TLG 0553 001 :: ARTEMIDORUS :: Onirocriticon

ARTEMIDORUS Onir.
(Daldianus: A.D. 2)

Onirocriticon

Source: Pack, R.A. (ed.), Artemidori Daldiani onirocriticon libri v. Leipzig: Teubner, 1963: 1–324.

Citation: Book — chapter — (line)

1

t

ΑΡΤΕΜΙΔΩΡΟΣ ΚΑΣΣΙΩ ΜΑΞΙΜΩ ΧΑΙΡΕΙΝ

1

prol

Πολλάκις προετράπην ἐπὶ τὴν πραγματείαν τὴν προ‐ κειμένην ὁρμῆσαι καὶ ἐπεσχέθην ‘οὔτ’ ὄκνῳ εἴκων οὔτ’ ἀφραδίῃσι νόοιο‘, ὥς φησιν ὁ ποιητής, ἀλλὰ τὸ μεγαλεῖον τῶν ἐν αὐτῇ θεωρημάτων καὶ τὸ πλῆθος κατα‐
5πεπληγὼς μάλιστα καὶ τὰς ἀντιλογίας δεδιὼς τῶν ἀν‐ θρώπων τῶν ἤτοι διὰ τὸ πεπεῖσθαι οὐκ εἶναι μαντικὴν οὐδὲ θεῶν πρόνοιαν λεγόντων ὅσα λέγουσιν ἢ ἄλλως γυμνάσματα καὶ διατριβὰς ἑαυτοῖς ποριζομένων. νυνὶ δὲ ἡ παροῦσα χρεία ἀναγκαία οὖσα διὰ τὴν εὐχρηστίαν οὐ
10μόνον τὴν ἡμῶν αὐτῶν ἀλλὰ καὶ τῶν μετέπειτα ἐσομένων ἀνθρώπων προετρέψατό με μὴ διαμέλλειν μηδὲ ἀναβάλ‐ λεσθαι, ἀλλὰ περὶ ὧν ἂν ἔχω κατάληψιν, ἣν διὰ πείρας ἐπορισάμην, συγγράψαι. ἡγοῦμαι δ’ ἀμφότερά μοι ἐκ τοῦ τοιούτου περιέσεσθαι, πρός τε τοὺς ἀναιρεῖν ἐπιχειροῦν‐
15τας μαντικήν τε αὐτὴν καὶ τὰ εἴδη αὐτῆς ἀνεπιφθόνως τε ἅμα καὶ μετὰ κατασκευῆς οὐ τῆς τυχούσης ἀντιτάξεσθαι φέρων εἰς 〈τὸ〉 μέσον τὴν πεῖραν καὶ τὴν τῶν ἀποτελε‐ σμάτων μαρτυρίαν, ἣ πᾶσιν ἱκανὴ γένοιτ’ ἂν ἀντισχεῖν ἀνθρώποις, καὶ μέντοι καὶ πρὸς τοὺς χρωμένους μὲν μαν‐
20τικῇ διὰ δὲ τὸ μὴ ἐντετυχηκέναι λόγοις περὶ τούτων ἀκρι‐ βέσι πεπλανημένους καὶ κινδυνεύοντας ἤδη καταφρονεῖν
τε καὶ ἀφίστασθαι θεραπείαν τινὰ σωτηριώδη ἀντὶ τῆς πλάνης καταστήσειν. σχεδὸν γὰρ οἱ μικρὸν ἡμῶν πρεσβύ‐ τεροι δόξαν συγγραφικὴν ἀπενέγκασθαι βουλόμενοι καὶ1
25διὰ τούτου ἡγούμενοι μόνου ἔνδοξοι ἔσεσθαι, εἰ συγγράμ‐ ματα καταλίποιεν ὀνειροκριτικά, ἀντίγραφα ἀλλήλων πε‐ ποίηνται ἢ τὰ καλῶς εἰρημένα ὑπὸ τῶν παλαιῶν κακῶς ἐξηγησάμενοι ἢ καὶ ὀλίγοις τῶν παλαιῶν πολλὰ προ‐ σθέντες οὐκ ἀληθῆ· οὐ γὰρ ἀπὸ πείρας ἀλλ’ αὐτοσχεδιά‐
30ζοντες, ὅπως ἕκαστος αὐτῶν ἐκινεῖτο περί τινος, οὕτως ἔγραφον, καὶ οἱ μὲν πᾶσιν ἐντυχόντες τοῖς τῶν παλαιῶν βιβλίοις, οἱ δὲ οὐ πᾶσιν· ἔνια γὰρ αὐτοὺς δι’ ἀρχαιότητα σπάνια ὄντα καὶ διεφθαρμένα διέλαθεν. ἐγὼ δὲ τοῦτο μὲν οὐκ ἔστιν ὅ τι βιβλίον οὐκ ἐκτησάμην ὀνειροκριτικὸν πολ‐
35λὴν εἰς τοῦτο φιλοτιμίαν ἔχων, τοῦτο δὲ καὶ σφόδρα δια‐ βεβλημένων τῶν ἐν ἀγορᾷ μάντεων, οὓς δὴ προΐκτας καὶ γόητας καὶ βωμολόχους ἀποκαλοῦσιν οἱ σεμνοπροσωποῦν‐ τες καὶ τὰς ὀφρῦς ἀνεσπακότες, καταφρονήσας τῆς δια‐ βολῆς ἔτεσι πολλοῖς ὡμίλησα, καὶ ἐν Ἑλλάδι κατὰ πόλεις
40καὶ πανηγύρεις, καὶ ἐν Ἀσίᾳ καὶ ἐν Ἰταλίᾳ καὶ τῶν νήσων ἐν ταῖς μεγίσταις καὶ πολυανθρωποτάταις ὑπομένων ἀκούειν παλαιοὺς ὀνείρους καὶ τούτων τὰς ἀποβάσεις· οὐ γὰρ ἦν ἄλλως χρήσασθαι τῇ κατὰ ταῦτα γυμνασίᾳ. ὅθεν μοι περιγέγονεν ἐκ περιουσίας ἔχειν περὶ ἑκάστου λέγειν
45[πλείονα μὲν ἢ προσδοκήσαι ἄν τις] οὕτως ὡς αὐτὰ τἀληθῆ λέγοντα μὴ φλυαρεῖν, ὧν δ’ ἂν ἐπιμνησθῶ [καὶ] τὰς ἀπο‐ δείξεις φανερὰς καὶ πᾶσιν εὐκαταλήπτους ἀποδοῦναι [μ’] ἐξ ἁπλῶν, πλὴν εἰ μή τι εἴη οὕτω σαφές, ὡς περιττὴν
ἡγήσασθαι τὴν περὶ αὐτοῦ ἐξήγησιν.2

1

prol

(50)

Ἰτέον δὴ λοιπὸν ἐπὶ τὸ προκείμενον, ἵνα μὴ μεῖζον ἡμῖν ᾖ τὸ προοίμιον τοῦ δέοντος. τί γὰρ καὶ δεῖ λόγων ἄνευ τῶν πραγμάτων αὐτῶν πρὸς σὲ τὸν οὕτω μὲν δεινὸν εἰπεῖν, ὡς οὔπω τις εἰς ἀνθρώπους τῶν Ἑλλήνων παρῆλ‐ θεν, οὕτω δὲ συνετόν, ὡς οὐκ ἀναμένειν τοῦ λέγοντος τὸ
55πέρας, ἀλλὰ τὴν ὑπόθεσιν ὅπου τελευτᾷ καταλαμβάνειν; ἀναγκαῖον δὲ πρῶτον περὶ στοιχείων τινῶν κανονικῶς εἰπεῖν.

1

.

1

Περὶ μὲν οὖν ἐνυπνίου καὶ ὀνείρου διαφορᾶς τῆς πρὸς ἄλληλα διαίρεσις οὐκ ὀλίγη καὶ ἐν ἄλλοις γέγραπταί μοι καὶ ** ἐπειδὴ ἄκοσμον καὶ ὥσπερ οὐκ ἀπ’ ἀρχῆς γενόμε‐ νον φανεῖταί σοι τὸ σύγγραμμα, καὶ νῦν ἀπ’ αὐτῶν τούτων
5ἄρξασθαι καλῶς ἔχον εἶναι μοι δοκεῖ. ταύτῃ γὰρ ὄνειρος ἐνύπνιον διαφέρει, ᾗ συμβέβηκε τῷ μὲν εἶναι σημαντικῷ τῶν μελλόντων, τῷ δὲ τῶν ὄντων. σαφέστερον δ’ ἂν μάθοις οὕτω. τὰ ποιὰ τῶν παθῶν προσανατρέχειν πέφυκε καὶ προσ‐ ανατάσσειν ἑαυτὰ τῇ ψυχῇ καὶ τοὺς ὀνειρωγμοὺς ἀποτελεῖν.
10οἷον ἀνάγκη τὸν ἐρῶντα ὄναρ ἅμα τοῖς παιδικοῖς εἶναι δο‐ κεῖν καὶ τὸν δεδιότα ὁρᾶν ἃ δέδιε, καὶ πάλιν αὖ τὸν πει‐ νῶντα ἐσθίειν καὶ τὸν διψῶντα πίνειν, ἔτι καὶ τὸν πε‐ πλησμένον τροφῆς ἢ ἐμεῖν ἢ πνίγεσθαι [διὰ τὴν γινομένην ἀπόφραξιν δυσαναθυμιάτου τῆς τροφῆς οὔσης]. ἔστι τοίνυν
15ἰδεῖν ταῦτα καθυποκειμένων ἤδη τῶν παθῶν οὐ πρόρρησιν
ἔχοντα τῶν μελλόντων ἀλλ’ ὑπόμνησιν τῶν ὄντων. τούτων δὲ οὕτως ἐχόντων ἴδοις ἂν ἃ μὲν ἴδια σώματος μόνου ἃ δὲ ἴδια ψυχῆς 〈ἃ δὲ κοινὰ σώματι καὶ ψυχῇ〉, οἷον ἐρῶντα δοκεῖν ἅμα τοῖς παιδικοῖς εἶναι καὶ νοσοῦντα θεραπεύεσθαι καὶ3
20συμμίσγειν ἰατροῖς· κοινὰ γὰρ ταῦτα σώματι καὶ ψυχῇ. ἐμεῖν δὲ καὶ καθεύδειν καὶ πάλιν αὖ πίνειν τε καὶ ἐσθίειν ἴδια σώματος ἡγητέον, ὥσπερ ἴδια ψυχῆς χαίρειν τε καὶ λυπεῖσθαι. σαφὲς δὲ ἀπὸ τούτων ὅτι τῶν σωματικῶν ἃ μὲν δι’ ἔνδειαν ἃ δὲ διὰ περισσότητα ὁρᾶται, τῶν δ’ αὖ
25ψυχικῶν ἃ μὲν διὰ φόβον ἃ δὲ δι’ ἐλπίδα. Περὶ μὲν οὖν ἐνυπνίου τοσαῦτα εἰρήσθω· τὸ δὲ ὄνομα αὐτὸ κύριον, οὐχ ᾗ ὑπνοῦντες αὐτὸ ὁρῶσι πάντες, ἐπεὶ 〈καὶ〉 ὄνειρος ὑπνούντων ἔργον ἐστίν, ἀλλ’ ᾗ ἐφ’ ὅσον μὲν ἐνύπ‐ νιόν ἐστιν ἐνεργεῖ, παυομένων δὲ τῶν ὕπνων ἀφανίζεται·
30ὁ δ’ ὄνειρος ἐνύπνιόν τε ὢν ἐνεργεῖ ἄγων εἰς ἐπίστασιν προαγορεύσεως τῶν μελλόντων, καὶ μεθ’ ὕπνον ἐνεργεῖς ἐπάγων τὰς ἐγχειρήσεις ἐγείρειν τε καὶ ὀρείνειν τὴν ψυχὴν πέφυκε, διὰ ταῦτα καὶ τοῦ ὀνόματος αὐτῷ τεθέντος ἀπ’ ἀρχῆς ἢ παρὰ τὸ 〈τὸ ὂν〉 εἴρειν, ὅ ἐστι λέγειν, ὡς ὁ ποιη‐
35τὴς ‘τὰ δέ τοι νημερτέα εἴρω.‘ καὶ τὸν πτωχὸν Ἶρον ἐκά‐ λουν οἱ Ἰθακήσιοι ‘οὔνεκ’ ἀπαγγέλλεσκε κιών, ὅτε πού τις ἀνώγοι.‘

1

.

2

Ἔτι τῶν ὀνείρων οἱ μέν εἰσι θεωρηματικοὶ οἱ δὲ ἀλληγο‐
ρικοί. καὶ θεωρηματικοὶ μὲν οἱ τῇ ἑαυτῶν θέᾳ προσεοικό‐ τες. οἷον πλέων τις ἔδοξε ναυαγεῖν καὶ διατεθεὶς ἔτυχεν οὕτως. ἐπεὶ γὰρ αὐτὸν ἀνῆκεν ὁ ὕπνος, καταποθὲν ἀπώ‐4
5λετο τὸ σκάφος, αὐτὸς δὲ σὺν ὀλίγοις μόγις ἐσώθη. καὶ πάλιν ἔδοξέ τις τετρῶσθαι ὑπὸ ἀνδρός, ᾧ μεθ’ ἡμέραν συνεξελθεῖν εἰς θήραν συνέθετο. καὶ δὴ συνεξελθὼν ἐτρώθη ὑπ’ αὐτοῦ παρὰ τὸν ὦμον, ἔνθα καὶ ὄναρ ἔδοξεν. ἔτι δόξας τις ἀργύριον παρὰ φίλου λαβεῖν ἕωθεν παρ’
10αὐτοῦ λαβὼν μνᾶς δέκα παρακαταθήκην ἐφύλαξε, καὶ πολλὰ ἄλλα ὅσα τοιαῦτα. ἀλληγορικοὶ δὲ οἱ δι’ ἄλλων ἄλλα σημαίνοντες, αἰνισσομένης ἐν αὐτοῖς φυσικῶς τι [καὶ] τῆς ψυχῆς. Ἐγὼ δ’ οἶμαι δεῖν καὶ τὴν αἰτίαν αὐτῶν, ὡς μάλιστα
15δυνατὸν ἐμοί, καθ’ ἣν οὕτως ὁρῶνταί τε καὶ ἀποβαίνουσι, καὶ τὸ ἔτυμον τοῦ ὀνόματος εἰπεῖν. πρῶτον μὲν οὖν εἰρή‐ σεταί μοι τίς ὅρος καθολικὸς ὀνείρου, οὐδὲν ἄν τι ῥήσεως δεόμενος, εἰ μὴ πρὸς φιλονεικοῦντας λέγοιτο. Ὄνειρός ἐστι κίνησις ἢ πλάσις ψυχῆς πολυσχήμων ση‐
20μαντικὴ τῶν ἐσομένων ἀγαθῶν ἢ κακῶν. τούτου δὲ οὕτως ἔχοντος, ὅσα μὲν ἀποβήσεται χρόνου μεταξὺ διελθόντος ἢ πολλοῦ ἢ ὀλίγου, ταῦτα πάντα δι’ εἰκόνων ἰδίων φυσι‐ κῶν τῶν καὶ στοιχείων καλουμένων προαγορεύει ἡ ψυχή, ἐν τῷ μεταξὺ χρόνῳ νομίζουσα ἡμᾶς δύνασθαι λογισμῷ
25διδασκομένους μαθεῖν τὰ ἐσόμενα· ὅσα δὲ τῶν γινομένων οὐδ’ ἡντιναοῦν ἐπιδέχεται διωρίαν, μηδὲν ὑπερτιθεμένου τοῦ ὅστις ἐστὶν ὁ διοικῶν ἡμᾶς εἰς τὴν ἐπαγωγὴν αὐτῶν, οὐδὲν ὄφελος ἡγουμένη τῆς προρρήσεως ἡμῖν, εἰ μὴ συνήσομεν αὐτὰ πρὶν πείρᾳ μαθεῖν, αὐτὰ δι’ αὐτῶν δείκνυ‐5
30σιν, οὐδὲν τῶν ἔξωθεν εἰς ἐπίδειξιν ἀναμείνασα τῶν σημαινομένων, τρόπον τινὰ βοῶσα ἑκάστῳ ἡμῶν ‘θέασαι τοῦτο καὶ πρόσεχε δι’ ἐμοῦ μαθὼν ᾗ σοι μάλιστα δυνατόν.‘ καὶ τοῦτο οὕτως ἔχειν ὁμολογήσουσιν ἅπαντες. οὐ γάρ ποτε ἐρεῖ τις ὡς οὐ μετὰ τὴν ὄψιν αὐτὴν ἀποβαίνει τὰ
35τοιαῦτα οὐδ’ ὀλίγον διαλείποντα, ἤδη δὲ αὐτῶν ἔνια ἅμα νοήματι ὡς εἰπεῖν ἔτι τῆς ὄψεως κατεχούσης περαιοῦται. ὅθεν καὶ τῆς προσηγορίας ἔτυχεν οὐκ ἀλόγως, ἅμα θεω‐ ρούμενα καὶ ἀποβαίνοντα. ἕπεται δὲ τούτοις τῷ μὲν ἐν‐ υπνίῳ τῷ ἀσημάντῳ τὸ φάντασμα, περὶ οὗ ἄλλοι τε πολλοὶ
40καὶ δὴ καὶ Ἀρτέμων ὁ Μιλήσιος καὶ Φοῖβος ὁ Ἀντιο‐ χεὺς διειλεγμένοι εἰσί, τῷ δὲ ὀνείρῳ ὅραμά τε καὶ χρη‐ ματισμός. ἡμεῖς δ’ ἑκόντες παρήκαμεν τὴν περὶ αὐτῶν εἰς λεπτὸν ἐξήγησιν, ἐπεὶ ᾧ γε μὴ ἔστι καταφανῆ οἷά ἐστιν, τοῦτον ἡγοῦμαι μηδὲ ἐξηγουμένῳ τινὶ παρακολου‐
45θεῖν δύνασθαι. Ἔτι τῶν ἀλληγορικῶν ὁρίζονταί τινες πέντε εἶναι εἴδη. τοὺς μὲν γὰρ ἰδίους εἶπον, ἐν οἷς ἄν τις ἑαυτὸν ὑπολάβῃ δρᾶν ἢ πάσχειν· ἀποβήσεται γὰρ αὐτῷ τῷ ἰδόντι μόνῳ, εἴτε ἀγαθὰ ὄντα τύχοι εἴτε ἐναντία· τοὺς δὲ ἀλλοτρίους,6

1

.

2

(50)

ἐν οἷς ἂν ἄλλον δοκῇ ἐνεργεῖν ἢ πάσχειν· τῷδε γὰρ ἀπο‐ βήσεται μόνῳ, εἴτε ἀγαθὰ ὄντα τύχοι εἴτε ἐναντία, εἴπερ εἰδείη αὐτὸν κἂν ἐπὶ ποσὸν ὄντα συνήθη· ἃ δὲ κοινά, ταῦτα καὶ τὸ ὄνομα σημαίνει τὰ μεθ’ οὑτινοσοῦν γνωρί‐ μου πρασσόμενα κατ’ ὄναρ. ὅσα δὲ πρὸς λιμένας καὶ
55τείχη ἀγοράς τε καὶ γυμνάσια καὶ κοινὰ πόλεως ἀναθή‐ ματα διατείνει, ταῦτα δημόσια καλοῦσιν. ἡλίου δὲ καὶ σελήνης καὶ τῶν ἄλλων ἀστέρων ἀφανισμὸν ἢ τελείαν ἔκλειψιν γῆς τε καὶ θαλάσσης ἀκόσμους ἀνατροπὰς πάθη μὲν προαγορεύειν κοσμικά, καλεῖσθαι δὲ κυρίως [οὕτως]
60ὀνείρατα κοσμικὰ **. ἔχει δ’ οὐχ οὕτως ἁπλῶς ὁ καθολι‐ κὸς λόγος, ἐπειδὴ οὐδὲ τοὺς ἰδίους ἀποβαίνειν συμβέβηκε διηνεκῶς τοῖς ἰδοῦσι μόνοις, ἤδη πολλῶν καὶ εἰς τοὺς πέλας ἀποβάντων. οἷον ἔδοξέ τις ἀποθανεῖν. ἀπέβη τὸν πατέρα αὐτοῦ ἀποθανεῖν, ὅσπερ ἦν ἄλλος αὐτὸς τῷ καὶ σώματος
65καὶ ψυχῆς τῆς αὐτῆς μετέχειν. καὶ πάλιν ἔδοξέ τις τετρα‐ χηλοκοπῆσθαι. συνέβη καὶ τούτου τὸν πατέρα ἀποθανεῖν, ὃς καὶ τοῦ ζῆν καὶ τοῦ φωτὸς αἴτιος ἦν, ὥσπερ καὶ ἡ κεφαλὴ τοῦ παντὸς σώματος. οἷόν [δέ] ἐστι καὶ τὸ τετυφλῶσθαι τέκ‐
νοις ὄλεθρον καὶ οὐχὶ τῷ ἰδόντι σημαῖνον καὶ πολλὰ ἄλλα7
70ὅσα τοιαῦτα εἴποι τις ἄν. οὐδὲ τοὺς ἀλλοτρίους μὴ οὐχὶ καὶ αὐτοῖς τοῖς ὁρῶσιν ἀποβαίνειν τις διοριεῖται πείρᾳ διδα‐ σκόμενος. οἷον ἔδοξέ τις τὸν πατέρα κατακαιόμενον ἰδεῖν. ἀπέβη ἀποθανεῖν αὐτὸν τὸν ἰδόντα, ἵνα διὰ τὴν ἐπ’ αὐτῷ λύπην ὡς εἰπεῖν δίκην πυρὸς ὑπὸ τοῦ πάθους καιόμενος
75ὁ πατὴρ διαφθείρηται. καὶ πάλιν ἔδοξέ τις τὴν ἐρωμένην αὐτοῦ τελευτῆσαι. καὶ μετ’ ὀλίγον αὐτὸς ἀπεβίω τῆς ἡδίστης αὐτῷ χρήσεως ἀφῃρημένος. οἷόν [δέ] ἐστι καὶ τὸ δοκεῖν νοσεῖν τὴν μητέρα ἢ τὴν γυναῖκα, ἀσθενεῖς καὶ ἀκόσμους τὰς ἀπὸ τῶν τεχνῶν παρέχον ἐργασίας. οὐδὲ
80γὰρ οὐδὲ διαφωνεῖται τοῦτό γε, ἀλλὰ συμφώνως ἐοικέναι λέγουσι πάντες τέχνην μητρὶ μέν, ἐπεὶ τρέφει, γυναικὶ δέ, ἐπεὶ ἰδιαίτατον. ἔτι καὶ τὸ φίλους ὁρᾶν, [καὶ] εἰ μὲν λυ‐ ποῖντο, λύπας παρέχει, εἰ δὲ χαίροιεν, ἡδονάς. ἀπὸ δὲ τῶν αὐτῶν ἔστι καὶ τοὺς κοινοὺς διελέγχειν ὀνείρους, ὧν καὶ
85αὐτῶν ἀντὶ κοινῶν ἰδίας ἤδη τινὲς ἔσχον τὰς ἀποβάσεις. ἀλλὰ καὶ τὰ μὲν πρῶτα, ὡς οἱ παλαιοὶ περὶ τούτων διέλα‐ βον, ὡς ἐπὶ τὸ πολὺ οὕτως ἔχει· τὰ δ’ ἑξῆς σπανίως μὲν ἀλλ’ οὖν ἔστιν ὅτε οὕτως ὡς ἡμεῖς φαμεν γινόμενα πλάνην τοῖς περὶ ταῦτα δεινοῖς ἐμποιεῖ. διαληπτέον δὲ περὶ αὐτῶν
90ὧδε. τῶν μὲν ἰδίων ὅσα μὴ διατείνει πρὸς τοὺς πέλας, ἐν μόνοις τοῖς ὁρῶσι καὶ πρὸς μόνους ὄντα καὶ μὴ πρός τινας καὶ διά τινας ἐνεργούμενα, ταῦτα μόνοις τοῖς ὁρῶσιν ἀποβαίνει, ὡς τὸ λέγειν, ὡς τὸ ᾄδειν, ὡς τὸ ὀρχεῖσθαι, καὶ ἑξῆς πυκτεύειν ἀγωνίζεσθαι ἀναρτᾶν ἑαυτὸν ἀπο‐
95θνήσκειν σταυροῦσθαι κολυμβᾶν θησαυρὸν εὑρίσκειν ἀφροδισιάζειν ἐμεῖν θακεύειν κοιμᾶσθαι γελᾶν κλαίειν θεοῖς λαλεῖν καὶ τὰ ὅμοια. τὰ δὲ ἀμφὶ 〈τὸ〉 σῶμα ἢ μέρος τι σωματικὸν καὶ τὰ ἐκτός, οἷον κλινίδια ἢ κιβώτια ἢ κιστίδια καὶ τὰ ἄλλα σκεύη ἐσθήματά τε καὶ τὰ ὅμοια,8

1

.

2

(100)

καίτοι ἴδια ὄντα, πολλάκις φιλεῖ καὶ τοῖς πέλας ἀποβαί‐ νειν κατ’ οἰκειότητα τῶν χρειῶν, οἷον κεφαλὴ εἰς πατέ‐ ρα, ποὺς εἰς δοῦλον, δεξιὰ χεὶρ εἰς πατέρα υἱὸν φίλον ἀδελφόν, ἀριστερὰ χεὶρ εἰς γυναῖκα καὶ μητέρα καὶ φίλην καὶ θυγατέρα καὶ ἀδελφήν, αἰδοῖον εἰς γονεῖς καὶ γυναῖκα
105καὶ τέκνα, κνήμη εἰς γυναῖκα καὶ φίλην. τῶν δὲ ἄλλων ἕκαστον, ἵνα μὴ μακρολογῶμεν, οὕτω σκοπητέον. τῶν κοινῶν τε καὶ ἀλλοτρίων ὅσα μὲν πρὸς ἡμᾶς τε καὶ δι’ ἡμᾶς γίνεται, ἡμῶν αὐτῶν ἴδια νομιζέσθω· ἃ δὲ μὴ πρὸς ἡμᾶς ἢ δι’ ἡμᾶς, ταῦτα τοῖς ἄλλοις ἀποβήσεται. ἀλλ’ εἰ
110μὲν εἴησαν φίλοι καὶ τὰ σημαινόμενα ἀγαθά, γίνοιντ’ ἂν ἐκείνοις ἡμῖν τε ἀπὸ μέρους χαρά τε καὶ ἡδονή· εἰ δὲ κακὰ εἴη, ταῦτα μὲν ἐκείνοις, ἡμῖν δὲ λύπη, οὐ πάντως δὲ διὰ τὰ ἐκείνων κακά, ἀλλ’ ἤδη τις ἰδία. ἐχθρῶν δὲ ὄντων τὰ τούτοις ἐναντία τεκμαίρεσθαι χρή. ἀτὰρ δὴ καὶ περὶ δη‐
115μοσίων καὶ κοσμικῶν ὧδε ἔχω λέγειν. τὰ μὲν ὑπὲρ ὧν τις οὐ πεφρόντικεν, ὑπὲρ τούτων οὐδὲν ὄψεται, ἐπεὶ καὶ ὑπὲρ ἰδίων ἤδη τινὲς μὴ φροντίσαντες ὀνείρους 〈οὐκ〉 εἶδον· τὸ δὲ παρὰ δύναμιν ἀναδέξασθαι μικρὸν ὄντα μεγάλων πραγ‐
μάτων θέαν ἀδύνατον· διελέγχει γὰρ τὸν λόγον ἰδίων9
120ὄντων καὶ τούτων τῶν ὀνείρων καὶ εἰς τοὺς ὁρῶντας ἀπο‐ βαινόντων, εἰ μὴ ἄρα βασιλεὺς ἢ ἄρχων ἤ τις τῶν μεγιστά‐ νων ἴδοι. τούτοις γὰρ καὶ πεφρόντισται τὰ κοινά, καὶ τὴν ὑπὲρ αὐτῶν ὄψιν ἀναδέξασθαι δύνανται οὐχ ὡς ἰδιῶται μικρὰ πεπιστευμένοι, ἀλλ’ ὡς δεσπόται καί τινων πραγ‐
125μάτων ἐπιμελούμενοι ὑπὲρ εὐδαιμονίας. ὅπερ καὶ ὁ ποιη‐ τὴς ἐπὶ τούτων λέγει, περὶ τοῦ ὀνείρου τοῦ Ἀγαμέμνονος διαλαμβανόντων αὐτῶν ἐν τῇ βουλῇ τῶν γερόντων εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε, ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·
130 νῦν δ’ ἴδεν ὃς μέγ’ ἄριστος ἐνὶ στρατῷ εὔχεται εἶναι. βούλεται γὰρ λέγειν εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἰδιώτης ἔλεγεν, οὐχὶ ψεύδεσθαι ἂν τὸν λέγοντα ἡγούμεθα, ἀλλὰ ψευδῆ εἶναι τὸν ὄνειρον αὐτὸν καὶ ἡμῖν οὐκ ἀποβησόμενον· διὸ καὶ ἡμᾶς ἀπήγομεν [αὐτοὺς] ἂν τοῦ προσέχειν· νυνὶ
135δὲ ἀμήχανον μὴ οὐχὶ ἀποβῆναι ἡμῖν, ἐπειδήπερ βασιλεὺς εἶδεν. ἀλλά φασιν ὅτι ἤδη τινὲς καὶ ἰδιῶται καὶ πένητες εἶδον ὀνείρους δημοσίους, οὓς προκηρύξαντες ἢ γράψαντες καὶ προθέντες ἐπιστεύθησαν τῷ τὰς ἀποβάσεις ἐοικέναι τοῖς ὀνείροις, λανθάνοντες ἑαυτοὺς ὅτι μὴ ἐγνώκασι τὸ
140αἴτιον· οὐ γὰρ ἑνὸς ἰδόντος ἀπέβη ποτὲ ἰδιώτου ὄνειρος εἰς τὸ κοινόν, ἀλλὰ πολλῶν κατὰ τὸ αὐτό, ὧν οἱ μὲν δημο‐ σίᾳ ἀναγορεύουσιν οἱ δὲ ἰδίᾳ ἕκαστος. καὶ γίνεται οὐκ ἰδιώτης ὁ ἰδὼν ἀλλὰ καὶ στρατηγοῦ καὶ ἄρχοντος οὐδὲν ἥττων δῆμος· ἀγαθοῦ μὲν γὰρ ἐσομένου κοινοῦ πόλει
145μυρίους ἄν τις ἀκούσαι λεγομένους ὀνείρους, οἳ σημαίνουσι
τὸ μέλλον ἄλλος ἀλλοίᾳ καὶ διαφόρῳ ὄψει. οὕτως δὲ καὶ ἐπὶ τῶν ἐναντίων, ἐὰν μὴ πολλοί, εἷς δέ τις ἴδῃ, δί‐ καιος οὐκ ἂν εἴη μόνος ἀναδέξασθαι τὴν ἀπόβασιν, εἰ μή τις εἴη τῶν στρατηγῶν ἢ 〈τῶν〉 ἄλλην ἀρχὴν ἀρχόντων10

1

.

2

(150)

ἢ ἱερεὺς ἢ μάντις τῆς πόλεως. ἀρέσκει δὲ ταῦτα καὶ Νικοστράτῳ τῷ Ἐφεσίῳ καὶ Πανυάσιδι τῷ Ἁλικαρνασσεῖ γνωριμωτάτοις ἀνδράσι καὶ ἐλλογίμοις.

1

.

3

Ἔτι δὲ λέγουσιν οἱ περὶ ταῦτα δεινοὶ ὅτι δεῖ κρίνειν αἴσια τὰ φύσει καὶ νόμῳ καὶ ἔθει καὶ τέχνῃ καὶ ὀνόμασι καὶ χρόνῳ ὁρώμενα, οὐ προεννενοηκότες ὅτι τὰ φύσει βλεπόμενα τῶν οὐ βλεπομένων φύσει δεινότερα τοῖς ὁρῶ‐
5σιν, εἰ μὴ χρησιμεύοι διὰ τὰς ὑποκειμένας τοῖς πράγμασιν ὑποστάσεις. γίνεται γάρ πως τοῖς εὐπόροις τὸ †ἄκουσιν† καὶ τοῖς πάνυ 〈τοῖσ〉 τὰ μυστικώτερα πράττουσιν ἡμέραι καθαραὶ καὶ νυκτὸς εὔσημος ἀστέρων χορὸς ἡλίου τε καὶ σελήνης ἐπιτολαὶ καὶ τὰ παραπλήσια. καὶ τὰ κατὰ τὸ
10ἔθος οὐ παντάπασιν ἁρμόζει ταῖς τῶν καιρῶν ἐπιμιξίαις οἰκειούμενα. τούτοις ἑξῆς ὅμοια καὶ τὰ περὶ τῶν ἄλλων ἔχω λέγειν· δεῖ δὲ καὶ τῆς συμμετρίας στοχάσασθαι.
ὄντων δὲ τούτων τῶν ἓξ στοιχείων οὐ πάντως καθολικῶν πολὺς γέλως παρῆλθεν εἰς ἀνθρώπους ὑπὸ τῶν ταῦτα τὰ11
15ἓξ τῶν μὲν ὀκτωκαίδεκα τῶν δὲ ἑκατὸν τῶν δὲ διακόσια πεντήκοντα εἶναι λεγόντων, ἐπειδὴ ὅ τι ἂν λέγωσιν οὐ διαφεύγει τὸ μή τι τῶν ἓξ εἶναι. Ταῦτα μὲν οὖν εἰς ἀναπλήρωσιν τῶν ὑπὸ τῶν παλαιῶν ἐνδεῶς εἰρημένων ἱκανῶς εἴρηται. δύο δὲ τρόπους καθολι‐
20κοὺς ἀναδέξασθαι χρή, τὸν μὲν γενικὸν πρῶτον, τὸν δ’ εἰδικὸν δεύτερον. τὸν μὲν οὖν πρῶτον τοῦτον τὸν τρόπον.

1

.

4

Τῶν ὀνείρων οἱ μὲν πολλὰ διὰ πολλῶν προαγορεύουσιν, οἱ δὲ ὀλίγα δι’ ὀλίγων, οἱ δὲ πολλὰ δι’ ὀλίγων, οἱ δὲ ὀλίγα διὰ πολλῶν. πολλὰ μὲν οὖν διὰ πολλῶν. οἷον ἔδοξέ τις πέ‐ τεσθαι ἀράμενος ἐκ τῆς οἰκείας διανοίας 〈πρὸσ〉 προτεθει‐
5μένον σκοπόν, ἐφ’ ὃν ἐσπουδάκει γενέσθαι· εἶτα γενό‐ μενος ἐπ’ αὐτὸν πτερὰ ἔχειν ἔδοξε καὶ συναπαίρειν τοῖς ὀρνέοις, καὶ μετὰ ταῦτα κατῆχθαι πάλιν εἰς τὴν οἰκίαν· ἀπέβη αὐτῷ [τούτῳ] μεταναστῆναι τῆς οἰκείας διὰ τὴν πτῆσιν, καὶ τὰ προκείμενα καὶ μάλιστα ἐσπουδασμένα
10αὐτῷ περᾶναι διὰ τὸ μὴ τοῦ σκοποῦ ἡμαρτηκέναι. καὶ δὴ εὐπορήσας ἱκανῶς, ἐπειδὴ τοὺς εὐπόρους πτερὰ ἔχειν φαμέν, καὶ ἐν ξένῃ διατρίψας διὰ τὸ μὴ ὁμογενῆ εἶναι τὰ ὄρνεα, πάλιν εἰς τὴν οἰκείαν κατῆρεν. οἱ δὲ ὀλίγα δι’ ὀλί‐ γων. οἷον ἔδοξέ τις χρύσεα ὄμματα ἔχειν. ἐτυφλώθη διὰ
15τὸ μὴ ἴδιον ὀμμάτων εἶναι τὸ χρυσίον. οἱ δὲ πολλὰ δι’ ὀλίγων. οἷον ἔδοξέ τις τὸ ἑαυτοῦ ὄνομα ἀπολωλεκέναι. ἀπέβη αὐτῷ τοῦτο μὲν τὸν υἱὸν ἀπολέσαι (οὐχ ὅτι τὸ τι‐ μιώτατον ἀπώλεσε μόνον, ἀλλ’ ὅτι καὶ ταὐτὸ ὄνομα κα‐ λούμενος ἔτυχεν ὁ παῖς) τοῦτο δὲ καὶ τὴν κτῆσιν ἀθρόαν,12
20δικῶν τινων αὐτῷ γραφεισῶν, ἐφ’ αἷς ἑάλω φεύγων γρα‐ φὴν δημοσίων ἀδικημάτων· ἄτιμός τε καὶ φυγὰς γενόμε‐ νος ἀναρτήσας ἑαυτὸν ἐτελεύτησε τὸν βίον, ὡς μηδὲ ἀπο‐ θανὼν ἔχειν ὄνομα. τούτους γὰρ μόνους ἐν νεκρῶν δείπνοις οὐ καλοῦσιν οἱ προσήκοντες. δῆλον οὖν παντὶ γένοιτ’ ἂν ὅτι
25πάντα ἀπὸ τοῦ αὐτοῦ ἀπέβη τῷ τὸν αὐτὸν ἐπέχειν λόγον. οἱ δὲ ὀλίγα διὰ πολλῶν. οἷον ἔδοξέ τις τὸν Χάρωνα παίζειν σύν τινι ἀνδρὶ ψήφοις, αὐτὸς δὲ σπουδάζειν τῷ ἀνδρί, καὶ διὰ τοῦτο λειφθέντα τὸν Χάρωνα χολᾶν τε καὶ διώκειν αὐτόν, ὁ δὲ ἀποστρεφόμενος φεύγειν, ἀφικόμενος δὲ εἰς
30ξενοδοχεῖον, ᾧ ἐπώνυμον κάμηλος, εἰς δωμάτιον εἰσδρα‐ μὼν ἐπιζυγῶσαι τὰς θύρας. τὸν μὲν οὖν δαίμονα οἴχεσθαι ἀπιόντα, τοῖν μηροῖν δὲ τὸν ἕτερον αὐτῷ φῦσαι πόαν. τού‐ των ἐγένετο πάντων [τὸ σημαινόμενον] ἓν ἀποτέλεσμα· πεσούσης γὰρ τῆς οἰκίας, ἔνθα ᾤκει καὶ συρραγέντων ἐπ’
35αὐτὸν ξύλων συνετρίβη τὸν μηρὸν καὶ κατεάγη. καὶ γὰρ ὁ Χάρων ψήφοις παίζων λόγον τὸν περὶ θανάτου προηγό‐ ρευεν· μὴ καταλαβὼν δὲ μὴ ἀποθανεῖσθαι μὲν ἐδήλου,
κινδυνεύσειν δὲ τὼ πόδε διὰ τὴν δίωξιν· καὶ τὸ ξενοδο‐ χεῖον κάμηλος καλούμενον τὸν μηρὸν κατάξειν, ἐπεὶ καὶ13
40τὸ ζῷον τὸ καλούμενον κάμηλος μέσους κάμπτει τοὺς μηροὺς ὑποτεμνόμενον τοῖν σκελοῖν τὸ ὕψος, ἐτύμως κε‐ κλημένον κάμηλος οἱονεὶ κάμμηρος, ὥς φησιν Εὔηνος ἐν τοῖς εἰς Εὔνομον Ἐρωτικοῖς· ἡ δὲ ἐκφῦσα πόα τὸ μηκέτι ἐνεργὸν [ὄντα] τὸν μηρὸν ἕξειν, ἐκ γῆς ἀκινήτου φιλοῦσα
45ἀναφύεσθαι. καὶ τούτων εἴ τις ἀγαθὸς εἴη λογιστής, τὴν ἐξαρίθμησιν ἐπὶ πάντων οὕτως ἔχουσαν εὕροι ἄν.

1

.

5

Τοῦ δὲ εἰδικοῦ καὶ αὐτοῦ τετραχῆ διαιρεθέντος οἱ μὲν κατὰ τὸ ἐντὸς καὶ κατὰ τὸ ἐκτός εἰσιν ἀγαθοί, οἱ δὲ κατ’ ἀμφότερα κακοί, οἱ δὲ κατὰ 〈μὲν〉 τὸ ἐντὸς ἀγαθοὶ κατὰ δὲ τὸ ἐκτὸς κακοί, οἱ δὲ κατὰ μὲν τὸ ἐντὸς κακοὶ κατὰ δὲ
5τὸ ἐκτὸς ἀγαθοί. ἀκουστέον δὲ ὀνείρους ἐντὸς μὲν κατὰ τὴν ὄψιν, ἐκτὸς δὲ κατὰ τὴν ἀπόβασιν. οἷον κατὰ ἀμφότερά εἰσιν ἀγαθοὶ οἱ τοιοῦτοι· θεοὺς ὁρᾶν Ὀλυμπίους ἱλαροὺς μειδιῶντας διδόντας τι ἢ λέγοντας ἀγαθὸν αὐτοὺς ἢ 〈τὰ〉 ἀγάλματα αὐτῶν ἐξ ὕλης [τῆς] ἀσήπτου πεποιημένα·
10ὁμοίως γονεῖς φίλους οἰκέτας οἶκον αὔξοντας, καὶ πολυτε‐ λεστέραν κτῆσιν καὶ σώματος ἡδεῖαν ὄψιν ἰσχύν τε καὶ τὰ ὅμοια· τούτων γὰρ ἡδίστης ὑπαρχούσης τῆς θέας, πολὺ μᾶλλον ἡδίονα αὐτῶν τὰ τέλη γίνεται. κατὰ δὲ ἀμφότερα κακοὶ οἱ τοιοῦτοι· κατὰ κρημνῶν πεσεῖν οἴεσθαι ἢ λῃ‐
15στηρίῳ περιπεσεῖν ἢ Κύκλωπα ἰδεῖν ἢ τὸ ἄντρον αὐτοῦ
〈ἢ〉 παραλελύσθαι ἢ νοσεῖν ἢ ἀπολλύειν τι τῶν ἐσπουδα‐ σμένων. οἷαι γὰρ αἱ παθητικαὶ διαθέσεις γίνονται τῆς ψυχῆς κατὰ τὴν θέαν αὐτῶν, τοιαύτας ἀνάγκη καὶ τὰς ἀποβάσεις γίνεσθαι. κατὰ μὲν τὸ ἐντὸς ἀγαθοὶ κατὰ δὲ τὸ14
20ἐκτὸς κακοὶ οἱ τοιοῦτοι. ἔδοξέ τις σὺν τῷ Κρόνῳ δειπνεῖν, καὶ μεθ’ ἡμέραν εἰς τὸ δεσμωτήριον καθείρχθη· δείπνου μὲν γὰρ τοῦ σὺν θεῷ εἰκὸς εἶναι ἡδεῖαν τὴν ὄψιν, δεσμῶν δὲ καὶ εἱρκτῆς οὐχ ἡδεῖαν. ἔτι δόξας τις παρὰ τοῦ Ἡλίου ἄρτους λαβεῖν δύο τοσαύτας ἡμέρας ἐπέζησεν·
25εἰς γὰρ τοσαύτην προθεσμίαν ἡ τοῦ βίου χρῆσις παρὰ τοῦ θεοῦ δοθεῖσα ἤρκει αὐτῷ. ἔτι καὶ τὸ χρύσεον εἶναι δοκεῖν καὶ τὸ θησαυρὸν εὑρίσκειν καὶ τὸ παρὰ νεκροῦ λαμβάνειν μύρον ἢ ῥόδον ἢ τῶν ὁμοίων τι εἰς τὴν αὐτὴν ἀνακτέον μοῖραν. οἱ δὲ κατὰ μὲν τὸ ἐντὸς κακοὶ κατὰ δὲ τὸ ἐκτὸς
30ἀγαθοὶ τοιοῦτοι· κεραυνοῦσθαι δοκεῖν πένητα ὄντα ἢ στρατεύεσθαι δοῦλον ὄντα ἢ ** μέλλοντα πλεῖν ἢ ** μονο‐ μαχεῖν ἀγαθόν· τούτων γὰρ ὁ μὲν πλοῦτον ὁ δὲ ἐλευθερίαν, ὁ δὲ πλοῦν οὔριον ὁ δὲ γάμον προσημαίνει. καὶ εἰσὶν αὐτῶν αἱ μὲν ὄψεις κακαί, αἱ δὲ ἀποβάσεις ἀγαθαί.

1

.

6

Ἐννοῆσαι δὲ χρὴ ὅτι τὰ μὲν τοῖς φροντίζουσι περί τινος καὶ αἰτησαμένοις ὄνειρον παρὰ θεῶν ἐπιφαινόμενα οὐχ ὅμοια ταῖς φροντίσι [σημαίνοντα δέ τι περὶ τῶν προκει‐ μένων] γίνεται, ἐπεὶ τά γε ὅμοια ταῖς ἐννοίαις ἀσήμαντά
5τέ ἐστι καὶ ἐνυπνιώδη, ὡς ὁ πρότερος ἔδειξε λόγος· μερι‐ μνηματικὰ δὲ καὶ αἰτηματικὰ πρός τινων λέγεται· τὰ δὲ 〈τοῖσ〉 περὶ μηδενὸς φροντίζουσιν ἐφιστάμενα καὶ προ‐ αγορεύοντά τι τῶν ἐσομένων ἀγαθῶν ἢ κακῶν θεόπεμπτα καλεῖται. οὐχ ὁμοίως δὲ νῦν ἐγὼ ὡς Ἀριστοτέλης διαπορῶ15
10πότερον ἔξωθεν ἡμῖν ἐστι τοῦ ὀνειρώσσειν ἡ αἰτία ὑπὸ θεοῦ γινομένη ἢ ἔνδον αἴτιόν τι, ὃ ἡμῖν διατίθησι τὴν ψυχὴν καὶ ποιεῖ φύσει συμβεβηκὸς αὐτῇ, ἀλλὰ θεόπεμπτα [ὡς] ἤδη καὶ ἐν τῇ συνηθείᾳ πάντα τὰ ἀπροσδόκητα κα‐ λοῦμεν.

1

.

7

Ἔτι πᾶσι τοῖς πρόδηλον αἰτίαν ἐκφεύγουσι προσέχειν χρή, ἐάν τε νυκτὸς ἐάν τε ἡμέρας ὁραθῇ, μηδὲν διαφέρειν νομίζοντας εἰς πρόγνωσιν τὴν νύκτα τῆς ἡμέρας μηδὲ τὴν
δείλην ἑσπέραν τῆς δείλης πρωΐας, ἐὰν συμμέτρως τις16
5ἔχων [τῆς] τροφῆς καθεύδῃ· ἐπεὶ αἵ γε ἄμετροι τροφαὶ οὐδὲ πρὸς αὐτῇ τῇ ἕῳ παρέχουσιν ἰδεῖν τὸ ἀληθές.

1

.

8

Ἔτι καὶ τὰ κοινὰ ἔθη τῶν ἰδίων μακρῷ διέστηκεν. ἃ εἰ μή τις καταμάθοι, ἐξαπατηθήσεται ὑπ’ αὐτῶν. κοινὰ μὲν οὖν ἔθη ταῦτα. θεοὺς σέβεσθαι καὶ τιμᾶν· οὐδὲν γὰρ ἔθνος ἀνθρώπων ἄθεον ὥσπερ οὐδὲ ἀβασίλευτον, ἄλλοι δὲ ἄλλους
5τιμῶσι θεούς, ἀλλ’ ἐπὶ τὸ αὐτὸ τὴν ἀναφορὰν ἔχουσι πάν‐ τες. τέκνα τρέφειν, ἡττᾶσθαι γυναικῶν καὶ τῆς πρὸς αὐτὰς ὁμιλίας, ἐγρηγορέναι ἡμέρας, καθεύδειν νύκτωρ, τροφαῖς χρῆσθαι, παύεσθαι κάμνοντας, διάγειν ἐν σκιᾷ, μὴ ὑπαι‐ θρίους. ταῦτα μὲν οὖν κοινὰ ἔθη· τὰ δὲ ἴδια καὶ ἐθνικὰ
10καλοῦμεν. οἷον στίζονται παρὰ Θρᾳξὶν οἱ εὐγενεῖς παῖδες καὶ παρὰ Γέταις 〈οἱ〉 δοῦλοι· ὧν οἱ μὲν πρὸς ἄρκτον οἱ δ’ ἐπὶ μεσημβρίαν οἰκοῦσι. καὶ Μόσσυνες οἱ ἐν Ποντικῇ συνουσιάζουσι δημοσίᾳ καὶ γυναιξὶ μίσγονται ὥσπερ οἱ κύνες, τοῖς δὲ ἄλλοις ἀνθρώποις ἄτιμα ταῦτα νενόμισται.
15〈καὶ〉 ἰχθύας ἐσθίουσι πάντες πλὴν Σύρων τῶν τὴν Ἀστάρτην σεβομένων. θηρία δὲ καὶ πάντα τὰ κινώπετα λεγόμενα ὡς εἴδωλα θεῶν Αἰγυπτίων παῖδες μόνοι τιμῶσί τε καὶ σέβονται, οὐ πάντες μέντοι τὰ αὐτά. ἔμαθον δέ τι καὶ ἐν Ἰταλίᾳ νόμιμον παλαιόν. γῦπας οὐκ ἀναιροῦσι καὶ17
20τοὺς ἐπιτιθεμένους αὐτοῖς ἀσεβεῖν νομίζουσι. ταύροις δὲ κατὰ προαίρεσιν ἐν Ἰωνίᾳ παῖδες Ἐφεσίων ἀγωνίζονται, καὶ ἐν Ἀττικῇ παρὰ ταῖς θεαῖς ἐν Ἐλευσῖνι κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν καὶ ἐν Λαρίσσῃ πόλει τῆς Θεσσαλίας οἱ τῶν κατοικούν‐
25των εὐγενέστατοι, ἐν δὲ τῇ ἄλλῃ οἰκουμένῃ τὰ αὐτὰ τοῖς τὴν ἐπὶ θανάτῳ κατακριθεῖσι συμβαίνει. ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων ἐθῶν ἰδίᾳ δεῖ διαλαμβάνειν πάντων εἴ τι παρά τισι μόνοις φυλάσσεται, ὅτι τὰ μὲν ἐγχώρια ἀγαθῶν ἐστὶ σημεῖα, τὰ δὲ ξενικὰ κακῶν, πλὴν εἰ μή τι τῶν παρόν‐
30των τὴν ἀπόβασιν ἀλλαχόσε τρέποι.

