφη, ‘σὲ θεοῖς ἐχθρὸν νομίζω〈ν〉;‘

3

.

22

.

92

πάλιν Ἀλεξάνδρῳ ἐπιστάντι αὐτῷ κοιμωμένῳ καὶ εἰπόντι
‘οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα‘ ἔνυπνος ἔτι ὢν ἀπήντησεν
‘ᾧ λαοί τ’ ἐπιτετράφαται καὶ τόσσα μέμηλεν‘.

3

.

22

.

93

Πρὸ πάντων δὲ τὸ ἡγεμονικὸν αὐτοῦ δεῖ καθαρώ‐ τερον εἶναι τοῦ ἡλίου· εἰ δὲ μή, κυβευτὴν ἀνάγκη καὶ ῥᾳδιουργόν, ὅστις ἐνεχόμενός τινι αὐτὸς κακῷ ἐπιτιμή‐

3

.

22

.

94

σει τοῖς ἄλλοις. ὅρα γάρ, οἷόν ἐστιν. τοῖς βασιλεῦσι τού‐ τοις καὶ τυράννοις οἱ δορυφόροι καὶ τὰ ὅπλα παρεῖχε τὸ ἐπιτιμᾶν τισιν καὶ δύνασθαι καὶ κολάζειν τοὺς ἁμαρ‐ τάνοντας καὶ αὐτοῖς οὖσι κακοῖς, τῷ Κυνικῷ ἀντὶ τῶν
5ὅπλων καὶ τῶν δορυφόρων τὸ συνειδὸς τὴν ἐξουσίαν

3

.

22

.

95

ταύτην παραδίδωσιν. ὅταν ἴδῃ[ς], ὅτι ὑπερηγρύπνηκεν ὑπὲρ ἀνθρώπων καὶ πεπόνηκεν καὶ καθαρὸς μὲν κεκοί‐
μηται, καθαρώτερον δ’ αὐτὸν ἔτι ὁ ὕπνος ἀφῆκεν, ἐν‐ τεθύμηται δ’, ὅσα ἐντεθύμηται ὡς φίλος τοῖς θεοῖς, ὡς
5ὑπηρέτης, ὡς μετέχων τῆς ἀρχῆς τοῦ Διός, πανταχοῦ δ’ αὐτῷ πρόχειρον τὸ
ἄγου δέ μ’ ὦ Ζεῦ καὶ σύ γ’ ἡ Πεπρωμένη, καὶ ὅτι εἰ ταύτῃ τοῖς θεοῖς φίλον, ταύτῃ γινέ‐

3

.

22

.

96

σθω· διὰ τί μὴ θαρρήσῃ παρρησιάζεσθαι πρὸς τοὺς ἀδελφοὺς τοὺς ἑαυτοῦ, πρὸς τὰ τέκνα, ἁπλῶς πρὸς τοὺς

3

.

22

.

97

συγγενεῖς; διὰ τοῦτο οὔτε περίεργος οὔτε πολυπράγμων ἐστὶν ὁ οὕτω διακείμενος· οὐ γὰρ τὰ ἀλλότρια πολυ‐ πραγμονεῖ, ὅταν τὰ ἀνθρώπινα ἐπισκοπῇ, ἀλλὰ τὰ ἴδια. εἰ δὲ μή, λέγε καὶ τὸν στρατηγὸν πολυπράγμονα, ὅταν
5τοὺς στρατιώτας ἐπισκοπῇ καὶ ἐξετάζῃ καὶ παραφυλάσσῃ

3

.

22

.

98

καὶ τοὺς ἀκοσμοῦντας κολάζῃ. ἐὰν δ’ ὑπὸ μάλης ἔχων πλακουντάριον ἐπιτιμᾷς ἄλλοις, ἐρῶ σοι· οὐ θέλεις μᾶλ‐ λον ἀπελθὼν εἰς γωνίαν καταφαγεῖν ἐκεῖνο ὃ κέκλοφας;

3

.

22

.

99

τί δὲ σοὶ καὶ τοῖς ἀλλοτρίοις; τίς γὰρ εἶ; ὁ ταῦρος εἶ ἢ ἡ βασίλισσα τῶν μελισσῶν; δεῖξόν μοι τὰ σύμβολα τῆς ἡγεμονίας, οἷα ἐκείνη ἐκ φύσεως ἔχει. εἰ δὲ κηφὴν εἶ ἐπιδικαζόμενος τῆς βασιλείας τῶν μελισσῶν, οὐ δοκεῖς
5ὅτι καὶ σὲ καταβαλ[λ]οῦσιν οἱ συμπολιτευόμενοι, ὡς αἱ μέλισσαι τοὺς κηφῆνας;

3

.

22

.

100

Τὸ μὲν γὰρ ἀνεκτικὸν τοσοῦτον ἔχειν δεῖ τὸν Κυνι‐ κόν, ὥστ’ αὐτὸν ἀναίσθητον δοκεῖν τοῖς πολλοῖς καὶ λίθον· οὐδεὶς αὐτὸν λοιδορεῖ, οὐδεὶς τύπτει, οὐδεὶς ὑβρίζει· τὸ σωμάτιον δ’ αὐτοῦ δέδωκεν αὐτὸς χρῆσθαι

3

.

22

.

101

τῷ θέλοντι ὡς βούλεται. μέμνηται γάρ, ὅτι τὸ χεῖρον ἀνάγκη νικᾶσθαι ὑπὸ τοῦ κρείττονος, ὅπου χεῖρόν ἐστιν, τὸ δὲ σωμάτιον τῶν πολλῶν χεῖρον, τὸ ἀσθενέστερον

3

.

22

.

102

τῶν ἰσχυροτέρων. οὐδέποτ’ οὖν εἰς τοῦτον καταβαίνει τὸν ἀγῶνα, ὅπου δύναται νικηθῆναι, ἀλλὰ τῶν ἀλλο‐ τρίων εὐθὺς ἐξίσταται, τῶν δούλων οὐκ ἀντιποιεῖται.

3

.

22

.

103

ὅπου δὲ προαίρεσις καὶ χρῆσις τῶν φαντασιῶν, ἐκεῖ ὄψει, ὅσα ὄμματα ἔχει, ἵν’ εἴπῃ〈σ〉, ὅτι Ἄργος τυφλὸς ἦν

3

.

22

.

104

πρὸς αὐτόν. μή που συγκατάθεσις προπετής, μή που ὁρμὴ εἰκαία, μή που ὄρεξις ἀποτευκτική, μή που ἔκκλι‐ σις περιπτωτική, 〈μή που〉 ἐπιβολὴ ἀτελής, μή που

3

.

22

.

105

μέμψις, μή που ταπείνωσις ἢ φθόνος; ὧδε ἡ πολλὴ προσοχὴ καὶ σύντασις, τῶν δ’ ἄλλων ἕνεκα ὕπτιος ῥέγ‐ κει· εἰρήνη πᾶσα. λῃστὴς προαιρέσεως οὐ γίνεται, τύ‐

3

.

22

.

106

ραννος οὐ γίνεται. σωματίου δέ; ναί. καὶ κτησειδίου; ναί· καὶ ἀρχῶν καὶ τιμῶν. τί οὖν αὐτῷ τούτων μέλει;
ὅταν οὖν τις διὰ τούτων αὐτὸν ἐκφοβῇ, λέγει αὐτῷ ‘ὕπαγε, ζήτει τὰ παιδία· ἐκείνοις τὰ προσωπεῖα φοβερά
5ἐστιν, ἐγὼ δ’ οἶδα, ὅτι ὀστράκινά ἐστιν, ἔσωθεν δὲ οὐ‐ δὲν ἔχει‘.

3

.

22

.

107

Περὶ τοιούτου πράγματος βουλεύῃ. ὥστε ἐάν σοι δόξῃ, τὸν θεόν σοι, ὑπέρθου καὶ ἰδού σοι πρῶτον τὴν παρα‐

3

.

22

.

108

σκευήν. ἰδοὺ γάρ, τί καὶ ὁ Ἕκτωρ λέγει τῇ Ἀνδρομάχῃ· ‘ὕπαγε‘, φησίν, ‘μᾶλλον εἰς οἶκον καὶ ὕφαινε·
πόλεμος δ’ ἄνδρεσσι μελήσει
πᾶσι, μάλιστα δ’ ἐμοί.‘

3

.

22

.

109

οὕτως καὶ τῆς ἰδίας παρασκευῆς συνῄσθετο καὶ τῆς ἐκεί‐ νης ἀδυναμίας.

3

.

23

t

κγʹ. Πρὸς τοὺς ἀναγιγνώσκοντας καὶ διαλεγο‐ μένους ἐπιδεικτικῶς.

3

.

23

.

1

Τίς εἶναι θέλεις, σαυτῷ πρῶτον εἰπέ· εἶθ’ οὕτως ποίει ἃ ποιεῖς. καὶ γὰρ ἐπὶ τῶν ἄλλων σχεδὸν ἁπάντων

3

.

23

.

2

οὕτως ὁρῶμεν γινόμενα. οἱ ἀθλοῦντες πρῶτον κρίνουσιν, τίνες εἶναι θέλουσιν, εἶθ’ οὕτως τὰ ἑξῆς ποιοῦσιν. εἰ δολιχοδρόμος, τοιαύτη τροφή, τοιοῦτος περίπατος, τοι‐ αύτη τρῖψις, τοιαύτη γυμνασία· εἰ σταδιοδρόμος, πάντα
5ταῦτα ἀλλοῖα· εἰ πένταθλος, ἔτι ἀλλοιότερα. οὕτως εὑ‐

3

.

23

.

3

ρήσεις καὶ ἐπὶ τῶν τεχνῶν. εἰ τέκτων, τοιαῦτα ἕξεις· εἰ χαλκεύς, τοιαῦτα. ἕκαστον γὰρ τῶν γινομένων ὑφ’ ἡμῶν ἂν μὲν ἐπὶ μηδὲν ἀναφέρωμεν, εἰκῇ ποιήσομεν· ἐὰν δ’

3

.

23

.

4

ἐφ’ ὃ μὴ δεῖ, διεσφαλμένως. λοιπὸν ἡ μέν τίς ἐστι κοινὴ
ἀναφορά, ἡ δ’ ἰδία. πρῶτον ἵν’ ὡς ἄνθρωπος. ἐν τούτῳ τί περιέχεται; μὴ ὡς πρόβατον, † εἰ βλαπτικῶς † καὶ

3

.

23

.

5

ἐπιεικῶς, ὡς θηρίον. ἡ δ’ ἰδία πρὸς τὸ ἐπιτήδευμα ἑκά‐ στου καὶ τὴν προαίρεσιν. ὁ κιθαρῳδὸς ὡς κιθαρῳδός, ὁ τέκτων ὡς τέκτων, ὁ φιλόσοφος ὡς φιλόσοφος, ὁ ῥήτωρ

3

.

23

.

6

ὡς ῥήτωρ. ὅταν οὖν λέγῃς ‘δεῦτε καὶ ἀκούσατέ μου ἀναγιγνώσκοντος ὑμῖν‘, σκέψαι πρῶτον μὴ εἰκῇ αὐτὸ ποιεῖν. εἶτ’ ἂν εὕρῃς, ὅτι ἀναφέρεις, σκέψαι, εἰ ἐφ’ ὃ δεῖ.

3

.

23

.

7

ὠφελῆσαι θέλεις ἢ ἐπαινεθῆναι; εὐθὺς ἀκούεις λέγοντος ‘ἐμοὶ δὲ τοῦ παρὰ τῶν πολλῶν ἐπαίνου τίς λόγος;‘ καὶ καλῶς λέγει. οὐδὲ[ν] γὰρ τῷ μουσικῷ, καθὸ μουσικός

3

.

23

.

8

ἐστιν, οὐδὲ τῷ γεωμετρικῷ. οὐκοῦν ὠφελῆσαι θέλεις; πρὸς τί; εἰπὲ καὶ ἡμῖν, ἵνα καὶ αὐτοὶ τρέχωμεν εἰς τὸ ἀκροατήριόν σου. νῦν δύναταί τις ὠφελῆσαι ἄλλους μὴ αὐτὸς ὠφελημένος; οὔ. οὐδὲ γὰρ εἰς τεκτονικὴν ὁ μὴ
5τέκτων οὐδ’ εἰς σκυτικὴν ὁ μὴ σκυτεύς.

3

.

23

.

9

Θέλεις οὖν γνῶναι, εἰ ὠφέλησαι; φέρε σου τὰ δόγμα‐ τα, φιλόσοφε. τίς ἐπαγγελία ὀρέξεως; μὴ ἀποτυγχάνειν.

3

.

23

.

10

τίς ἐκκλίσεως; μὴ περιπίπτειν. ἄγε, πληροῦμεν αὐτῶν τὴν ἐπαγγελίαν; εἰπέ μοι τἀληθῆ· ἂν δὲ ψεύσῃ, ἐρῶ σοι ‘πρῴην ψυχρότερόν σου τῶν ἀκροατῶν συνελθόντων καὶ

3

.

23

.

11

μὴ ἐπιβοησάντων σοι τεταπεινωμένος ἐξῆλθες· πρῴην ἐπαινεθεὶς περιήρχου καὶ πᾶσιν ἔλεγες “τί σοι ἔδοξα;” “θαυμαστῶς, κύριε, τὴν ἐμήν σοι σωτηρίαν.” “πῶς δ’ εἶπον ἐκεῖνο;” “τὸ ποῖον;” “ὅπου διέγραψα τὸν Πᾶνα

3

.

23

.

12

καὶ τὰς Νύμφας.” “ὑπερφυῶς.” εἶτά μοι λέγεις, ἐν ὀρέξει καὶ ἐκκλίσει κατὰ φύσιν ἀναστρέφῃ; ὕπαγε, ἄλλον

3

.

23

.

13

πεῖθε. τὸν δεῖνα δὲ πρῴην οὐκ ἐπῄνεις παρὰ τὸ σοὶ φαινόμενον; τὸν δεῖνα δ’ οὐκ ἐκολάκευες τὸν συγκλη‐ τικόν; ἤθελές σου τὰ παιδία εἶναι τοιαῦτα; Μὴ γέ‐

3

.

23

.

14

νοιτο. Τίνος οὖν ἕνεκα ἐπῄνεις καὶ περιεῖπες αὐτόν; Εὐφυὴς νεανίσκος καὶ λόγων ἀκουστικός. Πόθεν τοῦτο; Ἐμὲ θαυμάζει. Εἴρηκας τὴν ἀπόδειξιν. εἶτα τί δοκεῖ σοι; αὐτοί σου οὗτοι οὐ καταφρονοῦσιν

3

.

23

.

15

λεληθότως; ὅταν οὖν ἄνθρωπος συνειδὼς ἑαυτῷ μηθὲν ἀγαθὸν μήτε πεποιηκότι μήτ’ ἐνθυμουμένῳ εὕρῃ φιλό‐ σοφον τὸν λέγοντα ‘μεγαλοφυὴς καὶ ἁπλοῦς καὶ ἀκέ‐ ραιοσ‘, τί δοκεῖς ἄλλο αὐτὸν λέγειν 〈ἢ〉 ‘οὗτός τινά

3

.

23

.

16

ποτέ μου χρείαν ἔχει‘; ἢ εἰπέ μοι, τί μεγαλοφυοῦς ἔργον ἐπιδέδεικται; ἰδοὺ σύνεστί σοι τοσούτῳ χρόνῳ, διαλεγο‐
μένου σου ἀκήκοεν, ἀναγιγνώσκοντος ἀκήκοεν. κατέ‐ σταλται, ἐπέστραπται ἐφ’ αὑτόν; ᾔσθηται, ἐν οἵοις κα‐
5κοῖς ἐστιν; ἀποβέβληκεν οἴησιν; ζητεῖ τὸν διδάξοντα;

3

.

23

.

17

Ζητεῖ, φησί. Τὸν διδάξοντα, πῶς δεῖ βιοῦν; οὔ, μωρέ· ἀλλὰ πῶς δεῖ φράζειν· τούτου γὰρ ἕνεκα καὶ σὲ θαυμάζει. ἄκουσον αὐτοῦ, τίνα λέγει. ‘οὗτος ὁ ἄνθρω‐ πος πάνυ τεχνικώτατα γράφει, Δίωνος πολὺ κάλλιον.‘

3

.

23

.

18

ὅλον ἄλλο ἐστίν. μή τι λέγει ‘ὁ ἄνθρωπος αἰδήμων ἐστίν, οὗτος πιστός ἐστιν, οὗτος ἀτάραχός ἐστιν‘; εἰ δὲ καὶ ἔλεγεν, εἶπον ἂν αὐτῷ ‘ἐπειδὴ οὗτος πιστός ἐστιν, οὗ‐ τος ὁ πιστὸς τί ἐστιν;‘ καὶ εἰ μὴ εἶχεν εἰπεῖν, προσέθη‐
5κα ἂν ὅτι ‘πρῶτον μάθε, τί λέγεις, εἶθ’ οὕτως λέγε‘.

3

.

23

.

19

Οὕτως οὖν κακῶς διακείμενος καὶ χάσκων περὶ τοὺς ἐπαινέσοντας καὶ ἀριθμῶν τοὺς ἀκούοντάς σου θέλεις ἄλλους ὠφελεῖν; ‘σήμερόν μου πολλῷ πλείονες ἤκουσαν.‘ ‘ναί, πολλοί.‘ ‘δοκοῦμεν ὅτι πεντακόσιοι.‘ ‘οὐδὲν λέγεις·
5θὲς αὐτοὺς χιλίους.‘ ‘Δίωνος οὐδέποτ’ ἤκουσαν τοσοῦ‐ τοι.‘ ‘πόθεν αὐτῷ;‘ ‘καὶ κομψῶς αἰσθάνονται λόγων.‘

3

.

23

.

20

‘τὸ καλόν, κύριε, καὶ λίθον κινῆσαι δύναται.‘ ἰδοὺ φω‐ ναὶ φιλοσόφου, ἰδοὺ διάθεσις ὠφελήσοντος ἀνθρώπους· ἰδοὺ ἀκηκοὼς ἄνθρωπος λόγου, ἀνεγνωκὼς τὰ Σωκρα‐
τικὰ ὡς Σωκρατικά, οὐχὶ δ’ ὡς Λυσίου καὶ Ἰσοκράτους.
5‘πολλάκις ἐθαύμασα, τίσιν ποτὲ λόγοις. οὔ· ἀλλὰ

3

.

23

.

21

τίνι ποτὲ λόγῳ· τοῦτ’ ἐκείνου λειότερον.‘ μὴ γὰρ ἄλλως αὐτὰ ἀνεγνώκατε ἢ ὡς ᾠδάρια; ὡς εἴ γε ἀνεγι‐ γνώσκετε ὡς δεῖ, οὐκ ἂν πρὸς τούτοις ἐγίνεσθε, ἀλλ’ ἐκεῖνο μᾶλλον ἐβλέπετε ‘ἐμὲ δ’ Ἄνυτος καὶ Μέλητος
5ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δ’ οὔ‘ καὶ ὅτι ‘ὡς ἐγὼ ἀ[ι]εὶ τοιοῦτος οἷος μηδεν〈ὶ〉 προσέχειν τῶν ἐμῶν ἢ τῷ λόγῳ, ὃς ἄν μοι σκοπουμένῳ βέλ‐

3

.

23

.

22

τιστος φαίνηται‘. διὰ τοῦτο τίς ἤκουσέ ποτε Σωκρά‐ τους λέγοντος ὅτι ‘οἶδά τι καὶ διδάσκω‘; ἀλλὰ ἄλλον ἀλλαχοῦ ἔπεμπεν. τοιγαροῦν ἤρχοντο πρὸς αὐτὸν ἀξιοῦν‐ τες φιλοσόφοις ὑπ’ αὐτοῦ συσταθῆναι κἀκεῖνος ἀπῆγεν

3

.

23

.

23

καὶ συνίστανεν. οὔ· ἀλλὰ προσπέμπων ἔλεγεν ‘ἄκουσόν μου σήμερον διαλεγομένου ἐν τῇ οἰκίᾳ τῇ Κοδράτου‘. τί σου ἀκούσω; ἐπιδεῖξαί μοι θέλεις, ὅτι κομψῶς συν‐
τιθεῖς τὰ ὀνόματα; συντιθεῖς, ἄνθρωπε· καὶ τί σοι

3

.

23

.

24

ἀγαθόν ἐστιν; ‘ἀλλ’ ἐπαίνεσόν με.‘ τί λέγεις τὸ ἐπαίνε‐ σον; ‘εἰπέ μοι “οὐᾶ” καὶ “θαυμαστῶσ”‘. ἰδοὺ λέγω. εἰ δ’ ἐστὶν ἔπαινος ἐκεῖνο, ὅ τι ποτὲ λέγουσιν οἱ φιλόσο‐ φοι τῶν 〈ἐν τῇ〉 τοῦ ἀγαθοῦ κατηγορίᾳ, τί σε ἔχω ἐπαι‐
5νέσαι; εἰ ἀγαθόν ἐστι τὸ φράζειν ὀρθῶς, δίδαξόν με

3

.

23

.

25

καὶ ἐπαινέσω. τί οὖν; ἀηδῶς δεῖ τῶν τοιούτων ἀκούειν; μὴ γένοιτο. ἐγὼ μὲν οὐδὲ κιθαρῳδοῦ ἀηδῶς ἀκούω· μή τι οὖν τούτου ἕνεκα κιθαρῳδεῖν με δεῖ στάντα; ἄκουσον, τί λέγει Σωκράτης· ‘οὐδὲ γὰρ ἂν πρέποι, ὦ ἄνδρες,
5τῇδε τῇ ἡλικίᾳ ὥσπερ μειρακίῳ πλάττοντι λό‐ γους εἰς ὑμᾶς εἰσιέναι‘. ‘ὥσπερ μειρακίῳ‘ φησίν.

3

.

23

.

26

ἔστι γὰρ τῷ ὄντι κομψὸν τὸ τεχνίον ἐκλέξαι ὀνομάτια καὶ ταῦτα συνθεῖναι καὶ παρελθόντα εὐφυῶς ἀναγνῶ‐ ναι ἢ εἰπεῖν καὶ μεταξὺ ἀναγιγνώσκοντα ἐπιφθέγξασθαι ὅτι ‘τούτοις οὐ πολλοὶ δύνανται παρακολουθεῖν, μὰ τὴν
5ὑμετέραν σωτηρίαν‘.

3

.

23

.

27

Φιλόσοφος δ’ ἐπ’ ἀκρόασιν παρακαλεῖ; Οὐχὶ δ’ ὡς ὁ ἥλιος ἄγει αὐτὸς ἐφ’ ἑαυτὸν τὴν τροφήν, οὕτως δὲ καὶ οὗτος ἄγει τοὺς ὠφεληθησομένους; ποῖος ἰατρὸς παρακαλεῖ, ἵνα τις ὑπ’ αὐτοῦ θεραπευθῇ; καίτοι νῦν
5ἀκούω ὅτι καὶ οἱ ἰατροὶ παρακαλοῦσιν ἐν Ῥώμῃ· πλὴν

3

.

23

.

28

ἐπ’ ἐμοῦ παρεκαλοῦντο. ‘παρακαλῶ σε ἐλθόντα ἀκοῦσαι,
ὅτι σοι κακῶς ἐστι καὶ πάντων μᾶλλον ἐπιμελῇ ἢ οὗ δεῖ σε ἐπιμελεῖσθαι καὶ ὅτι ἀγνοεῖς τὰ ἀγαθὰ καὶ τὰ κακὰ καὶ κακοδαίμων εἶ καὶ δυστυχής.‘ κομψὴ παρά‐
5κλησις. καὶ μὴν ἂν μὴ ταῦτα ἐμποιῇ ὁ τοῦ φιλοσόφου

3

.

23

.

29

λόγος, νεκρός ἐστι καὶ αὐτὸς καὶ ὁ λέγων. εἴωθε λέγειν ὁ Ῥοῦφος ‘εἰ εὐσχολεῖτε ἐπαινέσαι με, ἐγὼ δ’ οὐ‐ δὲν λέγω‘. τοιγαροῦν οὕτως ἔλεγεν, ὥσθ’ ἕκαστον ἡμῶν καθήμενον οἴεσθαι, ὅτι τίς ποτε αὐτὸν διαβέβλη‐
5κεν· οὕτως ἥπτετο τῶν γιγνομένων, οὕτως πρὸ ὀφθαλ‐

3

.

23

.

30

μῶν ἐτίθει τὰ ἑκάστου κακά. ἰατρεῖόν ἐστιν, ἄνδρες, τὸ τοῦ φιλοσόφου σχολεῖον· οὐ δεῖ ἡσθέντας ἐξελθεῖν, ἀλλ’ ἀλγήσαντας. ἔρχεσθε γὰρ οὐχ ὑγιεῖς, ἀλλ’ ὁ μὲν ὦμον ἐκβεβληκώς, ὁ δ’ ἀπόστημα ἔχων, ὁ δὲ σύριγγα, ὁ

3

.

23

.

31

δὲ κεφαλαλγῶν. εἶτ’ ἐγὼ καθίσας ὑμῖν λέγω νοημάτια καὶ ἐπιφωνημάτια, ἵν’ ὑμεῖς ἐπαινέσαντές με ἐξέλθητε, ὁ μὲν τὸν ὦμον ἐκφέρων οἷον εἰσήνεγκεν, ὁ δὲ τὴν κε‐ φαλὴν ὡσαύτως ἔχουσαν, ὁ δὲ τὴν σύριγγα, ὁ δὲ τὸ

3

.

23

.

32

ἀπόστημα; εἶτα τούτου ἕνεκα ἀποδημήσωσιν ἄνθρωποι νεώτεροι καὶ τοὺς γονεῖς τοὺς αὑτῶν ἀπολίπωσιν καὶ τοὺς φίλους καὶ τοὺς συγγενεῖς καὶ τὸ κτησίδιον, ἵνα σοι ‘οὐᾶ‘ φῶσιν ἐπιφωνημάτια λέγοντι; τοῦτο Σωκρά‐
5της ἐποίει, τοῦτο Ζήνων, τοῦτο Κλεάνθης;

3

.

23

.

33

Τί οὖν; οὐκ ἔστιν ὁ προτρεπτικὸς χαρακτήρ; Τίς γὰρ οὐ λέγει; ὡς 〈ὁ〉 ἐλεγκτικός, ὡς ὁ διδασκαλικός. τίς οὖν πώποτε τέταρτον εἶπεν μετὰ τούτων τὸν ἐπι‐

3

.

23

.

34

δεικτικόν; τίς γάρ ἐστιν ὁ προτρεπτικός; δύνασθαι καὶ ἑνὶ καὶ πολλοῖς δεῖξαι τὴν μάχην ἐν ᾗ κυλίονται· καὶ ὅτι μᾶλλον πάντων φροντίζουσιν ἢ ὧν θέλουσιν. θέ‐ λουσι μὲν γὰρ τὰ πρὸς εὐδαιμονίαν φέροντα, ἀλλαχοῦ

3

.

23

.

35

δ’ αὐτὰ ζητοῦσι. τοῦτο ἵνα γένηται, δεῖ τεθῆναι χίλια βάθρα καὶ παρακληθῆναι τοὺς ἀκουσομένους καὶ σὲ ἐν κομψῷ στολίῳ ἢ τριβωναρίῳ ἀναβάντα ἐπὶ πούλβινον διαγράφειν, πῶς Ἀχιλλεὺς ἀπέθανεν; παύσασθε, τοὺς
5θεοὺς ὑμῖν, καλὰ ὀνόματα καὶ πράγματα καταισχύνοντες,

3

.

23

.

36

ὅσον ἐφ’ ἑαυτοῖς. οὐδὲν προτρεπτικώτερον ἢ ὅταν ὁ λέ‐

3

.

23

.

37

γων ἐμφαίνῃ τοῖς ἀκούουσιν ὅτι χρείαν αὐτῶν ἔχει. ἢ εἰπέ μοι, τίς ἀκούων ἀναγιγνώσκοντός σου ἢ διαλεγο‐ μένου περὶ αὑτοῦ ἠγωνίασεν ἢ ἐπεστράφη· εἰς αὑτὸν ἢ ἐξελθὼν εἶπεν ὅτι ‘καλῶς μου ἥψατο ὁ φιλόσοφος· οὐ‐

3

.

23

.

38

κέτι δεῖ ταῦτα ποιεῖν‘; οὐχὶ δ’, ἂν λίαν εὐδοκιμῇς, λέγει πρός τινα ‘κομψῶς ἔφρασεν τὰ περὶ τὸν Ξέρξην‘, ἄλλος ‘οὔ· ἀλλὰ τὴν ἐπὶ Πύλαις μάχην‘; τοῦτό ἐστιν ἀκρόασις
φιλοσόφου;

3

.

24

t

κδʹ. Περὶ τοῦ μὴ δεῖν προσπάσχειν τοῖς οὐκ ἐφ’ ἡμῖν.

3

.

24

.

1

Τὸ ἄλλου παρὰ φύσιν σοὶ κακὸν μὴ γινέσθω· οὐ γὰρ συνταπεινοῦσθαι πέφυκας οὐδὲ συνατυχεῖν, ἀλλὰ

3

.

24

.

2

συνευτυχεῖν. ἂν δέ τις ἀτυχῇ, μέμνησο, ὅτι παρ’ αὑτὸν ἀτυχεῖ. ὁ γὰρ θεὸς πάντας ἀνθρώπους ἐπὶ τὸ εὐδαιμο‐

3

.

24

.

3

νεῖν, ἐπὶ τὸ εὐσταθεῖν ἐποίησεν. πρὸς τοῦτο ἀφορμὰς ἔδωκεν, τὰ μὲν ἴδια δοὺς ἑκάστῳ, τὰ δ’ ἀλλότρια· τὰ μὲν κωλυτὰ καὶ ἀφαιρετὰ καὶ ἀναγκαστὰ οὐκ ἴδια, τὰ δ’ ἀκώλυτα ἴδια· τὴν δ’ οὐσίαν τοῦ ἀγαθοῦ καὶ τοῦ
5κακοῦ, ὥσπερ ἦν ἄξιον τὸν κηδόμενον ἡμῶν καὶ πατρι‐

3

.

24

.

4

κῶς προιστάμενον, ἐν τοῖς ἰδίοις. ‘ἀλλ’ ἀποκεχώρηκα τοῦ δεῖνος καὶ ὀδυνᾶται.‘ διὰ τί γὰρ τὰ ἀλλότρια 〈ἴ〉δι〈α〉 ἡγήσατο; διὰ τί, ὅτε σε βλέπων ἔχαιρεν, οὐκ ἐπελογί‐ ζετο, ὅτι θνητὸς εἶ, ἀποδημητικὸς εἶ; τοιγαροῦν τίνει δί‐

3

.

24

.

5

κας τῆς αὑτοῦ μωρίας. σὺ δ’ ἀντὶ τίνος; ἐπὶ τί κλά〈ε〉ις σεαυτόν; ἢ οὐδὲ σὺ ταῦτα ἐμελέτησας, ἀλλ’ ὡς τὰ γύ‐ ναια τὰ οὐδενὸς ἄξια πᾶσιν οἷς ἔχαιρες ὡς ἀ[ι]εὶ συν‐ εσόμενος συνῆς, τοῖς τόποις, τοῖς ἀνθρώποις, ταῖς δια‐
5τριβαῖς; καὶ νῦν κλαίων ἐκάθισας, ὅτι μὴ τοὺς αὐτοὺς

3

.

24

.

6

βλέπεις καὶ ἐν τοῖς αὐτοῖς τόποις διατρίβεις. τούτο〈υ〉
γὰρ ἄξιος εἶ, ἵνα καὶ τῶν κοράκων καὶ κορωνῶν ἀθλιώ‐ τερος ᾖς, οἷς ἔξεστιν ἵπτασθαι, ὅπου θέλουσιν, καὶ μετ‐ οικοδομεῖν τὰς νεοσσιὰς καὶ τὰ πελάγη διαπερᾶν μὴ

3

.

24

.

7

στένουσιν μηδὲ ποθοῦσι τὰ πρῶτα. Ναί· ἀλλ’ ὑπὸ τοῦ ἄλογα εἶναι πάσχει αὐτά. Ἡμῖν οὖν λόγος ἐπὶ ἀτυχίᾳ καὶ κακοδαιμονίᾳ δέδοται ὑπὸ τῶν θεῶν, ἵν’

3

.

24

.

8

ἄθλιοι, ἵνα πενθοῦντες διατελῶμεν; ἢ πάντες ἔστωσαν ἀθάνατοι καὶ μηδεὶς ἀποδημείτω, μηδ’ ἡμεῖς ποῦ ἀπο‐ δημῶμεν, ἀλλὰ μένωμεν ὡς τὰ φυτὰ προσερριζωμένοι· ἂν δέ τις ἀποδημήσῃ τῶν συνήθων, καθήμενοι κλαίω‐
5μεν καὶ πάλιν, ἂν ἔλθῃ, ὀρχώμεθα καὶ κροτῶμεν ὡς τὰ παιδία;

3

.

24

.

9

Οὐκ ἀπογαλακτίσομεν ἤδη ποθ’ ἑαυτοὺς καὶ μεμνη‐

3

.

24

.

10

σόμεθα ὧν ἠκούσαμεν παρὰ τῶν φιλοσόφων; εἴ γε μὴ ὡς ἐπαοιδῶν αὐτῶν ἠκούομεν, ὅτι ὁ κόσμος οὗτος μία πόλις ἐστὶ καὶ ἡ οὐσία, ἐξ ἧς δεδημιούργηται, μία καὶ ἀνάγκη περίοδόν τινα εἶναι καὶ παραχώρησιν ἄλλων
5ἄλλοις καὶ τὰ μὲν διαλύεσθαι, τὰ δ’ ἐπιγίνεσθαι, τὰ

3

.

24

.

11

μὲν μένειν ἐν τῷ αὐτῷ, τὰ δὲ κινεῖσθαι. πάντα δὲ φί‐ λων μεστά, πρῶτα μὲν θεῶν, εἶτα καὶ ἀνθρώπων φύσει
πρὸς ἀλλήλους ᾠκειωμένων· καὶ δεῖ τοὺς μὲν παρεῖναι ἀλλήλοις, τοὺς δ’ ἀπαλλάττεσθαι, τοῖς μὲν συνοῦσι

3

.

24

.

12

χαίροντας, τοῖς δ’ ἀπαλλαττομένοις μὴ ἀχθομένους. ὁ δ’ ἄνθρωπος πρὸς τῷ φύσει μεγαλόφρων εἶναι καὶ πάν‐ των τῶν ἀπροαιρέτων καταφρονητικὸς ἔτι κἀκεῖνο ἔσχη‐ κε τὸ μὴ ἐρριζῶσθαι μηδὲ προσπεφυκέναι τῇ γῇ, ἀλλὰ
5ἄλλοτ’ ἐπ’ ἄλλους ἵεσθαι τόπους ποτὲ μὲν χρειῶν τι‐ νων ἐπειγουσῶν, ποτὲ δὲ καὶ αὐτῆς τῆς θέας ἕνεκα.

3

.

24

.

13

Καὶ τῷ Ὀδυσσεῖ τὸ συμβὰν τοιοῦτόν τι ἦν·
πολλῶν δ’ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω· καὶ ἔτι πρόσθεν τῷ Ἡρακλεῖ περιελθεῖν τὴν οἰκουμέ‐ νην ὅλην
5
ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντα καὶ τὴν μὲν ἐκβάλλοντα καὶ καθαίροντα, τὴν δ’ ἀντ‐

3

.

24

.

14

εισάγοντα. καίτοι πόσους οἴει φίλους ἔσχεν ἐν Θήβαις, πόσους ἐν Ἄργει, πόσους ἐν Ἀθήναις, πόσους δὲ περι‐ ερχόμενος ἐκτήσατο, ὅς γε καὶ ἐγάμει, ὅπου καιρὸς ἐφάνη αὐτῷ, καὶ ἐπαιδοποιεῖτο καὶ τοὺς παῖδας ἀπ‐
5έλ〈ε〉ιπεν οὐ στένων οὐδὲ ποθῶν οὐδ’ ὡς ὀρφανοὺς

3

.

24

.

15

ἀφιείς; ᾔδει γάρ, ὅτι οὐδείς ἐστιν ἄνθρωπος ὀρφανός, ἀλλὰ πάντων ἀ[ι]εὶ καὶ διηνεκῶς ὁ πατήρ ἐστιν ὁ κη‐

3

.

24

.

16

δόμενος. οὐ γὰρ μέχρι λόγου ἠκηκόει, ὅτι πατήρ ἐστιν ὁ Ζεὺς τῶν ἀνθρώπων, ὅς γε καὶ αὑτοῦ πατέρα ᾤετο αὐτὸν καὶ ἐκάλει καὶ πρὸς ἐκεῖνον ἀφορῶν ἔπραττεν ἃ ἔπραττεν. τοιγάρτοι πανταχοῦ ἐξῆν αὐτῷ διάγειν εὐδαι‐

3

.

24

.

17

μόνως. οὐδέποτε δ’ ἐστὶν οἷόν τ’ εἰς τὸ αὐτὸ ἐλθεῖν εὐδαιμονίαν καὶ πόθον τῶν οὐ παρόντων τὸ γὰρ εὐ‐ δαιμονοῦν ἀπέχειν δεῖ πάντα ἃ θέλει, πεπληρωμένῳ τινὶ ἐοικέναι· οὐ δίψος δεῖ προσεῖναι αὐτῷ, οὐ λιμόν.

3

.

24

.

18

Ἀλλ’ 〈ὁ〉 Ὀδυσσεὺς ἐπεπόνθει πρὸς τὴν γυναῖκα καὶ ἔκλαιεν ἐπὶ πέτρα[ι]ς καθεζόμενος. Σὺ δ’ Ὁμήρῳ πάντα προσέχεις καὶ τοῖς μύθοις αὐτοῦ; ἢ εἰ ταῖς ἀλη‐ θείαις ἔκλαεν, τί ἄλλο ἢ ἐδυ〈σ〉τύχει; τίς δὲ καλός τε

3

.

24

.

19

καὶ ἀγαθὸς δυστυχεῖ; τῷ ὄντι κακῶς διοικεῖται τὰ ὅλα, εἰ μὴ ἐπιμελεῖται ὁ Ζεὺς τῶν ἑαυτοῦ πολιτῶν, ἵν’ ὦσιν ὅμοιοι αὐτῷ, εὐδαίμονες. ἀλλὰ ταῦτα οὐ θεμιτὰ οὐδ’

3

.

24

.

20

ὅσια ἐνθυμηθῆναι, ἀλλ’ ὁ Ὀδυσσεύς, εἰ μὲν ἔκλαεν καὶ ὠδύρετο, οὐκ ἦν ἀγαθός. τίς γὰρ ἀγαθός ἐστιν ὁ οὐκ εἰδώς, ὅς ἐστιν; τίς δ’ οἶδεν ταῦτα ἐπιλελησμένος, ὅτι φθαρτὰ τὰ γενόμενα καὶ ἄνθρωπον ἀνθρώπῳ συνεῖναι

3

.

24

.

21

οὐ δυνατὸν ἀεί; τί οὖν; τῶν μὴ δυνατῶν ἐφίεσθαι ἀν‐ δραποδῶδες, ἠλίθιον, ξένου θεομαχοῦντος, ὡς μόνον
οἷόν τε, τοῖς δόγμασι τοῖς ἑαυτοῦ.

3

.

24

.

22

Ἀλλ’ ἡ μήτηρ μου στένει μὴ ὁρῶσά με. Διὰ τί γὰρ οὐκ ἔμαθεν τούτους τοὺς λόγους; καὶ οὐ τοῦτό φημι, ὅτι οὐκ ἐπιμελητέον τοῦ μὴ οἰμώζειν αὐτήν, ἀλλ’

3

.

24

.

23

ὅτι οὐ δεῖ θέλειν τὰ ἀλλότρια ἐξ ἅπαντος. λύπη δ’ ἡ ἄλλου ἀλλότριόν ἐστιν, ἡ δ’ ἐμὴ ἐμόν. ἐγὼ οὖν τὸ μὲν ἐμὸν παύσω ἐξ ἅπαντος, ἐπ’ ἐμοὶ γάρ ἐστιν· τὸ δ’ ἀλ‐ λότριον πειράσομαι κατὰ δύναμιν, ἐξ ἅπαντος δ’ οὐ

3

.

24

.

24

πειράσομαι. εἰ δὲ μή, θεομαχήσω, ἀντιθήσω πρὸς τὸν Δία, ἀντιδιατάξομαι αὐτῷ πρὸς τὰ ὅλα. καὶ τἀπίχειρα τῆς θεομαχίας ταύτης καὶ ἀπειθ〈ε〉ίας οὐ παῖδες παί‐ δων ἐκτίσουσιν, ἀλλ’ αὐτὸς ἐγὼ μεθ’ ἡμέραν, νυκτὸς
5διὰ τῶν ἐνυπνίων ἐκπηδῶν, ταρασσόμενος, πρὸς πᾶσαν ἀπαγγελίαν τρέμων, ἐξ ἐπιστολῶν ἀλλοτρίων ἠρτημένην

3

.

24

.

25

ἔχων τὴν ἐμαυτοῦ ἀπάθειαν. ἀπὸ Ῥώμης τις ἥκει. ‘μό‐ νον μή τι κακόν.‘ τί δὲ κακὸν ἐκεῖ σοι συμβῆναι δύνα‐
ται, ὅπου μὴ εἶ; ἀπὸ τῆς Ἑλλάδος. ‘μόνον μή τι κακόν.‘ οὕτως σοι πᾶς τόπος δύναται δυστυχίας εἶναι αἴτιος.

3

.

24

.

26

οὐχ ἱκανὸν ἐκεῖ σε ἀτυχεῖν, ὅπου αὐτὸς εἶ, ἀλλὰ καὶ πέραν θαλάσσης καὶ διὰ γραμμάτων; οὕτως ἀσφαλῶς

3

.

24

.

27

σοι τὰ πράγματα ἔχει; Τί οὖν, ἂν ἀποθάνωσιν οἱ ἐκεῖ φίλοι; Τί γὰρ ἂν ἄλλο ἢ οἱ θνητοὶ ἀπέθανον; ἢ πῶς ἅμα μὲν γηρᾶσαι θέλεις, ἅμα δὲ μηδενὸς τῶν

3

.

24

.

28

στεργομένων μὴ [ε]ἰδεῖν θάνατον; οὐκ οἶσθ’, ὅτι ἐν τῷ μακρῷ χρόνῳ πολλὰ καὶ ποικίλα ἀποβαίνειν ἀνάγκη, τοῦ μὲν πυρετὸν γενέσθαι κρείττονα, τοῦ δὲ λῃστήν,

3

.

24

.

29

τοῦ δὲ τύραννον; τοιοῦτο γὰρ τὸ περιέχον, τοιοῦτον οἱ συνόντες, ψύχη καὶ καύματα καὶ τροφαὶ ἀσύμμετροι καὶ ὁδοιπορίαι καὶ πλοῦς καὶ ἄνεμοι καὶ περιστάσεις ποικίλαι· τὸν μὲν ἀπώλεσαν, τὸν δ’ ἐξώρισαν, τὸν δ’

3

.

24

.

30

εἰς πρεσβείαν, ἄλλον δ’ εἰς στρατ〈ε〉ίαν ἐνέβαλον. κά‐ θησο τοίνυν πρὸς πάντα ταῦτα ἐπτοημένος, πενθῶν, ἀτυχῶν, δυστυχῶν, ἐξ ἄλλου ἠρτημένος καὶ τούτου οὐχ ἑνός, οὐ δυεῖν, ἀλλὰ μυρίων ἐπὶ μυρίοις.

3

.

24

.

31

Ταῦτα ἤκουες παρὰ τοῖς φιλοσόφοις, ταῦτ’ ἐμάν‐ θανες; οὐκ οἶσθ’, ὅτι στρατεία τὸ χρῆμά ἐστιν; τὸν μὲν δεῖ φυλάττειν, τὸν δὲ κατασκοπήσοντα ἐξιέναι, τὸν δὲ καὶ πολεμήσοντα· οὐχ οἷόν τ’ εἶναι πάντας ἐν τῷ αὐτῷ

3

.

24

.

32

οὐδ’ ἄμεινον. σὺ δ’ ἀφεὶς ἐκτελεῖν τὰ προστάγματα τοῦ στρατηγοῦ 〈ἐγ〉καλεῖς, ὅταν τί σοι προσταχθῇ τρα‐ χύτερον, καὶ οὐ παρακολουθεῖς, οἷον ἀποφαίνεις, ὅσον ἐπὶ σοί, τὸ στράτευμα, ὅτι ἄν σε πάντες μιμήσωνται,
5οὐ τάφρον σκάψει τις, οὐ χάρακα περιβαλεῖ, οὐκ ἀγρυ‐ πνήσει, οὐ κινδυνεύσει, ἀλλὰ ἄχρηστος δόξει στρατεύ‐

3

.

24

.

33

εσθαι. πάλιν ἐν πλοίῳ ναύτης ἂν πλέῃς, μίαν χώραν κάτεχε καὶ ταύτην προσλιπάρει· ἂν δ’ ἐπὶ τὸν ἱστὸν ἀναβῆναι δέῃ, μὴ θέλε, ἂν εἰς τὴν πρῴραν διαδραμεῖν, μὴ θέλε· καὶ τίς ἀνέξεταί σου κυβερνήτης; οὐχὶ δ’ ὡς
5σκεῦος ἄχρηστον ἐκβαλεῖ, οὐδὲν ἄλλο ἢ ἐμπόδιον καὶ

3

.

24

.

34

κακὸν παράδειγμα τῶν ἄλλων ναυτῶν; οὕτως δὲ καὶ ἐνθάδε· στρατεία τίς ἐστιν ὁ βίος ἑκάστου καὶ αὕτη μακρὰ καὶ ποικίλη. τηρεῖν σε δεῖ τὸ τοῦ στρατιώτου

3

.

24

.

35

καὶ τοῦ στρατηγοῦ πρὸς νεῦμα πράσσειν ἕκαστα· εἰ οἷόν τε, μαντευόμενον ἃ θέλει. οὐδὲ γὰρ ὅμοιος ἐκεῖ‐ νος ὁ στρατηγὸς καὶ οὗτος οὔτε κατὰ τὴν ἰσχὺν οὔτε

3

.

24

.

36

κατὰ τὴν τοῦ ἤθους ὑπεροχήν. τέταξαι ἐν πόλει † ἡγε‐ μονίᾳ καὶ οὐκ ἐν ταπεινῇ τινι χώρᾳ, ἀλλ’ ἀεὶ βουλευ‐ τής. οὐκ οἶσθ’, ὅτι τὸν τοιοῦτον ὀλίγα μὲν δεῖ οἰκονο‐ μεῖν, τὰ πολλὰ δ’ ἀποδημεῖν ἄρχοντα ἢ ἀρχόμενον ἢ
5ὑπηρετοῦντά τινι ἀρχῇ ἢ στρατευόμενον ἢ δικάζοντα; εἶτά μοι θέλεις ὡς φυτὸν προσηρτῆσθαι τοῖς αὐτοῖς

3

.

24

.

37

τόποις καὶ προσερριζῶσθαι; Ἡδὺ γάρ ἐστιν. Τίς οὔ φησιν; ἀλλὰ καὶ ζωμὸς ἡδύς ἐστι καὶ γυνὴ καλὴ ἡδύ ἐστιν. τί ἄλλο λέγουσιν οἱ τέλος ποιούμενοι τὴν ἡδονήν;

3

.

24

.