1

.

9

Λυσιτελὲς δ’ ἂν εἴη, οὐ μόνον δὲ λυσιτελὲς ἀλλὰ καὶ ἀναγκαῖον τῷ τ’ ἰδόντι τὸν ὄνειρον καὶ τῷ ὑποκρινομένῳ, ἐπίστασθαι τὸν ὀνειροκρίτην τίς τέ ἐστιν ὁ ἰδὼν τὸν ὄνει‐ ρον καὶ ὅ τι πράσσει καὶ ὅπως γέγονε καὶ ὅ τι ἔχει κτῆμα
5καὶ ὅπως ἔχει σώματος καὶ ἧστινος ἡλικίας γέγονε. καὶ αὐτὸν τὸν ὄνειρον ἀκριβῶς ἐξεταστέον, ὡς ἔστιν. ὅτι 〈γὰρ〉 μικρᾷ προσθέσει ἢ ἀφαιρέσει ἀλλοιοῦται τὸ ἀποτέλεσμα, ὁ ἐπιὼν [ὁ] λόγος δηλώσει· ὡς εἰ μή τις τούτων ἔχοιτο, πταίων ἂν ἑαυτὸν μᾶλλον ἢ ἡμᾶς μέμφοιτο.18

1

.

10

Ἑξῆς ὑποθησόμεθα πῶς δεῖ κρίνειν τοὺς ὀνείρους. ἕξει δὲ τάξιν ἡ πραγματεία τοιαύτην. οὐχ ὥσπερ οἱ παλαιοὶ ἀπὸ θεῶν ἀρξόμεθα, κἂν ἀσεβεῖν τινὶ δοκῶμεν, ἀλλὰ πρὸς τὸ ἀναγκαῖον τῆς ἀκολουθίας ἀποβλέποντες ἀρξό‐
5μεθα πρῶτον ἀπὸ τοῦ γεννᾶσθαι, ἔπειτα ** ἀνατρέφεσθαι, ἑξῆς περὶ σώματος καὶ τῶν ἐν τῷ σώματι μερῶν προσ‐ γινομένων τε καὶ ἀπογινομένων καὶ αὐξανομένων καὶ μειουμένων καὶ ἀλλοιουμένων εἰς μορφὴν ἑτέραν ἢ εἰς ὕλην, εἶτα περὶ διδασκαλίας τεχνῶν παντοδαπῶν καὶ
10ἔργων καὶ ἐπιτηδευμάτων, εἶτα περὶ ἐφηβίας, περὶ γυ‐ μνασίων [κατ’ εἶδος], περὶ ἀγώνων, περὶ βαλανείου καὶ λουτροῦ παντοδαποῦ, περὶ τροφῆς πάσης ὑγρᾶς τε καὶ ξηρᾶς, περὶ μύρων καὶ στεφάνων, περὶ [ἀφροδισίων] συν‐ ουσίας, περὶ ὕπνου. ταῦτα μὲν περιέξει ἡ πρώτη βίβλος· ἡ
15δὲ δευτέρα ** περὶ ἐγρηγόρσεως ἀσπασμάτων κόσμου παντὸς ἀνδρείου καὶ γυναικείου ἀέρος καὶ τῶν περὶ ἀέρα, περὶ κυνηγεσίας περὶ ἁλιείας περὶ πλοῦ περὶ γεωργίας, περὶ δίκης, ἀρχῆς δημοσίας καὶ λειτουργίας, στρατείας, θεῶν τιμῆς καὶ περὶ θεῶν, περὶ θανάτου, καὶ εἴ τι ἄλλο
20προϊὼν ὁ λόγος ὑπομνήσει.19

1

.

11

Χρὴ δὲ κρίνειν τοὺς ὀνείρους ποτὲ μὲν ἀπ’ ἀρχῆς εἰς τέ‐ λος ἀποβλέποντα τὸν ὀνειροκρίτην [καὶ ὅταν ᾖ τὰ θεωρή‐ ματα διαλελυμένα ἀπ’ ἀλλήλων] ποτὲ δὲ ἀπὸ τέλους εἰς ἀρχήν· ἔστι γὰρ ὅτε ἡ ἀρχὴ τὸ τέλος ἔδειξεν ἀφανὲς ὂν
5καὶ οὐκ εὐσύνοπτον, ὁτὲ δὲ τὸ τέλος τὴν ἀρχήν. δεῖ δὲ καὶ τοῖς καταπήροις καὶ ὥσπερ οὐκ ἔχουσι λαβὰς ὀνείροις παρ’ ἑαυτοῦ τι προσφιλοτεχνεῖν, καὶ μάλιστα [τοῖς ἀπόροις] ἐν οἷς ἢ γράμματά τινα ὁρᾶται διάνοιαν αὐτοτελῆ μὴ περι‐ έχοντα ἢ ὄνομα ἀπρόσλογον, ποτὲ μὲν μετατιθέντα ποτὲ
10δὲ ἀλλάσσοντα ποτὲ δὲ προστιθέντα γράμματα ἢ συλ‐ λαβάς, ἐνίοτε δὲ ἰσόψηφα ἐπινοοῦντα, δι’ ὧν σαφέστερος

1

.

12

γένοιτ’ ἂν ὁ λόγος. ὅθεν φημὶ δεῖν οἴκοθεν παρεσκευά‐ σθαι καὶ οἰκείᾳ συνέσει χρῆσθαι τὸν ὀνειροκρίτην καὶ μὴ μόνον τοῖς βιβλίοις ἐπανέχειν, ἐπεὶ ὅστις γε τέχνῃ οἴεται ἄνευ φύσεως ἐντελὴς ἔσεσθαι, ἀτελὴς καὶ ἀπέραντος,
5τοσούτῳ μᾶλλον ὅσῳ πλείονα ἕξιν ἔχει, διατελέσει· καὶ γὰρ τὸ ἀπ’ ἀρχῆς πεπλανῆσθαι ἐπὶ πλέον τὴν πλάνην παρέχει. ἔτι καὶ τὰ μὴ ἐξ ὁλοκλήρου μνημονευόμενα ἄκριτα νόμιζε, ἐάν τε τὸ μέσον ἐάν τε τὸ πέρας ἐπιλάθηταί τις· εἰ μὲν γὰρ τὸν ὑγιᾶ λόγον δεῖ ἐξετάζειν, πᾶν τὸ ὁρώμενον
10ἀποβαίνει, μόνον δὲ εἰς κατάληψιν ἔρχεται τὸ ἐξ ὁλοκλή‐ ρου μνημονευόμενον. ὥσπερ οὖν οἱ θύται τὰ ἀμφίβολα
τῶν σημείων οὐχὶ μὴ ἀληθῆ φασιν εἶναι, ἀλλ’ αὐτοὶ μὴ καταλαμβάνειν δι’ ὧν ἐπιθύονται, οὕτω τὸν ὀνειροκρί‐ την, ὧν μὴ ἀκριβῆ δύναται κατάληψιν λαβεῖν, περὶ τού‐20
15των οὐ χρὴ ἀποφαίνεσθαι οὐδὲ ἀποσχεδιάζειν, ἐπεὶ αὐτῷ μὲν ἀδοξία τῷ δὲ ἰδόντι βλάβη παρακολουθήσει. ἔτι κἀκεῖνο. ὅσοι τῶν ὀνείρων κακόν τι σημαίνουσιν, ἐὰν ἡ τοῦ ὁρῶντος ψυχὴ [τὸ ὄναρ] μὴ ἀηδῶς ᾖ διατιθεμένη, ἐλάττονα τὰ κακὰ γίνεται καὶ σχεδὸν ἀτελεύτητα· καὶ
20πάλιν αὖ ὅσοι τῶν ὀνείρων ἀγαθόν τι σημαίνουσιν, ἐὰν μὴ ἡ τῆς ψυχῆς διάθεσις ἡδεῖα ᾖ, τὰ ἀγαθὰ ἀτελεύτητα γίνε‐ ται ἢ ἀνόνητα ἢ πάντως γε ἥττονα. διὸ χρὴ ἐπερωτᾶν καθ’ ἕκαστον εἴτε ἡδέως εἴτε ἀηδῶς τοῦτο ἑώρα.

1

.

13

Εἴ τις δόξειε γεννᾶσθαι ὑπὸ γυναικὸς ἡστινοσοῦν, ὧδε κρίνειν προσήκει. πένητι μὲν ἀγαθόν· ἕξει γὰρ τὸν θρέ‐ ψοντα αὐτὸν καὶ ἐπιμελησόμενον αὐτοῦ ὥσπερ καὶ τὰ βρέφη, εἰ μὴ ἄρα χειροτέχνης εἴη· τῷδε γὰρ σχολὴν προ‐
5αγορεύει· ἀργὰ γὰρ τὰ βρέφη καὶ ἐνειλημένα τὰς χεῖρας τυγχάνει. [χεῖρες δὲ αἱ πράξεις εἴρηνται.] πλουσίῳ δὲ τὸ μὴ κρατεῖν τῆς οἰκίας σημαίνει ἀλλ’ ὑπό τινων ἄρχεσθαι ὧν οὐ βούλεται· καὶ γὰρ τὰ βρέφη ὑπὸ ἄλλων ἄρχεται ὧν οὐ κατὰ γνώμην αὐτοῖς. ἀνδρὶ δὲ γυναῖκα ἔχοντι μὴ
10ἔγκυον σημαίνει τῆς γυναικὸς στερηθῆναι· οὐδὲ γὰρ τὰ βρέφη γυναιξὶ [γαμεῖται ἢ] σύνεστιν. ἔτι τῷ ἔχοντι ἔγ‐ κυον γυναῖκα σημαίνει παῖδα αὐτῷ γενήσεσθαι ὅμοιον κατὰ πάντα· οὕτω γὰρ 〈ἂν〉 ἄνωθεν αὐτὸς δόξειε γεννᾶ‐ σθαι. δούλῳ δὲ σημαίνει τὸ φιλεῖσθαι παρὰ τοῦ δεσπότου
15κἂν ἁμάρτῃ συγγνώμης ἀξιοῦσθαι, ἐλευθερωθῆναι δὲ
οὐδέπω· καὶ γὰρ οὐδὲ τὰ βρέφη ἑαυτῶν ἄρχει, κἂν ἐλεύ‐ θερα ᾖ. ἀθληταῖς δὲ κακόν· οὔτε γὰρ βαδίζει τὰ βρέφη οὔτε τρέχει, οὔτε ῥῆξαί τινα δύναται, ὅπου γε οὐδὲ [αὐτὰ] βαδίζειν δύναται. τῷ δὲ ἐπὶ ξένης ὄντι τὴν εἰς οἶκον ἀνακο‐21
20μιδὴν σημαίνει, ἵνα ἐπ’ ἀρχὴν ἔλθῃ, ὡς καὶ τὸ γεννώμε‐ νον· 〈ἢ〉 πάλιν ἵνα εἰς τὴν γῆν ἔλθῃ, τοῦτ’ ἔστιν εἰς τὴν πατρίδα· κοινὴ γὰρ ἅπασιν ἐπίσης ἐστὶν ἡ γῆ πατρίς. τῷ δὲ νοσοῦντι θάνατον προαγορεύει τὸ ὄναρ, ἐπεὶ καὶ οἱ ἀπο‐ θανόντες ἐσχισμένοις ἐνειλοῦνται ῥάκεσιν ὡς καὶ τὰ βρέφη
25καὶ χαμαὶ τίθενται, καὶ οἷόν περ λόγον ἔχει ἡ ἀρχὴ πρὸς τὸ τέλος, τὸν αὐτὸν καὶ τὸ τέλος πρὸς τὴν ἀρχήν. καὶ τὸν ἀποδράσαι πειρώμενον οὐκ ἐᾷ διαφυγεῖν οὐδὲ τὸν ἀποδη‐ μεῖν θέλοντα ἐᾷ τῆς οἰκείας ἐξελθεῖν οὗτος 〈ὁ〉 ὄνειρος· οὐ γὰρ τὰ πρὸ ποδῶν δύναται φυλάξασθαι τὰ βρέφη· προσ‐
30πταίει γὰρ ἑκάστοτε. ἐν δὲ ταῖς δίκαις τῷ μὲν ἐγκαλοῦντι δεινὸς ὁ ὄνειρος· οὐ γὰρ πείσει τοὺς δικαστὰς διὰ τὸ τραυ‐ λὸν τῆς φωνῆς, τῷ δ’ ἐγκαλουμένῳ καὶ φεύγοντι καὶ μά‐ λιστα τῷ δεδιότι καταδικασθῆναι ἄφοβος ὁ ὄνειρος· τὰ γὰρ βρέφη συγγνώμης ἀξιοῦται, ἐὰν ἁμάρτῃ.

1

.

14

Εἰ δέ τις ἑαυτὸν ὑπολάβοι κυεῖν, εἰ μὲν πένης εἴη, πολλὰ κτήσεται καὶ περιβαλεῖται χρήματα, ὡς καὶ διογκωθῆναι· εἰ δὲ πλούσιος, ἐν βασάνοις ἔσται καὶ φροντίσι. καὶ ὁ γυναῖκα ἔχων στερηθήσεται αὐτῆς, ὡς οὐκέτι χρείαν ἔχων
5τῆς κυοφορούσης· ὁ δὲ μὴ ἔχων γυναῖκα γήμαι ἂν σφόδρα εὔνουν, ὡς δοκεῖν ταὐτὰ τῇ γυναικὶ πάσχειν· τοῖς δὲ λοι‐
ποῖς νόσον σημαίνει. τὸ δὲ ἀποτεκεῖν καὶ ἀπογεννῆσαι οὐ ταὐτὰ τῷ ἔτι δοκεῖν ἐν γαστρὶ ἔχειν σημαίνει, ἀλλὰ τὸν μὲν νοσοῦντα δηλοῖ ἀποθανεῖν ταχέως, ἐπειδὴ πᾶν σῶμα22
10τῖκτον πνεῦμα ἐξαφίησι, καὶ ὥσπερ τὸ βρέφος τοῦ περι‐ έχοντος σώματος ἀπαλλάσσεται, οὕτω καὶ ἡ ψυχή· πέ‐ νητι δὲ καὶ καταχρέῳ καὶ δούλῳ καὶ παντὶ τῷ ἐν περιστάσει ᾑτινιοῦν ὄντι τὰ παρόντα δεινὰ ἀποθέσθαι σημαίνει· καὶ ἡ αἰτία φανερά. καὶ τὰ κρυπτὰ ἐλέγχει, ἐπεὶ τὸ κεκρυμμένον
15τέως βρέφος ἐξεφάνη. πλουσίους δὲ καὶ δανειστὰς καὶ πραγ‐ ματευτὰς καὶ πάντας τοὺς πιστευομένους βλάπτει· ἃ γὰρ τὸ πρὶν εἶχον ἀποθήσονται. ἐμπόροις δὲ καὶ ναυκλήροις ἀγαθόν· 〈διαθήσονται〉 γὰρ τὰ φορτία. πολλοὶ δὲ καὶ συγγε‐ νεῖς ἀπέβαλον διὰ τὸ ἀφ’ αἵματος ὂν τὸ βρέφος ἀποβεβλῆσθαι.

1

.

15

Παιδία δόξαι ἔχειν ἢ ἰδεῖν παντελῶς βρέφη, ἴδια μὲν τέκνα καὶ ἀνδρὶ καὶ γυναικὶ μοχθηρόν· φροντίδας γὰρ καὶ λύπας σημαίνει καὶ μερίμνας πραγμάτων ἀναγκαίων τινῶν ἕνεκεν, ἐπειδὴ οὐδὲ τὰ βρέφη ἄνευ τούτων ἔστιν ἀναθρέ‐
5ψαι. καί τις καὶ λόγος παλαιὸς ἐπιδείκνυσι τὸ τοιοῦτο· ἔχει δὲ ὧδε· ἢ δέος ἢ λύπη παῖς πατρὶ πάντα χρόνον. τούτων δὲ τὰ μὲν ἀρσενικὰ εἰς ἀγαθὸν τελευτᾷ, τὰ δὲ θηλυκὰ χείρονα τῆς ἀρχῆς τὴν τελευτὴν ἐπάγει καὶ ζη‐
10μίαν προαγορεύει· τὰ μὲν γὰρ ἀρσενικὰ οὐδὲν ἀνατρα‐ φέντα παρὰ τῶν γονέων λαμβάνει, τὰ δὲ θηλυκὰ προικὸς
ἐπιδεῖται. οἶδα δέ τινα, ὃς ἔδοξε θυγάτριον αὐτῷ γενέ‐ σθαι, καὶ ἐδανείσατο. καὶ πάλιν αὖ ἔδοξέ τις τὴν θυγατέρα τὴν ἑαυτοῦ ἀποθανοῦσαν κατορύσσειν. ἀπέβη αὐτῷ δά‐23
15νειον ἀποδοῦναι. [οὕτως ἄρα τὸν αὐτὸν ἐπέχει λόγον δανείῳ ἡ θυγάτηρ.] ἀλλοτρίους δὲ παῖδας ὁρᾶν ἀγαθόν, ὅταν ὦσιν εὔμορφοι καὶ χαρίεντες καὶ τὸ παιδικὸν αὐτοῖς ἐπι‐ τρέχῃ· ἀγαθῶν γὰρ ἔνστασιν καιρῶν δηλοῖ, ἐν οἷς ἐστιν ἐλπὶς ἔτι μᾶλλον τελέσαι τι καὶ καταπράξασθαι ἡδύ· καὶ
20γὰρ οἱ παῖδες τὸ παρὸν ὄντες ἄπρακτοι αὖθις ἐπὰν ἀνα‐ τραφῶσι δυνήσονταί τι πρᾶξαι.

1

.

16

Εἰ δέ τις ὥσπερ οἱ παῖδες ἐν σπαργάνοις εἶναι δόξειε καὶ γάλα λαμβάνειν παρά τινος γυναικὸς γνωρίμης ἢ οὐ γνωρίμης, νόσον νοσήσει μακράν, εἰ μὴ γυναῖκα ἔχοι ἔγκυον· τότε γὰρ αὐτῷ γενόμενος ὅμοιος ὁ παῖς τοῦτον
5τὸν τρόπον ἀνατραφήσεται· γυναικὶ δ’ ἰδούσῃ θυγάτριον ἐσόμενον προαγορεύει. εἰ δέ τις ἐν δεσμοῖς ὢν ἴδοι τὸν ὄνειρον τοῦτον, προσεπισωρεύσει αὐτῷ τὸ δαιμόνιον καὶ ἄλλα τινὰ κακὰ πρὸς τῷ μὴ ἀπολυθῆναι. οὐκ ἄλογον δὲ οὐδὲ κατὰ τὴν νόσον· ἀσθενεῖς γάρ εἰσιν οἱ ἐν γάλακτι
10παῖδες· καὶ μὲν δὴ καὶ οἱ τέλειοι, ὅταν νοσοῦντες τροφῇ μὴ δύνωνται χρῆσθαι, γάλακτι χρῶνται. τὸ δὲ δοκεῖν ἐν τοῖς ἰδίοις μασθοῖς γάλα ἔχειν γυναικὶ μὲν νέᾳ συλλαβεῖν σημαίνει καὶ τελεσφορῆσαι καὶ ἀποτεκεῖν, πρεσβύτιδι δὲ πενιχρᾷ οὔσῃ εὐπορίαν, πλουσίᾳ δὲ δαπάνας, παρθένῳ δὲ
15ὡραίᾳ μὲν οὔσῃ γάμον προαγορεύει· οὐ γὰρ ἄνευ συνου‐ σίας [ἀφροδισίου] γάλα ἄν ποτε σχοίη· παντελῶς δὲ μικρᾷ καὶ πρὸ πολλοῦ τῆς ὥρας τῶν γάμων οὔσῃ θάνατον προμαντεύ‐ εται· τὰ γὰρ παρὰ τὴν ἡλικίαν μοχθηρὰ πάντα πλὴν ὀλίγων. ἀνδρὶ δὲ πένητι καὶ βίου δεομένῳ περιουσίαν χρημάτων24
20καὶ κτημάτων προαγορεύει, ὡς δύνασθαι καὶ ἄλλους τρέ‐ φειν. καὶ ἀγάμῳ γάμον καὶ ἄπαιδι παῖδας πολλάκις ἐτή‐ ρησα προαγορεῦσαν τὸ ὄναρ· ὁ μὲν γὰρ οὕτως ἔσχεν εὔνουν τὴν γυναῖκα ὡς ταὐτὰ ἐκείνῃ πάσχειν δοκεῖν, ὁ δὲ ἀνεθρέψατο παῖδας. ἀθλητῇ δὲ καὶ μονομάχῳ καὶ παντὶ
25σωμασκοῦντι νόσον προαγορεύει, ἐπειδὴ τὰ θηλύτερα σώματα γάλα ἔχει. ἔτι καὶ τὸ τοιοῦτον ἐτήρησα. γυναῖκά τις ἔχων καὶ παῖδας ἐπὶ τούτῳ τῷ ὀνείρῳ τῆς γυναικὸς ἐστερήθη καὶ τοὺς ἑαυτοῦ παῖδας ἀνεθρέψατο τὴν ἴσην αὐτοῖς παρέχων χρείαν πατρός τε ἅμα καὶ μητρός.
30 Καὶ ταῦτα μὲν περὶ ἀνατροφῆς· νυνὶ δὲ περὶ σώματος καὶ τῶν ἐν τῷ σώματι μερῶν προσγινομένων τε καὶ ἀπο‐ γινομένων καὶ ἀλλοιουμένων εἴς τινα μορφὴν ἑτέραν ἢ εἰς ὕλην ποιήσομαι τὸν λόγον μικρὰ παραιτησάμενος τοὺς τοῖς ἐπὶ λεπτὸν διαιρουμένοις δυσχεραίνοντας· ἡμεῖς γὰρ οὐχ
35ὅτι μόνον τοῖς ἐπισύρουσι τὰ τοιαῦτα ἀχθόμεθα ἀλλὰ καὶ βλάβην κοινὴν νομίζομεν τὸ μὴ περὶ ἑκάστου ἀκριβοῦν καὶ ἐξονυχίζειν. τοιγάρτοι πρῶτον μὲν ἀπὸ τοῦ κυριωτά‐
του τῶν ἐν τῷ σώματι μερῶν ἄρξομαι διασαφεῖν.25

1

.

17

Μεγάλην δοκεῖν ἔχειν κεφαλὴν ἀγαθὸν ἀνδρὶ πλουσίῳ οὐ‐ δέπω ἄρξαντι καὶ πένητι καὶ ἀθλητῇ καὶ δανειστῇ καὶ τρα‐ πεζίτῃ καὶ ἐρανάρχῃ. τῷ μὲν γὰρ ἀρχήν τινα προαγορεύει, ἐν ᾗ δεήσει αὐτῷ στεφάνου ἢ στροφίου ἢ διαδήματος, τῷ δὲ
5εὐπορίαν καὶ χρημάτων ἐπίκτησιν καὶ κατὰ τοῦτο μείζονα τὴν κεφαλὴν ἔσεσθαι. ἀθλητῇ δὲ σαφὲς ὅτι νίκην προ‐ αγορεύει· τότε γὰρ ἡ κεφαλὴ μείζων γένοιτ’ ἂν αὐτοῦ. δα‐ νειστῇ δὲ καὶ τραπεζίτῃ καὶ ἐρανάρχῃ πλείονα τὴν τῶν χρημάτων συλλογὴν μαντεύεται. καὶ γὰρ τὰ χρήματα
10κεφάλαια καλεῖται. πλουσίῳ δὲ πρὸς τὸ ἄρχειν ἤδη καθε‐ στῶτι καὶ ῥήτορι καὶ δημαγωγῷ βαρύνσεις καὶ ὕβρεις ἐκ τῶν ὄχλων προαγορεύει, καὶ τῷ νοσοῦντι καρηβαρίαν καὶ στρατιώτῃ πόνους καὶ δούλῳ τὸ μὴ ταχέως ἐλευθερωθῆναι καὶ τῷ τὸν ἥσυχον ἐπανῃρημένῳ βίον ταραχὰς ἅμα καὶ
15ὕβρεις μαντεύεται. ἡ δὲ μικροτέρα καὶ τοῦ κατὰ φύσιν λειπομένη κεφαλὴ τὰ ἐναντία πρὸς λόγον ἑκάστου τῶν ἀποτελεσμάτων τῇ προγεγραμμένῃ κεφαλῇ σημαίνει.

1

.

18

Τρίχας ἔχειν μεγάλας καὶ καλὰς καὶ ἐπ’ αὐταῖς ἀγάλλε‐ σθαι ἀγαθὸν μάλιστα γυναικί· ὑπὲρ γὰρ εὐμορφίας ἔστιν ὅτε καὶ ἀλλοτρίαις θριξὶν αἱ γυναῖκες χρῶνται. ἀγαθὸν δὲ καὶ ἀνδρὶ σοφῷ καὶ ἱερεῖ καὶ μάντει καὶ βασιλεῖ καὶ
5ἄρχοντι καὶ τοῖς περὶ τὸν Διόνυσον τεχνίταις· τούτων γὰρ
οἷς μὲν ἔθος ἐστὶ κομᾶν, οἷς δὲ τὸ ἐπιτήδευμα κομᾶν ἐπι‐ τρέπει. ἀγαθὸν δὲ καὶ τοῖς λοιποῖς πλὴν ἧττον· αὐτὸ γὰρ μόνον εὐπορίαν σημαίνει οὐχ ἡδεῖαν ἀλλ’ ἐπίμοχθον διὰ26

1

.

19

τὸ πολλοῦ καμάτου δεῖν εἰς τὴν κομιδὴν τῶν μεγάλων τριχῶν. αἱ δὲ μεγάλαι μὲν ἀτημέλητοι δὲ τρίχες, ὡς μὴ δοκεῖν κόμην εἶναι ἀλλὰ τρίχωμα, πᾶσιν ἀνθρώποις πένθη τε καὶ λύπας δηλοῦσι· κομεῖν μὲν γὰρ τὸ ἐπιμελεῖσθαί
5ἐστιν, ἣ δὲ ἀτημέλητος ἐν συμφοραῖς αὔξεται, θρίξ. [ἐγὼ δέ ποτέ τινα τῶν γνωρίμων ἐν ἀρχῇ καταστάντα καὶ τὴν ἄλλην εὐπραγίαν εὐτυχήσαντα ἐν ὕπνοις θεασάμενος ἐν τῇ πόλει προπεμπόμενον ὑπὸ τῆς ὑποβεβλημένης αὐτῷ τάξεως ἀνίκμους ἔχοντα καὶ κουριώσας τὰς τρίχας τῆς
10κεφαλῆς ἐπέβαλον μὲν ὡς λύπης αὐτῷ δηλωτικὸν εἴη τὸ ὄναρ· οὐ πολλῶν δὲ διελθουσῶν ἡμερῶν ἐπαύθη τῆς ἀρχῆς, ὅπερ ἦν αὐτῷ καὶ ἐπιζήμιον πάνυ καὶ ἐπίλυπον.]

1

.

20

Τὸ δὲ δοκεῖν χοιρείας ἔχειν τρίχας κινδύνους ἐπάγει βιαίους καὶ τοιούτους, οἵοις ὑποπίπτει τὸ ζῷον, λέγω δὲ ὁ χοῖρος. ἱππείας δὲ ἔχειν τρίχας δουλείαν καὶ ταλαιπω‐ ρίαν σημαίνει [καὶ] τοῖς εὖ γεγονόσι. δούλοις δὲ καὶ δεσμὰ
5περιτίθησιν· ὡς γὰρ ἐπὶ τὸ πολὺ χαίτη ἱππεία δεσμεύεται.

1

.

21

Ἔρια δὲ ἀντὶ τριχῶν ἔχειν νόσους μακρὰς καὶ φθίσιν προαγορεύει καὶ διὰ τοῦτο πολλάκις ἐπὶ τῆς κεφαλῆς ἔρια φοροῦντα δοκεῖν συμπεφυκότα ἔχειν. εἰ δὲ εἰς ἄλλην τινὰ ὕλην αἱ τρίχες μεταβάλοιεν, ἀπὸ τῶν ὁμοίων τεκμαίρεσθαι
5χρή. Τὸ δὲ δοκεῖν ψιλὸν εἶναι τὸ περὶ μέτωπον πᾶν μέρος ἐν τῷ παρόντι χλεύην ἅμα καὶ ἀπραξίαν μαντεύεται· εἰ δὲ τὸ ὀπίσω τοιοῦτον ἔχειν δόξειέ τις, ἐν τῷ γήρᾳ πενίαν καὶ ἀπορίαν οὐ τὴν τυχοῦσαν ἕξει· πᾶν μὲν γὰρ τὸ ὀπίσω τοῦ27
10μέλλοντός ἐστι σημαντικὸν χρόνου, αἱ δὲ ψιλότητες ἀπο‐ ρίας οὐδὲν διαφέρουσιν, ἢ ὅτι κατ’ ἔλλειψιν γίνονται θερ‐ μοῦ, ἢ ὅτι μηδενὸς ἐπιλαβέσθαι παρέχουσιν. εἰ δὲ τὸ δε‐ ξιὸν μέρος τῆς κεφαλῆς ψιλὸν ἔχοι τις, πάντας τοὺς καθ’ αἷμα προσήκοντας ἄρσενας ἀπολεῖ· εἰ δὲ μηδένα ἔχοι,
15βλαβήσεται. εἰ δὲ τὸ εὐώνυμον, τὰς θηλείας ἀπολεῖ, εἴγε τινὰς ἔχοι· εἰ δὲ μή, καὶ οὕτω βλαβήσεται. συγγενῶν μὲν γάρ ἐστιν ἡ κεφαλὴ σημαντική, ταύτης δὲ τὰ μὲν δεξιὰ μέρη ἀρρένων τὰ δὲ εὐώνυμα θηλειῶν. [ἐπὶ δὲ τοῦ παντὸς σώματος τὰ δεξιὰ καὶ τὰ εὐώνυμα ταύτην ἔχει
20τὴν διαίρεσιν.] ὁπότερον δ’ ἂν τῆς κεφαλῆς μέρος ψιλὸν ἔχῃ τις οὐκ ὢν εὐσυνείδητος, κατακριθήσεται τὴν εἰς ἔργον δημόσιον καταδίκην· τοῦτο γὰρ κἀκεῖ παράσημόν ἐστι τοῖς καταδικαζομένοις. ὅλην δὲ τὴν κεφαλὴν ψιλὴν ἔχειν ἀγαθὸν τῷ φεύγοντι δίκην καὶ τῷ φοβουμένῳ μὴ πρός
25τινων βίᾳ κατασχεθῇ· ῥᾷστα γὰρ ἂν διαφύγοι ἀνεπίληπτος ὤν· τοῖς δὲ ἄλλοις ἀπολέσαι πᾶν σημαίνει τὸ πρὸς κόσμον
τοῦ βίου τεῖνον.28

1

.

22

Ξυρᾶσθαι δὲ δοκεῖν τὴν κεφαλὴν ὅλην [πλὴν] Αἰγυ‐ πτίων θεῶν ἱερεῦσι καὶ γελωτοποιοῖς καὶ τοῖς ἔθος ἔχουσι ξυρᾶσθαι ἀγαθόν, πᾶσι δὲ τοῖς ἄλλοις πονηρόν. τὰ γὰρ αὐτὰ τῇ ψιλώσει σημαίνει, βιαιότερα δὲ ἐπάγει καὶ σύν‐
5τομα τὰ κακά. πλέουσι δὲ διαρρήδην ναυάγιον σημαίνει καὶ νοσοῦσιν εἰς ἔσχατον ἐλάσαι κίνδυνον πλὴν οὐκ ἀποθα‐ νεῖν· ναυαγήσαντες μὲν γὰρ καὶ ἐκ μεγάλης ἀναστάντες νόσου ξυρῶνται οἱ ἄνθρωποι, ἀποθανόντες δὲ οὔ. [τοῖς δὲ προειρημένοις ἀγαθὸν διὰ τὸ ἔθος.] κείρεσθαι δὲ ὑπὸ
10κουρέως ἀγαθὸν πᾶσιν ἐπίσης· ἔστι γὰρ ὡς εἰπεῖν ἀπὸ τοῦ καρῆναι καὶ τὸ χαρῆναι ἐκδέξασθαι κατὰ παραλλαγὴν στοιχείου, καὶ μέντοι 〈καὶ〉 ἐν περιστάσει πονηρᾷ ἢ σημ‐ φορᾷ τινι καθεστὼς κείρεται οὐδείς, ἀλλ’ οἷς μάλιστα εὐπρεπείας μέλει, οὗτοι κείρονται· μέλει δὲ εὐπρεπείας
15ἀλύποις τε καὶ οὐκ ἀπόροις. τὸ δὲ ὑπὸ κουρέως πρόσ‐ κειται, ἐπεὶ εἴ τις ἑαυτὸν κείροι οὐκ ὢν κουρεύς, τῶν ἰδίων πένθη ἢ αἰφνίδιόν τινα συμφορὰν μεγάλων κακῶν ἀνάπλεων σημαίνει· οἱ γὰρ ἐν τοιούτοις γενόμενοι ἑαυτοὺς [ἀνάγκῃ] περικείρουσι. τὸ δὲ ὀνυχίζεσθαι χρεώστῃ μὲν
20ἀποδοῦναι τόκον σημαίνει, τοῖς δὲ λοιποῖς βλάβην ἀπὸ
τῶν ὀνυχισάντων, ἐάν γε ἴδωσιν ἑαυτοὺς ὑπ’ ἄλλων τινῶν 〈ὀνυχισθέντασ〉· καὶ γὰρ ἐν τῇ συνηθείᾳ ὀνυχίζεσθαί φαμεν τὸν ἐπὶ βλάβῃ ὑπό τινος ἐξαπατηθέντα. περὶ δὲ τοῦ κτενίζεσθαι καὶ ἐμπλέκεσθαι τὴν κεφαλὴν καὶ ἐσοπτρί‐29
25ζεσθαι καὶ τῶν τούτοις ἀκολούθων ἐν τῷ δευτέρῳ ἐπι‐ μνησθήσομαι βιβλίῳ, ἐπειδὰν περὶ κόσμου παντὸς ἀνδρείου καὶ γυναικείου λέγω.

1

.

23

Μέτωπον ὑγιὲς καὶ εὔσαρκον παντὶ ἀγαθὸν καὶ παρρη‐ σίαν καὶ εὐανδρίαν σημαίνει, τὸ δὲ ἡλκωμένον ἢ νοσοῦν αἰσχύνην ἅμα καὶ βλάβην δηλοῖ. χάλκεον δὲ ἢ σιδήρεον ἢ λίθινον μέτωπον δοκεῖν ἔχειν τελώναις καὶ καπήλοις
5καὶ τοῖς μετὰ ἀναιδείας ζῶσιν μόνοις συμφέρει, τοῖς δὲ λοιποῖς μῖσος ἐργάζεται.

1

.

24

Ὦτα πλείονα ἔχειν ἀγαθὸν τῷ βουλομένῳ κτήσασθαί τινα ὑπακουσόμενον, οἷον γυναῖκα τέκνα οἰκέτας. πλουσίῳ δὲ καταβοήσεις σημαίνει, ἀγαθὰς μέν, ἐὰν εὔμορφα 〈ᾖ τὰ〉 ὦτα, κακὰς δέ, ἐὰν ἄμορφα ᾖ καὶ ἄρρυθμα. κακὸν δὲ δού‐
5λῳ τὸ ὄναρ καὶ δίκην ἔχοντι ἐγκαλοῦντί τε καὶ ἐγκαλου‐ μένῳ· τῷ μὲν γὰρ πολλῷ χρόνῳ σημαίνει ὑπακούσεσθαι, τῷ δὲ ἐὰν μὲν ἐγκαλῇ καὶ ἀντεγκληθῆναι, ἐὰν δὲ ἐγκαλῆ‐ ται πλείονα τὰ ἐγκλήματα τῶν φανερῶν ἐπενεχθήσεσθαι· τρόπον γάρ τινα αὐτῷ φησι δεῖν πλειόνων ὤτων. ἀνδρὶ δὲ
10χειροτέχνῃ ἀγαθόν· πολλῶν γὰρ ἀκούσεται ἐργοδοτῶν. τὸ δὲ ἀπολέσαι καὶ τὰ ὄντα ὦτα τἀναντία ἑκάστοτε τοῖς
ἔμπροσθεν γεγραμμένοις σημαίνει. Ὦτα καθαίρειν μεστὰ ῥύπου ἢ ἰχῶρος ἀγγελίας σημαί‐ νει ἀκούσεσθαί ποθεν ἀγαθάς, μαστιγοῦσθαι δὲ τὰ ὦτα30
15κακὰς ἀγγελίας ἀκούσεσθαί ποθεν σημαίνει. Μύρμηκας δοκεῖν εἰς τὰ ὦτα εἰσέρχεσθαι σοφισταῖς μόνοις ἀγαθόν· ὅμοιοι γάρ εἰσι τοῖς φοιτῶσι [ἀκουσομέ‐ νοις] μειρακίοις· τοῖς δὲ λοιποῖς θάνατον προαγορεύει τὸ ὄναρ· γῆς τε γάρ εἰσι παῖδες οἱ μύρμηκες καὶ εἰς γῆν κατα‐
20δύονται. οἶδα δέ τινα, ὃς ἔδοξεν ἐκ τῶν ἑαυτοῦ ὤτων πυρῶν ἀστάχυας πεφυκέναι καὶ τοὺς πυροὺς αὐτοὺς ἀπορρέοντας ταῖς χερσὶν ὑποδεχόμενος ἐκλαμβάνειν. ἤκουσε κληρονό‐ μος ἀπόντος ἀδελφοῦ· διὰ μὲν τοὺς στάχυας κληρονόμος, ἀδελφοῦ δὲ ὅτι καὶ τὰ ὦτα ἀδελφά ἐστιν ἀλλήλων.
25 Ὦτα ὄνου ἔχειν δοκεῖν φιλοσόφοις μόνοις ἀγαθόν, ὅτι μὴ ταχέως κινεῖ τὰ ὦτα ὁ ὄνος· τοῖς δὲ λοιποῖς δουλείαν καὶ ταλαιπωρίαν σημαίνει. Ὦτα λέοντος ἔχειν ἢ λύκου ἢ παρδάλεως ἢ ἄλλου τινὸς τῶν ἀγρίων ζῴων ἐπιβουλὴν ἔχειν ἐκ διαβολῆς σημαίνει·
30ἀκολούθως δὲ περὶ τῶν ἄλλων ζῴων κατὰ τὸ οἰκεῖον ἐκ‐ λαμβάνειν δεῖ. Ὦτα ἐν τοῖς ὀφθαλμοῖς ἔχειν κωφὸν σημαίνει γενέσθαι
καὶ τὰ τῆς ἀκοῆς διὰ τῆς ὁράσεως παραδέξασθαι. ἐπὶ δὲ τοῖς ὠσὶν ὄμματα ἔχειν τυφλὸν γενέσθαι σημαίνει καὶ τὰ31
35τῆς ὁράσεως διὰ τῆς ἀκοῆς παραδέξασθαι.

1

.

25

Ὀφρύες δασεῖαι καὶ εὐανθεῖς πᾶσιν ἀγαθαί, μάλιστα γυναιξίν· αὗται γὰρ ὑπὲρ εὐμορφίας καὶ μέλανι χρίονται τὰς ὀφρύας. τοιγάρτοι ἡδονὰς καὶ εὐπραξίας δηλοῦσι. ψιλαὶ δὲ οὐ μόνον ἀπραξίας 〈καὶ〉 ἀηδίας ἀλλὰ καὶ πένθος
5ἐσόμενον προδηλοῦσιν· ἔθος γὰρ παλαιὸν ἐπὶ πένθει τὰς ὀφρύας ψιλοῦσθαι.

1

.

26

Ὀξὺ ὁρᾶν τοῖς ὀφθαλμοῖς ἀγαθὸν πᾶσιν ἐπίσης. τὸ δὲ ἀμβλυώττειν ἔνδειαν ἀργυρίου δηλοῖ, ἐπειδὴ καὶ τὰ ὄμ‐ ματα ψήφους ἔχει· ἀπραξίαν δέ, ὅτι οἱ ἀμβλυώττοντες ἧττον τὰ πρὸ ποδῶν ὁρῶσι. τῷ δὲ παῖδας ἔχοντι σημαίνει
5τοὺς παῖδας νοσῆσαι· ἐοίκασι γὰρ οἱ ὀφθαλμοὶ παισίν, ὅτι καὶ ποθεινοί εἰσι καὶ τοῦ σώματος ὁδηγοὶ καὶ ἡγεμόνες, ὥσπερ καὶ οἱ παῖδες ἐν γήρᾳ γενομένων τῶν γονέων. τὸ δὲ δοκεῖν τετυφλῶσθαι ἀμφοτέρους τοὺς ὀφθαλμοὺς σημαίνει τοῖς παισὶν ὄλεθρον τοῖς τοῦ ἰδόντος καὶ ἀδελφοῖς καὶ γο‐
10νεῦσι· παισὶ μὲν διὰ τὸν ἔμπροσθεν λόγον· ἀδελφοῖς δέ, ὅτι καὶ οἱ ὀφθαλμοὶ ἀδελφοί εἰσιν ἀλλήλων· γονεῦσι δέ, ὅτι καὶ οἱ ὀφθαλμοὶ αἴτιοί εἰσι τοῦ τὸ φῶς ὁρᾶν, ὥσπερ καὶ οἱ γονεῖς. ἡ δὲ τούτων ἀπώλεια τὴν τῶν ὁμοίων ἀπώ‐
λειαν προαγορεύει. ἀγαθὸν δὲ τῷ ἐν δεσμοῖς ὄντι τὸ32
15δοκεῖν τυφλοῦσθαι καὶ τῷ βίᾳ ὑπό τινων κατεχομένῳ καὶ [τῷ] σφόδρα πενομένῳ· ὁ μὲν γὰρ οὐκέτι ὄψεται τὰ περὶ αὐτὸν κακά, ὁ δὲ ἕξει τοὺς ὑπηρετήσοντας αὐτῷ· καὶ γὰρ τῷ τυφλῷ προσίασιν ὑπηρετήσοντες οὐκ ὀλίγοι, αὐτός τε τῶν πόνων ἀποπέπαυται. ἀποδημεῖν δὲ κωλύει τὸ ὄναρ
20καὶ τὸν ἀπόδημον οὔ φησιν ἐπανήξειν εἰς τὴν ἑαυτοῦ· οὔτε γὰρ τὴν ξένην ἔστιν οὔτε τὴν οἰκείαν ἄνευ ὀμμάτων ἰδεῖν. δεινὸν δὲ καὶ στρατιώτῃ καὶ παντὶ τῷ ἐν αὐλῇ βασιλέως ὄντι. ἀθλητῶν δὲ τοῖς μὲν τὰ βαρέα ἀθλοῦσιν ἧτταν προ‐ αγορεύει, δρομεῦσι δὲ νίκην. οἶδα δέ τινα σταδιέα, ὃς μέλ‐
25λων ἀγωνίζεσθαι Εὐσέβεια τὰ ἐν Ἰταλίᾳ ἀχθέντα πρῶτον ὑπὸ βασιλέως Ἀντωνίνου ἐπὶ τῷ πατρὶ Ἀδριανῷ ἔδοξε τυφλὸς γεγονέναι, καὶ ἐνίκησεν· ἐπίσης γὰρ τῷ τυφλῷ ὁ προάγων ἐν δρόμῳ οὐκ ἂν ἴδοι τοὺς ἀγωνιστάς. δεινὸν δὲ καὶ κυβερνήταις καὶ τοῖς τὰ οὐράνια διασκεπτομένοις καὶ
30μάντεσι [τὸ τυφλοῦσθαι πολλάκις ἐπετηρήσαμεν]· καὶ εἴ τις ἀπολωλός τι ζητῶν ἴδοι τὸν ὄνειρον τοῦτον, οὐκ ἂν εὕροι, οὐδὲ δραπέτην διώκων καταλάβοι. ποιηταῖς δὲ ἄριστον τὸ τοιοῦτο· δεῖ μὲν γὰρ αὐτοῖς πολλῆς ἡσυχίας μέλλουσι ποιήσειν τὰ ἔπη· μάλιστα δ’ ἂν οὕτως ἐν ἡσυχίᾳ γένοιντο,
35εἰ διὰ τὸ μὴ ἔχειν ὄμματα μὴ περιέλκοιντο μήτε ὑπὸ σχημάτων μήτε ὑπὸ χρωμάτων. [ὁ μὲν οὖν δεξιὸς πρεσβύ‐ τερα πρόσωπα σημαίνει, ὁ δὲ ἀριστερὸς νεώτερα. λόγος δέ τις ἔχει ὡς καὶ ὁ ποιητὴς Ὅμηρος τυφλὸς ἦν.] νοσοῦσι δὲ θάνατον πάντοτε προαγορεύει τὸ ὄναρ τοῦτο διὰ τὸ τοῦ
40φωτὸς ἀπεστερῆσθαι. οἶδα δέ τινα, ὃς ἔδοξε λέγειν αὐτῷ τινα τῶν ἀξιοπίστων (περὶ δὲ τοῦ τίνες οἱ ἀξιόπιστοι ἐν τῷ δευτέρῳ βιβλίῳ ἐπιμνησθήσομαι) ‘ὁ πατήρ σου οὐ τέ‐ θνηκεν, ἀλλὰ κοιμᾶται.‘ τούτου ὁ πατὴρ τυφλὸς ἤδη ἐγε‐ γόνει, καὶ οὐκ εἰς μακρὰν αὐτῷ ἐπεστάλη περὶ τούτου. εἰ33
45δέ τις τὸν ἕτερον τῶν ὀφθαλμῶν τυφλὸς εἶναι δόξειεν, ἀπὸ μέρους τὰ σημαινόμενα γένοιτ’ ἂν αὐτῷ καὶ ὡς εἰπεῖν ἐξ ἡμισείας. ἔτι καὶ τοῦτο χρὴ σκοπεῖν, ὅτι ὁ μὲν δεξιὸς ὀφθαλμὸς σημαίνει υἱὸν καὶ ἀδελφὸν καὶ πατέρα, ὁ δὲ ἀριστερὸς θυγατέρα καὶ ἀδελφὴν καὶ μητέρα· δύο δὲ

1

.

26

(50)

υἱῶν ὄντων ἢ θυγατέρων δύο ἢ δύο ἀδελφῶν ὁ μὲν δεξιὸς τὸν πρεσβύτερον υἱὸν ἢ ἀδελφὸν ἢ θυγατέρα τὴν πρεσβυ‐ τέραν, ὁ δὲ εὐώνυμος θυγατέρα τὴν νεωτέραν καὶ ἀδελφὸν καὶ υἱὸν τοὺς νεωτέρους. τρεῖς δὲ ἔχειν ὀφθαλμοὺς ἢ τέσσα‐ ρας ἢ καὶ πλείονας γῆμαι προῃρημένῳ καὶ ἄπαιδι ὁμοίως
55ἀγαθόν· τῷ μὲν γὰρ γυνή, τῷ δὲ παῖς ἔσται· καὶ οὕτω περὶ ἓν σῶμα πλείονες ἔσονται ὀφθαλμοί. ἀγαθὸν δὲ καὶ δανειστῇ· πλείονας γὰρ ἕξει ψήφους. χρεώστῃ δὲ πονηρὸν ὁμοίως διὰ τὰς ψήφους. πλουσίῳ δὲ προαγορεύει ἐν πολλῇ φυλακῇ ἑαυτόν τε καὶ τὰ κτήματα ἔχειν διά τινας ἐπι‐
60βουλάς· φησὶ γὰρ δεῖν αὐτῷ ὀφθαλμῶν πολλῶν. ἀποδη‐ μεῖν δὲ θέλοντι πλάνην προδηλοῖ καὶ πλέοντι παλινδρο‐ μίαν διὰ τὸ περιέλκειν τοὺς ὀφθαλμοὺς τοὺς πολλοὺς τὸ φῶς καὶ τὴν αὐγήν. οἶδα δέ τινα, ὃς ἔδοξεν ἔχειν τρεῖς ὀφθαλμούς, καὶ τυφλὸς ἐγένετο, οὐχὶ διὰ τὸν περὶ Κύ‐
65κλωπα μῦθον, ἀλλὰ διὰ τὸν τρίτον ὀφθαλμόν, ὃς καὶ ἄλλου
φωτὸς ἐσήμαινε δεῖσθαι διὰ τὸ μὴ αὔταρκες εἶναι τὸ οἰκεῖον. ἀνδρὶ δὲ πανούργῳ καὶ γυναικὶ ὡραίᾳ πολλοὶ ὀφθαλμοὶ πονηροί· ὃν μὲν γὰρ πλείονες ὀφθαλμοὶ τηρή‐ σουσι, περὶ ἣν δὲ πλείονες ἔσονται μοιχοὶ καταφανεῖς. ἔτι34
70δὲ καὶ εἴ τις ἀλλαχόσε ποι τοὺς ὀφθαλμοὺς ἔχειν δόξειεν, εἰ μὲν ἐν ταῖς χερσὶν ἢ τοῖς ποσί, τυφλὸς ἔσται· εἰ δὲ ἐν ἄλλῳ τινὶ μέρει τοῦ σώματος, αὐτὸ ἐκεῖνο νοσήσει τὸ μέρος ἢ πληγήσεται, ἵνα ταῖς χερσὶν ἢ τοῖς ποσὶ ψηλαφῶν ὥσπερ βλέπῃ ἢ ἵνα ὥσπερ ὀφθαλμὸν ἔχοντι ἐκείνῳ τῷ
75μέρει μηδεμίαν ὕλην προσφέρειν δύνηται. οἶδα δέ τινα, ὃς ἔδοξεν ἐκπεσόντα αὐτοῦ τὰ ὄμματα ἐπὶ τοὺς πόδας πεσεῖν. καὶ τυφλὸς μὲν οὐκ ἐγένετο, τὰς δὲ θυγατέρας αὐτοῦ οἰκέταις συνῴκισε, καὶ οὕτω τὰ κρείττονα τοῖς ἥττοσιν ἐμίγη. ἀλλοτρίους δὲ δοκεῖν ἔχειν ὀφθαλμοὺς τυφλὸν γενέ‐
80σθαι σημαίνει καὶ ὑπ’ ἄλλου χειραγωγηθῆναι. εἰ δέ τις ἐπίσταται οὗ εἶχε τὰ ὄμματα, τέκνον ἐκείνου ἀναλήψεται. [ἢ ἄλλην τινὰ εὐεργεσίαν μεγάλην. ἔλεγε δέ τις ὅτι ποτέ τινι θεασαμένῳ ἐν ὕπνοις ὀφθαλμοὺς κατὰ πάντας τοὺς δακτύλους ἔχειν τῶν χειρῶν αὐτοῦ προεῖπε τύφλωσιν. καὶ
85οὕτως ἀπέβη διὰ τὸ ἐπίτηδες προπέμπειν τὰς χεῖρας τοὺς πεπηρωμένους.]