38

Οὐκ αἰσθάνῃ, τίνων ἀνθρώπων φωνὴν ἀφῆκας; ὅτι Ἐπικουρείων καὶ κιναίδων; εἶτα τὰ ἐκείνων ἔργα πράσ‐ σων καὶ τὰ δόγματα ἔχων τοὺς λόγους ἡμῖν λέγεις τοὺς Ζήνωνος καὶ Σωκράτους; οὐκ ἀπορρίψεις ὡς μακρο‐

3

.

24

.

39

τάτω τἀλλότρια, οἷς κοσμῇ μηδέν σοι προσήκουσιν; ἢ τί ἄλλο θέλουσιν ἐκεῖνοι ἢ καθεύδειν ἀπαραποδίστως καὶ ἀναναγκάστως καὶ ἀναστάντες ἐφ’ ἡσυχίας χασμή‐ σασθαι καὶ τὸ πρόσωπον ἀποπλῦναι, εἶτα γράψαι καὶ
5ἀναγνῶναι ἃ θέλουσιν, εἶτα φλυαρῆσαί τί ποτ’ ἐπαι‐ νούμενοι ὑπὸ τῶν φίλων, ὅ τι ἂν λέγωσιν, εἶτα εἰς περί‐ πατον προελθόντες καὶ ὀλίγα περιπατήσαντες λούσα‐ σθαι, εἶτα φαγεῖν, εἶτα κοιμηθῆναι, οἵαν δὴ κοίτην κα‐ θεύδειν τοὺς τοιούτους εἰκός—τί ἄν τις λέγοι; ἔξεστιν

3

.

24

.

40

γὰρ τεκμαίρεσθαι. ἄγε, φέρε μοι καὶ σὺ τὴν σαυτοῦ διατριβήν, ἣν ποθεῖς, ζηλωτὰ τῆς ἀληθείας καὶ Σωκρά‐ τους καὶ Διογένους. τί θέλεις ἐν Ἀθήναις ποιεῖν; ταῦ‐

3

.

24

.

41

τα αὐτά; μή τι ἕτερα; τί οὖν Στωικὸν σαυτὸν εἶναι λέγεις; εἶτα οἱ μὲν τῆς Ῥωμαίων πολιτείας καταψευδό‐
μενοι κολάζονται πικρῶς, τοὺς δ’ οὕτως μεγάλου καὶ σεμνοῦ καταψευδομένους πράγματος καὶ ὀνόματος ἀθῴ‐

3

.

24

.

42

ους ἀπαλλάττεσθαι δεῖ; ἢ τοῦτό γε οὐ δυνατόν, ἀλλ’ ὁ νόμος θεῖος καὶ ἰσχυρὸς καὶ ἀναπόδραστος οὗτός ἐστιν ὁ τὰς μεγίστας εἰσπρασσόμενος κολάσεις παρὰ 〈τῶν〉

3

.

24

.

43

τὰ μέγιστα ἁμαρτανόντων; τί γὰρ λέγει; ‘ὁ προσποιού‐ μενος τὰ μηδὲν πρὸς αὐτὸν ἔστω ἀλαζών, ἔστω κενό‐ δοξος· ὁ ἀπειθῶν τῇ θείᾳ διοικήσει ἔστω ταπεινός, ἔστω δοῦλος, λυπείσθω, φθονείτω, ἐλεείτω, τὸ κεφά‐
5λαιον πάντων, δυστυχείτω, θρηνείτω.‘

3

.

24

.

44

Τί οὖν; θέλεις με τὸν δεῖνα θεραπεύειν; ἐπὶ θύ‐ ρα[ι]ς αὐτοῦ πορεύεσθαι; Εἰ[ς] τοῦτο αἱρεῖ λόγος, ὑπὲρ τῆς πατρίδος, ὑπὲρ τῶν συγγενῶν, ὑπὲρ ἀνθρώ‐ πων, διὰ τί μὴ ἀπέλθῃς; ἀλλ’ ἐπὶ μὲν τὰ〈σ〉 τοῦ σκυ‐
5τέως οὐκ αἰσχύνῃ πορευόμενος, ὅταν δέῃ ὑποδημάτων, οὐδ’ ἐπὶ τὰς τοῦ κηπουροῦ, ὅταν θιδράκων, ἐπὶ δὲ τὰς

3

.

24

.

45

τῶν πλουσίων, ὅταν τινὸς ὁμοίου δέῃ; Ναί· τὸν σκυτέα γὰρ οὐ θαυμάζω. Μηδὲ τὸν πλούσιον. Οὐδὲ τὸν κηπουρὸν κολακεύσω. Μηδὲ τὸν πλούσιον.

3

.

24

.

46

Πῶς οὖν τύχω οὗ δέομαι; Ἐγὼ δέ σοι λέγω ὅτι ‘ὡς τευξόμενος ἀπέρχου‘; οὐχὶ δὲ μόνον, ἵνα πράξῃς τὸ

3

.

24

.

47

σαυτῷ πρέπον; Τί οὖν ἔτι πορεύομαι; Ἵν’ ἀπ‐ έλθῃς, ἵνα ἀποδεδωκὼς ᾖς τὰ τοῦ πολίτου ἔργα, τὰ

3

.

24

.

48

ἀδελφοῦ, τὰ φίλου. καὶ λοιπὸν μέμνησο, ὅτι πρὸς 〈σ〉κυτέα ἀφῖξαι, πρὸς λαχανοπώλην, οὐδενὸς μεγάλου ἢ σεμνοῦ ἔχοντα τὴν ἐξουσίαν, κἂν αὐτὸ πολλοῦ πωλῇ. ὡς ἐπὶ τὰς θίδρακας ἀπέρχῃ· ὀβολοῦ γάρ εἰσιν, ταλάν‐

3

.

24

.

49

του δ’ οὐκ εἰσίν. οὕτως κἀνταῦθα. τοῦ ἐπὶ θύρας ἐλ‐ θεῖν ἄξιον τὸ πρᾶγμα· ἔστω, ἀφίξομαι. τοῦ διαλεχθῆναι οὕτως· ἔστω, διαλεχθήσομαι. ἀλλὰ καὶ τὴν χεῖρα δεῖ καταφιλῆσαι καὶ θωπεῦσαι δι’ ἐπαίνου. ἄπαγε, ταλάν‐
5του ἐστίν· οὐ λυσιτελεῖ μοι οὐδὲ τῇ πόλει οὐδὲ τοῖς φίλοις ἀπολέσαι καὶ πολίτην ἀγαθὸν καὶ φίλον.

3

.

24

.

50

Ἀλλὰ δόξεις μὴ προτεθυμῆσθαι μὴ ἀνύσας. πάλιν ἐπελάθου, τίνος ἕνεκα ἐλήλυθας; οὐκ οἶσθ’, ὅτι ἀνὴρ καλὸς καὶ ἀγαθὸς οὐδὲν ποιεῖ τοῦ δόξαι ἕνεκα, ἀλλὰ

3

.

24

.

51

τοῦ πεπρᾶχθαι καλῶς; Τί οὖν ὄφελος αὐτῷ τοῦ πρᾶξαι καλῶς; Τί δ’ ὄφελος τῷ γράφοντι τὸ Δίωνος ὄνομα, ὡς χρὴ γράφειν; αὐτὸ τὸ γράψαι. Ἔπαθλον οὖν οὐδέν; Σὺ δὲ ζητεῖς ἔπαθλον ἀνδρὶ ἀγαθῷ μεῖ‐

3

.

24

.

52

ζον τοῦ τὰ καλὰ καὶ δίκαια πράττειν; ἐν Ὀλυμπίᾳ δ’ οὐδεὶς ἄλλο οὐδέν, ἀλλ’ ἀρκεῖν σοι δοκεῖ τὸ ἐστεφανῶ‐ σθαι Ὀλύμπια. οὕτως σοι μικρὸν καὶ οὐδενὸς ἄξιον εἶναι φαίνεται τὸ εἶναι καλὸν καὶ ἀγαθὸν καὶ εὐδαί‐

3

.

24

.

53

μονα; πρὸς ταῦτα ὑπὸ θεῶν εἰς τὴν πόλιν ταύτην εἰσ‐ ηγμένος καὶ ἤδη τῶν ἀνδρὸ〈σ〉 ἔργων ὀφείλων ἅπτεσθαι τιτθὰς ἐπιποθεῖς καὶ μάμμην καὶ κάμπτει σε καὶ ἀπο‐ θηλύνει κλαίοντα γύναια μωρά; οὕτως οὐδέποτε παύσει
5παιδίον· ὢν νήπιον; οὐκ οἶσθ’, ὅτι ὁ τὰ παιδίου ποιῶν ὅσῳ πρεσβύτερος τοσούτῳ γελοιότερος;

3

.

24

.

54

Ἐν Ἀθήναις δ’ οὐδένα ἑώρας εἰς οἶκον αὐτοῦ φοι‐ τῶν; Ὃν ἐβουλόμην. Καὶ ἐνθάδε τοῦτον θέλε ὁρᾶν καὶ ὃν βούλει ὄψει· μόνον μὴ ταπεινῶς, μὴ μετ’

3

.

24

.

55

ὀρέξεως ἢ ἐκκλίσεως καὶ ἔσται τὰ σὰ καλῶς. τοῦτο δ’ οὐκ ἐν τῷ ἐλθεῖν ἐστιν οὐδ’ ἐν τῷ ἐπὶ θύραις στῆναι,

3

.

24

.

56

ἀλλ’ ἔνδον ἐν τοῖς δόγμασιν. ὅταν τὰ ἐκτὸς καὶ ἀπρο‐ αίρετα ἠτιμακὼς ᾖς καὶ μηδὲν αὐτῶν σὸν ἡγημένος, μόνα δ’ ἐκεῖνα σά, τὸ κρῖναι καλῶς, τὸ ὑπολαβεῖν, τὸ ὁρμῆσαι, τὸ ὀρεχθῆναι, τὸ ἐκκλῖναι, ποῦ ἔτι κολα‐
5κείας τόπος, ποῦ ταπεινοφροσύνης; τί ἔτι ποθεῖς τὴν

3

.

24

.

57

ἡσυχίαν τὴν ἐκεῖ, τί τοὺς συνήθεις τόπους; ἔκδεξαι βραχὺ καὶ τούτους πάλιν ἕξεις συνήθεις. εἶτα ἂν οὕτως ἀγεννῶς ἔχῃς, πάλιν καὶ τούτων ἀπαλλαττόμενος κλαῖε καὶ στένε.

3

.

24

.

58

Πῶς οὖν γένωμαι φιλόστοργος; Ὡς γενναῖος, ὡς εὐτυχής· οὐδέποτε γὰρ αἱρεῖ ὁ λόγος ταπεινὸν εἶναι οὐδὲ κατακλᾶσθαι οὐδ’ ἐξ ἄλλου κρέμασθαι οὐδὲ μέμ‐

3

.

24

.

59

ψασθαί ποτε θεὸν ἢ ἄνθρωπον. οὕτως μοι γίνου φιλό‐ στοργος ὡς ταῦτα τηρήσων· εἰ δὲ διὰ τὴν φιλοστοργίαν ταύτην, [τ]ἥντινά ποτε καὶ καλεῖς φιλοστοργίαν, δοῦ‐ λος μέλλεις εἶναι καὶ ἄθλιος, οὐ λυσιτελεῖ φιλόστοργον

3

.

24

.

60

εἶναι. καὶ τί κωλύει φιλεῖν τινα ὡς θνητόν, ὡς ἀποδη‐ μητικόν; ἢ Σωκράτης οὐκ ἐφίλει τοὺς παῖδας τοὺς ἑαυ‐ τοῦ; ἀλλ’ ὡς ἐλεύθερος, ὡς μεμνημένος, ὅτι πρῶτον δεῖ

3

.

24

.

61

θεοῖς εἶναι φίλον. διὰ τοῦτο οὐδὲν παρέβη τῶν πρε‐ πόντων ἀνδρὶ ἀγαθῷ οὔτ’ ἀπολογούμενος οὐθ’ ὑποτι‐ μώμενος οὔτ’ ἔτι πρόσθεν βουλεύων ἢ στρατευόμενος.

3

.

24

.

62

ἡμεῖς δὲ πάσης προφάσεως πρὸς τὸ ἀ[γ]γεννεῖς εἶναι εὐποροῦμεν, οἱ μὲν διὰ παῖδα, οἱ δὲ διὰ μητέρα, ἄλλοι

3

.

24

.

63

δὲ δι’ ἀδελφούς. δι’ οὐδένα δὲ προσήκει δυστυχεῖν, ἀλλὰ εὐτυχεῖν διὰ πάντας, μάλιστα δὲ διὰ τὸν θεὸν

3

.

24

.

64

τὸν ἐπὶ τοῦτο ἡμᾶς κατασκευάσαντα. ἄγε, Διογένης δ’ οὐκ ἐφίλει οὐδένα, ὃς οὕτως ἥμερος ἦν καὶ φιλάνθρω‐ πος, ὥστε ὑπὲρ τοῦ κοινοῦ τῶν ἀνθρώπων τοσούτους πόνους καὶ ταλαιπωρίας τοῦ σώματος ἄσμενος ἀνα‐

3

.

24

.

65

δέχεσθαι; ἀλλ’ ἐφίλει πῶς; ὡς τοῦ Διὸς διάκονον ἔδει, ἅμα μὲν κηδόμενος, ἅμα δ’ ὡς τῷ θεῷ ὑποτεταγμένος.

3

.

24

.

66

διὰ τοῦτο πᾶσα γῆ πατρὶς ἦν ἐκείνῳ μόνῳ, ἐξαίρετος δ’ οὐδεμία· καὶ ἁλοὺς οὐκ ἐπόθει τὰς Ἀθήνας οὐδὲ τοὺς ἐκεῖ συνήθεις καὶ φίλους, ἀλλ’ αὐτοῖς τοῖς πειρα‐ ταῖς συνήθης ἐγίνετο καὶ ἐπανορθοῦν ἐπειρᾶτο. καὶ
5πραθεὶς ὕστερον ἐν Κορίνθῳ διῆγεν οὕτως ὡς πρόσθεν ἐν Ἀθήναις καὶ εἰς Περραιβοὺς δ’ ἂν ἀπελθὼν ὡσαύ‐

3

.

24

.

67

τως εἶχεν. οὕτως ἐλευθερία γίνεται. διὰ τοῦτο ἔλεγεν ὅτι ‘ἐξ οὗ μ’ Ἀντισθένης ἠλευθέρωσεν, οὐκέτι

3

.

24

.

68

ἐδούλευσα‘. πῶς ἠλευθέρωσεν; ἄκουε, τί λέγει· ‘ἐδί‐ δαξέν με τὰ ἐμὰ καὶ τὰ οὐκ ἐμά. κτῆσις οὐκ ἐμή· συγ‐ γενεῖς, οἰκεῖοι, φίλοι, φήμη, συνήθεις τόποι, διατριβή,

3

.

24

.

69

πάντα ταῦτα ὅτι ἀλλότρια. “σὸν οὖν τί; χρῆσις φαν‐ τασιῶν.” ταύτην ἔδειξέν μοι ὅτι ἀκώλυτον ἔχω, ἀνα‐ νάγκαστον· οὐδεὶς ἐμποδίσαι δύναται, οὐδεὶς βιάσασθαι

3

.

24

.

70

ἄλλως χρήσασθαι ἢ ὡς θέλω. τίς οὖν ἔτι ἔχει μου ἐξ‐ ουσίαν; Φίλιππος ἢ Ἀλέξανδρος ἢ Περδίκκας ἢ ὁ μέγας βασιλεύς; πόθεν αὐτοῖς; τὸν γὰρ ὑπ’ ἀνθρώπου μέλ‐ λοντα ἡττᾶσθαι πολὺ πρότερον ὑπὸ τῶν πραγμάτων

3

.

24

.

71

δεῖ ἡττᾶσθαι‘. οὗτινος οὖν οὐχ ἡδονὴ κρείττων ἐστίν,
οὐ πόνος, οὐ δόξα, οὐ πλοῦτος, δύναται δ’, ὅταν αὐτῷ δόξῃ, τὸ σωμάτιον ὅλον προσπτύσας τινὶ ἀπελθεῖν, τί‐

3

.

24

.

72

νος ἔτι οὗτος δοῦλός ἐστιν, τίνι ὑποτέτακται; εἰ δ’ ἡδέως ἐν Ἀθήναις διῆγεν καὶ ἥττητο ταύτης τῆς δια‐ τριβῆς, ἐπὶ παντὶ ἂν ἦν τὰ ἐκείνου πράγματα, ὁ ἰσχυ‐

3

.

24

.

73

ρότερος κύριος ἂν ἦν λυπῆσαι αὐτόν. πῶς ἂν δοκεῖς τοὺς πειρατὰς ἐκολάκευεν, ἵν’ αὐτὸν Ἀθηναίων τινὶ πωλήσωσιν, ἵν’ ἴδῃ ποτὲ τὸν Πειραιᾶ τὸν καλὸν καὶ τὰ

3

.

24

.

74

μακρὰ τείχη καὶ τὴν ἀκρόπολιν; τίς ὢν [ε]ἴδῃς, ἀνδρά‐

3

.

24

.

75

ποδον; δοῦλος καὶ ταπεινός· καὶ τί σοι ὄφελος; Οὔ· ἀλλ’ ἐλεύθερος. Δεῖξον, πῶς ἐλεύθερος. ἰδοὺ ἐπεί‐ ληπταί σου τίς ποτε οὗτος ὁ ἐξάγων σε ἀπὸ τῆς συν‐ ήθους σοι διατριβῆς καὶ λέγει ‘δοῦλος ἐμὸς εἶ· ἐπ’ ἐμοὶ
5γάρ ἐστι κωλῦσαί σε διάγειν ὡς θέλεις, ἐπ’ ἐμοὶ τὸ ἀνεῖναί σε, τὸ ταπεινοῦν· ὅταν θέλω, πάλιν εὐφραίνῃ

3

.

24

.

76

καὶ μετέωρος πορεύῃ εἰς Ἀθήνασ‘. τί λέγεις πρὸς τοῦ‐ τον τὸν δουλαγωγοῦντά σε; ποῖον αὐτῷ καρπιστὴν δί‐ δως; ἢ οὐδ’ ὅλως ἀντιβλέπεις, ἀλλ’ ἀφεὶς τοὺς πολ‐

3

.

24

.

77

λοὺς λόγους ἱκετεύεις, ἵνα ἀφεθῇς; ἄνθρωπε, εἰς φυ‐ λακήν σε δεῖ χαίροντα ἀπιέναι, σπεύδοντα, φθάνοντα τοὺς ἀπάγοντας. εἶτά μοι σὺ μὲν ἐν Ῥώμῃ διάγειν ὀκνεῖς, τὴν Ἑλλάδα ποθεῖς; ὅταν δ’ ἀποθνῄσκειν δέῃ,
5καὶ τότε μέλλεις ἡμῶν κατακλαίειν, ὅτι τὰς Ἀθήνας οὐ

3

.

24

.

78

μέλλεις βλέπειν καὶ ἐν Λυκείῳ οὐ περιπατήσεις; ἐπὶ τοῦτο ἀπεδήμησας; τούτου ἕνεκα ἐζήτησάς τινι συμβα‐ λεῖν, ἵν’ ὠφεληθῇς ὑπ’ αὐτοῦ; ποίαν ὠφέλειαν; συλλο‐ γισμοὺς ἵν’ ἀναλύσῃς ἑκτικώτερον ἢ ἐφοδεύσης ὑποθε‐
5τικούς; καὶ διὰ ταύτην τὴν αἰτίαν ἀδελφὸν ἀπέλιπες, πατρίδα, φίλους, οἰκείους, ἵνα ταῦτα μαθὼν ἐπανέλθῃς;

3

.

24

.

79

ὥστ’ οὐχ ὑπὲρ εὐσταθείας ἀπεδήμεις, οὐχ ὑπὲρ ἀταρα‐ ξίας, οὐχ ἵν’ ἀβλαβὴς γενόμενος μηκέτι μηδένα μέμφῃ, μηδενὶ ἐγκαλῇς, μηδείς σε ἀδικῇ καὶ οὕτως τὰς σχέσεις

3

.

24

.

80

ἀποσῴζῃς ἀπαραποδίστως; καλὴν ἐστείλω ταύτην τὴν ἐμπορίαν, συλλογισμοὺς καὶ μεταπίπτοντας καὶ ὑποθε‐ τικούς· κἄν σοι φανῇ, ἐν τῇ ἀγορᾷ καθίσας πρόγραψον

3

.

24

.

81

ὡς οἱ φαρμακοπῶλαι. οὐκ ἀρνήσῃ καὶ ὅσα ἔμαθες εἰδέ‐ ναι, ἵνα μὴ διαβάλῃς τὰ θεωρήματα ὡς ἄχρηστα; τί σοι κακὸν ἐποίησεν φιλοσοφία; τί σε ἠδίκησε Χρύσιππος, ἵν’ αὐτοῦ τοὺς πόνους ἔργῳ αὐτὸς ἀχρήστους ἐξελέγ‐
5χῃς; οὐκ ἤρκει σοι τὰ ἐκεῖ κακά, ὅσα εἶχες αἴτια τοῦ λυπεῖσθαι καὶ πενθεῖν, εἰ καὶ μὴ ἀπεδήμησας, ἀλλὰ

3

.

24

.

82

πλείω προσέλαβες; κἂν ἄλλους πάλιν ἔχῃς συνήθεις καὶ φίλους, ἕξεις πλείονα τοῦ οἰμώζειν αἴτια, κἂν πρὸς ἄλλην χώραν προσπαθῇς. τί οὖν ζῇς; ἵνα λύπας ἄλλας

3

.

24

.

83

ἐπ’ ἄλλαις περιβάλῃ, δι’ ἃς ἀτυχεῖς; εἶτά μοι καλεῖς τοῦτο φιλοστοργίαν; ποίαν, ἄνθρωπε, φιλοστοργίαν; εἰ ἀγαθόν ἐστιν, οὐδενὸς κακοῦ αἴτιον γίνεται· εἰ κακόν ἐστιν, οὐδέν μοι καὶ αὐτῇ ἐγὼ πρὸς τὰ ἀγαθὰ τὰ ἐμαυ‐
5τοῦ πέφυκα, πρὸς κακὰ οὐ πέφυκα.

3

.

24

.

84

Τίς οὖν ἡ πρὸς τοῦτο ἄσκησις; πρῶτον μὲν ἡ ἀνω‐ τάτω καὶ κυριωτάτη καὶ εὐθὺς ὥσπερ ἐν πύλαις, ὅταν τινὶ προσπάσχῃς, οὐδενὶ τῶν ἀναφαιρέτων, ἀλλά τινι τοιούτῳ γένει, οἷόν ἐστι χύτρα, οἷον ὑάλινον ποτήριον,

3

.

24

.

85

ἵν’ ὅταν καταγῇ, μεμνημένος [μὴν] μὴ ταραχθῇς. οὕ‐ τως καὶ ἐνθάδ’, ἐὰν παιδίον σαυτοῦ καταφιλῇς, ἐὰν ἀδελφόν, ἐὰν φίλον, μηδέποτε ἐπιδῷς τὴν φαντασίαν εἰς ἅπαν μηδὲ τὴν διάχυσιν ἐάσῃς προελθεῖν ἐφ’ ὅσον
5αὐτὴ θέλει, ἀλλ’ ἀντίσπασον, κώλυσον, οἷον οἱ τοῖς θριαμβεύουσιν ἐφεστῶτες ὄπισθεν καὶ ὑπομιμνῄσκοντες,

3

.

24

.

86

ὅτι ἄνθρωποί εἰσιν. τοιοῦτόν τι καὶ σὺ ὑπομίμνῃσκε
σεαυτόν, ὅτι θνητὸν φιλεῖς, οὐδὲν τῶν σεαυτοῦ φιλεῖς· ἐπὶ τοῦ παρόντος σοι δέδοται, οὐκ ἀναφαίρετον οὐδ’ εἰς ἅπαν, ἀλλ’ ὡς σῦκον, ὡς σταφυλή, τῇ τεταγμένῃ
5ὥρᾳ τοῦ ἔτους· ἂν δὲ χειμῶνος ἐπιποθῇς, μωρὸς εἶ.

3

.

24

.

87

οὕτως κἂν τὸν υἱὸν ἢ τὸν φίλον τότε ποθῇς, ὅτε οὐ δέδοταί σοι, ἴσθι, ὅτι χειμῶνος σῦκον ἐπιποθεῖς. οἷον γάρ ἐστι χειμὼν πρὸς σῦκον, τοιοῦτόν ἐστι πᾶσα ἡ ἀπὸ τῶν ὅλων περίστασις πρὸς τὰ κατ’ αὐτὴν ἀναιρούμενα.

3

.

24

.

88

καὶ λοιπὸν ἐν αὐτοῖς οἷς χαίρεις τινί, τὰς ἐναντίας φαντασίας σαυτῷ πρό[σ]βαλε. τί κακόν ἐστι μεταξὺ καταφιλοῦντα τὸ παιδίον ἐπιψελλίζοντα λέγειν ‘αὔριον ἀποθανῇ‘, τῷ φίλῳ ὡσαύτως ‘αὔριον ἀποδημήσεις ἢ σὺ

3

.

24

.

89

ἢ ἐγὼ καὶ οὐκέτι ὀψόμεθα ἀλλήλουσ‘; Ἀλλὰ δύσ‐ φημά ἐστι ταῦτα. Καὶ γὰρ τῶν ἐπαοιδῶν ἔνιαι, ἀλλ’ ὅτι ὠφελοῦσιν, οὐκ ἐπιστρέφομαι, μόνον ὠφελείτω. σὺ δὲ δύσφημα καλεῖς ἄλλα ἢ τὰ κακοῦ τινος σημαντικά;

3

.

24

.

90

δύσφημόν ἐστι δειλία, δύσφημον ἀγέννεια, πένθος, λύπη, ἀναισχυντία· ταῦτα τὰ ὀνόματα δύσφημά ἐστιν. καίτοι γε οὐδὲ ταῦτα ὀκνεῖν δεῖ φθέγγεσθαι ὑπὲρ φυ‐

3

.

24

.

91

λακῆς τῶν πραγμάτων. δύσφημον δέ μοι λέγεις ὄνομα φυσικοῦ τινὸς πράγματος σημαντικόν; λέγε δύσφημον εἶναι καὶ τὸ θερισθῆναι τοὺς στάχυας· ἀπώλειαν γὰρ σημαίνει τῶν σταχύων· ἀλλ’ οὐχὶ τοῦ κόσμου. λέγε
5δύσφημον καὶ τὸ φυλλορ〈ρ〉οεῖν καὶ τὸ ἰσχάδα γίνεσθαι

3

.

24

.

92

ἀντὶ σύκου καὶ ἀσταφίδας ἐκ σταφυλῆς. πάντα γὰρ ταῦτα τῶν προτέρων εἰσὶν εἰς ἕτερα μεταβολαί· οὐκ ἀπώλεια, ἀλλὰ τεταγμένη τις οἰκονομία καὶ διοίκησις.

3

.

24

.

93

τοῦτ’ ἔστιν ἀποδημία, [καὶ] μεταβολὴ μικρά· τοῦτο θά‐ νατος, μεταβολὴ μείζων ἐκ τοῦ νῦν ὄντος 〈οὐκ〉 εἰς τὸ

3

.

24

.

94

μὴ ὄν, ἀλλ’ εἰς τὸ νῦν μὴ ὄν. Οὐκέτι οὖν ἔσομαι; Οὐκ ἔσει· ἀλλ’ ἄλλο τι, οὗ νῦν ὁ κόσμος χρείαν ἔχει. καὶ γὰρ σὺ ἐγένου οὐχ ὅτε σὺ ἠθέλησας, ἀλλ’ ὅτε ὁ κόσμος χρείαν ἔσχεν.

3

.

24

.

95

Διὰ τοῦτο ὁ καλὸς καὶ ἀγαθὸς μεμνημένος, τίς τ’ ἐστὶ καὶ πόθεν ἐλήλυθεν καὶ ὑπὸ τίνος γέγονεν, πρὸς
μόνῳ τούτῳ ἐστίν, πῶς τὴν αὑτοῦ χώραν ἐκπληρώσῃ

3

.

24

.

96

εὐτάκτως καὶ εὐπειθῶς τῷ θεῷ. ‘ἔτι μ’ εἶναι θέλεις; ὡς ἐλεύθερος, ὡς γενναῖος, ὡς σὺ ἠθέλησας· σὺ γάρ

3

.

24

.

97

με ἀκώλυτον ἐποίησας ἐν τοῖς ἐμοῖς. ἀλλ’ οὐκέτι μου χρείαν ἔχεις; καλῶς σοι γένοιτο· καὶ μέχρι νῦν διὰ σὲ ἔμενον, δι’ ἄλλον οὐδένα, καὶ νῦν σοι πειθόμενος

3

.

24

.

98

ἀπέρχομαι.‘ ‘πῶς ἀπέρχῃ;‘ ‘πάλιν ὡς σὺ ἠθέλησας, ὡς ἐλεύθερος, ὡς ὑπηρέτης σός, ὡς ᾐσθημένος σου τῶν

3

.

24

.

99

προσταγμάτων καὶ ἀπαγορευμάτων. μέχρι δ’ ἂν οὗ διατρίβω ἐν τοῖς σοῖς, τίνα με θέλεις εἶναι; ἄρχοντα ἢ ἰδιώτην, βουλευτὴν ἢ δημότην, στρατιώτην ἢ στρα‐ τηγόν, † παιδευτὴν ἢ οἰκοδεσπότην; ἣν ἂν χώραν καὶ
5τάξιν ἐγχειρίσῃς, ὡς λέγει ὁ Σωκράτης, μυριάκις ἀποθανοῦμαι πρότερον ἢ ταύτην ἐγκατα‐

3

.

24

.

100

λείψω. ποῦ δέ μ’ εἶναι θέλεις; ἐν Ῥώμῃ ἢ ἐν Ἀθή‐ ναις ἢ ἐν Θήβαις ἢ ἐν Γυάροις; μόνον ἐκεῖ μου μέ‐

3

.

24

.

101

μνησο. ἄν μ’ ἐκεῖ πέμπῃς, ὅπου κατὰ φύσιν διεξαγωγὴ οὐκ ἔστιν ἀνθρώπων, οὐ σοὶ ἀπειθῶν ἔξειμι, ἀλλ’ ὡς σοῦ μοι σημαίνοντος τὸ ἀνακλητικόν· οὐκ ἀπολείπω σε· μὴ γένοιτο· ἀλλ’ αἰσθάνομαι, ὅτι μου χρείαν οὐκ ἔχεις.

3

.

24

.

102

ἂν δὲ διδῶται κατὰ φύσιν διεξαγωγή, οὐ ζητήσω ἄλ‐ λον 〈τόπον〉 ἢ ἐν ᾧ εἰμὶ ἢ ἄλλους ἀνθρώπους ἢ μεθ’ ὧν εἰμί.‘

3

.

24

.

103

Ταῦτα νυκτός, ταῦτα ἡμέρας πρόχειρα ἔστω· ταῦτα
γράφειν, ταῦτα ἀναγιγνώσκειν· περὶ τούτων τοὺς λό‐ γους ποιεῖσθαι, αὐτὸν πρὸς αὑτόν, πρὸς ἕτερον ‘μή τι ἔχεις μοι πρὸς τοῦτο βοηθῆσαι;‘ καὶ πάλιν ἄλλῳ

3

.

24

.

104

〈προσ〉ελθεῖν καὶ ἄλλῳ. εἶτα ἄν τι γένηται τῶν λεγο‐ μένων ἀβουλήτων, εὐθὺς ἐκεῖνο πρῶτον ἐπικουφίσει

3

.

24

.

105

σε, ὅτι οὐκ ἀπροσδόκητον. μέγα γὰρ ἐπὶ πάντων τὸ ‘ᾔδειν θνητὸν γεγεν〈ν〉ηκώσ‘. οὕτως γὰρ ἐρεῖς καὶ ὅτι ‘ᾔδειν θνητὸς ὤν‘, ‘ᾔδειν ἀποδημητικὸς ὤν‘, ‘ᾔδειν

3

.

24

.

106

ἔκβλητος ὤν‘, ‘ᾔδειν εἰς φυλακὴν ἀπότακτος ὤν‘. εἶτ’ ἂν ἐπιστρέφῃς κατὰ σαυτὸν καὶ ζητήσῃς τὴν χώραν, ἐξ ἧς ἐστι τὸ συμβεβηκός, εὐθὺς ἀναμνησθήσῃ, ὅτι ‘ἐκ τῆς τῶν ἀπροαιρέτων, τῶν οὐκ ἐμῶν· τί οὖν πρὸς [σ]ἐμέ;‘

3

.

24

.

107

εἶτα τὸ κυριώτατον ‘τίς δ’ αὐτὸ καὶ ἐπιπέπομφε〈ν〉;‘ ὁ ἡγεμὼν ἢ ὁ στρατηγός, ἡ πόλις, ὁ τῆς πόλεως νόμος. ‘δὸς οὖν αὐτό· δεῖ γάρ με ἀ[ι]εὶ τῷ νόμῳ πείθεσθαι ἐν

3

.

24

.

108

παντί.‘ εἶθ’ ὅταν σε ἡ φαντασία δάκνῃ (τοῦτο γὰρ οὐκ ἐπὶ σοί), ἀναμάχου τῷ λόγῳ, καταγωνίζου αὐτήν, μὴ ἐάσῃς ἐνισχύειν μηδὲ προάγειν ἐπὶ τὰ ἑξῆς ἀναπλάσ‐

3

.

24

.

109

σουσαν ὅσα θέλει καὶ ὡς θέλει. ἂν ἐν Γυάροις ᾖς, μὴ
ἀνάπλασσε τὴν ἐν Ῥώμῃ διατριβὴν καὶ ὅσαι διαχύσεις ἦσαν ἐκεῖ διάγοντι, ὅσαι γένοιντ’ ἂν ἐπανελθόντι· ἀλλ’ ἐκεῖ τέτασο, ὅπως δεῖ τὸν ἐν Γυάροις διάγοντα, ἐν
5Γυάροις ἐρρωμένως διάγειν. κἂν ἐν Ῥώμῃ ᾖς, μὴ ἀνά‐ πλασσε τὴν ἐν Ἀθήναις διατριβήν, ἀλλὰ περὶ μόνης τῆς ἐκεῖ μελέτα.

3

.

24

.

110

Εἶτ’ ἀντὶ τῶν ἄλλων ἁπασῶν διαχύσεων ἐκείνην ἀντείσαγε, τὴν ἀπὸ τοῦ παρακολουθεῖν, ὅτι πείθῃ τῷ θεῷ, ὅτι οὐ λόγῳ, ἀλλ’ ἔργῳ τὰ τοῦ καλοῦ καὶ ἀγαθοῦ

3

.

24

.

111

ἐκτελεῖς. οἷον γάρ ἐστιν αὐτὸν αὑτῷ δύνασθαι εἰπεῖν ‘νῦν ἃ οἱ ἄλλοι ἐν ταῖς σχολαῖς σεμνολογοῦσιν καὶ παραδοξολογεῖν δοκοῦσι, ταῦτα ἐγὼ ἐπιτελῶ· κἀκεῖνοι καθήμενοι τὰς ἐμὰς ἀρετὰς ἐξηγοῦνται καὶ περὶ ἐμοῦ

3

.

24

.

112

ζητοῦσιν καὶ ἐμὲ ὑμνοῦσιν· καὶ τούτου με ὁ Ζεὺς αὐ‐ τὸν παρ’ ἐμαυτοῦ λαβεῖν ἀπόδειξιν ἠθέλησεν καὶ αὐτὸς δὲ γνῶναι, εἰ ἔχει στρατιώτην οἷον δεῖ, πολίτην οἷον δεῖ, καὶ τοῖς ἄλλοις ἀνθρώποις προάγειν με μάρτυρα
5τῶν ἀπροαιρέτων. ἴδετε, ὅτι εἰκῇ φοβεῖσθε, μάτην ἐπι‐ θυμεῖτε ὧν ἐπιθυμεῖτε. τὰ ἀγαθὰ ἔξω μὴ ζητεῖτε, ἐν

3

.

24

.

113

ἑαυτοῖς ζητεῖτε· εἰ δὲ μή, οὐχ εὑρήσετε. ἐπὶ τούτοις με νῦν μὲν ἐνταῦθα ἄγει, νῦν δ’ ἐκεῖ πέμπει, πένητα δεί‐ κνυσι τοῖς ἀνθρώποις, δίχα ἀρχῆς, νοσοῦντα· εἰς Γύαρα ἀποστέλλει, εἰς δεσμωτήριον εἰσάγει. οὐ μισῶν· μὴ γέ‐
5νοιτο· τίς δὲ μισεῖ τὸν ἄριστον τῶν ὑπηρετῶν τῶν ἑαυ‐
τοῦ; οὐδ’ ἀμελῶν, ὅς γε οὐδὲ τῶν μικροτάτων τινὸς ἀμελεῖ, ἀλλὰ γυμνάζων καὶ μάρτυρι πρὸς τοὺς ἄλλους

3

.

24

.

114

χρώμενος. εἰς τοιαύτην ὑπηρεσίαν κατατεταγμένος ἔτι φροντίζω, ποῦ εἰμι ἢ μετὰ τίνων ἢ τί περὶ ἐμοῦ λέγου‐ σιν; οὐχὶ δ’ ὅλος πρὸς τὸν θεὸν τέταμαι καὶ τὰς ἐκεί‐ νου ἐντολὰς καὶ τὰ προστάγματα;‘

3

.

24

.

115

Ταῦτα ἔχων ἀεὶ ἐν χερσὶ καὶ τρίβων αὐτὸς παρὰ σαυτῷ καὶ πρόχειρα ποιῶν οὐδέποτε δεήσῃ τοῦ παρα‐

3

.

24

.

116

μυθουμένου, τοῦ ἐπιρρωννύντος. καὶ γὰρ αἰσχρὸν οὐ τὸ φαγεῖν μὴ ἔχειν, ἀλλὰ τὸ λόγον μὴ ἔχειν ἀρκοῦντα

3

.

24

.

117

πρὸς ἀφοβίαν, πρὸς ἀλυπίαν. ἂν δ’ ἅπαξ περιποιήσῃ τὸ ἄλυπον καὶ ἄφοβον, ἔτι σοι τύραννος ἔσται τις ἢ δορυφόρος ἢ Καισαριανοὶ ἢ ὀρδινατίων δήξεταί σε ἢ οἱ ἐπιθύοντες ἐν τῷ Καπιτωλίῳ ἐπὶ τοῖς ὀπτικίοις τὸν

3

.

24

.

118

τηλικαύτην ἀρχὴν παρὰ τοῦ Διὸς εἰληφότα; μόνον μὴ πόμπευε αὐτὴν μηδ’ ἀλαζονεύου ἐπ’ αὐτῇ, ἀλλ’ ἔργῳ δείκνυε· κἂν μηδεὶς αἰσθάνηται, ἀρκοῦ αὐτὸς ὑγιαίνων καὶ εὐδαιμονῶν.

3

.

25

t

κεʹ. Πρὸς τοὺς ἀποπίπτοντας ὧν προέθεντο.

3

.

25

.

1

Σκέψαι, ὧν προέθου ἀρχόμενος, τίνων μὲν ἐκράτη‐ σας, τίνων δ’ οὔ, καὶ πῶς ἐφ’ οἷς μὲν εὐφραίνῃ ἀνα‐
μιμνῃσκόμενος, ἐφ’ οἷς δ’ ἄχθῃ, καὶ εἰ δυνατόν, ἀνά‐

3

.

25

.

2

λαβε κἀκεῖνα ὧν ἀπώλισθες. οὐ γὰρ ἀποκνητέον τὸν ἀγῶνα τὸν μέγιστον ἀγωνιζομένοις, ἀλλὰ καὶ πληγὰς

3

.

25

.

3

ληπτέον· οὐ γὰρ ὑπὲρ πάλης καὶ παγκρατίου ὁ ἀγὼν πρόκειται, οὗ καὶ τυχόντι καὶ μὴ τυχόντι ἔξεστιν μὲν πλείστου ἀξίῳ, ἔξεστι δὲ ὀλίγου εἶναι καὶ νὴ Δία ἔξ‐ εστιν μὲν εὐτυχεστάτῳ, ἔξεστι δὲ κακοδαιμονεστάτῳ

3

.

25

.

4

εἶναι, ἀλλ’ ὑπὲρ αὐτῆς εὐτυχίας καὶ εὐδαιμονίας. τί οὖν; οὐδ’ ἂν ἀπαυδήσωμεν ἐνταῦθα, κωλύει τις πάλιν ἀγωνίζεσθαι οὐδὲ δεῖ περιμεῖναι τετραετίαν ἄλλην, ἵν’ ἔλθῃ ἄλλα Ὀλύμπια, ἀλλ’ εὐθὺς ἀναλαβόντι καὶ ἀνα‐
5κτησαμένῳ ἑαυτὸν καὶ τὴν αὐτὴν εἰσφέροντι προθυ‐ μίαν ἔξεστιν ἀγωνίζεσθαι· κἂν πάλιν ἀπείπῃς, πάλιν ἔξ‐ εστιν, κἂν ἅπαξ νικήσῃς, ὅμοιος εἶ τῷ μηδέποτε ἀπει‐

3

.

25

.

5

πόντι. μόνον μὴ ὑπὸ ἔθους τοῦ αὐτοῦ ἡδέως αὐτὸ ἄρξῃ ποιεῖν· καὶ λοιπὸν ὡς κακὸς ἀθλητὴς περιέρχῃ νικώ‐ μενος τὴν περίοδον ὅμοιος τοῖς ἀποφυγοῦσιν ὄρτυξιν.

3

.

25

.

6

‘ἡττᾷ με φαντασία παιδισκαρίου καλοῦ. τί γάρ; πρῴην οὐχ ἡττήθην;‘ ‘προθυμία μοι γίνεται ψέξαι τινά. πρῴην

3

.

25

.

7

γὰρ οὐκ ἔψεξα;‘ οὕτως ἡμῖν λαλεῖς ὡς ἀζήμιος ἐξελη‐ λυθώς, οἱονεί τις τῷ ἰατρῷ κωλύοντι λούσασθαι λέγοι ‘πρῴην γὰρ οὐκ ἐλουσάμην;‘ ἂν οὖν 〈ὁ〉 ἰατρὸς αὐτῷ
ἔχῃ λέγειν ‘ἄγε, λουσάμενος οὖν τί ἔπαθες; οὐκ ἐπύ‐

3

.

25

.

8

ρεξας; οὐκ ἐκεφαλάλγησας;‘ καὶ σὺ ψέξας πρῴην τινὰ οὐ κακοήθους ἔργον ἔπραξας; οὐ φλυάρου; οὐκ ἔθρε‐ ψάς σου τὴν ἕξιν ταύτην παραβάλλων αὐτῇ τὰ οἰκεῖα ἔργα; ἡττηθεὶς δὲ τοῦ παιδισκαρίου ἀπῆλθες ἀζήμιος;

3

.

25

.

9

τί οὖν τὰ πρῴην λέγεις; ἔδει δ’ οἶμαι μεμνημένον, ὡς οἱ δοῦλοι τῶν πληγῶν, ἀπέχεσθαι τῶν αὐτῶν ἁμαρτη‐

3

.

25

.

10

μάτων. ἀλλ’ οὐχ ὅμοιον· ἐνταῦθα μὲν γὰρ ὁ πόνος τὴν μνήμην ποιεῖ, ἐπὶ δὲ τῶν ἁμαρτημάτων ποῖος πό‐ νος, ποία ζημία; πότε γὰρ εἰθίσθης φεύγειν τὸ κακῶς ἐνεργῆσαι;

3

.

26

t

κϛʹ. Πρὸς τοὺς τὴν ἀπορίαν δεδοικότας.

3

.

26

.

1

Οὐκ αἰσχύνῃ δειλότερος ὢν καὶ ἀγεννέστερος τῶν δραπετῶν; πῶς ἐκεῖνοι φεύγοντες ἀπολείπουσι τοὺς δεσπότας, ποίοις ἀγροῖς πεποιθότες, ποίοις οἰκέταις; οὐχὶ δ’ ὀλίγον ὅσον πρὸς τὰς πρώτας ἡμέρας ὑφελό‐
5μενοι εἶθ’ ὕστερον διὰ γῆς ἢ καὶ θαλάττης φέρονται ἄλλην ἐξ ἄλλης ἀφορμὴν πρὸς τὸ διατρέφεσθαι φιλο‐

3

.

26

.

2

τεχνοῦντες; καὶ τίς πώποτε δραπέτης λιμῷ ἀπέθανεν; σὺ δὲ τρέμεις, μή σοι λείπῃ τὰ ἀναγκαῖα, καὶ τὰς νύ‐

3

.

26

.

3

κτας ἀγρυπνεῖς. ταλαίπωρε, οὕτως τυφλὸς εἶ καὶ τὴν ὁδὸν οὐχ ὁρᾷς, ὅποι φέρει ἡ τῶν ἀναγκαίων ἔνδεια; ποῦ γὰρ φέρει; ὅπου καὶ ὁ πυρετός, ὅπου καὶ λίθος ἐπιπεσών, εἰς θάνατον. τοῦτο[ν] οὖν οὐ πολλάκις σὺ
5αὐτὸς εἶπες πρὸς τοὺς ἑταίρους, πολλὰ δ’ ἀνέγνως τοι‐ αῦτα, πολλὰ δ’ ἔγραφες; ποσάκις δ’ ἠλαζονεύσω, ὅτι

3

.

26

.

4

πρός γε τὸ ἀποθανεῖν μετρίως ἔχεις; Ναί· ἀλλὰ καὶ οἱ ἐμοὶ πεινήσουσιν. Τί οὖν; μή τι καὶ ὁ ἐκείνων λιμὸς ἀλλαχοῦ που φέρει; οὐχὶ καὶ ἡ αὐτή που κάθο‐

3

.

26

.

5

δος; τὰ κάτω τὰ αὐτά; οὐ θέλεις οὖν ἐκεῖ βλέπειν θαρ‐ ρῶν πρὸς πᾶσαν ἀπορίαν καὶ ἔνδειαν, ὅπου καὶ τοὺς πλουσιωτάτους καὶ τὰς ἀρχὰς τὰς μεγίστας ἄρξαντας καὶ αὐτοὺς τοὺς βασιλεῖς καὶ τυράννους δεῖ κατελθεῖν,
5καὶ σὲ πεινῶντα, ἂν οὕτως τύχῃ, ἐκείνους δὲ διαρρα‐

3

.

26

.

6

γέντας ὑπὸ ἀπεψιῶν καὶ μέθης; τίνα πώποτ’ ἐπαίτην ῥᾳδίως εἶδες μὴ γέροντα; τίνα δ’ οὐκ ἐσχατόγηρων; ἀλλὰ ῥιγῶντες τὰς νύκτας καὶ τὰς ἡμέρας καὶ χαμαὶ ἐρριμμένοι καὶ ὅσον αὐτὸ τὸ ἀναγκαῖον σιτούμενοι

3

.

26

.

7

ἐγγὺς ἥκουσιν τῷ μηδ’ ἀποθανεῖν δύνασθαι, σὺ δ’ ὁλόκληρος ἄνθρωπος χεῖρας ἔχων καὶ πόδας περὶ λι‐ μοῦ δέδοικας οὕτως; οὐκ ἀντλεῖν δύνασθαι, οὐ γράφειν, οὐ παιδαγωγεῖν, οὐ θύραν ἀλλοτρίαν φυλάττειν;
5Ἀλλ’ αἰσχρὸν εἰς ταύτην ἐλθεῖν τὴν ἀνάγκην. Μάθε οὖν πρῶτον, τίνα τὰ αἰσχρά ἐστιν, καὶ οὕτως ἡμῖν λέγε σαυτὸν φιλόσοφον. τὸ νῦν δὲ μηδ’ ἂν ἄλλος τις εἴπῃ σε, ἀνέχου.

3

.

26

.

8

Αἰσχρόν ἐστί σοι τὸ μὴ σὸν ἔργον, οὗ σὺ αἴτιος οὐκ εἶ, ὃ ἄλλως ἀπήντησέν σοι, ὡς κεφαλαλγία, ὡς πυρετός; εἴ σου οἱ γονεῖς πένητες ἦσαν 〈ἢ πλούσιοι μὲν ἦσαν〉, ἄλλους δὲ κληρονόμους ἀπέλιπον καὶ ζῶντες οὐκ ἐπαρ‐

3

.

26

.

9

κοῦσιν οὐδέν, σοὶ ταῦτα αἰσχρά ἐστιν; ταῦτα ἐμάνθανες παρὰ τοῖς φιλοσόφοις; οὐδέποτε ἤκουσας, ὅτι τὸ αἰσχρὸν ψεκτόν ἐστιν, τὸ δὲ ψεκτὸν ἄξιόν ἐστι τοῦ ψέγεσθαι; †

3

.

26

.

10

τίνα ἐπὶ τῷ μὴ αὑτοῦ ἔργῳ, ὃ αὐτὸς οὐκ ἐποίησεν; σὺ οὖν ἐποίησας τοῦτο, τὸν πατέρα τοιοῦτον; ἢ ἔξεστίν σοι ἐπανορθῶσαι αὐτόν; δίδοταί σοι τοῦτο; τί οὖν; δεῖ σε θέλειν τὰ μὴ διδόμενα ἢ μὴ τυγχάνοντα αὐτῶν

3

.

26

.

11

αἰσχύνεσθαι; οὕτως δὲ καὶ εἰθίζου φιλοσοφῶν ἀφορᾶν

3

.

26

.

12

εἰς ἄλλους καὶ μηδὲν αὐτὸς ἐλπίζειν ἐκ σεαυτοῦ; τοιγαρ‐
οῦν οἴμωζε καὶ στένε καὶ ἔσθιε δεδοικώς, μὴ οὐ σχῇς τροφὰς αὔριον· περὶ τῶν δουλαρίων τρέμε, μὴ κλέψῃ

3

.

26

.

13

τι, μὴ φύγῃ, μὴ ἀποθάνῃ. οὕτως σὺ ζῆθι καὶ μὴ παύσῃ μηδέποτε, ὅστις ὀνόματι μόνον πρὸς φιλοσοφίαν προσ‐ ῆλθες καὶ τὰ θεωρήματα αὐτῆς ὅσον ἐπὶ σοὶ κατῄσχυ‐ νας ἄχρηστα ἐπιδείξας καὶ ἀνωφελῆ τοῖς ἀναλαμβάνου‐
5σιν· οὐδέποτε δ’ εὐσταθείας ὠρέχθης, ἀταραξίας, ἀπα‐ θείας· οὐδένα τούτου ἕνεκα ἐθεράπευσας, συλλογισμῶν δ’ ἕνεκα πολλούς· οὐδέποτε τούτων τινὰ τῶν φαντα‐ σιῶν διεβασάνισας αὐτὸς ἐπὶ σεαυτοῦ ‘δύναμαι φέρειν

3

.

26

.

14

ἢ οὐ δύναμαι; τί μοι τὸ λοιπόν ἐστιν;‘, ἀλλ’ ὡς πάν‐ των ἐχόντων σοι καλῶς καὶ ἀσφαλῶς περὶ τὸν τελευ‐ ταῖον κατεγίνου τόπον, τὸν τῆς ἀμεταπτωσίας, ἵν’ ἀμε‐ τάπτωτα σχῇς τίνα; τὴν δειλίαν, τὴν ἀγέννειαν, τὸν
5θαυμασμὸν τῶν πλουσίων, τὴν ἀτελῆ ὄρεξιν, τὴν † ἀπο‐ τευκτικὴν ἔκκλισιν· περὶ τῆς τούτων ἀσφαλείας ἐφρόν‐ τιζες.

3

.

26

.

15

Οὐκ ἔδει προσκτήσασθαι πρῶτον ἐκ τοῦ λόγου, εἶτα τούτῳ περιποιεῖν τὴν ἀσφάλειαν; καὶ τίνα πώποτ’ εἶδες τριγχὸν περιοικοδομοῦντα μηδενὶ † τειχίον περιβαλλό‐
μενον αὐτὸ αὐτοῦ; ποῖος δὲ θυρωρὸς καθίσταται ἐπὶ

3

.

26

.

16

οὐδεμιᾷ θύρᾳ; ἀλλὰ σὺ μελετᾷς ἀποδεικνύειν δύνασθαι· τίνα; μελετᾷς μὴ ἀποσαλεύεσθαι διὰ σοφισμάτων· ἀπὸ

3

.

26

.

17

τίνων; δεῖξόν μοι πρῶτον, τί τηρεῖς, τί μετρεῖς ἢ τί ἱστάνεις· εἶθ’ οὕτως ἐπιδείκνυε τὸν ζυγὸν ἢ τὸν μέ‐

3

.

26

.

18

διμνον. ἢ μέχρι τίνος μετρήσεις τὴν σποδόν; οὐ ταῦτά σε ἀποδεικνύειν δεῖ, ἃ ποιεῖ τοὺς ἀνθρώπους εὐδαίμο‐ νας, ἃ ποιεῖ προχωρεῖν αὐτοῖς τὰ πράγματα ὡς θέλου‐ σιν, δι’ ἃ οὐ δεῖ μέμφεσθαι οὐδενί, ἐγκαλεῖν οὐδενί,
5πείθεσθαι τῇ διοικήσει τῶν ὅλων; ταῦτά μοι δείκνυε.

3

.

26

.

19

‘ἰδοὺ δεικνύω,‘ φησίν, ‘ἀναλύσω σοι συλλογισμούς.‘ τοῦτο τὸ μετροῦν ἐστιν, ἀνδράποδον· τὸ μετρούμενον

3

.

26

.

20

δ’ οὐκ ἔστιν. διὰ ταῦτα νῦν τίνεις δίκας ὧν ἠμέλησας [φιλοσοφίας]· τρέμεις, ἀγρυπνεῖς, μετὰ πάντων βουλεύῃ· κἂν μὴ πᾶσιν ἀρέσκειν μέλλῃ τὰ βουλεύματα, κακῶς οἴει βεβουλεῦσθαι.

3

.

26

.

21

Εἶτα φοβῇ λιμόν, ὡς δοκεῖς. σὺ δ’ οὐ λιμὸν φοβῇ, ἀλλὰ δέδοικας μὴ οὐ σχῇς μάγειρον, μὴ οὐ σχῇς ἄλλον ὀψωνητήν, ἄλλον τὸν ὑποδήσοντα, ἄλλον τὸν ἐνδύ‐ σοντα, ἄλλους τοὺς τρίψοντας, ἄλλους τοὺς ἀκολουθή‐

3

.

26

.

22

σοντας, ἵν’ ἐν τῷ βαλανείῳ ἐκδυσάμενος καὶ ἐκτείνας σεαυτὸν ὡς οἱ ἐσταυρωμένοι τρίβῃ ἔνθεν καὶ ἔνθεν, εἶθ’ ὁ ἀλείπτης ἐπιστὰς λέγῃ ‘μετάβηθι, δὸς πλευρόν, κεφαλὴν αὐτοῦ λάβε, παράθες τὸν ὦμον‘, εἶτ’ ἐλθὼν
5ἐκ τοῦ βαλανείου εἰς οἶκον κραυγάσῃς ‘οὐδεὶς φέρει

3

.

26

.

23

φαγεῖν;‘, εἶτ’ ‘ἆρον τὰς τραπέζασ‘, ‘σπόγγισον‘. τοῦτο φοβῇ, μὴ οὐ δύνῃ ζῆν ἀρρώστου βίον, ἐπ〈ε〉ί τοι τὸν τῶν ὑγιαινόντων μάθε, πῶς οἱ δοῦλοι ζῶσιν, πῶς οἱ ἐργάται, πῶς οἱ γνησίως φιλοσοφοῦντες, πῶς Σωκρά‐
5της ἔζησεν, ἐκεῖνος μὲν καὶ μετὰ γυναικὸς καὶ παίδων, πῶς Διογένης, πῶς Κλεάνθης ἅμα σχολάζων καὶ ἀν‐

3

.

26

.

24

τλῶν. ταῦτα ἂν θέλῃς ἔχειν, ἕξεις πανταχοῦ καὶ ζήσεις θαρρῶν. τίνι; ᾧ μόνῳ θαρρεῖν ἐνδέχεται, τῷ πιστῷ, τῷ ἀκωλύτῳ, τῷ ἀναφαιρέτῳ, τοῦτ’ ἔστι τῇ προαιρέσει τῇ

3

.

26

.

25

σεαυτοῦ. διὰ τί δ’ οὕτως ἄχρηστον καὶ ἀνωφελῆ σαυ‐ τὸν παρεσκεύακας, ἵνα μηδείς σε εἰς οἰκίαν θέλῃ δέξα‐ σθαι, μηδεὶς ἐπιμεληθῆναι; ἀλλὰ σκεῦος μὲν ὁλόκληρον καὶ χρήσιμον ἔξω ἐρριμμένον πᾶς τις εὑρὼν ἀναιρήσεται
5καὶ κέρδος ἡγήσεται, σὲ δ’ οὐδείς, ἀλλὰ πᾶς ζημίαν.

3

.

26

.

26

οὕτως οὐδὲ κυνὸς δύνασαι χρείαν παρασχεῖν οὐδ’ ἀλεκ‐ τρυόνος. τί οὖν ἔτι ζῆν θέλεις τοιοῦτος ὤν;

3

.

26

.

27

Φοβεῖταί τις ἀνὴρ ἀγαθός, μὴ λείπωσιν αὐτῷ τρο‐ φαί; τοῖς τυφλοῖς οὐ λείπουσι, τοῖς χωλοῖς οὐ λείπουσι· λείψουσιν ἀνδρὶ ἀγαθῷ; καὶ στρατιώτῃ μὲν ἀγαθῷ οὐ λείπει ὁ μισθοδοτῶν οὐδ’ ἐργάτῃ οὐδὲ σκυτεῖ· τῷ δ’

3

.

26

.

28

ἀγαθῷ λείψει; οὕτως ὁ θεὸς ἀμελεῖ τῶν αὑτοῦ ἐπιτευγ‐ μάτων, τῶν διακόνων, τῶν μαρτύρων, οἷς μόνοις
χρῆται παραδείγμασιν πρὸς τοὺς ἀπαιδεύτους, ὅτι καὶ ἔστι καὶ καλῶς διοικεῖ τὰ ὅλα καὶ οὐκ ἀμελεῖ
5τῶν ἀνθρωπίνων πραγμάτων καὶ ὅτι ἀνδρὶ ἀγα‐ θῷ οὐδέν ἐστι κακὸν οὔτε ζῶντι οὔτ’ ἀποθα‐

3

.

26

.

29

νόντι; Τί οὖν, ὅταν μὴ παρέχῃ τροφάς; Τί γὰρ ἄλλο ἢ ὡς ἀγαθὸς στρατηγὸς τὸ ἀνακλητικόν μοι σεσή‐ μαγκεν; πείθομαι, ἀκολουθῶ, ἐπευφημῶν τὸν ἡγεμόνα,

3

.

26

.

30

ὑμνῶν αὐτοῦ τὰ ἔργα. καὶ γὰρ ἦλθον, ὅτ’ ἐκείνῳ ἔδο‐ ξεν, καὶ ἄπειμι πάλιν ἐκείνῳ δοκοῦν καὶ ζῶντός μου τοῦτο τὸ ἔργον ἦν, ὑμνεῖν τὸν θεὸν καὶ αὐτὸν ἐπ’

3

.

26

.

31

ἐμαυτοῦ καὶ πρὸς ἕνα καὶ πρὸς πολλούς. οὐ παρέχει μοι πολλά, οὐκ ἄφθονα, τρυφᾶν με οὐ θέλει οὐδὲ γὰρ τῷ Ἡρακλεῖ παρεῖχεν, τῷ υἱεῖ τῷ ἑαυτοῦ, ἀλλ’ ἄλλος ἐβασίλευεν Ἄργους καὶ Μυκηνῶν, ὁ δ’ ἐπετάσσετο καὶ

3

.

26

.

32

ἐπόνει καὶ ἐγυμνάζετο. καὶ ἦν Εὐρυσθεὺς μέν, ὃς ἦν, οὔτε Ἄργους οὔτε Μυκηνῶν βασιλεύς, ὅς γ’ οὐδ’ αὐ‐ τὸς ἑαυτοῦ, ὁ δ’ Ἡρακλῆς ἁπάσης γῆς καὶ θαλάττης ἄρχων καὶ ἡγεμὼν ἦν, καθαρτὴς ἀδικίας καὶ ἀνομίας,
5εἰσαγωγεὺς δὲ δικαιοσύνης καὶ ὁσιότητος· καὶ ταῦτα

3

.

26

.

33

ἐποίει καὶ γυμνὸς καὶ μόνος. ὁ δ’ Ὀδυσσεὺς ὅτε ναυ‐ αγὸς ἐξερρίφη, μή τι ἐταπείνωσεν αὐτὸν ἡ ἀπορία, μή τι ἐπέκλασεν; ἀλλὰ πῶς ἀπῄει πρὸς τὰς παρθένους αἰτήσων τὰ ἀναγκαῖα, ὧν αἴσχιστον εἶναι δοκεῖ δεῖσθαι
5παρ’ ἄλλου;
ὥς τε λέων ὀρεσίτροφος.

3

.

26

.

34

τίνι πεποιθώς; οὐ δόξῃ οὐδὲ χρήμασιν οὐδ’ ἀρχαῖς, ἀλλ’ ἀλκῇ τῇ ἑαυτοῦ, τοῦτ’ ἔστι δόγμασι 〈περὶ〉 τῶν

3

.

26

.

35

ἐφ’ ἡμῖν καὶ οὐκ ἐφ’ ἡμῖν. ταῦτα γάρ ἐστι μόνα τὰ τοὺς ἐλευθέρους ποιοῦντα, τὰ τοὺς ἀκωλύτους, τὰ τὸν τράχηλον ἐπαίροντα τῶν τεταπεινομένων, τὰ ἀντιβλέ‐ πειν ποιοῦντα ὀρθοῖς τοῖς ὀφθαλμοῖς πρὸς τοὺς πλου‐

3

.

26

.

36

σίους, πρὸς τοὺς τυράννους. καὶ τὸ τοῦ φιλοσόφου δῶ‐ ρον τοῦτο ἦν, σὺ δ’ οὐκ ἐξελεύσῃ θαρρῶν, ἀλλὰ περι‐ τρέμων τοῖς ἱματιδίοις καὶ τοῖς ἀργυρωματίοις; δύστηνε, οὕτως ἀπώλεσας τὸν μέχρι νῦν χρόνον;

3

.

26

.

37

Τί οὖν, ἂν νοσήσω; Νοσήσεις καλῶς. Τίς με θεραπεύσει; Ὁ θεός, οἱ φίλοι. Σκληρῶς κατακεί‐ σομαι. Ἀλλ’ ὡς ἀνήρ. Οἴκημα ἐπιτήδειον οὐχ ἕξω. Ἐν ἐπιτηδείῳ 〈οὐ〉 νοσήσεις; Τίς μοι ποιή‐
5σει τὰ τροφεῖα; Οἱ καὶ τοῖς ἄλλοις ποιοῦντες· ὡς Μάνης νοσήσεις. Τί δὲ καὶ τὸ πέρας τῆς νό‐

3

.

26

.

38

σου; Ἄλλο τι ἢ θάνατος; ἆρ’ οὖν ἐνθυμῇ, ὅτι κε‐ φάλαιον τοῦτο πάντων τῶν κακῶν τῷ ἀνθρώπῳ καὶ ἀγεννείας καὶ δειλίας οὐ θάνατός ἐστιν, μᾶλλον δ’ ὁ

3

.

26

.

39

τοῦ θανάτου φόβος; ἐπὶ τοῦτον οὖν μοι γυμνάζου, ἐν‐
ταῦθα νευέτωσαν οἱ λόγοι πάντες, τὰ ἀσκήματα, τὰ ἀναγνώσματα, καὶ εἴσῃ, ὅτι οὕτως μόνως ἐλευθεροῦνται
ἄνθρωποι.

4

.

1

t

αʹ. Περὶ ἐλευθερίας.

4

.

1

.

1

Ἐλεύθερός ἐστιν ὁ ζῶν ὡς βούλεται, ὃν οὔτ’ ἀναγ‐ κάσαι ἔστιν οὔτε κωλῦσαι οὔτε βιάσασθαι, οὗ αἱ ὁρμαὶ ἀνεμπόδιστοι, αἱ ὀρέξεις ἐπιτευκτικαί, αἱ ἐκκλίσεις ἀπε‐

4

.

1

.

2

ρίπτωτοι. τίς οὖν θέλει ζῆν ἁμαρτάνων; Οὐδείς. Τίς θέλει ζῆν ἐξαπατώμενος, προπίπτων, ἄδικος ὤν,

4

.

1

.

3

ἀκόλαστος, μεμψίμοιρος, ταπεινός; Οὐδείς. Οὐ‐ δεὶς ἄρα τῶν φαύλων ζῇ ὡς βούλεται· οὐ τοίνυν οὐδ’

4

.

1

.

4

ἐλεύθερός ἐστιν. τίς δὲ θέλει λυπούμενος ζῆν, φο‐ βούμενος, φθονῶν, ἐλεῶν, ὀρεγόμενος καὶ ἀποτυγχά‐

4

.

1

.

5

νων, ἐκκλίνων καὶ περιπίπτων; Οὐδὲ εἷς. Ἔχο‐ μεν οὖν τινα τῶν φαύλων ἄλυπον, ἄφοβον, ἀπερί‐ πτωτον, ἀναπότευκτον; Οὐδένα. Οὐκ ἄρα οὐδὲ ἐλεύθερον.

4

.

1

.

6

Ταῦτα ἄν τις ἀκούσῃ δισύπατος, ἂν μὲν προσθῇς ὅτι
‘ἀλλὰ σύ γε σοφὸς εἶ, οὐδὲν πρὸς σὲ ταῦτα‘, συγγνώ‐

4

.

1

.

7

σεταί σοι. ἂν δ’ αὐτῷ τὰς ἀληθείας εἴπῃς ὅτι ‘τῶν τρὶς πεπραμένων οὐδὲν διαφέρεις πρὸς τὸ μὴ καὶ αὐτὸς δοῦλος εἶναι‘, τί ἄλλο ἢ πληγάς σε δεῖ προσδοκᾶν;

4

.

1

.

8

‘πῶς γάρ‘, φησίν, ‘ἐγὼ δοῦλός εἰμι; ὁ πατὴρ ἐλεύ‐ θερος, ἡ μήτηρ ἐλευθέρα, οὗ ὠνὴν οὐδεὶς ἔχει· ἀλλὰ καὶ συγκλητικός εἰμι καὶ Καίσαρος φίλος καὶ ὑπάτευκα

4

.

1

.

9

καὶ δούλους πολλοὺς ἔχω.‘ πρῶτον μέν, ὦ βέλτιστε συγκλητικέ, τάχα σου καὶ ὁ πατὴρ τὴν αὐτὴν δουλείαν δοῦλος ἦν καὶ ἡ μήτηρ καὶ ὁ πάππος καὶ ἐφεξῆς πάντες

4

.

1

.

10

οἱ πρόγονοι. εἰ δὲ δὴ καὶ τὰ μάλιστα ἦσαν ἐλεύθεροι, τί τοῦτο πρὸς σέ; τί γάρ, εἰ ἐκεῖνοι μὲν γενναῖοι ἦσαν, σὺ δ’ ἀγεννής; ἐκεῖνοι μὲν ἄφοβοι, σὺ δὲ δειλός; ἐκεῖ‐ νοι μὲν ἐγκρατεῖς, σὺ δ’ ἀκόλαστος;

4

.

1

.

11

Καὶ τί, φησί, τοῦτο πρὸς τὸ δοῦλον εἶναι; Οὐδέν σοι φαίνεται εἶναι τὸ ἄκοντά τι ποιεῖν, τὸ ἀναγκαζόμε‐

4

.

1

.

12

νον, τὸ στένοντα πρὸς τὸ δοῦλον εἶναι; Τοῦτο μὲν ἔστω, φησίν. ἀλλὰ τίς με δύναται ἀναγκάσαι, εἰ μὴ ὁ

4

.

1

.

13

πάντων κύριος Καῖσαρ; Οὐκοῦν ἕνα μὲν δεσπότην σαυτοῦ καὶ σὺ αὐτὸς ὡμολόγησας. ὅτι δὲ πάντων, ὡς λέγεις, κοινός ἐστιν, μηδέν σε τοῦτο παραμυθείσθω,

4

.

1

.

14

ἀλλὰ γίγνωσκε, ὅτι ἐκ μεγάλης οἰκίας δοῦλος εἶ. οὕτως καὶ Νικοπολῖται ἐπιβοᾶν εἰώθασι ‘νὴ τὴν Καίσαρος τύ‐ χην, ἐλεύθεροί ἐσμεν‘.

4

.

1

.

15

Ὅμως δ’, ἐάν σοι δοκῇ, τὸν μὲν Καίσαρα πρὸς τὸ
παρὸν ἀφῶμεν, ἐκεῖνο δέ μοι εἰπέ· οὐδέποτ’ ἠράσθης τινός; οὐ παιδισκαρίου, οὐ παιδαρίου, οὐ δούλου, οὐκ

4

.

1

.

16

ἐλευθέρου; Τί οὖν τοῦτο πρὸς τὸ δοῦλον εἶναι ἢ

4

.

1

.

17

ἐλεύθερον; Οὐδέποθ’ ὑπὸ τῆς ἐρωμένης ἐπετάγης οὐδὲν ὧν οὐκ ἤθελες; οὐδέποτέ σου τὸ δουλάριον ἐκο‐ λάκευσας; οὐδέποτ’ αὐτοῦ τοὺς πόδας κατεφίλησας; καίτοι τοῦ Καίσαρος ἄν σέ τις ἀναγκάσῃ, ὕβριν αὐτὸ

4

.

1

.

18

ἡγῇ καὶ ὑπερβολὴν τυραννίδος. τί οὖν ἄλλο ἐστὶ δου‐ λεία; νυκτὸς οὐδέποτ’ ἀπῆλθες, ὅπου οὐκ ἤθελες; ἀνά‐ λωσας, ὅσα οὐκ ἤθελες; εἶπάς τινα οἰμώζων καὶ στένων,

4

.

1

.

19

ἠνέσχου λοιδορούμενος, ἀποκλειόμενος; ἀλλ’ εἰ σὺ αἰ‐ σχύνῃ τὰ σαυτοῦ ὁμολογεῖ〈ν〉, ὅρα ἃ λέγει καὶ ποιεῖ ὁ Θρασωνίδης, ὃς τοσαῦτα στρατευσάμενος, ὅσα τάχα οὐδὲ σύ, πρῶτον μὲν ἐξελήλυθε νυκτός, ὅτε ὁ Γέτας οὐ τολ‐
5μᾷ ἐξελθεῖν, ἀλλ’ εἰ προσηναγκάζετο ὑπ’ αὐτοῦ, πόλλ’ ἂν ἐπικραυγάσας καὶ τὴν πικρὰν δουλείαν ἀπολοφυρά‐

4

.

1

.

20

μενος ἐξῆλθεν. εἶτα, τί λέγει;
παιδισκάριόν με, φησίν,
καταδεδούλωκ’ εὐτελές,
5ὃν οὐδ〈ὲ〉 εἷς τῶν πολεμίων 〈οὐ〉πώποτε.

4

.

1

.

21

τάλας, ὅς γε καὶ παιδισκαρίου δοῦλος εἶ καὶ παιδισκα‐ ρίου εὐτελοῦς. τί οὖν ἔτι σαυτὸν ἐλεύθερον λέγεις; τί

4

.

1

.

22

δὲ προφέρεις σου τὰς στρατε〈ί〉ας; εἶτα ξίφος αἰτεῖ καὶ πρὸς τὸν ὑπ’ εὐνοίας μὴ διδόντα χαλεπαίνει[ν] καὶ δῶρα τῇ μισούσῃ πέμπει καὶ δεῖται καὶ κλαίει, πάλιν

4

.

1

.

23

δὲ μικρὰ εὐημερήσας ἐπαίρεται· πλὴν καὶ τότε πῶς; † μηδ’ ἐπιθυμεῖν ἢ φοβεῖσθαι οὔτ’ ἐλευθερίαν †.

4

.

1

.

24

Σκέψαι δ’ ἐπὶ τῶν ζῴων, πῶς χρώμεθα τῇ ἐννοίᾳ

4

.

1

.

25

τῆς ἐλευθερίας. λέοντας τρέφουσιν ἡμέρους ἐγκλείσαν‐ τες καὶ σιτίζουσι καὶ κομίζουσιν ἔνιοι μεθ’ αὑτῶν. καὶ τίς ἐρεῖ τοῦτον τὸν λέοντα ἐλεύθερον; οὐχὶ δ’ ὅσῳ μα‐ λακώτερον διεξάγει, τοσούτῳ δουλικώτερον; τίς δ’ ἂν
5λέων αἴσθησιν καὶ λογισμὸν λαβὼν βούλοιτο τούτων τις

4

.

1

.

26

εἶναι τῶν λεόντων; ἄγε, τὰ δὲ πτηνὰ ταῦτα ὅταν ληφθῇ καὶ ἐγκεκλειμένα τρέφηται, οἷα πάσχει ζητοῦντα ἐκφυ‐ γεῖν; καὶ ἔνιά γε αὐτῶν λιμῷ διαφθείρεται μᾶλλον ἢ

4

.

1

.

27

ὑπομένει τὴν τοιαύτην διεξαγωγήν, ὅσα δ’ οὖν διασῴ‐ ζεται, μόγις καὶ χαλεπῶς καὶ φθίνοντα, κἂν ὅλως εὕρῃ τι παρεῳγμένον, ἐξεπήδησεν. οὕτως ὀρέγεται τῆς φυσι‐ κῆς ἐλευθερίας καὶ τοῦ αὐτόνομα καὶ ἀκώλυτα εἶναι.

4

.

1

.

28

καὶ τί σοι κακόν ἐστιν ἐνταῦθα; ‘οἷα λέγεις; πέτεσθαι πέφυκα ὅπου θέλω, ὕπαιθρον διάγειν, ᾄδειν ὅταν θέλω· σύ με πάντων τούτων ἀφαιρῇ καὶ λέγεις “τί σοι

4

.

1

.

29

κακόν ἐστιν”‘; διὰ τοῦτο ἐκεῖνα μόνα ἐροῦμεν ἐλεύθερα, ὅσα τὴν ἅλωσιν οὐ φέρει, ἀλλ’ ἅμα τε ἑάλω καὶ ἀπο‐

4

.

1

.

30

θανόντα διέφυγεν. οὕτως καὶ Διογένης που λέγει μίαν εἶναι μηχανὴν πρὸς ἐλευθερίαν τὸ εὐκό‐ λως ἀποθνῄσκειν, καὶ τῷ Περσῶν βασιλεῖ γράφει ὅτι ‘τὴν Ἀθηναίων πόλιν καταδουλώσασθαι οὐ
5δύνασαι· οὐ μᾶλλον‘, φησίν, ‘ἢ τοὺς ἰχθύασ‘.

4

.

1

.

31

‘πῶς; οὐ γὰρ λήψομαι αὐτούς;‘ ‘ἂν λάβῃσ‘, φησίν, ‘εὐθὺς ἀπολιπόντες σε οἰχήσονται, καθάπερ οἱ ἰχθύες.‘ καὶ γὰρ ἐκείνων ὃν ἂν λάβῃς, ἀπέθανεν· καὶ οὗτοι ληφθέντες ἐὰν ἀποθνῄσκωσιν, τί σοί ἐστι τῆς

4

.

1

.

32

παρασκευῆς ὄφελος; τοῦτ’ ἔστιν ἐλευθέρου ἀνδρὸς φω‐ νὴ σπουδῇ ἐξητακότος τὸ πρᾶγμα καὶ ὥσπερ εἰκὸς εὑρη‐ κότος. ἂν δ’ ἀλλαχοῦ ζητῇς ἢ ὅπου ἐστίν, τί θαυμαστόν, εἰ οὐδέποτε αὐτὸ εὑρίσκεις;

4

.

1

.

33

Ὁ δοῦλος εὐθὺς εὔχεται ἀφεθῆναι ἐλεύθερος. διὰ τί; δοκεῖτε, ὅτι τοῖς εἰκοστώναις ἐπιθυμεῖ δοῦναι ἀργύ‐ ρ〈ι〉ον; οὔ· ἀλλ’ ὅτι φαντάζεται μέχρι νῦν διὰ τὸ μὴ τε‐

4

.

1

.

34

τυχηκέναι τούτου ἐμποδίζεσθαι καὶ δυσροεῖν. ‘ἂν ἀφε‐
θῶ‘, φησίν, ‘εὐθὺς πᾶσα εὔροια, οὐδενὸς ἐπιστρέφομαι, πᾶσιν ὡς ἴσος καὶ ὅμοιος λαλῶ, πορεύομαι ὅπου θέλω,

4

.

1

.

35

ἔρχομαι ὅθεν θέλω καὶ ὅπου θέλω.‘ εἶτα ἀπηλευθέρω‐ ται καὶ εὐθὺς μὲν οὐκ ἔχων, ποῖ φάγῃ, ζητεῖ, τίνα κο‐ λακεύσῃ, παρὰ τίνι δειπνήσῃ· εἶτα ἢ ἐργάζεται τῷ σώ‐ ματι καὶ πάσχει τὰ δεινότατα κἂν σχῇ τινα φάτνην,
5ἐμπέπτωκεν εἰς δουλείαν πολὺ τῆς προτέρας χαλεπω‐

4

.

1

.

36

τέραν ἢ καὶ εὐπορήσας ἄνθρωπος ἀπειρόκαλος πεφίληκε παιδισκάριον καὶ δυστυχῶν ἀνακλαίεται καὶ τὴν δου‐

4

.

1

.

37

λείαν ποθεῖ. ‘τί γάρ μοι κακὸν ἦν; ἄλλος μ’ ἐνέδυεν, ἄλλος μ’ ὑπέδει, ἄλλος ἔτρεφεν, ἄλλος ἐνοσοκόμει, ὀλί‐ γα αὐτῷ ὑπηρέτουν. νῦν δὲ τάλας οἷα πάσχω πλείοσι

4

.

1

.

38

δουλεύων ἀνθ’ ἑνός; ὅμως δ’ ἐὰν δακτυλίουσ‘, φησίν, ‘λάβω, τότε γ’ εὐρούστατα διάξω καὶ εὐδαιμονέστατα‘. πρῶτον μὲν ἵνα λάβῃ, πάσχει ὧν ἐστιν ἄξιος· εἶτα λα‐

4

.

1

.

39

βὼν πάλιν ταὐτά. εἶτά φησιν ‘ἂν μὲν στρατεύσωμαι, ἀπηλλάγην πάντων τῶν κακῶν‘. στρατεύεται, πάσχει ὅσα μαστιγίας καὶ οὐδὲν ἧττον δευτέραν αἰτεῖ στρα‐

4

.

1

.

40

τείαν καὶ τρίτην. εἶθ’ ὅταν αὐτὸν τὸν κολοφῶνα ἐπιθῇ καὶ γένηται συγκλητικός, τότε γίνεται δοῦλος εἰς σύλ‐ λογον ἐρχόμενος, τότε τὴν καλλίστην καὶ λιπαρωτάτην δουλείαν δουλεύει.

4

.

1

.

41

Ἵνα μὴ μωρὸς ᾖ, ἀλλ’ ἵνα μάθῃ, ἃ ἔλεγεν ὁ Σωκρά‐ της, τί ἐστι τῶν ὄντων ἕκαστον, καὶ μὴ εἰκῇ τὰς

4

.

1

.

42

προλήψεις ἐφαρμόζῃ ταῖς ἐπὶ μέρους οὐσίαις. τοῦτο γάρ ἐστι τὸ αἴτιον τοῖς ἀνθρώποις πάντων τῶν κακῶν, τὸ τὰς προλήψεις τὰς κοινὰς μὴ δύνασθαι ἐφαρμόζειν.

4

.

1

.

43

τοῖς ἐπὶ μέρους. ἡμεῖς δ’ ἄλλοι ἄλλο οἰόμεθα. ὁ μὲν ὅτι νοσεῖ. οὐδαμῶς, ἀλλ’ ὅτι τὰς προλήψεις οὐκ ἐφαρ‐ μόζει. ὁ δ’ ὅτι πτωχός ἐστιν, ὁ δ’ ὅτι πατέρα χαλεπὸν ἔχει ἢ μητέρα, τῷ δ’ ὅτι ὁ Καῖσαρ οὐχ ἵλεώς ἐστιν.
5τοῦτο δ’ ἐστὶν ἓν καὶ μόνον τὸ τὰς προλήψεις ἐφαρμό‐

4

.

1

.

44

ζειν μὴ εἰδέναι. ἐπεὶ τίς οὐκ ἔχει κακοῦ πρόληψιν, ὅτι βλαβερόν ἐστιν, ὅτι φευκτόν ἐστιν, ὅτι παντὶ τρόπῳ ἀποικονόμητόν ἐστιν; πρόληψις προλήψει οὐ μάχεται,

4

.

1

.

45

ἀλλ’ ὅταν ἔλθῃ ἐπὶ τὸ ἐφαρμόζειν. τί οὖν τὸ κακόν ἐστι τοῦτο καὶ βλαβερὸν καὶ φευκτόν; λέγει τὸ Καίσαρος μὴ εἶναι φίλον· ἀπῆλθεν, ἀπέ[σ]πεσεν τῆς ἐφαρμογῆς, θλίβεται, ζητεῖ τὰ μηδὲν πρὸς τὸ προκείμενον· ὅτι τυ‐
5χὼν τοῦ φίλος εἶναι Καίσαρος οὐδὲν ἧττον τοῦ ζητου‐

4

.

1

.

46

μένου οὐ τέτευχεν. τί γάρ ἐστιν, ὃ ζητεῖ πᾶς ἄνθρω‐ πος; εὐσταθῆσαι, εὐδαιμονῆσαι, πάντα ὡς θέλει ποιεῖν, μὴ κωλύεσθαι, μὴ ἀναγκάζεσθαι. ὅταν οὖν γένηται
Καίσαρος φίλος, πέπαυται κωλυόμενος, πέπαυται ἀναγ‐
5καζόμενος, εὐσταθεῖ, εὐροεῖ; τίνος πυθώμεθα; τίνα ἔχομεν ἀξιοπιστότερον ἢ αὐτὸν τοῦτον τὸν γεγονότα

4

.

1

.

47

φίλον; ἐλθὲ εἰς τὸ μέσον καὶ εἰπὲ ἡμῖν, πότε ἀταραχώ‐ τερον ἐκάθευδες, νῦν ἢ πρὶν γενέσθαι φίλος τοῦ Καί‐ σαρος; εὐθὺς ἀκούεις ὅτι ‘παῦσαι, τοὺς θεούς σοι, ἐμπαίζων μου τῇ τύχῃ· οὐκ οἶδας, οἷα πάσχω τάλας·
5οὐδ’ ὕπνος ἐπέρχεταί μοι, ἀλλ’ ἄλλος ἐλθὼν λέγει, ὅτι ἤδη ἐγρηγορεῖ, ἤδη πρόεισιν· εἶτα ταραχαί, εἶτα φρον‐

4

.

1

.

48

τίδεσ‘. ἄγε, ἐδείπνεις δὲ πότε εὐαρεστότερον, νῦν ἢ πρότερον; ἄκουσον αὐτοῦ καὶ περὶ τούτων τί λέγει· ὅτι, ἂν μὲν μὴ κληθῇ, ὀδυνᾶται, ἂν δὲ κληθῇ, ὡς δοῦ‐ λος παρὰ κυρίῳ δειπνεῖ μεταξὺ προσέχων, μή τι μω‐
5ρὸν εἴπῃ ἢ ποιήσῃ. καὶ τί δοκεῖς φοβεῖται; μὴ μαστι‐ γωθῇ ὡς δοῦλος; πόθεν αὐτῷ οὕτως καλῶς; ἀλλ’ ὡς πρέπει τηλικοῦτον ἄνδρα, Καίσαρος φίλον, μὴ ἀπο‐

4

.

1

.

49

λέσῃ τὸν τράχηλον. ἐλούου δὲ πότ’ ἀταραχώτερον; ἐγυμνάζου δὲ πότε σχολαίτερον; τὸ σύνολον ποῖον

4

.

1

.

50

μᾶλλον ἤθελες βίον βιοῦν, τὸν νῦν ἢ τὸν τότε; ὀμόσαι δύναμαι, ὅτι οὐδεὶς οὕτως ἐστὶν ἀναίσθητος ἢ ἀναλή‐ θης, μὴ ἀποδύρασθαι τὰς αὑτοῦ συμφοράς, ὅσῳ ἂν ᾖ
φίλτερος.

4

.

1

.

51

Ὅταν οὖν μήτε οἱ βασιλεῖς λεγόμενοι ζῶσιν ὡς θέ‐ λουσι μήθ’ οἱ φίλοι τῶν βασιλέων, τίνες ἔτι εἰσὶν ἐλεύθεροι; Ζήτει καὶ εὑρήσεις. ἔχεις γὰρ ἀφορμὰς παρὰ τῆς φύσεως πρὸς εὕρεσιν τῆς ἀληθείας. εἰ δ’
5αὐτὸς οὐχ οἷός τε εἶ κατὰ ταύτας ψιλὰς πορευόμενος

4

.

1

.

52

εὑρεῖν τὸ ἑξῆς, ἄκουσον παρὰ τῶν ἐζητηκότων. τί λέ‐ γουσιν; ἀγαθόν σοι δοκεῖ ἡ ἐλευθερία; Τὸ μέγιστον. Δύναται οὖν τις τοῦ μεγίστου ἀγαθοῦ τυγχάνων κακοδαιμονεῖν ἢ κακῶς πράσσειν; Οὔ. Ὅσους
5οὖν ἂν ἴδῃς κακοδαιμονοῦντας, δυσροοῦντας, πενθοῦν‐ τας, ἀποφαίνου θαρρῶν μὴ εἶναι ἐλευθέρους. Ἀπο‐

4

.

1

.

53

φαίνομαι. Οὐκοῦν ἀπὸ μὲν ὠνῆς καὶ πράσεως καὶ τῆς τοιαύτης ἐν κτήσει κατατάξεως ἤδη ἀποκεχωρήκαμεν. εἰ γὰρ ὀρθῶς ὡμολόγησας ταῦτα, ἄν τε μέγας βασιλεὺς κακοδαιμονῇ, οὐκ ἂν ἐλεύθερος, ἄν τε μικρὸς ἄν θ’
5ὑπατικὸς ἄν τε δισύπατος. Ἔστω.

4

.

1

.

54

Ἔτι οὖν ἀπόκριναί μοι κἀκεῖνο· δοκεῖ σοι μέγα τι εἶναι καὶ γενναῖον ἡ ἐλευθερία καὶ ἀξιόλογον; Πῶς γὰρ οὔ; Ἔστιν οὖν τυγχάνοντά τινος οὕτως μεγά‐
λου καὶ ἀξιολόγου καὶ γενναίου ταπεινὸν εἶναι;

4

.

1

.

55

Οὐκ ἔστιν. Ὅταν οὖν ἴδῃς τινὰ ὑποπεπτωκότα ἑτέρῳ ἢ κολακεύοντα παρὰ τὸ φαινόμενον αὐτῷ, λέγε καὶ τοῦ‐ τον θαρρῶν μὴ εἶναι ἐλεύθερον· καὶ μὴ μόνον, ἂν δει‐ πναρίου ἕνεκα αὐτὸ ποιῇ, ἀλλὰ κἂν ἐπαρχίας ἕνεκα κἂν
5ὑπατ〈ε〉ίας. ἀλλ’ ἐκείνους μὲν μικροδούλους λέγε τοὺς μικρῶν τινων ἕνεκα ταῦτα ποιοῦντας, τούτους δ’, ὡς

4

.

1

.

56

εἰσὶν ἄξιοι, μεγαλοδούλους. Ἔστω καὶ ταῦτα. Δο‐ κεῖ δέ σοι ἡ ἐλευθερία αὐτεξούσιόν τι εἶναι καὶ αὐτό‐ νομον; Πῶς γὰρ οὔ; Ὅντινα οὖν ἐπ’ ἄλλῳ κω‐ λῦσαι ἔστι καὶ ἀναγκάσαι, θαρρῶν λέγε μὴ εἶναι ἐλεύ‐

4

.

1

.

57

θερον. καὶ μή μοι πάππους αὐτοῦ καὶ προπάππους βλέπε καὶ ὠνὴν ζήτει καὶ πρᾶσιν, ἀλλ’ ἂν ἀκούσῃς λέ‐ γοντος ἔσωθεν καὶ ἐκ πάθους ‘κύριε‘, κἂν δώδεκα ῥάβδοι προάγωσιν, λέγε δοῦλον· κἂν ἀκούσῃς λέγοντος
5‘τάλας ἐγώ, οἷα πάσχω‘, λέγε δοῦλον· ἂν ἁπλῶς ἀπο‐ κλαιόμενον ἴδῃς, μεμφόμενον, δυσροοῦντα, λέγε δοῦλον

4

.

1

.

58

περιπόρφυρον ἔχοντα. ἂν οὖν μηδὲν τούτων ποιῇ, μή‐ πω εἴπῃς ἐλεύθερον, ἀλλὰ τὰ δόγματα αὐτοῦ κατάμαθε, μή τι ἀναγκαστά, μή τι κωλυτικά, μή τι δυσροητικά·
κἂν εὕρῃς τοιοῦτον, λέγε δοῦλον ἀνοχὰς ἔχοντα ἐν
5Σατο[υ]ρναλίοις· λέγε, ὅτι ὁ κύριος αὐτοῦ ἀποδημεῖ· εἶθ’

4

.

1

.

59

ἥξει καὶ γνώσῃ οἷα πάσχει. Τίς ἥξει; Πᾶς ὃς ἂν ἐξουσίαν ἔχῃ τῶν ὑπ’ αὐτοῦ τινος θελομένων πρὸς τὸ περιποιῆσαι ταῦτα ἢ ἀφελέσθαι. Οὕτως οὖν πολλοὺς κυρίους ἔχομεν; Οὕτως. τὰ γὰρ πράγματα προτέρους
5τούτων κυρίους ἔχομεν· ἐκεῖνα δὲ πολλά ἐστιν. διὰ ταῦτα ἀνάγκη καὶ τοὺς τούτων τινὸς ἔχοντας ἐξουσίαν

4

.

1

.

60

κυρίους εἶναι· ἐπεί τοι οὐδεὶς αὐτὸν τὸν Καίσαρα φο‐ βεῖται, ἀλλὰ θάνατον, φυγήν, ἀφαίρεσιν τῶν ὄντων, φυλακήν, ἀτιμίαν. οὐδὲ φιλεῖ τις τὸν Καίσαρα, ἂν μή τι ᾖ πολλοῦ ἄξιος, ἀλλὰ πλοῦτον φιλοῦμεν, δημαρχίαν,
5στρατηγίαν, ὑπατ〈ε〉ίαν. ὅταν ταῦτα φιλῶμεν καὶ μισῶ‐ μεν καὶ φοβώμεθα, ἀνάγκη τοὺς ἐξουσίαν αὐτῶν ἔχον‐ τας κυρίους ἡμῶν εἶναι. διὰ τοῦτο καὶ ὡς θεοὺς αὐτοὺς

4

.

1

.

61

προσκυνοῦμεν· ἐννοοῦμεν γάρ, ὅτι τὸ ἔχον ἐξουσίαν τῆς μεγίστης ὠφελείας θεῖόν ἐστιν, εἶθ’ ὑποτάσσομεν κα‐ κῶς ‘οὗτος δ’ ἔχει [τῆς μεγίστης ὠφελείας· θεῖόν ἐστιν. εἶθ’ ὑποτάσσομεν κακῶς, οὗτος δ’ ἔχει] τῆς μεγίστης
5ὠφελείας ἐξουσίαν‘. ἀνάγκη καὶ τὸ γενόμενον ἐξ αὐτῶν
ἐπενεχθῆναι κακῶς.

4

.

1

.

62

Τί οὖν ἐστι τὸ ποιοῦν ἀκώλυτον τὸν ἄνθρωπον καὶ αὐτεξούσιον; πλοῦτος γὰρ οὐ ποιεῖ οὐδ’ ὑπατ〈ε〉ία οὐδ’

4

.

1

.

63

ἐπαρχία οὐδὲ βασιλεία, ἀλλὰ δεῖ τι ἄλλο εὑρεθῆναι. τί οὖν ἐστι τὸ ἐν τῷ γράφειν ἀκώλυτον ποιοῦν καὶ ἀπαρα‐ πόδιστον; Ἡ ἐπιστήμη τοῦ γράφειν. Τί δ’ ἐν τῷ κιθαρίζειν; Ἡ ἐπιστήμη τοῦ κιθαρίζειν. Οὐκοῦν

4

.

1

.

64

καὶ ἐν τῷ βιοῦν ἡ ἐπιστήμη τοῦ βιοῦν. ὡς μὲν οὖν ἁπλῶς, ἀκήκοας· σκέψαι δ’ αὐτὸ καὶ ἐκ τῶν 〈ἐπὶ〉 μέ‐ ρους. τὸν ἐφιέμενόν τινος τῶν ἐπ’ ἄλλοις ὄντων ἐνδέ‐ χεται ἀκώλυτον εἶναι; Οὔ. Ἐνδέχεται ἀπαραπό‐

4

.

1

.

65

διστον; Οὔ. Οὐκοῦν οὐδ’ ἐλεύθερον. ὅρα οὖν· πότερον οὐδὲν ἔχομεν, ὃ ἐφ’ ἡμῖν μόνοις ἐστίν, ἢ πάντα

4

.

1

.

66

ἢ τὰ μὲν ἐφ’ ἡμῖν ἐστιν, τὰ δ’ ἐπ’ ἄλλοις; Πῶς λέ‐ γεις; Τὸ σῶμα ὅταν θέλῃς ὁλόκληρον εἶναι, ἐπὶ σοί ἐστιν ἢ οὔ; Οὐκ ἐπ’ ἐμοί. Ὅταν δ’ ὑγιαίνειν; Οὐδὲ τοῦτο. Ὅταν δὲ καλὸν εἶναι; Οὐδὲ τοῦτο.
5 Ζῆν δὲ καὶ ἀποθανεῖν; Οὐδὲ τοῦτο. Οὐκοῦν τὸ μὲν σῶμα ἀλλότριον, ὑπεύθυνον παντὸς τοῦ ἰσχυρο‐

4

.

1

.

67

τέρου. Ἔστω. Τὸν ἀγρὸν δ’ ἐπὶ σοί ἐστιν ἔχειν, ὅταν θέλῃς καὶ ἐφ’ ὅσον θέλεις καὶ οἷον θέλεις; Οὔ. Τὰ δὲ δουλάρια; Οὔ. Τὰ δ’ ἱμάτια; Οὔ. Τὸ δὲ οἰκίδιον; Οὔ. Τοὺς δ’ ἵππους; Τού‐
5των μὲν οὐδέν. Ἂν δὲ τὰ τέκνα σου ζῆν θέλῃς ἐξ ἅπαντος ἢ τὴν γυναῖκα ἢ τὸν ἀδελφὸν ἢ τοὺς φίλους, ἐπὶ σοί ἐστιν; Οὐδὲ ταῦτα.