1

.

27

Ῥῖνα ἔχειν καλὴν καὶ εὔμορφον ἀγαθὸν πᾶσι· πολ‐ λὴν γὰρ εὐαισθησίαν καὶ πρόνοιαν ἐν τοῖς πραττομένοις σημαίνει καὶ πρὸς τοὺς βελτίονας σύστασιν· διὰ γὰρ τῆς ῥινὸς ἀέρα ἐπισπῶντες οἱ ἄνθρωποι βελτίονα [ὄντως]
5ὠφελοῦνται. τὸ δὲ μὴ ἔχειν ῥῖνα ἀναισθησίαν πᾶσι
σημαίνει καὶ πρὸς τοὺς ὑπερέχοντας ἔχθραν καὶ τῷ νο‐ σοῦντι θάνατον· καὶ γὰρ τὰ κρανία τῶν ἀποθανόντων ἄνευ ῥινὸς εὑρίσκεται. δύο δὲ ἔχειν ῥῖνας στάσεις πρὸς τοὺς [ὑπερέχοντας] οἰκείους σημαίνει· στάσεις μέν, ἐπεὶ τὰ35
10διπλᾶ πάντα τά γε παρὰ φύσιν στάσεώς ἐστι σημαντικά· πρὸς δὲ τοὺς οἰκείους, ὅτι μὴ ἀλλοτρία ἡ ῥίς.

1

.

28

Παρειὰς παχείας ἔχειν ἀγαθὸν παντί, μάλιστα δὲ γυ‐ ναιξί· τὸ δὲ ἰσχνὰς ἢ ἡλκωμένας ἔχειν λύπην ἢ πένθος σημαίνει· ἰσχνὰς μὲν λύπην, ἡλκωμένας δὲ πένθος· καὶ γὰρ ἐν τοῖς πένθεσι λωβῶνται τὰς παρειὰς οἱ ἄνθρωποι.

1

.

29

Τὰς δὲ σιαγόνας πρὸς ἀποθήκας ἐστὶ ληπτέον καὶ τὰ χείλη πρὸς τοὺς ἑκάστοτε προσιόντας καὶ φιλοῦντας. [εἰσὶ δὲ οἵδε γυνὴ παῖδες συγγενεῖς.] τοιγάρτοι ὅ τι ἂν τούτων πάθῃ, οὐκ ἐν ἀσφαλεῖ τὰ ἐν ταῖς ἀποθήκαις ἢ τὰ
5περὶ τοὺς φιλτάτους εἶναι σημαίνει.

1

.

30

Γένειον ἔχειν μέγα καὶ λάσιον ἀνδρὶ λόγων ἐπιμελου‐ μένῳ καὶ φιλοσοφοῦντι ἀγαθὸν καὶ τοῖς ἐπὶ τὸ πράσσειν ὡρμημένοις· οὓς μὲν γὰρ κοσμίους, οὓς δὲ φοβεροὺς ποιεῖ. γυνὴ δὲ εἰ δόξειε πώγωνα ἔχειν, ἐὰν μὲν ᾖ χήρα, γαμηθή‐
5σεται· ἐὰν δὲ ἄνδρα ἔχῃ, ἀπαλλαγήσεται τοῦ ἀνδρός· ἡ μὲν γὰρ ἕξει σφόδρα εὔνουν ἄνδρα, ὡς δοκεῖν τὰ πρόσωπα μεμῖχθαι· ἡ δὲ ἀποστήσεται τοῦ ἀνδρὸς καὶ τὸν ἑαυτῆς
οἶκον οἰκονομήσει, ὡς δῆθεν ἅμα γυνή τε καὶ ἀνὴρ οὖσα, εἰ μὴ ἄρα ἐν γαστρὶ ἔχοι ἢ δίκην ἔχοι· ἡ μὲν γὰρ ἄρρεν τέξε‐36
10ται, ὃ γενόμενον τέλειον ἐπιδοῦσα αὐτὴ δόξει πώγωνα ἔχειν, ἡ δὲ ἀκαταφρόνητος ὥσπερ ἀνδρεία μενεῖ. παιδὶ δὲ κομιδῇ νέῳ θάνατον σημαίνει διὰ τὸ προλαβεῖν τὴν ἡλι‐ κίαν, τῷ δὲ ἤδη νεανίσκῳ ὄντι καὶ οὐκ εἰς μακρὰν οἴσοντι γένεια ἐφ’ ἑαυτῷ σημαίνει γενέσθαι, ἐάν τε δοῦλος ἐάν
15τε ἐλεύθερος τύχῃ ὤν, ἵν’ ᾖ τέλειος καὶ ἑαυτοῦ προνοῇ. ἀπορρέον δὲ τὸ γένειον ἢ ἀποξυρώμενον ἢ βίᾳ πρός τινος ἀποσπώμενον ἰδεῖν πρὸς τῷ τοὺς ἀφ’ αἵματος διαφθεί‐ ρειν βλάβας ἅμα καὶ αἰσχύνας προδηλοῖ.

1

.

31

Ἡ περὶ ὀδόντων κρίσις πολλὴν ἐπιδεχομένη διαίρεσιν παρ’ ὀλίγων πάνυ κατώρθωται τῶν καθ’ ἡμᾶς ὀνειροκρι‐ τῶν, Ἀριστάνδρου τοῦ Τελμησσέως ὑποθήκας τὰς πλεί‐ στας καὶ ἀρίστας ὑποθεμένου. ἔχει δὲ ὧδε. τῶν ὀδόντων
5οἱ μὲν ἄνωθεν τοὺς κατὰ τὸν οἶκον τοῦ ἰδόντος βελτίονάς τε καὶ διαφέροντας ἀνθρώπους σημαίνουσιν, οἱ δὲ κάτω‐ θεν τοὺς ὑποδεεστέρους· οἶκον μὲν γὰρ ἡγεῖσθαι χρὴ τὸ στόμα, τοὺς δὲ ὀδόντας τοὺς κατὰ τὸν οἶκον ἀνθρώπους, ὧν οἱ μὲν δεξιοὶ ἄνδρας σημαίνουσιν οἱ δὲ εὐώνυμοι γυναῖ‐
10κας, πλὴν εἰ μή τινα σπάνια προσπίπτοι, οἷον εἰ πορνοβο‐ σκὸς ὤν τις πάσας ἔχοι θηλείας ἢ φιλογέωργος ὢν πάν‐
τας ἄρρενας· ἐπὶ γὰρ τούτων οἱ μὲν δεξιοὶ [τοὺς] πρεσβυ‐ τέρους καὶ πρεσβυτέρας σημαίνουσιν, οἱ δὲ εὐώνυμοι νεωτέρους καὶ νεωτέρας. καὶ κομιδῇ μὲν νέους οἱ τομεῖς37
15λεγόμενοι, τοῦτ’ ἔστιν οἱ ἐμπρόσθιοι ὀδόντες, μεσήλικας δὲ οἱ κυνόδοντες, πρεσβύτας δὲ οἱ μύλοι, [οὓς γομφίους ἔνιοι καλοῦσιν]. ὁποῖον οὖν ἄν τις ἀποβάλῃ ὀδόντα, τοι‐ ούτου ἀνθρώπου στερηθήσεται. ἐπειδὴ δὲ οὐ μόνον ἀν‐ θρώπους ἀλλὰ καὶ κτήματα οἱ ὀδόντες σημαίνουσιν,
20ἡγεῖσθαι χρὴ τοὺς μὲν μύλους τὰ κειμήλια σημαίνειν, τοὺς δὲ κυνόδοντας τὰ μὴ πολλῆς ἄξια τιμῆς, τοὺς δὲ τομεῖς τὰ ἔπιπλα τῶν σκευῶν. εἰκὸς οὖν ἐκπίπτοντας αὐτῶν τινας κτημάτων ἀπώλειαν σημαίνειν. ἔτι δὲ καὶ οἱ ὀδόντες καὶ χρείας σημαίνουσι βιωτικάς· καὶ
25τούτων οἱ μὲν μύλοι μυστικὰς καὶ ἀπορρήτους, οἱ δὲ κυνόδοντες τὰς μὴ πολλοῖς καταφανεῖς, οἱ δὲ τομεῖς τὰς φανερωτάτας καὶ τὰς διὰ λόγου καὶ φωνῆς κατεργα‐ ζομένας. ἐκπίπτοντες οὖν οἱ ὀδόντες τῶν ὁμοίων χρειῶν ἐμπόδιοι γίνονται. φέρε δὴ περὶ αὐτῶν ἤδη διαλάβωμεν.
30τοῖς χρεώσταις οἵτινες ἂν ἐκπίπτωσιν ὀδόντες, ἀπόδοσιν τῶν χρεῶν σημαίνουσι. [τοῦτο μὲν οὖν κοινὸν καὶ κατη‐ μαξευμένον, ὅμως δὲ εἰρήσεται τίνα οἱ ὀδόντες σημαίνου‐ σιν.] καὶ ἐὰν μὲν ἕνα τις ἐκβάλῃ ὀδόντα, ἑνὶ ἀποδώσει ἢ πολλοῖς ἅπαξ· ἐὰν δὲ πολλούς, πολλοῖς ἀποδώσει ἢ ἑνὶ
35πολλάκις· [καὶ ἐὰν θραυομένους, κατὰ λεπτὸν ἀποδώσει]. καὶ ἐὰν μὲν ἀπόνως ἐκβάλῃ, ἐργασάμενος καὶ πορίσας· ἐὰν δὲ ἐπὶ τῇ ἐκβολῇ ἀλγεῖν νομίσῃ, ἀποδόμενός τι τῶν
οἴκοθεν. ὀδόντες ἐμπρόσθιοι ἐκβληθέντες οὐδὲν ἐῶσι πρᾶξαι διὰ λόγου. καὶ ἐὰν μὲν ἕπηται αὐτοῖς πόνος ἢ αἷμα38
40ἢ σαρκία, τέλεον περιγράφουσι καὶ ἀναιροῦσι τὰ προκεί‐ μενα· ἐὰν δὲ ἀταλαιπώρως ἐκπίπτωσι, τὸ παρὸν ὑπερτί‐ θενται μόνον. ὀδόντες ὁμοῦ πάντες ἐκπίπτοντες ἔρημον τὸν οἶκον σημαίνουσι πάντων ὁμοῦ κατασταθῆναι ἐπί τε τῶν ἐρρωμένων καὶ ἐλευθέρων καὶ μὴ ἐμπόρων, ἐπεὶ τοῖς
45νοσοῦσι μακρονοσίαν μὲν καὶ φθίσιν προαγορεύουσι, τὸ δὲ μὴ ἀποθανεῖν διαβεβαιοῦνται· ἄνευ μὲν γὰρ ὀδόντων οὐκ ἔστι χρήσασθαι ὑγιεινῇ τροφῇ ἀλλὰ ῥοφήματι καὶ χυλῷ, οὐδεὶς δὲ τῶν ἀποθανόντων ὀδόντας ἀπόλλυσι. [διὸ σωτή‐ ριον πᾶν τὸ μὴ τοῖς νεκροῖς συμβαῖνον τοῖς νοσοῦσι καθ‐

1

.

31

(50)

ίσταται. ἄμεινον δὲ τοῖς νοσοῦσιν ἅπαντας τοὺς ὀδόντας ἀπολέσαι· θᾶττον γὰρ ἀνίσταται.] δούλῳ δὲ ἐλευθερίαν προαγορεύει τὸ μηδένα ἔχειν ὀδόντα· ἢ γὰρ οὐ διδοὺς ἀποφοράν, ὥσπερ τοῖς ὀδοῦσι τροφήν, ἢ οὐ λαμβάνων παρ’ ἄλλου τροφάς, ὥσπερ οὐδὲ ὑπὸ τῶν ὀδόντων τρεφό‐
55μενος, πάντως ἔσται ἐλεύθερος. ἐμπόροις δὲ ταχέως τὰ φορτία διαθέσθαι σημαίνει τὸ τοιοῦτον ὄναρ, καὶ μάλιστα ἐὰν κινούμενα ᾖ. αὐξήσαντες δέ τινες τῶν ὀδόντων καὶ ἑτερομεγεθήσαντες στάσιν κατὰ τὸν οἶκον τοῦ ἰδόντος ἔσεσθαι σημαίνουσιν, ἐπειδὴ τῇ ἁρμονίᾳ οὐκέτι χρῶνται
60[καὶ ὅταν σαλευόμενοι μὴ ἐκπίπτωσιν]. ὅσοι δὲ μέλανας ἢ σεσηπότας ἢ κολοβοὺς ἔχοντες ὀδόντας ὄναρ ἔδοξαν ἀποβεβληκέναι, οὗτοι πάσης δυσχερείας καὶ παντὸς ἀπαλ‐
λαγήσονται κακοῦ. πολλάκις δὲ καὶ πρεσβύτας ἀπέβαλόν τινες. ὀδόντας δοκεῖν ἔχειν ἐλεφαντίνους ἀγαθὸν πᾶσι·39
65τοῖς μὲν γὰρ φιλολόγοις εὐέπειαν τοῖς δὲ ἄλλοις πολυτέ‐ λειαν κατὰ τὸν οἶκον σημαίνουσι. χρυσέους δὲ δοκεῖν ἔχειν ὀδόντας φιλολόγοις μόνοις ἀγαθόν· ὡς γὰρ ἀπὸ χρυσέων φθέγγονται τῶν ὀδόντων· τοῖς δὲ ἄλλοις πυρ‐ καϊὰς ἐσομένας κατὰ τὸν οἶκον σημαίνει. κηρίνους δὲ
70δοκεῖν ἔχειν ὀδόντας σύντομον παρίστησι θάνατον· οὐ γάρ εἰσιν οἱ τοιοῦτοι τροφῆς τμητικοί. μολυβδίνους δὲ ἔχειν ἢ κασσιτερίνους ἀτιμίαν καὶ αἰσχύνην σημαίνει, ὑαλί‐ νους δὲ ἢ ξυλίνους βιαίους ἐπάγει θανάτους. ἀργύρεοι δὲ ὀδόντες χρήματα πορίσαι σημαίνουσι διὰ λόγων, πλου‐
75σίοις δὲ εἰς τροφὰς τὰ χρήματα δαπανῆσαι. εἰ δέ τις ἐκβα‐ λὼν τοὺς προτέρους ὀδόντας ἄλλους ἀναφύεσθαι νομίσειεν, ἀλλαγὴν αὐτῷ τοῦ παντὸς βίου σημαίνει τὸ ὄναρ, ἐπὶ μὲν τὸ κρεῖττον, ἐὰν ὦσιν οἱ δεύτεροι ὀδόντες τῶν προτέρων βελτίονες, ἐπὶ δὲ τὸ χεῖρον, ἐὰν ὦσι χείρονες. σαρκία δὲ
80ἢ ἀκάνθια ἢ ἄλλο τι δοκεῖν ἐν τοῖς ὀδοῦσιν ἔχειν κωλύει φθέγγεσθαι περί τινων ἀναγκαίων, ἔτι καὶ ἀπραξίαν προ‐ αγορεύει. εἰ δέ τις τοιαῦτά τινα ἐν τοῖς ὀδοῦσιν ἔχων τάδε ἐξαιρεῖν νομίσειε, παύσεται ἀπραγῶν καί τι διὰ λόγου πράξει.

1

.

32

Γλῶσσαν σύμμετρον ἔχειν καὶ κατάλληλον τῷ στόματι
καὶ τρανὸν φθέγγεσθαι πᾶσιν ἀγαθόν, τὸ δὲ μὴ δύνασθαι φθέγγεσθαι ἢ τὴν γλῶσσαν δεδεμένην ἔχειν ἀπραξίαν ἅμα καὶ πενίαν σημαίνει· παραιρεῖται γὰρ καὶ τὴν τῶν40
5λόγων παρρησίαν ἡ πενία. εἴποι δ’ ἄν τις ἐνταῦθα καὶ τὸ Θεόγνιδος πᾶς γὰρ ἀνὴρ πενίῃ δεδμημένος οὔτε τι εἰπεῖν
οὐθ’ ἕρξαι δύναται. γλῶσσα δέ οἱ δέδεται. γλῶσσα δὲ οἰδήσασα γυναικὶ 〈τῇ〉 τοῦ ἰδόντος νόσον ση‐
10μαίνει, ἐὰν ἔχῃ· εἰ δὲ μή, αὐτῷ. καὶ ὑπὲρ τὸ στόμα πί‐ πτουσα ἀπὸ προπετείας λόγων βλάβην σημαίνει, πολλάκις δὲ καὶ τὴν γυναῖκα τοῦ ἰδόντος μοιχάδα οὖσαν διέβαλε. τὸ δὲ δοκεῖν τρίχας ἔχειν ἐκ τῆς γλώττης πεφυκυίας εἴτε λευκὰς εἴτε μελαίνας οὐκ ἀγαθὸν ἂν εἴη. καίτοι λέγουσι
15τοῖς ἀπὸ λόγων ποριζομένοις ἀγαθὸν εἶναι. ἡμεῖς δὲ ἐτη‐ ρήσαμεν πᾶσι κακὰν τὸ τοιοῦτο γενόμενον· οὐδὲν γὰρ τῶν μὴ ἀργῶν καὶ ἀτριβῶν φύει τρίχας, δεῖ δὲ τὴν γλῶτ‐ ταν μὴ ἀργὴν ἔχειν. καὶ αἱ μέλαιναι μὲν θᾶττον ἐπάγουσιν αἱ δὲ λευκαὶ βράδιον τὰ ἀποτελέσματα. ὅσα δὲ ἐτήρησα
20περὶ τοῦ ὀνείρου τούτου, ταῦτα γράφω. τοῖς μὲν διὰ φωνῆς ἐργαζομένοις σχολὴν πρὸς λόγους ἡ γλῶσσα ἔσχε, τοῖς δὲ λοιποῖς πρὸς τροφάς· ἢ γὰρ ἐνόσησαν πολλῷ χρόνῳ καὶ οὐκ ἐχρήσαντο ταῖς κατὰ τὸ ἔθος τροφαῖς, ἢ ἤδη νοσήσαντες ἀπέθανον. μαρτυρήσειε δ’ ἂν καὶ Ἀπολ‐
25λώνιος ὁ Ἀτταλεὺς ἐν 〈τῷ〉 δευτέρῳ τῆς ἑαυτοῦ συντάξεως
πολλὰ περὶ τοῦ ὀνείρου τούτου λέγων. οὐδὲν δὲ διαφέρει ἐξ αὐτῆς τῆς γλώσσης πεφυκέναι τὰς τρίχας ἢ ἐκ τῆς ὑπερῴας ἢ ἐκ τῶν οὔλων ἢ ἐκ τῶν ὀδόντων ἢ ἐκ τῶν χει‐ λῶν· τὸ γὰρ αὐτὸ σημαίνουσιν.41

1

.

33

Αἷμα ἐμεῖν πολὺ μὲν καὶ εὔχρουν καὶ μὴ διεφθορὸς ἀγα‐ θὸν πένητι, πρόσκτησιν γὰρ σημαίνει καὶ περιουσίαν χρη‐ μάτων, ὅτι τὸν ἴσον ἔχει λόγον τῷ αἵματι τὸ ἀργύριον, ὡς καὶ οἱ παλαιοὶ ἄνδρες σοφοὶ διέλαβον· ἀγαθὸν δὲ καὶ
5ἄπαιδι καὶ τῷ συγγενῆ ἀπόδημον ἔχοντι· ὁ μὲν γὰρ τέκ‐ νον γενόμενον ὁ δὲ συγγενῆ ἀνακομισθέντα ἀπὸ τοῦ αὐτοῦ αἵματος ὄντας ἑκατέρους ὄψονται. ἀλλ’ εἰ μὲν εἰς ἀγγεῖον ῥέοι τὸ αἷμα, τραφήσεται μὲν ὁ παῖς, ζήσεται δὲ καὶ ὁ ἀπόδημος μετὰ τὴν ἀνακομιδήν· εἰ δὲ χαμαὶ ῥέοι, ἀμφότε‐
10ροι τεθνήξονται· ** καὶ ὁ ἀπόδημος εἰς τὴν ἑαυτοῦ πορεύ‐ σεται [διὰ τὸ αἷμα], τοῦτ’ ἔστιν [ἑαυτοῦ] εἰς τὴν γῆν, ἥτις ἐστὶ 〈κοινὴ πάντων〉 πατρίς. αἷμα φερόμενον ἰδεῖν ἄτοπον τῷ λανθάνειν βουλομένῳ· ἐλεγχθήσεται γάρ. τὸ δὲ διεφθορὸς αἷμα πᾶσιν ἐπίσης νόσον σημαίνει. τὸ δὲ
15ὀλίγον σφόδρα, ὥστε μὴ ἐμεῖν δοκεῖν ἀλλὰ πτύειν, πρὸς τοὺς οἰκείους ἐτηρήσαμεν στάσιν σημαῖνον. χολὴν δὲ ἢ φλέγμα ἐμεῖν τῷ μὲν ὄντι ἐν συμφορᾷ ἤ τινι ἀνίᾳ ἢ νόσῳ ἀνάπαυλαν τῶν ἐνεστώτων σημαίνει κακῶν· πάντα γὰρ τὰ τοιαῦτα ἀποκριθέντα οὐκέτι ἐνοχλεῖ. τῷ δὲ κατὰ προ‐
20αίρεσιν ἀναστρεφομένῳ πρότερον ἐπάγει τι τῶν δεινῶν
καὶ τότε ἀπαλλάσσει. τροφὴν δὲ ἐμεῖν βλάβην σημαίνει ἡντιναοῦν διὰ τὴν τοῦ σώματος ἀτροφίαν. τὰ δὲ ἑαυτοῦ ἔντερα ἢ σπλάγχνα διὰ τοῦ στόματος ἀποκρίνειν τέκνων ὄλεθρον καὶ ἀνδρὶ καὶ γυναικὶ προαγορεύει, τοῖς δὲ ἄπαισι42
25τῶν ὄντων αὐτοῖς τὸ κράτιστον ἀπολέσαι σημαίνει· νο‐ σοῦντι δὲ θάνατον μαντεύεται τὸ ὄναρ. τούτων τὰς αἰτίας ὁ ἐπιὼν παρέξει λόγος.

1

.

34

Ὅ τι δ’ ἂν περὶ τὸν τράχηλον ἢ τὴν ὑπήνην ἕλκος ἢ πάθος ὄναρ ἔχειν νομίσῃ τις, νόσον ἐπίσης πᾶσι προαγο‐ ρεύει· ἐξήρτηται γὰρ τρόπον τινὰ τῆς κεφαλῆς καὶ τοῦ τραχήλου πᾶν τὸ σῶμα, καὶ τούτων ἐρρωμένων μὲν ἔρ‐
5ρωται, καμνόντων δὲ νοσεῖ τε καὶ οὐκ ἔρρωται.

1

.

35

Ἀφῃρῆσθαι δὲ δοκεῖν τῆς κεφαλῆς εἴτε ἐκ καταδίκης εἴτε ὑπὸ λῃστῶν εἴτε ἐν μονομαχίᾳ εἴτε οἱῳδήποτε τρόπῳ (οὐ γὰρ διαφέρει) πονηρὸν τῷ γονεῖς ἔχοντι καὶ τῷ τέκνα· γονεῦσι μὲν γὰρ ἔοικεν ἡ κεφαλὴ διὰ τὸ τοῦ ζῆν αἰτίαν
5εἶναι· τέκνοις δὲ διὰ τὸ πρόσωπον καὶ τὴν εἰκόνα. ἤδη δέ τινες καὶ γυναικὸς καὶ φίλου καὶ οἰκονόμου ἀγαθοῦ ἐπὶ τούτῳ τῷ ὀνείρῳ ἐστερήθησαν καὶ οὐκέτι ἔσχον τὸ ἐπιβλέπον τὰ κτήματα πρόσωπον. καί τις οἰκίαν ἔχων ἀπώλεσε τὴν οἰκίαν· καὶ γὰρ ἡ κεφαλὴ ὡς εἰπεῖν οἶκός
10ἐστι τῶν αἰσθήσεων. εἰ δέ τις ὁμοῦ πάντα ταῦτα ἔχοι, φα‐ νερὸν ὅτι μὴ εἰς πάντα ἀποβήσεται τὸ ὄναρ, ἀλλ’, ὡς ἐγὼ
ἐτήρησα, εἰς τὸν μᾶλλον ἐσπουδασμένον καὶ φιλούμενον καὶ ἀναγκαῖον ὄντα τῷ ἰδόντι. ἀγαθὸν δὲ τὸ ὄναρ τοῦτο τῷ φεύγοντι θανάτου δίκην· ὅσα γὰρ ἅπαξ περί τινα γίνε‐43
15ται καὶ ἀδύνατόν ἐστι δὶς αὐτὰ γενέσθαι, ταῦτα ὄναρ γενό‐ μενα οὐκέτι ἔσται· ἔφθασε γὰρ γενέσθαι. τραπεζίταις δὲ καὶ δανεισταῖς 〈καὶ〉 ἐρανάρχαις καὶ ναυκλήροις καὶ ἐμ‐ πόροις καὶ πᾶσι τοῖς χρήματα συνάγουσιν ἀπώλειαν τῶν κεφαλαίων διὰ τὸ ὁμώνυμον σημαίνει. ἀγαθὸν δὲ κατα‐
20χρέοις διὰ τὰ αὐτά. ὁ δὲ ἐπὶ ξένης ὢν εἰς τὴν ἑαυτοῦ κατ‐ έλθοι ἄν, καὶ ὁ περὶ γῆς δίκην ἔχων νικήσει· ἀφαιρεθεῖσα γὰρ ἡ κεφαλὴ εἰς τὴν γῆν πίπτει καὶ ἐν αὐτῇ μένει καὶ τῷ λοιπῷ σώματι παρέχει τὸ μηκέτι λυπεῖσθαι. δούλῳ δὲ ἐν πίστει μὲν ὄντι τῆς πίστεως παραλυθῆναι σημαίνει· οὐ γάρ
25τις πρὸ καταγνώσεως τραχηλοκοπεῖται ἢ ὅτι μὴ ἔχων κε‐ φαλὴν οὐ πιστεύεται· ‘ἀκέφαλον‘ γὰρ λέγομεν τὸν ἄτιμον· τοῖς δὲ λοιποῖς πᾶσιν ἐλευθερίαν σημαίνει τὸ ὄναρ· κυρία γὰρ τοῦ σώματος οὖσα ἡ κεφαλὴ ἐπειδὰν ἀφαιρεθῇ, χωρι‐ σθέντα τοῦ δεσπότου τὸν οἰκέτην ἐλεύθερον σημαίνει ἔσεσ‐
30θαι. πολλοὶ δὲ αὐτὸ μόνον ἐπράθησαν. ἐν δὲ ταῖς περὶ ἐπιτι‐ μίας ἢ χρημάτων δίκαις καταδίκην μαντεύεται τὸ ὄναρ, καὶ ἡ αἰτία φανερά. εἰ δέ τις πλέων ἴδοι τὸν ὄνειρον τοῦ‐ τον, ἀπολεῖσθαι τοῦ πλοίου τὴν ἱστοκεραίαν σημαίνει, εἰ μὴ τῶν ναυτῶν τις εἴη ὁ ἑορακώς· ἐπὶ γὰρ τούτων ἐτή‐
35ρησα τοῖς ἄρχουσι θάνατον σημαῖνον· ἄρχει δὲ περινέου μὲν ὁ τοίχαρχος, τοιχάρχου δὲ ὁ πρῳρεύς, πρῳρέως δὲ ὁ
κυβερνήτης, κυβερνήτου δὲ ὁ ναύκληρος· ἐπὶ δὲ τῶν ἐμπό‐ ρων καὶ ἐπιβατῶν [τοῦ παντὸς σώματος εἰς τὴν ναῦν διῃ‐ ρημένου] κεφαλὴν ἄν τις λέγοι τὴν ἱστοκεραίαν. οἶδα δέ44
40τινα, ὃς ἔδοξε τετραχηλοκοπῆσθαι καὶ ὢν Ἕλλην ἔτυχε τῆς Ῥωμαίων πολιτείας καὶ οὕτως ἀφῃρέθη τοῦ προτέ‐ ρου ὀνόματός τε καὶ ἀξιώματος. Δύο δὲ ἔχειν κεφαλὰς ἢ τρεῖς ἀγαθὸν ἀθλητῇ· τοσού‐ τους γὰρ ἀγῶνας στεφανωθήσεται. ἀγαθὸν δὲ καὶ πένητι·
45πρὸς γὰρ τῷ πολλὰ κεφάλαια κτήσασθαι καὶ οὐσίαν περι‐ βάλλεσθαι πολλὴν καὶ παῖδες αὐτῷ ἀγαθοὶ καὶ γυνὴ κατα‐ θύμιος ἔσται. πλουσίῳ δὲ ἐπανάστασιν σημαίνει ἔκ τινων συγγενῶν. καὶ ἐὰν μὲν ἡ προτέρα ὑπερέχῃ κεφαλή, οὐ καθελοῦσιν αὐτὸν οἱ ἐπαναστάντες· ἐὰν δὲ ὑπερέχηται,

1

.

35

(50)

κίνδυνον αὐτῷ καὶ θάνατον σημαίνει. Ἀπεστραμμένην ἰδεῖν τὴν ἑαυτοῦ κεφαλήν, ὥστε τὰ ὀπίσω βλέπειν, κωλύει μὲν τῆς ἑαυτοῦ μετανίστασθαι πατρίδος μετάνοιαν ἐπὶ τῇ ἀποδημίᾳ προαγορεῦον, κωλύει δὲ καὶ πᾶν ὁτιοῦν πράττειν ἄλλο· οὐ γὰρ τὰ νῦν κεχαρι‐
55σμένα ἀλλὰ τὰ μέλλοντα βλέπειν κελεύει. τοῖς δ’ ἐπὶ ξένης οὖσι τὴν εἰς οἶκον ἀνακομιδὴν προαγορεύει ὀψὲ καὶ παρὰ προσδοκίαν· ἰδεῖν γὰρ καὶ παρὰ δύναμιν σημαίνει τὴν οἰκείαν.

1

.

37

Λέοντος καὶ λύκου καὶ παρδάλεως καὶ ἐλέφαντος κεφα‐
λὴν δοκεῖν ἔχειν ἀντὶ τῆς ἑαυτοῦ ἀγαθόν· μείζοσι γὰρ ἢ καθ’ ἑαυτὸν ἐγχειρήσας ὁ ἰδὼν πράγμασιν ἐπὶ τούτοις νίκης τεύξεται καὶ περιγενόμενος ὠφεληθήσεται πολλά,45
5φοβερὸς μὲν τοῖς ἐναντίοις †ἐπαχθὴς† δὲ τοῖς ἰδίοις γενό‐ μενος. πολλοὶ δὲ καὶ ἐπ’ ἀρχὰς καὶ ἡγεμονίας ὁρμήσαντες ἐπὶ τούτοις ** ἔτυχον. κυνὸς δὲ ἢ ἵππου ἢ ὄνου ἤ τινος τῶν ἄλλων τετραπόδων ἢ πετεινοῦ κεφαλὴν δοκεῖν ἔχειν ἀντὶ τῆς ἑαυτοῦ, εἰ μὲν τετραπόδου, δουλείαν καὶ ταλαιπωρίαν
10σημαίνει· εἰ δέ τινος τῶν πετεινῶν, τὸ μὴ μεῖναι ἐν τοῖς οἰκείοις χωρίοις, ἢ διὰ τὴν πτῆσιν, ἢ ὅτι τὰ ὀρνιθογενῆ οὐ μένει παρὰ τοῖς γονεῦσιν.

1

.

38

Ἐν ταῖς χερσὶ τὴν κεφαλὴν ἔχειν τὴν ἑαυτοῦ ἀγαθὸν ἄπαιδι καὶ ἀγάμῳ καὶ τῷ ἀπόδημον προσδεχομένῳ. εἰ δέ τις τημελήσειε τὴν κεφαλήν, οἰκονομήσει τι τῶν περὶ αὐτὸν κακῶς ἐχόντων καὶ διαλύσει τι τῶν ἐν τῷ βίῳ μοχθη‐
5ρῶν. τὸ δ’ αὐτὸ σημαίνει καὶ εἴ τις ἅμα κρατῶν [ἐν] ταῖς χερσὶ τὴν ἑαυτοῦ κεφαλὴν ἑτέραν ἔχειν νομίσειε 〈τῆσ〉 κατὰ φύσιν.

1

.

39

Κέρατα ἔχειν προσπεφυκότα βοὸς ἢ ἄλλου τινὸς ζῴου βιαίου ἐπάγει βιαίους θανάτους· ὡς δ’ ἐπὶ τὸ πολὺ τρα‐ χηλοκοπηθῆναι τὸν ἰδόντα σημαίνει· τοῦτο γὰρ καὶ τοῖς κέρατα φοροῦσι ζῴοις συμβαίνει.

1

.

40

Ὦμοι παχεῖς καὶ εὔσαρκοι πᾶσιν ἀγαθοὶ πλὴν τῶν ἐν δεσμοῖς ὄντων καὶ εἱρκτῇ· εὐανδρίαν γὰρ καὶ εὐπραξίαν σημαίνοντες τούτοις μόνοις εἰσὶ πονηροί· πλείονι γὰρ
χρόνῳ ὑπομενοῦσι τὰ δεινά, ὡς ἔτι τῶν ὤμων ἀντέχειν46
5δυναμένων. εἰ δέ τι πάθοιεν οἱ ὦμοι, τὰ ἐναντία τοῖς προ‐ ειρημένοις σημαίνουσι, πολλάκις δὲ καὶ ἀδελφοῦ θάνατον ἢ νόσον· καὶ γὰρ οἱ ὦμοι ἀδελφοί εἰσιν ἀλλήλων.

1

.

41

Στῆθος ὑγιὲς καὶ ἀπαθὲς ἀγαθόν. τὸ δὲ λάσιον καὶ πε‐ πυκνωμένον θριξὶν ἀνδράσι μὲν ἀγαθὸν καὶ κερδαλέον, γυναιξὶ δὲ χηρείαν μαντεύεται· ἀμελέστερον γὰρ διάγουσι καὶ δασύνονται, ἐπειδὰν μὴ παρῇ δι’ ὃν ἀσκοῦσι τὰ σώ‐
5ματα. ἀγαθοὶ δὲ καὶ οἱ μαζοὶ πάσης ἐκτὸς ὄντες αἰκίας. εἰ δὲ καὶ μείζονές τινι γίγνοιντο τὸ εὔρυθμον καὶ χάριεν φυλάσσοντες, τέκνων ἅμα καὶ σωμάτων ἐπίκτησιν προ‐ αγορεύουσι· παθόντες δέ τι καὶ οἷον ἡλκωμένοι νόσον ση‐ μαίνουσιν, ἀποπίπτοντες δὲ θάνατον παισὶ τοῦ ἰδόντος·
10οὐκ ὄντων δὲ παίδων ἀπορίας εἰσὶ σημαντικοί, πολλάκις δὲ καὶ πένθους, μάλιστα δὲ γυναιξίν· αὗται γὰρ ἐν 〈τῷ〉 πένθει καὶ τοὺς μαζοὺς λωβῶνται. τροφῷ δέ, εἰ τέκνον ἔχοι, εἰς τὸ τρεφόμενον ἀποβήσεται. πολλοὺς δὲ ἔχειν μαζοὺς τὸ αὐτὸ σημαίνει τῷ δοκεῖν τοὺς ὄντας μείζονας
15γεγονέναι, γυναικὶ δὲ καὶ μοιχείαν. τιτρώσκεσθαι δὲ κατὰ τὸ στῆθος ὑπὸ οὑτινοσοῦν γνωρίμου λυπηρὰν ἀκοῦ‐ σαί ποθεν ἀγγελίαν σημαίνει τοῖς πρεσβύταις· νέοις δὲ καὶ ἀνδράσι καὶ γυναιξὶν ἔρωτα δηλοῖ.

1

.

42

Χεῖρες εὔτονοι καὶ καλαὶ εὐπραξίαν σημαίνουσι μάλιστα χειροτέχναις καὶ τοῖς διὰ δόσεως καὶ λήψεως ποριζομέ‐
νοις· φοβουμένῳ δὲ δεθῆναι οὐκ ἄφοβον τὸ ὄναρ. ἤδη δὲ κατὰ μέρος περὶ τῶν χειρῶν ἐρῶ. ὅ τι ἂν οἱ βραχίονες47
5πάθωσι, πένθος σημαίνουσιν· ὅ τι δ’ ἂν οἱ πήχεις, παρα‐ λύουσι τῶν ἐν χερσὶ πραγμάτων καὶ τῶν ὑπηρετούντων στερίσκουσιν. ἤκουσα δέ τινος τῶν περὶ ταῦτα δεινῶν λόγον λέγοντος ἐμοὶ μὲν ἀρέσκοντα, ἐπεὶ καὶ ταῖς ἀποβά‐ σεσιν ἀκόλουθον ὄντα εὗρον αὐτόν· εἰ δέ τῳ μὴ πιθανὰ
10δοκῶ λέγειν, οἷς ἀρέσκεται χρήσθω. σημαίνειν γὰρ ἔφη τὴν μὲν δεξιὰν χεῖρα τὰ ποριζόμενα τὴν δὲ εὐώνυμον τὰ πεπορισμένα· ἡ μὲν γὰρ πρὸς τὸ λαβεῖν ἕτοιμος, ἡ δὲ ἐπιτήδειος πρὸς τὸ φυλάξαι. ἔστι δὲ παλαιὰ διαίρεσις καὶ ἀληθὴς καὶ ἥδε. σημαίνει ἡ μὲν δεξιὰ χεὶρ υἱὸν πατέρα
15φίλον καὶ [ἄλλον] ὃν ἐν τῇ συνηθείᾳ καταχρώμενοι λέγο‐ μεν 〈ὅτι〉 ἡ δεξιὰ χείρ ἐστι τοῦ δεῖνος· ἡ δὲ εὐώνυμος γυναῖκα μητέρα ἀδελφὴν θυγατέρα δούλην. ὁποτέρας οὖν ἄν τις δόξῃ ἀφῃρῆσθαι, στερηθήσεταί τινος τῶν ὑπ’ αὐτῆς σημαινομένων. κοινῇ δὲ αἱ χεῖρες ἀμφότεραι σημαίνουσι
20τέχνας χειρόγραφα λόγους· τέχνας μὲν ἐπεὶ διὰ χειρῶν αἱ τέχναι, χειρόγραφα δὲ ὅτι καὶ αὐτὰ χεῖρες λέγονται, λό‐ γους δὲ ἐπεὶ ἅμα τοῖς λόγοις αἱ χεῖρες κινοῦνται. ὅτι μὲν γὰρ ναύταις καὶ ὀρχησταῖς καὶ θαυματοποιοῖς μὴ ἔχειν [τὰς] χεῖρας οὐκ ἀγαθόν, ἐπειδὴ ἄνευ τούτων οὐχ οἷοί τέ
25εἰσιν ἐργάζεσθαι, δῆλον δήπουθέν ἐστι πᾶσιν. Δάκτυλοι χειρῶν ἀποβαλλόμενοι πάντες ἢ ἐκ μέρους βλάβας σημαίνουσι καὶ ὑπηρετῶν ἀπώλειαν, γραφεῦσι δὲ καὶ φιλολόγοις σχολὴν καὶ ἀργίαν, τοῖς δὲ ὀφείλουσι πλέον τοῦ δέοντος ἀποδοῦναι καὶ τοῖς δανείζουσιν ἧττον48
30ἀπολαβεῖν. οἶδα δέ τινα, ὃς μέλλων δανείζεσθαι ἔδοξε δακτύλους οὐκ ἔχειν. τούτῳ ὁ δανειστὴς καὶ μὴ γρά‐ ψαντι ἐπίστευσεν. Πλείονας ἔχειν δακτύλους τἀναντία σημαίνει τῷ δοκεῖν ἥττονας ἔχειν· ὅσοι γὰρ προσγίνονται τοῖς κατὰ φύσιν
35δακτύλοις, αὐτοί τε ἅμα εἰσὶν ἀργοὶ καὶ τοὺς ἐξ ὧν πεφύ‐ κασιν ἀργοὺς ποιοῦσι. πλανώμενοι δέ τινες ἀγαθὸν ὑπέλα‐ βον εἶναι τὸ τοιοῦτο. Τρίχας ἔχειν ἐκ τῶν χειρῶν πεφυκυίας ἀπὸ μὲν τῶν καρπῶν δεσμὰ σημαίνει, ἀπὸ δὲ τῶν πλατειῶν τῶν ἐντὸς
40σχολὴν καὶ ἀγρίαν πᾶσι σημαίνει, μάλιστα δὲ γεωργοῖς καὶ χειροτέχναις· οὐκέτι γὰρ περὶ τὰ ἔργα τριβομένων τῶν χειρῶν οὐδὲ πυκνουμένης τῆς ἐπιφανείας εἰκὸς ἂν εἴη καὶ τρίχας ἀναφανῆναι. Πολλὰς χεῖρας ἔχειν ἀγαθὸν χειροτέχνῃ· οὐ γὰρ παύ‐
45σεται ἐργαζόμενος· τρόπον γάρ τινά φησιν αὐτῷ τὸ ὄναρ ‘δεῖ σοι χειρῶν πλειόνων διὰ τὸ τῶν ἔργων πλῆθος.‘ ἀγα‐ θὸν δὲ καὶ τοῖς δικαιοπραγοῦσι· πρόσκτησιν γὸρ καὶ τέ‐ κνων καὶ οἰκετῶν σημαίνει καὶ χρημάτων ὁ ὄνειρος, ὡς πολλάκις ἐτήρησα· κακούργοις δὲ δεσμὰ καὶ οὕτως περὶ

1

.

42

(50)

ἓν σῶμα πολλὰς γενέσθαι χεῖρας σημαίνει.49

1

.

43

Λαγόνας καὶ ὑπογάστριον καὶ πάντα τὰ μέχρι βουβώ‐ νων τὴν τοῦ σώματος ἰσχύν τε καὶ ὕπαρξιν σημαίνειν νο‐ μιστέον. τοιγαροῦν ἐάν τι ταῦτα τὰ μέρη πάθῃ, νόσον μὲν τῷ σώματι, ἔνδειαν δὲ κατὰ τὸν βίον προαγορεύει. αὐτὸς
5δὲ ὁ ὀμφαλὸς ὄντων μὲν γονέων τοὺς γονεῖς, οὐκ ὄντων δὲ τὴν πατρίδα σημαίνει, ἧς ἐξέφυ τις καὶ ἐξεγένετο, ὥσπερ καὶ τοῦ ὀμφαλοῦ. ἐὰν οὖν τι περὶ τὸν ὀμφαλὸν δυσχερὲς γένηται, στερηθῆναι γονέων ἢ τῆς πατρίδος σημαίνει, καὶ τὸν ἐπὶ ξένης ὄντα οὐκ ἐπανάγει.

1

.

44

Ἀνατετμῆσθαι δοκεῖν καὶ ἰδεῖν τὰ ἐντὸς ἑαυτοῦ κατὰ φύσιν καὶ ἕκαστον κοσμίως κείμενον ἀγαθὸν ἄπαιδι καὶ πένητι· ὁ μὲν γὰρ ὄψεται παῖδας ἰδίους, ὁ δὲ κτήματα· καὶ γὰρ οἱ παῖδες σπλάγχνα λέγονται ὡς ἐντόσθια, καὶ
5ὥσπερ οἴκῳ κτήματα, οὕτω τὰ σπλάγχνα ταῖς λαγόσιν ἔγκειται. πλουσίῳ δὲ καὶ παντὶ τῷ λανθάνειν πειρωμένῳ ἀσχημοσύνην καὶ ἔλεγχον μαντεύεται. δεινὸν δὲ πᾶσι τὸ ὑπό τινος κατανοεῖσθαι τὰ σπλάγχνα· πραγμάτων γὰρ πονηρῶν καὶ δικῶν ἐπαγωγὴν σημαίνει καὶ τὰ κρυπτὰ
10ἐλέγχει. ἀνατμηθέντα δὲ δοκεῖν κενὸν εἶναι, μηδενὸς τῶν σπλάγχνων ἐντὸς ὄντων, ἔρημον τὸν οἶκον τοῦ ἰδόντος ἔσε‐ σθαι σημαίνει καὶ τέκνων ὄλεθρον καὶ τῷ νοσοῦντι θάνατον. ἀγαθὸν δ’ ἂν εἴη μόνῳ τῷ ἐν πολλοῖς κακοῖς ὄντι καὶ ἀνι‐ ωμένῳ· τῶν γὰρ ἐν ποσὶ κακῶν παῦλαν προσημαίνει·
15ὁ γὰρ τὰ περιεκτικὰ τῶν φροντίδων ἀπολέσας εἰκότως
ἄλυπός ἐστιν. ἔτι κἀκεῖνο χρὴ σκοπεῖν· ἡ καρδία γυναῖκα σημαίνει ἀνδρὸς ἰδόντος, ἄνδρα δὲ γυναικὸς ἰδούσης διὰ τὸ τὴν ὅλην τοῦ σώματος ἔχειν διοίκησιν. καὶ τὸν θυμὸν τοῦ ἰδόντος καὶ τὸ πνεῦμα· τούτων γάρ ἐστι περιεκτική.50
20καὶ ὁ πνεύμων ὁμοίως. ἧπαρ δὲ τέκνον καὶ βίον καὶ φροντίδας, χολὴ δὲ τὸν θυμὸν καὶ χρήματα καὶ γυναῖκα, σπλὴν δὲ ἡδονὰς καὶ γέλωτα καὶ τὰ ἔπιπλα τῶν σκευῶν, κοιλία δὲ καὶ ἔντερα τέκνα πρῶτον, εἶτα δανειστάς, ἐπεὶ μετὰ πολλῆς βίας ἀπαιτεῖ τροφάς. νεφροὶ δὲ ἀδελφοὺς
25καὶ συγγενεῖς καὶ ** τέκνα. ὅθεν μένοντα μὲν ταῦτα μεῖναι καὶ τὰ σημαινόμενα ὑπ’ αὐτῶν σημαίνει, διπλού‐ μενα δὲ πάντα ἢ ἕκαστον ἰδίᾳ διπλᾶ ἔσεσθαι τὰ σημαι‐ νόμενα δηλοῖ.

1

.

45

Τὸ αἰδοῖον ἔοικε γονεῦσι μέν, ἐπεὶ τὸν σπερματικὸν ἐπέχει λόγον· τέκνοις δέ, ἐπεὶ καὶ αὐτὸ τέκνων αἴτιον. γυ‐ ναικὶ δὲ καὶ ἐρωμένῃ, ὅτι πρὸς ἀφροδίσια ἐπιτήδειόν ἐστιν. ἀδελφοῖς δὲ καὶ πᾶσι τοῖς καθ’ αἷμα προσήκουσιν, ἐπεὶ
5τοῦ παντὸς οἴκου ὁ λόγος ἤρτηται ἀπὸ τοῦ αἰδοίου. ἰσχύι δὲ καὶ τῇ τοῦ σώματος ἀνδρείᾳ, ὅτι καὶ αὐτὸ τούτων αἴτιον· διὸ ἀνδρεία πρός τινων καλεῖται. λόγοις δὲ καὶ παιδείᾳ, ὅτι γονιμώτατον πάντων τὸ αἰδοῖόν ἐστιν ὥσπερ καὶ ὁ λόγος. εἶδον δὲ καὶ ἐν Κυλλήνῃ γενόμενος Ἑρμοῦ
10ἄγαλμα οὐδὲν ἄλλο ἢ αἰδοῖον δεδημιουργημένον λόγῳ τινὶ φυσικῷ. ἔτι καὶ περιουσίᾳ καὶ κτήσει διὰ τὸ ποτὲ μὲν ἐπιτετάσθαι ποτὲ δὲ ἀνεῖσθαι καὶ παρέχειν καὶ ἀποκρίνειν δύνασθαι. βουλεύμασι δὲ ἀπορρήτοις, ὅτι μήδεα καλεῖται τά τε βουλεύματα καὶ τὸ αἰδοῖον. πενίᾳ δὲ καὶ δουλείᾳ καὶ51
15δεσμοῖς ὅτι ἀναγκαῖον καλεῖται καὶ τῆς ἀνάγκης ἐστὶ σύμ‐ βολον. πρὸς δὲ καὶ ἀξιώματος ἐπιτιμίᾳ· αἰδὼς γὰρ καὶ ἐπιτι‐ μία καλεῖται. τοιγάρτοι παρὸν μὲν καὶ μένον ἐν τῇ τάξει τῇ οἰκείᾳ ἐπιδιαμεῖναι τὸ παρὸν ἑκάστῳ ὅ τι ἂν ᾖ ὅμοιον τῷ αἰδοίῳ σημαίνει, αὐξῆσαν δὲ καὶ ἐπαύξει, ἀφαιρεθὲν δὲ στε‐
20ρίσκει. διπλοῦν δὲ γενόμενον διπλᾶ τὰ ὄντα ἔσεσθαι σημαίνει πάντα πλὴν γυναικὸς ἢ ἐρωμένης· τούτων δὲ στερίσκει· δυσὶ γὰρ ἅμα αἰδοίοις οὐκ ἔνεστι χρῆσθαι. οἶδα δέ τινα, ὃς ἔδοξε τρία ἔχειν αἰδοῖα δοῦλος ὤν, καὶ ἐγένετο ἐλεύθερος καὶ ἀνθ’ ἑνὸς ὀνόματος τρία ἔσχε, 〈τὰ〉 δύο τοῦ ἀπελευθε‐
25ρώσαντος προσλαβών. ἀλλὰ τοῦτο ἅπαξ ἐγένετο· δεῖ δὲ μὴ ἀπὸ τῶν σπανίων ἀλλὰ τῶν ὡς ἐπὶ τὸ πολὺ ἐχόντων τὰς κρίσεις ποιεῖσθαι.