4

.

1

.

68

Πότερον οὖν οὐδὲν ἔχεις αὐτεξούσιον, ὃ ἐπὶ μόνῳ ἐστὶ σοί, ἢ ἔχεις τι τοιοῦτον; Οὐκ οἶδα. Ὅρα οὖν

4

.

1

.

69

οὕτως καὶ σκέψαι αὐτό. μή τις δύναταί σε ποιῆσαι συγκαταθέσθαι τῷ ψεύδει; Οὐδείς. Οὐκοῦν ἐν μὲν τῷ συγκαταθετικῷ τόπῳ ἀκώλυτος εἶ καὶ ἀνεμπό‐

4

.

1

.

70

διστος. Ἔστω. Ἄγε, ὁρμῆσαι δέ σε ἐφ’ ὃ μὴ θέ‐ λεις τις δύναται ἀναγκάσαι; Δύναται. ὅταν γάρ μοι θάνατον ἢ δεσμὰ ἀπειλῇ, ἀναγκάζει μ’ ὁρμῆσαι. Ἂν οὖν καταφρονῇς τοῦ ἀποθανεῖν καὶ τοῦ δεδέσθαι, ἔτι

4

.

1

.

71

αὐτοῦ ἐπιστρέφῃ; Οὔ. Σὸν οὖν ἐστιν ἔργον τὸ καταφρονεῖν θανάτου ἢ οὐ σόν; Ἐμόν. Σὸν ἄρα ἐστὶ καὶ τὸ ὁρμῆσαι ἢ οὔ; Ἔστω ἐμόν. Τὸ δ’

4

.

1

.

72

ἀφορμῆσαι τίνος; σὸν καὶ τοῦτο. Τί οὖν, ἂν ἐμοῦ ὁρμήσαντος περιπατῆσαι ἐκεῖνός με κωλύσῃ; Τί σου κωλύσει; μή τι τὴν συγκατάθεσιν; Οὔ· ἀλλὰ τὸ σω‐ μάτιον. Ναί, ὡς λίθον. Ἔστω· ἀλλ’ οὐκέτι ἐγὼ

4

.

1

.

73

περιπατῶ. Τίς δέ σοι εἶπεν ‘τὸ περιπατῆσαι σὸν ἔρ‐ γον ἐστὶν ἀκώλυτον‘; ἐγὼ γὰρ ἐκεῖνο ἔλεγον ἀκώλυτον μόνον τὸ ὁρμῆσαι· ὅπου δὲ σώματος χρεία καὶ τῆς ἐκ τούτου συνεργ〈ε〉ίας, πάλαι ἀκήκοας, ὅτι οὐδέν ἐστι σόν.

4

.

1

.

74

Ἔστω καὶ ταῦτα. Ὀρέγεσθαι δέ σε οὗ μὴ θέλεις τις
ἀναγκάσαι δύναται; Οὐδείς. Προθέσθαι δ’ ἢ ἐπιβαλέσθαι τις ἢ ἁπλῶς χρῆσθαι ταῖς προσπιπτούσαις

4

.

1

.

75

φαντασίαις; Οὐδὲ τοῦτο· ἀλλὰ ὀρεγόμενόν με κωλύ‐ σει τυχεῖν οὗ ὀρέγομαι. Ἂν τῶν σῶν τινος ὀρέγῃ καὶ τῶν ἀκωλύτων, πῶς σε κωλύσει; Οὐδαμῶς. Τίς οὖν σοι λέγει, ὅτι ὁ τῶν ἀλλοτρίων ὀρεγόμενος ἀκώλυ‐
5τός ἐστιν;

4

.

1

.

76

Ὑγείας οὖν μὴ ὀρέγωμαι; Μηδαμῶς, μηδ’ ἄλλου

4

.

1

.

77

ἀλλοτρίου μηδενός. ὃ γὰρ οὐκ ἔστιν ἐπὶ σοὶ παρασκευ‐ άσαι ἢ τηρῆσαι ὅτε θέλεις, τοῦτο ἀλλότριόν ἐστιν. μα‐ κρὰν ἀπ’ αὐτοῦ οὐ μόνον τὰς χεῖρας, ἀλλὰ πολὺ πρό‐ τερον τὴν ὄρεξιν· εἰ δὲ μή, παρέδωκας σαυτὸν δοῦλον,
5ὑπέθηκας τὸν τράχηλον, † ἂν θαυμάσῃς τῶν [τι] μὴ σῶν ᾧ τινι ἂν τῶν ὑπευθύνων καὶ θνητῶν προσπαθῇς.

4

.

1

.

78

Ἡ χεὶρ οὐκ ἔστιν ἐμή; Μέρος ἐστὶ σόν, φύσει δὲ πηλός, κωλυτόν, ἀναγκαστόν, δοῦλον παντὸς τοῦ ἰσχυ‐

4

.

1

.

79

ροτέρου. καὶ τί σοι λέγω χεῖρα; ὅλον τὸ σῶμα οὕτως ἔχει〈ν〉 σε δεῖ ὡς ὀνάριον ἐπισεσαγμένον, ἐφ’ ὅσον ἂν
οἷόν τε ᾖ, ἐφ’ ὅσον ἂν διδῶται· ἂν δ’ ἀγγαρ〈ε〉ία ᾖ καὶ στρατιώτης ἐπιλάβηται, ἄφες, μὴ ἀντίτεινε μηδὲ γόγ‐
5γυζε. εἰ δὲ μή, πληγὰς λαβὼν οὐδὲν ἧττον ἀπολεῖς καὶ

4

.

1

.

80

τὸ ὀνάριον. ὅταν δὲ πρὸς τὸ σῶμα οὕτως ἔχειν σε δέῃ, ὅρα, τί ἀπολείπεται περὶ τὰ ἄλλα, ὅσα τοῦ σώματος ἕνεκα παρασκευάζεται. ὅταν ἐκεῖνο ὀνάριον ᾖ, τἆλλα γίνεται χαλινάρια τοῦ ὀναρίου, σαγμάτια, ὑποδημάτια,
5κριθαί, χόρτος. ἄφες κἀκεῖνα, ἀπόλυε θᾶττον καὶ εὐκο‐ λώτερον ἢ τὸ ὀνάριον.

4

.

1

.

81

Καὶ ταύτην τὴν παρασκευὴν παρασκευασάμενος καὶ τὴν ἄσκησιν ἀσκήσας τὰ ἀλλότρια ἀπὸ τῶν ἰδίων δια‐ κρίνειν, τὰ κωλυτὰ ἀπὸ τῶν ἀκωλύτων, ταῦτα πρὸς σαυτὸν ἡγεῖσθαι, ἐκεῖνα μὴ πρὸς σαυτόν, ἐνταῦθα ἐπι‐
5στρόφως ἔχε〈ιν〉 τὴν ὄρεξιν, ἐνταῦθα τὴν ἔκκλισιν, μή

4

.

1

.

82

τι ἔτι φοβῇ τινα; Οὐδένα. Περὶ τίνος γὰρ φο‐ βήσῃ; περὶ τῶν σεαυτοῦ, ὅπου σοι ἡ οὐσία τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ; καὶ τίς τούτων ἐξουσίαν ἔχει; τίς ἀφε‐ λέσθαι αὐτὰ δύναται, τίς ἐμποδίσαι; οὐ μᾶλλον ἢ τὸν

4

.

1

.

83

θεόν. ἀλλ’ ὑπὲρ τοῦ σώματος καὶ τῆς κτήσεως; ὑπὲρ τῶν ἀλλοτρίων; ὑπὲρ τῶν οὐδὲν πρὸς σέ; καὶ τί ἄλλο ἐξ ἀρχῆς ἐμελέτας ἢ διακρίνειν τὰ σὰ καὶ οὐ σά, τὰ ἐπὶ σοὶ καὶ οὐκ ἐπὶ σοί, τὰ κωλυτὰ καὶ ἀκώλυτα; τίνος δὲ
5ἕνεκα προσῆλθες τοῖς φιλοσόφοις; ἵνα μηδὲν ἧττον

4

.

1

.

84

ἀτυχῇς καὶ δυστυχῇς; οὐκοῦν ἄφοβος μὲν οὕτως ἔσει καὶ ἀτάραχος. λύπη δὲ τί πρὸς σέ; ὧν γὰρ προσδοκω‐ μένων φόβος γίνεται, καὶ λύπη παρόντων. ἐπιθυμήσεις δὲ τίνος ἔτι; τῶν μὲν γὰρ προαιρετικῶν ἅτε καλῶν ὄν‐
5των καὶ παρόντων σύμμετρον ἔχεις καὶ καθισταμένην τὴν ὄρεξιν, τῶν δ’ ἀπροαιρέτων οὐδενὸς ὀρέγῃ, ἵνα καὶ τόπον σχῇ τὸ ἄλογον ἐκεῖνο καὶ ὠστικὸν καὶ παρὰ τὰ μέτρα ἠπειγμένον;

4

.

1

.

85

Ὅταν οὖν πρὸς τὰ πράγματα οὕτως ἔχῃς, τίς ἔτι ἄν‐ θρωπος δύναται φοβερὸς εἶναι; τί γὰρ ἔχει ἄνθρωπος ἀνθρώπῳ φοβερὸν ἢ ὀφθεὶς ἢ λαλήσας ἢ ὅλως συν‐ αναστραφείς; οὐ μᾶλλον ἢ ἵππος ἵππῳ ἢ κύων κυνὶ ἢ
5μέλισσα μελίσσῃ. ἀλλὰ τὰ πράγματα ἑκάστῳ φοβερά ἐστιν· ταῦτα δ’ ὅταν περιποιεῖν τις δύνηταί τινι ἢ

4

.

1

.

86

ἀφελέσθαι, τότε καὶ αὐτὸς φοβερὸς γίνεται. πῶς οὖν ἀκρόπολις καταλύεται; οὐ σιδήρῳ οὐδὲ πυρί, ἀλλὰ δόγμασιν. ἂν γὰρ τὴν οὖσαν ἐν τῇ πόλει καθέλωμεν, μή τι καὶ τὴν τοῦ πυρετοῦ, μή τι καὶ τὴν τῶν καλῶν
5γυναικαρίων, μή τι ἁπλῶς τὴν ἐν ἡμῖν ἀκρόπολιν καὶ τοὺς ἐν ἡμῖν τυράννους ἀποβεβλήκαμεν, οὓς ἐφ’ ἑκά‐ στοις καθ’ ἡμέραν ἔχομεν, ποτὲ μὲν τοὺς αὐτούς, ποτὲ

4

.

1

.

87

δ’ ἄλλους; ἀλλ’ ἔνθεν ἄρξασθαι δεῖ καὶ ἔνθεν καθελεῖν τὴν ἀκρόπολιν, ἐκβάλλειν τοὺς τυράννους· τὸ σωμάτιον ἀφεῖναι, τὰ μέρη αὐτοῦ, τὰς δυνάμεις, τὴν κτῆσιν, τὴν φήμην, ἀρχάς, τιμάς, τέκνα, ἀδελφούς, φίλους, πάντα

4

.

1

.

88

ταῦτα ἡγήσασθαι ἀλλότρια. κἂν ἔνθεν ἐκβληθῶσιν οἱ τύραννοι, τί ἔτι ἀποτειχίζω τὴν ἀκρόπολιν ἐμοῦ γε ἕνεκα; ἑστῶσα γὰρ τί μοι ποιεῖ; τί ἔτι ἐκβάλλω τοὺς δορυφόρους; ποῦ γὰρ αὐτῶν αἰσθάνομαι; ἐπ’ ἄλλους
5ἔχουσιν τὰς ῥάβδους καὶ τοὺς κοντοὺς καὶ τὰς μαχαί‐

4

.

1

.

89

ρας. ἐγὼ δ’ οὐπώποτ’ οὔτε θέλων ἐκωλύθην οὔτ’ ἠναγκά‐ σθην μὴ θέλων καὶ πῶς τοῦτο δυνατόν; προσκατατέ‐ ταχά μου τὴν ὁρμὴν τῷ θεῷ. θέλει μ’ ἐκεῖνος πυρέσ‐ σειν· κἀγὼ θέλω. θέλει ὁρμᾶν ἐπί τι· κἀγὼ θέλω.
5θέλει ὀρέγεσθαι· κἀγὼ θέλω. θέλει με τυχεῖν τινος·

4

.

1

.

90

κἀγὼ βούλομαι. οὐ θέλει· οὐ βούλομαι. ἀποθανεῖν οὖν θέλω· στρεβλωθῆναι οὖν θέλω. τίς ἔτι με κωλῦσαι δύ‐ ναται παρὰ τὸ ἐμοὶ φαινόμενον ἢ ἀναγκάσαι; οὐ μᾶλ‐ λον ἢ τὸν Δία.

4

.

1

.

91

Οὕτως ποιοῦσι καὶ τῶν ὁδοιπόρων οἱ ἀσφαλέστεροι. ἀκήκοεν ὅτι λῃστεύεται ἡ ὁδός· μόνος οὐ τολμᾷ καθ‐ εῖναι, ἀλλὰ περιέμεινεν συνοδίαν ἢ πρεσβευτοῦ ἢ τα‐ μίου ἢ ἀνθυπάτου καὶ προσκατατάξας ἑαυτὸν παρέρχε‐

4

.

1

.

92

ται ἀσφαλῶς. οὕτως καὶ ἐν τῷ κόσμῳ ποιεῖ ὁ φρόνιμος. ‘πολλὰ λῃστήρια, τύραννοι, χειμῶνες, ἀπορίαι, ἀποβολαὶ

4

.

1

.

93

τῶν φιλτάτων. ποῦ τις καταφύγῃ; πῶς ἀλῄστευτος παρέλθῃ; ποίαν συνοδίαν περιμείνας ἀσφαλῶς διέλθῃ;

4

.

1

.

94

τίνι προσκατατάξας ἑαυτόν; τῷ δεῖνι, τῷ πλουσίῳ, τῷ ὑπατικῷ. καὶ τί μοι ὄφελος; αὐτὸς ἐκδύεται, οἰμώζει, πενθεῖ. τί δ’, ἂν ὁ συνοδοιπόρος αὐτὸς ἐπ’ ἐμὲ στρα‐

4

.

1

.

95

φεὶς λῃστής μου γένηται; τί ποιήσω; φίλος ἔσομαι Καί‐ σαρος· ἐκείνου με ὄντα ἑταῖρον οὐδεὶς ἀδικήσει. πρῶ‐ τον μέν, ἵνα γένωμαι, π[ρ]όσα με δεῖ τλῆναι καὶ παθεῖν, ποσάκις καὶ ὑπὸ πόσων λῃστευθῆναι· εἶτα ἐὰν γένωμαι,

4

.

1

.

96

καὶ οὗτος θνητός ἐστιν [καὶ οὗτος θνητός]. ἂν δ’ αὐ‐ τὸς ἔκ τινος περιστάσεως ἐχθρός μου γένηται, ἀναχω‐

4

.

1

.

97

ρῆσαί πού ποτε κρεῖσσον; εἰς ἐρημίαν; ἄγε, ἐκεῖ πυρε‐ τὸς οὐκ ἔρχεται; τί οὖν γένηται; οὐκ ἔστιν εὑρεῖν ἀσφα‐

4

.

1

.

98

λῆ σύνοδον, πιστόν, ἰσχυρόν, ἀνεπιβούλευτον;‘ οὕτως ἐφίστησιν καὶ ἐννοεῖ, ὅτι, ἐὰν τῷ θεῷ προσκατατάξῃ
ἑαυτόν, διελεύσεται ἀσφαλῶς.

4

.

1

.

99

Πῶς λέγεις προσκατατάξαι; Ἵν’, ὃ ἂν ἐκεῖνος θέλῃ, καὶ αὐτὸς θέλῃ καί, ὃ ἂν ἐκεῖνος μὴ θέλῃ, τοῦτο

4

.

1

.

100

μηδ’ αὐτὸς θέλῃ. Πῶς οὖν τοῦτο γένηται; Πῶς γὰρ ἄλλως ἢ ἐπισκεψαμένῳ τὰς ὁρμὰς τοῦ θεοῦ καὶ τὴν διοίκησιν; τί μοι δέδωκεν ἐμὸν καὶ αὐτεξούσιον, τί αὑτῷ κατέλ[ε]ιπεν; τὰ προαιρετικά μοι δέδωκεν, ἐπ’
5ἐμοὶ πεποίηκεν, ἀνεμπόδιστα, ἀκώλυτα. τὸ σῶμα τὸ πήλινον πῶς ἐδύνατο ἀκώλυτον ποιῆσαι; ὑπέταξεν οὖν τῇ τῶν ὅλων περιόδῳ, τὴν κτῆσιν, τὰ σκεύη, τὴν οἰ‐

4

.

1

.

101

κίαν, τὰ τέκνα, τὴν γυναῖκα. τί οὖν θεομαχῶ; τί θέλω τὰ μὴ θελητά, τὰ μὴ δοθέντα μοι ἐξ ἅπαντος ἔχειν; ἀλλὰ πῶς; ὡς δέδοται καὶ ἐφ’ ὅσον δύναται. ἀλλ’ ὁ δοὺς ἀφαιρεῖται. τί οὖν ἀντιτείνω; οὐ λέγω, ὅτι ἠλί‐
5θιος ἔσομαι τὸν ἰσχυρότερον βιαζόμενος, ἀλλ’ ἔτι πρό‐

4

.

1

.

102

τερον ἄδικος. πόθεν γὰρ ἔχων αὐτὰ ἦλθον; ὁ πατήρ μου αὐτὰ ἔδωκεν. ἐκείνῳ δὲ τίς; τὸν ἥλιον δὲ τίς πε‐ ποίηκε, τοὺς καρποὺς δὲ τίς, τὰς δ’ ὥρας τίς, τὴν δὲ πρὸς ἀλλήλους συμπλοκὴν καὶ κοινωνίαν τίς;

4

.

1

.

103

Εἶτα σύμπαντα εἰληφὼς παρ’ ἄλλου καὶ αὐτὸν σεαυ‐
τόν, ἀγανακτεῖς καὶ μέμφῃ τὸν δόντα, ἄν σού τι ἀφέ‐

4

.

1

.

104

ληται; τίς ὢν καὶ ἐπὶ τί ἐληλυθώς; οὐχὶ ἐκεῖνός σε εἰσήγαγεν; οὐχὶ τὸ φῶς ἐκεῖνός σοι ἔδειξεν; οὐ συνερ‐ γοὺς δέδωκεν; οὐ καὶ αἰσθήσεις; οὐ λόγον; ὡς τίνα δὲ εἰσήγαγεν; οὐχ ὡς θνητόν; οὐχ ὡς μετὰ ὀλίγου σαρκι‐
5δίου ζήσοντα ἐπὶ γῆς καὶ θεασόμενον τὴν διοίκησιν αὐτοῦ καὶ συμπομπεύσοντα αὐτῷ καὶ συνεορτάσοντα

4

.

1

.

105

πρὸς ὀλίγον; οὐ θέλεις οὖν, ἕως δέδοταί σοι, θεασάμε‐ νος τὴν πομπὴν καὶ τὴν πανήγυριν εἶτα, ὅταν ς’ ἐξάγῃ, πορεύεσθαι προσκυνήσας καὶ εὐχαριστήσας ὑπὲρ ὧν

4

.

1

.

106

ἤκουσας καὶ εἶδες; ‘οὔ· ἀλλ’ ἔτι ἑορτάζειν ἤθελον.‘ καὶ γὰρ οἱ μύσται μυεῖσθαι; τάχα καὶ οἱ ἐν Ὀλυμπίᾳ ἄλ‐ λους ἀθλητὰς βλέπειν· ἀλλὰ ἡ πανήγυρις πέρας ἔχει· ἔξελθε, ἀπαλλάγηθι ὡς εὐχάριστος, ὡς αἰδήμων· δὸς
5ἄλλοις τόπον· δεῖ γενέσθαι καὶ ἄλλους, καθάπερ καὶ σὺ ἐγένου, καὶ γενομένους ἔχειν χώραν καὶ οἰκήσεις, τὰ ἐπιτήδεια. ἂν δ’ οἱ πρῶτοι μὴ ὑπεξάγωσιν, τί ὑπο‐ λ〈ε〉ίπεται; τί ἄπληστος εἶ; τί ἀνίκανος; τί στενοχωρεῖς

4

.

1

.

107

τὸν κόσμον; Ναί· ἀλλὰ τὰ τεκνία μετ’ ἐμαυτοῦ εἶναι θέλω καὶ τὴν γυναῖκα. Σὰ γάρ ἐστιν; οὐχὶ τοῦ δόντος; οὐχὶ καὶ τοῦ σὲ πεποιηκότος; εἶτα οὐκ ἐκ‐
στήσῃ τῶν ἀλλοτρίων; οὐ παραχωρήσεις τῷ κρείσσονι;

4

.

1

.

108

Τί οὖν μ’ εἰσῆγεν ἐπὶ τούτοις; Καὶ εἰ μὴ ποιεῖ σοι, ἔξελθε· οὐκ ἔχει χρείαν θεατοῦ μεμψιμοίρου. τῶν συνεορταζόντων δεῖται, τῶν συγχορευόντων, ἵν’ ἐπι‐ κροτῶσι μᾶλλον, ἐπιθ〈ε〉ιάζωσιν, ὑμνῶσι δὲ τὴν παν‐

4

.

1

.

109

ήγυριν. τοὺς 〈ἀ〉ταλαιπώρους δὲ καὶ δειλοὺς οὐκ ἀηδῶς ὄψεται ἀπολελειμμένους τῆς πανηγύρεως· οὐδὲ γὰρ παρόντες ὡς ἐν ἑορτῇ διῆγον οὐδ’ ἐξεπλήρουν τὴν χώ‐ ραν τὴν πρέπουσαν, ἀλλ’ ὠδυνῶντο, ἐμέμφοντο τὸν
5δαίμονα, τὴν τύχην, τοὺς συνόντας· ἀναίσθητοι καὶ ὧν ἔτυχον καὶ τῶν ἑαυτῶν δυνάμεων, ἃς εἰλήφασι πρὸς τὰ ἐναντία, μεγαλοψυχίας, γενναιότητος, ἀνδρείας, αὐτῆς

4

.

1

.

110

τῆς νῦν ζητουμένης ἐλευθερίας. Ἐπὶ τί οὖν εἴληφα ταῦτα; Χρησόμενος. Μέχρι τίνος; Μέχρις ἂν ὁ χρήσας θέλῃ. Ἂν οὖν ἀναγκαῖά μοι ᾖ; Μὴ πρόσπασχε αὐτοῖς καὶ οὐκ ἔσται. σὺ αὐτὰ αὑτῷ μὴ εἴ‐
5πῃς ἀναγκαῖα καὶ οὐκ ἔστιν.

4

.

1

.

111

Ταύτην τὴν μελέτην ἕωθεν εἰς ἑσπέραν μελετᾶν ἔδει. ἀπὸ τῶν μικροτάτων, ἀπὸ τῶν εὐεπηρεαστο〈τά〉των ἀρ‐ ξάμενος, ἀπὸ χύτρας, ἀπὸ ποτηρίου, εἶθ’ οὕτως ἐπὶ
χιτωνάριον πρόσελθε, ἐπὶ κυνάριον, ἐπὶ ἱππάριον, ἐπὶ
5ἀγρίδιον· ἔνθεν ἐπὶ σαυτόν, τὸ σῶμα, τὰ μέρη τοῦ σώ‐

4

.

1

.

112

ματος, τὰ τέκνα, τὴν γυναῖκα, τοὺς ἀδελφούς. παντα‐ χοῦ περιβλέψας ἀπόρριψον ἀπὸ σεαυτοῦ· κάθηρον τὰ δόγματα, μή τι προσήρτηταί σοι τῶν οὐ σῶν, μή τι

4

.

1

.

113

συμπέφυκεν, μή τι ὀδυνήσει ς’ ἀποσπώμενον. καὶ λέγε γυμναζόμενος καθ’ ἡμέραν, ὡς ἐκεῖ, μὴ ὅτι φιλοσοφεῖς (ἔστω φορτικὸν τὸ ὄνομα), ἀλλ’ ὅτι καρπιστὴν δίδως.

4

.

1

.

114

τοῦτο γάρ ἐστιν ἡ ταῖς ἀληθείαις ἐλευθερία. ταύτην ἠλευθερώθη Διογένης παρ’ Ἀντισθένους καὶ οὐκέτι

4

.

1

.

115

ἔφη καταδουλωθῆναι δύνασθαι ὑπ’ οὐδενός. διὰ τοῦτο πῶς ἑάλω, πῶς τοῖς πειραταῖς ἐχρῆτο· μή τι κύριον εἶπέν τινα αὐτῶν; καὶ οὐ λέγω τὸ ὄνομα· οὐ γὰρ τὴν φωνὴν φοβοῦμαι, ἀλλὰ τὸ πάθος, ἀφ’ οὗ ἡ φωνὴ ἐκ‐

4

.

1

.

116

πέμπεται. πῶς ἐπιτιμᾷ αὐτοῖς, ὅτι κακῶς ἔτρεφον τοὺς
ἑαλωκότας· πῶς ἐπράθη· μή τι κύριον ἐζήτει; ἀλλὰ δοῦλον. πῶς δὲ πραθεὶς ἀνεστρέφετο πρὸς τὸν δεσπό‐ την· εὐθὺς διελέγετο πρὸς αὐτόν, ὅτι οὐχ οὕτως ἐστο‐
5λίσθαι δεῖ αὐτόν, οὐχ οὕτως κεκάρθαι, περὶ τῶν υἱῶν,

4

.

1

.

117

πῶς δεῖ αὐτοὺς διάγειν. καὶ τί θαυμαστόν; εἰ γὰρ παιδοτρίβην ἐώνητο, ἐν τοῖς παλαιστρικοῖς ὑπηρέτῃ ἂν αὐτῷ ἐχρῆτο ἢ κυρίῳ; εἰ δ’ ἰατρόν, ὡσαύτως, εἰ δ’ ἀρχιτέκτονα. καὶ οὕτως ἐφ’ ἑκάστης ὕλης τὸν ἔμπειρον

4

.

1

.

118

τοῦ ἀπείρου κρατεῖν πᾶσα ἀνάγκη. ὅστις οὖν καθόλου τὴν περὶ βίον ἐπιστήμην κέκτηται, τί ἄλλο ἢ τοῦτον εἶναι δεῖ τὸν δεσπότην; τίς γάρ ἐστιν ἐν νηὶ κύριος; Ὁ κυβερνήτης. Διὰ τί; ὅτι ὁ ἀπειθῶν αὐτῷ ζη‐

4

.

1

.

119

μιοῦται. Ἀλλὰ δεῖραί με δύναται. Μή τι οὖν ἀζημίως; Οὕτως μὲν κἀγὼ ἔκρινον. Ἀλλ’ ὅτι οὐκ ἀζημίως, διὰ τοῦτο οὐκ ἔξεστιν· οὐδενὶ δ’ ἀζήμιόν ἐστι

4

.

1

.

120

τὸ ποιεῖν τὰ ἄδικα. Καὶ τίς ἡ ζημία τῷ δήσαντι τὸν
αὑτοῦ δοῦλον, ἣν δοκεῖς; Τὸ δῆσαι· τοῦτο ὃ καὶ σὺ ὁμολογήσεις, ἂν θέλῃς σῴζειν, ὅτι ἄνθρωπος οὐκ ἔστι

4

.

1

.

121

θηρίον, ἀλλ’ ἥμερον ζῷον. ἐπεὶ πότ’ ἄμπελος πράσσει κακῶς; ὅταν παρὰ τὴν ἑαυτῆς φύσιν πράσσῃ. πότ’ ἀλεκ‐

4

.

1

.

122

τρυών; ὡσαύτως. οὐκοῦν καὶ ἄνθρωπος. τίς οὖν αὐτοῦ ἡ φύσις; δάκνειν καὶ λακτίζειν καὶ εἰς φυλακὴν βάλ‐ λειν καὶ ἀποκεφαλίζειν; οὔ· ἀλλ’ εὖ ποιεῖν, συνεργεῖν, ἐπεύχεσθαι. τότ’ οὖν κακῶς πράσσει, ἄν τε θέλῃς ἄν τε
5μή, ὅταν ἀγνωμονῇ.

4

.

1

.

123

Ὥστε Σωκράτης οὐκ ἔπραξε κακῶς; Οὔ, ἀλλ’ οἱ δικασταὶ καὶ οἱ κατήγοροι. Οὐδ’ ἐν Ῥώμῃ Ἑλουί‐ διος; Οὔ, ἀλλ’ ὁ ἀποκτείνας αὐτόν. Πῶς λέγεις;

4

.

1

.

124

Ὡς καὶ σὺ ἀλεκτρυόνα οὐ λέγεις κακῶς πρᾶξαι τὸν νικήσαντα καὶ κατακοπέντα, ἀλλὰ τὸν ἀπλῆγα ἡττη‐ θέντα· οὐδὲ κύνα εὐδαιμονίζεις τὸν μήτε διώκοντα μήτε πονοῦντα, ἀλλ’ ὅταν ἱδρῶντα ἴδῃς, ὅταν ὀδυνώ‐

4

.

1

.

125

μενον, ὅταν ῥηγνύμενον ὑπὸ τοῦ δρόμου. τί παραδοξο‐ λογοῦμεν, εἰ λέγομεν παντὸς κακὸν εἶναι τὸ παρὰ τὴν ἐκείνου φύσιν; τοῦτο παράδοξόν ἐστιν; σὺ γὰρ αὐτὸ ἐπὶ πάντων τῶν ἄλλων οὐ λέγεις; διὰ τί ἐπὶ μόνου οὖν

4

.

1

.

126

τοῦ ἀνθρώπου ἄλλως φέρῃ; ἀλλ’ ὅτι λέγομεν ἥμερον εἶναι τοῦ ἀνθρώπου τὴν φύσιν καὶ φιλάλληλον
καὶ πιστήν, τοῦτο παράδοξον οὐκ ἔστιν; Οὐδὲ

4

.

1

.

127

τοῦτο. Πῶς οὖν ἔτι οὐ δερόμενος βλάπτεται ἢ δε‐ σμευόμενος ἢ ἀποκεφαλιζόμενος; οὐχὶ οὕτως μέν· 〈εἰ〉 γενναίως πάσχει, καὶ προσκερδαίνων καὶ προσωφελού‐ μενος ἀπέρχεται, ἐκεῖνος δὲ βλαπτόμενός ἐστιν ὁ τὰ
5οἰκτρότατα πάσχων καὶ αἴσχιστα, ὁ ἀντὶ ἀνθρώπου λύ‐ κος γινόμενος ἢ ἔχις ἢ σφήξ;

4

.

1

.

128

Ἄγε οὖν ἐπέλθωμεν τὰ ὡμολογημένα. ὁ ἀκώλυτος ἄνθρωπος ἐλεύθερος, ᾧ πρόχειρα τὰ πράγματα ὡς βού‐ λεται. ὃν δ’ ἔστιν ἢ κωλῦσαι ἢ ἀναγκάσαι ἢ ἐμποδίσαι

4

.

1

.

129

ἢ ἄκοντα εἴς τι ἐμβαλεῖν, δοῦλός ἐστιν. τίς δ’ ἀκώλυ‐ τος; ὁ μηδενὸς τῶν ἀλλοτρίων ἐφιέμενος. τίνα δ’ ἀλλό‐ τρια; ἃ οὐκ ἔστιν ἐφ’ ἡμῖν οὔτ’ ἔχειν οὔτε μὴ ἔχειν

4

.

1

.

130

οὔτε ποιὰ ἔχειν ἢ πῶς ἔχοντα. οὐκοῦν τὸ σῶμα ἀλλό‐ τριον, τὰ μέρη αὐτοῦ ἀλλότρια, ἡ κτῆσις ἀλλοτρία. ἂν οὖν τινι τούτων ὡς ἰδίῳ προσπαθῇς, δώσεις δίκας

4

.

1

.

131

ἃς ἄξιον τὸν τῶν ἀλλοτρίων ἐφιέμενον. αὕτη 〈ἡ〉 ὁδὸς ἐπ’ ἐλευθερίαν ἄγει, αὕτη μόνη ἀπαλλαγὴ δου‐ λείας, [μόνῃ] τὸ δυνηθῆναί ποτ’ εἰπεῖν ἐξ ὅλης ψυ‐ χῆς τὸ
5ἄγου δέ μ’, ὦ Ζεῦ, καὶ σύ γ’ ἡ Πεπρωμένη,
ὅποι ποθ’ ὑμῖν εἰμι διατεταγμένος.

4

.

1

.

132

Ἀλλὰ τί λέγεις, φιλόσοφε; καλεῖ σε ὁ τύραννος ἐροῦντά τι ὧν οὐ πρέπει σοι. λέγεις ἢ οὐ λέγεις; εἰπέ μοι. Ἄφες σκέψωμαι. Νῦν σκέψῃ; ὅτε δ’ ἐν τῇ σχολῇ ἦς, τί ἐσκέπτου; οὐκ ἐμελέτας, τίνα ἐστὶ τὰ ἀγαθὰ
5καὶ τὰ κακὰ καὶ τίνα οὐδέτερα; Ἐσκεπτόμην.

4

.

1

.

133

Τίνα οὖν ἤρεσκεν ὑμῖν; Τὰ δίκαια καὶ καλὰ ἀγαθὰ εἶναι, τὰ ἄδικα καὶ αἰσχρὰ κακά. Μή τι τὸ ζῆν ἀγαθόν; Οὔ. Μή τι τὸ ἀποθανεῖν κακόν; Οὔ. Μή τι φυλακή; Οὔ. Λόγος δ’ ἀγεννὴς καὶ ἄπιστος καὶ
5φίλου προδοσία καὶ κολακεία τυράννου τί ὑμῖν ἐφαί‐

4

.

1

.

134

νετο; Κακά. Τί οὖν; οὐχὶ σκέπτῃ, οὐχὶ δ’ ἔσκε‐ ψαι καὶ βεβούλευσαι. ποία γὰρ σκέψις, εἰ καθήκει μοὶ δυναμένῳ τὰ μέγιστα ἀγαθὰ ἐμαυτῷ περιποιῆσαι, τὰ μέγιστα κακὰ μὴ περιποιῆσαι; καλὴ σκέψις καὶ ἀναγ‐
5καία, πολλῆς βουλῆς δεομένη. τί ἡμῖν ἐμπαίζεις, ἄν‐

4

.

1

.

135

θρωπε; οὐδέποτε τοιαύτη σκέψις γίνεται. οὐδ’ εἰ ταῖς ἀληθείαις κακὰ μὲν ἐφαντάζου τὰ αἰσχρά, τὰ δ’ ἄλλα οὐδέτερα, ἦλθες ἂν ἐπὶ ταύτην τὴν ἐπίστασιν, οὐδ’ ἐγγύς· ἀλλ’ αὐτόθεν διακρίνειν εἶχες, ὥσπερ ὄψει τῇ

4

.

1

.

136

διανοίᾳ. πότε γὰρ σκέπτῃ, εἰ τὰ μέλανα λευκά ἐστιν, εἰ
τὰ βαρέα κοῦφα; οὐχὶ δὲ τοῖς ἐναργῶς φαινομένοις ἐπακολουθεῖς; πῶς οὖν νῦν σκέπτεσθαι λέγεις, 〈εἰ〉 τὰ

4

.

1

.

137

οὐδέτερα τῶν κακῶν φευκτότερα; ἀλλ’ οὐκ ἔχεις τὰ δόγματα ταῦτα, ἀλλὰ φαίνεταί σοι οὔτε ταῦτα οὐδέ‐ τερα, ἀλλὰ τὰ μέγιστα κακά, οὔτ’ ἐκεῖνα 〈κακά〉, ἀλλ’

4

.

1

.

138

οὐδὲν πρὸς ἡμᾶς. οὕτως γὰρ ἐξ ἀρχῆς εἴθισας σεαυτόν· ‘ποῦ εἰμι; ἐν σχολῇ. καὶ ἀκούουσί μου τίνες; λέγω μετὰ τῶν φιλοσόφων. ἀλλ’ ἐξελήλυθα τῆς σχολῆς· ἆρον ἐκεῖνα τὰ τῶν σχολαστικῶν καὶ τῶν μωρῶν.‘ οὕ‐
5τως καταμαρτυρεῖται φίλος ὑπὸ φιλοσόφου, οὕτως πα‐

4

.

1

.

139

ρασιτεῖ φιλόσοφος, οὕτως ἐπ’ ἀργυρίῳ ἐκμισθοῖ ἑαυ‐ τόν, οὕτως ἐν συγκλήτῳ τις οὐ λέγει τὰ φαινόμενα·

4

.

1

.

140

ἔνδοθεν τὸ δόγμα αὐτοῦ βοᾷ, οὐ ψυχρὸν καὶ ταλαίπω‐ ρον ὑποληψείδιον ἐκ λόγων εἰκαίων ὡς ἐκ τριχὸς ἠρτη‐ μένον, ἀλλὰ ἰσχυρὸν καὶ χρηστικὸν καὶ ὑπὸ τοῦ διὰ

4

.

1

.

141

τῶν ἔργων γεγυμνάσθαι μεμυημένον. παραφύλαξον σαυτόν, πῶς ἀκούεις οὐ λέγω, ὅτι τὸ παιδίον σου
ἀπέθανεν· πόθεν σοι; ἀλλ’ ὅτι σου τὸ ἔλαιον ἐξεχέθη,

4

.

1

.

142

ὁ οἶνος ἐξεπόθη, ἵνα τις ἐπιστὰς διατεινομένῳ σοι τοῦτ’ αὐτὸ μόνον εἴπῃ ‘φιλόσοφε, ἄλλα λέγεις ἐν τῇ σχολῇ· τί ἡμᾶς ἐξαπατᾷς; τί σκώληξ ὢν λέγεις, ὅτι ἄνθρωπος

4

.

1

.

143

εἶ;‘ ἤθελον ἐπιστῆναί τινι αὐτῶν συνουσιάζοντι, ἵνα ἴδω, πῶς τείνεται καὶ ποίας φωνὰς ἀφίησιν, εἰ μέμνη‐ ται τοῦ ὀνόματος αὐτοῦ, τῶν λόγων οὓς ἀκούει ἢ λέγει ἢ ἀναγιγνώσκει.

4

.

1

.

144

Καὶ τί ταῦτα πρὸς ἐλευθερίαν; Οὐκ ἄλλα μὲν οὖν ἢ ταῦτ’, ἄν τε θέλητε ὑμεῖς οἱ πλούσιοι ἄν τε μή.

4

.

1

.

145

Καὶ τί[ς] σοι μαρτυρεῖ ταῦτα; Τί γὰρ ἄλλο ἢ αὐτοὶ ὑμεῖς οἱ τὸν κύριον τὸν μέγαν ἔχοντες καὶ πρὸς τὸ ἐκείνου νεῦμα καὶ κίνημα ζῶντες, κἄν τινα ὑμῶν ἴδῃ μόνον συνεστραμμένῳ βλέμματι, ἀποψυχόμενοι, τὰς
5γραίας θεραπεύοντες καὶ τοὺς γέροντας καὶ λέγοντες

4

.

1

.

146

ὅτι ‘οὐ δύναμαι τοῦτο ποιῆσαι· οὐκ ἐξεστί μοι‘; διὰ τί οὐκ ἔξεστίν σοι; οὐκ ἄρτι ἐμάχου μοι λέγων ἐλεύθερος εἶναι; ‘ἀλλὰ Ἄπρυλλά με κεκώλυκεν.‘ λέγε οὖν τὰς ἀληθείας, δοῦλε, καὶ μὴ δραπέτευέ σου τοὺς κυρίους
5μηδ’ ἀπαρνοῦ μηδὲ τόλμα καρπιστὴν διδόναι τοσούτους

4

.

1

.

147

ἔχων τῆς δουλείας ἐλέγχους. καίτοι τὸν μὲν ὑπ’ ἔρωτος ἀναγκαζόμενόν τι ποιεῖν παρὰ τὸ φαινόμενον καὶ ἅμα μὲν ὁρῶντα τὸ ἄμεινον, ἅμα δ’ οὐκ ἐξευτονοῦντα ἀκο‐ λουθῆσαι αὐτῷ ἔτι μᾶλλον ἄν τις συγγνώμης ἄξιον
5ὑπολάβοι, ἅθ’ ὑπό τινος βιαίου καὶ τρόπον τινὰ θείου

4

.

1

.

148

κατεσχημένον. σοῦ δὲ τίς ἀνάσχοιτο τῶν γραῶν ἐρῶν‐
τος καὶ τῶν γερόντων καὶ ἐκείνας ἀπομύσσοντος καὶ ἀποπλύνοντος καὶ δωροδοκοῦντος καὶ ἅμα μὲν νοσού‐ σας θεραπεύοντος ὡς δούλου, ἅμα δ’ ἀποθανεῖν εὐχο‐
5μένου καὶ τοὺς ἰατροὺς διακρίνοντος, εἰ ἤδη θανασίμως ἔχουσιν; ἢ πάλιν ὅταν ὑπὲρ τῶν μεγάλων τούτων καὶ σεμνῶν ἀρχῶν καὶ τιμῶν τὰς χεῖρας τῶν ἀλλοτρίων

4

.

1

.

149

δούλων καταφιλῇς, ἵνα μηδ’ ἐλευθέρων δοῦλος ᾖς; εἶτά μοι σεμνὸς περιπατεῖς στρατηγῶν, ὑπατεύων, οὐκ οἶδα, πῶς ἐστρατήγησας, πόθεν τὴν ὑπατ〈ε〉ίαν ἔλαβες, τίς

4

.

1

.

150

σοι αὐτὴν ἔδωκεν; ἐγὼ μὲν οὐδὲ ζῆν ἤθελον, εἰ διὰ Φηλικίωνα ἔδει ζῆσαι τῆς ὀφρύος αὐτοῦ καὶ τοῦ δουλι‐ κοῦ φρυάγματος ἀνασχόμενον. οἶδα γάρ, τί ἐστι δοῦλος εὐτυχῶν ὡς δοκεῖ καὶ τετυφ[λ]ωμένος.

4

.

1

.

151

Σὺ οὖν, φησίν, ἐλεύθερος εἶ; Θέλω νὴ τοὺς θεοὺς καὶ εὔχομαι, ἀλλ’ οὔπω δύναμαι ἀντιβλέψαι τοῖς κυ‐ ρίοις, ἔτι τιμῶ τὸ σωμάτιον, ὁλόκληρον αὐτὸ ἔχειν ἀντὶ

4

.

1

.

152

πολλοῦ ποιοῦμαι καίτοι μηδ’ ὁλόκληρον ἔχων. ἀλλὰ δύναμαί σοι δεῖξαι ἐλεύθερον, ἵνα μηκέτι ζητῇς τὸ πα‐ ράδειγμα. Διογένης ἦν ἐλεύθερος. πόθεν τοῦτο; οὐχ ὅτι ἐξ ἐλευθέρων ἦν (οὐ γὰρ ἦν), ἀλλ’ ὅτι αὐτὸς ἦν,
5ὅτι ἀποβεβλήκει πάσας τὰς τῆς δουλείας [β]λαβὰς οὐδ’ ἦν, ὅπως τις προσέλθῃ πρὸς αὐτὸν οὐδ’ ὅθεν λάβηται

4

.

1

.

153

πρὸς τὸ καταδουλώσασθαι. πάντα εὔλυτα εἶχεν, πάντα μόνον προσηρτημένα. εἰ τῆς κτήσεως ἐπελάβου, αὐτὴν ἀφῆκεν ἄν σοι μᾶλλον ἢ ἠκολούθησεν δι’ αὐτήν· εἰ τοῦ σκέλους, 〈τὸ σκέλοσ〉· εἰ ὅλου τοῦ σωματίου, ὅλον
5τὸ σωμάτιον· οἰκείους, φίλους, πατρίδα ὡσαύτως. ᾔδει, πόθεν ἔχει καὶ παρὰ τίνος καὶ ἐπὶ τίσιν λαβών.

4

.

1

.

154

τοὺς μέν γ’ ἀληθ[ε]ινοὺς προγόνους, τοὺς θεούς, καὶ τὴν τῷ ὄντι πατρίδα οὐδεπώποτ’ ἂν ἐγκατέλ[ε]ιπεν οὐδὲ παρεχώρησεν ἄλλῳ μᾶλλον πείθεσθαι αὐτοῖς καὶ ὑπακούειν οὐδ’ ὑπεραπέθανεν ἂν εὐκολώτερον τῆς πα‐

4

.

1

.

155

τρίδος ἄλλος. οὐ γὰρ ἐζήτει ποτὲ δόξαι τι ποιεῖν ὑπὲρ τῶν ὅλων, ἀλλ’ ἐμέμνητο, ὅτι πᾶν τὸ γενόμενον ἐκεῖθέν ἐστιν καὶ ὑπ〈ὲρ〉 ἐκείνης πράττεται καὶ ὑπὸ τοῦ διοι‐

4

.

1

.

156

κοῦντος αὐτὴν παρεγγυᾶται. τοιγαροῦν ὅρα, τί λέγει αὐτὸς καὶ γράφει· ‘διὰ τοῦτό σοι‘, φησίν, ‘ἔξεστιν, ὦ Διόγενες, καὶ τῷ Περσῶν βασιλεῖ καὶ Ἀρχι‐
δάμῳ τῷ Λακεδαιμονίων ὡς βούλει διαλέγε‐

4

.

1

.

157

σθαι‘. ἆρά γ’ ὅτι ἐξ ἐλευθέρων ἦν; πάντες γὰρ Ἀθη‐ ναῖοι καὶ πάντες Λακεδαιμόνιοι καὶ Κορίνθιοι διὰ τὸ ἐκ δούλων εἶναι οὐκ ἠδύναντο αὐτοῖς ὡς ἠβούλοντο

4

.

1

.

158

διαλέγεσθαι, ἀλλ’ ἐδεδοίκεσαν καὶ ἐθεράπευον; διὰ τί οὖν, φησίν, ἔξεστιν; ‘ὅτι τὸ σωμάτιον ἐμὸν οὐχ ἡγοῦμαι, ὅτι οὐδενὸς δέομαι, ὅτι ὁ νόμος μοι πάντα ἐστὶ καὶ ἄλλο οὐδέν.‘ ταῦτα ἦν τὰ ἐλεύθερον ἐκεῖνον
5ἐάσαντα.

4

.

1

.

159

Καὶ ἵνα μὴ δόξῃς, ὅτι παράδειγμα δείκνυμι ἀνδρὸς ἀπεριστάτου μήτε γυναῖκα ἔχοντος μήτε τέκνα μήτε πατρίδα ἢ φίλους ἢ συγγενεῖς, ὑφ’ ὧν κάμπτεσθαι καὶ περισπᾶσθαι ἠδύνατο, λάβε Σωκράτη καὶ θέασαι γυ‐
5ναῖκα καὶ παιδία ἔχοντα, ἀλλὰ ὡς ἀλλότρια[ν], πατρίδα, ἐφ’ ὅσον ἔδει καὶ ὡς ἔδει, φίλους, συγγενεῖς, πάντα ταῦτα ὑποτεταχότα τῷ νόμῳ καὶ τῇ πρὸς ἐκεῖνον εὐ‐

4

.

1

.

160

πειθ〈ε〉ίᾳ. διὰ τοῦτο, στρατεύεσθαι μὲν ὁπότ’ ἔδει, πρῶτος ἀπῄει κἀκεῖ ἐκινδύνευεν ἀφειδέστατα· ἐπὶ Λέ‐ οντα δ’ ὑπὸ τῶν τυράννων πεμφθείς, ὅτι αἰσχρὸν ἡγεῖτο, οὐδ’ ἐπεβουλεύσατο εἰδώς, ὅτι ἀποθανεῖν δεή‐

4

.

1

.

161

σει, ἂν οὕτως τύχῃ. καὶ τί αὐτῷ διέφερεν; ἄλλο γάρ τι σῴζειν ἤθελεν· οὐ τὸ σαρκίδιον, ἀλλὰ τὸν πιστόν, τὸν

4

.

1

.

162

αἰδήμονα. ταῦτα ἀπαρεγχείρητα, ἀνυπότακτα. εἶθ’ ὅτ’
ἀπολογεῖσθαι ἔδει ὑπὲρ τοῦ ζῆν, μή τι ὡς τέκνα ἔχων ἀναστρέφεται, μή τι ὡς γυναῖκα; ἀλλ’ ὡς μόνος. τί δ’,

4

.

1

.

163

ὅτε πιεῖν ἔδει τὸ φάρμακον, πῶς ἀναστρέφεται; δυνά‐ μενος διασωθῆναι καὶ τοῦ Κρίτωνος αὐτῷ λέγοντος ὅτι ‘ἔξελθε διὰ τὰ παιδία‘ τί λέγει; ἕρμαιον ἡγεῖτο αὐτό; πόθεν; ἀλλὰ τὸ εὔσχημον σκοπεῖ, τἆλλα δ’ οὐδ’ ὁρᾷ,
5οὐδ’ ἐπιλογίζεται. οὐ γὰρ ἤθελεν, φησίν, σῶσαι τὸ σω‐ μάτιον, ἀλλ’ ἐκεῖνο, ὃ τῷ δικαίῳ μὲν αὔξεται καὶ σῴζεται, τῷ δ’ ἀδίκῳ μειοῦται καὶ ἀπόλλυται.

4

.

1

.

164

Σωκράτης δ’ αἰσχρῶς οὐ σῴζεται, ὁ μὴ ἐπιψηφίσας Ἀθηναίων κελευόντων, ὁ τοὺς τυράννους ὑπεριδών, ὁ τοιαῦτα περὶ ἀρετῆς καὶ καλοκἀγαθίας διαλεγόμενος·

4

.

1

.

165

τοῦτον οὐκ ἔστι σῶσαι αἰσχρῶς, ἀλλ’ ἀποθνῄσκων σῴ‐ ζεται, οὐ φεύγων. καὶ γὰρ ὁ ἀγαθὸς ὑποκριτὴς παυόμε‐ νος ὅτε δεῖ σῴζεται μᾶλλον ἢ ὑποκρινόμενος παρὰ και‐

4

.

1

.

166

ρόν. τί οὖν ποιήσει τὰ παιδία; ‘εἰ μὲν εἰς Θεττα‐ λίαν ἀπῄει〈ν〉, ἐπεμελήθητε αὐτῶν· εἰς Ἅιδου δέ μου ἀποδημήσαντος οὐδεὶς ἔσται ὁ ἐπιμελησό‐ μενος;‘ ὅρα, πῶς ὑποκορίζεται καὶ σκώπτει τὸν θάνα‐

4

.

1

.

167

τον. εἰ δ’ ἐγὼ καὶ σὺ ἦμεν, εὐθὺς ἂν καταφιλοσοφή‐
σαντες ὅτι ‘τοὺς ἀδικοῦντας δεῖ τοῖς ἴσοις ἀμύνεσθαι‘ καὶ προσθέ〈ν〉τες ὅτι ‘ὄφελος ἔσομαι πολλοῖς ἀνθρώ‐ ποις σωθείς, ἀποθανὼν δ’ οὐδενί‘, εἰ [γ]ἄρ’ ἔδει διὰ

4

.

1

.

168

τρώγλης ἐκδύντας, ἐξήλθομεν ἄν. καὶ πῶς ἂν ὠφελήσα‐ μέν τινα; ποῦ γὰρ ἂν ἔτι ἔμενον ἐκεῖνοι; ἢ οἳ ὄντες ἦμεν ὠφέλιμοι, οὐχὶ πολὺ μᾶλλον ἀποθανόντες ἂν

4

.

1

.

169

ὅτε ἔδει καὶ ὡς ἔδει ὠφελήσαμεν ἀνθρώπους; καὶ νῦν Σωκράτους ἀποθανόντος οὐθὲν ἧττον ἢ καὶ πλεῖον ὠφέλιμός ἐστιν ἀνθρώποις ἡ μνήμ〈η〉 ὧν ἔτι ζῶν ἔπρα‐ ξεν ἢ εἶπεν.

4

.

1

.

170

Ταῦτα μελέτα, ταῦτα τὰ δόγματα, τούτους τοὺς λό‐ γους, εἰς ταῦτα ἀφόρα τὰ παραδείγματα, εἰ θέλεις ἐλεύ‐ θερος εἶναι, εἰ ἐπιθυμεῖς κατ’ ἀξίαν τοῦ πράγματος.

4

.

1

.

171

καὶ τί θαυμαστόν, εἰ τηλικοῦτο πρᾶγμα τοσούτων καὶ τηλικούτων ὠνῇ; ὑπὲρ τῆς νομιζομένης ἐλευθερίας ταύ‐ της οἱ μὲν ἀπάγχονται, οἱ δὲ κατακρημνίζουσιν αὑτούς,

4

.

1

.

172

ἔστι δ’ ὅτε καὶ πόλεις ὅλαι ἀπώλοντο· ὑπὲρ τῆς ἀλη‐
θ[ε]ινῆς καὶ ἀνεπιβουλεύτου καὶ ἀσφαλοῦς ἐλευθερίας ἀπαιτοῦντι τῷ θεῷ ἃ δέδωκεν οὐκ ἐκστήσῃ; οὐχ, ὡς Πλάτων λέγει, μελετήσεις οὐχὶ ἀποθνῄσκειν μόνον, ἀλ‐
5λὰ καὶ στρεβλοῦσθαι καὶ φεύγειν καὶ δέρεσθαι καὶ

4

.

1

.

173

πάνθ’ ἁπλῶς ἀποδιδόναι τἀλλότρια; ἔσει τοίνυν δοῦλος ἐν δούλοις, κἂν μυριάκις ὑπατεύσῃς, κἂν εἰς τὸ παλά‐ τιον ἀναβῇς, οὐδὲν ἧττον· καὶ αἰσθήσει, ὅτι παρά‐ δοξα μὲν ἴσως φασὶν οἱ φιλόσοφοι, καθάπερ καὶ

4

.

1

.

174

ὁ Κλεάνθης ἔλεγεν, οὐ μὴν παράλογα. ἔργῳ γὰρ εἴσῃ, ὅτι ἀληθῆ ἐστι καὶ τούτων τῶν θαυμαζομένων καὶ σπουδαζομένων ὄφελος οὐδέν ἐστι τοῖς τυχοῦσι· τοῖς δὲ μηδέπω τετευχόσι φαντασία γίνεται, ὅτι παρα‐
5γενομένων αὐτῶν ἅπαντα παρέσται αὐτοῖς τὰ ἀγαθά· εἶθ’ ὅταν παραγένηται, τὸ καῦμα ἴσον, ὁ ῥιπτασμὸς ὁ

4

.

1

.

175

αὐτός, ἡ ἄση, 〈ἡ〉 τῶν οὐ παρόντων ἐπιθυμία. οὐ γὰρ ἐκπληρώσει τῶν ἐπιθυμουμένων ἐλευθερία παρασκευ‐

4

.

1

.

176

άζεται, ἀλλὰ ἀνασκευῇ τῆς ἐπιθυμίας. καὶ ἵν’ 〈ε〉ἰδῇς,
ὅτι ἀληθῆ ταῦτά ἐστιν, ὡς ἐκείνων ἕνεκα πεπόνηκας, οὕτως καὶ ἐπὶ ταῦτα μετάθες τὸν πόνον· ἀγρύπνησον

4

.

1

.

177

ἕνεκα τοῦ δόγμα περιποιήσασθαι ἐλευθεροποιόν, θερά‐ πευσον ἀντὶ γέροντος πλουσίου φιλόσοφον, περὶ θύ‐ ρας ὄφθητ[α]ι τὰς τούτου· οὐκ ἀσχημονήσεις ὀφθείς, οὐκ ἀπελεύσῃ κενὸς οὐδ’ ἀκερδής, ἂν ὡς δεῖ προσέλθῃς. εἰ
5δὲ μή, πείρασόν γ’· οὐκ ἔστιν αἰσχρὰ ἡ πεῖρα.

4

.

2

t

βʹ. Περὶ συμ〈περι〉φορᾶς.

4

.

2

.

1

Τούτῳ τῷ τόπῳ πρὸ πάντων σε δεῖ προσέχειν, μή ποτε ἄρα τῶν προτέρων συνήθων ἢ φίλων ἀνακραθῇς τινι οὕτως, ὥστ’ εἰς τὰ αὐτὰ συγκαταβῆναι αὐτῷ· εἰ

4

.

2

.

2

δὲ μή, ἀπολεῖς σεαυτόν. ἂν δέ ς’ ὑποτρέχῃ ὅτι ‘ἀδέξιος αὐτῷ φανοῦμαι καὶ οὐχ ὁμοίως ἕξει ὡς πρότερον‘, μέμνησο, ὅτι προῖκα οὐδὲν γίνεται οὐδ’ ἔστι δυνατὸν μὴ τὰ αὐτὰ ποιοῦντα [μὴ] τὸν αὐτὸν εἶναι τῷ ποτέ.

4

.

2

.

3

ἐλοῦ οὖν πότερον θέλεις, ὁμοίως φιλεῖσθαι ὑφ’ ὧν πρότερον ὅμοιος ὢν τῷ πρότερον σεαυτῷ ἢ κρείσσων

4

.

2

.

4

ὢν μὴ τυγχάνειν τῶν ἴσων. εἰ γὰρ τοῦτο κρεῖσσον, αὐτόθεν ἀπόνευσον ἐπὶ τοῦτο μηδέ σε περισπάτωσαν οἱ ἕτεροι διαλογισμοί. οὐδεὶς γὰρ ἐπαμφοτερίζων δύ‐
ναται προκόψαι, ἀλλ’ εἰ τοῦτο πάντων προκέκρικας, εἰ
5πρὸς τούτῳ μόνῳ θέλεις εἶναι, εἰ τοῦτο ἐκπονῆσαι,

4

.

2

.

5

ἄφες ἅπαντα τἆλλα· εἰ δὲ μή, οὗτος ὁ ἐπαμφοτερισμὸς ἑκάτερόν σοι ποιήσει, οὔτε προκόψεις κατ’ ἀξίαν οὔτ’

4

.

2

.

6

ἐκείνων τεύξῃ, ὧν πρότερον ἐτύγχανες. πρότερον γὰρ εἰλικρινῶς ἐφιέμενος τῶν οὐδενὸς ἀξίων ἡδὺς ἦς τοῖς

4

.

2

.

7

συνοῦσιν. οὐ δύνασαι δ’ ἐν ἀμφοτέρῳ τῷ εἴδει διενεγ‐ κεῖν· ἀλλ’ ἀνάγκη, καθόσον ἂν τοῦ ἑτέρου κοινωνῇς, ἀπολείπεσθαί ς’ ἐν θατέρῳ. οὐ δύνασαι μὴ πίνων μεθ’ ὧν ἔπινες ὁμοίως ἡδὺς αὐτοῖς φαίνεσθαι· ἑλοῦ οὖν,
5πότερον μεθυστὴς εἶναι θέλεις καὶ ἡδὺς ἐκείνοις ἢ νή‐ φων ἀηδής. οὐ δύνασαι μὴ ᾄδων μεθ’ ὧν ᾖδες ὁμοίως φιλεῖσθαι ὑπ’ αὐτῶν· ἑλοῦ οὖν καὶ ἐνταῦθα, πότερον

4

.

2

.

8

θέλεις. εἰ γὰρ κρεῖσσον τὸ αἰδήμονα εἶναι καὶ κόσμιον τοῦ εἰπεῖν τινα ‘ἡδὺς ἄνθρωποσ‘, ἄφες τὰ ἕτερα, ἀπό‐

4

.

2

.

9

γνωθι, ἀποστράφηθι, μηδὲν σοὶ καὶ αὐτοῖς. εἰ δὲ μὴ ἀρέσει ταῦτα, ὅλος ἀπόκλινον ἐπὶ τἀναντία· γενοῦ εἷς τῶν κιναίδων, εἷς τῶν μοιχῶν καὶ ποίει τὰ ἑξῆς καὶ τεύξῃ ὧν θέλεις. καὶ ἀναπηδῶν ἐπικραύγαζε τῷ ὀρχη‐

4

.

2

.

10

στῇ. διάφορα δ’ οὕτως πρόσωπα οὐ μίγνυται· οὐ δύ‐
νασαι καὶ Θερσίτην ὑποκρίνασθαι καὶ Ἀγαμέμνονα. ἂν Θερσίτης εἶναι θέλῃς, κυρτόν σε εἶναι δεῖ, φαλακρόν· ἂν Ἀγαμέμνων, μέγαν καὶ καλὸν καὶ τοὺς ὑποτεταγμέ‐
5νους φιλοῦντα.

4

.

3

t

γʹ. Τίνα τίνων ἀντικαταλλακτέον.

4

.

3

.

1

Ἐκεῖνο πρόχειρον ἔχε, ὅταν τινὸς ἀπολ〈ε〉ίπῃ τῶν ἐκτός, τί ἀντ’ αὐτοῦ περιποιῇ· κἂν ᾖ πλείονος ἄξιον,

4

.

3

.

2

μηδέποτ’ εἴπῃς ὅτι ‘ἐζημίωμαι‘· οὐδ’ 〈ἂν〉 ἀντὶ ὄνου ἵππον, οὐδ’ ἀντὶ προβάτου βοῦν, οὐδ’ ἀντὶ κέρματος πρᾶξιν καλήν, οὐδ’ ἀντὶ ψυχρολογίας ἡσυχίαν οἵαν δεῖ,

4

.

3

.

3

οὐδ’ ἀντὶ αἰσχρολογίας αἰδῶ. τούτων μεμνημένος παν‐ ταχοῦ διασώσεις τὸ σαυτοῦ πρόσωπον οἷον ἔχειν σε δεῖ. εἰ δὲ μή, σκόπει, ὅτι ἀπόλλυνται οἱ χρόνοι εἰκῇ καὶ ὅσα νῦν προσέχεις σεαυτῷ, μέλλεις ἐκχεῖν ἅπαντα

4

.

3

.

4

ταῦτα καὶ ἀνατρέπειν. ὀλίγου δὲ χρεία ἐστὶ πρὸς τὴν ἀπώλειαν τὴν πάντων καὶ ἀνατροπήν, μικρᾶς ἀποστρο‐

4

.

3

.

5

φῆς τοῦ λόγου. ἵνα ὁ κυβερνήτης ἀνατρέψῃ τὸ πλοῖον, οὐ χρείαν ἔχει τῆς αὐτῆς παρασκευῆς, ὅσης εἰς τὸ σῶ‐ σαι· ἀλλὰ μικρὸν πρὸς τὸν ἄνεμον ἂν ἐπιστρέψῃ, ἀπώ‐ λετο· κἂν μὴ αὐτὸς ἑκών, ὑποπαρενθυμηθῇ δ’, ἀπώ‐

4

.

3

.

6

λετο. τοιοῦτόν ἐστί τι καὶ ἐνθάδε· μικρὸν ἂν ἀπονυ‐
στάξῃς, ἀπῆλθεν πάντα τὰ μέχρι νῦν συνειλεγμένα.

4

.

3

.

7

πρόσεχε οὖν ταῖς φαντασίαις, ἐπαγρύπνει. οὐ γὰρ μι‐ κρὸν τὸ τηρούμενον, ἀλλ’ αἰδὼς καὶ πίστις καὶ εὐστά‐

4

.

3

.

8

θεια, ἀπάθεια, ἀλυπία, ἀφοβία, ἀταραξία, ἁπλῶς ἐλευθε‐ ρία. τίνων μέλλεις ταῦτα πωλεῖν; βλέπε, πόσου ἀξίων. Ἀλλ’ οὐ τεύξομαι τοιούτου τινὸς ἀντ’ αὐτοῦ. Βλέπε καὶ τυγχάνων πάλιν ἐκείνου, τί ἀντ’ αὐτοῦ λαμβάνεις.

4

.

3

.

9

‘ἐγὼ εὐκοσμίαν, ἐκεῖνος δημαρχίαν· ἐκεῖνος στρατηγίαν, ἐγὼ αἰδῶ. ἀλλ’ οὐ κραυγάζω, ὅπου ἀπρεπές· ἀλλ’ οὐκ ἀναστήσομαι, ὅπου μὴ δεῖ. ἐλεύθερος γάρ εἰμι καὶ φί‐

4

.

3

.

10

λος τοῦ θεοῦ, ἵν’ ἑκὼν πείθωμαι αὐτῷ. τῶν δ’ ἄλλων οὐδενὸς ἀντιποιεῖσθαί με δεῖ, οὐ σώματος, οὐ κτήσεως, οὐκ ἀρχῆς, οὐ φήμης, ἁπλῶς οὐδενός· οὐδὲ γὰρ ἐκεῖνος βούλεταί μ’ ἀντιποιεῖσθαι αὐτῶν. εἰ γὰρ ἤθελεν, ἀγαθὰ
5πεποιήκει αὐτὰ ἂν ἐμοί. νῦν δ’ οὐ πεποίηκεν· διὰ τοῦτο

4

.

3

.

11

οὐδὲν δύναμαι παραβῆναι τῶν ἐντολῶν.‘ τήρει τὸ ἀγα‐
θὸν τὸ σαυτοῦ ἐν παντί, τῶν δ’ ἄλλων κατὰ τὸ διδό‐ μενον μέχρι τοῦ εὐλογιστεῖν ἐν αὐτοῖς, τούτῳ μόνῳ ἀρκούμενος. εἰ δὲ μή, δυστυχήσεις, ἀτυχήσεις, κωλυ‐

4

.

3

.

12

θήσῃ, ἐμποδισθήσῃ. οὗτοί εἰσιν οἱ ἐκεῖθεν ἀπεσταλμέ‐ νοι νόμοι, ταῦτα τὰ διατάγματα· τούτων ἐξηγητὴν δεῖ γενέσθαι, τούτοις ὑποτεταγμένον, οὐ τοῖς Μασουρίου καὶ Κασ〈σ〉ίου.

4

.

4

t

δʹ. Πρὸς τοὺς περὶ τὸ ἐν ἡσυχίᾳ διάγειν ἐσπουδακότας.

4

.

4

.

1

Μέμνησο, ὅτι οὐ μόνον ἐπιθυμία ἀρχῆς καὶ πλούτου ταπεινοὺς ποιεῖ καὶ ἄλλοις ὑποτεταγμένους, ἀλλὰ καὶ ἡσυχίας καὶ σχολῆς καὶ ἀποδημίας καὶ φιλολογίας. ἁπλῶς γὰρ οἷον [ε]ἂν ᾖ τὸ ἐκτός, ἡ τιμὴ αὐτοῦ ὑπο‐

4

.

4

.

2

τάσσει ἄλλῳ. τί οὖν διαφέρει συγκλήτου ἐπιθυμεῖν ἢ τοῦ μὴ εἶναι συγκλητικόν; τί διαφέρει ἀρχῆς ἐπιθυμεῖν ἢ ἀναρχίας; τί διαφέρει λέγειν ὅτι ‘κακῶς μοί ἐστιν, οὐδὲν ἔχω τί πράξω, ἀλλὰ τοῖς βιβλίοις προσδέδεμαι
5ὡς νεκρὸσ‘ ἢ λέγειν ‘κακῶς μοί ἐστιν, οὐκ εὐσχολῶ

4

.

4

.

3

ἀναγνῶναι‘; ὡς γὰρ ἀσπασμοὶ καὶ ἀρχὴ τῶν ἐκτός ἐστι

4

.

4

.

4

καὶ ἀπροαιρέτων, οὕτως καὶ βιβλίον. ἢ τίνος ἕνεκα θέ‐
λεις ἀναγνῶναι; εἰπέ μοι. εἰ μὲν γὰρ ἐπ’ αὐτὸ[υ] κατα‐ στρέφεις [ἐπ’ αὐτὸ] τὸ ψυχαγωγηθῆναι ἢ μαθεῖν τι, ψυχρὸς εἶ καὶ ταλαίπωρος. εἰ δ’ ἐφ’ ὃ δεῖ ἀναφέρεις,
5τί τοῦτ’ ἔστιν ἄλλο ἢ εὔροια; εἰ δέ σοι τὸ ἀναγιγνώ‐

4

.

4

.

5

σκειν εὔροιαν μὴ περιποιῇ, τί ὄφελος αὐτοῦ; Ἀλλὰ περιποιεῖ, φησίν, καὶ διὰ τοῦτο ἀγανακτῶ ὡς ἀπο‐ λειπόμενος αὐτοῦ. Καὶ τίς αὕτη ἡ εὔροια, ἣν ὁ τυχὼν ἐμποδίσαι δύναται, οὐ λέγω Καῖσαρ ἢ Καίσαρος
5φίλος, ἀλλὰ κόραξ, αὐλητής, πυρετός, ἄλλα τρισμύρια; ἡ δ’ εὔροια οὐδὲν οὕτως ἔχει ὡς τὸ διηνεκὲς καὶ ἀνεμ‐

4

.

4

.

6

πόδιστον. νῦν καλοῦμαι πράξων τι, ἄπειμι νῦν προσέ‐ ξων τοῖς μέτροις ἃ δεῖ τηρεῖν, ὅτι αἰδημόνως, ὅτι ἀσφαλῶς, ὅτι δίχα ὀρέξεως καὶ ἐκκλίσεως τῆς πρὸς τὰ

4

.

4

.

7

ἐκτός, καὶ λοιπὸν προσέχω τοῖς ἀνθρώποις, τίνα φασί, πῶς κινοῦνται, καὶ τοῦτο οὐ κακοήθως οὐδ’ ἵνα ἔχω ψέγειν ἢ καταγελῶ, ἀλλ’ ἐπ’ ἐμαυτὸν ἐπιστρέφω, εἰ ταὐτὰ κἀγὼ ἁμαρτάνω. ‘πῶς οὖν παύσωμαι; τότε καὶ
5ἐγὼ ἡμάρτανον· νῦν δ’ οὐκέτι, χάρις τῷ θεῷ.‘

4

.

4

.

8

Ἄγε, ταῦτα ποιήσας καὶ πρὸς τούτοις γενόμενος χεῖ‐ ρον ἔργον πεποίηκας ἢ χιλίους στίχους ἀναγνοὺς ἢ
γράψας ἄλλους τοσούτους; ὅταν γὰρ ἐσθίῃς, ἄχθῃ, ὅτι μὴ ἀναγιγνώσκεις; οὐκ ἀρκῇ τῷ καθ’ ἃ ἀνέγνωκας

4

.

4

.

9

ἐσθίειν; ὅταν λούῃ; ὅταν γυμνάζῃ; διὰ τί οὖν ἐπὶ πάντων οὐχ ὁμαλίζεις, καὶ ὅταν Καίσαρι προσίῃς καὶ ὅταν τῷ δεῖνι; εἰ τὸν ἀπαθῆ τηρεῖς, εἰ τὸν ἀκατά‐

4

.

4

.

10

πληκτον, εἰ τὸν κατεσταλμένον, εἰ βλέπεις μᾶλλον τὰ γινόμενα ἢ βλέπῃ, εἰ μὴ φθονεῖς τοῖς προτιμωμένοις, εἰ μὴ ἐκπλήσσουσίν σε αἱ ὗλαι, τί σοι λείπει; βιβλία;

4

.

4

.

11

πῶς ἢ ἐπὶ τί; οὐχὶ γὰρ ἐπὶ τὸ βιοῦν παρασκευή τίς ἐστιν αὕτη; τὸ βιοῦν δ’ ἐξ ἄλλων τινῶν ἢ τούτων συμπληροῦται. οἷον ἂν εἰ ὁ ἀθλητὴς κλαίῃ εἰς τὸ στά‐

4

.

4

.

12

διον εἰσιών, ὅτι μὴ ἔξω γυμνάζεται. τούτων ἕνεκα ἐγυμνάζου, ἐπὶ τοῦτο οἱ ἁλτῆρες, ἡ ἁφή, οἱ νεανίσκοι. καὶ νῦν ἐκεῖνα ζητεῖς, ὅτε τοῦ ἔργου καιρός ἐστιν;

4

.

4

.

13

οἷον εἰ ἐπὶ τοῦ συγκαταθετικοῦ τόπου παρισταμένων φαντασιῶν τῶν μὲν καταληπτικῶν, τῶν δ’ ἀκαταλήπτων μὴ ταύτας διακρίνειν θέλοιμεν, ἀλλ’ ἀναγιγνώσκειν τὰ Περὶ καταλήψεως.

4

.

4

.

14

Τί οὖν τὸ αἴτιον; ὅτι οὐδέποτε τούτου ἕνεκα ἀν‐ έγνωμεν, οὐδέποτε τούτου ἕνεκα ἐγράψαμεν, ἵν’ ἐπὶ τῶν ἔργων κατὰ φύσιν χρώμεθα ταῖς προσπιπτούσαις φαντασίαις, ἀλλ’ αὐτοῦ καταλήγομεν μαθεῖν, τί λέγε‐
5ται, καὶ ἄλλῳ δύνασθαι ἐξηγήσασθαι, τὸν συλλογισμὸν

4

.

4

.

15

ἀναλῦσαι καὶ τὸν ὑποθετικὸν ἐφοδεῦσαι. διὰ τοῦτο
ὅπου ἡ σπουδή, ἐκεῖ καὶ ὁ ἐμποδισμός. θέλεις τὰ μὴ ἐπὶ σοὶ ἐξ ἅπαντος; κωλύου τοίνυν, ἐμποδίζου, ἀπο‐

4

.

4

.

16

τύγχανε. εἰ δὲ τὰ Περὶ ὁρμῆς τούτου ἕνεκα ἀναγιγνώ‐ σκοιμεν, οὐχ ἵνα ἴδωμεν, τί λέγεται περὶ ὁρμῆς, ἀλλ’ ἵνα ὁρ〈μ〉ῶμεν †· τὰ Περὶ ὀρέξεως δὲ καὶ ἐκκλίσεως, ἵνα μήποτ’ ὀρεγόμενοι ἀποτυγχάνωμεν μήτ’ ἐκκλίνοντες
5περιπίπτωμεν· τὰ Περὶ καθήκοντος δ’, ἵνα μεμνημένοι τῶν σχέσεων μηδὲν ἀλογίστως μηδὲ παρ’ αὐτὰ ποιῶμεν·

4

.

4

.

17

οὐκ ἂν ἠγανακτοῦμεν πρὸς τὰ ἀναγνώσματα ἐμποδιζό‐ μενοι, ἀλλὰ τῷ τὰ ἔργα ἀποδιδόναι τὰ κατ[α]άλληλα ἠρκούμεθα καὶ ἠριθμοῦμεν ἂν οὐ ταῦτα, ἃ μέχρι νῦν ἀριθμεῖν εἰθίσμεθα ‘σήμερον ἀνέγνων στίχους το‐

4

.

4

.

18

σούσδε, ἔγραψα τοσούσδε‘, ἀλλὰ ‘σήμερον ὁρμῇ ἐχρη‐ σάμην, ὡς παραγγέλλεται ὑπὸ τῶν φιλοσόφων, ὀρέξει οὐκ ἐχρησάμην, ἐκκλίσει πρὸς μόνα τὰ προαιρετικά, οὐ κατεπλάγην τὸν δεῖνα, οὐκ ἐδυσωπήθην ὑπὸ τοῦ
5δεῖνος, τὸ ἀνεκτικὸν ἐγύμνασα, τὸ ἀφεκτικόν, τὸ συν‐ εργητικόν‘ καὶ οὕτως ἂν ηὐχαριστοῦμεν τῷ θεῷ ἐφ’ οἷς δεῖ εὐχαριστεῖν.

4

.

4

.

19

Νῦν δ’ ἡμεῖς οὐκ ἴσμεν, ὅτι καὶ αὐτοὶ ἄλλον τρόπον ὅμοιοι τοῖς πολλοῖς γινόμεθα. ἄλλος φοβεῖται, μὴ οὐκ

4

.

4

.

20

ἄρξῃ· σύ, μὴ ἄρξῃς. μηδαμῶς, ἄνθρωπε. ἀλλ’ ὡς κατα‐ γελᾷς τοῦ φοβουμένου μὴ ἄρξαι, οὕτως καὶ σαυτοῦ κα‐ ταγέλα. οὐδὲν γὰρ διαφέρει ἢ διψῆν πυρέσσοντα ἢ ὡς

4

.

4

.

21

λυσσώδη ὑδροφόβον εἶναι. ἢ πῶς ἔτι δυνήσῃ εἰπεῖν τὸ τοῦ Σωκράτους ‘εἰ ταύτῃ φίλον τῷ θεῷ, ταύτῃ γινέσθω‘; δοκεῖς, Σωκράτης εἰ ἐπεθύμει ἐν Λυκείῳ ἢ ἐν Ἀκαδημείᾳ σχολάζειν καὶ διαλέγεσθαι καθ’ ἡμέραν
5τοῖς νέοις, εὐκόλως ἂν ἐστρατεύσατο ὁσάκις ἐστρατεύ‐ σατο; οὐχὶ δ’ ὠδύρετ’ ἂν καὶ ἔστενεν ‘τάλας ἐγώ, νῦν ἐνθάδ’ ἀτυχῶ ἄθλιος δυνάμενος ἐν Λυκείῳ ἡλιάζε‐

4

.

4

.

22

σθαι‘; τοῦτο γάρ σου τὸ ἔργον ἦν, ἡλιάζεσθαι; οὐχὶ δὲ τὸ εὐροεῖν, τὸ ἀκώλυτον εἶναι, τὸ ἀπαραπόδιστον; καὶ πῶς ἂν ἔτι ἦν Σωκράτης, εἰ ταῦτα ὠδύρετο; πῶς ἂν ἔτι ἐν τῇ φυλακῇ παιᾶνας ἔγραφεν;

4

.

4

.

23

Ἁπλῶς οὖν ἐκείνου μέμνησο, ὅτι, πᾶν ὃ ἔξω τῆς προαιρέσεως τῆς σαυτοῦ τιμήσεις, ἀπώλεσας τὴν προ‐ αίρεσιν. ἔξω δ’ ἐστὶν οὐ μόνον ἀρχή, ἀλλὰ καὶ ἀναρ‐

4

.

4

.

24

χία, οὐ μόνον ἀσχολία, ἀλλὰ καὶ σχολή. ‘νῦν οὖν ἐμὲ ἐν τῷ θορύβῳ τούτῳ διεξάγειν.‘ τί λέγεις θορύβῳ; ἐν
πολλοῖς ἀνθρώποις; καὶ τί χαλεπόν; δόξον ἐν Ὀλυμπίᾳ εἶναι, πανήγυριν αὐτὸν ἥγησαι. κἀκεῖ ἄλλος ἄλλο τι
5κέκραγεν, ἄλλος ἄλλο τι πράσσει, ἄλλος τῷ ἄλλῳ ἐν‐ σείεται. ἐν τοῖς βαλανείοις ὄχλος· καὶ τίς ἡμῶν οὐ χαί‐ ρει τῇ πανηγύρει ταύτῃ καὶ ὀδυνώμενος αὐτῆς ἀπαλ‐

4

.

4

.

25

λάσσεται; μὴ γίνου δυσάρεστος μηδὲ κακοστόμαχος πρὸς τὰ γινόμενα. ‘τὸ ὄξος σαπρόν, δριμὺ γάρ‘· ‘τὸ μέλι σα‐ πρόν, ἀνατρέπει γάρ μου τὴν ἕξιν‘· ‘λάχανα οὐ θέλω.‘ οὕτως καὶ ‘σχολὴν οὐ θέλω, ἐρημία ἐστίν‘, ‘ὄχλον οὐ

4

.

4

.

26

θέλω, θόρυβός ἐστιν‘. ἀλλ’ ἂν μὲν οὕτως φέρῃ τὰ πράγματα, ὥστε μόνον ἢ μετ’ ὀλίγων διεξαγαγεῖν, ἡσυ‐ χίαν αὐτὸ κάλει καὶ χρῶ τῷ πράγματι, εἰς ὃ δεῖ· λάλει σεαυτῷ, γύμναζε τὰς φαντασίας, ἐξεργάζου τὰς προλή‐
5ψεις. ἂν δ’ εἰς ὄχλον ἐμπέσῃς, ἀγῶνα αὐτὸ λέγε, πανή‐

4

.

4

.

27

γυριν, ἑορτήν, συνεορτάζειν πειρῶ τοῖς ἀνθρώποις. τί γάρ ἐστιν ἥδιον θέαμα τῷ φιλανθρώπῳ ἢ ἄνθρωποι πολλοί; ἵππων ἀγέλας ἢ βοῶν ἡδέως ὁρῶμεν, πλοῖα πολλὰ ὅταν ἴδωμεν, διαχεόμεθα· ἀνθρώπους πολλοὺς

4

.

4

.

28

βλέπων τις ἀνιᾶται; ‘ἀλλὰ κατακραυγάζουσί μου.‘ οὐ‐ κοῦν ἡ ἀκοή σου ἐμποδίζεται. τί οὖν πρὸς σέ; μή τι καὶ δύναμις ἡ ταῖς φαντασίαις χρηστική; καὶ τίς σε κωλύει ὀρέξει καὶ ἐ〈κ〉κλίσει χρῆσθαι κατὰ φύσιν, ὁρμῇ
5καὶ ἀφορμῇ; ποῖος θόρυβος πρὸς τοῦτο ἱκανός;

4

.

4

.

29

Σὺ μόνον μέμνησο τῶν καθολικῶν· ‘τί ἐμόν, τί
οὐκ ἐμόν; τί μοι δίδοται; τί θέλει με ποιεῖν ὁ

4

.

4

.

30

θεὸς νῦν, τί οὐ θέλει;‘ πρὸ ὀλίγου χρόνου ἤθελέν σε σχολάζειν, σαυτῷ λαλεῖν, γράφειν περὶ τούτων, ἀναγιγνώσκειν, ἀκούειν, παρασκευάζεσθαι· ἔσχες εἰς τοῦτο ἱκανὸν χρόνον. νῦν σοι λέγει ‘ἐλθὲ ἤδη ἐπὶ τὸν
5ἀγῶνα, δεῖξον ἡμῖν, τί ἔμαθες, πῶς ἤθλησας. μέχρι τίνος γυμνασθήσῃ μόνος; ἤδη καιρὸς γνῶναί σε, πό‐ τερον τῶν ἀξιονίκων εἶ τις ἀθλητῶν ἢ ἐκείνων, οἳ τὴν

4

.

4

.

31

οἰκουμένην περιέρχονται νικώμενοι.‘ τί οὖν ἀγανα‐ κτεῖς; οὐδεὶς ἀγὼν δί〈χ〉α θορύβου γίνεται. πολλοὺς δεῖ προγυμναστὰς εἶναι, πολλοὺς τοὺς ἐπικραυγάζοντας,

4

.

4

.

32

πολλοὺς ἐπιστάτας, πολλοὺς θεατάς. Ἀλλ’ ἐγὼ ἤθε‐ λον ἐφ’ ἡσυχίας διάγειν. Οἴμωζε τοίνυν καὶ στένε, ὥσπερ ἄξιος εἶ. τίς γὰρ ἄλλη μείζων ταύτης ζημία τῷ ἀπαιδεύτῳ καὶ ἀπειθοῦντι τοῖς θείοις διατάγμασιν ἢ τὸ
5λυπεῖσθαι, τὸ πενθεῖν, τὸ φθονεῖν, ἁπλῶς τὸ ἀτυχεῖν καὶ δυστυχεῖν; τούτων οὐ θέλεις ἀπαλλάξαι σεαυτόν;

4

.

4

.

33

Καὶ πῶς ἀπαλλάξω; Οὐ πολλάκις ἤκουσας, ὅτι ὄρεξιν ἆραί σε δεῖ παντελῶς, τὴν ἔκκλισιν ἐπὶ μόνα τρέψαι τὰ προαιρετικά, ἀφεῖναί σε δεῖ πάντα, τὸ σῶμα, τὴν κτῆσιν, τὴν φήμην, τὰ βιβλία, θόρυβον,
5ἀρχάς, ἀναρχίαν; ὅπου γὰρ ἂν κλίνῃς, ἐδούλευσας, ὑπετάγης, κωλυτὸς ἐγένου, ἀναγκαστός, ὅλος ἐπ’ ἄλλοις.

4

.

4

.

34

ἀλλὰ τὸ Κλεάνθους πρόχειρον
ἄγου δέ μ’, ὦ Ζεῦ, καὶ σύ γ’ ἡ Πεπρωμένη. θέλετ’ εἰς Ῥώμην; 〈εἰς Ῥώμην.〉 εἰς Γύαρα; εἰς Γύαρα. εἰς Ἀθήνας; εἰς Ἀθήνας. εἰς φυλακήν; εἰς φυλακήν.

4

.

4

.

35

ἂν ἅπαξ εἴπῃ〈σ〉 ‘πότε τις εἰς Ἀθήνας ἀπέλθῃ;‘, ἀπώλου. ἀνάγκη γε ταύτην τὴν ὄρεξιν ἀτελῆ μὲν οὖσαν ἀτυχῆ σε ποιεῖν, τελειωθεῖσαν δὲ κενόν, ἐφ’ οἷς οὐ δεῖ ἐπαι‐ ρόμενον· πάλιν ἂν ἐμποδισθῇς, δυστυχῆ, περιπίπτοντα

4

.

4

.

36

οἷς οὐ θέλεις. ἄφες οὖν ταῦτα πάντα. ‘καλαὶ αἱ Ἀθῆ‐ ναι.‘ ἀλλὰ τὸ εὐδαιμονεῖν κάλλιον πολύ, τὸ ἀπαθῆ εἶναι, τὸ ἀτάραχον, τὸ ἐπὶ μηδενὶ κεῖσθαι τὰ σὰ πράγ‐

4

.

4

.

37

ματα. ‘θόρυβος ἐν Ῥώμῃ καὶ ἀσπασμοί.‘ ἀλλὰ τὸ εὐ‐ ροεῖν ἀντὶ πάντων τῶν δυσκόλων. εἰ οὖν τούτων και‐ ρός ἐστιν, διὰ τί οὐκ αἴρεις αὐτῶν τὴν ἔκκλισιν; τίς

4

.

4

.

38

ἀνάγκη ὡς ὄνον ξυλοκοπούμενον ἀχθοφορεῖν; εἰ δὲ μή, ὅρα 〈ὅ〉τι δεῖ σε δουλεύειν ἀεὶ τῷ δυναμένῳ σοι δια‐ πράξασθαι τὴν ἔξοδον, τῷ πᾶν ἐμποδίσαι δυναμένῳ κἀκεῖνον θεραπεύειν ὡς Κακοδαίμονα.

4

.

4

.

39

Μία ὁδὸς ἐπὶ εὔροιαν (τοῦτο καὶ ὄρθρου καὶ μεθ’
ἡμέραν καὶ νύκτωρ ἔστω πρόχειρον), ἀπόστασις τῶν ἀπροαιρέτων, τὸ μηδὲν ἴδιον ἡγεῖσθαι, τὸ παραδοῦναι πάντα τῷ δαιμονίῳ, τῇ τύχῃ, ἐκείνους ἐπιτρόπους αὐ‐

4

.

4

.

40

τῶν ποιήσασθαι, οὓς καὶ ὁ Ζεὺς πεποίηκεν, αὐτὸν δὲ πρὸς ἑνὶ εἶναι μόνῳ, τῷ ἰδίῳ, τῷ ἀκωλύτῳ, καὶ ἀνα‐ γιγνώσκειν ἐπὶ τοῦτο ἀναφέροντα τὴν ἀνάγνωσιν καὶ

4

.

4

.

41

γράφειν καὶ ἀκούειν. διὰ τοῦτο οὐ δύναμαι εἰπεῖν φι‐ λόπονον, ἂν ἀκούσω τοῦτο μόνον, ὅτι ἀναγιγνώσκει ἢ γράφει, κἂν προσθῇ τις, ὅτι ὅλας τὰς νύκτας, οὔπω λέγω, ἂν μὴ γνῶ τὴν ἀναφοράν. οὐδὲ γὰρ σὺ λέγεις
5φιλόπονον τὸν διὰ παιδισκάριον ἀγρυπνοῦντα· οὐ τοί‐

4

.

4

.

42

νυν οὐδ’ ἐγώ. ἀλλ’ ἐὰν μὲν ἕνεκα δόξης αὐτὸ ποιῇ, λέ‐ γω φιλόδοξον, ἂν δ’ ἕνεκα ἀργυρίου, φιλάργυρον, οὐ

4

.

4

.

43

φιλόπονον. ἂν δ’ ἐπὶ τὸ ἴδιον ἡγεμονικὸν ἀναφέρῃ τὸν πόνον, ἵν’ ἐκεῖνο κατὰ φύσιν ἔχῃ καὶ διεξάγῃ, τότε

4

.

4

.

44

λέγω μόνον φιλόπονον. μηδέποτε γὰρ ἀπὸ τῶν κοινῶν μήτ’ ἐπαινεῖτε μήτε ψέγετε, ἀλλὰ ἀπὸ δογμάτων. ταῦτα γάρ ἐστι τὰ ἴδια ἑκάστου, τὰ καὶ τὰς πράξεις αἰσχρὰς

4

.

4

.

45

ἢ καλὰς ποιοῦντα· τούτων μεμνημένος χαῖρε τοῖς πα‐

4

.

4

.

46

ροῦσιν καὶ ἀγάπα ταῦτα, ὧν καιρός ἐστιν. εἴ τινα ὁρᾷς, ὧν ἔμαθες καὶ διεσκέψω, ἀπαντῶντά σοι εἰς τὰ ἔργα, εὐφραίνου ἐπ’ αὐτοῖς. εἰ τὸ κακόηθες καὶ λοίδορον ἀποτέθεισαι, μεμείωκας, εἰ τὸ προπετές, εἰ τὸ αἰσχρο‐
5λόγον, εἰ τὸ εἰκαῖον, εἰ τὸ ἐπισεσυρμένον, εἰ οὐ κινῇ
ἐφ’ οἷς πρότερον, εἰ οὐχ ὁμοίως γ’ ὡς πρότερον, ἑορτὴν ἄγειν δύνασαι καθ’ ἡμέραν, σήμερον, ὅτι καλῶς ἀνε‐ στράφης ἐν τῷδε τῷ ἔργῳ, αὔριον, ὅτι ἐν ἑτέρῳ.

4

.

4

.

47

πόσῳ μείζων αἰτία θυσίας ἢ ὑπατ〈ε〉ία ἢ ἐπαρχία. ταῦτα ἐκ σοῦ αὐτοῦ γίνεταί σοι καὶ ἀπὸ τῶν θεῶν. ἐκεῖνο μέμ‐

4

.

4

.

48

νησο, τίς ὁ διδούς ἐστι καὶ τίσιν καὶ διὰ τίνα. τούτοις τοῖς διαλογισμοῖς ἐντρεφόμενος ἔτι διαφέρῃ, ποῦ ὢν εὐδαιμονήσεις, ποῦ ὢν ἀρέσεις τῷ θεῷ; οὐ πανταχόθεν τὸ ἴσον ἀπέχουσιν; οὐ πανταχόθεν ὁμοίως ὁρῶσιν τὰ
5γινόμενα;

4

.

5

t

εʹ. Πρὸς τοὺς μαχίμους καὶ θηριώδεις.

4

.

5

.

1

Ὁ καλὸς καὶ ἀγαθὸς οὔτ’ αὐτὸς μάχεταί τινι οὔτ’

4

.

5

.

2

ἄλλον ἐᾷ κατὰ δύναμιν. παράδειγμα δὲ καὶ τούτου καθάπερ καὶ τῶν ἄλλων ἔκκειται ἡμῖν ὁ βίος ὁ Σωκρά‐ τους, ὃς οὐ μόνον αὐτὸς πανταχοῦ ἐξέφυγεν μάχην,

4

.

5

.

3

ἀλλ’ οὐδ’ ἄλλους μάχεσθαι εἴα. ὅρα παρὰ Ξενοφῶντι ἐν τῷ Συμποσίῳ πόσας μάχας λέλυκεν, πῶς πάλιν ἠνέσχετο Θρασυμάχου, πῶς Πώλου, πῶς Καλλικλέους, πῶς τῆς γυναικὸς ἠνείχετο, πῶς τοῦ υἱοῦ ἐξελεγχόμε‐

4

.

5

.

4

νος ὑπ’ αὐτοῦ, σοφιζόμενος. λίαν γὰρ ἀσφαλῶς ἐμέμνη‐
το, ὅτι οὐδεὶς ἀλλοτρίου ἡγεμονικοῦ κυριεύει. οὐδὲν

4

.

5

.

5

οὖν ἄλλο ἤθελεν ἢ τὸ ἴδιον. τί δ’ ἔστι τοῦτο; οὐχ † ἱκ .. ος οὗτος .. κατὰ φύσιν· τοῦτο γὰρ ἀλλότριον· ἀλλ’ ὅπως ἐκείνων τὰ ἴδια ποιούντων, ὡς αὐτο〈ῖ〉ς δοκεῖ, αὐτὸς μηδὲν ἧττον κατὰ φύσιν ἕξει καὶ 〈δι〉εξάξει
5μόνον τὰ αὑτοῦ ποιῶν πρὸς τὸ κἀκείνους ἔχειν κατὰ

4

.

5

.

6

φύσιν. τοῦτο γάρ ἐστιν, ὃ ἀεὶ πρόκειται τῷ καλῷ καὶ ἀγαθῷ. στρατηγῆσαι; οὔ· ἀλλ’, ἂν διδῶται, ἐπὶ ταύτης τῆς ὕλης τὸ ἴδιον ἡγεμονικὸν τηρῆσαι. γῆμαι; οὔ· ἄλλ’, ἂν διδῶται γάμος, ἐν ταύτῃ τῇ ὕλῃ κατὰ φύσιν ἔχοντα

4

.

5

.

7

αὑτὸν τηρῆσαι. ἂν δὲ θέλῃ τὸν υἱὸν μὴ ἁμαρτάνειν ἢ τὴν γυναῖκα, θέλει τὰ ἀλλότρια μὴ εἶναι ἀλλότρια. καὶ τὸ παιδεύεσθαι, τοῦτ’ ἔστιν μανθάνειν τὰ ἴδια καὶ τὰ ἀλλότρια.

4

.

5

.

8

Ποῦ οὖν ἔτι μάχης τόπος τῷ οὕτως ἔχοντι; μὴ γὰρ θαυμάζει τι τῶν γινομένων; μὴ γὰρ καινὸν αὐτῷ φαίνεται; μὴ γὰρ οὐ χείρονα καὶ χαλεπώτερα προσ‐ δέχεται τὰ παρὰ τῶν φαύλων ἢ ἀποβαίνει αὐτῷ; μὴ
5γὰρ οὐ κέρδος λογίζεται πᾶν ὅ τι ἀπολείπουσιν τοῦ

4

.

5

.

9

ἐσχάτου; ‘ἐλοιδόρησέν σε ὁ δεῖνα.‘ πολλὴ χάρις αὐτῷ, ὅτι μὴ ἔπληξεν. ‘ἀλλὰ καὶ ἔπληξεν.‘ πολλὴ χάρις, ὅτι μὴ ἔτρωσεν. ‘ἀλλὰ καὶ ἔτρωσεν‘. πολλὴ χάρις, ὅτι μὴ

4

.