1

.

46

Οἱ βουβῶνες οὐ μακρὰν τῶν αἰδοίων ** οὐδὲ διάφορόν τι σημαίνουσιν. ὅθεν χρὴ κατὰ ταὐτὰ τοὺς βουβῶνας τοῖς αἰδοίοις ἐκλαμβάνειν. οἱ δὲ μηροὶ τὰ μὲν ἄλλα πάντα ἐπίσης τοῖς αἰδοίοις σημαίνουσι, μόνον δὲ
5πιαλέοι γενόμενοι τοῖς πλουσίοις ἀηδεῖς τετήρηνται· ὡς γὰρ ἐπὶ τὸ πλεῖστον περὶ τὰ ἀφροδίσια δαπάνας σημαί‐
νουσι σχεδὸν δὲ οὐδὲ δαπάνας ἀλλὰ βλάβας.52

1

.

47

Τὰ γόνατα πρός τε ἰσχὺν καὶ εὐανδρίαν ἐστὶ ληπτέα καὶ πρὸς κινήσεις καὶ πράξεις. ὅθεν ἐρρωμένα καὶ σῶα ὄντα ἀποδημεῖν τε καὶ ἄλλην κίνησιν ἡντιναοῦν ἐπιτρέπει κινεῖσθαι καὶ πράξεις ὑπαγορεύει καὶ ὑγεῖαν τῷ ἰδόντι·
5ἢν δέ τι πάθῃ, τἀναντία. ὅ τι δ’ ἂν ἐκ τῶν γονάτων φυτὸν πεφυκέναι δόξῃ τις ἀργοῖς χρήσεται τοῖς γόνασιν· ἐὰν δὲ νοσῶν ἴδῃ, τεθνήξεται· γῆθεν γὰρ φύεται τὰ φυτά, εἰς γῆν δὲ καὶ τὰ τῶν σωμάτων ἀναλύεται συγκρίματα. οἶδα δέ τινα, ὃς ἔδοξεν ἐκ τοῦ γόνατος τοῦ δεξιοῦ ἰδεῖν πεφυ‐
10κότα κάλαμον, καὶ συνέβη αὐτῷ σύριγγα ἐν τῷ γόνατι γενέσθαι· καὶ γὰρ ὁ κάλαμος γόνυ τε ἔχει καὶ σύριγξ γίνεται. πολλάκις δὲ τὰ γόνατα πρὸς ἀδελφοὺς καὶ κοι‐ νωνοὺς διατείνει, ἐπεὶ καὶ αὐτὰ ἀδελφά ἐστιν ἀλλήλων καὶ κοινωνεῖ τῆς πορείας. ἔτι καὶ ἀπελευθέρους σημαίνει·
15ἐπίσης γὰρ τοῖς ποσὶν ὑπηρετεῖ, πλὴν ὑπὲρ τοὺς πόδας ὄντα εἰκότως οὐχὶ δούλους ἀλλ’ ἀπελευθέρους σημαίνει.

1

.

48

Αἱ κνῆμαι ἔμπροσθέν τε καὶ ὄπισθεν τὰ αὐτὰ τοῖς γόνασι σημαίνουσι. σφυρὰ δὲ καὶ πόδες ἄκροι τὰ μὲν ἄλλα ἐπίσης τοῖς γόνασι σημαίνουσιν, ἐν δὲ τῷ μὴ ἀπελευθέρους ἀλλὰ δούλους σημαίνειν διαφέρουσι.
5 Πλείονας πόδας ἔχειν ἀγαθὸν ἐμπόρῳ καὶ ναυκλήρῳ καὶ παντὶ τῷ μισθωτοὺς τρέφοντι· σωμάτων γὰρ πλειόνων
ἄρξουσι. κυβερνήτῃ δὲ ἰδόντι τὸ ὄναρ γαλήνην σημαίνει· πλείοσι γὰρ ποσὶ χρήσεται τῆς νεὼς ἐρεσσομένης. ἀγαθὸν 〈δὲ〉 καὶ πένητι· κτήσεται γὰρ οἰκέτας. πλουσίῳ δὲ νόσον σημαίνει,53
10ἵνα μὴ τοῖς αὑτοῦ ποσὶ μόνοις ἀλλὰ καὶ τοῖς τῶν βαστα‐ ζόντων χρώμενος πλείονας ἔχειν δοκῇ. πολλοὺς δὲ τὸ ὄναρ τοῦτο καὶ τυφλοὺς ἐποίησεν, ἵνα χειραγωγοῖς χρήσωνται· καὶ πανούργους ἔδησεν, ἵνα μετὰ φυλάκων καὶ μὴ μόνοι προέρχωνται. οἶδα δέ τινα, ὃς ἔδοξε τοῦ παντὸς σώματος
15ἀτρέμα μένοντος τοὺς πόδας αὐτοῦ μόνους βαδίζειν καὶ προβαίνειν μὲν μηδὲ βραχύ, ὅμως δὲ κινεῖσθαι. συνέβη αὐτῷ εἰς ἀντλίαν καταδικασθῆναι· καὶ γὰρ τοῖς ἀντλοῦσι συμβέβηκε διαβαίνειν μὲν ὡς βαδίζουσιν, ἀεὶ δὲ μένειν ἐν τῷ αὐτῷ τόπῳ. ἔτι καὶ ἄλλος ἔδοξεν ἀπὸ τῶν ποδῶν αὐτοῦ
20ῥεῖν ὕδωρ, καὶ συνέβη καὶ τούτῳ εἰς ἀντλίαν καταδικα‐ σθῆναι ὄντι πανούργῳ, καὶ τοῦτον τὸν τρόπον ἀπὸ τῶν ποδῶν αὐτοῦ ἔρρευσεν ὕδωρ. ἕτερος δὲ τὸν αὐτὸν ἰδὼν ὄνειρον οὐκ ὢν πανοῦργος ὑδρωπίασε. τὸ δὲ δοκεῖν καιομένους ἰδεῖν τοὺς πόδας πᾶσιν ἐπίσης κακὸν καὶ σημαίνει ἀπο‐
25βολὴν καὶ διαφθορὰν 〈τῶν〉 ὑπαρχόντων, ναὶ μὴν καὶ παί‐ δων καὶ δούλων· ἐπίσης γὰρ τοῖς θεράπουσιν οἱ παῖδες ὑπηρετοῦσί τε τοῖς γονεῦσι καὶ θεραπεύουσιν αὐτοὺς ὥσπερ οἰκέται. ὅπερ τοὺς πολλοὺς ἔλαθε τῶν ὀνειροκριτῶν ἡγουμένους ὅτι οἱ πόδες μόνους οἰκέτας σημαίνουσι.
30μόνοις δὲ τὸ ὄναρ τοῦτο δρομεῦσι συμφέρει, ὅταν πρὸς ἀγῶνα ὄντες ἴδωσι· θᾶττον γὰρ καὶ ὡς εἰπεῖν ἐκ πυρὸς
ἁρπάσουσι τὰ σκέλη.54

1

.

49

Νῶτον δὲ καὶ τὰ ὀπίσθια πάντα τοῦ γήρως εἶναι σημαν‐ τικὰ νομίζομεν. ὅθεν ὀρθῶς ἔνιοι καὶ Πλούτωνος αὐτὰ καλοῦσιν ἴδια. τοιγαροῦν ὁποῖα ἄν τις αὐτὰ δόξῃ ἔχειν, τοιούτῳ χρήσεται τῷ γήρᾳ.

1

.

50

Ἐν τοῖς περὶ ἀλλοιώσεως πρῶτον χρὴ τὸ ποσὸν [ὅπερ κατὰ μέγεθος θεωρεῖται,] σκοπεῖν, δεύτερον τὸ ποιόν, [ὃ κατὰ τὴν ὕλην θεωρεῖται,] τρίτον τὸ κατὰ τὴν ἰδέαν [ὅπερ ἴδιον τῆς μορφῆς]. καὶ τὸ μὲν ποσόν, τοῦτ’ ἔστιν ἐκ μικροῦ
5μέγαν γενέσθαι ἢ ἐκ τοῦ ὄντος μείζω, ἀγαθόν, εἰ μὴ ὑπὲρ ἄνθρωπόν τις μέγας δόξειε γεγονέναι· οὐ γὰρ τὸ σῶμα ἀλλὰ τὰς πράξεις αὐξῆσαι σημαίνει τὸ ὄναρ καὶ τὸν βίον τοῦ ἰδόντος. τὸ δὲ ὑπὲρ ἄνθρωπον μέγαν δοκεῖν γεγονέναι θάνατον τῷ ἰδόντι σημαίνει· καὶ εἴ τις τὸ ἑαυτοῦ παιδίον
10βραχὺ ὂν ἄνδρα δόξειε γεγονέναι, τεθνήξεται τὸ παιδίον. δεινὸν δὲ καὶ πρεσβύτῃ τὸ εἰς παῖδα μεταβάλλειν· θάνατον γὰρ αὐτῷ σημαίνει. ἀγαθὸν δὲ ἀνδρὶ τὸ εἰς νεανίσκον μετα‐ βάλλειν καὶ νεανίσκῳ τὸ εἰς παῖδα· ἕκαστος γὰρ αὐτῶν ἐπὶ τὸ ὡραιότερον μεταβάλλει. ἀγαθὸν δὲ καὶ παιδὶ εἰς
15νεανίσκον καὶ νεανίσκῳ εἰς ἄνδρα καὶ ἀνδρὶ εἰς γέροντα μεταβάλλειν· ἕκαστος γὰρ αὐτῶν ἐπὶ τὸ ἐντιμότερον μετα‐ βάλλει. εἰ δὲ νεανίσκος εἰς γέροντα μεταβάλοι, τεθνήξεται
μὲν οὐχὶ ὡς ὁ παῖς, νοσήσει δέ. καὶ εἰ ἀνὴρ εἰς παῖδα μετα‐ βάλοι, ἀφρόνως 〈τι〉 πραγματευσάμενος βλαβήσεται· τὸ55
20γὰρ ποιητικὸν ὀρθῶς εἴρηται
αἰεὶ δ’ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται. Τὸ δὲ ποιὸν τῆς μεταβολῆς ὧδε ἔχει. εἰ μὲν εἰς γυναῖκα μεταβάλοι [ποτὲ] ἀνήρ, πένητι μὲν ἀγαθὸν καὶ δούλῳ· ὁ μὲν γὰρ ἕξει τὸν θρέψοντα αὐτὸν ὥσπερ καὶ γυνή,
25ὁ δὲ ἀπονώτερον δουλεύσει· μικρότεροι γὰρ οἱ γυναικῶν πόνοι. πλουσίῳ δὲ πονηρόν, καὶ μάλιστα πολιτευομένῳ· ὡς γὰρ ἐπὶ τὸ πολὺ οἰκουροῦσιν αἱ γυναῖκες. διὸ παρα‐ λύσει πάσης ἀρχῆς τὸν ἰδόντα τὸ ὄναρ. τοῖς δὲ σωμασκοῦσι νόσον σημαίνει· θηλύτεραι γὰρ γυναῖκες
30ἀνδρῶν. εἰ δὲ γυνὴ εἰς ἄνδρα μεταβάλοι, ἄγαμος μὲν οὖσα γαμηθήσεται καὶ ἄπαις οὖσα τεκνώσει ἄρρεν, καὶ οὕτως εἰς τὴν ἀνδρείαν μεταβάλλει φύσιν· ἄνδρα δὲ ἔχουσα καὶ υἱὸν χήρα διατελέσει· οὐ γὰρ ἀνδρὶ ἀνδρὸς ἀλλὰ γυναικὸς δεῖ. δούλῃ δὲ τὸ ὄναρ πλείονα τὴν δουλείαν
35ἐπάγει, ἀγαθὸν δὲ ἑταίρᾳ· ἡ μὲν γὰρ ἐπὶ πλεῖον ὡς ἀνὴρ ὑπομενεῖ τοὺς πόνους, ἡ δὲ οὐ παύσεται κινουμένη. εἰ δέ τις ἀργύρεος ἢ χρύσεος δόξειεν εἶναι ἀνὴρ ἢ γυνή, δοῦλος μὲν ὢν πραθήσεται, ἵνα ἀπαργυρωθῇ ἢ ἀποχρυσωθῇ, πένης δὲ εὐπορήσει, ἵνα περὶ αὐτὸν γένηται ἡ τοιαύτη ὕλη,
40πλούσιος δὲ ἐν ἐπιβουλαῖς ἔσται, πάντα γὰρ τὰ ἀργύρεα καὶ χρύσεα ἐπιβούλους ἔχει πολλούς. νοσοῦντι δὲ θάνατον προαγορεύει παντὶ δήπουθεν τὸ ὄναρ, ὥσπερ καὶ τὸ χάλκεον δοκεῖν γεγονέναι, πλὴν ἀθλητοῦ καὶ δούλου· ὁ
μὲν γὰρ νικήσας ἀνδριάντος τεύξεται, ὁ δὲ ἐλευθερωθή‐56
45σεται· χάλκεαι γὰρ εἰκόνες τῶν ἐλευθέρων ἀνατίθενται. τὸ δ’ αὐτὸ σημαίνει κἂν εἰκόνα τις ἑαυτοῦ ἢ ἀνδριάντα ἴδῃ χάλκεον ἐν ἀγορᾷ κείμενον. τὸ δὲ εἰς σίδηρον μεταβάλλειν συμφορὰς ἀτλήτους σημαίνει, ἃς ὑπομείνας ὁ ἰδὼν εἰς γῆ‐ ρας ἀφίξεται· σιδηρέους γὰρ καλοῦμεν τοὺς κακὰ ὑπομεί‐

1

.

50

(50)

ναντας πολλά· πήλινον δὲ ἢ ὀστράκινον δοκεῖν γεγονέναι πᾶσι θάνατον σημαίνει χωρὶς τῶν διὰ γῆς ἢ πηλοῦ ἐργα‐ ζομένων. τὸ δὲ λίθινον δοκεῖν γεγονέναι τραύματα καὶ κατακοπὰς τῷ ἰδόντι σημαίνει· οὐ γὰρ ἐνδέχεται ἄνευ σι‐ δήρου λίθινόν τινα γενέσθαι. ὁμοίως δὲ καὶ περὶ τῆς ἄλλης
55ὕλης ἐκλαμβάνειν δεῖ. εἰ δὲ εἰς θηρίον μεταβάλοι τις, ἀπὸ τῆς τοῦ θηρίου φύσεως τεκμαίρεσθαι δεῖ τὰς κρίσεις, δείξει δὲ τὸ τοιοῦτον ἐν τῷ περὶ κυνηγίου λόγῳ ἡ δευτέρα βίβλος. Ἀγαθὸν δὲ ἐπίσης πᾶσιν ἐτήρησα τὸ κάλλος καὶ τὴν τοῦ
60σώματος εὐφυΐαν καὶ τὴν ἰσχύν, ὅταν μὴ ὑπὲρ ἄνθρωπον ᾖ ταῦτα, ἐπεὶ τό γε ὑπερβαλλόντως καλὸν εἶναι δοκεῖν ἢ εὐπρεπῆ ἢ ἰσχυρὸν ἐπίσης τῷ αἰσχρὸν εἶναι δοκεῖν ἢ παρα‐ λελύσθαι ἢ μὴ ἰσχύειν ἀποβαίνει. ἃ δὴ πάντα θάνατον μὲν τοῖς νοσοῦσιν ἀπραγίαν δὲ καὶ μακρονοσίαν τοῖς ἐρρω‐
65μένοις σημαίνει.

1

.

51

Περὶ διδασκαλίας τεχνῶν καὶ ἔργων καὶ ἐπιτηδευμά‐
των τὸ μὲν καθόλου καὶ ἐπὶ πάντων ἄπταιστον τοῦτό ἐστιν. ὅσα τις ἔμαθε καὶ ἐδιδάχθη καὶ ἐπετήδευσε καὶ ποιεῖ ἔργα ἢ τέχνας, ταῦτα ὄναρ ἐργάζεσθαι καὶ ἐπιτηδεύ‐57
5ειν καὶ τυγχάνειν τοῦ προκειμένου ἀγαθὸν πᾶσιν· ἃ γάρ τις ἐν νῷ ἔχει, περανεῖ καὶ κατὰ προαίρεσιν ἀνύσει· ἀπο‐ τυγχάνειν δὲ μοχθηρόν, τὰ γὰρ ἐναντία τῇ προαιρέσει σημαίνει. ὅσα δέ τις οὐ μαθὼν οὐδὲ ἐπιτηδεύσας ὄναρ δοκεῖ ποιεῖν, ἐπιτυγχάνοντι μὲν ἀγαθόν, δυσεργὲς δὲ καὶ
10μόλις τελεσθησόμενον· ἀποτυγχάνοντι δὲ πρὸς τῇ ματαιο‐ πονίᾳ παντὸς τοῦ προκειμένου καὶ χλεύη ἀκολουθεῖ. τὰ δὲ κατὰ μέρος ὧδέ πως ἔχει. γεωργεῖν ἢ σπείρειν ἢ φυτεύ‐ ειν ἢ ἀροτριᾶν ἀγαθὸν τοῖς γῆμαι προῃρημένοις καὶ τοῖς ἄπαισιν· ἄρουρα μὲν γὰρ οὐδὲν ἄλλο ἐστὶν ἢ γυνή, σπέρ‐
15ματα δὲ καὶ φυτὰ οἱ παῖδες, πυροὶ μὲν υἱοί, κριθαὶ δὲ θυγατέρες, ὄσπρια δὲ τὰ ἐξαμβλώματα· τοῖς δὲ ἄλλοις πόνον καὶ κακοπάθειαν σημαίνει. καὶ ἐάν τις νοσῇ κατὰ τὸν οἶκον τοῦ ἰδόντος, τεθνήξεται· τὰ γὰρ σπέρματα καὶ τὰ φυτὰ ὥσπερ καὶ οἱ ἀποθανόντες καταχώννυται. θερί‐
20ζειν δὲ καὶ τρυγᾶν καὶ κλαδεύειν παρὰ μὲν τὸν καιρὸν ὁρώμενα τὰς πράξεις [τὰς τοιαύτας] καὶ τὰς ἐγχειρήσεις πάσας εἰς ἐκεῖνο καιροῦ καὶ ὥρας ἀναβάλλεται. κυβερνᾶν δὲ πᾶσιν, ἐὰν μὲν καθορμίζωνται καλῶς ἢ ἀνάγωνται ἀκινδύνως, ἀγαθόν, οὐ 〈μέντοι〉 ἄνευ τινὸς πόνου καὶ
25φόβου ἐσόμενον· ἐὰν δὲ ἢ χειμάζωνται ἢ ναυαγῶσιν, ὑπερ‐ βολῇ κακόν, ὡς ἐγὼ παρεφύλαξα. σκυτεύειν δὲ καὶ τεκτο‐ νεύειν ἀγαθὸν πᾶσι τοῖς κατὰ νόμον ζῶσι διὰ τὰ μέτρα καὶ τοῖς γῆμαι ἢ κοινωνῆσαι θέλουσι διὰ τὰς ῥαφὰς καὶ τοὺς ἁρ‐ μούς. τὸ δὲ βυρσοδεψεῖν πᾶσι πονηρόν· νεκρῶν γὰρ ἅπτεται58
30σωμάτων ὁ βυρσοδέψης καὶ τῆς πόλεως ἀπῴκισται· ἔτι καὶ τὰ κρυπτὰ ἐλέγχει διὰ τὴν ὀδμήν. ἰατροῖς δὲ [καὶ] χαλεπώτατον ἁπάντων. χρυσοχοεῖν δὲ πανουργίας περὶ τὸν ἰδόντα σημαίνει διὰ τὰ ὑποκείμενα τῶν ἔργων καὶ διὰ τοὺς ὑποπεπλεγμένους ἁρμούς. πλάσσειν 〈δὲ〉 καὶ πυξο‐
35γραφεῖν καὶ τορεύειν καὶ ποιεῖν ἀγάλματα ἀγαθὸν μοιχοῖς καὶ ῥήτορσι καὶ πλαστογράφοις καὶ πᾶσι τοῖς ἀπατεῶσι διὰ τὸ τὰ μὴ ὄντα ὡς ὄντα δεικνύειν τὰς τέχνας ταύτας· τοῖς δὲ λοιποῖς περιβοησίας σημαίνει καὶ ὄχλων συνδρομὰς

1

.

52

διὰ τὸ τὰ ἔργα ταῦτα πολλοῖς ἐπιδείκνυσθαι. χαλκεύειν δὲ καὶ παρεστάναι ἄκμονι ταραχὰς καὶ λύπας σημαίνει, τῷ δὲ γῆμαι προῃρημένῳ εὔνουν μὲν τὴν γυναῖκα διὰ τὰς φύσας (συμπνέουσι γάρ), μάχιμον δὲ διὰ τὰς σφύρας,
5ἠχοῦσι γάρ. περὶ δὲ τῶν ἄλλων τεχνῶν ἔχοντας τὰ ὑπο‐ δείγματα ὁμοίως συμβάλλειν χρὴ πρὸς τὰς ὑποστάσεις ἀφορῶντας τάς τε τῶν τεχνῶν καὶ τὰς τοῦ ἰδόντος. ἔτι κἀκεῖνο. ὅσα σημαίνουσιν αἱ τέχναι, ἤν τις αὐτὰς ἐργάζε‐ σθαι δόξῃ, τὰ αὐτὰ σημαίνουσι καὶ οἱ τεχνῖται ὁρώμενοι
10καὶ τὰ ἐργαστήρια αὐτῶν καὶ τὰ ἐργαλεῖα, μικρᾶς ἐπὶ τῶν ἐργαλείων ὑπεξαιρέσεως τηρουμένης· ὅσα γὰρ τέμνει καὶ διχάζει, ταῦτα πάντα διχονοίας καὶ στάσεις καὶ βλάβας
σημαίνει, ὅσα δὲ τῶν ἐργαλείων ἑνοῖ ἢ συνδεῖ, ταῦτα ὠφελείας καὶ γάμους καὶ κοινωνίας προαγορεύει, ἀποδη‐59
15μεῖν δὲ κωλύει· ὅσα δὲ λειοῖ, τὰς ἔχθρας παύει· ὅσα δὲ ἀπευθύνει, ἢ τὴν εὐθεῖαν δείκνυσι, τὰ κρυπτὰ ἐλέγχει, διὸ καὶ τὴν γεωμετρίαν πρὸς τὰ τοιαῦτα ἐπιτήδειον νενο‐ μίκαμεν καὶ τοὺς γεωμέτρας ὄναρ ὁρωμένους.

1

.

53

Γράμματα μανθάνειν μὴ εἰδότα ἀγαθόν τι μετὰ πόνου καὶ φόβου τῷ ἰδόντι ἐσόμενον προαγορεύει· φοβοῦνται γὰρ ἅμα καὶ πονοῦσιν οἱ μανθάνοντες, πλὴν ἐπὶ τῷ συμ‐ φέροντι μανθάνουσιν. εἰ δέ τις εἰδὼς γράμματα πάλιν
5μανθάνοι, πονηρὸν καὶ ἄτοπον νομίζειν χρή· παιδαριῶδες γὰρ τὸ μανθάνειν. διὸ ἀπραξίας ἅμα τοῖς φόβοις καὶ πό‐ νοις σημαίνει. μόνῳ δὲ τῷ ἐπιθυμοῦντι παιδὸς ἀγαθὸν τὸ τοιοῦτον· οὐ γὰρ αὐτὸς ἀλλ’ ὁ ἐξ αὐτοῦ γενησόμενος παῖς μαθήσεται γράμματα. εἰ δέ τις Ἑλληνικὰ μανθάνοι γράμ‐
10ματα Ῥωμαῖος ὢν ἢ Ῥωμαϊκὰ Ἕλλην, ὁ μὲν εἰς Ἑλληνι‐ κὰς διατριβὰς ὁ δὲ εἰς Ῥωμαϊκὰς ἀφίξεται. πολλοὶ δὲ καὶ ἔγημαν Ῥωμαῖοι μὲν Ἑλληνίδας Ἕλληνες δὲ Ῥωμαίας τοιοῦτον ἰδόντες ὄνειρον. οἶδα δέ τινα, ὃς ἔδοξε Ῥωμαϊκὰ γράμματα μανθάνειν, καὶ εἰς δοῦλον κατεκρίθη· οὐδὲ γὰρ
15ἓν δοῦλος Ἑλληνιστὶ διδάσκεται. βαρβαρικὰ δὲ γράμματα ἀναγινώσκειν δοκεῖν καλῶς καὶ ἑκτικῶς εἰς βαρβάρους ση‐ μαίνει χώρας καὶ διατριβὰς ἀφικέσθαι κἀκεῖ πρᾶξαί τι λαμπρόν· τὸ δὲ κακῶς ἀναγινώσκειν τὰ βαρβαρικὰ γράμ‐ ματα κακῶς ἐν βαρβάροις ἀπαλλάξαι σημαίνει ἢ νοσή‐
20σαντα παρακόψαι διὰ τὸ ξένον τῆς φωνῆς. οἷα δ’ ἂν γράμματά τις μὴ δύνηται γράφειν ἢ ἀναγινώσκειν, ἀπραγήσει· καὶ εἰ μὲν ὀλίγα, πρὸς ἡμέρας· εἰ δὲ πολλά,
πρὸς μῆνας.60

1

.

54

Ἐφηβεύειν δοῦλος ἐὰν δόξῃ, ἐλεύθερος ἔσται, ἐπειδὴ μόνοις ἐλευθέροις ἐφίησιν ὁ νόμος. παντὶ δὲ χειροτέχνῃ καὶ ῥήτορι σχολὴν καὶ ἀργίαν εἰς ἐνιαυτὸν σημαίνει· χρὴ γὰρ τὸν ἔφηβον ἐν τῇ χλαμύδι τὴν δεξιὰν ἔχειν ἐνειλημέ‐
5νην διὰ τὸ ἀργὴν εἶναι εἰς ἔργα καὶ λόγους εἰς ἐνιαυτὸν καὶ μὴ προϊέναι τὴν χεῖρα. ἐνιαυτὸν δὲ εἶπον διὰ τὸν τῆς ἐφηβίας χρόνον. εἰ δέ που τριετίας ἐφηβεύουσι χρόνον, πρὸς τὸ τοπικὸν ἐξετάζειν χρή. ἀποδημεῖν δὲ κωλύει καὶ τὸν ἐπὶ ξένης ὄντα εἰς τὴν οἰκείαν ἐπανάγει· ἔνδημον γὰρ
10χρὴ εἶναι τὸν ἐφηβεύοντα. καὶ τῷ ἀγάμῳ γάμον προσημαί‐ νει· νόμῳ 〈μὲν〉 γὰρ ἡ χλαμὺς περιτίθεται, νόμῳ δὲ καὶ ἡ γυνὴ γαμεῖται. καὶ εἰ μὲν ἡ χλαμὺς εἴη λευκή, ἐλευθέραν ὁ ἰδὼν γαμήσει· εἰ δὲ μέλαινα, ἀπελευθέραν· εἰ δὲ πορ‐ φυρᾶ, εὐγενεστέραν ἑαυτοῦ, οὐδαμῶς δὲ δούλην. εἰ δέ τις
15ἐπιθυμῶν τέκνων ἢ καὶ γεγονότα υἱὸν ἔχων ἴδοι τὸ ὄναρ, οὐκ αὐτὸς ἀλλ’ ὁ υἱὸς αὐτοῦ ἐφηβεύσει. ἀνδρὶ δὲ πρεσβύτῃ καὶ ὑπὲρ ἡλικίαν θάνατον μαντεύεται τὸ ὄναρ, καὶ τοὺς παρανομοῦντας ἐλέγχει. τοῖς δὲ δικαιοπραγοῦσι συλλαμ‐ βάνει· σχεδὸν γὰρ ἡ ἐφηβία κανών ἐστιν ὀρθοῦ βίου καὶ
20ὑγιοῦς. ἀθλητῇ δὲ πρὸ [μὲν] ἐγκρίσεως πονηρόν, ἐπειδὴ ἔκκρισιν ὡς ὑπὲρ ἡλικίαν προαγορεύει· οὐ γὰρ εἰς μακρὰν
ὁ ἔφηβος ἔσται ἀνήρ· παλαιστῇ δὲ ἀθλοῦντι τὸ μὴ καταλα‐ βεῖν τὸν ἀγῶνα σημαίνει· εἰ δὲ καταλάβοι, τὸ μὴ ἀγωνί‐ σασθαι· οὐ γὰρ ὑπερόριοι οἱ ἔφηβοι ἀγωνίζονται.61

1

.

55

Τροχὸν ἐλαύνειν πόνοις περιπεσεῖν σημαίνει, ἐξ ὧν ἀπόλαυσις τῷ ἰδόντι περιέσται. ἁρπαστὸν δὲ καὶ σφαῖρα φιλονεικίας ἀπεράντους σημαίνουσι, πολλάκις δὲ καὶ ἑταί‐ ρας ἔρωτα· ἔοικε γὰρ ἡ σφαῖρα καὶ τὸ ἁρπαστὸν ἑταίρᾳ
5διὰ τὸ μηδαμοῦ μένειν καὶ πρὸς πολλοὺς φοιτᾶν. ἁλτῆρες δὲ καὶ ἡ δι’ αὐτῶν γυμνασία τὸ μὲν παρὸν ἀπρα‐ ξίας καὶ πόνους, αὖθις δὲ πράξεις μετὰ ῥᾳστώνης προ‐ αγορεύουσιν· ἔστι γὰρ τὸ τοιοῦτο γυμνάσιον οὐδὲν ἄλλο ἢ παρασκευὴ χειρῶν. θύλακοι δὲ καὶ σφῆνες καὶ ὑπεράλ‐
10ματα καὶ ὅσα ἄλλα τοιαῦτα γυμνάσια παιδικὰ φιλονεικίας προαγορεύουσι. περὶ δὲ πάλης ἐν τοῖς περὶ ἀγώνων ἐροῦ‐ μεν, ἵνα μὴ τὰ αὐτὰ δὶς γράφωμεν.

1

.

56

Σαλπίζειν δοκεῖν σάλπιγγι τῇ ἱερᾷ ἀγαθὸν τοῖς βουλο‐ μένοις συγγενέσθαι τισὶ καὶ τοῖς ἀπολωλεκόσιν ἀνδράποδα ἤ τινας τῶν οἰκετῶν· καὶ γὰρ ἐν πολέμῳ συνάγει τοὺς ἐσκορπισμένους τὸ ὄργανον τοῦτο. τὰ δὲ κρυπτὰ ἐλέγχει
5διὰ τὸ μεγαλόφωνον. καὶ τοὺς νοσοῦντας ἀναιρεῖ· σύγκει‐ ται γὰρ ἐξ ὀστῶν καὶ χαλκοῦ, δι’ ὧν ἔξεισι μὲν τὸ πνεῦμα, οὐχ ὑποστρέφει δέ. δούλους δὲ καὶ πάντας τοὺς ἐν ὑπηρε‐ σίᾳ ὄντας τῆς δουλείας ἐλευθεροῖ· ἴδιον γὰρ ἐλευθέρων τὸ ὄργανον. στρογγύλῃ δὲ σάλπιγγι σαλπίζειν πονηρόν· οὐ
10γὰρ ἱερὸν τὸ ὄργανον ἀλλὰ πολεμιστήριον, καὶ ὅσα τῷ στόματι λέγει ὁ τῷ ὀργάνῳ τούτῳ χρώμενος, ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἀνατρέχει. ὅθεν οὐδὲ ἐγκαλεῖν τισιν ἐπι‐ τρέπει. οἵῳ δ’ ἂν ὀργάνῳ σαλπίζοντός τινός τις ἀκούσῃ, ταραχθήσεται· εἰ δὲ αὐτὸ μόνον ἴδοι σάλπιγγα, κενῷ62
15περιπεσεῖται φόβῳ. τὸ δὲ κηρύσσειν τὰ αὐτὰ τῷ σαλπί‐ ζειν σημαίνει, πλὴν ὅτι τοὺς δούλους οὐ χάριτι τῶν δε‐ σποτῶν ἀλλὰ ἀναφωνήσαντας ἐλευθερωθῆναι λέγει. αὐ‐ λεῖν δὲ πενθικοῖς αὐλοῖς πένθος ἢ ἀνάλογον πένθει λύπην σημαίνει καὶ τοὺς νοσοῦντας ἀναιρεῖ. καλάμοις δὲ αὐλεῖν
20ἀγαθὸν πᾶσι καὶ σπονδαυλεῖν. ψάλλειν δὲ καὶ κιθαρίζειν πρὸς μὲν γάμον καὶ κοινωνίαν ἀγαθὸν διὰ τὴν ἁρμονίαν, πρὸς δὲ τὰς ἄλλας ἐγχειρήσεις πονηρὸν καὶ στάσεων αἴτιον διὰ τὴν ἐπίτασιν, πολλοῖς δὲ καὶ ποδάγραν ᾐνίξατο διὰ τὰ νεῦρα. καὶ τὸ κιθαρῳδεῖν δ’ εἰς τὸν αὐτὸν
25κατατακτέον λόγον. τραγῳδεῖν δὲ ἢ τραγικὰ ἔχειν δρά‐ ματα ἢ ἀναπλάσματα ἢ τραγῳδῶν ἀκούειν ἢ ἰαμβεῖα λέγειν μεμνημένῳ μὲν τῶν εἰρημένων κατὰ τὴν περιοχὴν τὰ ἀποτελέσματα γίγνεται, οὐ μεμνημένῳ δὲ ταλαιπωρίαι καὶ δουλεῖαι καὶ μάχαι καὶ ὕβρεις καὶ κίνδυνοι καὶ εἴ τι
30τούτων δεινότερον ἢ ὠμότερον· τοιούτων γάρ εἰσιν αἱ τραγῳδίαι μεσταί. τὸ δὲ κωμῳδεῖν ἢ κωμῳδῶν ἀκούειν ἢ κωμικὰ ἔχειν ἀναπλάσματα ἢ βιβλία, τὰ μὲν τῆς παλαιᾶς κωμῳδίας σκώμματα καὶ στάσεις σημαίνει, τὰ δὲ τῆς καθ’ ἡμᾶς κωμῳδίας τὰ μὲν ἄλλα ἴσα τῇ τραγῳδίᾳ ση‐
35μαίνει, τὰ δὲ τέλη χρηστὰ καὶ ἀγαθὰ ὑπαγορεύει· τοιαῦται γάρ εἰσιν αἱ ὑποθέσεις τῶν κωμικῶν δραμάτων. χοροὶ δὲ καὶ ὑμνῳδίαι ὑποκρίσεις καὶ ἀπάτας σημαίνουσι· τὰ γὰρ οὐ προσόντα τισὶ κερδῶν ἰδίων χάριν οἱ μελοποιοὶ σεμνύ‐ νουσι. ποιητὰς δὲ καὶ ἐγκωμιογράφους καὶ πάντας63
40〈τοὺσ〉 λογοποιοὺς εἰς τὴν αὐτὴν τοῖς χοροῖς ἀνακτέον μοῖραν οὐδὲν διαφέρειν ἡγούμενον ἐάν τε αὐτός τι τούτων ποιεῖν ὑπολάβῃ τις ἐάν τε γινομένοις παρατυγχάνῃ. περὶ δὲ πυρρίχης καὶ ὀρχήσεως μετὰ στροφῆς ἐν τοῖς περὶ στε‐ φάνων ἐροῦμεν, ἔνθα καὶ περὶ ᾀσμάτων καλῶς ἔχει δια‐
45λαβεῖν· νυνὶ δὲ περὶ τῶν ἱππικῶν καὶ γυμνικῶν ἑξῆς διελοῦμεν. ἵππον κέλητα ἐλαύνειν καλῶς πειθόμενον τῷ ῥυτῆρι καὶ αὐτῷ τῷ ἐλαύνοντι ἀγαθὸν ἐπίσης πᾶσιν· ἵππος γὰρ γυναικὶ μὲν καὶ ἐρωμένῃ τὸν αὐτὸν ἔχει λόγον, ὅτι καὶ ἐπὶ κάλλει μέγα φρονεῖ καὶ τὸν ἐλατῆρα βαστάζει.

1

.

56

(50)

ὅμοιος δέ ἐστι καὶ πλοίῳ· ἁλὸς μὲν γὰρ ἵππους καὶ ὁ ποιητὴς τὰς ναῦς λέγει, ἡμεῖς δὲ τὸν Ποσειδῶνα Ἵππιον καλοῦμεν, καὶ ὃν ἔχει λόγον ἐν γῇ ἵππος, τὸν αὐτὸν καὶ ἐν θαλάσσῃ ναῦς. ὅμοιος δ’ ἂν εἴη καὶ δεσπότῃ [καὶ] ἐργο‐ δότῃ καὶ φίλῳ τρέφοντι καὶ παντὶ τῷ βαστάζοντι. ὅπως
55ἂν οὖν ὁ ἵππος τὸν ἰδόντα φέρῃ, οὕτω καὶ γυνὴ καὶ ἐρωμένη καὶ δεσπότης καὶ φίλος καὶ ναῦς τὸν ἰδόντα διαθήσουσι. συνωρὶς 〈δ’〉 οὐδὲν ἵππου κέλητος διαφέρει, εἰ μὴ τοῖς νοσοῦσι· θάνατον γὰρ αὐτοῖς προαγορεύει, ὥσπερ καὶ
ἅρμα τέτρωρον, ὃ καὶ αὐτὸ τὰ μὲν ἄλλα ἐπίσης τῷ κέλητι64
60σημαίνει, ἀθλητῶν δὲ τοῖς μὲν τὰ βαρέα ἀθλοῦσιν ἀγαθὸν ἂν εἴη καὶ νικηφόρον, εἰσελάσουσι γάρ· τοῖς δὲ τρέχουσιν ἧτταν σημαίνει, οὐ γὰρ ἱκανοὺς εἶναι τοῖς ποσὶ τοῖς ἰδίοις χρῆσθαί φησι τὸ ὄναρ. φημὶ δὲ καὶ γυναιξὶ καὶ παρθένοις ἐλευθέραις ἅμα καὶ πλουσίαις ἀγαθὸν εἶναι τὸ διὰ πόλεως
65ἅρμα ἐλαύνειν· ἀγαθὰς γὰρ ἱερωσύνας αὐταῖς περιποιεῖ· πενιχραῖς δὲ πορνείαν τὸ διὰ πόλεως ἱππάζεσθαι προ‐ αγορεύει· δούλοις δὲ ἐλευθερίαν· ἴδιον γὰρ ἐλευθέρων τὸ διὰ πόλεως ἱππεύειν. εἰσελαύνειν δὲ εἰς πόλιν ἀθλητῇ ἀγαθὸν καὶ νοσοῦντι· ὁ μὲν γὰρ ἱερονίκης ἔσται, ὁ δὲ οὐ
70τεθνήξεται. τὸ δὲ ἐξελαύνειν πόλεως ἀμφοτέροις κακόν· ὁ μὲν γὰρ ἐξενεχθήσεται, ὁ δὲ οὐ νικήσει. διὰ δὲ τῆς ἐρή‐ μου ἅρμα ἐλαύνειν παντὶ δήπουθεν τῷ ἰδόντι θάνατον οὐκ εἰς μακρὰν ἐσόμενον προαγορεύει.

1

.

57

Τὸ δὲ πενταθλεῖν δοκεῖν ἐπὶ πάντων ἐτήρησα ἀποδη‐ μίαν μὲν πρῶτον ἢ τὴν ἐκ τόπου εἰς τόπον κίνησιν σημαῖ‐ νον διὰ τὸν δρόμον, ἔπειτα δὲ ζημίας τινὰς ἢ δαπάνας ἀκαί‐ ρους ἢ ἐξοδιασμούς τινας παρὰ γνώμην διὰ τὸν δίσκον, ὃς
5χάλκεος ὢν τῶν χειρῶν ἀπορρίπτεται· πολλάκις δὲ ἀνίας τε καὶ φροντίδας ἐπὶ τούτοις διὰ τὰ πηδήματα τὰ ἐν τῇ ἁλτη‐ ρίᾳ· συνάλλεσθαι γάρ φαμεν καὶ τοὺς ἀνιωμένους ἐπὶ τοῖς προσπεσοῦσιν αἰφνίδιον· ἔτι καὶ μάχας καὶ ἀντιλογίας πρός τινας διὰ τοὺς ἄκοντας καὶ τὸν ῥοῖζον καὶ τὸ τάχος,
10ἃ λόγοις ἔοικεν εὐτόνοις· ἔπειτα περὶ γῆς πρός τινας μάχην τοῖς εὐπόροις, τοῖς δὲ ἀπόροις νόσον διὰ τὴν πάλην. τὴν δὲ αἰτίαν ὁ ἐπιὼν λόγος δηλώσει.65

1

.

58

Τρέχειν ἁπλοῦν δρόμον πᾶσιν ἀγαθὸν πλὴν νοσούντων, ὅταν γε νικᾶν ὑπολάβωσιν· οἱ μὲν γὰρ ἐπὶ τὸ τέρμα τῶν προκειμένων ἀφίξονται (διὸ καὶ οἱ δοῦλοι ἐλευθεροῦνται ἐπὶ τούτῳ τῷ ὀνείρῳ), οἱ δὲ ἐπὶ 〈τὸ〉 πέρας τοῦ βίου τὸ
5ζῆν τελευτήσαντες ἀφίξονται. ὁ δὲ δίαυλος τὰ αὐτὰ τῷ σταδίῳ σημαίνων ἐξ ὑπερθέσεως ἕκαστα ποιεῖν εἴωθεν, ὡς καὶ ὁ δόλιχος ἐκ πολλῶν ὑπερθέσεων. ἐξαιρέτως δὲ ὁ δόλιχος γυναιξὶ πορνείαν καὶ ἑταιρικὸν βίον προαγορεύει.

1

.

59

Ἐγκρίνεσθαι πᾶσιν ἀγαθόν. ἀθληταῖς δὲ παισὶ μὲν οὐκ ἐπίσημον διὰ τὴν τῆς ἐγκρίσεως ἡλικίαν, ἀνδράσι δὲ ἄπρακτον· παιδικὴ γὰρ ἡ ἔγκρισις. τὸ δὲ δοκεῖν ἐκκρίνε‐ σθαι πάντας βλάπτον ἔτι καὶ τοὺς νοσοῦντας ἀναιρεῖ. οἶδα
5δέ τινα, ὃς ἔδοξεν Ὀλυμπίασιν ἐκκρίνεσθαι, καὶ εἰς μέταλ‐ λον κατεκρίθη διὰ τὸ τοῦ ἱεροῦ ἀγῶνος μὴ μετεῖναι αὐτῷ.

1

.

60

Παλαίειν τινὶ τῶν ἀφ’ αἵματος ἢ φίλῳ στασιάσαι πρὸς αὐτὸν καὶ φιλονεικῆσαι σημαίνει· ἐπὶ δὲ τῶν ἤδη στασια‐ ζόντων ὁποτέρου 〈ἂν〉 παλαίοντος ὄναρ ἡ νίκη γένηται,
τούτου καὶ μεθ’ ἡμέραν τὸ κράτος ἔσται, εἰ μὴ περὶ γῆς66
5μάχοιντο· ἐν γὰρ ταῖς τοιαύταις ἀμφισβητήσεσιν ἄμεινον πίπτειν, εἰ μὴ καὶ ῥήσσων τις κάτωθεν εἴη· τοῦ γὰρ πρὸς τῇ γῇ γινομένου καὶ ἡ γῆ γίνεται. οἶδα δέ τινα, ὃς ἔδοξε παλαίειν καὶ ἐκ δακτύλων δύο περὶ μίαν τὸ λεγόμενον ποιήσας ῥῆξαι τὸν ἀντίπαλον. τούτῳ συνέβη νικῆσαι γραμ‐
10μάτων ἐπιλαβομένῳ ὑπὸ τοῦ ἀντιδίκου γεγραμμένων. τὸ δὲ πρός τινα τῶν οὐ γνωρίμων παλαίειν κινδύνους διὰ νό‐ σων ἐπιφέρει· ὅπερ γὰρ ὁ παλαιστὴς βούλεται τὸν ἀντί‐ παλον διαθεῖναι, τοῦτο καὶ ἡ νόσος τὸν κάμνοντα, τοῦτ’ ἔστι τῇ γῇ δοῦναι. πεσόντι μὲν οὖν ἀπόκειται θάνατος,
15ῥήξαντι δὲ σωτηρία. ἔτι καὶ τὸ ἄνδρα ὄντα παιδὶ παλαίειν οὐδαμῶς ἀγαθόν· ἐάν τε γὰρ ῥήξῃ τὸν παῖδα, καταθάψει τινά· ἐάν τε ὑπὸ τοῦ παιδὸς καταπαλαισθῇ, πρὸς τῇ ματαιο‐ πονίᾳ καὶ χλεύην καὶ νόσον ὑπομενεῖ· χλεύην μὲν διὰ τὸ ἀκόλουθον, νόσον δὲ διὰ τὸ ἁπαλωτέρου σώματος ἡττᾶ‐
20σθαι. παιδὶ δὲ ἀγαθὸν τὸ ἄνδρα καταπαλαῖσαι· τῶν γὰρ παρὰ προσδοκίαν μεγάλων τεύξεται. ἀλλ’ οὐκ ἀθλητῇ παιδὶ ἀγαθόν· οὐ γὰρ ἐγκριθῆναι σημαίνει τοῖς παισί. νεκρῷ 〈δὲ〉 παλαίειν νοσῆσαι σημαίνει ἢ τῶν τοῦ νεκροῦ ἐκγόνων τινὶ ἢ κληρονόμων φιλονεικῆσαι. ἀεὶ δὲ ἄμεινον
25τὸ ῥήσσειν.

1

.

61

Πυκτεύειν παντὶ βλαβερόν· πρὸς γὰρ ταῖς αἰσχύναις καὶ βλάβας σημαίνει· καὶ γὰρ ἄσχημον γίνεται τὸ πρό‐
σωπον καὶ αἷμα ἀποκρίνεται, ὅπερ ἀργύριον εἶναι νενό‐ μισται. ἀγαθὸν δὲ μόνοις τοῖς ἐξ αἵματος ποριζομένοις,67
5λέγω δὲ ἰατροῖς θύταις μαγείροις.

1

.

62

Τὸ δὲ παγκράτιον τὰ αὐτὰ 〈τῇ πάλη καὶ〉 τῇ πυγμῇ σημαίνει πλὴν τῆς βλάβης, ἰσχυροτέρας δὲ τὰς στάσεις ἐπιφέρει διὰ τὴν μάχην. ἀεὶ δὲ ἄμεινον ἐν ἀμφοτέροις νικᾶν. ὅπως δ’ ἂν ἀγωνίσηται δοῦλος ἐν ἱερῷ ἀγῶνι καὶ
5νικήσῃ καὶ στεφανωθῇ, ἀνακηρυχθεὶς ἐλεύθερος ἔσται· ἴδια γὰρ ταῦτα ἐλευθέρων. μεμνῆσθαι δὲ χρὴ ὅτι ἐν ἱερῷ ἀγῶνι μόνον, ἐπεὶ ἀλλαχόθι γε οὐκ ἔστι τὸ αὐτό. καὶ τοῖς ἄλλοις δὲ ἀνθρώποις τὰ ἆθλα καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ ἐπὶ τέλος ἄγει, ὅταν μέχρι στεφάνου τις ἀφίκηται.

1

.

63

Τὸ δὲ ὅπλον λεγόμενον ἐπὶ πάντων πᾶσι παρολκὰς ση‐ μαίνει· τελευταῖον γὰρ καὶ ἐπὶ πᾶσι τὸ ἆθλον. τοῖς δὲ νοσοῦσι δι’ αὐτὸ τοῦτο θάνατον σημαίνει.

1

.