5

.

10

ἀπέκτεινεν. πότε γὰρ ἔμαθεν ἢ παρὰ τίνι, ὅτι ἥμερόν ἐστι ζῷον, ὅτι φιλάλληλον, ὅτι μεγάλη βλάβη τῷ ἀδικοῦντι αὐτὴ ἡ ἀδικία; ταῦτα οὖν μὴ μεμα‐ θηκὼς μηδὲ πεπεισμένος, διὰ τί μὴ ἀκολουθήσῃ τῷ

4

.

5

.

11

φαινομένῳ συμφέροντι; ‘βέβληκεν ὁ γείτων λίθουσ‘. μή τι οὖν σὺ ἡμάρτηκας; ‘ἀλλὰ τὰ ἐν οἴκῳ κατεάγη‘.

4

.

5

.

12

σὺ οὖν σκευάριον εἶ; οὔ, ἀλλὰ προαίρεσις. τί οὖν σοι δίδοται πρὸς τοῦτο; ὡς μὲν λύκῳ ἀντιδάκνειν καὶ ἄλλους πλείονας λίθους βάλλειν· ἀνθρώπῳ δ’ ἐὰν ζητῇς, ἐπίσκεψαί σου τὸ ταμιεῖον, ἴδε τίνας δυνάμεις
5ἔχων ἐλήλυθας· μή τι τὴν θηριώδη; μή τι τὴν μνησι‐

4

.

5

.

13

κακητικήν; ἵππος οὖν πότ’ ἄθλιός ἐστιν; ὅταν τῶν φυσικῶν δυνάμεων στέρηται· οὐχ ὅταν μὴ δύνηται κοκ〈κ〉ύζειν, ἀλλ’ ὅταν μὴ τρέχειν. ὁ δὲ κύων; ὅταν

4

.

5

.

14

πέτεσθαι μὴ δύνηται; ἀλλ’ ὅταν μὴ ἰχνεύειν. μή ποτ’ οὖν οὕτως καὶ ἄνθρωπος δυστυχής ἐστιν οὐχ ὁ μὴ δυ‐
νάμενος λέοντας πνίγειν ἢ ἀνδριάντας περιλαμβάνειν (οὐ γὰρ πρὸς τοῦτο δυνάμεις τινὰς ἔχων ἐλήλυθεν
5παρὰ τῆς φύσεως), ἀλλ’ ὁ ἀπολωλεκὼς τὸ εὔγνωμον, ὁ

4

.

5

.

15

τὸ πιστόν; τοῦτον ἔδει συνελθόντας θρηνεῖν, εἰς ὅσα κακὰ ἐλήλυθεν· οὐχὶ μὰ Δία τὸν φύντα ἢ τὸν ἀποθανόντα, ἀλλ’ ᾧ ζῶντι συμβεβήκει ἀπολέσαι τὰ ἴδια, οὐ τὰ πατρῷα, τὸ ἀγρίδιον καὶ τὸ οἰκίδιον καὶ
5τὸ πανδοκεῖον καὶ τὰ δουλάρια (τούτων γὰρ οὐδὲν ἴδιον τῷ ἀνθρώπῳ ἐστίν, ἀλλὰ πάντα ἀλλότρια, δοῦλα, ὑπεύθυνα ἄλλοτε ἄλλοις διδόμενα ὑπὸ τῶν κυρίων),

4

.

5

.

16

ἀλλὰ τὰ ἀνθρωπικά, τοὺς χαρακτῆρας, οὓς ἔχων ἐν τῇ διανοίᾳ ἐλήλυθεν, οἵους καὶ ἐπὶ τῶν νομισμάτων ζη‐ τοῦντες, ἂν μὲν εὕρωμεν, δοκιμάζομεν, ἂν δὲ μὴ εὕρω‐

4

.

5

.

17

μεν, ῥιπτοῦμεν. ‘τίνος ἔχει τὸν χαρακτῆρα τοῦτο τὸ τετράσσαρον; Τραιανοῦ; φέρε. Νέρωνος; ῥῖψον ἔξω, ἀδόκιμόν ἐστιν, σαπρόν. οὕτως καὶ ἐνθάδε. τίνα ἔχει χαρακτῆρα τὰ δόγματα αὐτοῦ; ‘ἥμερον, κοινωνικόν, ἀνεκ‐
5τικόν, φιλάλληλον.‘ φέρε, παραδέχομαι, ποιῶ πολίτην

4

.

5

.

18

τοῦτον, παραδέχομαι γείτονα, σύμπλουν. ὅρα μόνον, μὴ Νερωνιανὸν ἔχει χαρακτῆρα. μή τι ὀργίλος ἐστίν, μή τι μηνιτής, μή τι μεμψίμοιρος; ‘ἂν αὐτῷ φανῇ, πατάσσει

4

.

5

.

19

τὰς κεφαλὰς τῶν ἀπαντώντων.‘ τί οὖν ἔλεγες, ὅτι ἄν‐ θρωπός ἐστιν; μὴ γὰρ ἐκ ψιλῆς μορφῆς κρίνεται τῶν ὄντων ἕκαστον; ἐπεὶ οὕτως λέγε καὶ τὸ κήρινον μῆλον

4

.

5

.

20

εἶναι. καὶ ὀδμὴν ἔχειν αὐτὸ δε〈ῖ〉 καὶ γεῦσιν· οὐκ ἀρκεῖ ἡ ἐκτὸς περιγραφή. οὐκοῦν οὐδὲ πρὸς τὸν ἄνθρωπον ἡ ῥὶς ἐξαρκεῖ καὶ οἱ ὀφθαλμοί, ἀλλ’ ἂν τὰ δόγματα

4

.

5

.

21

ἔχῃ ἀνθρωπικά. οὗτος οὐκ ἀκούει λόγου, οὐ παρακο‐ λουθεῖ ἐλεγχόμενος· ὄνος ἐστίν. τούτου τὸ αἰδῆμον ἀπονενέκρωται· ἄχρηστός ἐστιν, πάντα μᾶλλον ἢ ἄνθρω‐ πος. οὗτος ζητεῖ, τίνα ἀπαντήσας λακτίσῃ ἢ δάκῃ· ὥστε
5οὐδὲ πρόβατον ἢ ὄνος, ἀλλά τί ποτε ἄγριον θηρίον.

4

.

5

.

22

Τί οὖν; θέλεις με καταφρονεῖσθαι; Ὑπὸ τίνων; ὑπὸ εἰδότων; καὶ πῶς καταφρονήσουσιν εἰδότες τοῦ πρᾴου, τοῦ αἰδήμονος; ἀλλ’ ὑπὸ τῶν ἀγνοούντων; τί σοι μέλει; οὔ τινι γὰρ ἄλλῳ τεχνίτῃ τῶν ἀτέχνων.

4

.

5

.

23

Ἀλλὰ πολὺ μᾶλλον ἐπιφυήσονταί μοι. Τί λέγεις τὸ ἐμοί; δύναταί τις τὴν προαίρεσιν τὴν σὴν βλάψαι ἢ
κωλῦσαι ταῖς προσπιπτούσαις φαντασίαις χρῆσθαι ὡς

4

.

5

.

24

πέφυκεν; Οὔ. Τί οὖν ἔτι ταράσσῃ καὶ φοβερὸν σαυτὸν θέλεις ἐπιδεικνύειν; οὐχὶ δὲ παρελθὼν εἰς μέ‐ σον κηρύσσεις, ὅτι εἰρήνην ἄγεις πρὸς πάντας ἀνθρώ‐ πους, ὅ τι ἂν ἐκεῖνοι ποιῶσι, καὶ μάλιστ’ ἐκείνων κατα‐
5γελᾷς, ὅσοι σε βλάπτειν δοκοῦσιν; ‘ἀνδράποδα ταῦτα οὐκ οἶδεν οὐδὲ τίς εἰμὶ οὐδὲ ποῦ μου τὸ ἀγαθὸν καὶ τὸ κακόν· οὐ πρόσοδος αὐτοῖς πρὸς τὰ ἐμά.‘

4

.

5

.

25

Οὕτως καὶ ἐχυρὰν πόλιν 〈οἱ〉 οἰκοῦντες καταγελῶσι τῶν πολιορκούντων· ‘νῦν οὗτοι τί πρᾶγμα ἔχουσιν ἐπὶ τῷ μηδενί; ἀσφαλές ἐστιν ἡμῶν τὸ τεῖχος, τροφὰς ἔχο‐ μεν ἐπὶ πάμπολυν χρόνον, τὴν ἄλλην ἅπασαν παρα‐

4

.

5

.

26

σκευήν.‘ ταῦτά ἐστι τὰ πόλιν ἐχυρὰν καὶ ἀνάλωτον ποιοῦντα, ἀνθρώπου δὲ ψυχὴν οὐδὲν ἄλλο ἢ δόγματα. ποῖον γὰρ τεῖχος οὕτως ἰσχυρὸν ἢ ποῖον σῶμα οὕτως ἀδαμάντινον ἢ ποία κτῆσις ἀναφαίρετος ἢ ποῖον ἀξίω‐

4

.

5

.

27

μα οὕτως ἀνεπιβούλευτον; πάντα πανταχοῦ θνητά, εὐά‐ λωτα, οἷς τισιν τὸν ὁπωσοῦν προσέχοντα πᾶσα ἀνάγκη ταράσσεσθαι, κακελπιστεῖν, φοβεῖσθαι, πενθεῖν, ἀτελεῖς ἔχειν τὰς ὀρέξεις, περιπτωτικὰς ἔχειν τὰς ἐκκλίσεις.

4

.

5

.

28

εἶτα οὐ θέλομεν τὴν μόνην δεδομένην ἡμῖν ἀσφάλειαν ἐχυρὰν ποιεῖν; οὐδ’ ἀποστάντες τῶν θνητῶν καὶ δού‐ λων τὰ ἀθάνατα καὶ φύσει ἐλεύθερα ἐκπονεῖν; οὐδὲ
μεμνήμεθα, ὅτι οὔτε βλάπτει ἄλλος ἄλλον οὔτε ὠφελεῖ,
5ἀλλὰ τὸ περὶ ἑκάστου τούτων δόγμα, τοῦτό ἐστι τὸ βλάπτον, τοῦτο τὸ ἀνατρέπον, τοῦτο μάχη, τοῦτο στά‐

4

.

5

.

29

σις, τοῦτο πόλεμος; Ἐτεοκλέα καὶ Πολυνείκη τὸ πεποι‐ ηκὸς οὐκ ἄλλο ἢ τοῦτο, τὸ δόγμα τὸ περὶ τυραννίδος, τὸ δόγμα τὸ περὶ φυγῆς, ὅτι τὸ μὲν ἔσχατον τῶν κα‐

4

.

5

.

30

κῶν, τὸ δὲ μέγιστον τῶν ἀγαθῶν. φύσις δ’ αὕτη παν‐ τός, τὸ διώκειν τὸ ἀγαθόν, φεύγειν τὸ κακόν· τὸν ἀφαι‐ ρούμενον θατέρου καὶ περιβάλλοντα τῷ ἐναντίῳ, τοῦ‐ τον ἡγεῖσθαι πολέμιον, ἐπίβουλον, κἂν ἀδελφὸς ᾖ, κἂν

4

.

5

.

31

υἱός, κἂν πατήρ. τοῦ γὰρ ἀγαθοῦ συγγενέστερον οὐδέν· λοιπὸν εἰ ταῦτα ἀγαθὰ καὶ κακά, οὔτε πατὴρ υἱοῖς φίλος οὔτ’ ἀδελφὸς ἀδελφῷ, πάντα δὲ πανταχοῦ μεστὰ

4

.

5

.

32

πολεμίων, ἐπιβούλων, συκοφαντῶν. εἰ δ’ οἵα δεῖ προαί‐ ρεσις, τοῦτο μόνον ἀγαθόν ἐστιν, καὶ οἵα μὴ δεῖ, τοῦτο μόνον κακόν, ποῦ ἔτι μάχη, ποῦ λοιδορία; περὶ τίνων; περὶ τῶν οὐδὲν πρὸς ἡμᾶς; πρὸς τίνας; πρὸς τοὺς
5ἀγνοοῦντας, πρὸς τοὺς δυστυχοῦντας, πρὸς τοὺς ἠπα‐ τημένους περὶ τῶν μεγίστων;

4

.

5

.

33

Τούτων Σωκράτης μεμνημένος τὴν οἰκ[ε]ίαν τὴν αὑ‐ τοῦ ᾤκει γυναικὸς ἀνεχόμενος τραχυτάτης, υἱοῦ ἀγνώ‐
μονος. τραχεῖα γὰρ πρὸς τί ἦν; ἵν’ ὕδωρ καταχέῃ τῆς κεφαλῆς ὅσον καὶ θέλει, ἵνα καταπατήσῃ τὸν πλακοῦν‐
5τα· καὶ τί πρὸς ἐμέ, ἂν ὑπολάβω, ὅτι ταῦτα οὐκ ἔστι

4

.

5

.

34

πρὸς ἐμέ; τοῦτο δ’ ἐμὸν ἔργον ἐστὶ καὶ οὔτε τύραννος κωλύσει με θέλοντα οὔτε δεσπότης οὔτε οἱ πολλοὶ τὸν ἕνα οὔθ’ ὁ ἰσχυρότερος τὸν ἀσθενέστερον· τοῦτο γὰρ

4

.

5

.

35

ἀκώλυτον δέδοται ὑπὸ τοῦ θεοῦ ἑκάστῳ. ταῦτα τὰ δόγματα ἐν οἰκίᾳ φιλίαν ποιεῖ, ἐν πόλει ὁμόνοιαν, ἐν ἔθνεσιν εἰρήνην, πρὸς θεὸν εὐχάριστον, πανταχοῦ θαρ‐ ροῦντα, ὡς περὶ τῶν ἀλλοτρίων, ὡς περὶ οὐδενὸς

4

.

5

.

36

ἀξίων. ἀλλ’ ἡμεῖς γράψαι μὲν καὶ ἀναγνῶναι ταῦτα καὶ ἀναγιγνωσκόμενα ἐπαινέσαι ἱκανοί, πεισθῆναι δ’ οὐδ’

4

.

5

.

37

ἐγγύς. τοιγαροῦν τὸ περὶ τῶν Λακεδαιμονίων λεγό‐ μενον
οἴκοι λέοντες, ἐν Ἐφέσῳ δ’ ἀλώπεκες καὶ ἐφ’ ἡμῶν ἁρμόσει· ἐν σχολῇ λέοντες, ἔξω δ’ ἀλώ‐
5πεκες.

4

.

6

t

ϛʹ. Πρὸς τοὺς ἐπὶ τῷ ἐλεεῖσθαι ὀδυνωμένους.

4

.

6

.

1

Ἀνιῶμαι, φησίν, ἐλεούμενος. Πότερον οὖν σὸν ἔργον ἐστὶ τὸ ἐλεεῖσθαί σε ἢ τῶν ἐλεούντων; τί δ’; ἐπὶ σοί ἐστι τὸ παῦσαι αὐτό; Ἐπ’ ἐμοί, ἂν δεικνύω

4

.

6

.

2

αὐτοῖς μῆ ἄξιον ἐλέου ὄντα ἐμαυτόν. Πότερον δ’ ἤδη σοι ὑπάρχει τοῦτο, τὸ μὴ εἶναι ἐλέου ἄξιον ἢ οὐχ ὑπάρχει; Δοκῶ ἔγωγε, ὅτι ὑπάρχει. ἀλλ’ οὗτοί γ’ οὐκ ἐπὶ τούτοις ἐλεοῦσιν, ἐφ’ οἷς, εἴπερ ἄρα, ἦν ἄξιον,
5ἐπὶ τοῖς ἁμαρτανομένοις, ἀλλ’ ἐπὶ πενίᾳ καὶ ἀναρχίᾳ

4

.

6

.

3

καὶ νόσοις καὶ θανάτοις καὶ ἄλλοις τοιούτοις. Πό‐ τερον οὖν πείθειν παρεσκεύασαι τοὺς πολλούς, ὡς ἄρα οὐδὲν τούτων κακόν ἐστιν, ἀλλ’ οἷόν τε καὶ πένητι καὶ † ἄρχοντι καὶ ἀτίμῳ εὐδαιμονεῖν, ἢ σαυτὸν ἐπιδεικνύειν

4

.

6

.

4

αὐτοῖς πλουτοῦντα καὶ ἄρχοντα; τούτων γὰρ τὰ μὲν δεύτερα ἀλαζόνος καὶ ψυχροῦ καὶ οὐδενὸς ἀξίου. καὶ ἡ προσποίησις ὅρα δι’ οἵων ἂν γένοιτο· δουλάριά σε χρήσασθαι δεήσει καὶ ἀργυρωμάτια ὀλίγα κεκτῆσθαι
5καὶ ταῦτα ἐν φανερῷ δεικνύειν, εἰ οἷόν τε, ταὐτὰ πολ‐ λάκις καὶ λανθάνειν πειρᾶσθαι ὅτι ταὐτά ἐστιν, καὶ ἱμα‐ τίδια στιλπνὰ καὶ τὴν ἄλλην πομπὴν καὶ τὸν τιμώμενον ἐπιφαίνειν ὑπὸ τῶν ἐπιφανῶν τούτων καὶ δειπνεῖν πειρᾶσθαι παρ’ αὐτοῖς ἢ δοκεῖν γε, ὅτι δειπνεῖς, καὶ
10περὶ τὸ σῶμα δέ τινα κακοτεχνεῖν, ὡς εὐμορφότερον

4

.

6

.

5

φαίνεσθαι καὶ γενναιότερον τοῦ ὄντος· ταῦτά σε δεῖ μηχανᾶσθαι, εἰ τὴν δευτέραν ὁδὸν ἀπιέναι θέλεις ὥστε μὴ ἐλεεῖσθαι. ἡ πρώτη δὲ καὶ ἀνήνυτος καὶ μακρά, ὃ ὁ Ζεὺς οὐκ ἠδυνήθη ποιῆσαι, τοῦτο αὐτὸ ἐπιχειρεῖν, πάν‐

4

.

6

.

6

τας ἀνθρώπους πεῖσαι, τίνα ἐστὶν ἀγαθὰ καὶ κακά. μὴ γὰρ δέδοταί σοι τοῦτο; ἐκεῖνο μόνον σοι δέδοται, σαυ‐
τὸν πεῖσαι. καὶ οὔπω πέπεικας· εἶτά μοι νῦν ἐπιχειρεῖς

4

.

6

.

7

πείθειν τοὺς ἄλλους; καὶ τίς σοι τοσούτῳ χρόνῳ σύνε‐ στιν ὡς σὺ σαυτῷ; τίς δὲ οὕτως πιθανός ἐστί σοι πρὸς τὸ πεῖσαι ὡς σὺ σαυτῷ; τίς δ’ εὐνούστερον καὶ οἰκειό‐

4

.

6

.

8

τερον ἔχων ἢ σὺ σαυτῷ; πῶς οὖν οὔπω πέπεικας σαυ‐ τὸν μαθεῖν; νῦν οὐχὶ ἄνω κάτω; τοῦτ’ ἔστι περὶ ὃ ἐσπούδακας; οὐ μανθάνειν, ὥστε ἄλυπος εἶναι καὶ ἀτά‐

4

.

6

.

9

ραχος καὶ ἀταπείνωτος καὶ ἐλεύθερος; πρὸς ταῦτα οὖν οὐκ ἀκήκοας, ὅτι μία ἐστὶν ἡ ὁδὸς ἡ φέρουσα, ἀφεῖναι τὰ ἀπροαίρετα καὶ ἐκστῆναι αὐτῶν καὶ ὁμολογῆσαι αὐτὰ

4

.

6

.

10

ἀλλότρια; τὸ οὖν ἄλλο〈ν〉 τι ὑπολαβεῖν περὶ σοῦ ποίου εἴδους ἐστίν; Τοῦ ἀπροαιρέτου. Οὐκοῦν οὐδὲν πρὸς σέ; Οὐδέν. Ἔτι οὖν δακνόμενος ἐπὶ τούτῳ καὶ ταρασσόμενος οἴει πεπεῖσθαι περὶ ἀγαθῶν καὶ
5κακῶν;

4

.

6

.

11

Οὐ θέλεις οὖν ἀφεὶς τοὺς ἄλλους αὐτὸς σαυτῷ γενέ‐ σθαι καὶ μαθητὴς καὶ διδάσκαλος; ‘ὄψονται οἱ ἄλλοι, εἰ λυσιτελεῖ αὐτοῖς παρὰ φύσιν ἔχειν καὶ διεξάγειν,

4

.

6

.

12

ἐμοὶ δ’ οὐδείς ἐστιν ἐγγίων ἐμοῦ. τί οὖν τοῦτό ἐστιν, ὅτι τοὺς μὲν λόγους ἀκήκοα τοὺς τῶν φιλοσόφων καὶ συγκατατίθεμαι αὐτοῖς, ἔργῳ δ’ οὐδὲν γέγονα κουφό‐
τερος; μή τι οὕτως ἀφυής εἰμι; καὶ μὴν περὶ τὰ ἄλλα,
5ὅσα ἐβουλήθην, οὐ λίαν ἀφυὴς εὑρέθην, ἀλλὰ καὶ γράμ‐ ματα ταχέως ἔμαθον καὶ παλαίειν καὶ γεωμετρεῖν καὶ

4

.

6

.

13

συλλογισμοὺς ἀναλύειν. μή τι οὖν οὐ πέπεικέ με ὁ λό‐ γος; καὶ μὴν οὐκ ἄλλα τινὰ οὕτως ἐξ ἀρχῆς ἐδοκίμασα ἣ εἱλόμην καὶ νῦν περὶ τούτων ἀναγιγνώσκω, ταῦτα ἀκούω, ταῦτα γράφω· ἄλλον οὐχ εὑρήκαμεν μέχρι νῦν

4

.

6

.

14

ἰσχυρότερον τούτου λόγον. τί οὖν τὸ λεῖπόν μοι ἐστίν; μὴ οὐκ ἐξῄρηται τἀναντία δόγματα; μὴ αὐταὶ αἱ ὑπο‐ λήψεις ἀγύμναστοί εἰσιν οὐδ’ εἰθισμέναι ἀπαντᾶν ἐπὶ τὰ ἔργα, ἀλλ’ ὡς ὁπλάρια ἀποκείμενα κατίωται καὶ οὐδὲ

4

.

6

.

15

περιαρμόσαι μοι δύναται; καίτοι οὔτ’ ἐπὶ τοῦ παλαίειν οὔτ’ ἐπὶ τοῦ γράφειν ἢ ἀναγιγνώσκειν ἀρκοῦμαι τῷ μαθεῖν, ἀλλ’ ἄνω κάτω στρέφω τοὺς προτεινομένους

4

.

6

.

16

καὶ ἄλλους πλέκω καὶ μεταπίπτοντας ὡσαύτως. τὰ δ’ ἀναγκαῖα θεωρήματα, ἀφ’ ὧν ἔστιν ὁρμώμενον ἄλυπον γενέσθαι, ἄφοβον ἀπαθῆ, ἀκώλυτον, ἐλεύθερον, ταῦτα δ’ οὐ γυμνάζω οὐδὲ μελετῶ κατὰ ταῦτα τὴν προσήκου‐

4

.

6

.

17

σαν μελέτην. εἶτά μοι μέλει, τί οἱ ἄλλοι περὶ ἐμοῦ ἐροῦσιν, εἰ φανοῦμαι αὐτοῖς ἀξιόλογος, εἰ φανοῦμαι εὐδαίμων;‘

4

.

6

.

18

Ταλαίπωρε, οὐ θέλεις βλέπειν, τί σὺ λέγεις περὶ σαυτοῦ; τίς φαίνῃ σαυτῷ; τίς ἐν τῷ ὑπολαμβάνειν, τίς ἐν τῷ ὀρέγεσθαι, τίς ἐν τῷ ἐκκλίνειν· τίς ἐν ὁρμῇ, παρασκευῇ, ἐπιβολῇ, τοῖς ἄλλοις τοῖς ἀνθρωπικοῖς ἔρ‐

4

.

6

.

19

γοις; ἀλλὰ μέλει σοι, εἴ σε ἐλεοῦσιν οἱ ἄλλοι; Ναί· ἀλλὰ παρὰ τὴν ἀξίαν ἐλεοῦμαι. Οὐκοῦν ἐπὶ τούτῳ ὀδυνᾷ; ὁ δέ γε ὀδυνώμενος ἐλεεινός ἐστιν; Ναί. Πῶς οὖν ἔτι παρὰ ἀξίαν ἐλεῇ; αὐτοῖς γὰρ οἷς περὶ τὸν
5ἔλεον πάσχεις κατασκευάζεις σεαυτὸν ἄξιον τοῦ ἐλεεῖ‐

4

.

6

.

20

σθαι. τί οὖν λέγει Ἀντισθένης; οὐδέποτ’ ἤκουσας; ‘βασιλικόν, ὦ Κῦρε, πράττειν μὲν εὖ, κακῶς δ’

4

.

6

.

21

ἀκούειν‘. τὴν κεφαλὴν ὑγιᾶ ἔχω καὶ πάντες οἴονται ὅτι κεφαλ〈αλ〉γῶ. τί μοι μέλει; ἀπύρετός εἰμι καὶ ὡς πυρέσσοντί μοι συνάχθονται· ‘τάλας, ἐκ τοσούτου χρό‐ νου οὐ διέλειπες πυρέσσων‘. λέγω καὶ ἐγὼ σκυθρωπά‐
5σας ὅτι ‘ναί· ταῖς ἀληθείαις πολὺς ἤδη χρόνος, ἐξ οὗ μοι κακῶς ἐστιν‘. ‘τί οὖν γένηται;‘ ὡς ἂν ὁ θεὸς θέλῃ.

4

.

6

.

22

καὶ ἅμα ὑποκαταγελῶ τῶν οἰκτειρόντων με. τί οὖν κω‐ λύει καὶ ἐνταῦθα ὁμοίως; πένης εἰμί, ἀλλὰ ὀρθὸν δόγμα ἔχω περὶ πενίας. τί οὖν μοι μέλει, εἴ μ’ ἐπὶ τῇ πενίᾳ ἐλεοῦσιν; οὐκ ἄρχω, ἄλλοι δ’ ἄρχουσιν. ἀλλ’ ὃ δεῖ
5ὑπειληφέναι, ὑπείληφα περὶ τοῦ ἄρχειν καὶ μὴ ἄρχειν.

4

.

6

.

23

ὄψονται οἱ ἐλεοῦντές με, ἐγὼ δ’ οὔτε πεινῶ οὔτε διψῶ οὔτε ῥιγῶ, ἀλλ’ ἀφ’ ὧν αὐτοὶ πεινῶσιν ἢ διψῶσιν οἴονται κἀμέ. τί οὖν αὐτοῖς ποιήσω; περιερχόμενος κηρύσσω καὶ λέγω ‘μὴ πλανᾶσθε, ἄνδρες, ἐμοὶ καλῶς
5ἐστιν· οὔτε πενίας ἐπιστρέφομαι οὔτε ἀναρχίας οὔτε ἁπλῶς ἄλλου οὐδενὸς ἢ δογμάτων ὀρθῶν· ταῦτα

4

.

6

.

24

ἔχω ἀκώλυτα, οὐδενὸς πεφρόντικα ἔτι‘; καὶ τίς αὕτη φλυαρία; πῶς ἔτι ὀρθὰ δόγματα ἔχω μὴ ἀρκούμενος τῷ
εἶναι ὅς εἰμι, ἀλλ’ ἐπτοημένος ὑπὲρ τοῦ δοκεῖν;

4

.

6

.

25

Ἀλλ’ ἄλλοι πλειόνων τεύξονται καὶ προτιμηθήσον‐ ται. Τί οὖν εὐλογώτερον ἢ τοὺς περί τι ἐσπουδα‐ κότας ἐν ἐκείνῳ πλεῖον ἔχειν, ἐν ᾧ ἐσπουδάκασιν; περὶ ἀρχὰς ἐσπουδάκασιν, σὺ περὶ δόγματα· καὶ περὶ πλοῦ‐

4

.

6

.

26

τον, σὺ περὶ τὴν χρῆσιν τῶν φαντασιῶν. ὅρα, εἰ ἐν τούτῳ σου πλέον ἔχουσιν, περὶ ὃ σὺ μὲν ἐσπούδακας, ἐκεῖνοι δ’ ἀμελοῦσιν· εἰ συγκατατίθενται μᾶλλον περὶ τὰ φυσικὰ μέτρα, εἰ ὀρέγονταί σου ἀναποτευκτότερον,
5εἰ ἐκκλίνουσιν ἀπεριπτω〈τό〉τερον, εἰ ἐν ἐπιβολῇ, ἐν προθέσει, εἰ ἐν ὁρμῇ μᾶλλον εὐστοχοῦσιν, εἰ τὸ πρέπον σῴζουσιν ὡς ἄνδρες, ὡς υἱοί, ὡς γονεῖς, εἶθ’ ἑξῆς κατὰ

4

.

6

.

27

τὰ ἄλλα τῶν σχέσεων ὀνόματα. εἰ δ’ ἄρχουσιν ἐκεῖνοι, σὺ δ’ οὐ θέλεις σαυτῷ τὰς ἀληθείας εἰπεῖν, ὅτι σὺ μὲν οὐδὲν τούτου ἕνεκα ποιεῖς, ἐκεῖνοι δὲ πάντα, ἀλογώτα‐ τον δὲ τὸν ἐπιμελούμενόν τινος ἔλαττον φέρεσθαι [οὐ]
5ἢ τὸν ἀμελοῦντα;

4

.

6

.

28

〈Οὔ,〉 ἀλλ’ ἐπειδὴ φροντίζω ἐγὼ δογμάτων ὀρθῶν, εὐλογώτερόν μέ ἐστιν ἄρχειν. Ἐν ᾧ φροντίζεις, ἐν δόγμασιν· ἐν ᾧ δ’ ἄλλοι μᾶλλόν σου πεφροντίκασιν, ἐκείνοις παραχώρει. οἷον εἰ διὰ τὸ δόγματα ἔχειν ὀρθὰ
5ἠξίους τοξεύων μᾶλλον ἐπιτυγχάνειν τῶν τοξοτῶν ἢ

4

.

6

.

29

χαλκεύων μᾶλλον τῶν χαλκέων. ἄφες οὖν 〈τὴν〉 περὶ τὰ δόγματα σπουδὴν καὶ περὶ ἐκεῖνα ἀναστρέφου, ἃ κτήσασθαι θέλεις, καὶ τότε κλαῖε, ἐάν σοι μὴ προχωρῇ·

4

.

6

.

30

κλαίειν γὰρ ἄξιος εἶ. νῦν δὲ πρὸς ἄλλοις γίνεσθαι λέ‐ γεις, ἄλλων ἐπιμελεῖσθαι, οἱ πολλοὶ δὲ τοῦτο καλῶς

4

.

6

.

31

λέγουσιν, ὅτι ἔργον ἔργῳ οὐ κοινωνεῖ. ὁ μὲν ἐξ ὄρθρου ἀναστὰς ζητεῖ, τίνα ἐξ οἴκου ἀσπάσηται, τίνι κεχαρισμένον λόγον εἴπῃ, τίνι δῶρον πέμψῃ, πῶς τῷ ὀρχηστῇ ἀρέσῃ, πῶς κακοηθισάμενος ἄλλον ἄλλῳ χαρί‐

4

.

6

.

32

σηται. ὅταν εὔχηται, περὶ τούτων εὔχεται· ὅταν θύῃ, ἐπὶ τούτοις θύει· τὸ τοῦ Πυθαγόρου
μὴ δ’ ὕπνον μαλακοῖσιν ἐπ’ ὄμμασι προσδέξασθαι

4

.

6

.

33

ἐνταῦθα παρατέθεικεν. ‘πῇ παρέβην;‘ τῶν πρὸς κο‐ λακείαν. ‘τί ἔρεξα;‘ μή τι ὡς ἐλεύθερος, μή τι ὡς γενναῖος; κἂν εὕρῃ τι τοιοῦτον, ἐπιτιμᾷ ἑαυτῷ καὶ ἐγκαλεῖ ‘τί γάρ σοι καὶ τοῦτο εἰπεῖν; οὐ γὰρ ἐνῆν
5ψεύσασθαι; λέγουσιν καὶ οἱ φιλόσοφοι, ὅτι οὐδὲν κω‐

4

.

6

.

34

λύει ψεῦδος εἰπεῖν‘. σὺ δ’ εἴπερ ταῖς ἀληθείαις οὐ‐ δενὸς ἄλλου πεφρόντικας 〈ἢ〉 χρήσεως οἵας δεῖ φαν‐ τασιῶν, εὐθὺς ἀναστὰς ἕωθεν ἐνθυμοῦ ‘τίνα μοι λεί‐ πει πρὸς ἀπάθειαν; τίνα πρὸς ἀταραξίαν; τίς εἰμι; μή
5τι σωμάτιον, μή τι κτῆσις, μή τι φήμη; οὐδὲν τούτων.

4

.

6

.

35

ἀλλὰ τί; λογικόν εἰμι ζῷον‘. τίνα οὖν τὰ ἀπαιτήματα; ἀναπόλει τὰ πεπραγμένα. ‘πῇ παρέβην τῶν πρὸς εὔροιαν; τί ἔρεξα ἢ ἄφιλον ἢ ἀκοινώνητον ἢ ἄγνω‐ μον; τί μοι δέον οὐκ ἐτελέσθη πρὸς ταῦτα;‘

4

.

6

.

36

Τοσαύτης οὖν διαφορᾶς οὔσης τῶν ἐπιθυμουμένων, τῶν ἔργων, τῶν εὐχῶν ἔτι θέλεις τὸ ἴσον ἔχειν ἐκεί‐ νοις, περὶ ἃ σὺ μὲν οὐκ ἐσπούδακας, ἐκεῖνοι δ’ ἐσπου‐

4

.

6

.

37

δάκασιν; εἶτα θαυμάζεις, εἴ ς’ ἐλεοῦσιν, καὶ ἀγανακτεῖς; ἐκεῖνοι δ’ οὐκ ἀγανακτοῦσιν, εἰ σὺ αὐτοὺς ἐλεεῖς. διὰ τί; ὅτι ἐκεῖνοι μὲν πεπεισμένοι εἰσίν, ὅτι ἀγαθῶν

4

.

6

.

38

τυγχάνουσιν, σὺ δ’ οὐ πέπεισαι. διὰ τοῦτο σὺ μὲν οὐκ ἀρκῇ τοῖς σοῖς, ἀλλ’ ἐφίεσαι τῶν ἐκείνων· ἐκεῖνοι δ’ ἀρκοῦνται τοῖς ἑαυτῶν καὶ οὐκ ἐφίενται τῶν σῶν. ἐπεί τοι εἰ ταῖς ἀληθείαις ἐπέπεισο, ὅτι περὶ τὰ ἀγαθὰ σὺ
5ὁ ἐπιτυγχάνων εἶ, ἐκεῖνοι δ’ ἀποπεπλάνηνται, οὐδ’ ἂν ἐνεθυμοῦ, τί λέγουσι περὶ σοῦ.

4

.

7

t

ζʹ. Περὶ ἀφοβίας.

4

.

7

.

1

Τί ποιεῖ φοβερὸν τὸν τύραν〈ν〉ον; Οἱ δορυφόροι, φησίν, καὶ αἱ μάχαιραι αὐτῶν καὶ ὁ ἐπὶ τοῦ κοιτῶνος

4

.

7

.

2

καὶ οἱ ἀποκλείοντες τοὺς εἰσιόντας. Διὰ τί οὖν, ἂν παιδίον αὐτῷ προσαγάγῃς μετὰ τῶν δορυφόρων ὄντι, οὐ φοβεῖται; ἢ ὅτι οὐκ αἰσθάνεται τούτων τὸ παιδίον;

4

.

7

.

3

ἂν οὖν τῶν δορυφόρων τις αἰσθάνηται καὶ ὅτι μαχαί‐ ρας ἔχουσιν, ἐπ’ αὐτὸ δὲ τοῦτο προσέρχηται αὐτῷ θέ‐ λων ἀποθανεῖν διά τινα περίστασιν καὶ ζητῶν ὑπ’ ἄλλου παθεῖν αὐτὸ εὐκόλως, μή τι φοβεῖται τοὺς δορυ‐
5φόρους; Θέλει γὰρ τοῦτο, δι’ ὃ φοβεροί εἰσιν.

4

.

7

.

4

Ἂν οὖν τις μήτ’ ἀποθανεῖν μήτε ζῆν θέλων ἐξ ἅπαντος ἀλλ’ ὡς ἂν διδῶται, προσέρχηται αὐτῷ, τί κωλύει μὴ

4

.

7

.

5

δεδοικότα προσέρχεσθαι αὐτόν; Οὐδέν. Ἄν τις οὖν καὶ πρὸς τὴν κτῆσιν ὡσαύτως ἔχῃ καθάπερ οὗτος πρὸς τὸ σῶμα καὶ πρὸς τὰ τέκνα καὶ τὴν γυναῖκα καὶ ἁπλῶς ὑπό τινος μανίας καὶ ἀπονοίας οὕτως ᾖ[ν] διακεί‐
5μενος, ὥστ’ ἐν μηδενὶ ποιεῖσθαι τὸ ἔχειν ταῦτα ἢ μὴ ἔχειν, ἀλλ’ ὡς ὀστρακίοις τὰ παιδία παίζοντα περὶ μὲν τῆς παιδιᾶς διαφέρεται, τῶν ὀστρακίων δ’ οὐ πεφρόν‐ τικεν, οὕτως δὲ καὶ οὗτος τὰς μὲν ὕλας παρ’ οὐδὲν ᾖ[ν] πεποιημένος, τὴν παιδιὰν δὲ τὴν περὶ αὐτὰς καὶ ἀνα‐
10στροφὴν ἀσπάζηται· ποῖος ἔτι τούτῳ τύραννος φοβερὸς ἢ ποῖοι δορυφόροι ἢ ποῖαι μάχαιραι αὐτῶν;

4

.

7

.

6

Εἶτα ὑπὸ μανίας μὲν δύναταί τις οὕτως διατεθῆναι πρὸς ταῦτα καὶ ὑπὸ ἔθους οἱ Γαλιλαῖοι· ὑπὸ λόγου
δὲ καὶ ἀποδείξεως οὐδεὶς δύναται μαθεῖν, ὅτι ὁ θεὸς πάντα πεποίηκεν τὰ ἐν τῷ κόσμῳ καὶ αὐτὸν τὸν κόσμον
5ὅλον μὲν ἀκώλυτον καὶ αὐτοτελῆ, τὰ ἐν μέρει δ’ αὐτοῦ

4

.

7

.

7

πρὸς χρείαν τῶν ὅλων; τὰ μὲν οὖν ἄλλα πάντα ἀπήλ‐ λακται τοῦ δύνασθαι παρακολουθεῖν τῇ διοικήσει αὐ‐ τοῦ· τὸ δὲ λογικὸν ζῷον ἀφορμὰς ἔχει πρὸς ἀναλογισμὸν τούτων ἁπάντων, ὅτι τε μέρος ἐστὶ καὶ ποῖόν τι μέρος

4

.

7

.

8

καὶ ὅτι τὰ μέρη τοῖς ὅλοις εἴκειν ἔχει καλῶς. πρὸς τούτοις δὲ φύσει γενναῖον καὶ μεγαλόψυχον καὶ ἐλεύ‐ θερον γενόμενον ὁρᾷ, διότι τῶν περὶ αὐτὸ τὰ μὲν ἀκώ‐ λυτα ἔχει καὶ ἐπ’ αὐτῷ, τὰ δὲ κωλυτὰ καὶ ἐπ’ ἄλλοις·
5ἀκώλυτα μὲν τὰ προαιρετικά, κωλυτὰ δὲ τὰ ἀπροαίρετα.

4

.

7

.

9

καὶ διὰ τοῦτο, ἐὰν μὲν ἐν τούτοις μόνοις ἡγήσηται τὸ ἀγαθὸν τὸ αὑτοῦ καὶ συμφέρον, τοῖς ἀκωλύτοις καὶ ἐφ’ ἑαυτῷ, ἐλεύθερον ἔσται, εὔρουν, εὔδαιμον, ἀβλαβές, μεγαλόφρον, εὐσεβές, χάριν ἔχον ὑπὲρ πάντων τῷ θεῷ,
5μηδαμοῦ μεμφόμενον μηδενὶ τῶν γενομένων, μηδεν〈ὶ〉

4

.

7

.

10

ἐγκαλοῦν· ἂν δ’ ἐν τοῖς ἐκτὸς καὶ ἀπροαιρέτοις, ἀνάγκη κωλύεσθαι αὐτό, ἐμποδίζεσθαι, δουλεύειν τοῖς ἐκείνων

4

.

7

.

11

ἔχουσιν ἐξουσίαν, ἃ τεθαύμακεν καὶ φοβεῖται, ἀνάγκη δ’ ἀσεβὲς εἶναι ἅτε βλάπτεσθαι οἰόμενον ὑπὸ τοῦ θεοῦ καὶ ἄνισον, ἀεὶ αὑτῷ τοῦ πλείονος περιποιητικόν, ἀνάγκη
δὲ καὶ ταπεινὸν εἶναι καὶ μικροπρεπές.

4

.

7

.

12

Ταῦτα τί κωλύει διαλαβόντα ζῆν κούφως καὶ εὐ‐ ηνίως, πάντα 〈τὰ〉 συμβαίνειν δυνάμενα πρᾴως ἐκδεχό‐

4

.

7

.

13

μενον, τὰ δ’ ἤδη συμβεβηκότα φέροντα; ‘θέλεις πε‐ νίαν;‘ φέρε καὶ γνώσῃ, τί ἐστι πενία τυχοῦσα καλοῦ

4

.

7

.

14

ὑποκριτοῦ. ‘θέλεις ἀρχάς;‘ φέρε, καὶ πόνους. ‘ἀλλ’ ἐξορισμόν;‘ ὅπου ἂν ἀπέλθω, ἐκεῖ μοι καλῶς ἔσται· καὶ γὰρ ἐνθάδε οὐ διὰ τὸν τόπον ἦν μοι καλῶς, ἀλλὰ διὰ τὰ δόγματα, ἃ μέλλω μετ’ ἐμαυτοῦ ἀποφέρειν. οὐδὲ γὰρ
5δύναταί τις ἀφελέσθαι αὐτά, ἀλλὰ ταῦτα μόνα ἐμά ἐστι καὶ ἀναφαίρετα καὶ ἀρκεῖ μοι παρόντα, ὅπου ἂν ὦ καὶ

4

.

7

.

15

ὅ τι ἂν ποιῶ. ‘ἀλλ’ ἤδη καιρὸς ἀποθανεῖν.‘ τί λέγεις ἀποθανεῖν; μὴ τραγῴδει τὸ πρᾶγμα, ἀλλ’ εἰπὲ ὡς ἔχει ‘ἤδη καιρὸς τὴν ὕλην, ἐξ ὧν συνῆλθεν, εἰς ἐκεῖνα πά‐ λιν ἀποκαταστῆναι‘. καὶ τί δεινόν; τί μέλλει ἀπόλλυ‐
5σθαι τῶν ἐν τῷ κόσμῳ, τί γενέσθαι καινόν, παράλογον;

4

.

7

.

16

τούτων ἕνεκα φοβερός ἐστιν ὁ τύραννος; διὰ ταῦτα οἱ δορυφόροι μεγάλας δοκοῦσιν ἔχειν τὰς μαχαίρας καὶ ὀξείας; ἄλλοις ταῦτα· ἐμοὶ δ’ ἔσκεπται περὶ πάντων,

4

.

7

.

17

εἰς ἐμὲ οὐδεὶς ἐξουσίαν ἔχει. ἠλευθέρωμαι ὑπὸ τοῦ θεοῦ, ἔγνωκα αὐτοῦ τὰς ἐντολάς, οὐκέτι οὐδεὶς δουλα‐ γωγῆσαί με δύναται, καρπιστὴν ἔχω οἷον δεῖ, δικαστὰς

4

.

7

.

18

οἵους δεῖ. ‘οὐχὶ τοῦ σώματός σου κύριός εἰ〈μι〉;‘ τί οὖν πρὸς ἐμέ; ‘οὐχὶ τοῦ κτησιδίου;‘ τί οὖν πρὸς ἐμέ; ‘οὐχὶ φυγῆς ἢ δεσμῶν;‘ πάλιν τούτων πάντων καὶ τοῦ σωματίου ὅλου σοι αὐτοῦ ἐξίσταμαι, ὅταν θέλῃς.
5πείρασαί μοί σου τῆς ἀρχῆς καὶ γνώσῃ, μέχρι τίνος αὐ‐ τὴν ἔχεις.

4

.

7

.

19

Τίνα οὖν ἔτι φοβηθῆναι δύναμαι; τοὺς ἐπὶ τοῦ κοιτῶνος; μὴ τί ποιήσωσιν; ἀποκλείσωσί με; ἄν με εὕρωσι θέλοντα εἰσελθεῖν, ἀποκλεισάτωσαν. Τί οὖν ἔρχῃ ἐπὶ θύρας; Ὅτι καθήκειν ἐμαυτῷ δοκῶ με‐

4

.

7

.

20

νούσης τῆς παιδιᾶς συμπαίζειν. Πῶς οὖν οὐκ ἀπο‐ κλείῃ; Ὅτι ἂν μή τίς με δέχηται, οὐ θέλω εἰσελ‐ θεῖν, ἀλλ’ ἀεὶ μᾶλλον ἐκεῖνο θέλω τὸ γινόμενον. κρεῖτ‐ τον γὰρ ἡγοῦμαι ὃ ὁ θεὸς θέλει ἢ ὃ ἐγώ. προσκείσομαι
5διάκονος καὶ ἀκόλουθος ἐκείνῳ, συνορμῶ, 〈συν〉ορέγο‐ μαι, ἁπλῶς συνθέλω. ἀποκλεισμὸς ἐμοὶ οὐ γίνεται, ἀλλὰ

4

.

7

.

21

τοῖς βιαζομένοις. διὰ τί οὖν οὐ βιάζομαι; οἶδα γάρ, ὅτι ἔσω ἀγαθὸν οὐδὲν διαδίδοται τοῖς εἰσελθοῦσιν. ἀλλ’ ὅταν ἀκούσω τινὰ μακαριζόμενον, ὅτι τιμᾶται ὑπὸ τοῦ Καίσαρος, λέγω ‘τί αὐτῷ συμβαίνει; μή τι οὖν καὶ δόγ‐
5μα, οἷον δεῖ ἐπαρχίαν; μή τι οὖν καὶ τὸ χρῆσθαι ἐπι‐

4

.

7

.

22

τροπῇ; τί ἔτι διωθοῦμαι; ἰσχαδοκάρυά τις διαρριπτεῖ· τὰ παιδία ἁρπάζει καὶ ἀλλήλοις διαμάχεται· οἱ ἄνδρες οὐχί, μικρὸν γὰρ αὐτὸ ἡγοῦνται. ἂν δ’ ὀστράκια διαρ‐

4

.

7

.

23

ριπτῇ τις, οὐδὲ τὰ παιδία ἁρπάζει. ἐπαρχίαι διαδίδονται· ὄψεται τὰ παιδία. ἀργύριον· ὄψεται τὰ παιδία. στρα‐ τηγία, ὑπατ〈ε〉ία· διαρπαζέτω τὰ παιδία· ἐκκλειέσθω, τυπτέσθω, καταφιλείτω τὰς χεῖρας τοῦ διδόντος, τῶν

4

.

7

.