64

Οἱ μὲν πάνυ παλαιοὶ τὸ λούεσθαι οὐ κακὸν ἐνόμιζον· βαλανεῖα γὰρ οὐκ ᾔδεσαν, ἐπειδὴ ἐν ταῖς λεγομέναις ἀσα‐ μίνθοις ἐλούοντο· οἱ δὲ μεταγενέστεροι ἤδη καὶ βαλανείων ὄντων τό τε λούεσθαι κακὸν ἐνόμιζον καὶ βαλανεῖον ἰδεῖν,
5καὶ εἰ μὴ λούοιτό τις. καὶ ἐδόκουν ταραχὴν μὲν σημαίνειν τὸ βαλανεῖον διὰ τὸν ἐν αὐτῷ γινόμενον θόρυβον, βλάβην δὲ διὰ τὸν ἀποκρινόμενον ἱδρῶτα, ἔτι δὲ καὶ ἀγωνίαν καὶ δεῖμα τῆς ψυχῆς διὰ τὸ τρέπεσθαι τὸν χρῶτα καὶ τὴν ἐπιφάνειαν τοῦ σώματος ἐν τῷ βαλανείῳ. καὶ τῶν
10νῦν τινες ἀκολουθοῦντες τῇ παλαιᾷ γνώμῃ κατὰ ταὐτὰ κρίνουσι πεπλανημένοι καὶ μὴ τῇ πείρᾳ ἀκολουθοῦντες. πάλαι μὲν γὰρ εἰκὸς πονηρὰ εἶναι τὰ βαλανεῖα, ἐπεὶ μὴ συνεχῶς ἐλούοντο οἱ ἄνθρωποι μηδὲ εἶχον τοσαῦτα βαλα‐ νεῖα, ἀλλ’ ἢ πόλεμον καταστρεψάμενοι ἢ μεγάλου ἀπο‐68
15παυσάμενοι πόνου ἐλούοντο (ἦν οὖν αὐτοῖς ὑπόμνημα πόνου ἢ πολέμου τὸ βαλανεῖον καὶ αὐτὸ τὸ λούεσθαι)· νῦν δὲ οἱ μὲν οὐ πρότερον ἐσθίουσιν εἰ μὴ λούοιντο, οἱ δὲ καὶ ἐμφαγόντες· εἶτα δὴ λούονται μέλλοντες δειπνήσειν· καὶ ἔστι νῦν τὸ βαλανεῖον οὐδὲν ἄλλο ἢ ὁδὸς ἐπὶ τρυφήν. τοι‐
20γαροῦν λούεσθαι ἐν βαλανείοις καλοῖς καὶ φωτεινοῖς καὶ ἀέρος εὐκράτως ἔχουσιν ἀγαθὸν καὶ εὐπορίαν ἅμα καὶ εὐπραξίαν τοῖς ἐρρωμένοις σημαῖνον καὶ τοῖς νοσοῦσιν ὑγεῖαν· ἐρρωμένων γὰρ τὸ λούεσθαι μὴ πρὸς ἀνάγκην γε ὄντων. εἰ δέ τις λούοιτο καθ’ ὃν οὐ προσήκει τρόπον, οὐκ
25ἀγαθὸν αὐτῷ. οἷον εἴ τις ἅμα τοῖς ἱματίοις εἰς τὸ θερμὸν εἰσίοι, νόσον σημαίνει καὶ μεγάλας ἀγωνίας αὐτῷ· οἱ γὰρ νοσοῦντες εἰσίασιν ἐνδεδυμένοι καὶ οἱ περὶ μεγάλων ἀγω‐ νιῶντες καὶ ἐν τοῖς ἱματίοις ἱδροῦσι. πονηρὸν δὲ καὶ πένητι τὸ μετὰ θεραπείας καὶ πολλῶν τινων περιεπόντων αὐτὸν
30λούεσθαι· νόσον γὰρ αὐτῷ μακρὰν σημαίνει· οὐ γὰρ ἄλ‐ λως πένης μετὰ πολλῶν λούεται. ὁμοίως δὲ καὶ πλουσίῳ πονηρὸν τὸ μόνον λούεσθαι. κοινῇ δὲ πᾶσιν ἄτοπον τὸ μὴ
δύνασθαι ἱδροῦν ἢ ὕπαιθρον τὸ βαλανεῖον γενόμενον ἰδεῖν ἀπολέσαν τὴν ὀροφὴν ἢ μὴ εὑρίσκειν ὕδωρ ἐν ταῖς δεξα‐69
35μεναῖς· τοῦτο γὰρ καὶ παντελῶς ἄτοπον. ἃ γὰρ ἐλπίζει τις, οὐ τελέσει, καὶ μάλιστά γε, εἰ ἐν ὄχλῳ ἢ ἐξ ὄχλου πορίζοι. οἶδα δέ τινα κιθαρῳδὸν ἐν Σμύρνῃ μέλλοντα ἀγωνί‐ ζεσθαι τὸν ἱερὸν ἀγῶνα τὸν Ἀδριανοῦ, ὃς ἔδοξε λουσόμε‐ νος ὕδωρ μὴ εὑρεῖν ἐν τῷ βαλανείῳ, καὶ συνέβη αὐτῷ δια‐
40φθείραντι τὸν ἀγῶνα καταφανεῖ γενέσθαι καὶ ζημιω‐ θῆναι καὶ ἐκβληθῆναι τοῦ ἀγῶνος, καὶ τοῦτο ἦν, ὅπερ ἐσή‐ μαινεν αὐτῷ τὸ ὄναρ, μὴ εὑρεῖν ὃ ἐζήτει, σημαίνοντος τοῦ βαλανείου τὸ θέατρον. λούεσθαι δὲ θερμοῖς ὕδασι, λέγω δὲ τοῖς αὐτοφυέσι, τοῖς μὲν νοσοῦσιν ὑγεῖαν τοῖς δὲ ἐρρω‐
45μένοις ἀπραξίαν σημαίνει· ἢ γὰρ ἀναλαμβάνοντες ἢ ἀπρα‐ γοῦντες εἰς θερμὰ πορεύονται. ἀγαθὸν δὲ καὶ ἐν πηγαῖς καὶ ἐν λίμναις καὶ ἐν κρήναις καὶ ἐν ποταμοῖς καθαρὸν καὶ διειδὲς ἔχουσιν ὕδωρ λούεσθαι, ἀλλ’ οὐχὶ νήχεσθαι, ἐπεὶ τό γε νήχεσθαι πᾶσι πονηρὸν καὶ κινδύνου καὶ νόσου σύμ‐

1

.

64

(50)

βολον. τὴν δὲ αἰτίαν Πανύασις ὁ Ἁλικαρνασσεὺς ἐπιμε‐ λῶς ἐξηγήσατο. στελγίδες 〈δὲ〉 καὶ ξύστραι καὶ καταμα‐ γεῖα θεράποντας σημαίνουσιν. ὅθεν εἴ τις ἀπολέσειέ τι τούτων [κατ’ ὄναρ] ἀνδράποδον ἀπολέσει τῶν πρὸς θερα‐ πείαν ἐπιτηδείων, ἰδίως δὲ αἱ ξύστραι καὶ βλάβης εἰσὶ ση‐
55μαντικαὶ διὰ τὸ ἀποξύειν τὸν ἱδρῶτα καὶ μὴ προστιθέναι τι τῷ σώματι· ἔστι δὲ ὅτε καὶ ἑταίραν ᾐνίξαντο· τὸ γὰρ
αὐτὸ καὶ ἑταίρα τῷ σώματι προσιοῦσα ποιεῖ. λήκυθος δὲ καὶ ξυστροφύλαξ οἷς μὲν γυναῖκα οἰκουρὸν ἢ πιστὴν θερά‐ παιναν, οἷς δὲ οἰκέτην χρήσιμον σημαίνουσιν.70

1

.

65

Περὶ τροφῆς διαλαμβάνοντας ἀναγκαῖόν ἐστι διελεῖν ὑπὲρ εὐσήμου διδασκαλίας καὶ μὴ συγχεῖν τὰ ξηρὰ τοῖς ὑγροῖς. ἔτι καὶ τῆς ξηρᾶς τὸ ποιὸν ἅμα καὶ τῆς ὑγρᾶς ἰδίᾳ ἕκαστον διαληψόμεθα. καὶ πρῶτον μὲν περὶ τῆς ὑγρᾶς
5ἐροῦμεν τροφῆς.

1

.

66

Πίνειν ὕδωρ ψυχρὸν ἀγαθὸν πᾶσι· θερμὸν δὲ ὕδωρ νόσους ἢ ἀπραξίας σημαίνει πᾶσι χωρὶς τῶν ἔθος ἐχόντων [ὑδροποτεῖν]· οὐ γὰρ κατὰ φύσιν ἔχει τὸ θερμὸν ὕδωρ. οἶνον δὲ πίνειν ὀλίγον μὴ ἐν μεγάλοις ποτηρίοις καὶ μὴ
5μεθύσκεσθαι ἀγαθόν. δοκεῖ δέ μοι ἐν καιρῷ ἄν τις εἰπεῖν τὸ Ξενοφῶντος τοῦ Σωκρατικοῦ ‘ὁ οἶνος τὰς μὲν λύπας ὥσπερ μανδραγόρας ἄνδρας κοιμίζει τὰς δὲ φιλοφρο‐ σύνας ὥσπερ ἔλαιον φλόγα ἐγείρει.‘ τούτου δ’ ἕνεκεν προσήκει τὸ αὐτάρκη καὶ ὀλίγον δοκεῖν πίνειν. ἐπεὶ
10τό γε πολὺν καὶ ἄμετρον πίνειν πολλῶν κακῶν αἴτιον καθίσταται πᾶσιν ἐπίσης. ἐνταῦθα δ’ ὀρθῶς ἄν τις εἴποι τὸ Θεόγνιδος οἶνος πινόμενος πουλὺς κακός· ἢν δέ τις αὐτὸν
πίνῃ ἐπισταμένως, οὐ κακὸς ἀλλ’ ἀγαθός.
15ἐγὼ δέ φημι οὐ μόνον τὸ πίνειν πολὺν οἶνον εἶναι πονηρὸν
ἀλλὰ καὶ 〈τὸ〉 ἐν πολλοῖς πίνουσιν ἀναστρέφεσθαι· ἕπεται γὰρ ἀεὶ τῇ μέθῃ παροινία, ἐξ ἧς στάσις ἡ πολέμου μήτηρ γεννᾶται. οἰνόμελι δὲ καὶ μελίμηλον καὶ ὑδρόμηλον καὶ μυρτίτην καὶ πάντα τὸν ἐσκευασμένον οἶνον πίνειν πλου‐71
20σίοις μὲν ἀγαθὸν διὰ τὸ τρυφᾶν, πένησι δὲ μοχθηρόν· οὐ γὰρ πρότερον ὁρμῶσιν ἐπὶ τὰ τοιαῦτα πόματα εἰ μὴ ὑπὸ νόσου ἀναγκάζοιντο. ὄξος δὲ πίνειν δοκεῖν στασιάσαι σημαί‐ νει πρὸς τοὺς οἰκείους διὰ τὴν τοῦ στόματος συστροφήν. γάρον δὲ πίνειν φθίσιν σημαίνει. ἔστι γὰρ οὐδὲν ἄλλο
25ὁ γάρος ἢ σηπεδών. ἔλαιον δὲ πίνειν φαρμακίαν ἢ νόσον σημαίνει. ἀεὶ δὲ ἀγαθὸν τὸ διψῶντα πίνειν. τὸ δὲ μὴ εὑρεῖν ὅ τί τις πίῃ καὶ ἐπὶ ποταμὸν ἢ κρήνην ἢ φρέαρ ἐλθόντα μὴ καταλαβεῖν ὕδωρ οὐδὲν τῶν κατ’ ἐπιθυμίαν πρᾶξαι σημαίνει· τὸ μὲν γὰρ διψῆν οὐδὲν ἄλλο ἐστὶν ἢ ἐπιθυμεῖν,
30τὸ δὲ πίνειν τῆς ἐπιθυμίας ἀνάπαυλαν ἔχει. χρὴ δὲ καὶ τοῦτο σκοπεῖν, ὅτι τῶν ποτηρίων τὰ μὲν χρυσᾶ καὶ ἀργυρᾶ καὶ ὀστράκινα πᾶσιν ἀγαθὰ καὶ ἀσφαλείας πολλῆς ση‐ μαντικὰ καθίσταται, τὰ μὲν ὡς ἐξ ὕλης στερεᾶς, τὰ δ’ ὡς ἐκ συντρόφου. ἔτι καὶ τὰ κεράτινα διὰ τὴν ἀρχαιότητα
35καὶ διὰ τὸ ἄθραυστον ἀγαθά, τὰ δὲ ὑάλινα μοχθηρὰ διὰ τὴν ὕλην, ἔστι δ’ ὅτε καὶ κινδύνων προαγορευτικὰ διὰ τὸ εὐκατέακτον, καὶ τὰ κρυπτὰ ἐλέγχει διὰ τὸ διαφανές. ἔστι δέ τις καὶ ἕτερος λόγος ὀρθῶς ἔχων ὡς ἄρα τὰ ποτήρια σημαίνει τοὺς προσιόντας τοῖς χείλεσιν. ὅθεν εἰ κατεάσ‐
40σοιτο, τούτων τινὰς ἀποθανεῖσθαι δηλοῖ. εἰ 〈δέ〉 τις εἴη μόνος, αὐτῷ θάνατον σημαίνει. τοῦτο δὲ καὶ αὐτὸς ἐτήρησα. τοῖς δὲ πλέουσι τὸ δοκεῖν κατεάσσειν ποτήρια ναυάγιον προαγορεύει. αὕτη μὲν οὖν ἡ παλαιὰ διαίρεσις· νυνὶ δὲ πολλάκις ἀποβὰν εἰς ἡμᾶς ἦλθεν ὄναρ τοιοῦτον· ἔστι τινὰ72
45τῶν ποτηρίων στενόστομα οὐ πάλαι ὑπ’ ἀνθρώπων εὑρημένα. ταῦτα κατεασσόμενα πάσης θλίψεως καὶ στενο‐ χωρίας λύσιν ὑπισχνεῖται.

1

.

67

Ἑξῆς δὲ περὶ τροφῆς ξηρᾶς ποιούμενοι τὸν λόγον ἀρξό‐ μεθα ἀπὸ λαχάνων. τῶν λαχάνων ὅσα ὄδωδε μετὰ τὸ βρωθῆναι, τὰ κρυπτὰ ἐλέγχει καὶ πρὸς τοὺς συνοικοῦντας μῖσος ἐργάζεται, οἷον ῥάφανος σέρις πράσα τὰ κειρόμενα·
5ὅσα δὲ ἀποξύεται τρωκτὰ ὄντα, βλάβην σημαίνει διὰ τὴν ἀποβολὴν τῶν περισσῶν, 〈οἷον〉 θριδακίναι καὶ εἴ τι ἄλλο ὅμοιον. †κίτρια† δὲ διὰ τὸ ἀκανθῶδες καὶ ὀξὺ ὀδύνας σημαίνει. 〈ἔτι〉 καὶ ἀνεργασίας [διὰ τὸ δύσπεπτον]· ἔστι γὰρ ἄτροφα. τεῦτλον μαλάχη λάπαθα ὀξυλάπαθα ἀδράφαξυς
10καταχρέοις μόνοις ἐστὶν ἀγαθὰ διὰ τὸ τὴν γαστέρα ἐκταράσ‐ σειν καὶ τὰ ὑποκείμενα σκύβαλα ὑπεξάγειν· ἰδίως γὰρ ἡ γα‐ στὴρ καὶ τὰ ἔντερα δανειστῇ ἔοικε. κεφαλωτὰ δὲ καὶ σταφυλῖ‐ νοι καὶ ὅσα 〈ἄλλα〉 ἐστὶ τρόφιμα ὠφελειῶν ἐστι σημαντικά, μόνοις δὲ ἐναντιοῦται τοῖς περὶ γῆς δικαζομένοις· πρόρριζα
15γὰρ ἀνασπᾶται. κράμβαι δὲ πρὸς οὐδέν εἰσι χρήσιμοι, μάλιστα δὲ καπήλοις καὶ ἀμπελουργοῖς καὶ πᾶσι τοῖς περὶ τὸν Διόνυσον τεχνίταις πονηραὶ καθίστανται, ἐπειδὴ
ἄμπελος μόνῃ κράμβῃ οὐ περιπλέκεται. τῶν δὲ λευκῶν λεγομένων λαχάνων γογγύλη μὲν καὶ βουνιὰς καὶ κολο‐73
20κύντη ματαίας ἐλπίδας σημαίνουσιν· ἔστι γὰρ πάντα ὄγκος ἄτροφος· τοῖς δὲ νοσοῦσι καὶ τοῖς ὁδεύουσι κατατομὰς καὶ διαιρέσεις ὑπὸ σιδήρου γενέσθαι σημαίνουσι διὰ τὸ κατα‐ κόπτεσθαι τὰ τοιαῦτα. σίκυοι δὲ [καὶ] περιτεμνόμενοι τοῖς νοσοῦσίν εἰσιν ἀγαθοὶ διὰ τὸ τὰ ὑγρὰ ἀποκρίνειν. πέπο‐
25νες 〈δὲ〉 πρὸς μὲν [τὰς] φιλίας καὶ συμβιβάσεις εἰσὶν ἀγαθοί, πέπον γὰρ τὸ προσφιλέστατον οἱ ποιηταὶ καλοῦσι· πρὸς δὲ τὰς πράξεις ἄπρακτοι· καὶ γὰρ τὸ ἔκλυτον πέπον κα‐ λεῖται. κρόμμυα δὲ καὶ σκόροδα ἐσθίειν μὲν πονηρόν, ἔχειν δὲ ἀγαθόν· μόνοις δὲ τοῖς νοσοῦσι διαφόρως τὰ
30κρόμμυα ἀποβαίνει. καίτοι περὶ αὐτῶν Ἀλέξανδρος ὁ Μύνδιος ἰσχυρῶς ἀπορήσας τὸ τέλος οὐ κατείληφε. φημὶ δὲ ἐγώ· εἴ τις πολλὰ κρόμμυα δόξειεν ἐσθίειν, τύχοι δὲ νοσῶν, ἀναστήσεται, 〈ἄλλον δέ τινα πενθήσει〉· εἰ δὲ ὀλίγα, τεθνήξεται. δακρύουσι μὲν γὰρ οἱ ἀποθνήσκοντες ὀλίγα,
35οἱ δὲ πενθοῦντες πολλά, ἐπειδὴ καὶ ἐπὶ πολὺ δακρύουσι.

1

.

68

Τῶν ὀσπρίων πάντα μοχθηρὰ πλὴν πίσου διὰ τὸ ὄνομα. ἔστι γὰρ πειθοῦς σημαντικόν· μάλιστα δὲ κυβερνήταις καὶ ῥήτορσιν· οἷς μὲν γὰρ τὰ πηδάλια οἷς δὲ οἱ δικασταὶ
πεισθήσονται. ἐρεγμὸς δὲ καὶ κύαμος στάσεώς εἰσι74
5σημαντικοί, ὃς μὲν διὰ τὸ δεδιχάσθαι ὃς δὲ διὰ τὸ πνεύ‐ ματος εἶναι ποιητικὸς ἀτόπου· οὐ μόνον δὲ 〈διὰ〉 τοῦτο ἀλλ’ ὅτι καὶ πάσης τελετῆς καὶ παντὸς ἱεροῦ ἀπελήλαται. φακῆ δὲ πένθος προαγορεύει καὶ πτισάνη κάματον διὰ τὸ δύστριπτον. κέγχρος δὲ καὶ ἔλυμος καὶ ζειὰ πενίας
10τε καὶ ἀπορίας ἐστὶ σημαντικά, μόνοις δὲ τοῖς ἐξ ὄχλου ποριζομένοις ἐστὶν ἀγαθά. χόνδρος δὲ καὶ τράγος ᾗ μὲν τρόφιμοί εἰσι, ταύτῃ καὶ κερδαλέοι· ᾗ δὲ μετὰ καμάτου γίνονται, πόνους ὑπερβάλλοντας σημαίνουσι, πένητι δὲ νόσον. σήσαμον δὲ καὶ λινόσπερμον καὶ σίνηπι ἰατροῖς
15μόνοις ἐστὶν ἀγαθά, τοῖς δὲ ἄλλοις δριμεῖς ἐπάγει πόνους καὶ τὰ κρυπτὰ ἐλέγχει.

1

.

69

Ἄρτους δοκεῖν ἐσθίειν τοὺς ἐξ ἔθους ἀγαθόν· κατάλ‐ ληλοι μὲν γὰρ πένητι οἱ ῥυπαροί, πλουσίῳ δὲ οἱ παντελῶς καθαροί· οἱ δὲ ἐναλλὰξ οὔτε ἀγαθοὶ καὶ προσέτι κακοί· οἱ μὲν γὰρ νόσον τοῖς πένησιν οἱ δὲ ἀπορίαν τοῖς πλουσίοις
5σημαίνουσιν. ἄρτοι δὲ κρίθινοι πᾶσιν ἀγαθοί· πρώτην γὰρ ἀνθρώποις τὴν τροφὴν ταύτην παρὰ θεῶν λόγος ἔχει δοθῆναι. ἄλευρα δὲ καὶ ἄλφιτα τὰ μὲν αὐτὰ τοῖς ἄρτοις σημαίνει,
ἥττονα δέ [καὶ βαρύτερα].75

1

.

70

Κρεῶν τὰ μὲν ὅσα τις ἐσθίει καὶ †ποιεῖ†, ἀγαθὰ τετήρηται πλὴν ὀλίγων. προβάτεια μὲν γὰρ πᾶσιν ἄτοπα καὶ πένθος οἰκεῖον σημαίνει (ἔστι γὰρ τὰ πρόβατα οὐδὲν ἄλλο ἢ ἄνθρωποι), [τούτων δὲ ζώντων οὐ γίνεται κρέα] ἤδη δὲ
5καὶ τὰ βόεια διὰ τὸ δύστριπτον, καὶ μικρὰς ἐργασίας διὰ τὴν εὐτέλειαν σημαίνει· δούλοις δὲ βασάνους διὰ τὸν ἱμάντα καὶ τὴν ταυρείαν. χιμαίρεια δὲ τοῖς ἐν χειμῶνι διά‐ γουσιν ἀγαθὰ τετήρηται, τοῖς δὲ ἄλλοις ἀκερδῆ. ὧν μὲν γὰρ τὰ δεινὰ διαλύει, ὅτι χειμῶνι ὁμώνυμα ὄντα τὰ ζῷα ἀνῄρηται
10[ἐπεὶ οὐκ ἂν ἐβιβρώσκετο]· οἷς δὲ διὰ τὸ ὀστῶδες μικρὰς τὰς ἐργασίας παρέχει. ἄριστα δὲ πᾶσι τὰ χοίρεια· καὶ γὰρ εἰκός. ζῶν μὲν γὰρ χοῖρος οὐδὲν εὔχρηστος ἀνθρώποις, ἀποθανὼν δὲ μᾶλλον ἐδώδιμος τῶν ἄλλων· τὰ δὲ ἄλλα ζῶντα βελτίονα ἢ ἀναιρεθέντα. καὶ τὸ μὲν ὀπτὰ δοκεῖν
15ἐσθίειν τὰ χοίρεια παντελῶς ἀγαθόν· προστίθησι γὰρ τάχος ταῖς ὠφελείαις διὰ τὸ πῦρ· τὰ δὲ ἡψημένα λιτῶς βράδιον τὰς αὐτὰς προαγορεύει ὠφελείας, τὰ δὲ κατηρτυ‐ μένα οὕτως ὑπὸ ὀψοποιῶν μετὰ κακουχίας τὰς ὠφελείας ἢ μετὰ προαναλωμάτων φέρει. οὐδαμῶς δὲ τὰ ὠμὰ ἐσθιό‐
20μενα κρέα ἀγαθά· παραπολέσαι γάρ τι τῶν ὄντων σημαί‐ νει, ἐπεὶ μὴ κρατεῖ ἡ ἡμετέρα φύσις ὠμῶν κρεῶν. τὸ δὲ μέγιστον καὶ ὑπερβολῇ ἀγαθόν, ὡς ἐγὼ ἐτήρησα, ἀνθρω‐ πίνας ἐσθίειν σάρκας, ἀνδρὸς οὐ γνωρίμου οὐδὲ οἰκείου,
ἐπεὶ ὅ γέ τινος τῶν οἰκείων φαγὼν σάρκας καὶ τὸν οὗ76
25ἔφαγε κατορύξει καὶ αὐτὸς δι’ οὐδὲν μέγα †τῶν ἐσθιομένων παραμένει†· εἰκός γε ὑπὸ πολλῆς ἀπορίας, ὥς γε φιλεῖ γενέσθαι ἐν πολέμῳ καὶ λιμῷ, ἐπὶ τοιαύτας ὁρμῆσαι τρο‐ φάς. πάντων δ’ ἂν εἴη σκαιότατον τὸ παιδὸς ἰδίου σάρ‐ κας ἐσθίειν· σύντομον γὰρ ὄλεθρον μαντεύεται, εἰ μὴ ἄρα τις
30ἀπὸ τοιούτων ἐσθίειν νομίσειε μερῶν τοῦ παιδός, ἀφ’ ὧν ὁ παῖς πορίζεται, οἷον εἰ δρομαίου τοὺς πόδας ἢ χειροτέχνου τὰς χεῖρας ἢ παλαιστοῦ τοὺς ὤμους φάγοι· τότε γὰρ τῷ μὲν παιδὶ εὐπορίαν τὸ ὄναρ τοῦτο, τῷ δὲ πατρὶ ὄνασθαι τοῦ παιδὸς προαγορεύει. τῶν δὲ ἄλλων
35ἀνθρώπων αἱ σάρκες ἐσθιόμεναι ἀγαθαί. τρόπον γάρ τινα οἱ ἄνθρωποι, ὅταν ὠφελῶνται παρ’ ἀλλήλων, ἐσθίουσιν ἀλλήλους. ἀεὶ δὲ ἄμεινον τὸ ἀνδρῶν ἢ γυναικῶν ἐσθίειν καὶ τὸ παίδων ἢ πρεσβυτέρων. ὀρνίθεια δὲ καὶ χήνεια κρέα ἐσθίειν πᾶσιν ἀγαθόν· φέρει δὲ τὰ μὲν ὀρνίθεια
40τὰς ὠφελείας ἀπὸ γυναικῶν ἢ δικῶν [ὅτι ἐκ γυναικῶν μετέβαλον οἱ ὄρνεις ἢ ὅτι αἰκάλλουσι], τὰ δὲ χήνεια ἀπὸ ἀνδρῶν ἀλαζόνων. ἀγαθὸν δὲ καὶ παντὸς θηρίου σάρκας ἐσθίειν· πολλὰ γὰρ ἐκ τῆς τῶν ἐχθρῶν οὐσίας ὠφεληθῆναι σημαίνει· τὸ δὲ ποδαπῶν ἐχθρῶν ἐπιδείξει ἡ τοῦ βρωθέντος
45ἰδέα τε καὶ μορφή. περὶ ὧν ἐν τῷ περὶ κυνηγίου λόγῳ ἐπι‐ μνησθήσομαι. ἀγαθὸν δὲ καὶ ἰχθύας ἐσθίειν, μάλιστα μὲν ὀπτούς, οὐδὲν δὲ ἧττον καὶ τοὺς ἄλλως γεγονότας πάντας πλὴν τῶν μικρῶν· οὗτοι γὰρ πλεῖον τὸ ἀκανθῶδες ἔχοντες τοῦ ἐδωδίμου οὐδαμῶς ὠφελείας σημαίνουσιν,

1

.

70

(50)

ἔχθρας δὲ πρὸς τοὺς οἰκειοτάτους καὶ ματαίας ἐλπίδας. τὸ δὲ κατὰ μέρος περὶ ἰχθύων ἐν τῷ περὶ ἁλιείας ἀκριβώσω
λόγῳ.77

1

.

71

Τάριχοι δὲ καὶ πάντα τὰ ἁλιστὰ κρέα [καὶ ἰχθύες] ἐν μὲν τοῖς προκειμένοις παρολκὰς καὶ ἀναβολὰς σημαίνει· διὰ γὰρ τῶν ἁλῶν ἐπὶ πολὺ τηρεῖται· ἐν δὲ τοῖς ἄλλοις τηκεδόνα καὶ λύπην. πολλάκις δὲ καὶ νόσον σημαίνει διὰ
5τὸ ὑπὸ τῶν ἁλῶν τετῆχθαι.

1

.

72

Πλακοῦντες οἱ μὴ τετυρωμένοι ἀγαθοί, οἱ δὲ τετυρω‐ μένοι δόλον καὶ ἐνέδραν σημαίνουσι· ταῦτα γὰρ καὶ ὁ τυρὸς προαγορεύει. κοπταὶ δὲ σησαμῖδες καὶ πυρα‐ μοὶ ἀγαθὰ πᾶσι, μάλιστα δὲ τοῖς δίκην ἔχουσιν· ἦν γὰρ
5ὁ πυραμὸς παρὰ τοῖς παλαιοῖς ἐπινίκιος. ἐπὶ δὲ τῶν ἄλλων πεμμάτων τῶν ἐν ἑορταῖς καὶ θυσίαις γινομένων τὰς κρίσεις ἀπὸ τοῦ λόγου τῶν ἑορτῶν ποιητέον. περὶ δὲ καππάρεων καὶ ἐλαιῶν καὶ λαχάνων ἀποθέτων πάντων καὶ ὑποτριμμάτων καὶ πάντων τῶν ὁμοίων ἑκὼν παρέλιπον
10ὡς φανερῶν ὅτι μὴ ἔστιν ἀγαθά.

1

.

73

Μῆλα μὲν ἐαρινὰ γλυκέα καὶ πέπανα καὶ ἰδεῖν καὶ φα‐ γεῖν ἐστὶν ἀγαθόν· πολλὴν γὰρ ἐπαφροδισίαν σημαίνει μάλιστα τοῖς περὶ γυναικὸς ἢ ἐρωμένης φροντίζουσι· ταῦτα γὰρ ἀνάκειται τῇ Ἀφροδίτῃ. τὰ δὲ ὀξέα μῆλα
5στάσεις καὶ φιλονεικίας σημαίνει· ἔστι γὰρ Ἔριδος. τὰ δὲ χειμερινά, 〈ἃ〉 κυδώνια καλοῦμεν, λυπηρὰ διὰ τὸ στυφόν. ἀμύγδαλα δὲ καὶ κάρυα καὶ τὰ λεγόμενα λεπτοκάρυα καὶ ὅσα κατάσσεται, ταραχὰς διὰ τὸν ψόφον σημαίνει καὶ λύπας διὰ τὸ εἶναι πικρὰ φύσει. οἶδα δέ τινα ἄνδρα τῶν
10εὐπαρύφων ἐν Ἑλλάδι, ὃς ἔδοξε παρά τινος ὄναρ λαμβάνειν κάρυον, καὶ διυπνισθεὶς ἐν τῇ χειρὶ ἔτυχε κρατῶν τὸ κάρυον τοῦτο [ὃ εἶδε κατ’ ὄναρ]. συνέβη αὐτῷ πολλὰ μὲν καὶ ἄλλα κακὰ ** τέλος δὲ ἀτίμῳ γενέσθαι. [ἀλλὰ τοῦτο διὰ τὸ ἐναργὲς ὡς τέρας τὸ τοιοῦτο εἰς μεγάλα ἀπέβη.]78
15σῦκα 〈δὲ〉 κατὰ μὲν τὴν ὥραν τὴν ἰδίαν ἀγαθά, [καὶ τούτων τὰ λευκὰ ἡδίονα τῶν μελάνων], παρὰ δὲ τὸν και‐ ρὸν φαινόμενα συκοφαντίας καὶ ἐπηρείας προαγορεύει· ‘συκάζειν‘ γὰρ καὶ τὸ ἐπηρεάζειν ἔλεγον οἱ παλαιοί. μόνοις δὲ τοῖς ὑπαιθρίοις ἐργαζομένοις τὰ μὲν λευκὰ
20εὐδίαν τὰ δὲ μέλανα χειμῶνα καὶ ὄμβρον σημαίνει, ἐπεὶ τοῖς γε ἄλλοις οὐδὲν ἂν μαντεύοιτο ἡ συκῆ [ἢ] τὸ τοῦ ἀέρος ὅπως ἕξει καταστήματος. σταφυλὴ δὲ καὶ παρὰ τὸν και‐ ρὸν ἀγαθὴ καὶ κατὰ τὴν ὥραν, ὡς δὲ ἐπὶ τὸ πλεῖστον τὰς διὰ γυναικῶν ἢ ἀπὸ γυναικῶν ὠφελείας σημαίνει· φανε‐
25ρὰς μὲν ἡ λευκή, λαθραίους δὲ ἡ μέλαινα. ῥοαὶ δὲ τραυ‐ μάτων εἰσὶ σημαντικαὶ διὰ τὸ χρῶμα καὶ βασάνων διὰ τὰς ἀκάνθας καὶ δουλείας καὶ ὑποταγῆς διὰ τὸν ἐν Ἐλευ‐ σῖνι λόγον. περσικὰ δὲ καὶ βερικόκκια καὶ κεράσια καὶ πάντα τὰ ὅμοια πλὴν συκαμίνων προσκαίρους ἡδονὰς καὶ
30ἀπάτας σημαίνει, παρὰ δὲ τὸν καιρὸν ματαιοπονίας. συκά‐ μινα δὲ τὰ αὐτὰ ταῖς ῥοαῖς σημαίνει, ὅ γε καρπός· ἐπεὶ τὸ δένδρον τὴν γενεὰν τοῦ ἰδόντος σημαίνει. ὅθεν εὐθαλὲς μὲν ὂν ἀγαθόν τι ἐσόμενον προαγορεύει, πρόρριζον δὲ ἀνα‐ τρεπόμενον τὴν γενεὰν τοῦ ἰδόντος διαφθείρει. ἄπιοι δὲ οἱ
35μὲν ἥμεροι ἀγαθοί· τούτων γὰρ ὁ καρπὸς καὶ ἀποθησαυ‐
ρισθεὶς ἄσηπτος μένει, καὶ παραυτίκα ἐσθιόμενος πρὸς τῷ τροφίμῳ καὶ τὸ οἰνῶδες ἔχει. οἶδα δὲ ἐξ αὐτῶν παρά τισι καὶ ποτὸν σκευαζόμενον. ἀχράδες δὲ καὶ ὄχναι γεωρ‐ γοῖς μόνοις συμφέρουσι, τοῖς δὲ ἄλλοις εἰσὶν ἀηδεῖς. [περὶ79
40δὲ ταώνων καὶ ἀλεκτρυόνων ἐν τῷ περὶ ζώων ἐροῦμεν λόγῳ.] δεῖ δὲ τὰ ὑποδείγματα ἔχοντας ἀπὸ τῶν εἰρημένων περὶ τῶν ἀγράφων τεκμαίρεσθαι κατὰ τὸ ὅμοιον μετ‐ άγοντας τὸν λόγον.

1

.

74

Ἐπεὶ δὲ τῷ περὶ τροφῆς λόγῳ ἕπεται ὁ περὶ σκευῶν τῶν κατ’ οἶκον, δίκαιον εἰπεῖν ἡγοῦμαι καὶ περὶ τούτων. ἔχει δὲ ὧδε. ποτήρια μέν, καθὼς ἔμπροσθεν εἴρηται, σημαίνει τὸν βίον, πίνακες δὲ καὶ παροψίδες αὐτὴν τὴν τοῦ βίου διαγω‐
5γήν. [οἵα τίς ἐστιν ἡ ἑστία σημαίνει] λαμβάνειν δὲ χρὴ τὸ τοιοῦτον ἀπὸ τῆς πολυτελείας ἢ ἀπὸ τοῦ μείζονα γενέσθαι ἐκ μικροτέρων ἢ μικρότερα ἐκ μειζόνων ἢ ἐξ ὑγιῶν οὐχ ὁλόκληρα ἢ ἐκ κατεαγότων ὑγιᾶ, τὴν μὲν ἐπὶ τὸ κρεῖττον μεταβολὴν πρὸς ἀγαθὸν τιθεμένους, τὴν δὲ ἐπὶ τὸ χεῖρον
10πρὸς κακόν. ὁ δ’ αὐτὸς καὶ περὶ τῶν ἄλλων σκευῶν ἔστω λόγος. λυχνία 〈δὲ〉 γυναῖκα σημαίνει, λύχνος δὲ τὸν τῆς οἰκίας ἄρχοντα καὶ τὸ πνεῦμα τοῦ ἰδόντος ἢ διὰ τὸ ἐπι‐ βλέπειν τὰ ἔνδον ἢ διὰ τὸ εὐαπόσβεστον, καὶ ἔρωτα διὰ τὸ ἀναλάμπειν, τρίπους δὲ καὶ ἑστία τὸν βίον καὶ τὴν ὅλην
15κατάστασιν καὶ τὴν γυναῖκα τοῦ ἰδόντος. ὅ τι 〈ἂν〉 οὖν πάθῃ ὁ τρίπους ἢ 〈ἡ〉 ἑστία, εἰς ταῦτα τὴν βλάβην ἀνα‐ κτέον. τράπεζα δὲ τρίποδος οὐδὲν διαφέρει οὐδὲ ἄλλο τι σκεῦος, ᾧ τις ἐπιδειπνεῖ. τύλη 〈δὲ〉 καὶ κλίνη καὶ πάντα τὰ πρὸς κοίτην τὴν γυναῖκα τοῦ ἰδόντος σημαίνει καὶ τὸν
20ὅλον βίον. τὸ δ’ αὐτὸ καὶ σκίμπους. τούτων δὲ οἱ μὲν πόδες
οἰκέτας σημαίνουσι, τῶν δὲ ἐνηλάτων τὸ μὲν ἔξω ἰδίως τὴν γυναῖκα, τὸ δὲ ἔσω τὸν ἄνδρα, τὸ δὲ πρὸς τῇ κεφαλῇ τέκνα ἀρσενικά, τὸ δὲ πρὸς τοῖς ποσὶ θηλυκὰ τέκνα. κατὰ ταὐτὰ δὲ τοῖς ἐνηλάτοις καὶ οἱ τοῖχοι τῶν κλινῶν διαλαμ‐80
25βανέσθωσαν. ξέσται 〈δὲ τοὺσ〉 θεράποντας, ἀμφορεῖς 〈δὲ〉 τοὺς ὑπηρέτας, τραπεζοφόροι 〈δὲ〉 τοὺς οἰκονόμους, τὰ δὲ σιτοδόχα σκεύη τοὺς κατὰ τὸν οἶκον ταμίας σημαίνει, ὁμοίως δὲ καὶ τὸ ταμεῖον. ἀγκῶνες δὲ καὶ πάντα τὰ προσ‐ πησσόμενα τὸ κόσμιον τοῦ βίου σημαίνει, κίσται 〈δὲ〉
30καὶ πυργίσκοι καὶ θησαυροφυλάκια τὴν γυναῖκα τοῦ ἰδόν‐ τος διὰ 〈τὸ〉 τὸ τιμιώτατον πεπιστεῦσθαι, στρωματόδε‐ σμοι 〈δὲ〉 καὶ ἐνειλήματα παλλακίδας ἢ ἀπελευθέρας. περὶ δὲ τῶν ἄλλων σκευῶν μακρὸν ἂν εἴη λέγειν καὶ ταῦτα ἀπαιτοῦντα παρὰ τῶν ἐντυγχανόντων τοῖς βιβλίοις τὸ μὴ
35ἀβασανίστως ἀναγνόντας παρ’ αὑτῶν τι προσφιλοτεχνεῖν.

1

.

75

Μυρίζεσθαι γυναιξὶ πάσαις ἀγαθὸν πλὴν 〈τῶν〉 μοι‐ χευομένων, ἀνδράσι δὲ πρὸς αἰσχύνης ἔσται πλὴν τῶν ἔθος ἐχόντων μυρίζεσθαι.

1

.

76

Ὀρχεῖσθαι δοκεῖν ἔνδον παρ’ ἑαυτῷ τῶν οἰκείων παρα‐ τυγχανόντων μόνων καὶ μηδενὸς ἀλλοτρίου παρόντος καὶ θεωμένου ἀγαθὸν ἐπίσης πᾶσιν. ἀλλὰ καὶ τὸ γυναῖκα τὴν ἑαυτοῦ καὶ 〈τὰ〉 παιδία καὶ τῶν συγγενῶν ἰδεῖν τινα
5ὀρχούμενον ἀγαθόν· εὐφροσύνην γὰρ πολλὴν καὶ δαψί‐ λειαν βίου δηλοῖ, ἐπεὶ οἱ ἄνθρωποι οὐ πρότερον ὀρχοῦνται ἢν μὴ ὥσπερ δεσπότῃ ἀποτόμῳ καὶ ὠμῷ τῇ †ἀρχῇ† τὴν ἀποφορὰν ἀποδῶσι· τότε δὲ ὀρχοῦνται καὶ ἁπλοῦσι τὰ σώματα. ἀσθενοῦντι δὲ ἀνθρώπῳ καὶ ἀνδρὶ καὶ γυναικὶ
10πονηρόν· διὰ γὰρ τὴν πολλὴν κίνησιν τῆς ὀρχήσεως παρα‐ φρονῆσαι καὶ παρακόψαι δηλοῖ· πονηρὸν δὲ καὶ τῷ νοσοῦν‐ τά τινα ἔχοντι· τὰ γὰρ αὐτὰ τῷ κοπτομένῳ καὶ ὁ ὀρχού‐ μενος πάσχει τε καὶ δρᾷ. ἀλλοτρίων δέ τινων παρόντων ἀνθρώπων πολλῶν ἢ ὀλίγων δοκεῖν ὀρχεῖσθαι ἤ τινα τῶν81
15ἰδίων ὀρχούμενον ἰδεῖν οὐδενὶ ἀγαθὸν οὔτε ἐρρωμένῳ οὔτε νοσοῦντι· τῷ μὲν γάρ τις ἔνδον ἐν τῷ οἴκῳ τεθνήξεται, ὁ δὲ ὀρχησάμενος ἀσχημονήσει μεγάλως. παιδίον δὲ ἰδεῖν ὀρχούμενον κωφὸν ἅμα καὶ ἄλαλον τὸ παιδίον γενέσθαι δηλοῖ, ἵνα διανεύσῃ ὅσα βούλεται σημαίνειν. ἐν θεάτρῳ δὲ
20δοκεῖν ὀρχεῖσθαι ἀναπεπλασμένον καὶ τὴν ἄλλην ἔχοντα σκευὴν εὐδοκιμεῖν τε καὶ ἐπαινεῖσθαι πένητι μὲν πλουτῆ‐ σαι σημαίνει, ἀλλ’ οὐ μέχρι γήρως· βασιλικὰ μὲν γὰρ πρόσωπα μιμεῖται καὶ πολλοὺς ὑπηρέτας ἔχει ὁ ὀρχηστής, ἀλλὰ μετὰ τὸ δρᾶμα μόνος παραλείπεται· πλουσίῳ δὲ
25ταραχάς τινας ἢ δίκας [πλείστας] προαγορεύει διὰ τὰς ποικίλας τῶν δραμάτων πλοκάς· γυναικὶ δὲ οὔτε πλουσίᾳ οὔτε πένητι ἀγαθὸν τοῦτο τετήρηται· μεγάλας γὰρ καὶ περιβοήτους ἀσχημοσύνας ποιοῦνται. ὅπως δ’ ἂν ὀρχήση‐ ται δοῦλος καὶ ὅπου ἄν, πολλὰς λήψεται πληγάς· καὶ
30ὁ πλέων ἤτοι ναυαγήσει ἢ καὶ μόνος ἐκπεσὼν κολυμβήσει· ὁ μὲν γὰρ παιόμενος ὁ δὲ νηχόμενος κινηθήσονται δι’ ὅλων τῶν σωμάτων. ἀγαθὸν δὲ ἀνδρὶ δεδεμένῳ τὸ ὀρχεῖ‐ σθαι· λυθήσεται γὰρ διὰ τὸ εὐκίνητον καὶ εὔλυτον τοῦ σώματος. εἰ δέ τις ὑψηλὸς [ἐπί τινος] ὀρχοῖτο, εἰς φόβον
35καὶ δέος πεσεῖται, κακοῦργος δὲ ὢν σταυρωθήσεται διὰ τὸ ὕψος καὶ τὴν τῶν χειρῶν ἔκτασιν. τὸ δὲ πυρριχίζειν τὸ αὐτὸ τῷ ὀρχεῖσθαι σημαίνει. τροχοπαικτεῖν δὲ ἢ
μαχαίραις περιδινεῖσθαι ἢ ἐκκυβιστᾶν τοῖς μὲν ἔθος ἔχου‐ σιν οὐ πονηρόν, τοῖς δὲ λοιποῖς εἰς ἔσχατον ἐλάσαι κίνδυνον82
40προσημαίνει. τὸ δ’ αὐτὸ καὶ καλοπαίζοντα ἰδεῖν προαγο‐ ρεύει. μιμολόγοι δὲ καὶ ἅπαντες 〈οἱ〉 γελωτοποιοὶ ἀπάτας καὶ ἐνέδρας σημαίνουσιν. [τὸ δ’ αὐτὸ ποιεῖν γελωτοποιεῖν μιμολογεῖν ὑποκρίνεσθαι καὶ ἐξαπατῆσαί τινας σημαίνει.] ᾄσματα δὲ δοκεῖν ᾄδειν καλῶς καὶ εὐφώνως [καὶ] τοῖς
45ᾠδικοῖς καὶ μουσικοῖς καὶ τοῖς ἄλλοις πᾶσιν ἀγαθόν, τὸ δὲ πονηρῶς καὶ ἀφώνως ᾄδειν ἀπραξιῶν ἐστι καὶ πενίας σύμβολον. ὁπόταν δὲ τῶν ᾀσμάτων μεμνημένος ᾖ τις, ἀπ’ αὐτῶν τῶν ᾀσμάτων χρὴ ποιεῖσθαι τὴν κρίσιν. ᾄδειν ἐν ὁδῷ ἀγαθόν, μάλιστα ἑπόμενον ὑποζυγίῳ· ᾄδειν δὲ ἐν

1

.

76

(50)

βαλανείῳ οὐκ ἀγαθόν· τὸ μὲν γὰρ εὐπρεπῶς καὶ εὐθύμως τὸν βίον διεξάγειν σημαίνει, τὸ δὲ μὴ σαφεῖ χρῆσθαι τῇ φωνῇ· πολλοὶ δὲ καὶ εἰς δεσμὰ κατεκρίθησαν. τὸ δὲ ἐν ἀγορᾷ ἢ πλατείαις ᾀσματολογεῖν πλουσίῳ μὲν ἀσχημοσύ‐ νας καὶ καταγέλωτας σημαίνει, πένητι δὲ μανίαν.

1

.

77

Στέφανον ἀναδεδέσθαι πεποιημένον ἐξ ἀνθέων τὸ μὲν καθόλου καὶ κοινὸν τῶν κατὰ τὴν ὥραν ἀγαθόν, τῶν δὲ παρὰ τὴν ὥραν πονηρόν. ἐπειδὴ δὲ ἀναγκαῖον ὑπὲρ σαφη‐ νείας περὶ ἑκάστου εἰπεῖν, ἐντεῦθεν ἄρξομαι. στέφανοι
5ναρκίσσων πεποιημένοι πᾶσι κακοί, κἂν κατὰ τὴν ὥραν βλέπωνται, μάλιστα δὲ [διὰ τὴν ἱστορίαν μάλιστα] τοῖς ἐξ ὕδατος ἢ δι’ ὕδατος τὸν πορισμὸν ποιουμένοις καὶ τοῖς μέλλουσι πλεῖν. οἱ δὲ ἐκ τῶν ἴων γεγονότες κατὰ μὲν τὴν ὥραν ἀγαθοί, παρὰ δὲ τὴν ὥραν μοχθηροί· καὶ τούτων οἱ
10μὲν ἐκ τῶν λευκῶν ἴων φανερὰ τὰ δύσχρηστα καὶ ἐπίσημα σημαίνουσιν, οἱ δὲ ἐκ τῶν κροκέων ἀσημότερα, οἱ δὲ ἐκ τῶν πορφυρῶν καὶ θάνατον σημαίνουσιν· ἔχει γάρ τινα τὸ πορφυροῦν χρῶμα συμπάθειαν [καὶ] πρὸς τὸν θάνατον. οἱ δὲ ἐκ τῶν ῥόδων κατὰ μὲν τὸν καιρὸν πᾶσιν ἀγαθοὶ πλὴν83
15τῶν νοσούντων καὶ τῶν λανθάνειν πειρωμένων. οὓς μὲν γὰρ ἀναιροῦσι διὰ τὸ εὐμάραντον, οὓς δὲ ἐλέγχουσι διὰ τὴν ὀσμήν. ὅπου δὲ καὶ χειμῶνος ἔστι ῥόδοις χρήσασθαι, ἐνταῦθα πάντοτε ὡς περὶ ἀγαθῶν χρὴ ποιεῖσθαι τὸν λόγον. οἱ δὲ 〈ἐκ〉 τοῦ ἀμαράντου πᾶσιν ἀγαθοί, καὶ μάλιστα
20〈τοῖσ〉 δικαζομένοις, ἐπεὶ μέχρι παντὸς ὁ ἀμάραντος διὰ τὸ ὄνομα καὶ τὸ χρῶμα διαφυλάττει. νοσοῦσι δὲ οὗτοι κακοί· ἢ γὰρ νεκροῖς ἢ θεοῖς ἀνατίθενται, σπάνιον δὲ ἀνθρώποις. οἱ δ’ ἐκ τῶν κρίνων γεγονότες εἰς ἐλπίδας ἀναβάλλονται 〈τὰ〉 πράγματα. σισυμβρίου δὲ καὶ ἀμαράκου
25Φρυγίου καὶ λαπάθου καὶ ἑλενίου καὶ ἀνεμώνης καὶ σαμ‐ ψύχου στεφάνους ἀναδεῖσθαι πᾶσι πονηρόν· ὡς γὰρ ἐπὶ τὸ πολὺ νόσον σημαίνουσι. τὸ δὲ τῆς μαλάχης ἄνθος καὶ τῆς ῥοδοδάφνης κηπουροῖς καὶ γεωργοῖς μόνοις ἀγαθόν, τοῖς δὲ ἄλλοις μόχθους καὶ ἀποδημίας σημαίνει. κατὰ τὰ αὐτὰ
30δὲ τούτοις καὶ τὸ θύμον καὶ τὸ ἐπίθυμον καὶ τὸ μελίλωτον σημαίνει πλὴν ἰατρῶν· τούτοις γάρ ἐστιν ἀγαθά. σελίνων
δὲ στέφανος νοσοῦντάς τε ἀναιρεῖ καὶ ὡς 〈ἐπὶ〉 τὸ πολὺ ὑδρωπιάσαντας διὰ τὸ ψυχρὸν καὶ κάθυγρον καὶ ὅτι ἐπι‐ ταφίῳ ἀγῶνι ἐπιτήδειός ἐστιν ὁ στέφανος οὗτος· ἀθλη‐84
35ταῖς δὲ ἀγαθός, τοῖς δὲ λοιποῖς ἄτοπος. φοίνικος δὲ καὶ ἐλαίας στέφανοι γάμους ἐλευθέρων περιποιοῦσι γυναικῶν διὰ τὴν πλοκὴν καὶ τέκνα προαγορεύουσι πολυχρόνια διὰ τὸ ἀειθαλές· υἱὸν μὲν ὁ φοῖνιξ, θυγατέρα δὲ ἡ ἐλαία. καὶ τοῖς [ἐπὶ τὸ ἄρχειν ὁρμωμένοις καὶ] ἀθληταῖς συλλαμβά‐
40νουσι καὶ πένησιν· οὓς μὲν γὰρ εὐπόρους οὓς δὲ ἐνδόξους ποιοῦσι. καὶ δούλους ἐλευθεροῦσιν· ἴδιον γὰρ ἐλευθέρων οἱ στέφανοι [καὶ μᾶλλον ὅταν ἀγωνισάμενοι δοκῶσιν εἰληφέναι αὐτούς]. τὰ δὲ κρυπτὰ ἐλέγχουσι διὰ τὸ περι‐ βοήτους εἶναι τοὺς στεφάνους. τὰ δὲ αὐτὰ τούτοις καὶ ὁ
45δρύινος στέφανος σημαίνει καὶ ὁ δάφνινος· καὶ ὁ μυρσίνης 〈δὲ〉 τὰ αὐτὰ ταῖς ἐλαίαις σημαίνει, γεωργοῖς δὲ καὶ μᾶλ‐ λον ἀγαθὸς διὰ τὴν Δήμητραν καὶ γυναιξὶ διὰ τὴν Ἀφροδί‐ την· κοινὸν γὰρ ταῖς θεαῖς τὸ φυτόν. στέφανοι κήρινοι πᾶσι κακοί, μάλιστα δὲ νοσοῦσιν, ἐπεὶ καὶ τὸν θάνατον

1

.