24

δούλων· ἐμοὶ δ’ ἰσχαδοκάρυόν ἐστιν‘. τί οὖν, 〈ἂν〉 ἀπὸ τύχης ῥιπτοῦντος αὐτοῦ ἔλθῃ εἰς τὸν κόλπον ἰσχάς; ἄρας κατάφαγε· μέχρι τοσούτου γὰρ ἔστι καὶ ἰσχάδα τιμῆσαι. ἵνα δὲ κ[ρ]ύψω καὶ ἄλλον ἀνατρέψω ἢ ὑπ’
5ἄλλου ἀνατραπῶ καὶ κολακεύσω τοὺς εἰσιόντας, οὐκ ἀξία οὔτ’ ἰσχὰς οὔτ’ ἄλλο τι τῶν οὐκ ἀγαθῶν, ἅ με ἀναπεπείκασιν οἱ φιλόσοφοι μὴ δοκεῖν ἀγαθὰ εἶναι.

4

.

7

.

25

Δείκνυέ μοι τὰς μαχαίρας τῶν δορυφόρων. ‘ἰδοῦ, ἡλίκαι εἰσὶ καὶ πῶς ὀξεῖαι.‘ τί οὖν ποιοῦσιν αἱ μεγάλαι

4

.

7

.

26

αὗται μάχαιραι καὶ ὀξεῖαι; ‘ἀποκτ[ε]ιννύουσιν.‘ πυρετὸς δὲ τί ποιεῖ; ‘ἄλλο οὐδέν.‘ κεραμὶς δὲ τί ποιεῖ; ‘ἄλλο οὐδέν.‘ θέλεις οὖν πάντα ταῦτα θαυμάζω καὶ προσκυ‐

4

.

7

.

27

νῶ καὶ δοῦλος πάντων περιέρχωμαι; μὴ γένοιτο· ἀλλ’
ἅπαξ μαθών, ὅτι τὸ γενόμενον καὶ φθαρῆναι δεῖ, ἵνα ὁ κόσμος μὴ ἵστηται μηδ’ ἐμποδίζηται, οὐκέτι διαφέρο‐ μαι, πότερον πυρετὸς αὐτὸ ποιήσει ἢ κεραμὶς ἢ στρα‐
5τιώτης, ἀλλ’ εἰ δεῖ συγκρῖναι, οἶδ’ ὅτι ἀπονώτερον αὐτὸ

4

.

7

.

28

καὶ ταχύτερον ὁ στρατιώτης ποιήσει. ὅταν οὖν μήτε φοβῶμαί τι ὧν διαθεῖναί με δύναται μήτ’ ἐπιθυμῶ τινος ὧν παρασχεῖν, τί ἔτι θαυμάζω αὐτόν, τί ἔτι τέθη‐ πα; τί φοβοῦμαι τοὺς δορυφόρους; τί χαίρω, ἄν μοι
5φιλανθρώπως λαλήσῃ καὶ ἀποδέξηταί με, καὶ ἄλλοις

4

.

7

.

29

διηγοῦμαι, πῶς μοι ἐλάλησεν; μὴ γὰρ Σωκράτης ἐστίν, μὴ γὰρ Διογένης, ἵν’ ὁ ἔπαινος αὐτοῦ ἀπόδειξις ᾖ περὶ

4

.

7

.

30

ἐμοῦ; μὴ γὰρ τὸ ἦθος ἐζήλωκα αὐτοῦ; ἀλλὰ τὴν παι‐ διὰν σῴζων ἔρχομαι πρὸς [εμ]αὐτὸν καὶ ὑπηρετῶ, μέχρις ἂν ὅτου μηδὲν ἀβέλτερον κελεύῃ μηδ’ ἄρ〈ρ〉υθμον. ἂν δέ μοι λέγῃ ‘ἄπελθε ἐπὶ Λέοντα τὸν Σαλαμίνιον‘, λέγω

4

.

7

.

31

αὐτῷ ‘ζήτει ἄλλον· ἐγὼ γὰρ οὐκέτι παίζω‘. ‘ἄπαγε αὐτόν.‘ ἀκολουθῶ ἐν παιδιᾷ. ‘ἀλλ’ ἀφαιρεῖταί σου ὁ τράχηλος.‘ ἐκείνου δ’ αὐτοῦ ἀεὶ ἐπιμένει, ὑμῶν δὲ τῶν πειθομένων; ‘ἀλλ’ ἄταφος ῥιφήσῃ.‘ εἰ ἐγώ εἰμι ὁ νε‐
5κρός, ῥιφήσομαι· εἰ δ’ ἄλλος εἰμὶ τοῦ νεκροῦ, κομψό‐

4

.

7

.

32

τερον λέγε, ὡς ἔχει τὸ πρᾶγμα, καὶ μὴ ἐκφόβει με. τοῖς παιδίοις ταῦτα φοβερά ἐστι καὶ τοῖς ἀνοήτοις. εἰ δέ τις
εἰς φιλοσόφου σχολὴν ἅπαξ εἰσελθὼν οὐκ οἶδεν, τί ἐστιν αὐτός, ἄξιός ἐστι φοβεῖσθαι καὶ κολακεύειν ὃ † ὕστερον
5ἐκολάκευεν· εἰ μήπω μεμάθηκεν, ὅτι οὐκ ἔστι σὰρξ οὐδ’ ὀστᾶ οὐδὲ νεῦρα, ἀλλὰ τὸ τούτοις χρώμενον, τὸ καὶ διοικοῦν καὶ παρακολουθοῦν ταῖς φαντασίαις.

4

.

7

.

33

Ναί· ἀλλ’ οἱ λόγοι οὗτοι καταφρονητὰς ποιοῦσι τῶν νόμων. Καὶ ποῖοι μᾶλλον λόγοι πειθομένους παρέ‐ χουσι τοῖς νόμοις τοὺς χρωμένους; νόμος δ’ οὐκ ἔστι

4

.

7

.

34

τὰ ἐπὶ μωρῷ. καὶ ὅμως ὅρα, πῶς καὶ πρὸς τούτους ὡς δεῖ ἔχοντας παρασκευάζουσιν, οἵ γε διδάσκουσιν μηδε‐ νὸς ἀντιποιεῖσθαι πρὸς αὐτούς, ἐν οἷς ἂν ἡμᾶς νικῆσαι

4

.

7

.

35

δύνωνται. περὶ τὸ σωμάτιον διδάσκουσιν ἐξίστασθαι, περὶ τὴν κτῆσιν ἐξίστασθαι, περὶ τὰ τέκνα, γονεῖς [δ’], ἀδελφούς, πάντων παραχωρεῖν, πάντα ἀφιέναι· μόνα τὰ δόγματα ὑπεξαιροῦνται, ἃ καὶ ὁ Ζεὺς ἐξαίρετα

4

.

7

.

36

ἑκάστου εἶναι ἠθέλησεν. ποία ἐνθάδε παρανομία, ποία ἀβελτερία; ὅπου κρείττων εἶ καὶ ἰσχυρότερος, ἐκεῖ σοι ἐξίσταμαι· ὅπου πάλιν ἐγὼ κρείττων, σὺ παραχώρει μοι.

4

.

7

.

37

ἐμοὶ γὰρ μεμέληκεν, σοὶ δ’ οὔ. σοὶ μέλει, πῶς ἐν ὀρθο‐
στρώτοις οἰκῇς, ἔτι πῶς παῖδές σοι καὶ πιλλᾶτοι διακο‐ νῶσιν, πῶς ἐσθῆτα περίβλεπτον φορῇς, πῶς κυνηγοὺς

4

.

7

.

38

πολλοὺς ἔχῃς, πῶς κιθαρῳδούς, τραγῳδούς. μή τι ἀντι‐ ποιοῦμαι; μή τι οὖν δογμάτων σοι μεμέληκε; μή τι τοῦ λόγου τοῦ σεαυτοῦ; μή τι οἶδας, ἐκ τίνων μορίων συνέ‐ στηκεν, πῶς συνάγεται, τίς ἡ διάρθρωσις αὐτοῦ, τίνας

4

.

7

.

39

ἔχει δυνάμεις καὶ ποίας τινάς; τί οὖν ἀγανακτεῖς, εἰ ἄλλος ἐν τούτοις σου πλέον ἔχει ὁ μεμελετηκώς; Ἀλλὰ ταῦτ’ ἔστι τὰ μέγιστα. Καὶ τίς σε κωλύει περὶ ταῦτ’ ἀναστρέφεσθαι καὶ τούτων ἐπιμελεῖσθαι; τίς δὲ μείζονα
5ἔχει παρασκευὴν βιβλίων, εὐσχολίας, τῶν ὠφελησόντων;

4

.

7

.

40

μόνον ἀπόνευσόν ποτε ἐπὶ ταῦτα, ἀπόνειμον κἂν ὀλίγον χρόνον τῷ σαυτοῦ ἡγεμονικῷ· σκέψαι τί ποτ’ ἔχεις τοῦτο καὶ πόθεν ἐληλυθός, τὸ πᾶσιν τοῖς ἄλλοις χρώ‐ μενον, πάντα τἆλλα δοκιμάζον, ἐκλεγόμενον, ἀπεκλεγό‐

4

.

7

.

41

μενον. μέχρι δ’ ἂν οὗ περὶ τὰ ἐκτὸς ἀναστρέφῃ, ἐκεῖνα ἕξεις οἷα οὐδείς, τοῦτο δ’ οἷον αὐτὸ ἔχειν θέλεις, ῥυπα‐ ρὸν καὶ ἀτημέλητον.

4

.

8

t

ηʹ. Πρὸς τοὺς ταχέως ἐπὶ τὸ σχῆμα τῶν φιλοσόφων ἐπιπηδῶντας.

4

.

8

.

1

Μηδέποτ’ ἀπὸ τῶν κοινῶν τινα μήτ’ ἐπαινέσητε μήτε ψέξητε μήτε τέχνην τινὰ ἢ ἀτεχνίαν προσμαρτυρήσητε· καὶ ἅμα μὲν προπετείας ἑαυτοὺς ἀπαλλάξετε, ἅμα δὲ

4

.

8

.

2

κακοηθείας. ‘οὗτος ταχέως λούεται.‘ κακῶς οὖν ποιεῖ;

4

.

8

.

3

οὐ πάντως. ἀλλὰ τί; ταχέως λούεται. Πάντα οὖν καλῶς γίνεται; Οὐδαμῶς· ἀλλὰ τὰ μὲν ἀπὸ δογμά‐ των ὀρθῶν καλῶς, τὰ δ’ ἀπὸ μοχθηρῶν μοχθηρῶς. σὺ δὲ μέχρις ἂν καταμάθῃς τὸ δόγμα, ἀφ’ οὗ τις ποιεῖ

4

.

8

.

4

ἕκαστα, μήτ’ ἐπαίνει τὸ ἔργον μήτε ψέγε. δόγμα δ’ ἐκ τῶν ἐκτὸς οὐ ῥᾳδίως κρίνεται. ‘οὗτος τέκτων ἐστίν.‘ διὰ τί; ‘χρῆται σκεπάρνῳ.‘ τί οὖν τοῦτο; ‘οὗτος μου‐ σικός· ᾄδει γάρ.‘ καὶ τί τοῦτο; ‘οὗτος φιλόσοφος.‘ διὰ

4

.

8

.

5

τί; ‘τρίβωνα γὰρ ἔχει καὶ κόμην.‘ οἱ δ’ ἀγύρται τί ἔχουσιν; διὰ τοῦτο, ἂν ἀσχημονοῦντά τις ἴδῃ τινὰ αὐ‐ τῶν, εὐθὺς λέγει ‘ἰδοὺ ὁ φιλόσοφος 〈τί〉 ποιεῖ‘. ἔδει δ’ ἀφ’ ὧν ἠσχημόνει μᾶλλον λέγειν αὐτὸν μὴ εἶναι φι‐

4

.

8

.

6

λόσοφον. εἰ μὲν γὰρ αὕτη ἐστὶν ἡ τοῦ φιλοσόφου πρό‐ ληψις καὶ ἐπαγγελία, ἔχειν τρίβωνα καὶ κόμην, καλῶς ἂν ἔλεγον· εἰ δ’ ἐκείνη μᾶλλον, ἀναμάρτητον εἶναι, διὰ τί οὐχὶ διὰ τὸ μὴ πληροῦν τὴν ἐπαγγελίαν ἀφαιροῦνται

4

.

8

.

7

αὐτὸν τῆς προσηγορίας; οὕτως γὰρ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν. ὅταν ἴδῃ τις κακῶς πελεκῶντα, οὐ λέγει ‘τί ὄφελος τεκτονικῆς; ἰδοὺ οἱ τέκτονες οἷα ποιοῦσι κακά‘, ἀλλὰ πᾶν τοὐναντίον λέγει ‘οὗτος οὐκ ἔστι τέκτων,

4

.

8

.

8

πελεκᾷ γὰρ κακῶσ‘. ὁμοίως κἂν ᾄδοντός τινος ἀκούσῃ κακῶς, οὐ λέγει ‘ἰδοὺ πῶς ᾄδουσιν οἱ μουσικοί‘, ἀλλὰ

4

.

8

.

9

μᾶλλον ‘οὗτος [ὅτι] οὐκ ἔστι μουσικόσ‘. ἐπὶ φιλοσοφίας
δὲ μόνης τοῦτο πάσχουσιν· ὅταν τινὰ ἴδωσι παρὰ τὸ ἐπάγγελμα τὸ τοῦ φιλοσόφου ποιοῦντα, οὐχὶ τῆς προ‐ σηγορίας ἀφαιροῦνται αὐτόν, ἀλλὰ θέντες εἶναι φιλό‐
5σοφον, εἶτ’ ἀπ’ αὐτοῦ τοῦ γινομένου λαβόντες, ὅτι ἀσχη‐ μονεῖ, ἐπάγουσι μηδὲν ὄφελος εἶναι τοῦ φιλοσοφεῖν.

4

.

8

.

10

τί οὖν τὸ αἴτιον; ὅτι τὴν μὲν τοῦ τέκτονος πρόληψιν πρεσβεύομεν καὶ τὴν τοῦ μουσικοῦ καὶ ὡσαύτως τῶν ἄλλων τεχνιτῶν, τὴν τοῦ φιλοσόφου δ’ οὔ, ἀλλ’ ἅτε συγκεχυμένην καὶ ἀδιάρθρωτον ἀπὸ τῶν ἐκτὸς μόνον

4

.

8

.

11

κρίνομεν. καὶ ποία ἄλλη τέχνη ἀπὸ σχήματος ἀναλαμ‐ βάνεται καὶ κόμης, οὐχὶ δὲ καὶ θεωρήματα ἔχει καὶ

4

.

8

.

12

ὕλην καὶ τέλος; τίς οὖν ὕλη τοῦ φιλοσόφου; μὴ τρί‐ βων; οὔ, ἀλλὰ ὁ λόγος. τί τέλος; μή τι φορεῖν τρί‐ βωνα; οὔ, ἀλλὰ τὸ ὀρθὸν ἔχειν τὸν λόγον. ποῖα θεω‐ ρήματα; μή τι τὰ περὶ τοῦ πῶς πώγων μέγας γίνεται
5ἢ κόμη βαθεῖα; ἀλλὰ μᾶλλον ἃ Ζήνω〈ν〉 λέγει, γνῶναι τὰ τοῦ λόγου στοιχεῖα, ποῖόν τι ἕκαστον αὐτῶν ἐστι καὶ πῶς ἁρμόττεται πρὸς ἄλληλα καὶ ὅσα τούτοις ἀκό‐

4

.

8

.

13

λουθά ἐστιν. οὐ θέλεις οὖν ἰδεῖν πρῶτον, εἰ πληροῖ τὴν ἐπαγγελίαν ἀσχημονῶν, καὶ οὕτως τῷ ἐπιτηδεύματι ἐγκαλεῖν; νῦν δ’, αὐτὸς ὅταν σωφρονῇς, ἐξ ὧν ποιεῖν σοι δοκεῖ κακῶς, λέγεις ‘ὅρα τὸν φιλόσοφον‘ (ὡς οὐ
5πρέποντος λέγειν τὸν 〈ταῦ〉τα ποιοῦντα φιλόσοφον) καὶ πάλιν ‘τοῦτο φιλόσοφός ἐστιν‘. ‘ὅρα‘ δὲ ‘τὸν τέκ‐
τονα‘ οὐ λέγεις, ὅταν μοιχεύοντά τινα γνῷς ἢ λιχνεύον‐

4

.

8

.

14

τα ἴδῃς, οὐδὲ ‘ὅρα τὸν μουσικόν‘. οὕτως ἐπὶ ποσὸν αἰσθάνῃ καὶ αὐτὸς τῆς ἐπαγγελίας τοῦ φιλοσόφου, ἀπο‐ λισθάνεις δὲ καὶ συγχέῃ ὑπὸ ἀμελετησίας.

4

.

8

.

15

Ἀλλὰ καὶ αὐτοὶ οἱ καλούμενοι φιλόσοφοι ἀπὸ τῶν κοινῶν τὸ πρᾶγμα μετίασιν· εὐθὺς ἀναλαβόντες τρί‐ βωνα καὶ πώγωνα καθέντες φασὶν ‘ἐγὼ φιλόσοφός

4

.

8

.

16

εἰμι‘. οὐδεὶς δ’ ἐρεῖ ‘ἐγὼ μουσικός εἰμι‘, ἂν πλῆκτρον καὶ κιθάραν ἀγοράσῃ, οὐδ’ ‘ἐγὼ χαλκεύς εἰμι‘, ἂν πι‐ λίον καὶ περίζωμα περιθῆται, ἀλλ’ ἁρμόζεται μὲν τὸ σχῆμα πρὸς τὴν τέχνην, ἀπὸ τῆς τέχνης δὲ τὸ ὄνομα,

4

.

8

.

17

οὐκ ἀπὸ τοῦ σχήματος ἀναλαμβάνουσιν. διὰ τοῦτο κα‐ λῶς Εὐφράτης ἔλεγεν ὅτι ‘ἐπὶ πολὺ ἐπειρώμην λαν‐ θάνειν φιλοσοφῶν καὶ ἦν μοι‘, φησίν, ‘τοῦτο ὠφέλιμον. πρῶτον μὲν γὰρ ᾔδειν, ὅσα καλῶς
5ἐποίουν, ὅτι οὐ διὰ τοὺς θεατὰς ἐποίουν, ἀλλὰ δι’ ἐμαυτόν· ἤσθιον ἐμαυτῷ καλῶς, κατεσταλ‐ μένον εἶχον τὸ βλέμμα, τὸν περίπατον· πάντα

4

.

8

.

18

ἐμαυτῷ καὶ θεῷ. εἶτα ὥσπερ μόνος ἠγωνιζόμην, οὕτως μόνος καὶ ἐκινδύνευον· οὐδὲν ἐμοὶ δρά‐
σαντι τὸ αἰσχρὸν ἢ ἀπρεπὲς τὸ 〈τῆσ〉 φιλοσο‐ φίας ἐκινδυνεύετο, οὐδ’ ἔβλαπτον τοὺς πολλοὺς

4

.

8

.

19

ὡς φιλόσοφος ἁμαρτάνων. διὰ τοῦτο οἱ μὴ εἰ‐ δότες μου τὴν ἐπιβολὴν ἐθαύμαζον, πῶς πᾶσι φιλοσόφοις χρώμενος καὶ συζῶν αὐτὸς οὐκ ἐφι‐

4

.

8

.

20

λοσόφουν. καὶ τί κακόν, ἐν οἷς ἐποίουν ἐπι‐ γιγνώσκεσθαι τὸν φιλόσοφον, ἐν δὲ τοῖς συμ‐ βόλοις μή;‘ βλέπε, πῶς ἐσθίω, πῶς πίνω, πῶς καθεύδω, πῶς ἀνέχομαι, πῶς ἀπέχομαι, πῶς συνεργῶ, πῶς ὀρέξει
5χρῶμαι, πῶς ἐκκλίσει, πῶς τηρῶ τὰς σχέσεις τὰς φυσι‐ κὰς ἢ ἐπιθέτους ἀσυγχύτως καὶ ἀπαραποδίστως· ἐκεῖθέν

4

.

8

.

21

με κρῖνε, εἰ δύνασαι. εἰ δ’ οὕτως κωφὸς εἶ καὶ τυφλός, ἵνα μηδὲ τὸν Ἥφαιστον ὑπολαμβάνῃς καλὸν χαλκέα, ἂν μὴ τὸ πιλίον ἴδῃς περὶ τὴν κεφαλὴν περικείμενον, τί κακὸν ὑφ’ οὕτως ἠλιθίου κριτοῦ ἀγνοεῖσθαι;

4

.

8

.

22

Οὕτως ἐλάνθα〈νε〉 παρὰ τοῖς πλείστοις Σωκράτης καὶ ἤρχοντο πρὸς αὐτὸν ἀξιοῦντες φιλοσόφοις συστα‐

4

.

8

.

23

θῆναι. μή τι οὖν ἠγανάκτει ὡς ἡμεῖς καὶ ἔλεγεν ‘ἐγὼ δέ σοι οὐ φαίνομαι φιλόσοφος;‘; ἀλλ’ ἀπῆγεν καὶ συν‐ ίστα ἑνὶ ἀρκούμενος τῷ εἶναι φιλόσοφος, χαίρων δὲ καί, ὅτι μὴ δοκῶν οὐκ ἐδάκνετο· ἐμέμνητο γὰρ τοῦ ἰδίου

4

.

8

.

24

ἔργου. τί ἔργον καλοῦ καὶ ἀγαθοῦ; μαθητὰς πολλοὺς ἔχειν; οὐδαμῶς. ὄψονται οἱ περὶ τοῦτο ἐσπουδακότες. ἀλλὰ θεωρήματα δύσκολα ἀκριβοῦν; ὄψονται καὶ περὶ

4

.

8

.

25

τούτων ἄλλοι. ποῦ οὖν αὐτὸς καὶ ἦν τις καὶ εἶναι ἤθε‐ λεν; ὅπου βλάβη καὶ ὠφέλεια. ‘εἴ μέ τισ‘, φησίν, ‘βλάψαι δύναται, ἐγὼ οὐδὲν ποιῶ· εἰ ἄλλον περιμένω, ἵνα με ὠφελήσῃ, ἐγὼ οὐδέν εἰμι. θέλω τι καὶ οὐ γίνεται· ἐγὼ

4

.

8

.

26

ἀτυχής εἰμι.‘ εἰς τοσοῦτο σκάμμα προεκαλεῖτο πάντα ὁντιναοῦν καὶ οὐκ ἄν μοι δοκεῖ ἐκστῆναι οὐδενί τί δοκεῖτε; καταγγέλλων καὶ λέγων ‘ἐγὼ τοιοῦτός εἰμι‘;

4

.

8

.

27

μὴ γένοιτο, ἀλλὰ ὢν τοιοῦτος. πάλιν γὰρ τοῦτο μωροῦ καὶ ἀλαζόνος ‘ἐγὼ ἀπαθής εἰμι καὶ ἀτάραχος· μὴ ἀγνο‐ εῖτε, ὦ ἄνθρωποι, ὅτι ὑμῶν κυκωμένων καὶ θορυβου‐ μένων περὶ τὰ μηδενὸς ἄξια μόνος ἐγὼ ἀπήλλαγμαι

4

.

8

.

28

πάσης ταραχῆσ‘. οὕτως οὐκ ἀρκεῖ σοι τὸ μηδὲν ἀλγεῖν, ἂν μὴ κηρύσσῃς ‘συνέλθετε πάντες οἱ ποδαγρῶντες, οἱ κεφαλαλγοῦντες, οἱ πυρέσσοντες, οἱ χωλοί, οἱ τυφλοί,

4

.

8

.

29

καὶ ἴδετέ με ἀπὸ παντὸς πάθους ὑγιᾶ‘; τοῦτο κενὸν καὶ φορτικόν, εἰ μή τι[ς] ὡς ὁ Ἀσκληπιὸς εὐθὺς ὑποδεῖξαι δύνασαι, πῶς θεραπεύοντες εὐθὺς ἔσονται ἄνοσοι κἀ‐ κεῖνοι, καὶ εἰς τοῦτο φέρεις παράδειγμα τὴν ὑγίειαν
5τὴν σεαυτοῦ.

4

.

8

.

30

Τοιοῦτος γάρ τίς ἐστιν ὁ Κυνικὸς τοῦ σκήπτρου καὶ διαδήματος ἠξιωμένος παρὰ τοῦ Διὸς καὶ λέγων ‘ἵν’ ἴδητε, ὦ ἄνθρωποι, ὅτι τὴν εὐδαιμονίαν καὶ ἀταραξίαν

4

.

8

.

31

οὐχ ὅπου ἐστὶ ζητεῖτε, ἀλλ’ ὅπου μή ἐστιν, ἰδοὺ ἐγὼ ὑμῖν παράδειγμα ὑπὸ τοῦ θεοῦ ἀπέσταλμαι μήτε κτῆσιν ἔχων μήτε οἶκον μήτε γυναῖκα μήτε τέκνα, ἀλλὰ μηδ’ ὑπόστρωμα μηδὲ χιτῶνα μηδὲ σκεῦος· καὶ ἴδετε, πῶς
5ὑγιαίνω· πειράθητέ μου κἂν ἴδητε ἀτάραχον, ἀκούσατε

4

.

8

.

32

τὰ φάρμακα καὶ ὑφ’ ὧν ἐθεραπεύθην.‘ τοῦτο γὰρ ἤδη καὶ φιλάνθρωπον καὶ γενναῖον. ἀλλ’ ὁρᾶτε, τίνος ἔργον ἐστίν· τοῦ Διὸς ἢ ὃν ἂν ἐκεῖνος ἄξιον κρίνῃ ταύτης τῆς ὑπηρεσίας, ἵνα μηδαμοῦ μηδὲν παραγυμνώσῃ πρὸς
5τοὺς πολλούς, δι’ οὗ τὴν μαρτυρίαν τὴν αὑτοῦ, ἣν τῇ ἀρετῇ μαρτυρεῖ καὶ τῶν ἐκτὸς καταμαρτυρεῖ, αὐτὸς ἄκυ‐ ρον ποιήσῃ·
οὔτ’ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶν
δάκρυ’ ὀμορξάμενον.

4

.

8

.

33

καὶ οὐ μόνον ταῦτα, ἀλλ’ οὐδὲ ποθοῦντά τι ἢ ἐπιζη‐ τοῦντα, ἄνθρωπον ἢ τόπον ἢ διαγωγήν, ὡς τὰ παιδία τὸν τρυγητὸν ἢ τὰς ἀργίας, αἰδοῖ πανταχοῦ κεκοσμη‐ μένον, ὡς οἱ ἄλλοι τοίχοις καὶ θύραις καὶ θυρωροῖς.

4

.

8

.

34

Νῦν δ’ αὐτὸ μόνον κινηθέντες πρὸς φιλοσοφίαν, ὡς
οἱ κακοστόμαχοι πρός τι βρωμάτιον, ὃ μετὰ μικρὸν σικχαίνειν μέλλουσιν, εὐθὺς ἐπὶ τὸ σκῆπτρον, ἐπὶ τὴν βασιλείαν. καθεῖκε τὴν κόμην, ἀνείληφε τρίβωνα, γυ‐
5μνὸν δεικνύει τὸν ὦμον, μάχεται τοῖς ἀπαντῶσιν κἂν ἐν

4

.

8

.

35

φαινόλῃ τινὰ ἴδῃ, μάχεται αὐτῷ. ἄνθρωπε, χειμάσκησον πρῶτον· ἰδοῦ σου τὴν ὁρμήν, μὴ κακοστομάχου ἢ κισ‐ σώσης γυναικός ἐστιν. ἀγνοεῖσθαι μελέτησον πρῶτον,

4

.

8

.

36

τίς εἶ· σαυτῷ φιλοσόφησον ὀλίγον χρόνον. οὕτως καρ‐ πὸς γίνεται· κατορυγῆναι δεῖ 〈εἰσ〉 χρόνον τὸ σπέρμα, κρυφθῆναι, κατὰ μικρὸν αὐξηθῆναι, ἵνα τελεσφορήσῃ. ἂν δὲ πρὸ τοῦ γόνυ φῦσαι τὸν στάχυν ἐξενέγκῃ, ἀτελές

4

.

8

.

37

ἐστιν, ἐκ κήπου Ἀδωνιακοῦ. τοιοῦτον εἶ καὶ σὺ φυτά‐ ριον· θᾶττον τοῦ δέοντος ἤνθηκας, ἀποκαύσει σε ὁ χει‐

4

.

8

.

38

μών. ἰδοῦ, τί λέγουσιν οἱ γεωργοὶ περὶ τῶν σπερμάτων, ὅταν πρὸ ὥρας θερμασίαι γένωνται. ἀγωνιῶσιν, μὴ ἐξυβρίσῃ τὰ σπέρματα, εἶτα αὐτὰ πάγος εἷς λαβὼν ἐξε‐

4

.

8

.

39

λέγξῃ. ὅρα καὶ σύ, ἄνθρωπε· ἐξύβρικας, ἐπιπεπήδηκας δοξαρίῳ πρὸ ὥρας· δοκεῖς τις εἶναι, μωρὸς παρὰ μω‐ ροῖς· ἀποπαγήσῃ, μᾶλλον δ’ ἀποπέπηγας ἤδη ἐν τῇ ῥίζῃ κάτω, τὰ δ’ ἄνω σου μικρὸν ἔτι ἀνθεῖ καὶ διὰ τοῦτο

4

.

8

.

40

δοκεῖς ἔτι ζῆν καὶ θάλλειν. ἄφες ἡμᾶς γε κατὰ φύσιν πεπανθῆναι. τί ἡμᾶς ἀποδύεις, τί βιάζῃ; οὔπω δυνά‐ μεθα ἐνεγκεῖν τὸν ἀέρα. ἔασον τὴν ῥίζαν αὐξηθῆναι,
εἶτα γόνυ λαβεῖν τὸ πρῶτον, εἶτα τὸ δεύτερον, εἶτα τὸ
5τρίτον· εἶθ’ οὕτως ὁ καρπὸς ἐκβιάσεται τὴν φύσιν, κἂν

4

.

8

.

41

ἐγὼ μὴ θέλω. τίς γὰρ ἐγκύμων γενόμενος καὶ πλήρης τηλικούτων δογμάτων οὐχὶ αἰσθάνεταί τε τῆς αὑτοῦ

4

.

8

.

42

παρασκευῆς καὶ ἐπὶ τὰ κατάλληλα ἔργα ὁρμᾷ; ἀλλὰ ταῦ‐ ρος μὲν οὐκ ἀγνοεῖ τὴν αὑτοῦ φύσιν καὶ παρασκευήν, ὅταν ἐπιφανῇ τι θηρίον, οὐδ’ ἀναμένει τὸν προτρεψό‐

4

.

8

.

43

μενον, οὐδὲ κύων, ὅταν ἴδῃ τι τῶν ἀγρίων ζῴων· ἐγὼ δ’ ἂν ἴσχω τὴν ἀνδρὸς ἀγαθοῦ παρασκευήν, ἐκδέξομαι, ἵνα με σὺ παρασκευάσῃς ἐπὶ τὰ οἰκεῖα ἔργα; νῦν δ’ οὔπω ἔχω, πίστευσόν μοι. τί οὖν με πρὸ ὥρας ἀποξη‐
5ρᾶναι θέλεις, ὡς αὐτὸς ἐξηράνθης;

4

.

9

t

θʹ. Πρὸς τὸν εἰς ἀναισχυντίαν μεταβληθέντα.

4

.

9

.

1

Ὅταν ἄλλον ἴδῃς ἄρχοντα, ἀντίθες, ὅτι σὺ ἔχεις τὸ μὴ δεῖσθαι ἀρχῆς· ὅταν ἄλλον πλουτοῦντα, ἰδοῦ, τί

4

.

9

.

2

ἀντὶ τούτου ἔχεις. εἰ μὲν γὰρ μηδὲν ἔχεις ἀντ’ αὐτοῦ, ἄθλιος εἶ· εἰ δ’ ἔχεις τὸ μὴ χρείαν ἔχειν πλούτου, γί‐ γνωσκε, ὅτι πλεῖον ἔχεις καὶ πολλῷ πλείονος ἄξιον.

4

.

9

.

3

ἄλλος γυναῖκα εὔμορφον, σὺ τὸ μὴ ἐπιθυμεῖν εὐμόρφου γυναικός. μικρά σοι δοκεῖ ταῦτα; καὶ πόσου ἂν τιμή‐ σαιντο οὗτοι αὐτοὶ οἱ πλουτοῦντες καὶ ἄρχοντες καὶ μετ’ εὐμόρφων διαιτώμενοι δύνασθαι πλούτου κατα‐
5φρονεῖν καὶ ἀρχῶν καὶ αὐτῶν τούτων τῶν γυναικῶν,

4

.

9

.

4

ὧν ἐρῶσιν καὶ ὧν τυγχάνουσιν; ἀγνοεῖς οἷόν τί ἐστι
δίψος πυρέσσοντος; οὐδὲν ὅμοιον ἔχει τῷ τοῦ ὑγιαίνον‐ τος. ἐκεῖνος πιὼν ἀποπέπαυται· ὁ δὲ πρὸς ὀλίγον ἡσθεὶς ναυτιᾷ, χολὴν αὐτὸ ποιεῖ ἀντὶ ὕδατος, ἐμεῖ, στροφοῦται,

4

.

9

.

5

διψῇ σφοδρότερον. τοιοῦτόν ἐστι μετ’ ἐπιθυμίας πλου‐ τεῖν, μετ’ ἐπιθυμίας ἄρχειν, μετ’ ἐπιθυμίας καλῇ συγ‐ καθεύδειν· ζηλοτυπία πρόσεστιν, φόβος τοῦ στερηθῆναι, αἰσχροὶ λόγοι, αἰσχρὰ ἐνθυμήματα, ἔργα ἀσχήμονα.

4

.

9

.

6

Καὶ τί, φησίν, ἀπολλύω; Ἄνθρωπε, ὑπῆρχες αἰ‐ δήμων καὶ νῦν οὐκέτι εἶ· οὐδὲν ἀπολώλεκας; ἀντὶ Χρυ‐ σίππου καὶ Ζήνωνος Ἀριστείδην ἀναγιγνώσκεις καὶ Εὐηνόν· οὐδὲν ἀπολώλεκας; ἀντὶ Σωκράτους καὶ Διο‐
5γένους τεθαύμακας τὸν πλείστας διαφθεῖραι καὶ ἀνα‐

4

.

9

.

7

πεῖσαι δυνάμενον. καλὸς εἶναι θέλεις καὶ πλάσσεις σεαυτὸν μὴ ὢν καὶ ἐσθῆτα ἐπιδεικνύειν θέλεις στιλπνήν, ἵνα τὰς γυναῖκας ἐπιστρέφῃς, κἄν που μυραφίου ἐπι‐

4

.

9

.

8

τύχῃς, μακάριος εἶναι δοκεῖς. πρότερον δ’ οὐδὲ ἐνεθυ‐ μοῦ τι τούτων, ἀλλὰ ποῦ εὐσχήμων λόγος, ἀνὴρ ἀξιό‐ λογος, ἐνθύμημα γενναῖον. τοιγαροῦν ἐκάθευδες ὡς ἀνήρ, προῄεις ὡς ἀνήρ, ἐσθῆτα ἐφόρεις ἀνδρικήν, λό‐
5γους ἐλάλεις πρέποντας ἀνδρὶ ἀγαθῷ· εἶτά μοι λέγεις

4

.

9

.

9

‘οὐδὲν ἀπώλεσα‘; οὕτως οὐδὲν ἄλλο ἢ κέρμα ἀπολλύου‐ σιν ἄνθρωποι; αἰδὼς οὐκ ἀπόλλυται, εὐσχημοσύνη οὐκ ἀπόλλυται; ἢ οὐκ ἔστι ζημιωθῆναι ταῦτα ἀπολέσαντα;

4

.

9

.

10

σοὶ μὲν οὖ〈ν〉 δοκεῖ τάχα τούτων οὐδὲν οὐκέτι εἶναι
ζημία· ἦν δέ ποτε χρόνος, ὅτε μόνην αὐτὴν ὑπελογίζου καὶ ζημίαν καὶ βλάβην, ὅτε ἠγωνίας, μή τις ἐκσείσῃ σε τούτων τῶν λόγων καὶ ἔργων.

4

.

9

.

11

Ἰδού, ἐκσέσεισαι ὑπ’ ἄλλου μὲν οὐδενός, ὑπὸ σαυτοῦ δέ. μαχέσθητι σαυτῷ, ἀφελοῦ σαυτὸν εἰς εὐσχημοσύνην,

4

.

9

.

12

εἰς αἰδῶ, εἰς ἐλευθερίαν. εἴ σοί τίς που ἔλεγεν περὶ ἐμοῦ ταῦτα, ὅτι μέ τις μοιχεύειν ἀναγκάζει, ὅτι ἐσθῆτα φορεῖν τοιαύτην, ὅτι μυρίζεσθαι, οὐκ ἂν ἀπελθὼν αὐτό‐ χειρ ἐγένου τούτου τοῦ ἀνθρώπου τοῦ οὕτως μοι παρα‐

4

.

9

.

13

χρωμένου; νῦν οὖν οὐ θέλεις σαυτῷ βοηθῆσαι; καὶ πόσῳ ῥᾴων αὕτη ἡ βοήθεια; οὐκ ἀποκτεῖναί τινα δεῖ, οὐ δῆσαι, οὐχ ὑβρίσαι, οὐκ εἰς ἀγορὰν προελθεῖν, ἀλλ’ αὐτὸν αὑτῷ λαλῆσαι, τῷ μάλιστα πεισθησομένῳ, πρὸς

4

.

9

.

14

ὃν οὐδείς ἐστί σου πιθανώτερος. καὶ πρῶτον μὲν κα‐ τάγνωθι τῶν γιγνομένων, εἶτα καταγνοὺς μὴ ἀπογνῷς σεαυτοῦ μηδὲ πάθῃς τὸ τῶν ἀγεννῶν ἀνθρώπων, οἳ ἅπαξ ἐνδόντες εἰσάπαν ἐπέδωκαν ἑαυτοὺς καὶ ὡς ὑπὸ

4

.

9

.

15

ῥεύματος παρεσύρησαν, ἀλλὰ μάθε τὸ τῶν παιδοτριβῶν. πέπτωκε τὸ παιδίον· ‘ἀναστάσ‘, φησίν, ‘πάλιν πάλαιε,

4

.

9

.

16

μέχρις ἂν ἰσχυροπο〈ι〉ηθῇς.‘ τοιοῦτόν τι καὶ σὺ πάθε· ἴσθι γάρ, ὅτι οὐδέν ἐστιν εὐαγωγότερον ἀνθρωπίνης ψυχῆς. θελῆσαι δεῖ καὶ γέγονεν, διώρθωται· ὡς πάλιν ἀπονυστάσαι καὶ ἀπόλωλεν. ἔσωθεν γάρ ἐστι καὶ ἀπώ‐

4

.

9

.

17

λεια καὶ βοήθεια. Εἶτα τί μοι ἀγαθόν; Καὶ τί ζητεῖς τούτου μεῖζον; ἐξ ἀναισχύντου αἰδήμων ἔσῃ, ἐξ
ἀκόσμου κόσμιος, ἐξ ἀπίστου πιστός, ἐξ ἀκολάστου σώ‐

4

.

9

.

18

φρων. εἴ τινα ἄλλα τούτων μείζονα ζητεῖς, ποίει ἃ ποιεῖς· οὐδὲ θεῶν σέ τις ἔτι σῶσαι δύναται.

4

.

10

t

ιʹ. Τίνων δεῖ καταφρονεῖν καὶ πρὸς τίνα διαφέρεσθαι.

4

.

10

.

1

Ἀπορία πᾶσι τοῖς ἀνθρώποις περὶ τὰ ἐκτὸς γίνεται, ἀμηχανία περὶ τὰ ἐκτός. ‘τί ποιήσω; πῶς γένηται; πῶς

4

.

10

.

2

ἀποβῇ; μὴ τόδε ἀπαντήσῃ, μὴ τόδε‘. πᾶσαι αὗται αἱ φωναὶ περὶ τὰ ἀπροαίρετα στρεφομένων εἰσίν· τίς γὰρ λέγει ‘πῶς μὴ συγκατατιθῶμαι τῷ ψεύδει; πῶς μὴ ἀπο‐

4

.

10

.

3

νεύσω ἀπὸ τοῦ ἀληθοῦς;‘ ἐὰν οὕτως ᾖ εὐφυής, ὥστε περὶ τούτων ἀγωνιᾶν, ὑπομνήσω αὐτὸν ὅτι ‘τί ἀγωνιᾷς; ἐπὶ σοί ἐστιν· ἀσφαλὴς ἴσθι· μὴ πρὸ τοῦ ἐπάγειν τὸν

4

.

10

.

4

φυσικὸν κανόνα προπήδα ἐν τῷ συγκατατίθεσθαι‘. πά‐ λιν ἂν περὶ ὀρέξεως [μὴ] ἀγωνιᾷ, μὴ ἀτελὴς γένηται

4

.

10

.

5

καὶ ἀποτευκτική, περὶ ἐκκλίσεως, μὴ περιπτωτική, πρῶ‐ τον μὲν αὐτὸν καταφιλήσω, ὅτι ἀφεὶς περὶ ἃ οἱ ἄλλοι ἐπτόηνται καὶ τοὺς ἐκείνων φόβους περὶ τῶν ἰδίων ἔρ‐

4

.

10

.

6

γων πεφρόντικεν, ὅπου αὐτός ἐστιν· εἶτα ἐρῶ αὐτῷ ‘εἰ μὴ θέλῃς ὀρέγεσθαι ἀποτευκτικῶς μηδ’ ἐκκλίνειν περι‐ πτωτικῶς, μηδενὸς ὀρέγου τῶν ἀλλοτρίων, μηδὲν ἔκκλινε τῶν μὴ ἐπὶ σοί. εἰ δὲ μή, καὶ ἀποτυχεῖν καὶ περιπεσεῖν

4

.

10

.

7

ἀνάγκη‘. ποία ἐνθάδ’ ἀπορία; ποῦ τόπον ἔχει ‘πῶς γέ‐ νηται;‘ καὶ ‘πῶς ἀποβῇ;‘ καὶ ‘μὴ ἀπαντήσῃ τόδε ἢ τόδε‘;

4

.

10

.

8

Νῦν οὐχὶ τὸ ἐκβησόμενον ἀπροαίρετον; Ναί. Ἡ δ’ οὐσία τοῦ ἀγαθοῦ καὶ κακοῦ ἐστιν ἐν τοῖς προ‐ αιρετικοῖς; Ναί. Ἔξεστιν οὖν σοι παντὶ τῷ ἀπο‐ βάντι χρῆσθαι κατὰ φύσιν; μή τις σε κωλῦσαι δύναται;

4

.

10

.

9

Οὐδείς. Μηκέτι οὖν μοι λέγε ‘πῶς γένηται;‘ ὅπως γὰρ ἂν γένηται, σὺ αὐτὸ θήσεις καλῶς καὶ ἔσται

4

.

10

.

10

σοι τὸ ἀποβὰν εὐτύχημα. ἢ τίς ἂν ἦν ὁ Ἡρακλῆς λέγων ‘πῶς μοι μὴ μέγας λέων ἐπιφανῇ μηδὲ μέγας σῦς μηδὲ θηριώδεις ἄνθρωποι‘; καὶ τί σοι μέλει; ἂν μέγας σῦς ἐπιφανῇ, μεῖζον ἆθλον ἀθλήσεις· ἂν κακοὶ ἄνθρωποι,

4

.

10

.

11

κακῶν ἀπαλλάξεις τὴν οἰκουμένην. Ἂν οὖν οὕτως ἀποθάνω; Ἀγαθὸς ὢν ἀποθανῇ, γενναίαν πρᾶξιν ἐπιτελῶν ἐπεὶ γὰρ δεῖ πάντως ἀποθανεῖν, ἀνάγκη τί ποτε ποιοῦντα εὑρεθῆναι, ἢ γεωργοῦντα ἢ σκάπτοντα ἢ
5ἐμπορευόμενον ἢ ὑπατεύοντα ἢ ἀπεπτοῦντα ἢ διαρ‐

4

.

10

.

12

ροιζόμενον. τί οὖν θέλεις ποιῶν εὑρεθῆναι ὑπὸ τοῦ θανάτου; ἐγὼ μὲν τὸ ἐμὸν μέρος ἔργον τί ποτε ἀνθρω‐

4

.

10

.

13

πικόν, εὐεργετικόν, κοινωφελές, γενναῖον. εἰ δὲ μὴ δύ‐ ναμαι τὰ τηλικαῦτα ποιῶν εὑρεθῆναι, ἐκεῖνό γε τὸ ἀκώ‐
λυτον, τὸ διδόμενον, ἐμαυτὸν ἐπανορθῶν, ἐξεργαζόμε‐ νος τὴν δύναμιν τὴν χρηστικὴν τῶν φαντασιῶν, ἀπά‐
5θειαν ἐκπονῶν, ταῖς σχέσεσι τὰ οἰκεῖα ἀποδιδούς· εἰ οὕτως εὐτυχής εἰμι, καὶ τοῦ τρίτου τόπου παραπτόμενος, τοῦ περὶ τὴν τῶν κριμάτων ἀσφάλειαν.

4

.

10

.

14

Ἂν μετὰ τούτων με ὁ θάνατος καταλάβῃ, ἀρκεῖ μοι ἂν δύνωμαι πρὸς τὸν θεὸν ἀνατεῖναι τὰς χεῖρας, εἰπεῖν ὅτι ‘ἃς ἔλαβον ἀφορμὰς παρὰ σοῦ πρὸς τὸ αἰσθέσθαι σου τῆς διοικήσεως καὶ ἀκολουθῆσαι αὐτῇ, τούτων οὐκ

4

.

10

.

15

ἠμέλησα· οὐ κατῄσχυνά σε τὸ ἐμὸν μέρος. ἰδοῦ, πῶς κέχρημαι ταῖς αἰσθήσεσιν, ἰδοῦ, πῶς ταῖς προλήψεσιν. μή ποτέ σε ἐμεμψάμην, μή τι τῶν γινομένων τινὶ δυ‐ σηρέστησα ἢ ἄλλως γενέσθαι ἠθέλησα, μή τι τὰς σχέ‐

4

.

10

.

16

σεις παρέβην[αι]; † ὅ με σὺ ἐγέννησας, χάριν ἔχω, ὧν ἔδωκας· ἐφ’ ὅσον ἐχρησάμην τοῖς σοῖς, ἀρκεῖ μοι. πάλιν αὐτὰ ἀπόλαβε καὶ κατάταξον εἰς ἣν θέλεις χώραν. σὰ

4

.

10

.

17

γὰρ ἦν πάντα, σύ μοι αὐτὰ δέδωκασ‘. οὐκ ἀρκεῖ οὕτως ἔχοντα ἐξελθεῖν; καὶ τίς βίων κρείττων ἢ εὐσχημο‐ νέστερος τοῦ οὕτως ἔχοντος, ποία δὲ καταστροφὴ εὐδαι‐ μονεστέρα;

4

.

10

.

18

Ἵνα δὲ ταῦτα γένηται, οὐ μικρὰ δέξασθαι οὐδὲ μι‐
κρῶν ἀποτυχεῖν. οὐ δύνασαι καὶ ὑπατεῦσαι θέλειν καὶ ταῦτα καὶ ἀγροὺς ἔχειν ἐσπουδακέναι καὶ ταῦτα καὶ

4

.

10

.

19

τῶν δουλαρίων φροντίζειν καὶ σεαυτοῦ. ἀλλ’ ἄν τι τῶν ἀλλοτρίων θέλῃς, τὰ σὰ ἀπώλετο. αὕτη τοῦ πράγματος

4

.