77

(50)

κῆρα καλοῦσιν οἱ ποιηταί. οἱ δὲ τῶν ἐρίων πεποιημένοι διὰ τὸ ποικίλον φαρμακίας καὶ καταδέσμους σημαίνουσιν. οἱ δὲ τῶν ἁλῶν ἢ τοῦ θείου βαρηθῆναι πρός τινων ὑπερ‐ εχόντων τὸν ἰδόντα σημαίνουσιν· εἰσὶ γὰρ φύσει βαρεῖς καὶ
οὐδὲν ἔχοντες τερπνόν. στέφανον δοκεῖν ἔχειν χρύσεον85
55πονηρὸν δούλῳ, εἰ μὴ καὶ τὰ ἅμα τῷ στεφάνῳ ἔχοι, πορ‐ φύραν λέγω καὶ παραπομπήν· πονηρὸν δὲ καὶ πένητι διὰ τὸ παρ’ ἀξίαν. τοιγαροῦν ὁ μὲν βασανισθήσεται, ὁ δὲ ἐπὶ μεγάλοις ἁμαρτήμασι κατάφωρος ἔσται. εἰκὸς δὲ καὶ τοῦ‐ τον βασανισθῆναι. νοσοῦντι δὲ σύντομον προαγορεύει
60θάνατον· χλωρός τε γὰρ ὁ χρυσὸς καὶ βαρὺς καὶ ψυχρός, καὶ διὰ τοῦτο θανάτῳ προσείκασται. καὶ 〈τὰ〉 κρυπτὰ ἐλέγχει· πάντως γὰρ ἀπόβλεπτον χρὴ εἶναι τὸν χρυσοφο‐ ροῦντα. πλουσίοις δὲ καὶ δημαγωγοῖς καὶ τοῖς ἄρχειν προῃρημένοις ἀγαθὸν ἐτήρησα τὸν στέφανον [ὄναρ]. ἀμ‐
65πέλου δὲ καὶ κισσοῦ μόνοις τοῖς περὶ τὸν Διόνυσον τεχνί‐ ταις συμφέρει, τοῖς δὲ ἄλλοις δεσμὰ σημαίνει διὰ τοὺς ἕλικας καὶ τὰς προσπλοκὰς τοῦ κισσοῦ ἢ νόσον διὰ ταὐτά. κακούργοις δὲ τραχηλοκοπηθῆναι σημαίνει διὰ τὸ τέμνεσθαι ταῦτα σιδήρῳ. κρομμύοις δὲ ἐστεφανῶσθαι
70δοκεῖν τὸν μὲν ἰδόντα ὠφελεῖ, τοὺς δὲ περὶ αὐτὸν βλάπτει.

1

.

78

Ἐν τῷ περὶ συνουσίας [ἀφροδισίων] λόγῳ διαίρεσιν τὴν ἀρίστην ποιούμενος εἴποι τις ἂν πρῶτον περὶ τῆς κατὰ φύσιν καὶ νόμον καὶ ἔθος συνουσίας, εἶτα περὶ τῆς παρὰ νόμον, καὶ τρίτον περὶ τῆς παρὰ φύσιν. πρῶτον μὲν οὖν
5περὶ τῆς κατὰ νόμον συνουσίας ὧδέ πως ἔχει. γυναικὶ τῇ ἑαυτοῦ μιγῆναι ἑκούσῃ καὶ προσιεμένῃ καὶ πρὸς τὴν συνου‐ σίαν μὴ ἀντιβαινούσῃ ἀγαθὸν ἐπίσης πᾶσιν· ἔστι γὰρ ἡ γυνὴ ἤτοι τέχνη τοῦ ἰδόντος ἢ πραγματεία, ἀφ’ ἧς τὰς ἡδονὰς πορίζεται, ἢ οὗ προΐσταται καὶ ἄρχει, ὡς καὶ τῆς
10γυναικός. σημαίνει 〈δὲ〉 ὁ ὄνειρος τὴν ἀπὸ τῶν τοιούτων
ὠφέλειαν· ἥδονται μὲν 〈γὰρ〉 οἱ ἄνθρωποι τοῖς ἀφροδι‐ σίοις, ἥδονται δὲ καὶ ταῖς ὠφελείαις. εἰ δὲ ἀντιβαίνοι ἡ γυνὴ ἢ μὴ παρέχοι ἑαυτήν, τὰ ἐναντία σημαίνει. ὁ δὲ αὐτὸς καὶ περὶ ἐρωμένης ἔστω λόγος. γυναιξὶ δὲ ἑταίραις86
15ταῖς ἐπὶ κασωρίοις ἑστώσαις μίγνυσθαι μικρὰν μὲν αἰ‐ σχύνην καὶ βραχὺ ἀνάλωμα σημαίνει· αἰδοῦνται γὰρ ἅμα καὶ ἀναλοῦσι ταύταις πλησιάζοντες οἱ ἄνθρωποι· πρὸς δὲ πᾶσαν ἐγχείρησίν εἰσιν ἀγαθαί· καὶ γὰρ πρός τινων ‘ἐργάσιμοι‘ λέγονται, καὶ οὐδὲν ἀρνησάμεναι παρέχουσιν
20ἑαυτάς. εἴη δ’ ἂν ἀγαθὸν τὸ εἰσιέναι εἰς τὰ πορνεῖα καὶ ἐξιέναι δύνασθαι, ἐπεὶ τό γε μὴ δύνασθαι ἐξιέναι πονηρόν. οἶδα δέ τινα, ὃς ἔδοξεν εἰσελθεῖν εἰς πορνεῖον καὶ μὴ δύνα‐ σθαι ἐξελθεῖν, καὶ ἀπέθανεν οὐ μετὰ πολλὰς ἡμέρας κατὰ λόγον [δὲ] τούτου ἀποβάντος αὐτῷ· κοινὸς γὰρ ὁ τόπος
25οὗτος καλεῖται, ὡς καὶ ὁ τοὺς νεκροὺς δεχόμενος, καὶ πολ‐ λῶν σπερμάτων ἀνθρωπίνων ἐνταῦθα γίνεται φθορά. εἰκότως οὖν ὁ τόπος οὗτος ἔοικε θανάτῳ. οὐδὲν μέντοι κοινὸν 〈αἱ〉 γυναῖκες ἔχουσι τῷ τόπῳ· αὐταὶ μὲν γὰρ ἀγαθὰ σημαίνουσιν, ὁ δὲ τόπος οὐκ ἀγαθός. ὅθεν αἱ
30πλαζόμεναι τῶν ἑταίρων λυσιτελέστεραι ὄναρ ὀφθῆναι. ἀγαθαὶ δὲ καὶ 〈αἱ〉 ἐπὶ ἐργαστηρίων καθεζόμεναι καὶ πιπράσκουσαί τι καὶ δεχόμεναι ἐμπολὰς καὶ ὁραθεῖσαι καὶ μιγεῖσαι. εἰ δέ τις γυναῖκα ἣν οὐκ οἶδεν ὑπολάβοι περαί‐ νειν, εἰ μὲν εὔμορφος εἴη καὶ χαρίεσσα καὶ σκευὴν ἔχουσα
35ἱματίων πολυτελῶν καὶ μαλακῶν καὶ ὅρμων χρυσέων καὶ ἑαυτὴν παρέχουσα, καλὸν τῷ ἰδόντι καὶ οὐ μικρὸν τελε‐ σθησόμενον δείκνυσιν· εἰ δὲ πρεσβῦτις εἴη καὶ εἰδεχθὴς
[ἢ] καὶ ἄμορφος καὶ κακοείμων καὶ λυπηρῶς διάγοι καὶ εἰ μὴ παρέχοι ἑαυτήν, τἀναντία τῇ προτέρᾳ σημαίνει· χρὴ87
40γὰρ ἡγεῖσθαι τὰς ἀγνοουμένας γυναῖκας εἰκόνας εἶναι πράξεων τῶν συμβησομένων τῷ ἰδόντι. οἵα ἂν οὖν ᾖ ἡ γυνὴ καὶ ὅπως διακειμένη, οὕτω καὶ ἡ πρᾶξις διαθήσει τὸν ἰδόντα. δούλῃ ἰδίᾳ καὶ δούλῳ μιγῆναι ἀγαθόν· εἰσὶν 〈γὰρ〉 οἱ δοῦλοι κτήματα τοῦ ἰδόντος. διὸ σημαίνουσιν ἐπὶ
45τοῖς ἑαυτοῦ κτήμασιν ἡσθῆναι τὸν ἰδόντα ὡς εἰκὸς πλείοσι 〈καὶ〉 πολυτελεστέροις γινομένοις. περαίνεσθαι δὲ ὑπ’ οἰκέτου οὐκ ἀγαθόν· καταφρονηθῆναι γὰρ σημαίνει καὶ βλαβῆναι παρὰ τοῦ οἰκέτου. τοῦτο δὲ καὶ ὑπὸ τοῦ ἀδελφοῦ, ἐάν τε νεώτερος ᾖ ὁ περαίνων ἐάν τε

1

.

78

(50)

πρεσβύτερος, ἢ καὶ ὑπὸ ἐχθροῦ. γυναικὶ δὲ γνω‐ ρίμῃ καὶ συνήθει μίγνυσθαι εἰ μὲν ἐρωτικῶς διακείμενός τις καὶ ἐπιθυμῶν τῆς γυναικὸς ἴδοι τὸν ὄνειρον, οὐδὲν προαγορεύει διὰ τὴν ἐπιτεταμένην ἐπιθυμίαν· εἰ δὲ μὴ ἐπιθυμοίη τῆς γυναικός, ἀγαθὸν αὐτῷ, ὅταν ἡ γυνὴ
55εὔπορος ᾖ· πάντως γάρ τι πράξει λυσιτελὲς παρὰ τῇ γυναικὶ ἢ διὰ τῆς γυναικός, ἣν εἶδεν ὁ ἀνήρ. ἡ γὰρ τὸ σῶμα τὸ ἑαυτῆς τινι παρέχουσα εἰκότως καὶ τὰ περὶ 〈τὸ〉 σῶμα παρέχοι ἄν. πολλάκις δὲ τὸ τοιοῦτον ὄναρ καὶ ἐν μυστηρίοις τῆς γυναικὸς γενόμενον τὸν ἰδόντα ὠφέλησε·
60παρέχει γὰρ ἡ τοιαύτη καὶ τῶν ἀπορρήτων ἅψασθαι. ὕπανδρον δὲ κατὰ νόμους γεγαμημένην περαίνειν οὐκ ἀγα‐ θὸν διὰ τὸν νόμον· οἵοις γὰρ τὸν ἐπὶ μοιχείᾳ ἁλόντα ὁ νόμος ὑπάγει, τοῖς αὐτοῖς καὶ τὸ ὄναρ. περαίνεσθαι δὲ ὑπό τινος γνωρίμου γυναικὶ μὲν [ἡδὺ καὶ] λυσιτελές, οἷος ἂν ᾖ ὁ
65περαίνων· ἀνδρὶ δὲ ὑπὸ πλουσιωτέρου καὶ πρεσβυτέρου περαίνεσθαι ἀγαθόν· παρὰ γὰρ τῶν τοιούτων ἔθος ἐστὶ λαμβάνειν· ὑπὸ δὲ νεωτέρου καὶ ἀπόρου περαίνεσθαι
πονηρόν· τοῖς γὰρ τοιούτοις ἔθος ἐστὶ προσδιδόναι. τὸ δ’ αὐτὸ σημαίνει καὶ ἐὰν πρεσβύτερος ᾖ ὁ περαίνων καὶ88
70πτωχός. χειροτονεῖν δὲ τὸ αἰδοῖον εἴ τις ὑπολάβοι, δοῦλον ἢ δούλην περανεῖ διὰ τὸ τὰς χεῖρας τὰς προσαγομένας τῷ αἰδοίῳ ὑπηρετικὰς εἶναι· εἰ δὲ μὴ ἔχοι θεράποντας, ζη‐ μίαν ὑπομενεῖ διὰ τὴν εἰς ἄχρηστον τοῦ σπέρματος ἀπό‐ κρισιν. οἶδα δέ τινα δοῦλον, ὃς ἔδοξε τὸν δεσπότην αὐτοῦ
75δέφειν, καὶ ἐγένετο τῶν παίδων αὐτοῦ παιδαγωγὸς καὶ τροφός· ἔσχε γὰρ ἐν ταῖς χερσὶ τὸ τοῦ δεσπότου αἰδοῖον ὂν τῶν ἐκείνου τέκνων σημαντικόν. καὶ πάλιν αὖ οἶδά 〈τινα〉 ὃς ἔδοξεν ὑπὸ τοῦ δεσπότου δέφεσθαι, καὶ προ‐ σδεθεὶς κίονι πολλὰς ἔλαβε πληγάς, καὶ οὕτως ὑπὸ τοῦ
80δεσπότου ἐνετάθη. Περὶ δὲ τῆς παρανόμου συνουσίας οὕτω κρίνειν δέον ἐστίν. υἱὸν περαίνειν οὐδέπω πενταετῆ γεγονότα θά‐ νατον τῷ παιδὶ σημαίνει, καθὼς πολλάκις ἐτήρησα· εἰκὸς δὲ τοῦτο σημαίνειν διὰ τὸ φθείρεσθαι τὸ βρέ‐
85φος, φθορὰν δὲ καλοῦμεν τὸν ὄλεθρον. εἰ δὲ ὑπὲρ τὰ πέντε ἔτη ὁ παῖς εἴη γεγονώς, ἔτι δὲ τῶν δέκα ἐντός, νοσήσει μὲν ὁ παῖς, ἀφρόνως δέ τι πραγμα‐ τευσάμενος ὁ ἰδὼν τὸν ὄνειρον βλαβήσεται· ὁ μὲν γὰρ διὰ τὸ παιδικὸν τῆς ἡλικίας πρὸ τῆς ὥρας περαινόμενος
90διὰ τὸ ἀλγεῖν νοσήσει, ὁ δὲ βλαβήσεται δι’ ἀφροσύνην· οὐ γάρ ἐστιν ἐρρωμένου τὴν γνώμην οὐχ ὅτι τὸν ἑαυτοῦ υἱὸν ἀλλ’ οὐδὲ ἄλλον τηλικοῦτον περαίνειν. εἰ δὲ ἀντί‐ παις εἴη ὁ υἱός, ἐὰν μὲν πένης ᾖ ὁ πατήρ, εἰς διδασκάλου πέμπων τὸν υἱὸν μισθούς τε αὐτῷ χορηγῶν τὰς εἰς
95αὐτὸν ἀποκρίσεις ποιήσεται [καὶ ἀποκρίσεις]. εἰ δὲ πλούσιος τὸ τοιοῦτον ἴδοι, πολλὰ τῷ υἱῷ δωρούμενος καὶ
καταγράφων εἰς αὐτὸν ἀπουσίας ποιήσεται. ἀνδρὶ δὲ τε‐ λείῳ ἤδη ὄντι τῷ υἱῷ μιγῆναι ἀποδημοῦντι μὲν ἀγαθόν· συνελθεῖν γὰρ καὶ συναναστραφῆναι σημαίνει τὸ ὄναρ διὰ89

1

.

78

(100)

τὸ τῆς συνουσίας ὄνομα· συνόντι δὲ καὶ συνδιατρίβοντι πονηρόν· χωρὶς γὰρ ἀλλήλων γενέσθαι αὐτοὺς ἀνάγκη διὰ 〈τὸ〉 τὴν τῶν ἀνδρῶν συνουσίαν ὡς ἐπὶ τὸ πλεῖστον ἐξ ἀπο‐ στροφῆς γίνεσθαι. περαίνεσθαι δὲ ὑπὸ τοῦ υἱοῦ βίᾳ βλα‐ βῆναι ὑπὸ τοῦ υἱοῦ σημαίνει, ἐφ’ ᾗ βλάβῃ καὶ ὁ υἱὸς
105οἰμώξει· εἰ δὲ τὸν ἑαυτοῦ πατέρα δόξειέ τις περαίνειν, φυγὰς ἔσται τῆς ἑαυτοῦ ἢ πρὸς τὸν πατέρα εἰς 〈ἔχθραν〉 κα‐ τασταθήσεται· ἢ γὰρ αὐτὸς ἀποστραφήσεται αὐτὸν ὁ πατὴρ ἢ ὁ δῆμος ὁ τῷ πατρὶ τὸν αὐτὸν ἔχων λόγον. θυγάτριον μικρὸν μὲν παντελῶς καὶ οὐδέπω πενταετὲς γεγονὸς **
110ἐντὸς δ’ ἔτι τῶν δέκα, ἐπίσης τῷ υἱῷ σημαίνει· ὅταν δ’ ὡραία γάμων ἡ παῖς τύχῃ οὖσα, εἰς ἀνδρὸς πορεύσεται, καὶ ὁ ἰδὼν τὸν ὄνειρον φερνὴν ἐπιδοὺς οὕτως εἰς τὴν θυγατέρα ἀπουσιάσει. οἶδα δέ τινα, ὃς ἐπὶ τούτῳ τῷ ὀνείρῳ τῆς γυναικὸς ἐστερήθη ὀρθῶς καὶ κατὰ λόγον·
115λοιπὸν γὰρ ἦν αὐτῷ ἡ θυγάτηρ διὰ τῆς οἰκουρίας καὶ τὰ γυναικὸς καὶ τὰ θυγατρὸς ἔργα παρέχουσα. εἰ δὲ παρὰ ἀνδρὶ οὔσῃ τῇ θυγατρὶ τῇ ἑαυτοῦ τις ὑπολάβοι συνεῖναι, χωρισθεῖσα τοῦ ἀνδρὸς ἡ θυγάτηρ πρὸς αὐτὸν ἀφίξεται, ἵνα αὐτῷ συνῇ καὶ συναναστρέφηται. ἀγαθὸν δὲ πένητι
120πλουσίαν ἔχοντι θυγατέρα μιγῆναι αὐτῇ· πολλὰ γὰρ ἀπὸ τῆς θυγατρὸς ὠφελούμενος ἡσθήσεται ἐπ’ αὐτῇ. πολλάκις δὲ οἱ πλουτοῦντες καὶ παρὰ προαίρεσιν ἐπέδωκάν τι ταῖς θυγατράσι τοῦτον ἰδόντες τὸν ὄνειρον, καὶ οἱ νοσοῦντες ἀπέθανον ἐπὶ κληρονόμοις ταῖς θυγατράσι. περὶ δὲ ἀδελ‐
125φῆς περισσὸν λέγειν· τὰ αὐτὰ γὰρ τῇ θυγατρὶ σημαίνει.
ἀδελφὸν δὲ περαίνειν καὶ πρεσβύτερον καὶ νεώτερον ἀγα‐ θὸν τῷ ἰδόντι· ὑπέρτερος γὰρ τοῦ ἀδελφοῦ ἔσται καὶ κατα‐ φρονήσει αὐτοῦ. [καὶ] φίλον δὲ ὁ περαίνων εἰς ἔχθραν90

1

.

79

αὐτῷ καταστήσεται βλαβέντι πρότερον ὑπ’ αὐτοῦ. ὁ περὶ μητρὸς λόγος [περὶ ἀφροδισίων] 〈ὢν〉 ποικίλος καὶ πολυ‐ μερὴς καὶ πολλὴν ἐπιδεχόμενος διαίρεσιν πολλοὺς τῶν ὀνειροκριτῶν διέφυγεν. ἔχει δὲ ὧδε. οὐχ ἡ μίξις αὐτὴ καθ’
5ἑαυτὴν ἱκανή ἐστι τὰ σημαινόμενα δεῖξαι, ἀλλὰ καὶ αἱ συμπλοκαὶ καὶ τὰ σχήματα τῶν σωμάτων διάφορα ὄντα διαφόρους τὰς ἀποβάσεις ποιεῖ. πρῶτον μὲν οὖν περὶ τῆς σύγχρωτα περαινομένης καὶ ἅμα ζώσης λεκτέον, ἐπειδὴ καὶ ἡ ζῶσα οὐ τὰ αὐτὰ τῇ νεκρᾷ σημαίνει. εἴ τις οὖν τὴν ἑαυ‐
10τοῦ μητέρα σύγχρωτα, ὅπερ καὶ κατὰ φύσιν τινὲς λέγουσι, 〈καὶ〉 ζῶσαν ἔτι περαίνοι, εἰ μὲν εἴη [ἔτι] 〈αὐτῷ ὁ〉 πατὴρ ἐρρωμένος, ἔχθρα αὐτῷ πρὸς τὸν πατέρα ἔσται διὰ τὴν καὶ ἐπὶ τῶν ἄλλων ἀνθρώπων γινομένην ζηλοτυπίαν [ἣ μᾶλλον ἂν ἐπὶ τούτων γένοιτο]· εἰ δὲ νοσῶν ὁ πατὴρ τύχοι,
15τεθνήξεται· 〈ὁ γὰρ〉 ἰδὼν τὸν ὄνειρον προστήσεται τῆς μητρὸς υἱὸς ἅμα καὶ ἀνήρ. ἀγαθὸν δὲ παντὶ χειροτέχνῃ καὶ ἐργοπόνῳ· καὶ γὰρ τὴν τέχνην μητέρα καλεῖν ἔθος ἐστί, τὸ δὲ ταύτῃ πλησιάζειν τί ἂν εἴη ἄλλο ἢ τὸ μὴ σχο‐ λὴν 〈ἔχειν〉 ἀλλ’ ἀπὸ τῆς τέχνης πορίζειν; ἀγαθὸν δὲ
20καὶ παντὶ δημαγωγῷ καὶ πολιτευτῇ· σημαίνει γὰρ τὴν
πατρίδα ἡ μήτηρ. ὥσπερ οὖν ὁ μιγνύμενος κατὰ νόμον Ἀφροδίτης παντὸς ἄρχει τοῦ σώματος τῆς συνούσης πειθο‐ μένης καὶ ἑκούσης, οὕτως ὁ ἰδὼν πάντων προστήσεται τῶν τῆς πόλεως πραγμάτων. καὶ ὁ ἐχθρὸς ὢν τῇ μητρὶ91
25εἰς φιλίαν 〈αὐτῇ〉 καταστήσεται διὰ τὴν μίξιν· καὶ γὰρ φιλότης καλεῖται. πολλάκις δὲ καὶ τοὺς χωρὶς οἰκοῦντας ἐπὶ τὸ αὐτὸ συνήγαγε τὸ ὄναρ τοῦτο καὶ ἐποίησε συνεῖναι. διὸ καὶ τὸν ἀπόδημον εἰς τὴν οἰκείαν ἐπανάγει, ὅταν γε ἡ μήτηρ ἐν τῇ πατρίδι τυγχάνῃ οὖσα· εἰ δὲ μή, ὅπου ἂν ἡ
30μήτηρ διάγῃ, ἐκεῖ σημαίνει πορευθῆναι τὸν ἰδόντα. καὶ εἴ τις πενόμενος καὶ ἐν ἐνδείᾳ ὢν τῶν ἐπιτηδείων πλουσίαν ἔχοι μητέρα, λήψεται παρ’ αὐτῆς ὅσα βούλεται ἢ ἀποθα‐ νοῦσαν μετ’ οὐ πολὺ κληρονομήσει, καὶ οὕτως ἐπὶ τῇ μητρὶ ἡσθήσεται. πολλοὶ δὲ καὶ ἀναλαβόντες τὰς μητέρας ἔθρε‐
35ψαν, ἐκείνων ἐπ’ αὐτοῖς ἡδομένων. νοσοῦντα δὲ ἀνίστησι τὸ ὄναρ καὶ σημαίνει κατὰ φύσιν ἕξειν, μήτηρ γὰρ κοινὴ πάντων ἡ φύσις, φαμὲν δὲ τοὺς ἐρρωμένους καὶ οὐχὶ τοὺς νοσοῦντας κατὰ φύσιν ἔχειν. μέμνηται δὲ τοῦ τοιού‐ του καὶ Ἀπολλόδωρος ὁ Τελμησσεύς, ἀνὴρ ἐλλόγιμος.
40γένοιτο δ’ ἂν ἐπὶ τῶν νοσούντων οὐχ ὅμοιον τὸ σημαινό‐ μενον, εἴπερ εἴη νεκρὰ ἡ μήτηρ, ἐπεὶ αὐτίκα μάλα τεθνή‐ ξεται ὁ ἰδών· τῆς τε γὰρ νεκρᾶς τὸ σύγκριμα ἀναλύεται εἰς τὴν ὕλην, ἐξ ἧς συνέστη καὶ συνεκρίθη, καὶ τὸ πλεῖ‐ στον γεῶδες ὂν εἰς τὴν οἰκείαν ὕλην μεταβάλλει· καὶ τὴν
45γῆν [οὐδὲ αὐτὴν] οὐδὲν ἧττον μητέρα καλοῦμεν. τὸ δὲ μιγῆναι νεκρᾷ τῇ μητρὶ νοσοῦντι τί ἂν ἄλλο σημαίνοι ἢ τὸ τῇ γῇ μιγῆναι; ἀγαθὸν δὲ τῷ περὶ γῆς ἔχοντι δίκην
καὶ τῷ [τὴν] γῆν πρίασθαι βουλομένῳ καὶ τῷ γεωργεῖν ἐθέλοντι τὸ νεκρᾷ τῇ μητρὶ μιγῆναι. λέγουσι δ’ ἔνιοι ὅτι92

1

.

79

(50)

γεωργῷ μόνῳ 〈κακόν〉· ὡς ἐπὶ νεκρὰν γὰρ τὴν γῆν κατα‐ βαλεῖ τὰ σπέρματα, τοῦτ’ ἔστιν ἀκαρπήσει· ἐμοὶ δὲ οὐδαμῶς δοκεῖ ἀληθὲς εἶναι, εἰ μὴ ἄρα τις ἐπὶ τῇ συνουσίᾳ μεταγινώσκειν ἢ ἀνιᾶσθαι νομίζοι. ἔτι καὶ ὁ ἀπόδημος εἰς τὴν οἰκείαν ἀνακομιοθήσεται καὶ ὁ περὶ τῆς οὐσίας τῆς
55μητρῴας ἀμφισβητῶν νικήσει ἐπὶ τούτῳ τῷ ὀνείρῳ [ὁ μὲν εἰς τὴν γῆν τὴν οἰκείαν ἀνακομιζόμενος, ὁ δὲ] οὐκ ἐπὶ τῷ σώματι ἀλλ’ ἐπὶ τῇ οὐσίᾳ τῆς μητρὸς τερπόμενος. εἰ δέ τις ἐν τῇ πατρίδι ἴδοι τὸ ὄναρ, ἐξελεύσεται τῆς πατρί‐ δος· οὐ γὰρ ἔνεστιν ἐπὶ τοσούτῳ ἁμαρτήματι μένειν ἐπὶ
60τῆς μητρῴας ἑστίας. καὶ εἰ μὲν ἀνιῷτο ἐπὶ τῇ συνουσίᾳ ἢ μεταγινώσκοι, φεύξεται τὴν πατρίδα· εἰ δὲ μή, ἑκὼν ἀπο‐ δημήσει. ἀπεστραμμένην δὲ τὴν μητέρα περαίνειν οὐκ ἀγαθόν· ἢ γὰρ αὐτὴ ἡ μήτηρ ἀποστραφήσεται τὸν ἰδόντα ἢ ἡ πατρὶς ἢ ἡ τέχνη ἢ ὅ τι ἂν ᾖ τὸ προκείμενον τῷ
65ἰδόντι. πονηρὸν δὲ καὶ ὀρθῇ παρεστάναι τῇ μητρὶ κατὰ τὴν συνουσίαν· ἀπορίᾳ γὰρ κοίτης ἢ στρωμάτων τοιούτῳ χρῶνται σχήματι ἄνθρωποι. διὸ θλίψεις καὶ στενοχω‐ ρίας σημαίνει. καὶ εἰς γόνατα κειμένῃ τῇ μητρὶ μιγῆναι πονηρόν [ἔτι καὶ ἄσχημον καὶ ὑπτίᾳ βεβλημένῃ]· πολλὴν
70γὰρ ἀπορίαν σημαίνει διὰ τὸ τῆς μητρὸς ἀκίνητον. [γένε‐ σιν γὰρ ἢ τύχην ἢ δαίμονά τινα τοῦ ἰδόντος τὸν διέποντα καὶ τῶν ὅλων αἴτιον νομίζομεν εἶναι τὴν μητέρα.] τὸ δὲ ἄνωθεν ἐπικειμένην καὶ ἐφιππαζομένην τὴν μητέρα πε‐ ραίνειν λέγουσιν ἔνιοι θάνατον τῷ ἰδόντι σημαίνειν· γῇ
75γὰρ ἔοικεν ἡ μήτηρ, ἐπειδὴ τροφὸς πάντων καὶ γενέτειρα ἡ γῆ· αὕτη δὲ τῶν νεκρῶν ἄνωθεν καὶ οὐχὶ τῶν ζώντων γίνεται. ἐγὼ δὲ ἐτήρησα τοὺς μὲν νοσοῦντας ἐπὶ τούτῳ τῷ ὀνείρῳ πάντοτε ἀποθανόντας τοὺς δὲ ἐρρωμένους μετὰ πολλῆς ῥᾳστώνης καὶ κατὰ προαίρεσιν τὸ λοιπὸν τοῦ93
80βίου διαγαγόντας, ὀρθῶς καὶ εὐλόγως τοῦ τοιούτου γινο‐ μένου· ἐν μὲν γὰρ τοῖς ἄλλοις σχήμασι καὶ ὁ κάματος καὶ τὸ ἆσθμα περὶ τὸν ἄρσενα ὡς ἐπὶ 〈τὸ〉 πολὺ συνίσταται, ἡ δὲ θήλεια ἀπονωτέρα διατελεῖ· ἐν δὲ τούτῳ τῷ σχήματι πᾶν τοὐναντίον ἥδεται ὁ ἀνὴρ ἄνευ κόπου. ἀλλὰ καὶ τοὺς
85πλησίον λαθεῖν ἐπιτρέπει μὴ ἐν φωτὶ γινόμενον διὰ 〈τὸ〉 τοῦ ἄσθματος τὸ πολὺ ἀφαιρεῖσθαι. πολλοῖς δὲ καὶ δια‐ φόροις σχήμασιν ἐπὶ 〈τῆσ〉 μητρὸς οὐ συμφέρει χρῆσθαι· οὐ γὰρ ἐνυβρίζειν δίκαιόν ἐστι τῇ μητρί. ὅτι δὲ τὰ μὲν ἄλλα σχήματα δι’ ὕβριν καὶ ἀκολασίαν καὶ παροινίαν
90εὗρον ἄνθρωποι, τὸ δὲ σύγχρωτα μόνον ὑπὸ τῆς φύσεως διδαχθέντες, δῆλον ἀπὸ τῶν ἄλλων ζῴων· πάντα γὰρ τὰ γένη συνήθει τινὶ χρῆται σχήματι, καὶ οὐ μεταβάλλει διὰ τὸ τῷ κατὰ φύσιν ἀκολουθεῖν λόγῳ. οἷον τὰ μὲν ὄπισθεν ἐπιβαίνει, ὡς ἵππος ὄνος αἲξ βοῦς ἔλαφος καὶ τὰ λοιπὰ
95τετράποδα· τὰ δὲ συμβάλλει πρότερον τὰ στόματα, ὡς ἔχιδναι καὶ περιστεραὶ καὶ γαλαῖ· τὰ δὲ κατὰ βραχὺ συνέρχεται, ὡς στρουθός· τὰ δὲ ἐπιβαίνοντα 〈τῷ〉 βάρει τὰς θηλείας συνιζάνειν ἀναγκάζει, ὡς πάντες ὄρνιθες· τὰ δὲ οὐδὲ πρόσεισιν ἀλλήλοις, ἀλλ’ ὑπὸ τῶν ἀρσένων ἀπο‐94

1

.

79

(100)

θλιβέντα ἀναλέγουσιν αἱ θήλειαι τὰ σπέρματα, ὡς ἰχθύες. οὕτως εἰκὸς καὶ ἀνθρώπους τὸ μὲν οἰκεῖον σχῆμα τὸ πρόσ‐ χρωτα ἔχειν, τὰ δὲ λοιπὰ ἐπιτεχνήσασθαι ὕβρει καὶ ἀκο‐ λασίᾳ εἴκοντας. πάντων δὲ δεινότατον ἐτήρησα τὸ δοκεῖν ὑπὸ τῆς μητρὸς ἀρρητοποιεῖσθαι· καὶ γὰρ τέκνων ὄλε‐
105θρον καὶ οὐσίας ἀπώλειαν καὶ νόσον σημαίνει μεγάλην τῷ ἰδόντι. οἶδα δέ τινα, ὃς ἐπὶ τούτῳ τῷ ὀνείρῳ ἀφῃρέθη τὸ αἰδοῖον· καὶ γὰρ εἰκὸς ἦν ᾧ ἥμαρτε [ἐν] μέρει τοῦ σώματος, τούτῳ καὶ κολασθῆναι. εἰ δὲ ὑπὸ τῆς ἑαυτοῦ γυναικὸς ἢ ἐρωμένης δόξειέ τις ἀρρητοποιεῖσθαι, ἔχθρα
110ἢ λύσις τοῦ γάμου ἢ τῆς φιλίας ἔσται· οὐ γὰρ ἔνεστι τῇ τοιαύτῃ οὔτε τραπέζης οὔτε φιλήματος κοινωνῆσαι, εἰ μὴ ἄρα ἐν γαστρὶ ἔχοι ἡ γυνή· φθερεῖ γὰρ τὸ κατὰ γαστρὸς διὰ τὸ παρὰ φύσιν δέχεσθαι τὰ σπέρματα. ἔτι καὶ ἡ εὐπο‐ ρωτέρα τοῦ ἀνδρὸς πολλὰ δάνεια διαλύσει ὑπὲρ τοῦ ἀνδρός,
115καὶ ἡ δούλῳ συνοικοῦσα παρ’ ἑαυτῆς εἰσφέρουσα χρήματα ἐλευθερώσει τὸν ἄνδρα, καὶ οὕτω συμβήσεται τοῦ ἀνδρὸς τὸ ἀναγκαῖον (τοῦτο γὰρ τὸ αἰδοῖον καλεῖται) τοῦτ’ ἔστι τὴν ἀνάγκην καθαρὰν γενέσθαι. ὁ δὲ ὑπὸ φίλου ἢ συγγε‐
νοῦς ἢ τέκνου μηκέτι βρέφους ὄντος ἀρρητοποιηθεὶς εἰς95
120ἔχθραν τῷ ἀρρητοποιήσαντι καταστήσεται, ὁ δὲ ὑπὸ βρέ‐ φους ἀρρητοποιηθεὶς κατορύξει τὸ βρέφος· οὐ γὰρ ἔτι τοῦτο οἷόν τέ ἐστι φιλῆσαι. ὁ δὲ ὑπὸ ἀγνῶτός τινος ἀρρητο‐ ποιηθεὶς ζημιωθήσεται ζημίαν ἡντιναοῦν [οὐ γὰρ ἔστιν ἐπ’ ἀκριβὲς εἰπεῖν] διὰ τὴν εἰς ἄχρηστον ἀπόκρισιν τοῦ
125σπέρματος. εἰ δὲ αὐτὸς δόξειέ τις ἀρρητοποιεῖν, εἰ μὲν γνώριμόν τινα εἴτε ἄνδρα εἴτε γυναῖκα, εἰς ἔχθραν αὐτῷ καταστήσεται διὰ τὸ μὴ δύνασθαι στομάτων ἔτι κοινω‐ νεῖν· εἰ δὲ [εἰς] ἀγνῶτα, πᾶσι βλαβερὸν πλὴν τῶν διὰ στόματος ἐχόντων τὴν ἐργασίαν, αὐλητὰς λέγω καὶ σαλ‐
130πιγκτὰς καὶ ῥήτορας καὶ σοφιστὰς καὶ εἴ τινες ἄλλοι τού‐ τοις εἰσὶν ὅμοιοι.

1

.

80

Περὶ δὲ τῆς παρὰ φύσιν συνουσίας ταῦτα ἄν τις λέγοι. ἑαυτῷ μιγῆναι δοκεῖν πλουσίῳ μὲν ἀπώλειαν τῆς οὐσίας καὶ πολλὴν ἀπορίαν καὶ λιμὸν μαντεύεται [τὸ ὄναρ] ὡς οὐ παρόντος ἄλλου σώματος, πένητι δὲ νόσον μεγάλην ἢ
5βασάνους ὑπερβαλλούσας· ἄνευ γὰρ μεγάλης βασάνου οὐκ ἄν τις ἑαυτῷ μιγείη. εἰ δέ τις ὑπολάβοι καταφιλεῖν τὸ ἑαυτοῦ αἰδοῖον, εἰ μὲν ἄπαις εἴη, παῖδες ἔσονται αὐτῷ· εἰ δὲ ἀποδημοῦντας ἔχοι παῖδας, ἀνακομισθέντας ὄψεται τούτους καὶ καταφιλήσει· πολλοὶ δὲ καὶ ἔγημαν ἐπὶ τούτῳ
10τῷ ὀνείρῳ γυναῖκας οὐκ ἔχοντες. εἰ δ’ ἑαυτόν τις ἀρρητο‐ ποιεῖν ὑπολάβοι, πένητι μὲν καὶ δούλῳ καὶ καταχρέῳ συμφέρει· τὴν γὰρ ἑαυτῶν ἀνάγκην περιελοῦσι· κακὸν δὲ τῷ παῖδας ἔχοντι καὶ τῷ τεκνῶσαι βουλομένῳ· τῷ μὲν
γὰρ 〈οἱ〉 ὄντες παῖδες φθαρήσονται, τῷ δὲ οὐκ ἔσονται·96
15τὸ μὲν γὰρ αἰδοῖον παισὶν ἔοικε, τὸ δὲ στόμα τάφῳ· ὅσα γὰρ ἂν λάβῃ τὸ στόμα, ταῦτα διαφθείρει καὶ οὐ φυλάττει. ἔτι καὶ γυναικὸς στερίσκει καὶ ἐρωμένης τὸ ὄναρ τοῦτο· ὁ γὰρ ἑαυτῷ δυνάμενος τὰ ἀφροδίσια παρέχειν γυναικὸς οὐ δεῖται· τοῖς δὲ λοιποῖς ἢ ἀπορίαν βαρεῖαν ἢ νόσον μαν‐
20τεύεται, ἵνα ἐπὶ τὰ ἀναγκαῖα τροφῆς ἕνεκεν ἔλθωσι, τοῦτ’ ἔστιν ὅσα μὴ βούλονται ἀποδῶνται, ἢ ἵνα ὑπὸ τῆς νόσου τακέντος τοῦ σώματος δύνωνται διὰ τὴν ἰσχνότητα τὸ στόμα τῷ αἰδοίῳ προσενεγκεῖν. γυνὴ δὲ γυναῖκα ἐὰν περαίνῃ, τὰ ἑαυτῆς μυστήρια τῇ περαινομένῃ κοινώσεται.
25ἐὰν δὲ ἀγνοῇ τὴν περαινομένην, ματαίοις ἐπιχειρήσει πράγμασιν. ἐὰν δὲ γυνὴ ὑπὸ γυναικὸς περαίνηται, χωρι‐ σθήσεται τοῦ ἀνδρὸς ἢ χηρεύσει· τὰ μέντοι μυστήρια τῆς μιγνυμένης οὐδὲν ἧττον μαθήσεται. θεῷ δὲ ἢ θεᾷ μιγῆναι ἢ ὑπὸ θεοῦ περανθῆναι νοσοῦντι μὲν θάνατον σημαίνει·
30τότε γὰρ ἡ ψυχὴ τὰς τῶν θεῶν συνόδους τε καὶ μίξεις μαν‐ τεύεται, ὅταν ἐγγὺς ᾖ τοῦ καταλιπεῖν τὸ σῶμα ᾧ ἐνοικεῖ· τοῖς δὲ ἄλλοις, ἐὰν μὲν ἥδωνται ἐπὶ τῇ συνουσίᾳ, τὰς ἀπὸ τῶν βελτιόνων ὠφελείας σημαίνει, ἐὰν δὲ μὴ ἥδωνται, φόβους καὶ ταραχάς. Ἀρτέμιδι δὲ καὶ Ἀθηνᾷ καὶ Ἑστίᾳ
35καὶ Ῥέᾳ καὶ Ἥρᾳ καὶ Ἑκάτῃ μιγῆναι μόναις οὐ συμφέ‐ ρει, κἂν ἥδηταί τις· ὄλεθρον γὰρ οὐκ εἰς μακρὰν τῷ ἰδόντι τὸ ὄναρ μαντεύεται· σεμναὶ γὰρ αἱ θεαί, καὶ τοὺς ἐπιχειρήσαντας αὐταῖς οὐκ ἀγαθῶν [τῶν] ἐπιχείρων τυχεῖν ὑπειλήφαμεν. σελήνῃ δὲ ἐπιμιγῆναι ναυκλήροις καὶ
40κυβερνήταις 〈καὶ〉 ἐμπόροις καὶ τοῖς τὰ οὐράνια δια‐ σκεπτομένοις καὶ φιλαποδήμοις καὶ πλάνησι πάνυ συμ‐
φέρει, τοῖς δὲ λοιποῖς ὑδρωπιάσαι σημαίνει· τοῖς μὲν γὰρ διὰ τὴν κίνησιν, τοῖς δὲ 〈διὰ〉 τὸ μὴ ἄνευ αὐτῆς τὰ θεωρή‐ ματα συνεστάναι συλλαμβάνεται, τοὺς δὲ ὑγρὰ οὖσα δια‐97
45φθείρει. νεκρῷ δὲ μιγῆναι καὶ ἀνδρὶ καὶ γυναικὶ πλὴν μητρὸς καὶ ἀδελφῆς καὶ γυναικὸς καὶ ἐρωμένης καὶ τὸ περανθῆναι ὑπὸ νεκροῦ πάνυ ἄτοπον· οἱ μὲν γὰρ ἀποθα‐ νόντες εἰς γῆν μετέβαλον, τὸ δὲ περαίνειν αὐτοὺς οὐδέν ἐστιν ἄλλο ἢ εἰς γῆν ὠθεῖσθαι, καὶ τὸ περαίνεσθαι γῆν εἰς τὸ

1

.

80

(50)

σῶμα παραδέχεσθαι. ἃ δὴ ἀμφότερα θάνατον σημαίνει πλὴν τῶν ἐν ἀλλοδαπῇ ὄντων καὶ μὴ ἔνθα οἱ νεκροί εἰσι κατατεθαμμένοι· τούτοις γὰρ εἰς ἐκείνην τὴν γῆν ἀνακο‐ μιδὴν μαντεύεται. καὶ τοὺς [ἐκ] τῆς γῆς τῆς ἑαυτῶν ἀπαλ‐ λακτιῶντας κατέχει. οἵῳ δ’ ἄν τις ὑπολάβῃ θηρίῳ μιγῆ‐
55ναι, ἐὰν μὲν αὐτὸς ὀχεύῃ, ὠφεληθήσεταί τινας ὠφελείας ἀπὸ τοιούτου τινός, οἷον ἂν ᾖ τὸ θηρίον· δείξομεν δὲ τούτων ἕκα‐ στον ἐν τῷ περὶ κυνηγίου καὶ περὶ ζῴων λόγῳ· ἐὰν δὲ ὀχεύηται, βίαια καὶ πονηρὰ ὑπομενεῖ πράγματα. πολλοὶ δὲ ἐπὶ τούτοις καὶ ἀπέθανον. περὶ μὲν οὖν συνουσίας ταῦτα.

1

.

81

Αὐτὸ μὲν τὸ καθεύδειν δοκεῖν ἄπρακτον, καὶ τὸ μέλλειν ὑπνοῦν καὶ αὐτὸ ἄπρακτον καὶ πονηρὸν πᾶσι πλὴν τῶν φοβουμένων ἢ βασάνους προσδοκώντων· πάσης γὰρ ἀπαλ‐ λάττει φροντίδος καὶ παντὸς δέους ὁ ὕπνος. τὸ δὲ ἀνίστα‐
5σθαι ἐξ ὕπνου πράξεις καὶ ἐργασίας προαγορεύει, μόνοις
δὲ τοῖς φοβουμένοις ἐστὶ πονηρόν. ἐν ἱερῷ δὲ καθεύδειν δοκεῖν νοσοῦντι μὲν ὑγεῖαν, ἐρρωμένῳ δὲ νόσον ἢ μεγάλας φροντίδας προαγορεύει· ὁ μὲν γὰρ ἀνάπαυλαν ἕξει τῆς νόσου διὰ τὸ τοὺς καθεύδοντας μὴ ἀντιλαμβάνεσθαι πό‐98
10νων, ὁ δ’ ἐπ’ ἰατρείαν θεῶν κατελεύσεται. ἐν μνήμασι δὲ καὶ τάφοις καὶ ἐν ὁδῷ καθεύδειν τοῖς μὲν νοσοῦσι θάνατον προαγορεύει, τοῖς δὲ ἐρρωμένοις ἀπραξίαν· ἄπρακτοι γὰρ αἱ τοιαῦται διατριβαὶ καὶ τὰ χωρία.

1

.

82

‘Ἔρρωσο‘ δὲ καὶ ‘ὑγίαινε‘ οὔτε λέγειν οὔτε ἀκούειν ἀγα‐ θόν· οὔτε γὰρ προσιόντες ἀλλήλοις οὔτε μέλλοντές τι πράττειν ταῦτα λέγουσιν οἱ ἄνθρωποι, ἀλλὰ ἀπαλλαττό‐ μενοι ἀλλήλων καὶ πρὸς ὕπνον τρεπόμενοι. διὸ καὶ γάμους
5καὶ κοινωνίας διίστησι καὶ τοὺς νοσοῦντας ἀναιρεῖ. Ἡ μὲν οὖν πρώτη τῆς πραγματείας βίβλος, Κάσσιε Μάξιμε, τὸν ἐπιβάλλοντα λόγον ἀποχρώντως καὶ ὡς μήτε ἐνδεῖν τι τῶν ἀναγκαίων μήτε ὑπερβάλλειν τι τῶν δεόντων ἀπείληφεν· ἐν δὲ τῇ δευτέρᾳ βίβλῳ ὧν ἐπηγγειλάμεθα ἐν
10ἀρχῇ τῆσδε τῆς βίβλου λόγον ἀποδώσομεν.99

2

prol

Ἐν μὲν τῇ πρὸ ταύτης βίβλῳ, Κάσσιε Μάξιμε, μετὰ τὰς τεχνικὰς ὑποθήκας καὶ τὴν τοῦ ὅπως δεῖ κρίνειν τοὺς ὀνείρους διδασκαλίαν καὶ ἐπαγγελίαν τῶν ἐν ἀμφοτέραις ταῖς βίβλοις γραφησομένων περὶ πάντων τῶν περὶ ἄνθρω‐
5πον κοινῶν τε καὶ ἐν χρήσει ὄντων ἐποιησάμην τὸν λόγον ἀεί τε φυλαττόμενος, ὅπου γε μὴ μεγάλη ἀνάγκη ἐπείγοι, μὴ συνεμπεσεῖν τοῖς παλαιοῖς, 〈καὶ〉 παραλείπων οὐδὲν τῶν δεόντων ἢ εἴ τι προλαβόντες οἱ παλαιοὶ διδασκαλικῶς ἐξηγήσαντο· περὶ ὧν οὐκ ἐχρῆν ἐμὲ λέγειν, ἵνα μὴ ἀντι‐
10λέγειν ἐπιχειρῶν ψεύδεσθαι ἀναγκάζωμαι ἢ τὰ αὐτὰ λέγων ἀποκλείω τῆς εἰς μέσον παρόδου τὸν πόνον τῶν παλαιῶν· ἐν δὲ ταύτῃ τῇ βίβλῳ τὴν ὀφειλομένην διαίρεσιν ἀποδώσω. αἰτοῦμαι δὲ παρὰ σοῦ τῇ τῶν πραγμάτων ἀκο‐ λουθίᾳ καὶ τῷ ἀκριβεῖ τῶν κρίσεων ἐφ’ ᾧ καὶ μόνῳ
15μέγα φρονῶ παρακολουθεῖν, τὸ δὲ κατὰ τὴν φράσιν μὴ παραβάλλειν τοῖς σοῖς λόγοις, ἀλλ’ ὅσον ἐν νυκτὶ λύχνος τὴν ἡλίου χρείαν τοῖς χρῄζουσι παρέχει, τοσαύτην ἡγήσα‐ σθαι πρὸς τὴν τῶν νοουμένων ἀπαγγελίαν δύναμιν ἐμὲ ἔχειν. λοιπὸν δὲ (καιρὸς γὰρ καλεῖ) ἐπὶ τὰς κρίσεις τρέψο‐
20μαι.100

2

.