10

.

20

ἡ φύσις· προῖκα οὐδὲν γίνεται. καὶ τί θαυμαστόν; ἂν ὑπατεῦσαι θέλῃς, ἀγρυπνῆσαί σε δεῖ, περιδραμεῖν, τὰς χεῖρας καταφιλῆσαι, πρὸς ταῖς ἀλλοτρίαις θύραις κατα‐ σαπῆναι, πολλὰ μὲν εἰπεῖν, πολλὰ δὲ πρᾶξαι ἀνελεύ‐
5θερα, δῶρα πέμψαι πολλοῖς, ξένια καθ’ ἡμέραν ἐνίοις·

4

.

10

.

21

καὶ τί τὸ γινόμενόν ἐστιν; δώδεκα δεσμὰ ῥάβδων καὶ τρὶς ἢ τετράκις ἐπὶ βῆμα καθίσαι καὶ κιρκήσια δοῦναι καὶ σπυρίσιν δειπνίσαι. ἢ δειξάτω μοί τις, τί ἐστι παρὰ

4

.

10

.

22

ταῦτα. ὑπὲρ ἀπαθείας οὖν, ὑπὲρ ἀταραξίας, ὑπὲρ τοῦ καθεύδοντα καθεύδειν, ἐγρηγορότα ἐγρηγορέναι, μὴ φοβεῖσθαι μηδέν, μὴ ἀγωνιᾶν ὑπὲρ μηδενὸς οὐδὲν ἀνα‐

4

.

10

.

23

λῶσαι θέλεις, οὐδὲν πονῆσαι; ἀλλ’ ἄν τι ἀπόληταί σου περὶ ταῦτα γινομένου ἢ ἀναλωθῇ κακῶς ἢ ἄλλος τύχῃ ὧν ἔδει σε τυχεῖν, εὐθὺς [μὴ] δηχθήσῃ ἐπὶ τῷ γενο‐

4

.

10

.

24

μένῳ; οὐκ ἀντιθήσεις, τί ἀντὶ τίνος λαμβάνεις, πόσον ἀντὶ πόσου; ἀλλὰ προῖκα θέλεις τὰ τηλικαῦτα λαβεῖν;

4

.

10

.

25

καὶ πῶς δύνασαι; ἔργον ἔργῳ. οὐ δύνασαι καὶ τὰ ἐκτὸς ἔχειν ἐπιμελείας τετυχηκότα καὶ τὸ σαυτοῦ ἡγε‐ μονικόν. εἰ δ’ ἐκεῖνα θέλεις, τοῦτο ἄφες· εἰ δὲ μή, οὔτε τοῦτο ἕξεις οὔτ’ ἐκεῖνα, περισπώμενος ἐπ’ ἀμφότερα. εἰ

4

.

10

.

26

τοῦτο θέλεις, ἐκεῖνά σε ἀφεῖναι δεῖ. ἐκχεθήσεται τὸ ἔλαιον, ἀπολεῖται τὰ σκευάρια, ἀλλ’ ἐγὼ ἀπαθὴς ἔσομαι. ἐμπρησμὸς ἔσται ἐμοῦ μὴ παρόντος καὶ ἀπολεῖται τὰ βιβλία, ἀλλ’ ἐγὼ χρήσομαι ταῖς φαντασίαις κατὰ φύσιν.

4

.

10

.

27

ἀλλ’ οὐχ ἕξω φαγεῖν. εἰ οὕτως τάλας εἰμί, λιμὴν τὸ ἀποθανεῖν. οὗτος δ’ ἐστὶν ὁ λιμὴν πάντων, ὁ θάνατος, αὕτη ἡ καταφυγή. διὰ τοῦτο οὐδὲν τῶν ἐν τῷ βίῳ χα‐

4

.

10

.

28

λεπόν ἐστιν. ὅταν θέλῃς, ἐξῆλθες καὶ οὐ καπνίζῃ. τί οὖν ἀγωνιᾷς, τί ἀγρυπνεῖς; οὐχὶ δὲ εὐθὺς ἀναλογισά‐ μενος, ποῦ σου τὸ ἀγαθόν ἐστι καὶ τὸ κακόν, λέγεις ὅτι ‘ἐπ’ ἐμοὶ ἀμφότερα· οὔτε τούτου τις ἀφελέσθαι με

4

.

10

.

29

δύναται οὔτ’ ἐκείνῳ ἄκοντα περιβαλεῖν. τί οὖν οὐ ῥέγχω βαλών; τὰ ἐμὰ ἀσφαλῶς ἔχει· τὰ ἀλλότρια ὄψεται αὐτὰ ὃς ἂν φέρῃ, ὡς ἂν διδῶται παρὰ τοῦ ἔχοντος

4

.

10

.

30

ἐξουσίαν. τίς εἰμι ὁ θέλων αὐτὰ οὕτως ἔχειν ἢ οὕτως; μὴ γάρ μοι δέδοται ἐκλογὴ αὐτῶν; μὴ γὰρ ἐμέ τις αὐ‐ τῶν διοικητὴν πεποίηκεν; ἀρκεῖ μοι ὧν ἔχω ἐξουσίαν. ταῦτά με δεῖ κάλλιστα παρασκευάσαι, τὰ δ’ ἄλλα ὡς ἂν
5θέλῃ ὁ ἐκείνων κύριοσ‘.

4

.

10

.

31

Ταῦτά τις ἔχων πρὸ ὀφθαλμῶν ἀγρυπνεῖ, καὶ στρέ‐ φεται ἔνθα καὶ ἔνθα; τί θέλων ἢ τί ποθῶν; Πά‐ τροκλον ἢ Ἀντίλοχον ἢ Μενέλαον; πότε γὰρ ἡγήσατο
ἀθάνατόν τινα τῶν φίλων; πότε γὰρ οὐκ εἶχεν πρὸ
5ὀφθαλμῶν, ὅτι αὔριον ἢ εἰς τρίτην δεῖ ἢ αὐτὸν ἀπο‐

4

.

10

.

32

θανεῖν ἢ ἐκεῖνον; ‘ναί‘, φησίν, ‘ἀλλ’ ᾤμην, ὅτι ἐκεῖνος ἐπιβιώσεταί μοι καὶ αὐξήσει μου τὸν υἱόν.‘ μωρὸς γὰρ ἦς καὶ τὰ ἄδηλα ᾤου. τί οὖν οὐκ ἐγκαλεῖς σεαυτῷ, ἀλλὰ

4

.

10

.

33

κλαίων κάθησαι ὡς τὰ κοράσια; ‘ἀλλ’ ἐκεῖνός μοι φα‐ γεῖν παρετίθει.‘ ἔζη γάρ, μωρέ· νῦν δ’ οὐ δύναται. ἀλλ’ Αὐτομέδων σοι παραθήσει· ἂν δὲ καὶ Αὐτομέδων

4

.

10

.

34

ἀποθάνῃ, ἄλλον εὑρήσεις. ἂν δ’ ἡ χύτρα, ἐν ᾗ ἥψετό σοι τὸ κρέας, καταγῇ, λιμῷ σε δεῖ ἀποθανεῖν, ὅτι μὴ ἔχεις τὴν συνήθη χύτραν; οὐ πέμπεις καὶ ἄλλην καινὴν ἀγοράζεις;

4

.

10

.

35

οὐ μὲν γάρ τι, φησίν,
κακώτερον ἄλλο πάθοιμι. τοῦτο γάρ σοι κακόν ἐστιν; εἶτ’ ἀφεὶς τοῦτο ἐξελεῖν
5αἰτιᾷ τὴν μητέρα, ὅτι σοι οὐ προεῖπεν, ἵν’ ὀδυνώμενος

4

.

10

.

36

ἐξ ἐκείνου διατελῇς; τί δοκεῖτε; μὴ ἐπίτηδες ταῦτα συν‐ θεῖναι Ὅμηρον, ἵν’ ἴδωμεν, ὅτι οἱ εὐγενέστατοι, 〈οἱ〉 ἰσχυρότατοι, οἱ πλουσιώτατοι, 〈οἱ〉 εὐμορφότατοι, ὅταν οἷα δεῖ δόγματα μὴ ἔχωσιν, οὐδὲν κωλύονται ἀθλιώτα‐
5τοι εἶναι καὶ δυστυχέστατοι;

4

.

11

t

ιαʹ. Περὶ καθαριότητος.

4

.

11

.

1

Ἀμφισβητοῦσί τινες, εἰ ἐν τῇ φύσει τοῦ ἀνθρώπου
περιέχεται τὸ κοινωνικόν· ὅμως δ’ αὐτοὶ οὗτοι οὐκ ἄν μοι δοκοῦσιν ἀμφισβητῆσαι, ὅτι τό γε καθάριον πάν‐ τως περιέχεται καὶ εἴ τινι ἄλλῳ καὶ τούτῳ τῶν ζῴων

4

.

11

.

2

χωρίζεται. ὅταν οὖν ἄλλο τι ζῷον ἴδωμεν ἀποκαθαῖρον ἑαυτό, ἐπιλέγειν εἰώθαμεν θαυμάζοντες ὅτι ‘ὡς ἄνθρω‐ ποσ‘. καὶ πάλιν ἄν τις ἐγκαλῇ τινι ζῴῳ, εὐθὺς εἰώθα‐ μεν ὥσπερ ἀπολογούμενοι λέγειν ὅτι ‘οὐ δήπου ἄνθρω‐

4

.

11

.

3

πός ἐστιν‘. οὕτως ἐξαίρετόν τι περὶ τὸν ἄνθρωπον εἶναι οἰόμεθα ἀπὸ τῶν θεῶν αὐτὸ πρῶτον λαμβάνοντες. ἐπεὶ γὰρ ἐκεῖνοι φύσει καθαροὶ καὶ ἀκήρατοι, ἐφ’ ὅσον ἠγ‐ γίκασιν αὐτοῖς οἱ ἄνθρωποι κατὰ τὸν λόγον, ἐπὶ τοσοῦ‐
5τον καὶ τοῦ καθαροῦ καὶ τοῦ καθαρίου εἰσὶν ἀνθεκτι‐

4

.

11

.

4

κοί. ἐπεὶ δ’ ἀμήχανον τὴν οὐσίαν αὐτῶν παντάπασιν εἶναι καθαρὰν ἐκ τοιαύτης ὕλης κεκραμένην, ὁ λόγος παραληφθεὶς εἰς τὸ ἐνδεχόμενον ταύτην καθάριον ἀπο‐

4

.

11

.

5

τελεῖν πειρᾶται. πρώτη οὖν καὶ ἀνωτάτω καθαρότης ἡ ἐν ψυχῇ γενομένη καὶ ὁμοίως ἀκαθαρσία. ψυχῆς δ’ ὡς σώματος μὲν ἀκαθαρσίαν οὐκ ἂν εὕροις, ὡς ψυχῆς δὲ τί ἂν ἄλλο εὕροις ἢ τὸ παρέχον αὐτὴν ῥυπαρὰν πρὸς

4

.

11

.

6

τὰ ἔργα τὰ αὑτῆς; ἔργα δὲ ψυχῆς ὁρμᾶν, ἀφορμᾶν, ὀρέγεσθαι, ἐκκλίνειν, παρασκευάζεσθαι, ἐπιβάλλεσθαι,

4

.

11

.

7

συγκατατίθεσθαι. τί ποτ’ οὖν ἐστι τὸ ἐν τούτοις τοῖς ἔργοις ῥυπαρὰν παρέχον αὐτὴν καὶ ἀκάθαρτον; οὐδὲν

4

.

11

.

8

ἄλλο ἢ τὰ μοχθηρὰ κρίματα αὐτῆς. ὥστε ψυχῆς μὲν ἀκαθαρσία δόγματα πονηρά, κάθαρσις δ’ ἐμποίησις οἵων
δεῖ δογμάτων. καθαρὰ δ’ ἡ ἔχουσα οἷα δεῖ δόγματα· μόνη γὰρ αὕτη ἐν τοῖς ἔργοις τοῖς αὑτῆς ἀσύγχυτος καὶ
5ἀμόλυντος.

4

.

11

.

9

Δεῖ δέ τι ἐοικὸς τούτῳ καὶ ἐπὶ σώματος φιλοτεχνεῖν κατὰ τὸ ἐνδεχόμενον. ἀμήχανον ἦν μύξας μὴ ῥεῖν τοῦ ἀνθρώπου τοιοῦτον ἔχοντος τὸ σύγκραμα· διὰ τοῦτο χεῖρας ἐποίησεν ἡ φύσις καὶ αὐτὰς τὰς ῥῖνας ὡς σωλῆ‐
5νας πρὸς τὸ ἐκδιδόναι τὰ ὑγρά. ἂν οὖν ἀναρροφῇ τις

4

.

11

.

10

αὐτάς, λέγω ὅτι οὐ ποιεῖ ἔργον ἀνθρωπικόν. ἀμήχανον ἦν μὴ πηλοῦσθαι τοὺς πόδας μηδὲ ὅλως μολύνεσθαι διὰ τοιούτων τινῶν πορευομένους· διὰ τοῦτο ὕδωρ

4

.

11

.

11

παρεσκεύασεν, διὰ τοῦτο χεῖρας. ἀμήχανον ἦν ἀπὸ τοῦ τρώγειν μὴ ῥυπαρόν τι προσμένειν τοῖς ὀδοῦσι· διὰ τοῦτο ‘πλῦνον‘, φησίν, ‘τοὺς ὀδόντασ‘. διὰ τί; ἵν’ ἄν‐

4

.

11

.

12

θρωπος ᾖς καὶ μὴ θηρίον μηδὲ συίδιον. ἀμήχανον μὴ ἀπὸ τοῦ ἱδρῶτος καὶ τῆς κατὰ τὴν ἐσθῆτα συνοχῆς ὑπολείπεσθαί τι περὶ τὸ σῶμα ῥυπαρὸν καὶ δεόμενον ἀποκαθάρσεως· διὰ τοῦτο ὕδωρ, ἔλαιον, χεῖρες, ὀθόνιον,
5ξύστρα, νίτρον, ἔσθ’ ὅθ’ ἡ ἄλλη πᾶσα παρασκευὴ πρὸς

4

.

11

.

13

τὸ καθῆραι αὐτό. οὔ· ἀλλ’ ὁ μὲν χαλκεὺς [ὡς χαλκεὺς] ἐξιώσει τὸ σιδήριον καὶ ὄργανα πρὸς τοῦτο ἕξει κατε‐ σκευασμένα καὶ τὸ πινάκιον αὐτὸς σὺ πλυνεῖς, ὅταν μέλλῃς ἐσθίειν, ἐὰν μὴ ᾖς παντελῶς ἀκάθαρτος καὶ ῥυ‐
5παρός· τὸ σωμάτιον δ’ οὐ πλυνεῖς οὐδὲ καθαρὸν ποιή‐

4

.

11

.

14

σεις; Διὰ τί; φησίν. Πάλιν ἐρῶ σοι· πρῶτον μὲν ἵνα τὰ ἀνθρώπου ποιῇς, εἶτα ἵνα μὴ ἀνιᾷς τοὺς ἐν‐

4

.

11

.

15

τυγχάνοντας. τοιοῦτόν τι καὶ ἐνθάδε ποιεῖς καὶ οὐκ
αἰσθάνῃ. σαυτὸν ἄξιον ἡγῇ τοῦ ὄζειν· ἔστω, ἴσθι ἄξιος. μή τι καὶ τοὺς παρακαθίζοντας, μή τι καὶ τοὺς συγκα‐

4

.

11

.

16

τακλινομένους, μή τι καὶ τοὺς καταφιλοῦντας; ἢ ἄπελθ’ εἰς ἐρημίαν πού ποτε, ἧς ἄξιος εἶ, καὶ μόνος δίαγε κατ‐ όζων σεαυτοῦ. δίκαιον γάρ ἐστι τῆς σῆς ἀκαθαρσίας σὲ μόνον ἀπολαύειν. ἐν πόλει δ’ ὄντα οὕτως ἀπερι‐
5σκέπτως καὶ ἀγνωμόνως ἀναστρέφεσθαι τίνος σοι φαί‐

4

.

11

.

17

νεται; εἰ δ’ ἵππον σοι πεπιστεύκει ἡ φύσις, περιεώρας αὐτὸν καὶ ἀτημέλητον; καὶ νῦν οἴου σου τὸ σῶμα ὡς ἵππον ἐγκεχειρίσθαι· πλῦνον αὐτό, ἀπόσμηξον, ποίησον,

4

.

11

.

18

ἵνα σε μηδεὶς ἀποστρέφηται, μηδεὶς ἐκτρέπηται. τίς δ’ οὐκ ἐκτρέπεται ῥυπαρὸν ἄνθρωπον, ὄζοντα, κακόχρουν μᾶλλον ἢ τὸν κεκοπρωμένον; ἐκείνη ἡ ὀσμὴ ἔξωθέν ἐστιν ἐπίθετος, ἡ δ’ ἐξ ἀθεραπευσίας ἔσωθεν καὶ οἱονεὶ
5διασεσηπότος.

4

.

11

.

19

Ἀλλὰ Σωκράτης ὀλιγάκις ἐλούετο. Ἀλλὰ ἔστιλβεν αὐτοῦ τὸ σῶμα, ἀλλ’ ἦν οὕτως ἐπίχαρι καὶ ἡδύ, ὥστ’ ἤρων αὐτοῦ οἱ ὡραιότατοι καὶ εὐγενέστατοι καὶ ἐπεθύ‐ μουν ἐκείνῳ παρακατακλίνεσθαι μᾶλλον ἢ τοῖς εὐμορ‐
5φοτάτοις. ἐξῆν ἐκείνῳ μήτε λούεσθαι μήτε πλύνεσθαι, εἰ ἤθελεν· καίτοι καὶ τὸ ὀλιγάκις ἰσχὺν εἶχεν. κἂν θερ‐

4

.

11

.

20

μῷ μὴ θέλῃς, ψυχρῷ. Ἀλλὰ λέγει Ἀριστοφάνης
τοὺς ὠχριῶντας, τοὺς ἀνυποδήτους λέγω. Λέγει γὰρ καὶ ἀεροβατεῖν αὐτὸν καὶ ἐκ τῆς παλαίστρας

4

.

11

.

21

κλέπτειν τὰ ἱμάτια. ἐπεί τοι πάντες οἱ γεγραφότες περὶ Σωκράτους πάντα τἀναντία αὐτῷ προσμαρτυροῦσιν, ὅτι ἡδὺς οὐ μόνον ἀκοῦσαι, ἀλλὰ καὶ ἰδεῖν ἦν. πάλιν περὶ

4

.

11

.

22

Διογένους ταὐτὰ γράφουσι. δεῖ γὰρ μηδὲ κατὰ τὴν ἀπὸ τοῦ σώματος ἔμφασιν ἀπὸ φιλοσοφίας ἀποσοβεῖν τοὺς πολλούς, ἀλλ’ ὥσπερ τὰ ἄλλα εὔθυμον καὶ ἀτάραχον

4

.

11

.

23

ἐπιδεικνύειν αὑτὸν οὕτως καὶ ἀπὸ τοῦ σώματος. ‘ἴδετε, ὦ ἄνθρωποι, ὅτι οὐδὲν ἔχω, οὐδενὸς δέομαι· ἴδετε, πῶς ἄοικος ὢν καὶ ἄπολις καὶ φυγάς, ἂν οὕτως τύχῃ, καὶ ἀνέστιος πάντων τῶν εὐπατριδῶν καὶ πλουσίων ἀταρα‐
5χώτερον διάγω καὶ εὐρούστερον. ἀλλὰ καὶ τὸ σωμάτιον

4

.

11

.

24

ὁρᾶτε ὅτι οὐ κακοῦται ὑπὸ τῆς αὐστηρᾶς διαίτης.‘ ἂν δέ μοι ταῦτα λέγῃ τις ἀνθρώπου σχῆμα καταδίκου ἔχων καὶ πρόσωπον, τίς με πείσει θεῶν προσελθεῖν φιλοσο‐ φίᾳ, ἥ γε τοιούτους ποιεῖ; μὴ γένοιτο· οὐδ’, εἰ σοφὸς
5ἔμελλον εἶναι, ἤθελον.

4

.

11

.

25

Ἐγὼ μὲν νὴ τοὺς θεοὺς τὸν νέον τὸν πρώτως κινού‐
μενον θέλω μᾶλλον ἐλθεῖν πρός με πεπλασμένον τὴν κόμην 〈ἢ〉 κατεφθινηκότα καὶ ῥυπαρόν. βλέπεται γάρ τις ἐν ἐκείνῳ τοῦ καλοῦ φαντασία, ἔφεσις δὲ τοῦ εὐ‐
5σχήμονος. ὅπου δ’ αὐτὸ[ν] εἶναι φαντάζεται, ἐκεῖ καὶ

4

.

11

.

26

φιλοτεχνεῖ. λοιπὸν ὑποδεῖξαι μόνον αὐτῷ δεῖ καὶ εἰπεῖν ‘νεανίσκε, τὸ καλὸν ζητεῖς καὶ εὖ ποιεῖς. ἴσθι οὖν, ὅτι ἐκεῖ φύεται, ὅπου τὸν λόγον ἔχεις· ἐκεῖ αὐτὸ ζήτει, ὅπου τὰς ὁρμὰς καὶ τὰς ἀφορμάς, ὅπου τὰς ὀρέξεις, τὰς

4

.

11

.

27

ἐκκλίσεις. τοῦτο γὰρ ἔχεις ἐν σεαυτῷ ἐξαίρετον, τὸ σω‐ μάτιον δὲ φύσει πηλός ἐστιν. τί πονεῖς εἰκῇ περὶ αὐτό; εἰ μηδὲν ἕτερον, τῷ χρόνῳ γνώσῃ, ὅτι οὐδέν ἐστιν‘.

4

.

11

.

28

ἂν δέ μοι ἔλθῃ κεκοπρωμένος, ῥυπαρός, μύστακα ἔχων μέχρι τῶν γονάτων, τί αὐτῷ εἰπεῖν ἔχω, ἀπὸ ποίας αὐ‐

4

.

11

.

29

τὸν ὁμοιότητος ἐπαγαγεῖν; περὶ τί γὰρ ἐσπούδακεν ὅμοιον τῷ καλῷ, ἵν’ αὐτὸν μεταθῶ καὶ εἴπω ‘οὐκ ἔστιν ἐνθάδε τὸ καλόν, ἀλλ’ ἐνθάδε‘; θέλεις αὐτῷ λέγω ‘οὐκ ἔστιν ἐν τῷ κεκοπρῶσθαι τὸ καλόν, ἀλλ’ ἐν τῷ λόγῳ‘;
5ἐφίεται γὰρ τοῦ καλοῦ; ἔμφασιν γάρ τινα αὐτοῦ ἔχει; ἄπελθε καὶ χοίρῳ διαλέγου, ἵν’ ἐν βορβόρῳ μὴ κυλίη‐

4

.

11

.

30

ται. διὰ τοῦτο καὶ Πολέμωνος ἥψαντο οἱ λόγοι οἱ Ξε‐ νοκράτους ὡς φιλοκάλου νεανίσκου· εἰσῆλθεν γὰρ ἔχων ἐναύσματα τῆς περὶ τὸ καλὸν σπουδῆς, ἀλλαχοῦ δ’ αὐτὸ

4

.

11

.

31

ζητῶν. ἐπεί τοι οὐδὲ τὰ ζῷα τὰ ἀνθρώποις σύντροφα
ῥυπαρὰ ἐποίησεν ἡ φύσις. μή τι ἵππος κυλίεται ἐν βορ‐ βόρῳ, μή τι κύων γενναῖος; ἀλλ’ ὁ ὗς καὶ τὰ σαπρὰ 〈χ〉ηνίδια καὶ σκώληκες καὶ ἀράχναι, τὰ μακροτάτω τῆς

4

.

11

.

32

ἀνθρωπίνης συναναστροφῆς ἀπεληλασμένα. σὺ οὖν ἄν‐ θρωπος ὢν οὐδὲ ζῷον εἶναι θέλεις τῶν ἀνθρώποις συν‐ τρόφων, ἀλλὰ σκώληξ μᾶλλον ἢ ἀράχνιον; οὐ λούσῃ πού ποτε ὡς θέλεις, οὐκ ἀποπλυνεῖς σεαυτόν, οὐχ ἥξεις
5καθαρός, ἵνα σοι χαίρωσιν οἱ συνόντες; ἀλλὰ καὶ εἰς τὰ ἱερὰ ἡμῖν συνέρχῃ τοιοῦτος, ὅπου πτῦσαι οὐ νενόμισται οὐδ’ ἀπομύξασθαι, ὅλος ὢν πτύσμα καὶ μύξα;

4

.

11

.

33

Τί οὖν; καλλωπίζεσθαί τις ἀξιοῖ; μὴ γένοιτο, εἰ μὴ ἐκεῖνο ὃ πεφύκαμεν, τὸν λόγον, τὰ δόγματα, τὰς ἐνερ‐ γείας, τὸ δὲ σῶμα μέχρι τοῦ καθαρίου, μέχρι τοῦ μὴ

4

.

11

.

34

προσκόπτειν. ἀλλ’ ἂν ἀκούσῃς, ὅτι οὐ δεῖ φορεῖν κόκ‐ κινα, ἀπελθὼν κόπρωσόν σου τὸν τρίβωνα ἢ κατάρ‐ ρηξον. Ἀλλὰ πόθεν ἔχω καλὸν τρίβωνα; Ἄνθρωπε,

4

.

11

.

35

ὕδωρ ἔχεις, πλῦνον αὐτόν. ἰδοὺ νέος ἀξιέραστος, ἰδοὺ πρεσβύτης ἄξιος τοῦ ἐρᾶν καὶ ἀντερᾶσθαι, ᾧ τις υ〈ἱ〉ον αὑτοῦ παραδῷ ... θησόμενον, ᾧ θυγατέρες, ᾧ νέοι προσελεύσονται, ἂν οὕτως τύχῃ, ἵνα ἐν κοπρῶνι λέγῃ

4

.

11

.

36

τὰς σχολάς. μὴ γένοιτο. πᾶσα ἐκτροπὴ ἀπό τινος ἀν‐ θρωπικοῦ γίνεται, αὕτη ἐγγύς ἐστι τῷ μὴ ἀνθρωπικὴ
εἶναι.

4

.

12

.

1

ιβʹ. Περὶ προσοχῆς. Ὅταν ἀφῇς πρὸς ὀλίγον τὴν προσοχήν, μὴ τοῦτο φαντάζου, ὅτι, ὁπόταν θέλῃς, ἀναλήψῃ αὐτήν, ἀλλ’ ἐκεῖνο πρόχειρον ἔστω σοι, ὅτι παρὰ τὸ σήμερον ἁμαρ‐
5τηθὲν εἰς τἆλλα χεῖρον ἀνάγκη σοι τὰ πράγματα ἔχειν.

4

.

12

.

2

πρῶτον μὲν γὰρ τὸ πάντων χαλεπώτατον ἔθος τοῦ μὴ προσέχειν ἐγγίνεται, εἶτα ἔθος τοῦ ἀναβάλλεσθαι τὴν προσοχήν· ἀ[ι]εὶ δ’ εἰς ἄλλον καὶ ἄλλον χρόνον εἴωθας ὑπερτίθεσθαι τὸ εὐροεῖν, τὸ εὐσχημονεῖν, τὸ κατὰ φύ‐

4

.

12

.

3

σιν ἔχειν καὶ διεξάγειν. εἰ μὲν οὖν λυσιτελὴς ἡ ὑπέρ‐ θεσίς ἐστιν, ἡ παντελὴς ἀπόστασις αὐτῆς ἐστι λυσιτε‐ λεστέρα· εἰ δ’ οὐ λυσιτελεῖ, τί οὐχὶ διηνεκῆ τὴν προσ‐

4

.

12

.

4

οχὴν φυλάσσεις; ‘σήμερον παῖξαι θέλω.‘ τί οὖν 〈κωλύει〉 προσέχοντα; ‘ᾆσαι.‘ τί οὖν κωλύει προσέχοντα; μὴ γὰρ ἐξαιρεῖταί τι μέρος τοῦ βίου, ἐφ’ ὃ οὐ διατείνει τὸ προσέχειν; χεῖρον γὰρ αὐτὸ προσέχων ποιήσεις, βέλτιον

4

.

12

.

5

δὲ μὴ προσέχων; καὶ τί ἄλλο τῶν ἐν τῷ βίῳ κρεῖσσον ὑπὸ τῶν μὴ προσεχόντων γίνεται; ὁ τέκτων μὴ προσ‐ έχων ............; 〈ὁ κυβερνήτης μὴ προσέχων〉 κυ‐
βερνᾷ ἀσφαλέστερον; ἄλλο δέ τι τῶν μικροτέρων ἔργων

4

.

12

.

6

ὑπὸ ἀπροσεξίας ἐπιτελεῖται κρεῖσσον; οὐκ αἰσθάνῃ, ὅτι, ἐπειδὰν ἀφῇς τὴν γνώμην, οὐκ ἔτι ἐπὶ σοί ἐστιν ἀνακα‐ λέσασθαι αὐτήν, οὐκ ἐπὶ τὸ εὔσχημον, οὐκ ἐπὶ τὸ αἰ‐ δῆμον, οὐκ ἐπὶ τὸ κατεσταλμένον; ἀλλὰ πᾶν τὸ ἐπελθὸν
5ποιεῖς, ταῖς προθυμίαις ἐπακολουθεῖς.

4

.

12

.

7

Τίσιν οὖν δεῖ με προσέχειν; Πρῶτον μὲν ἐκείνοις τοῖς καθολικοῖς καὶ ἐκεῖνα πρόχειρα ἔχειν καὶ χωρὶς ἐκείνων μὴ καθεύδειν, μὴ ἀνίστασθαι, μὴ πίνειν, μὴ ἐσθίειν, μὴ συμβάλλειν ἀνθρώποις· ὅτι προαιρέσεως
5ἀλλοτρίας κύριος οὐδείς, ἐν ταύτῃ δὲ μόνῃ τἀ‐

4

.

12

.

8

γαθὸν καὶ κακόν. οὐδεὶς οὖν κύριος οὔτ’ ἀγαθόν μοι περιποιῆσαι οὔτε κακῷ με περιβαλεῖν, ἀλλ’ ἐγὼ αὐ‐

4

.

12

.

9

τὸς ἐμαυτοῦ κατὰ ταῦτα ἐξουσίαν ἔχω μόνος. ὅταν οὖν ταῦτα ἀσφαλῆ μοι ᾖ, τί ἔχω περὶ τὰ ἐκτὸς ταράσσεσθαι; ποῖος τύραννος φοβερός, ποία νόσος, ποία πενία, ποῖον

4

.

12

.

10

πρόσκρουσμα; Ἀλλ’ οὐκ ἤρεσα τῷ δεῖνι. Μὴ οὖν ἐκεῖνος ἐμόν ἐστιν ἔργον, μή τι ἐμὸν κρίμα; Οὔ. Τί οὖν ἔτι μοι μέλει; Ἀλλὰ δοκεῖ τις εἶναι. Ὄψε‐

4

.

12

.

11

ται αὐτὸς καὶ οἷς δοκεῖ, ἐγὼ δ’ ἔχω, τίνι με δεῖ ἀ‐ ρέσκειν, τίνι ὑποτετάχθαι, τίνι πείθεσθαι· τῷ θεῷ καὶ

4

.

12

.

12

μετ’ ἐκεῖνον ...... ἐμὲ ἐκεῖνος συνέστησεν ἐμαυτῷ καὶ τὴν ἐμὴν προαίρεσιν ὑπέταξεν ἐμοὶ μόνῳ δοὺς κανόνας
εἰς χρῆσιν αὐτῆς τὴν ὀρθήν, οἷς ὅταν κατακολουθήσω, ἐν συλλογισμοῖς οὐκ ἐπιστρέφομαι οὐδενὸς τῶν ἄλλο
5τι λεγόντων, ἐν μεταπίπτουσιν οὐ φροντίζω οὐδενός.

4

.

12

.

13

διὰ τί οὖν ἐν τοῖς μείζοσιν ἀνιῶσί με οἱ ψέγοντες; τί τὸ αἴτιον ταύτης τῆς ταραχῆς; οὐδὲν ἄλλο ἢ ὅτι ἐν τού‐

4

.

12

.

14

τῳ τῷ τόπῳ ἀγύμναστός εἰμι. ἐπεί τοι πᾶσα ἐπιστήμη καταφρονητική ἐστι τῆς ἀγνοίας καὶ τῶν ἀγνοούντων καὶ οὐ μόνον αἱ ἐπιστῆμαι, ἀλλὰ καὶ αἱ τέχναι. φέρε ὃν θέλεις σκυτέα καὶ τῶν πολλῶν καταγελᾷ περὶ τὸ
5αὑτοῦ ἔργον· φέρε ὃν θέλεις τέκτονα.

4

.

12

.

15

Πρῶτον μὲν οὖν ταῦτα ἔχειν πρόχειρα καὶ μηδὲν δίχα τούτων ποιεῖν, ἀλλὰ τετάσθαι τὴν ψυχὴν ἐπὶ τοῦ‐ τον τὸν σκοπόν, μηδὲν τῶν ἔξω διώκειν, μηδὲν τῶν ἀλλοτρίων, ἀλλ’ ὡς διέταξεν ὁ δυνάμενος, τὰ προαιρε‐

4

.

12

.

16

τικὰ ἐξ ἅπαντος, τὰ δ’ ἄλλα ὡς ἂν διδῶται. ἐπὶ τούτοις δὲ μεμνῆσθαι, τίνες ἐσμὲν καὶ τί ἡμῖν ὄνομα, καὶ πρὸς τὰς δυνάμεις τῶν σχέσεων πειρᾶσθαι τὰ καθήκοντα

4

.

12

.

17

ἀπευθύνειν· τίς καιρὸς ᾠδῆς, τίς καιρὸς παιδ[ε]ιᾶς, τί‐ νων παρόντων· τί ἔσται ἀπὸ τοῦ πράγματος· μή τι κα‐ ταφρονήσωσιν ἡμῶν 〈οἱ〉 συνόντες, μή τι ἡμεῖς αὐτῶν· πότε σκῶψαι καὶ τίνας ποτὲ καταγελάσαι καὶ ἐπὶ τίνι
5ποτὲ συμπεριενεχθῆναι καὶ τίνι, καὶ λοιπὸν ἐν τῇ συμ‐
περιφορᾷ πῶς τηρῆσαι τὸ αὑτοῦ. ὅπου δ’ ἂν ἀπονεύ‐

4

.

12

.

18

σῃς ἀπό τινος τούτων, εὐθὺς ζημία, οὐκ ἔξωθέν ποθεν, ἀλλ’ ἐξ αὐτῆς τῆς ἐνεργ〈ε〉ίας.

4

.

12

.

19

Τί οὖν; δυνατὸν ἀναμάρτητον ἤδη εἶναι; ἀμήχανον, ἀλλ’ ἐκεῖνο δυνατὸν πρὸς τὸ μὴ ἁμαρτάνειν τετάσθαι διηνεκῶς. ἀγαπητὸν γάρ, εἰ μηδέποτ’ ἀνιέντες ταύτην τὴν προσοχὴν ὀλίγων γε ἁμαρτημάτων ἐκτὸς ἐσόμεθα.

4

.

12

.

20

νῦν δ’ ὅταν εἴπῃς ‘ἀπαύριον προσέξω‘, ἴσθι ὅτι τοῦτο λέγεις ‘σήμερον ἔσομαι ἀναίσχυντος, ἄκαιρος, ταπεινός· ἐπ’ ἄλλοις ἔσται τὸ λυπεῖν με· ὀργισθήσομαι σήμερον,

4

.

12

.

21

φθονήσω‘. βλέπε, ὅσα κακὰ σεαυτῷ ἐπιτρέπεις. ἀλλ’ εἴ σ〈οι〉 αὔριον καλῶς ἔχει, πόσῳ κρεῖττον σήμερον· εἰ αὔριον συμφέρει, πολὺ μᾶλλον σήμερον, ἵνα καὶ αὔριον δυνηθῇς καὶ μὴ πάλιν ἀναβάλῃ εἰς τρίτην.

4

.

13

t

ιγʹ. Πρὸς τοὺς εὐκόλως ἐκφέροντας τὰ αὑτῶν.

4

.

13

.

1

Ὅταν τις ἡμῖν ἁπλῶς δόξῃ διειλέχθαι περὶ τῶν ἑαυ‐ τοῦ πραγμάτων, πώς ποτε ἐξαγόμεθα καὶ αὐτοὶ πρὸς τὸ ἐκφέρειν πρὸς αὐτὸν τὰ ἑαυτῶν ἀπόρρητα καὶ τοῦτο

4

.

13

.

2

ἁπλοῦν οἰόμεθα εἶναι· πρῶτον μὲν ὅτι ἄνισον εἶναι δοκεῖ αὐτὸν μὲν ἀκηκοέναι τὰ τοῦ πλησίον, μὴ μέντοι μεταδιδόναι κἀκείνῳ ἐν τῷ μέρει τῶν ἡμετέρων. εἶθ’ ὅτι οἰόμεθα οὐχ ἁπλῶν ἀνθρώπων παρέξειν αὐτοῖς φαν‐

4

.

13

.

3

τασίαν σιωπῶντες τὰ ἴδια. ἀμέλει πολλάκις εἰώθασιν
λέγειν ‘ἐγώ σοι πάντα τἀμαυτοῦ εἴρηκα, σύ μοι οὐδὲν

4

.

13

.

4

τῶν σῶν εἰπεῖν θέλεις; ποῦ γίνεται τοῦτο;‘ πρόσε〈σ〉τι δὲ καὶ τὸ οἴεσθαι ἀσφαλῶς πιστεύειν τῷ ἤδη τὰ αὑτοῦ πεπιστευκότι· ὑπέρχεται γὰρ ἡμᾶς, ὅτι οὐκ ἄν ποτε οὗ‐ τος ἐξείποι τὰ ἡμέτερα εὐλαβούμενος, μήποτε καὶ ἡμεῖς

4

.

13

.

5

ἐξείπωμεν τὰ ἐκείνου. οὕτως καὶ ὑπὸ τῶν στρατιωτῶν ἐν Ῥώμῃ οἱ προπετεῖς λαμβάνονται. παρακεκάθικέ σοι στρατιώτης ἐν σχήματι ἰδιωτικῷ καὶ ἀρξάμενος κακῶς λέγει τὸν Καίσαρα, εἶτα σὺ ὥσπερ ἐνέχυρον παρ’ αὐτοῦ
5λαβὼν τῆς πίστεως τὸ αὐτὸν τῆς λοιδορίας κατῆρχθαι

4

.

13

.

6

λέγεις καὶ αὐτὸς ὅσα φρονεῖς, εἶτα δεθεὶς ἀπάγῃ. τοι‐ οῦτόν τι καὶ ἐν τῷ καθόλου πάσχομεν. οὐ γὰρ ὡς ἐμοὶ ἐκεῖνος ἀσφαλῶς πεπίστευκεν τὰ ἑαυτοῦ, οὕτως κἀγὼ

4

.

13

.

7

τῷ ἐπιτυχόντι· ἀλλ’ ἐγὼ μὲν ἀκούσας σιωπῶ, ἄν γε ὦ τοιοῦτος, ὁ δ’ ἐξελθὼν ἐκφέρει πρὸς πάντας. εἶτ’ ἂν γνῶ τὸ γενόμενον, ἂν μὲν ὦ καὶ αὐτὸς ἐκείνῳ ὅμοιος, ἀμύνασθαι θέλων ἐκφέρω τὰ ἐκείνου καὶ φύρω καὶ φύ‐

4

.

13

.

8

ρομαι. ἂν δὲ μνημονεύω, ὅτι ἄλλος ἄλλον οὐ βλά‐ πτει, ἀλλὰ τὰ αὑτοῦ ἔργα ἕκαστον καὶ βλάπτει καὶ ὠφελεῖ, τούτου μὲν κρατῶ τοῦ μὴ ὅμοιόν τι ποιῆσαι ἐκείνῳ, ὅμως δ’ ὑπὸ φλυαρίας τῆς ἐμαυτοῦ πέπονθα ἃ
5πέπονθα.

4

.

13

.

9

Ναί· ἀλλ’ ἄνισόν ἐστιν ἀκούσαντα τὰ τοῦ πλησίον
ἀπόρρητα αὐτὸν ἐν τῷ μέρει μηδενὸς μεταδιδόναι αὐτῷ.

4

.

13

.

10

Μὴ γάρ σε παρεκάλουν, ἄνθρωπε; μὴ γὰρ ἐπὶ συν‐ θήκαις τισὶν ἐξήνεγκας τὰ σαυτοῦ, ἵν’ ἀκούσῃς ἐν τῷ

4

.

13

.

11

μέρει καὶ τὰ ἐμά; εἰ σὺ φλύαρος εἶ καὶ πάντας τοὺς ἀπαντήσαντας φίλους εἶναι δοκεῖς, θέλεις καὶ ἐμὲ ὅμοιόν σοι γενέσθαι; τί δ’, εἰ σὺ καλῶς μοι πεπίστευκας τὰ σαυτοῦ, σοὶ δ’ οὐκ ἔστι καλῶς πιστεῦσαι, θέλεις με

4

.

13

.

12

προ[σ]πεσεῖν; οἷον εἰ πίθον εἶχον ἐγὼ μὲν στεγνόν, σὺ δὲ τετρυπημένον καὶ ἐλθὼν παρακατέθου μοι τὸν σαυτοῦ οἶνον, ἵνα βάλω εἰς τὸν ἐμὸν πίθον, εἶτ’ ἠγανάκτεις ὅτι μὴ κἀγὼ σοὶ πιστεύω τὸν ἐμαυτοῦ οἶνον· σὺ γὰρ

4

.

13

.

13

τετρυπημένον ἔχεις τὸν πίθον. πῶς οὖν ἔτι ἴσον γίνε‐ ται; σὺ πιστῷ παρακατέθου, σὺ αἰδήμονι, τὰς ἑαυτοῦ ἐνεργείας μόνας βλαβερὰς ἡγουμένῳ καὶ ὠφελίμους, τῶν

4

.

13

.

14

δ’ ἐκτὸς οὐδέν· ἐγὼ σοὶ θέλεις παρακαταθῶμαι, ἀν‐ θρώπῳ τὴν ἑαυτοῦ προαίρεσιν ἠτιμακότι, θέλοντι δὲ κερματίου τυχεῖν ἢ ἀρχῆς τινος ἢ προαγωγῆς ἐν τῇ αὐλῇ, κἂν μέλλῃς τὰ τέκνα σου κατασφάζειν, ὡς ἡ Μή‐

4

.

13

.

15

δεια; ποῦ τοῦτο ἴσον ἐστίν; ἀλλὰ δεῖξόν μοι σαυτὸν πιστόν, αἰδήμονα, βέβαιον, δεῖξον, ὅτι δόγματα ἔχεις φιλικά, δεῖξόν σου τὸ ἀγγεῖον ὅτι οὐ τέτρηται καὶ ὄψει, πῶς οὐκ ἀναμένω ἵνα μοι σὺ πιστεύσῃς τὰ σαυτοῦ, ἀλλ’

4

.

13

.

16

αὐτὸς ἐλθὼν σὲ παρακαλῶ ἀκοῦσαι τῶν ἐμῶν. τίς γὰρ οὐ θέλει χρήσασθαι ἀγγείῳ καλῷ, τίς ἀτιμάζει σύμ‐ βουλον εὔνουν καὶ πιστόν, τίς οὐκ ἄσμενος δέξηται τὸν ὥσπερ φορτίου μεταληψόμενον τῶν αὐτοῦ περιστάσεων
5καὶ αὐτῷ τούτῳ κουφιοῦντα αὐτὸν τῷ μεταλαβεῖν;

4

.

13

.

17

Ναί· ἀλλ’ ἐγὼ σοὶ πιστεύω, σὺ ἐμοὶ οὐ πιστεύεις. Πρῶτον μὲν οὐδὲ σὺ ἐμοὶ πιστεύεις, ἀλλὰ φλύαρος εἶ καὶ διὰ τοῦτο οὐδὲν δύνασαι κατασχεῖν. ἐπεί τοι εἰ

4

.

13

.

18

τοῦτό ἐστιν, ἐμοὶ μόνῳ αὐτὰ πίστευσον· νῦν δ’ ὃν ἂν εὐσχολοῦντα ἴδῃς, παρακαθίσας αὐτῷ λέγεις ‘ἀδελφέ, οὐδένα σου ἔχω εὐνούστ[οτ]ερον οὐδὲ φίλτερον, παρα‐ καλῶ σε ἀκοῦσαι τὰ ἐμά‘· καὶ τοῦτο πρὸς τοὺς οὐδέ τι

4

.

13

.

19

ὀλίγον ἐγνωσμένους ποιεῖς. εἰ δὲ καὶ πιστεύεις ἐμοί, δῆλον ὅτι ὡς πιστῷ καὶ αἰδήμονι, οὐχ ὅτι σοὶ τὰ ἐμαυ‐

4

.

13

.

20

τοῦ ἐξεῖπον. ἄφες οὖν, ἵνα κἀγὼ ταὐτὰ ὑπολάβω. δεῖ‐ ξόν μοι, ὅτι, ἄν τις τινὶ τὰ αὑτοῦ ἐξείπῃ, ἐκεῖνος πιστός ἐστι καὶ αἰδήμων. εἰ γὰρ τοῦτο ἦν, ἐγὼ περιερχόμενος πᾶσιν ἀνθρώποις τὰ ἐμαυτοῦ ἂν ἔλεγον, εἰ τούτου ἕνεκα
5ἔμελλον πιστὸς καὶ αἰδήμων ἔσεσθαι. τὸ δ’ ἐστὶν οὐ

4

.

13

.

21

τοιοῦτον, ἀλλὰ δογμάτων δεῖ οὐχ ὧν ἔτυχεν. ἂν γοῦν τινα ἴδῃς περὶ τὰ ἀπροαίρετα ἐσπουδακότα καὶ τούτοις ὑποτεταχότα τὴν αὑτοῦ προαίρεσιν, ἴσθι ὅτι ὁ ἄνθρω‐ πος οὗτος μυρίους ἔχει τοὺς ἀναγκάζοντας, τοὺς κω‐

4

.

13

.

22

λύοντας. οὐκ ἔστιν αὐτῷ χρεία πίσσης ἢ τροχοῦ πρὸς τὸ ἐξειπεῖν ἃ οἶδεν, ἀλλὰ παιδισκαρίου νευμάτιον, ἂν οὕτως τύχῃ, ἐκσείσει αὐτόν, Καισαριανοῦ φιλοφροσύνη, ἀρχῆς ἐπιθυμία, κληρονομίας, ἄλλα τούτοις ὅμοια τρισ‐

4

.

13

.

23

μύρια. μεμνῆσθαι οὖν ἐν τοῖς καθόλου, ὅτι οἱ ἀπόρ‐ ρητοι λόγοι πίστεως χρείαν ἔχουσι καὶ δογμάτων τοι‐

4

.

13

.

24

ούτων· ταῦτα δὲ ποῦ νῦν εὑρεῖν ῥᾳδίως; ἢ δειξάτω μοί
τις τὸν οὕτως ἔχοντα, ὥστε λέγειν ‘ἐμοὶ μόνων μέλει τῶν ἐμῶν, τῶν ἀκωλύτων, τῶν φύσει ἐλευθέρων. ταύ‐ την οὐσίαν ἔχω τοῦ ἀγαθοῦ, τὰ δὲ ἄλλα γινέσθω ὡς ἂν
5διδῶται· οὐ διαφέρομαι‘.