1

Περὶ μὲν τοῦ δοκεῖν ἐξ ὕπνου ἐγείρεσθαι ἐν τῷ περὶ ὕπνου προείρηκα λόγῳ, αὐτὸ δὲ τὸ ἐγρηγορέναι δοκεῖν νυκτὸς κατακεκλιμένον ἐν τῇ κοίτῃ φροντίδας ὑπερβαλ‐ λούσας τινὰς τοῖς εὐποροῦσι προαγορεύει, πένησι δὲ καὶ
5τοῖς ἐπιτιθεμένοις τισὶν ἀγαθόν· οἱ μὲν γὰρ οὐχ ἕξουσι σχολήν, οἱ δὲ μετὰ πολλῆς προνοίας ἐπιτιθέμενοι οὐκ ἀστοχήσουσιν. ὅμοιον δ’ ἂν εἴη τούτῳ καὶ τὸ ὀξὺ τοῖς ὀφθαλμοῖς ὁρᾶν καὶ τὸ ἐν νυκτὶ καὶ σκότει φῶς ἰδεῖν αἰφνίδιον ἀναλάμψαν.

2

.

2

Προϊέναι δὲ ἕωθεν εὐμαρῶς καὶ μήτε κωλύεσθαι ὑπό τινος τῶν ἔνδον μήτε ἐναποκλείεσθαι ἀγαθόν· τὰ γὰρ κατὰ προαίρεσιν καὶ κατὰ γνώμην πρᾶξαι σημαίνει· τὸ δὲ μὴ δύνασθαι προϊέναι ἢ τὰς ἐξόδους τῆς οἰκίας τῆς
5ἑαυτοῦ ἢ ἡστινοσοῦν ἐν ᾗ ἂν ὑπολάβῃ τις εἶναι μὴ εὑρί‐ σκειν κατοχὰς μὲν τοῖς ἀποδημεῖν προῃρημένοις, ἐμπόδια δὲ τοῖς πράττειν τι βουλομένοις, μακρὰν δὲ νόσον τῷ κάμνοντι καὶ τῷ πάλαι νοσοῦντι θάνατον προαγορεύει. ἀσπάζεσθαι δὲ τοὺς συνήθεις καὶ προσαγορεύειν καὶ κατα‐
10φιλεῖν ἀγαθόν· ἡδεῖς γὰρ λόγους καὶ εἰπεῖν καὶ ἀκοῦσαι σημαίνει· τοὺς δὲ μὴ συνήθεις, ἄλλως δὲ γνωρίμους προσ‐ αγορεύειν ἧττον ἀγαθόν· ἐχθροὺς δὲ προσαγορεύειν καὶ καταφιλεῖν δοκεῖν τῆς ἔχθρας λύσιν ποιεῖ, νεκροὺς δὲ καταφιλεῖν δοκεῖν νοσοῦντι μὲν ἄτοπον· ὄλεθρον γὰρ
15αὐτῷ μαντεύεται· ἐρρωμένῳ δὲ παραγγέλλει λόγοις σπου‐ δαίοις [κατὰ] τὸ παρὸν μὴ χρῆσθαι διὰ τὸ νεκρῷ στόματι συμβάλλειν τὰ χείλη· τοὺς δὲ ὅτε ἔζων φιλτάτους τε καὶ ἡδίστους γεγονότας νεκροὺς καταφιλεῖν οὐ κωλύει οὔτε λόγοις χρῆσθαι οὔτε ἄλλο τι πράττειν.101

2

.

3

Περὶ ἐσθῆτος καὶ κόσμου παντοδαποῦ ποιούμενος τὸν λόγον πρῶτον περὶ ἀνδρείας σκευῆς ἐγχωρίου τε καὶ ξενικῆς ἡγοῦμαι δεῖν διαλαβεῖν. ἐσθὴς ἡ συνήθης πᾶσιν ἀγαθὴ καὶ ἡ κατὰ τὴν ὥραν τοῦ ἔτους· θέρους μὲν γὰρ
5ὄντος ὀθόνια καὶ τριβακὰ ἱμάτια δοκεῖν φορεῖν ἀγαθὸν ἂν εἴη καὶ ὑγείας σύμβολον, χειμῶνος δὲ ἐρεᾶ ἱμάτια καὶ καινά. μόνῳ δὲ τῷ δίκην ἔχοντι καὶ τῷ δουλείας ἀπαλλα‐ κτιῶντι πονηρὰ τὰ καινὰ ἱμάτια, κἂν χειμῶνος βλέπηται, διὰ τὸ πολλὴν ἔχειν τρίψιν καὶ ἐπὶ πολὺ ἀντέχειν. λευκὰ
10δὲ ἱμάτια τοῖς ἠθάσι μόνοις συμφέρει καὶ δούλοις Ἑλλή‐ νων, τοῖς δὲ ἄλλοις ταραχὰς σημαίνει διὰ τὸ τοὺς ἐν ὄχλῳ ἀναστρεφομένους λευκὰ ἔχειν ἱμάτια, χειροτέχναις δὲ ἀργίαν καὶ σχολήν, καὶ ὅσῳ ἂν πολυτελέστερα ᾖ τὰ ἱμάτια, τοσούτῳ πλείονα· οὐ γὰρ πρὸς ἔργῳ ὄντες οἱ ἄνθρωποι, καὶ
15μάλιστα οἱ τὰς βαναύσους τέχνας ἐργαζόμενοι, λευκοῖς ἱμα‐ τίοις χρῶνται. δούλοις δὲ Ῥωμαίων μόνοις 〈ἀγαθὰ〉 τοῖς εὖ πράσσουσι, τοῖς δὲ ἄλλοις πονηρά· ἐλέγχει γὰρ αὐτοὺς κακῶς πράσσοντας. διὰ γὰρ 〈τὸ〉 τὴν αὐτὴν τοῖς δεσπό‐ ταις ὡς ἐπὶ τὸ πλεῖστον ἔχειν ἐσθῆτα ἐπὶ τούτῳ τῷ
20ὀνείρῳ οὐ γίνονται ἐλεύθεροι, ὥσπερ οἱ τῶν Ἑλλήνων. ἀνδρὶ δὲ νοσοῦντι λευκὰ ἔχειν ἱμάτια θάνατον προαγο‐
ρεύει διὰ τὸ τοὺς ἀποθανόντας ἐν λευκοῖς ἐκφέρεσθαι, τὸ δὲ μέλαν ἱμάτιον σωτηρίαν προσημαίνει· οὐ γὰρ οἱ ἀπο‐ θανόντες ἀλλ’ οἱ τοὺς ἀποθνήσκοντας πενθοῦντες τοιού‐102
25τοις χρῶνται ἱματίοις. οἶδα δὲ ἐγὼ πολλοὺς καὶ πένητας καὶ δούλους καὶ δεσμώτας νοσοῦντας, οἳ καὶ μέλανα δο‐ κοῦντες ἔχειν ἱμάτια ἀπέθανον· ἦν γὰρ εἰκὸς τούτους μὴ ἐν λευκοῖς διὰ τὴν ἀπορίαν ἐκκομισθῆναι. ἔστι δὲ καὶ ἄλλως ἡ μέλαινα ἐσθὴς πᾶσι πονηρὰ πλὴν τῶν τὰ
30λαθραῖα ἐργαζομένων. ποικίλην δὲ ἐσθῆτα ἔχειν ἢ ἁλουρ‐ γίδα ἱερεῦσι μὲν καὶ θυμελικοῖς καὶ σκηνικοῖς καὶ τοῖς περὶ τὸν Διόνυσον τεχνίταις μόνοις συμφέρει, τοῖς δὲ λοι‐ ποῖς ταραχὰς καὶ κινδύνους ἐπιφέρει [καὶ τὰ κρυπτὰ ἐλέγ‐ χει], τοὺς δὲ νοσοῦντας ὑπὸ δριμέων χυμῶν καὶ πολλῆς
35χολῆς ἐνοχληθῆναι σημαίνει. πορφυρᾶ δὲ ἐσθὴς δούλοις ἀγαθὴ καὶ πλουσίοις· οἷς μὲν γὰρ διὰ τὸ μὴ μετεῖναι ἐλευ‐ θερίαν σημαίνει, οἷς δὲ διὰ τὸ ἐπιβάλλειν καὶ τῷ ἀξιώματι κατάλληλον εἶναι τιμὴν καὶ εὐδοξίαν προαγορεύει. νο‐ σοῦντα δὲ ἀναιρεῖ καὶ πένητα βλάπτει, πολλοῖς δὲ καὶ
40δεσμὰ προήγγειλε· χρὴ γὰρ τὸν ἔχοντα πορφύραν πάν‐ τως διάδημα ἢ στέφανον ἔχειν καὶ πολλοὺς ἀκολούθους καὶ φύλακας. τοῖς δὲ περὶ τὸν Διόνυσον τεχνίταις τὰ αὐτὰ τῇ ἁλουργίδι σημαίνει. κοκκίνη δὲ ἐσθὴς καὶ πᾶσα ἡ φοινικοβαφὴς οἷς μὲν τραύματα οἷς δὲ πυρετὸν ἐπιφέρει.
45γυναικεία δὲ ἐσθὴς ἀγάμοις μόνοις συμφέρει καὶ τοῖς ἐπὶ θυμέλην ἀναβαίνουσιν· οἱ μὲν γὰρ γαμήσουσιν οὕτω κατα‐ θυμίους γυναῖκας ὥστε τοῖς αὐτοῖς χρῆσθαι κόσμοις, οἱ δὲ διὰ τὸ ἐν τῇ ὑποκρίσει ἔθος μεγάλας ἐργασίας καὶ μι‐ σθοὺς λήψονται· τοὺς δὲ λοιποὺς ἢ τῶν γυναικῶν στερίσκει

2

.

3

(50)

ἢ νόσῳ μεγάλῃ περιβάλλει διὰ τὸ μαλθακὸν καὶ ἀσθενὲς τῶν τὰ τοιαῦτα φορούντων. ἐν μέντοι ταῖς ἑορταῖς καὶ πανηγύρεσιν οὔτε ποικίλη οὔτε γυναικεία βλάπτει τινὰ ἐσθής. βαρβαρικὴν δὲ ἐσθῆτα ἔχειν καὶ ἐνεσκευάσθαι ὥσπερ οἱ βάρβαροι ἐκεῖ μὲν ἀπιέναι βουλομένῳ, ὅπου103
55τοιαύτῃ ἐσθῆτι χρῶνται [οἱ ἐκεῖ διατρίβοντες], ἀγαθὰς τὰς ἐκεῖ γενέσθαι διατριβὰς σημαίνει, πολλάκις δὲ καὶ τὸ ἐκεῖ καταβιῶναι προαγγέλλει. τοῖς δὲ λοιποῖς νόσον ση‐ μαίνει ἢ ἀπραξίαν. τὰ δ’ αὐτὰ καὶ ἡ Ῥωμαϊκὴ ἐσθής, ἣν τήβεννον καλοῦσιν ἀπὸ Τημένου τοῦ Ἀρκάδος, ὃς πρῶ‐
60τος τὴν ἑαυτοῦ χλαμύδα τοῦτον περιεβάλετο τὸν τρόπον εἰσπλεύσας κατὰ τὸν Ἰόνιον κόλπον καὶ ὑποδεχθεὶς ὑπὸ τῶν ταύτῃ κατοικούντων. ἀφ’ οὗ μαθόντες [καὶ] οἱ ἐγχώ‐ ριοι τὸν αὐτὸν ἐνεσκευάζοντο τρόπον καὶ ἐκάλουν τὴν ἐσθῆτα τημένειον ἐπώνυμον Τημένου τοῦ εὑρόντος· ὕστε‐
65ρον δὲ τῷ χρόνῳ παραφθαρέντος τοῦ ὀνόματος τήβεν‐ νος ἐκλήθη. μαλακῇ δὲ καὶ πολυτελεῖ ἐσθῆτι χρῆσθαι πλουσίοις μὲν ἀγαθὸν καὶ πένησιν· οἷς μὲν γὰρ ἡ παροῦσα διαμενεῖ τρυφή, οἷς δὲ φαιδρότερα τὰ πράγματα ἔσται· δούλοις δὲ καὶ ἀπόροις νόσον προαγγέλλει. κολοβαὶ δὲ καὶ
70ἀπρεπεῖς ἐσθῆτες ζημίας καὶ ἀπραξίας σημαίνουσι. χλα‐ μὺς δέ, ἣν ἔνιοι μανδύην οἱ δὲ ἐφεστρίδα οἱ δὲ βίρρον κα‐ λοῦσι, θλίψεις καὶ στενοχωρίας καὶ τοῖς δικαζομένοις καταδίκην μαντεύεται διὰ τὸ ἐμπεριέχειν τὸ σῶμα, τὸ δὲ αὐτὸ καὶ ὁ λεγόμενος φαινόλης καὶ εἴ τι ἄλλο τούτοις104
75ὅμοιον εἴη. ὅθεν ἀπολλύειν τὰ ἱμάτια ταῦτα ἄμεινον ἢ ἔχειν· τῶν δὲ ἄλλων ἱματίων οὐδὲν ἀπολλύμενον συμφέρει, εἰ μή που τοῖς πένησι καὶ δούλοις καὶ δεδεμένοις καὶ κατα‐ χρέοις καὶ πᾶσι τοῖς ἐν συνοχῇ οὖσιν· ἀπολλύμενα γὰρ ταῦτα τῶν περιεχόντων τὸ σῶμα κακῶν ἀπώλειαν σημαί‐
80νει. τοῖς δὲ ἄλλοις οὔτε γυμνοῦσθαι οὔτε τὰ ἱμάτια ἀπολ‐ λύειν ἀγαθόν· πᾶν γὰρ τὸ πρὸς κόσμον τεῖνον ἀπολέσαι σημαίνει. γυναικὶ δὲ ποικίλη καὶ ἀνθηρὰ ἐσθὴς συμφέρει, μάλιστα δὲ ἑταίρᾳ καὶ πλουσίᾳ· ἡ μὲν γὰρ διὰ τὴν ἐργα‐ σίαν ἡ δὲ διὰ τὴν τρυφὴν ἀνθηραῖς ἐσθῆσι χρῶνται. τὰ δὲ
85ἰδιόχρωμα ἱμάτια πᾶσιν ἀγαθά, καὶ μάλιστα τοῖς εὐλα‐ βουμένοις ἐλεγχθῆναι· οὐ γὰρ ἀνήσει ποτὲ τὸ χρῶμα. ἀεὶ δὲ ἄμεινον λαμπρὰ καὶ καθαρὰ ἱμάτια ἔχειν καὶ πεπλυ‐ μένα καλῶς ἢ ῥυπαρὰ καὶ ἄπλυτα πλὴν τῶν τὰς ῥυπώδεις

2

.

4

ἐργασίας ἐργαζομένων. τὸ δὲ δοκεῖν πλύνειν τὰ ἑαυτοῦ ἱμά‐ τια ἢ τὰ ἄλλων ἀποθέσθαι τι τῶν δυσχρήστων κατὰ τὸν βίον σημαίνει διὰ τὸ καὶ τὰ ἱμάτια τὸν ῥύπον ἀποβάλλειν. καὶ τὰ κρυπτὰ ἐλέγξαι καὶ μαθεῖν· πλύνειν γὰρ καταχρηστικῶς
5καὶ τὸ ἐλέγχειν ἔλεγον οἱ παλαιοί, ὥς που καὶ Μένανδρος ἢν γὰρ κακῶς μου τὴν γυναῖχ’ οὕτω λέγῃς, τὸν πατέρα καὶ σὲ τούς τε σοὺς ἐγὼ πλυνῶ, ἀντὶ τοῦ ἐλέγξω. ὅθεν καὶ τοῖς εὐλαβουμένοις ἐλεγχθῆναι πονηρὸν τὸ πλυνόμενα ἱμάτια ἰδεῖν.105

2

.

5

Δακτύλιοι σιδηροῖ ἀγαθοὶ μέν, οὐκ ἄνευ δὲ καμάτου τὰ ἀγαθὰ σημαίνουσι· πολύκμητον γὰρ καὶ ὁ ποιητὴς τὸν σίδη‐ ρον καλεῖ· ἀγαθοὶ δὲ καὶ οἱ χρυσοῖ, οἵ γε ψήφους ἔχοντες, ἐπεὶ οἵ γε ἄψηφοι ἀκερδεῖς τὰς ἐγχειρήσεις σημαίνουσι
5διὰ τὸ ἄψηφον· ψῆφον γὰρ καλοῦμεν λίθον τὴν ἐν 〈τῷ〉 δακτυλίῳ, ταὐτὸ δὲ καὶ τὸν τῶν χρημάτων ἀριθμόν. ἀεὶ δὲ ἀμείνονες οἱ ὁλόσφυροι· οἱ γὰρ κενοὶ καὶ θεῖον ἔνδον ἔχοντες δόλους καὶ ἐνέδρας σημαίνουσι διὰ τὸ ἐμπεριέχειν τι ἐγκεκρυμμένον ἢ μείζονας τὰς προσδοκίας τῶν ὠφελειῶν
10διὰ τὸ μείζονα τὸν ὄγκον τοῦ βάρους ἔχειν. σούκινοι δὲ καὶ ἐλεφάντινοι καὶ ὅσοι ἄλλοι δακτύλιοι γίνονται γυναιξὶ μό‐ ναις συμφέρουσιν. ὅρμοι δὲ καὶ ἁλύσεις καὶ ἐνώτια καὶ λίθοι πολυτελεῖς καὶ πᾶς κόσμος περιδέραιος γυναικεῖος γυναιξὶ μὲν ἀγαθός· καὶ γὰρ ἀγάμοις γάμον προαγορεύει
15καὶ ἀτέκνοις τέκνα καὶ ταῖς ἀμφότερα ἐχούσαις πρόσκτη‐ σιν καὶ περιουσίαν πολλήν· ὥσπερ γὰρ ὑπὸ τούτων κο‐ σμοῦνται γυναῖκες, οὕτω καὶ ὑπὸ ἀνδρῶν καὶ ὑπὸ τέκνων καὶ ὑπὸ πλούτου (καὶ γὰρ φύσει εἰσὶ φιλόπλουτοι, ὥσπερ
καὶ φιλόκοσμοι), ἔτι καὶ ταῦτα περιπλέκεται τῷ τραχήλῳ,106
20ὥσπερ καὶ ἀνὴρ καὶ τέκνα. ἀνδρὶ δὲ δόλους καὶ ἐνέδρας καὶ καταπλοκὴν τῶν πραγμάτων πολλὴν σημαίνει οὐ διὰ τὴν ὕλην ἀλλὰ διὰ τὸ σχῆμα καὶ τὴν κατασκευήν· ἔστι γὰρ ὁ χρυσὸς οὐχ ὥσπερ τινὲς ἔλεγον πονηρὸς διὰ τὴν ὕλην, ἀλλὰ πᾶν τοὐναντίον ἀγαθός, ὡς πολλάκις ἐτήρησα, ἀλλ’
25ὅ γε μὴ ἄμετρος μηδὲ πολὺς μηδὲ ἀνοίκειος διὰ τὸ σχῆμα, ὡς τοῖς ἀνδράσιν οἱ ὅρμοι, μηδὲ ὑπὲρ τὴν ἀξίαν, ὡς τοῖς πένησιν οἱ στέφανοι καὶ τὰ μεγάλα σκεύη καὶ τὰ πολλὰ νομίσματα· ἐπεὶ ὅταν τοιοῦτον ἴδῃ τις, οὐκέτι διὰ τὴν ὕλην ἀλλὰ διὰ τὸ ποιὸν τῆς κατασκευῆς πονηρὸς γίνεται
30ὁ χρυσός. ἀπολλύμενα δὲ ἢ κατεασσόμενα ἢ διαλυόμενα γυναικὶ μὲν τὰ περὶ τὸν τράχηλον ἀπώλειαν ὧν ἔμπροσθεν εἶπον σημαίνει, ἀνδρὶ δὲ τὰ περὶ τὴν χεῖρα οὐ μόνον ἀπώ‐ λειαν τῶν πιστευομένων κατὰ τὸν οἶκον, γυναικὸς λέγω ἢ οἰκονόμου, ἀλλὰ καὶ αὐτῶν τῶν ὑπαρχόντων διαφθορὰν
35δηλοῖ, καὶ τοῖς πιστευομένοις τὸ μηκέτι πιστεύεσθαι· οὐ γὰρ ἔτι δεῖ τοῖς τοιούτοις δακτυλίων. πολλοῖς δὲ καὶ ὀφθαλ‐ μῶν πήρωσιν προηγόρευσε τὸ τοιοῦτον ὄναρ· ἔχει γάρ τινα συμπάθειαν τὰ ὄμματα πρὸς τοὺς δακτυλίους διὰ τὰς ψή‐ φους. τὰ δ’ αὐτὰ τῇ ἐσθῆτι καὶ αἱ ὑποδέσεις σημαίνουσιν.

2

.

6

Κτενίζεσθαι καὶ ἀνδρὶ καὶ γυναικὶ συμφέρει· ἔστι γὰρ ὁ κτεὶς χρόνος ὁ τὰ σκληρὰ διαλύων καὶ ἀπευθύνων ἅπαντα. ἐμπλέκεσθαι δὲ γυναιξὶ μόναις συμφέρει καὶ ἀνδρῶν τοῖς ἔθος ἔχουσι, τοῖς δὲ λοιποῖς καταπλοκὰς τῶν χρεῶν καὶ
5δάνεια πολλὰ προαγορεύει, ἐνίοτε δὲ καὶ δεσμά.

2

.

7

Κατοπτρίζεσθαι δὲ καὶ ὁρᾶν τὴν ἑαυτοῦ εἰκόνα ἐν κατόπ‐
τρῳ ὁμοίαν ἀγαθὸν τῷ γῆμαι βουλομένῳ καὶ ἀνδρὶ καὶ γυναικί. σημαίνει γὰρ τὸ κάτοπτρον ἀνδρὶ μὲν γυναῖκα, γυναικὶ δὲ ἄνδρα, ἐπεὶ πρόσωπα δείκνυσιν ὥσπερ οὗτοι107
5ἀλλήλοις τὰ τέκνα. ἀγαθὸν δὲ καὶ λυπουμένοις· ἄλυπον γάρ ἐστι τὸ κατοπτρίζεσθαι. νοσοῦντας δὲ ἀναιρεῖ· γήινον γάρ ἐστι τὸ κάτοπτρον, ἐξ οἵας ἂν ᾖ πεποιημένον ὕλης. τοὺς δὲ λοιποὺς μετανίστησιν, ἵνα ἐν ἄλλῃ γῇ τὰ ἑαυτῶν πρόσωπα ἴδωσιν. ἀνόμοιον δ’ ἑαυτὸν ἐν κατόπτρῳ δοκεῖν ὁρᾶν
10νόθων ἢ ἀλλοτρίων παίδων κληθῆναι πατέρα προαγο‐ ρεύει. κακίονα δὲ ἢ ἀμορφότερον 〈ἑαυτὸν〉 ἰδεῖν οὐδενὶ συμφέρει· νόσους γὰρ καὶ δυσθυμίας σημαίνει, ὥσπερ καὶ τὸ ἐν ὕδατι κατοπτρίζεσθαι θάνατον προαγορεύει αὐτῷ τῷ ἰδόντι ἤ τινι τῶν οἰκειοτάτων αὐτῷ.

2

.

8

Ἀὴρ καθαρὸς καὶ λαμπρὸς ὁρώμενος πᾶσίν ἐστιν ἀγα‐ θός, μάλιστα δὲ τοῖς τὰ ἀπολωλότα ζητοῦσι καὶ τοῖς ἀπο‐ δημεῖν βουλομένοις· πάντα γὰρ ἐν καθαρῷ τῷ ἀέρι εὐσύνοπτα γίνεται· ὁ δὲ σκοτεινὸς ἢ γνοφερὸς ἢ συννεφὴς
5πρὸς ταῖς ἀπραξίαις καὶ λύπας σημαίνει. εἰς ὁποίαν δ’ ἂν ὕλην μεταβάλῃ, τοῖς τὴν αὐτὴν ἐργαζομένοις ὕλην ἀγα‐ θός· τοῖς δὲ λοιποῖς πονηρὸς τετήρηται. καὶ ὁ ταπεινὸς γενόμενος μόνοις μάντεσι καὶ τοῖς τὰ οὐράνια διασκεπτο‐ μένοις ἀγαθός, τῶν δὲ λοιπῶν τὸν βίον εἰς τὸ ταπεινὸν
10κατάγει. Ὑετὸς ἄνευ χειμῶνος καὶ πολλοῦ ἀνέμου πᾶσιν ἀγαθὸς
πλὴν τῶν εἰς ἀποδημίαν στελλομένων καὶ τῶν τὰς ἐργα‐ σίας ὑπαίθρους ἐχόντων· τούτοις γὰρ ἐμπόδιος γίνεται. ψεκάδες δὲ καὶ πάχναι γεωργοῖς μὲν σφόδρα ἀγαθαί, τοῖς108
15δὲ λοιποῖς μικρὰς ἐργασίας προαγορεύουσιν. ὄμβρος δὲ καὶ λαίλαψ καὶ χειμὼν κινδύνους καὶ ζημίας ἐπάγουσι, μόνοις δὲ δούλοις καὶ πένησι καὶ τοῖς ἔν τινι περιστάσει οὖσιν ἀπαλλαγὴν τῶν ἐν ποσὶ κακῶν προαγορεύουσι· μετὰ γὰρ τοὺς μεγάλους χειμῶνας εὐδία γίνεται. χιὼν δὲ καὶ πάγος
20κατὰ μὲν τὴν ὥραν τὴν οἰκείαν ὁρώμενα οὐδὲν σημαίνει· μέμνηται γὰρ τοῦ μεθ’ ἡμέραν κρύους καὶ καθεύδοντος τοῦ σώματος ἡ ψυχή· παρὰ δὲ τὴν ὥραν ὁρώμενα γεωργοῖς μόνοις συμφέρει, τοῖς δὲ λοιποῖς ψυχρὰς τὰς ἐγχειρήσεις καὶ τὰς προκειμένας πράξεις ἔσεσθαι προαγορεύει, ὁδεύειν
25δὲ κωλύει. χάλαζα δὲ ταραχὰς καὶ δυσθυμίας δηλοῖ καὶ τὰ κρυπτὰ ἐλέγχει διὰ τὸ χρῶμα. βροντὴ δὲ χωρὶς ἀστραπῆς δόλους καὶ ἐνέδρας διὰ τὸ ἀπροσδόκητον, ἀστραπὴ δὲ χωρὶς βροντῆς φόβον μάταιον σημαίνει, ὅτι μετὰ τὴν ἀστραπὴν προσδοκήσειεν ἄν τις βροντήν, ἣ διὰ
30τὸν ψόφον οὐδὲν ἄλλο ἐστὶν ἢ ἀπειλή. ἐπειδὰν οὖν μὴ γένηται, ἀτέλεστον τὸν φόβον ποιεῖ.

2

.

9

Ἕπεται δὲ τούτῳ τῷ λόγῳ ὁ περὶ πυρὸς λόγος. περὶ οὗ διπλῇ τῇ κρίσει χρῆσθαι καλῶς ἔχει, πῇ μὲν ὡς περὶ οὐρανίου καὶ θείου, πῇ δὲ ὡς περὶ ἐπιγείου καὶ τοῦ ἐν χρήσει. πρῶτον μὲν οὖν περὶ τοῦ οὐρανίου ὧδε χρὴ
5ποιεῖσθαι τὰς κρίσεις. πῦρ ἐν οὐρανῷ ἰδεῖν λαμπρὸν καὶ καθαρὸν καὶ ὀλίγον ἀπειλὴν ἔκ τινων ὑπερεχόντων
σημαίνει, τὸ δὲ πολὺ καὶ 〈ἄμετρον〉 πολεμίων ἔφοδον καὶ ἀφορίαν καὶ λιμὸν μαντεύεται. ὅπου δ’ ἂν ᾖ τὸ πῦρ ἢ ὁπόθεν ἂν φέρηται, οἷον ἀπ’ ἄρκτου ἢ μεσημβρίας ἢ δύσεως109
10ἢ ἀνατολῆς, ἐκεῖθεν ἔρχονται οἱ πολέμιοι ἢ κατ’ ἐκεῖνα τὰ κλίματα ἡ ἀφορία ἔσται. πονηρότατον δ’ ἂν εἴη κατα‐ φερόμενον εἰς γῆν τὸ πῦρ ἰδεῖν. τὸ δ’ αὐτὸ σημαίνουσι καὶ λαμπάδες ἐν οὐρανῷ καιόμεναι. ἃ δὴ πάντα τοῖς ἰδοῦσι περὶ τὴν κεφαλὴν τὸν κίνδυνον συνίστησιν. ὥσπερ γὰρ ὁ οὐρα‐
15νὸς τοῦ παντὸς ὑπερέχει κόσμου, οὕτω καὶ ἡ κεφαλὴ τοῦ παντὸς σώματος. Κεραυνὸς δὲ ἄνευ χειμῶνος πλησίον πεσὼν καὶ μὴ ἁψά‐ μενος τοῦ σώματος ἐκβάλλει τῶν τόπων τὸν ἰδόντα, ἐν οἷς ἐστιν· οὐ γὰρ ἄν τις ὑπομείνειε πλησίον κεραυνοῦ. εἰ δὲ
20ἔμπροσθεν πέσοι, κωλύει προϊέναι εἰς τοὔμπροσθεν. τὸ δὲ κατ’ ἄκρας ὑπὸ κεραυνοῦ πεπλῆχθαι οἱ μὲν πάνυ παλαιοὶ διχῇ διῄρουν λέγοντες πένησι μὲν ἀγαθὸν εἶναι πλουσίοις δὲ κακὸν λόγῳ τῷδε. ἐοίκασιν οἱ πένητες χωρίοις λιτοῖς καὶ ἀσήμοις, εἰς ἃ κόπρια ῥίπτεται ἢ ἄλλο τι τῶν φαύλων·
25οἱ δὲ πλούσιοι τεμένεσι θεῶν ἢ ἀνθρώπων ἢ ναοῖς [ἢ οἴκοις] θεῶν ἢ ἄλσεσιν ἢ ἄλλῳ γένει χωρίων ἐλλογίμων. ὥσπερ οὖν ὁ κεραυνὸς τὰ μὲν ἄσημα τῶν χωρίων ἐπίσημα ποιεῖ διὰ τοὺς ἐνιδρυμένους βωμοὺς καὶ τὰς γινομένας ἐν
αὐτοῖς θυσίας, τὰ δὲ πολυτελῆ χωρία ἔρημα καὶ ἄβατα110
30ποιεῖ (οὐδεὶς γὰρ ἐν αὐτοῖς ἐνδιατρίβειν ἔτι θέλει), οὕτως ὁ ὄνειρος πένητα μὲν ὠφελεῖ, πλούσιον δὲ βλάπτει. ἔτι καὶ ὁ κεραυνὸς οὐδέν ἐστιν ἄλλο ἢ πῦρ, ἴδιον δὲ πυρὸς πᾶσαν ὕλην φθείρειν. ἔχει δὲ ὁ μὲν πένης πενίαν ὁ δὲ πλούσιος πλοῦτον. τοιγαροῦν τοῦ μὲν τὴν πενίαν τοῦ δὲ τὸν πλοῦτον
35φθερεῖ, ἐπεὶ καὶ ὁ κεραυνωθεὶς αἰφνίδιον παρασημότερος γίνεται. ὁμοίως δὲ καὶ ὁ πένης αἰφνίδιον πλουτήσας καὶ ὁ πλούσιος αἰφνίδιον ἀπολέσας τὴν ὕπαρξιν παρασημότε‐ ροι γίνονται. τούτοις μὲν οὖν τοῖς λόγοις ἐπείθοντο οἱ πρῶτοι· οἱ δὲ μεταγενέστεροι ἤδη τινὰ καὶ περὶ δούλων
40ἔλεγον καὶ ἔφασκον εἶναι ἀγαθὸν δούλοις τὸ κεραυνοῦσθαι, ὅτι οὔτε δεσπότας ἔτι οἱ κεραυνωθέντες ἔχουσιν οὔτε κάμνουσι, λαμπρὰ δὲ ἱμάτια αὐτοῖς περιτίθεται, ὡς καὶ τοῖς ἐλευθερωθεῖσι, καὶ προσίασιν αὐτοῖς ὡς ὑπὸ Διὸς τετιμημένοις οἱ ἄνθρωποι, ὡς καὶ τοῖς ἐλευθερωθεῖσιν ὑπὸ
45δεσποτῶν τετιμημένοις. πολλὰ δὲ καὶ Ἀλέξανδρος ὁ Μύν‐ διος καὶ Φοῖβος ὁ Ἀντιοχεὺς περὶ τοῦ δοκεῖν κεραυνοῦ‐ σθαι ἀπὸ πείρας τε καὶ ἰδίας ἐννοίας προσέθεσαν, πλὴν οὐ πάντα ἀκριβῶς ἴσχυσαν εὑρεῖν. ἔχει δὲ ὧδε. δούλων μὲν τοὺς μὴ ἐν πίστει ὄντας ἐλευθεροῖ, τοὺς δὲ ἐν πίστει ὄντας

2

.

9

(50)

ἢ τιμῇ παρὰ τοῖς δεσπόταις ἢ πολλὰ κτήματα ἔχοντας ἀφαι‐ ρεῖ τῆς πίστεως καὶ τῆς τιμῆς καὶ τῶν κτημάτων. ἐλευθέ‐ ρων δὲ πένητας μὲν τοὺς μὴ λανθάνειν πειρωμένους [ἐφ’ οἷς ἁμαρτάνουσιν] ὠφελεῖ, τοὺς δὲ ἀποκρυπτομένους καὶ
λανθάνειν βουλομένους ἐλέγχει· οὔτε γὰρ λάθρᾳ πίπτει111
55κεραυνὸς διὰ τὸ μετὰ μεγάλων βροντῶν καὶ πολλοῦ χει‐ μῶνος καταφέρεσθαι οὔτε κεραυνωθέντα λαθεῖν ἔστιν· πλουσίων δὲ τοὺς μὲν χρυσοφορεῖν μέλλοντας διά τινα ἀρχὴν ἢ ἱερωσύνην οὐ βλάπτει, ἀλλὰ καὶ ἐπισημοτέρως ἄρξαι ἢ ἱερώσασθαι προαγορεύει· ἔοικε γὰρ πυρὶ τὸ
60χρυσίον κατά γε τὴν χρόαν, ἔστι δὲ καὶ παρὰ Πινδά‐ ρῳ ‘ὁ δὲ χρυσὸς αἰθόμενον πῦρ ἅτε.‘ τοὺς δὲ λοιποὺς ἀφαιρεῖ τῆς οὐσίας διὰ τὸν ἔμπροσθεν λόγον, εἰ μή τι ἄλλο κωλύοι. ἀγάμοις δὲ γάμον προαγορεύει καὶ πένησι καὶ πλουσίοις· οὐδὲν γὰρ οὕτω τὸ σῶμα θερμαίνει ὡς πῦρ
65καὶ γυνή· γεγαμηκότας δὲ διίστησι καὶ κοινωνοὺς καὶ ἀδελφοὺς καὶ φίλους ἐχθροὺς ποιεῖ· οὐδὲν γὰρ ὁ κεραυνὸς ἑνοῖ, ἀλλὰ καὶ τὰ ἡνωμένα χωρίζει. ἔτι καὶ τὸν παῖδας ἔχοντα τῶν παίδων στερίσκει ἤτοι ἀποθανόντων, ἐὰν ἀλγῇ πρὸς τῷ κεραυνοῦσθαι, ἢ ἄλλως ἀπαλλαγέντων, ἐὰν
70μὴ ἀλγῇ· καὶ γὰρ τὰ δένδρα, ὅταν κεραυνωθῇ, αὖα γίνεται καὶ τοὺς βλαστοὺς ἀπόλλυσιν. [ὥσπερ δὲ τῶν δένδρων τέκνα εἰσὶν οἱ βλαστοί, οὕτω καὶ τῶν ἀνδρῶν τέκνα εἰσὶν οἱ βλαστοί.] ἀθλητὰς δὲ ἐνδόξους ὁ κεραυνὸς ποιεῖ καὶ πάντας φιλολόγους καὶ τοὺς εἰς τὸ μέσον παρέρχεσθαι
75βουλομένους. ἐν δὲ ταῖς δίκαις ταῖς περὶ ἐπιτιμίας συμ‐ φέρει τὸ δοκεῖν κεραυνοῦσθαι· οὐδεὶς γὰρ κεραυνωθεὶς ἄτι‐ μός ἐστιν, ὅπου γε καὶ ὡς θεὸς τιμᾶται. τοῖς δὲ περὶ κτημά‐ των πάντων πλὴν γῆς καὶ τῶν ἐν γῇ 〈δικαζομένοισ〉
καταδίκην μαντεύεται· καὶ γὰρ τοὺς καταδικασθέντας112
80ἐν τῇ συνηθείᾳ κεκεραυνῶσθαί φαμεν. ἐν δὲ ταῖς περὶ γῆς δίκαις τοὺς μὲν νεμομένους τὴν γῆν καὶ δεδιότας ἐκβληθῆναι 〈μενεῖν〉 λέγει· οὐδὲ γὰρ οἱ κεραυνωθέντες μετατίθενται, ἀλλ’ ὅπου ἂν ὑπὸ τοῦ πυρὸς καταληφθῶσιν, ἐνταῦθα θάπτονται. τοὺς δὲ ἀντιποιουμένους γῆς ἀλλο‐
85τρίας μὴ εἰσελθεῖν εἰς αὐτὴν προαγορεύει, ἀλλ’ ὅπου ἂν ὦσιν, ἐκεῖ μεῖναι, τοῦτ’ ἔστιν ἔξω, εἰ μὴ ἄρα τις οὐκ αὐτὸς δόξειε κεκεραυνῶσθαι, ἀλλ’ εἰς γῆν ἴδοι τὸν σκηπτὸν πεσόντα· καὶ γὰρ τὸ τοιοῦτον ὄναρ τοῖς ἐνοικοῦσιν ἄβατον τὴν γῆν καθίστησιν. ἔτι ὁ κεραυνὸς τοὺς μὲν ἀπο‐
90δήμους εἰς τὴν οἰκείαν ἐπανάγει, τοὺς δὲ ἐνδήμους ἐν τῇ οἰκείᾳ κατέχει. μεμνῆσθαι δὲ χρὴ τοῦτο, ὅτι ταῦτα σημαίνει τὸ δοκεῖν κεραυνοῦσθαι, ὅσα εἰρήκαμεν, ἐπειδάν τις ἢ καταπεφλέχθαι ὑπὸ τοῦ κεραυνοῦ νομίσῃ ἢ κατὰ κεφαλῆς ἢ κατὰ στέρνου τὸν σκηπτὸν πεπτωκέναι, ἐπεὶ
95ὅταν γε ἄλλο τι μέρος τοῦ σώματος ὁ κεραυνὸς κατα‐ φλέξῃ καὶ μὴ ὅλον τὸ σῶμα ἢ μὴ τοιοῦτό τι κατάλαβοι, ἐξ οὗ εἰκὸς θάνατον ἐπακολουθεῖν τῷ κεκεραυνωμένῳ, τότε μικρότερα τὰ ἀποτελέσματα γίνεται. καὶ οὕτω χρὴ ποι‐ εῖσθαι τὰς κρίσεις ὡσπερεὶ βλαπτομένων μερῶν καὶ οὐχὶ

2

.

9

(100)

παντὸς τοῦ σώματος. περὶ ὧν ἀκριβῶς καὶ ἀνενδεῶς ἐν
τῷ περὶ σώματος λόγῳ [κατὰ μέρος] ἐν τῷ πρώτῳ βιβλίῳ διῄρηκα. ἔτι κἀκεῖνο. οὔτε πλέοντα οὔτε ἐν τῇ κοίτῃ κατα‐ κείμενον οὔτε ἐπὶ γῆς ὕπτιον ἢ πρηνῆ ὑπὸ κεραυνοῦ καταφλέγεσθαι συμφέρει, ὑπολείπεται δὲ μόνον ἀγαθὸν113
105εἶναι τὸ ὀρθὸν ἑστῶτα ἢ ἐπὶ θρόνου καθεζόμενον ἢ ἐπ’ ἄλλου τινὸς τοιούτου κεραυνοῦσθαι. οἶδα δέ τινα, ὃς ἔδοξε τῆς κλίνης τὸ ἔξω ἐνήλατον ὑπὸ κεραυνοῦ διεφθάρθαι, καὶ ἡ γυνὴ αὐτοῦ ἀπέθανεν. Πῦρ δὲ τὸ χρήσει ὀλίγον μὲν καὶ καθαρὸν ἰδεῖν ἡ Φη‐
110μονόη λέγει ἀγαθὸν εἶναι, πολὺ δὲ καὶ ἄμετρον πονηρόν. ἔστιν οὖν ἄριστον τὸ ἐφ’ ἑστίας πῦρ λαμπρὸν καὶ καθαρὸν ὁρώμενον. πολλὴν γὰρ εὐπορίαν σημαίνει· ἄνευ γὰρ τοῦ τροφὰς παρασκευάζεσθαι οὐκ ἔστιν ἐφ’ ἑστίας πῦρ ἰδεῖν. σβεννύμενον δὲ τοῦτο ἀπορίαν σημαίνει, καὶ εἴ τις κατὰ τὸν
115οἶκον νοσοίη, θάνατον αὐτῷ προαγγέλλει. ἀγαθὸν δὲ καὶ λαμπάδα δοκεῖν ἔχειν καιομένην νυκτός, μάλιστα δὲ νέοις· ὡς γὰρ ἐπὶ τὸ πολὺ ἔρωτας οὐκ ἀηδεῖς σημαίνει καὶ πράξεις προαγορεύει διὰ τὸ δύνασθαι τὰ πρὸ ποδῶν ὁρᾶν. ἄλλον δὲ ὁρᾶν ἔχοντα λαμπάδα πονηρὸν τοῖς λανθάνειν
120ἐθέλουσι. λύχνος δὲ καιόμενος ἐν οἰκίᾳ λαμπρὸς ἀγαθός· πρόσκτησιν γὰρ σημαίνει καὶ εὐπορίαν πᾶσι καὶ τοῖς ἀγάμοις γάμον καὶ τοῖς νοσοῦσιν ὑγεῖαν· ὁ δὲ μὴ λαμπρὸς ἀλλὰ ἀμαυρὸς δυσθυμίαν σημαίνει καὶ τοὺς νοσοῦντας οὐκ εἰς μακρὰν ἀναιρεῖ. ὁ δὲ ἐσβεσμένος σώζει· μέλλει
125γὰρ ἀνάπτεσθαι. λύχνος χάλκεος καὶ τὰ ἀγαθὰ βεβαιότερα
καὶ τὰ κακὰ ἰσχυρότερα μαντεύεται, ὁ δὲ ὀστράκινος ἔλαττον· ἀμφότεροι δὲ τὰ κρυπτὰ ἐλέγχουσι. λύχνος δὲ ἐν πλοίῳ ὁρώμενος δεινῆς νηνεμίας ἐστὶ σημαντικός.114

2

.

10

Οἶκοι καιόμενοι καθαρῷ πυρὶ καὶ μὴ συμπίπτοντες μηδὲ διαφθειρόμενοι πένησι μὲν εὐπορίαν, πλουσίοις δὲ ἀρχὰς περιποιοῦσιν. οἱ δὲ σμυχόμενοι μὴ καθαρῷ πυρὶ καὶ καταιθαλούμενοι καὶ συμπίπτοντες καὶ ὑπὸ τοῦ πυρὸς
5διαφθειρόμενοι πᾶσι πονηροὶ καὶ τοιούτων ὄλεθρον ση‐ μαίνουσιν ἀνθρώπων, οἷοι ἂν ὦσιν οἱ οἶκοι [ἢ οἱ τοῖχοι]. οἷον ὁ μὲν θάλαμος τὴν γυναῖκα σημαίνει, ὅταν ὑπάρχῃ· εἰ δὲ μή, τὸν δεσπότην τῆς οἰκίας· ὁ δὲ ἀνδρὼν τοὺς κατὰ τὸν οἶκον ἀνθρώπους συγγενεῖς τε καὶ θεράποντας, ἡ δὲ
10γυναικωνῖτις 〈τὰσ〉 θεραπαίνας [καὶ τὰ πρόθυρα τῆς οἰκείας τοὺς δεσπότας]. ταμεῖα δὲ καὶ ἀποθῆκαι τὰ κτή‐ ματα ἢ τοὺς ταμίας ἢ τοὺς οἰκονόμους σημαίνουσι. Ταῦτα μὲν ἐφ’ ὅλων οἴκων· τοίχων δὲ ὁ μὲν τὴν θύραν ἔχων τὸν δεσπότην σημαίνει, ὁ δὲ τὴν θυρίδα τὴν δέσποιναν.
15ὅπου δὲ μὴ ἔστι θυρίς, ὁ μὲν μέσος τὸν δεσπότην ὁ δὲ δεξιὸς 〈τὰ〉 τέκνα ὁ δὲ εὐώνυμος τὴν γυναῖκα. ἐπειδὰν δὲ πολλὰς ἔχῃ θυρίδας ὁ οἶκος, καὶ ἀδελφοῖς καὶ κοινωνοῖς θάνατον προαγορεύει· πρεσβυτέροις μὲν τὰ πρὸς ἀνατολὴν τοῦ οἴκου, νεωτέροις δὲ τὰ πρὸς ἑσπέραν. τὰ δὲ πρὸς ἄρκτον
20ὁμοίως τῇ ἀνατολῇ καὶ τὰ πρὸς μεσημβρίαν ὁμοίως τῇ δύσει κρινέσθω. οἱ δὲ μετὰ τὸ πῦρ αὐξηθέντες τοῖχοι ἢ
λαμπρότεροι φαινόμενοι [πολυτελέστερον] τὸν βίον ἐπὶ τὸ βέλτιον μετάγουσι. θύραι δὲ καιόμεναι γυναικὸς ὄλεθρον σημαίνουσι καὶ τὸν βίον τοῦ ἰδόντος οὐκ ἐν ἀσφαλεῖ115
25κεῖσθαι. τούτων δὲ ἡ μὲν τὸν μάνδαλον ἔχουσα ἐλευθέραν γυναῖκα σημαίνει, ἡ δὲ ἐχομένη δούλην, καὶ πάλιν ἡ μὲν τὸν μάνδαλον ἔχουσα καὶ τὸν ἄνδρα, ἡ δὲ ἐχομένη τὴν γυ‐ ναῖκα. κίονες δὲ καθαρῷ πυρὶ καιόμενοι καὶ μὴ διαφθει‐ ρόμενοι τὰ τέκνα σημαίνουσι τοῦ ἰδόντος ἐπὶ τὸ βέλτιον
30καὶ λαμπρότερον μεταβῆναι· οἱ δὲ συντριβόμενοι υἱῶν ὄλεθρον σημαίνουσι· στύλοι γὰρ οἴκων παῖδες εἰσὶν ἄρσενες, ὥς φησιν Εὐριπίδης. τέρεμνα δὲ καὶ ὑπέρθυρα καὶ δρύ‐ φακτοι κατακαέντες παίδων ὄλεθρον καὶ οὐσίας ἀπώλειαν
35μαντεύονται, οἱ δὲ θεμέλιοι δεσποτῶν, οἱ δὲ θριγκοὶ συγγενῶν καὶ φίλων, δένδρων δὲ τὰ μὲν πρὸ τῆς οἰκίας πεφυκότα δεσποτῶν, τὰ δὲ ἔνδον ἐν τῇ οἰκίᾳ τὰ μὲν μεγάλα καιόμενα ὁμοίως δεσποτῶν, τὰ μὲν ἀρσενικὰ ἀνδρῶν, τὰ δὲ θηλυκὰ γυναικῶν, τὰ δὲ μικρὰ φίλων καὶ συγγενῶν, τὰ δὲ
40παντελῶς χθαμαλά, οἷον πύξοι καὶ μυρρίναι, οἰκετῶν. ἀνακαίειν δὲ δοκεῖν πῦρ ταχέως ἀναπτόμενον καὶ ἐφ’ ἑστίας καὶ ἐν κλιβάνῳ ἀγαθὸν καὶ παίδων σημαίνει γονήν· ἔοικε γὰρ καὶ ἡ ἑστία καὶ ὁ κλίβανος γυναικὶ διὰ τὸ δέχεσθαι τὰ πρὸς τὸν βίον εὔχρηστα· τὸ δὲ ἐν
45αὐτοῖς πῦρ ἔγκυον ἔσεσθαι τὴν γυναῖκα μαντεύεται· τότε
γὰρ καὶ ἡ γυνὴ θερμοτέρα γίνεται. τὸ δὲ καταλαβόντα τὸ πῦρ ἐν τούτοις εἶτα ἀποσβεννύειν ἑαυτῷ αἴτιον ζημιῶν σημαίνει γενέσθαι.116

2

.

11

Ταῦτα μὲν οὖν τῷ περὶ πυρὸς λόγῳ ἀκόλουθα ὄντα ἱκα‐ νῶς εἴρηται· ἑξῆς δὲ περὶ κυνηγίου καλῶς ἔχον εἶναί μοι δοκεῖ διασαφῆσαι. λίνα καὶ στάλικες [ποδάγραι βρόχοι] καὶ πᾶσα ἀρκυοστασία καὶ αἱ νεφέλαι λεγόμεναι καὶ ὅσα
5πρὸς θήραν ἄνθρωποι κατεσκευασμένα ἔχουσι, κακά· μόνοις δὲ ἀγαθὰ τοῖς δραπέτας διώκουσι καὶ τοῖς ἀπολωλός τι ζητοῦσι· ταχεῖαν γὰρ τούτων εὕρεσιν προσημαίνει. τοῖς δὲ λοιποῖς ἐμποδισμοὺς τῶν χρειῶν διὰ τὰς καταπλοκὰς καὶ κινδύνους καὶ ἐνέδρας σημαίνει· ἐπὶ γὰρ βλάβῃ τῶν
10ζῴων ταῦτα κατασκευάζεται. ἀεὶ δὲ ἄμεινον αὐτὸν ἔχειν ταῦτα ἢ ἄλλον ἔχοντα ἰδεῖν, ὅσῳ καὶ κρεῖττον τὸ κακοῦν τοῦ ὑπό τινος κακοῦσθαι. [κύνες δὲ θηρευτικοὶ ἐπὶ μὲν θήραν ἐξιόντες ἀγαθοὶ πᾶσι καὶ πράξεων προαγορευτικοὶ τοῖς φεύγουσι δὲ πονηροί, ἀπὸ δὲ θήρας ἐπανιόντες ἄφοβοι
15καὶ ἄπρακτοι τετήρηνται.] Ἕπεται δὲ τῷ περὶ κυνηγίου λόγῳ ὁ περὶ ζῴων τῶν ἐπιγείων [πάντων λόγος] διπόδων τε καὶ ἀπόδων καὶ τετραπόδων. ἄρξομαι δὲ ἀπὸ τῶν τετραπόδων. τῶν κυνῶν οἱ μὲν ἐπὶ θήρᾳ τρέφονται, καὶ τούτων οἱ μέν εἰσιν
20ἰχνευταί, οἱ δὲ ὁμόσε τοῖς θηρίοις χωροῦσιν· οἱ δὲ ἐπὶ φυλακῇ τῶν κτημάτων, οὓς οἰκουρούς τε καὶ δεσμίους
λέγομεν· οἱ δὲ ἐπὶ τερπωλῇ οἱ Μελιταῖοι λεγόμενοι. σημαίνουσιν οὖν οἱ μὲν ἐπὶ θήρᾳ τρεφόμενοι τὰ ἔξωθεν ποριζόμενα [καὶ τὰς πράξεις]· ὅθεν ἀγαθὸν ἰδεῖν αὐτοὺς117
25θηρῶντας καὶ λαμβάνοντάς τι καὶ ἤδη εἰληφότας ἢ μέλλοντας ἐπὶ θήραν ἐξιέναι· πράξεων γάρ εἰσι σημαντι‐ κοί· οἱ δὲ εἰς πόλιν ἐρχόμενοι ἀπραξίαν σημαίνουσι· παύονται γὰρ τῶν ἔργων· οἱ δὲ οἰκουροὶ γυναῖκα σημαίνουσι καὶ οἰκείους καὶ τὰ πεπορισμένα κτήματα. ὅθεν ἐρρωμένοι
30καὶ σαίνοντες τοὺς δεσπότας ἀγαθὴν οἰκουρίαν καὶ περὶ τὴν γυναῖκα καὶ περὶ τοὺς οἰκείους σημαίνουσι καὶ τῶν κτημά‐ των πολλὴν ἀσφάλειαν, νοσοῦντες δὲ τοῖς προειρημένοις νό‐ σον προαγορεύουσι καὶ τοῖς κτήμασι βλάβας. ἀγριαίνοντες δὲ ἢ ὑλακτοῦντες ἢ δάκνοντες ἀδικίας τὰς ἀπὸ τῶν τοιούτων
35μαντεύονται προσώπων καὶ βλάβας μεγάλας. ἀλλότριοι δὲ κύνες σαίνοντες μὲν δόλους καὶ ἐνέδρας 〈ἀπὸ〉 πονηρῶν ἀν‐ δρῶν ἢ γυναικῶν σημαίνουσι, δάκνοντες δὲ ἢ ὑλακτοῦντες ἐπιθέσεις καὶ ἀδικίας· κἂν μὲν ὦσι λευκοί, φανεράς, ἐὰν δὲ μέλανες, λαθραίους, ἐὰν δὲ πυρροί, οὐ παντελῶς φανεράς,
40ἐὰν δὲ ποικίλοι, δεινοτέρας τὰς ἐπιθέσεις μαντεύονται. ἐοίκασι δὲ οὐ παντελῶς εὐγενέσιν οὐδὲ ἐλευθέροις, σφόδρα δὲ βιαίοις καὶ ἀναιδέσι· τοιαῦτα γὰρ τὰ τῶν κυνῶν ἤθη. πολλάκις δὲ καὶ πυρετὸν ᾐνίξαντο διὰ τὸ ἄστρον τὸν Σείριον, ὃς πυρετοῦ αἴτιος ὢν πρός τινων κύων καλεῖται·
45καὶ γὰρ βίαιόν ἐστι καὶ ἄγνωμον τὸ ζῷον καὶ πυρετῷ ὅμοιον. οἱ δὲ Μελιταῖοι τὸ τερπνότατον τῶν ἐν τῷ βίῳ σημαίνουσι καὶ τὸ ἥδιστον. τοιγάρτοι ὅ τι ἂν πάθωσι λύπης τε καὶ ἀνίας εἰσὶ σημαντικοί.118

2

.

12

Πρόβατα [δὲ καὶ αἶγες], ὡς μὲν οἱ παλαιοὶ συνέχεον, λευκὰ μὲν ἀγαθά, μέλανα δὲ πονηρά· ὡς δὲ ἐγὼ ἐτήρησα, πρόβατα καὶ λευκὰ καὶ μέλανα ἀγαθά· λευκὰ μὲν μᾶλλον, μέλανα δὲ ἧττον. ἔοικε δὲ τὰ πρόβατα ἀνθρώποις διὰ τὸ
5πείθεσθαι τῷ ποιμένι καὶ συναγελάζεσθαι καὶ προβιβα‐ σμῷ καὶ τῇ ἐπὶ τὸ βέλτιον προκοπῇ ἀπὸ τοῦ ὀνόματος. ἄριστον οὖν καὶ ἴδια ἔχειν πολλὰ πρόβατα καὶ ἀλλότρια ἰδεῖν καὶ ποιμαίνειν, μάλιστα τοῖς ὄχλου προΐστασθαι βουλομένοις καὶ σοφισταῖς καὶ διδασκάλοις [ἔργων].
10 Ἔτι δὲ καὶ κριὸς πρὸς δεσπότην ἐστὶ ληπτέος καὶ πρὸς ἄρχοντα καὶ βασιλέα· κρείειν γὰρ τὸ ἄρχειν ἔλεγον οἱ παλαιοί, καὶ τῆς ἀγέλης [δὲ] ἡγεῖται ὁ κριός. ἀγαθὸν δὲ καὶ ἐποχεῖσθαι δοκεῖν ἀσφαλῶς καὶ δι’ ὁμαλῶν χωρίων, μάλιστα φιλολόγοις καὶ τοῖς ἐπὶ τὸ πλουτεῖν ὁρμωμένοις·
15καὶ γὰρ ταχὺ τὸ ζῷον καὶ Ἑρμοῦ νενόμισται ὄχημα εἶναι. Αἶγες δὲ οὔτε λευκαὶ οὔτε μέλαιναι ἀγαθαὶ ἀλλὰ πᾶσαι
πονηραί, λευκαὶ μὲν ἧττον, μέλαιναι δὲ μᾶλλον, μάλιστα τοῖς πλέουσι· καὶ γὰρ τὰ μεγάλα κύματα ‘αἶγασ‘ ἐν τῇ119
20συνηθείᾳ λέγομεν, καὶ ‘λάβρος ἐποιγίζων‘ φησὶν ὁ ποιητὴς περὶ σφοδροῦ ἀνέμου λέγων, καὶ τὸ φοβερώτατον πέλαγος Αἰγαῖον λέγεται. γάμους δὲ καὶ φιλίας καὶ κοι‐ νωνίας οὔτε συνάγουσιν οὔτε τὰς οὔσας φυλάττουσιν· οὐ γὰρ συναγελάζονται ἀλλὰ χωρὶς ἀλλήλων νεμόμεναι κατὰ
25κρημνῶν καὶ πετρῶν αὐταί τε πράγματα ἔχουσι καὶ τῷ ποιμένι παρέχουσιν. ὅθεν καὶ ὁ ποιητὴς ‘πλατέα‘ τὰ αἰπόλια καλεῖ λέγων ‘οἳ δ’ ὥς τ’ αἰπόλια πλατέ’ αἰγῶν.‘ [καὶ ‘αἰγιβόταν ἀεὶ τὴν ἀγαθὴν κουροτρόφον.‘ περὶ δὲ ἵππων ἐν τῷ περὶ ἀγῶνος λόγῳ προείρηται. ἔλεγε
30δέ τις θεασαμένῳ τινὶ ἐπὶ κριοῦ καθημένῳ καὶ πεσόντι ἐξ αὐτοῦ ἐκ τῶν ἔμπροσθεν μεμνηστευμένῳ δὲ καὶ μέλλοντι ἐν αὐταῖς ταῖς ἡμέραις τοὺς γάμους ἐπι‐ τελεῖν, προειπεῖν αὐτῷ ὅτι ἡ γυνή σου πορνεύσει καὶ τὸ λεγόμενον κέρατα αὐτῷ ποιήσει. καὶ οὕτως ἀπέβη. καὶ
35διὰ μὲν τὴν πρόρρησιν τοῦ ὀνείρατος παραιτησάμενος τὸν γάμον καὶ μόλις ποτὲ πεισθεὶς ὑπὸ φίλων μετὰ χρό‐ νον τινὰ ἔγημε μὲν τὴν πρώην αὐτῷ μεμνηστευμένην, δεδιὼς δὲ τὸ ὄναρ ἐφύλαττε τὴν γυναῖκα καὶ διὰ πάσης ἀσφαλείας διεγίνετο. καὶ ἐκείνη μὲν ἐνιαυτὸν ἐπιζήσασα
40διετέλεσεν ἄμεμπτος, ἄλλην δὲ ἐπιγήμας γυναῖκα, ὡς καὶ νομίσαι αὐτὸν ἀποσκῆψαι τὸ ὄναρ, περιέπεσε τῷ δυστυ‐ χήματι· ἀπέβη γὰρ ἐκείνη εἰς ἔσχατον πορνείας ἐκπί‐ πτουσα.] Ὄνοι φέροντες μέν τι ἄχθος καὶ πειθόμενοι τῷ ἐλαύ‐
45νοντι καὶ ἐρρωμένοι καὶ ταχέως βαδίζοντες ἀγαθοὶ πρὸς
γάμον καὶ κοινωνίαν· πρὸς γὰρ τῷ μὴ εἶναι πολυτελῆ τὴν γυναῖκα καὶ τὸν κοινωνὸν καὶ προθύμως ὑπακούσεσθαι σημαίνουσι καὶ εὐνοήσειν. καὶ πρὸς τὰς ἄλλας δὲ πράξεις εἰσὶν ἀγαθοὶ διὰ τὸ ὄνομα· ὄνασθαι γὰρ τῶν προκειμέ‐120

2

.

12

(50)

νων σημαίνουσι καὶ ἡσθῆναι ἐπ’ αὐτοῖς· τῷ γὰρ ἡδίστῳ ἀνάκεινται δαίμονι Σειληνῷ. καὶ πρὸς τοὺς φόβους δὲ ἀγαθοὶ διὰ τὴν περὶ αὐτοὺς ἱστορίαν καὶ τὸν ἐν 〈τῇ〉 συν‐ ηθείᾳ λόγον. πρὸς δὲ τὰς ἀποδημίας πολλὴν προαγορεύου‐ σιν ἀσφάλειαν, παρολκὰς δὲ καὶ βραδύτητας ἐργάζονται
55διὰ τὸ νωθὲς τοῦ βαδίσματος. Ἡμίονοι δὲ πρὸς πάντα ἐπιτήδειοι διὰ τὸ ὑπομονητι‐ κὸν τῶν ἔργων, μάλιστα δὲ πρὸς γεωργίαν· ‘αἳ γάρ τε βοῶν προφερέστεραί εἰσιν, ἑλκέμεναι νειοῖο βαθείης πη‐ κτὸν ἄροτρον‘, ὥς φησιν ὁ ποιητής. μόνον ἀντιβαίνουσι
60γάμῳ καὶ παιδοποιίᾳ διὰ τὸ ἄσπερμον εἶναι τὸ ζῷον. ὅταν δὲ ἀγριαίνωσιν οἱ ὄνοι ἢ 〈οἱ〉 ἡμίονοι, ἐπιβουλὴν ἐκ τῶν ὑποτεταγμένων σημαίνουσιν, ἡμίονοι δὲ καὶ νόσον, ὡς πολλάκις ἐτήρησα. Βόες ἐργάται πᾶσιν ἀγαθοί, ἀγελαῖοι δὲ βόες ταραχὰς
65καὶ περιβοήσεις σημαίνουσι διὰ τὸ ὄνομα [καὶ κίνδυνον]. Ταῦρος δὲ 〈κίνδυνον〉 οὐ τὸν τυχόντα σημαίνει, μάλιστα ἀπειλῶν ἢ διώκων, καὶ τὴν ἐκ τῶν ὑπερεχόντων ἀπειλήν, ἐὰν ᾖ πένης ὁ ἰδὼν ἢ δοῦλος. ναυτιλλομένοις δὲ χειμῶνα σημαίνει καὶ πλήξας ναυάγιον, τῆς ἱστοκεραίας παθούσης
70τι δεινόν· ἔοικε γὰρ τῷ ἱστίῳ καὶ τῇ καταρτίῳ τῆς νεὼς ὅλης διὰ τὰς βύρσας καὶ τὰ κέρατα. [καὶ τοῦτο ἐγὼ πάνυ ἐτήρησα καὶ πάντοτε συμφώνως ἀπέβη.] Ταῦτα μὲν περὶ τῶν ἡμέρων καὶ συντρόφων ζῴων, λοι‐
πὸν δὲ περὶ τῶν ἀγρίων ζῴων εἰπεῖν.121
75 Λέοντα ἰδεῖν ἥμερον μὲν καὶ σαίνοντα καὶ προσιόντα ἀβλαβῶς ἀγαθὸν ἂν εἴη καὶ φέρον ὠφελείας στρατιώτῃ μὲν ἀπὸ βασιλέως ἀθλητῇ δὲ ἀπὸ τῆς τοῦ σώματος εὐε‐ ξίας δημότῃ δὲ ἀπὸ ἄρχοντος καὶ δούλῳ ἀπὸ δεσπότου· τούτοις γὰρ [καὶ] τὸ ζῷον ἔοικε διὰ τὸ δυνατὸν καὶ ἰσχυ‐
80ρόν· ὅταν δὲ ἀπειλῇ ἢ ἀγριαίνηται τινὶ ὁ λέων, φόβον τε ἐπάγει καὶ νόσον μαντεύεται (ἔοικε γὰρ καὶ ἡ νόσος θη‐ ρίῳ), καὶ τὰς ἀπὸ τοιούτων ἀνδρῶν ἀπειλὰς μαντεύεται ἢ τοὺς ἀπὸ πυρὸς κινδύνους. σκύμνους δὲ λέοντος [καὶ ἔχειν καὶ] ἰδεῖν ἀγαθὸν ἐπίσης πᾶσιν, ὡς δὲ ἐπὶ τὸ πολὺ
85καὶ παιδίου γένεσιν προαγορεύει. Λέαινα δὲ τὰ αὐτὰ τῷ λέοντι σημαίνει, πλὴν ἥττω, καὶ τὰς ὠφελείας σαίνουσα καὶ τὰς βλάβας ἀπειλοῦσα καὶ δάκνουσα οὐκ ἀπὸ ἀνδρῶν ἀλλ’ ἀπὸ γυναικῶν γενέσθαι μαντεύεται. ἐτήρησα δὲ πολλάκις καὶ ἄνδρας πλουσίους
90σημαίνουσαν διαβεβλημένους ἐπὶ κιναιδίᾳ. Πάρδαλις δὲ καὶ ἄνδρα καὶ γυναῖκα σημαίνει, πανούρ‐ γους δὲ καὶ κακοτρόπους διὰ τὸ ποικίλον τοῦ χρώματος, πολλάκις δὲ καὶ ἀπὸ ἐθνῶν ὄντας, ἐν οἷς οἱ πλεῖστοι στί‐ ζονται. καὶ νόσον καὶ [ἄλλον τινὰ] φόβον οὐ τὸν τυχόντα
95σημαίνει καὶ περὶ ὄμματα κίνδυνον. Ἄρκτος δὲ γυναῖκα σημαίνει (φασὶ γὰρ ἐκ Καλλιστοῦς τῆς Ἀρκαδικῆς μεταβαλεῖν τὸ ζῷον οἱ περὶ μεταμορφώ‐ σεων μυθολογήσαντες) καὶ νόσον διὰ τὸ θηριῶδες καὶ κίνησιν καὶ ἀποδημίαν, ἐπειδὴ ὁμώνυμός ἐστι τῷ ἀεὶ

2

.

12

(100)

κινουμένῳ ἄστρῳ· πάλιν δὲ τὴν ἐπὶ τοῦ αὐτοῦ τόπου στροφὴν μαντεύεται· καὶ γὰρ τὸ ἄστρον ἀεὶ ἐν τῷ αὐτῷ κινούμενον οὐ καταδύεται. Ἐλέφας ἔξω μὲν Ἰταλίας καὶ Ἰνδίας ὁρώμενος κίνδυνον καὶ φόβον σημαίνει διὰ τὸ χρῶμα καὶ διὰ τὸ μέγεθος·122
105φοβερὸν γὰρ τὸ ζῷον, καὶ μάλιστα τοῖς μὴ ἠθάσιν αὐτοῦ· ἐν Ἰταλίᾳ δὲ δεσπότην σημαίνει καὶ βασιλέα καὶ ἄνδρα μέγιστον. ὅθεν ἐπειδὰν βαστάζῃ ἀφόβως πειθόμενος τῷ ἐποχουμένῳ, τὰς ἀπὸ 〈τῶν〉 τοιούτων [ἐργασίας τε καὶ] εὐεργεσίας μαντεύεται· ὅταν δὲ βλάπτῃ, τὰς ἀπὸ τῶν
110τοιούτων βλάβας. πολλάκις δὲ [ἐτήρησα] ἐλέφας διώκων καὶ ἀπειλῶν νόσον προαγορεύει. καὶ καταλαβὼν μὲν καὶ διαχρησάμενος τῷ ἰδόντι θάνατον σημαίνει, μὴ καταλα‐ βὼν δὲ εἰς ἔσχατον κίνδυνον ἐλάσαντα σωθήσεσθαι· καὶ γάρ φασι τὸ ζῷον ἀνακεῖσθαι τῷ Πλούτωνι. γυναικὶ δὲ
115οὐδαμῶς ἀγαθός ἐστιν ὁρώμενος οὔτε προσιὼν οὔτε βαστάζων. οἶδα δέ τινα ἐν Ἰταλίᾳ γυναῖκα πάνυ πλουσίαν καὶ μὴ νοσοῦσαν, ἣ ἐδόκει ἐλέφαντι ὀχεῖσθαι, καὶ οὐκ εἰς μακρὰν ἀπέθανεν. Ὄναγρος δὲ ἔχθραν πρός τινα 〈σημαίνει〉 ἀγνώμονα
120〈καὶ〉 οὐ πάνυ τι εὐγενῆ· ἔχει γάρ τι ὄνου σύμφυλον. μεμνῆσθαι δὲ χρὴ ὅτι κοινὸν ἔχει πάντα τὰ ζῷα τὰ ἄγρια
πρὸς τοὺς ἐχθροὺς λόγον. ἀεὶ οὖν ἄμεινον κρατεῖν τούτων ἢ κρατεῖσθαι ὑπ’ αὐτῶν· τῶν γὰρ ἐχθρῶν περιγενήσε‐ σθαι σημαίνει καὶ ὑπέρτερον ἔσεσθαι.123
125 Λύκος ἐνιαυτὸν σημαίνει διὰ τὸ ὄνομα· λυκάβαντας γὰρ οἱ ποιηταὶ τοὺς ἐνιαυτοὺς καλοῦσιν ἀπὸ τοῦ περὶ τὰ ζῷα ταῦτα συμβεβηκότος· ἀεὶ γὰρ ἑπόμενα ἀλλήλοις ἐν τάξει δίεισι ποταμόν, ὥσπερ αἱ τοῦ ἔτους ὧραι ἑπόμεναι ἀλλή‐ λαις τελοῦσι τὸν ἐνιαυτόν. καὶ ἐχθρὸν δὲ βίαιόν τινα καὶ
130ἁρπακτικὸν καὶ πανοῦργον καὶ ἐκ τοῦ φανεροῦ ὁμόσε χω‐ ροῦντα. Ἀλώπηξ τὰ μὲν αὐτὰ τῷ λύκῳ σημαίνει, διαφέρει δὲ ἐν τῷ τοὺς ἐχθροὺς οὐκ ἐκ τοῦ φανεροῦ ἐπιθησομένους ση‐ μαίνειν ἀλλὰ λάθρᾳ ἐπιβουλεύσοντας. ὡς δὲ ἐπὶ τὸ πλεῖ‐
135στον γυναῖκας σημαίνει τὰς ἐπιτιθεμένας. Πίθηκος δὲ ἄνδρα πανοῦργον καὶ γόητα σημαίνει. [Καὶ ὁ] Κυνοκέφαλος τὰ αὐτὰ τῷ πιθήκῳ σημαίνει, προστίθησι δὲ τοῖς ἀποτελέσμασι καὶ νόσον, ὡς ἐπὶ τὸ πλεῖστον τὴν ἱερὰν καλουμένην· ἀνάκειται γὰρ τῇ Σε‐
140λήνῃ, φασὶ δὲ καὶ τὴν νόσον ταύτην οἱ παλαιοὶ ἀνακεῖσθαι τῇ Σελήνῃ. σφίγγας δὲ καὶ λύγκας καὶ κερκοπιθήκους [τοὺς τὰς οὐρὰς ἔχοντας] καὶ εἴ τι ἄλλο τοιοῦτο ζῷον εἰς τὴν αὐτὴν τούτοις ἀνακτέον μοῖραν. Ὕαινα δὲ γυναῖκα σημαίνει ἀνδρόγυνον ἢ φαρμακίδα124
145καὶ ἄνδρα κίναιδον οὐκ εὐγνώμονα. Σύαγρος χειμῶνα σημαίνει βίαιον τοῖς ὁδεύουσιν ἢ πλέουσιν, καὶ τοῖς δικαζομένοις ἐχθρὸν δυνατὸν ἅμα καὶ ἀγνώμονα καὶ βίαιον φωνῇ μιαρᾷ πολλάκις κεχρημένον, γεωργοῖς δὲ ἀφορίαν διὰ τὸ λυμαίνεσθαι τὰ φυτά, καὶ τῷ

2

.

12

(150)

γαμοῦντι οὔτε εὔνουν οὔτε ἐπιεικῆ τὴν γυναῖκα παρίστησιν. οὐδὲν δὲ θαυμαστὸν εἰ καὶ σύαγρος γυναῖκα σημαίνει. καὶ γὰρ εἰ κακόζηλον, ἀλλ’ οὖν γε εἰρήσεται εἰς ἐπίδειξιν ὧν πολλάκις ἐτήρησα. κάπρος καλεῖται τὸ ζῷον καὶ εἰκότως γυναῖκα σημαίνει· οὕτω γὰρ λέγονται αἱ κατωφερεῖς, καὶ
155τὸ ‘καπρᾷς, κακόδαιμον‘ Μένανδρός φησιν. Ἔλαφος ἐν μὲν νηὶ τὰ πηδάλια σημαίνει καὶ τὸ τάχος τῆς νεώς, ἐν ὁδῷ δὲ τὸ κατὰ τὴν ὁδὸν καὶ τὴν ἀποδημίαν εὐκίνητον ἢ πάλιν αὖ δυσεργές. δείξει δὲ τοῦτο ὅπως ἂν ἔχῃ διαθέσεως ἡ ἔλαφος. ἐν δὲ τοῖς λοιποῖς τοὺς ἀποδι‐
160δράσκοντας καὶ τοὺς ἐν δίκαις φεύγοντας καὶ τοὺς κατα‐ λείποντας τὰς συμβιώσεις εὐγνώμονας μὲν δειλοὺς δὲ καὶ ἀτόλμους παρίστησιν. Εἰ δέ τι τῶν μὴ ἐπιπολαζόντων ἀλλὰ σπανίων ἢ ἐν Λιβύῃ ἢ παρ’ Ὠκεανῷ [ἢ ἐν τῇ δύσει] γεννᾶται ζῷον, ὃ125
165μὴ ἐν τῷδε τῷ λόγῳ κατηρίθμηται, ἀπὸ τῶν εἰρημένων ἐπὶ τὸ ὅμοιον ἀεὶ καὶ μὴ πολὺ τὴν φύσιν διεστὸς μετ‐ άγοντας δεῖ τὰς κρίσεις ποιεῖσθαι. Ταῦτα μὲν οὖν περὶ τετραπόδων ἡμέρων τε καὶ ἀγρίων ἱκανὰ νομίζειν χρή, 〈καὶ〉 μάλιστά γε τὸν μὴ πομπὴν λό‐
170γων ἀποδεχόμενον ἀλλ’ αὐτὰ τἀληθῆ ἐξετάζοντα. κἀκεῖνο δὲ σκοπεῖν προσήκει, ὅτι τὰ ἐξ ἡμέρων μὲν ἄγρια γενό‐ μενα πονηρὰ ἂν εἴη, ἐξ ἀγρίων δὲ ἥμερα γενόμενα ἀγαθὰ καὶ ὠφέλιμα γίνεται. μεγάλα δὲ ἀγαθὰ σημαίνει τὰ καὶ φωνὴν ῥήξαντα καὶ φθεγξάμενα ὥσπερ ἄνθρωποι, καὶ
175μάλιστα ὅταν τι εὔφημον καὶ ἡδὺ εἴπῃ. ὅ τι δ’ ἂν εἴπῃ, πάντως ἀληθῆ λέγει, καὶ χρὴ πιστεύειν· κἂν μὲν ἁπλοῦν ᾖ τὸ εἰρημένον, αὐτόθεν προσέχειν· ἐὰν δέ τι αἴνιγμα, πειρᾶσθαι ἑρμηνεύειν. Περὶ δὲ τῶν ἀπόδων ἑξῆς ποιήσομαι τὸν λόγον.

2

.

13

Δράκων βασιλέα σημαίνει διὰ τὸ δυνατὸν [καὶ ἄρχοντα] καὶ χρόνον διὰ τὸ μῆκος καὶ διὰ τὸ ἀποδιδύσκεσθαι τὸ γῆρας καὶ πάλιν νεάζειν· τὸ γὰρ αὐτὸ καὶ τῷ χρόνῳ συμ‐
βέβηκε κατὰ τὰς τοῦ ἔτους ὥρας [γηρᾶν τε καὶ νεάζειν]·126
5καὶ πλοῦτον καὶ χρήματα διὰ τὸ ἐπὶ θησαυροὺς ἱδρύεσθαι, καὶ θεοὺς πάντας, οἷς ἐστιν ἱερός. εἰσὶ δὲ οἵδε Ζεὺς Σαβά‐ ζιος Ἥλιος Δημήτηρ καὶ Κόρη Ἑκάτη Ἀσκληπιὸς Ἥρωες. ἐπειδὰν οὖν προσίῃ [ἢ] καὶ διδῷ τι ἢ λέγῃ καὶ τὸ μὴ ἄγριον διὰ τῆς γλώσσης ἐμφαίνῃ, ἀγαθὰ μεγάλα σημαί‐
10νει ἀπὸ τῶν εἰρημένων ἢ διὰ τοὺς εἰρημένους [θεοὺς ἢ δαίμονας]· τὰ δὲ ἐναντία πράττων πονηρός. περιπλακεὶς δὲ καὶ δήσας τινὰ ** καὶ δεσμὰ προαγορεύει καὶ τοῖς νοσοῦσιν ὄλεθρον καὶ σχεδὸν εἰς τὴν γῆν ἄγει· γῆς γάρ ἐστι καὶ αὐτὸς παῖς καὶ τὰς διατριβὰς ἐν τῇ γῇ ποιεῖται.
15 Ὄφις δὲ νόσον σημαίνει καὶ ἐχθρόν. ὅπως δ’ ἂν διαθῇ τινα, οὕτω καὶ ἡ νόσος καὶ ὁ ἐχθρὸς τὸν ἰδόντα διαθή‐ σουσιν. Ἀσπίδες καὶ ἔχιδναι ἀργύριον σημαίνουσι διὰ τὸν πολὺν ἰόν, καὶ γυναῖκας πλουσίας διὰ τὸν αὐτὸν λόγον. αὗται δὲ
20καὶ δάκνουσαι ἀγαθαὶ παρά γε ἐμοὶ τετήρηνται καὶ προσ‐ ιοῦσαι καὶ περιπλεκόμεναι. οἷον δ’ ἂν θηρίον ἑρπετὸν γυνὴ ἐν τῷ κόλπῳ ἔχουσα κρύπτῃ καὶ ἐπ’ αὐτῷ τέρπηται,
μοιχεύεται ὡς ἐπὶ τὸ πολὺ ὑπὸ 〈τοῦ〉 ἐχθροῦ τοῦ ἰδόντος· ἐὰν δὲ φοβῆται ἢ ἀνιᾶται νοσήσει· καὶ ἐὰν ἐν γαστρὶ ἔχῃ,127
25φθερεῖ καὶ οὐ διασώσει τὸ ἔμβρυον. Ὕδροι τὰ μὲν αὐτὰ τῷ ὄφει σημαίνουσι καὶ 〈τὴν〉 νόσον ἐξ ὑγρῶν ἢ ἐν ὕδατι τὸν κίνδυνον ποιοῦσι καὶ τοὺς ἐχθροὺς σημαίνουσιν ἐξ ὕδατος ἢ δι’ ὕδατος ἔχειν τὴν ἐργασίαν. δρυΐναι δὲ καὶ παρεῖαι καὶ φύσαλοι
30πονηροὶ πάντες, καὶ τὰς ἀδικίας ἔκ τινων σημαίνουσιν οὐκ ἀστικῶν οὐδὲ ἐν πόλει διατριβόντων. σὴψ δὲ καὶ διψὰς καὶ δίφας καὶ ὁ καλούμενος χαμαιλέων καὶ ὅσα ἄλλα Νίκανδρος κατηρίθμησε πονηρὰ οὔτε ὁρώμενα οὔτε ὁμόσε χωροῦντα ἀγαθόν τι σημαίνει, ἀλλὰ κινδύνους οὐ
35τοὺς τυχόντας ἐπάγει. φαλάγγια δὲ καὶ σκορπίοι καὶ σκολόπενδραι πονηροὺς σημαίνουσιν ἀνθρώπους.

2

.

14

Σαγήνη καὶ γρῖπος καὶ ἀμφίβληστρον καὶ ὅσα ἄλλα ἐκ λίνων πέπλεκται ἐπιτήδεια πρὸς ἁλιείαν, ταὐτὰ τοῖς λίνοις τοῖς κυνηγετικοῖς, περὶ ὧν ἔμπροσθεν ἐπεμνήσθην, σημαίνει· ὁρμιαὶ δὲ καὶ ἄγκιστρα καὶ καθετῆρες καὶ οἱ
5λεγόμενοι δόλωνες δόλους καὶ ἐνέδρας σημαίνουσιν. ἀεὶ δὲ ἄμεινον 〈αὐτὸν〉 ταῦτα ἔχειν δοκεῖν ἢ ἄλλον ἔχοντα ἰδεῖν. λαμβάνειν δὲ ἰχθύας πολλοὺς ἅμα καὶ μεγάλους ἀγαθὸν καὶ κερδοφόρον πᾶσι πλὴν τῶν ἐπιδίφριον τὴν
ἐργασίαν ἐχόντων καὶ σοφιστῶν· τοῖς μὲν γὰρ σχολὴν128
10σημαίνει τὸ ὄναρ διὰ τὸ μὴ δύνασθαι καὶ πρὸς ἔργῳ τῷ συνήθει εἶναι καὶ ἁλιεύειν, τοῖς δὲ οὔ φησιν ἐπιτηδείων τεύξεσθαι τῶν ἀκροατῶν· ἄφωνον γὰρ ὁ ἰχθύς. μικροὶ δ’ ἰχθύες λαμβανόμενοι ἀηδίαν σημαίνουσι καὶ οὐδαμῶς κέρδος, ὧν ἐν τῷ περὶ τροφῆς λόγῳ ἐν τῷ πρώτῳ βιβλίῳ
15ἐπεμνήσθην, οἷον χαλκίδες τριχίαι μαινίδες ψηστοὶ ἀφύαι. ἤδη δέ τι καὶ κατ’ εἶδος οἱ ἰχθύες διάφορον ση‐ μαίνουσιν· ἔχει δὲ ἕκαστα οὕτως. ὅσοι τῶν ἰχθύων εἰσὶ ποικίλοι, τοῖς μὲν νοσοῦσι φαρμακίας τοῖς δὲ ἐρρωμένοις δόλους καὶ ἐπιβουλὰς σημαίνουσιν, οἷον κίχλη φυκὶς
20χάννος ἰουλὶς στρωματεὺς καὶ τὰ ὅμοια· ὅσοι δὲ τῶν ἰχθύων εἰσὶ πυρροί, δούλοις μὲν καὶ κακούργοις βασάνους σημαίνουσι, νοσοῦσι δὲ πυρετὸν λάβρον καὶ φλεγμονάς, τοῖς δὲ λανθάνειν πειρωμένοις ἔλεγχον ἐπάγουσιν, οἷον συνόδους ἐρυθῖνος κόκκυξ τρίγλη. αὕτη δὲ γυναιξὶν ἀτέ‐
25κνοις ἐστὶν ἀγαθή· τρὶς γὰρ κυεῖ. ὅθεν αὐτῇ καὶ τοὔνομα εἰκότως φασὶ κεῖσθαι καὶ Ἀριστοτέλης ἐν τοῖς περὶ ζῴων
καὶ Ἀριστοφάνης ἐν τοῖς εἰς Ἀριστοτέλην ὑπομνήμασι. ὅσοι 〈δὲ〉 τῶν ἰχθύων ἀποδιδύσκονται τὸ γῆρας, ἀγαθοὶ τοῖς νοσοῦσι καὶ τοῖς ἐν εἱρκτῇ οὖσι καὶ πένησι καὶ πᾶσι129
30τοῖς ἔν τινι περιστάσει οὖσιν· ἀποθήσονται γὰρ τὰ περικεί‐ μενα φαῦλα. ἀποδιδύσκονται γὰρ τὸ γῆρας τῶν ἰχθύων οἱ μαλακόστρακοι, οἷον καρὶς κάραβος καρκίνος ἀστακὸς πά‐ γουρος καὶ ἡ λεγομένη γραῦς καὶ ὅσα ἄλλα ἐστὶν ὅμοια. ταῦτα δὲ καὶ πληγὰς πολλάκις προεμαντεύσατο διὰ τὸ ἑαυτὰ
35παίειν, καὶ ἀποδημίας, ὅτι ἐστὶν ἀμφίβια. ὅσοι 〈δὲ〉 τῶν ἰχθύων ἐκταράσσουσι τὴν κοιλίαν ἡμῶν καὶ ἀποκρίνουσι τὰ σκύβαλα, ταὐτὰ τοῖς λαχάνοις σημαίνουσι καὶ τὴν αὐτὴν τοῖς ἀνθρώποις παρέχουσι χρείαν. περὶ ὧν ἐν τῷ περὶ τροφῆς λόγῳ εἴρηκα. λύει δὲ τὴν γαστέρα λαμβανό‐
40μενα πάντα τὰ ὀστρακόδερμα, οἷον πορφύρα κῆρυξ ὄστρεον στρόμβος ἐχῖνος μῦς πελωρὶς χήμη κτένες [καρ‐ κινάδες] καὶ εἴ τι ἄλλο τοιοῦτον. [πορφύραι δὲ καὶ καρκινά‐
δες ἁλιεῦσι καὶ πορφυρευταῖς πολλάκις συμφέρουσιν.] πῖνα δὲ καὶ ὁ λεγόμενος πινοφύλαξ καρκίνος [καὶ] πρὸς γά‐130
45μον καὶ κοινωνίαν εἰσὶν ἀγαθοὶ διὰ τὴν πρὸς ἀλλήλους κοι‐ νωνίαν καὶ εὔνοιαν. οἱ δὲ μαλακοὶ τῶν ἰχθύων μόνοις τοῖς πανούργοις συμφέρουσι· καὶ γὰρ αὐτοὶ μεταβάλλοντες τὰ χρώματα καὶ ὁμοιούμενοι τοῖς τόποις, ἐν οἷς ἂν γένωνται, λανθάνουσι. τοῖς δὲ λοιποῖς ἐμπόδια καὶ κατοχὰς σημαίνου‐

2

.

14

(50)

σι διὰ τὸ καθεκτικὸν καὶ ἰξῶδες, καὶ ἐν ταῖς πράξεσιν ἀτονίας πολλὰς προαγορεύουσι διὰ τὸ μὴ ὀστέα ἔχειν· ἰσχὺς γὰρ σώ‐ ματος ὀστέον. εἰσὶ δὲ οἵδε, πολύπους τευθὶς ἀκαλήφη ναύ‐ πλιος ἑλεδώνη πορφυρίων σηπία. αὕτη δὲ μόνη καὶ τοὺς ἀποδρᾶναι πειρωμένους ὠφελεῖ διὰ τὸν θολόν, ᾧ χρωμένη
55πολλάκις φεύγει. μέμνηται δὲ τούτου τοῦ ὀνείρου καὶ Ἀντιφῶν ὁ Ἀθηναῖος. ὅσοι δὲ τῶν ἰχθύων εἰσὶ σελάχιοι,
οἱ μὲν μακροὶ πάντες ματαιοπονίαν σημαίνουσι καὶ τὰ ἐλπιζόμενα οὐ τελειοῦσιν, ἐπειδὴ διολισθαίνουσι τῶν χειρῶν καὶ [ὅτι] λεπίδας οὐκ ἔχουσιν, αἳ τῷ σώματι περί‐131
60κεινται ὥσπερ ἀνθρώποις τὰ χρήματα. εἰσὶ δὲ οἵδε σμύραινα ἔγχελυς γόγγρος. οἱ δὲ πλατεῖς [καὶ] κινδύνους σημαίνουσι διὰ τὸ θηριῶδες καὶ ἐπιβουλάς, οἷον τρυγὼν νάρκη βοῦς καὶ ὁ λεγόμενος ἀετὸς καὶ γαλεὸς καὶ ῥίνη καὶ εἴ τι ἄλλο τούτοις ὅμοιον. ὅσοι δὲ τῶν ἰχθύων
65ὅμοιοι μέν εἰσι λεπιδωτοῖς, οὐκ ἔχουσι δὲ λεπίδας, διο‐ λισθῆσαι τὰς ἐλπίδας τοῦ ἰδόντος σημαίνουσιν, οἷον θύννος καὶ τὰ εἴδη αὐτοῦ πρημὰς πηλαμὺς σῖμος σφύ‐ ραινα [καὶ] κολίας καὶ τὰ ὅμοια. μόρμυροι δὲ καὶ μελά‐ νουροι καὶ σκορπίοι καὶ κωβιοὶ περιπεσεῖν σημαίνουσι
70πανούργοις καὶ ἀηδέσιν ἀνθρώποις, κορακῖνοι δὲ καὶ βλέννοι πονηροῖς καὶ ἀνωφελέσιν. ἰχθύες δὲ οἱ λιμναῖοι ἀγαθοὶ μέν, ἧσσον δέ· καὶ γὰρ ἧσσον τῶν θαλασσίων εἰσὶ πολυτελεῖς, καὶ τρέφουσιν οὐχ ὁμοίως.

2

.

15

Βάτραχοι δὲ ἄνδρας γόητας καὶ βωμολόχους προαγο‐ ρεύουσι, τοῖς δὲ ἐξ ὄχλου ποριζομένοις εἰσὶν ἀγαθοί. οἶδα δέ τινα οἰκέτην, ὃς ἔδοξε βατράχοις κονδύλους ἐπισείειν,
καὶ προέστη τῆς τοῦ δεσπότου οἰκίας ἄρχων τῶν ἐν τῇ132
5οἰκίᾳ, ἀνθρώπων· ἡ μὲν γὰρ λίμνη τὴν οἰκίαν ἐσήμαινεν, οἱ δὲ βάτραχοι τοὺς ἔνδον ἀνθρώπους, ὁ κονδυλισμὸς δὲ τὴν ἐπιταγήν.

2

.

16

Θηρίον θαλάσσιον ἐν θαλάσσῃ ἰδεῖν οὐδενὶ συμφέρει πλὴν δελφῖνος· οὗτος γὰρ ἐν θαλάσσῃ ὁρώμενος ἀγαθός, καὶ ὅπου ἐπέρχεται, ἐκεῖθεν πνευσόμενον ἄνεμον σημαί‐ νει. ἔξω δὲ θαλάσσης καὶ τοῦ ὑγροῦ πᾶν θηρίον θαλάσσιον
5ὁραθὲν ἀγαθόν· οὐ γὰρ ἔτι κακῶσαι δύναται ὅπου γε μηδὲ ἑαυτὸ σῶσαι ἀσπαῖρον καὶ δυσθανατοῦν. διὸ καὶ τοὺς ἐχθροὺς πρὸς τῷ μηδὲν ἰσχῦσαι κακοὺς κακῶς ἀπο‐ λέσθαι σημαίνει. δελφὶς δὲ ἔξω θαλάσσης ὁρώμενος οὐκ ἀγαθός· τῶν γὰρ φιλτάτων τινὰ ἐπιδεῖν ἀποθανόντα ση‐
10μαίνει.

2

.

17

Λάροι καὶ αἴθυιαι καὶ ὅσα ἐστὶν ἄλλα ὄρνεα θαλάσσια τοὺς πλέοντας εἰς ἔσχατον κατάγουσι κίνδυνον, ἀλλ’ οὐκ ἀπολλύουσι· καταδύεται μὲν γὰρ ταῦτα πάντα, ἀλλ’ οὐκ ἀποπνίγεται τῇ θαλάσσῃ. τοῖς δὲ ἄλλοις ἀνθρώποις ἤτοι
5ἑταίρας σημαίνει καὶ μαχίμους γυναῖκας ἢ ἄνδρας γόητας ἁρπακτικούς τε καὶ ἀγνώμονας καὶ ἐξ ὕδατος ἢ δι’ ὕδατος
ἔχοντας τὴν ἐργασίαν [πρὸς τὴν τροφήν]. τὰ δὲ ἀπολλύ‐ μενα οὔ φασιν εὑρεθήσεσθαι· ὅ τι γὰρ ἂν λάβωσι, τοῦτο καταπίνουσιν.133

2

.

18

Ἰχθύας νεκροὺς ἐν θαλάσσῃ εὑρεῖν οὐκ ἀγαθόν· ματαίας γὰρ ἐλπίδας σημαίνουσι, καὶ τὰ προσδοκώμενα οὐκ ἐῶσι τελεσθῆναι· ζῶντας δὲ ἰχθύας ἄμεινον λαμβάνειν. περὶ δὲ τῆς σκευασίας αὐτῶν καὶ τῆς ἀρτύσεως τὰς κρί‐
5σεις ἀπὸ τῆς τῶν κρεῶν ἀρτύσεως ποιεῖσθαι χρή. ἔτι καὶ τὸ δοκεῖν ἰχθὺν ἐν τῇ κοίτῃ ἰδεῖν πονηρὸν τῷ πλέοντι [νομίζειν] καὶ τῷ νοσοῦντι· τῷ μὲν γὰρ ναυάγιον τῷ δὲ κίνδυνον ἐξ ὑγρῶν ἢ δι’ ὑγρῶν σημαίνει. καὶ ἢν γυνὴ ἐν γαστρὶ ἔχουσα ἰχθὺν ὑπολάβῃ τεκεῖν, ὡς μὲν οἱ παλαιοὶ
10λέγουσιν, ἄφωνον γεννήσει, ὡς δὲ ἐγὼ ἐτήρησα, ὀλιγο‐ χρόνιον. πολλαὶ δὲ καὶ νεκρὰ ἔτεκον· ἔξω γὰρ τοῦ περι‐ έχοντος γενόμενος πᾶς ἰχθὺς ἀποθνήσκει.

2

.

19

Κάλαμοι ἰξευτικοὶ καὶ ἰξὸς τοὺς ἀποδήμους ἐπανάγουσι καὶ τοὺς δραπέτας εὑρίσκουσι καὶ τὰ ἀπολωλότα σώζουσι καὶ τὰ προσδοκώμενα τελειοῦσιν, ἀλλ’ οὐ πάντα· τὰ μὲν γὰρ μακρόθεν καὶ διεστῶτα πρὸς τὸν χρώμενον ἄγουσι, τοῦτ’
5ἔστι πρὸς τὸν ἰξεύοντα, ἔνια δὲ τοὺς καλάμους καὶ διαφεύ‐
γει. αἱ δὲ λεγόμεναι νεφέλαι καὶ ὅσα ἄλλα πλεκτά ἐστι πρὸς θήραν ὀρνέων πεποιημένα τὸν αὐτὸν ἔχει λόγον ταῖς σαγήναις καὶ τοῖς δικτύοις. Ἑξῆς δὲ ἀκολουθεῖ τῷ λόγῳ τούτῳ περὶ ζῴων ἀερο‐134
10πόρων εἰπεῖν.

2

.

20

Ὄρνιθες ἱεροὶ πλουσίοις μᾶλλον ἢ πένησι σύμφοροι, οἱ δὲ μικροὶ τοῖς πένησίν εἰσι συμφορώτατοι. οἱ μὲν γὰρ μεγά‐ λοι διὰ τὸ μὴ λιταῖς χρῆσθαι τροφαῖς ἔστιν ὅτε μεγάλων ἐφιέμενοι καὶ τὸ προστυχὸν οὐκ ἀγαπῶντες λιμώττουσιν,
5οἱ δὲ σμικροὶ καὶ σπερμολόγοι εὐπόριστον ἔχοντες τροφὴν οὐκ ἔστιν ὅτε ἐνδεεῖς εἰσιν. ἤδη δὲ καὶ κατ’ εἶδος αὐτῶν ἐπιμνησθῆναι καλῶς ἔχον εἶναί μοι δοκεῖ. Ἀετὸν ἰδεῖν ἐπὶ πέτρᾳ καθεζόμενον ἢ ἐπὶ δένδρῳ ἢ ἐπὶ ὑψηλοτάτῳ τόπῳ ἀγαθὸν τοῖς ἐπὶ πρᾶξιν ὁρμῶσι, φοβου‐
10μένοις δὲ πονηρόν [καὶ τὸν ἀπόδημον ἄγει]. ἱπτάμενον δὲ ἡσυχῆ καὶ ἀτάραχον ἰδεῖν ὁμοίως ἀγαθὸν ἀνδρί, βράδιον δὲ φιλεῖ ἀποβαίνειν. ἀετὸς ἐπικαθεσθεὶς τῇ κεφαλῇ τοῦ ἰδόντος θάνατον αὐτῷ μαντεύεται. ὅ τι γὰρ ἂν ὑπὸ τοῖς ὄνυξι λάβῃ, θανατοῖ. ὀχεῖσθαι δὲ ἀετῷ βασιλεῦσι μὲν καὶ
15ἀνδράσι πλουσίοις καὶ μεγιστᾶσιν ὄλεθρον μαντεύεται. ἔθος γάρ τι παλαιὸν τοὺς ἀποθανόντας τούς γε τοιούτους
γράφειν τε καὶ πλάσσειν ἐπ’ ἀετῶν ὀχουμένους καὶ διὰ τῶν τοιούτων δημιουργημάτων τιμᾶν. πένησι δὲ ἀγαθόν· ἀναληφθέντες γὰρ ὑπό τινων πλουσίων ὠφεληθήσονται οὐ135
20μικρὰ ὡς ἐπὶ τὸ πολὺ ἀποδημήσαντες. ἀετὸς ἀπειλῶν ἀνδρὸς δυνατοῦ ἀπειλὴν προσημαίνει, τιθασὸς δὲ καὶ προσιὼν καὶ διδούς τι καὶ φθεγγόμενος τῇ ἑαυτοῦ φωνῇ ἀγα‐ θὸς εἶναι τετήρηται. γυνὴ δὲ ἐὰν ὑπολάβῃ ἀετὸν τεκεῖν, υἱὸν γεννήσει, ὃς ἐὰν μὲν ᾖ πένης, στρατεύσεται καὶ
25στρατοπέδου ἄρξει [παντὸς ὡς καὶ ἀετὸς τῶν ὀρνίθων]. καὶ γὰρ στρατοπέδου παντὸς πρόεισιν ὁ ἀετός· ἐὰν δὲ μέτριος ᾖ, ἀθλήσει καὶ [βασιλεῖ] γνώριμος ἔσται· ἐὰν δὲ πλούσιος, ἄρξει πολλῶν ἢ καὶ βασιλεύσει. ἀετὸν νεκρὸν ἰδεῖν δούλῳ μόνῳ συμφέρει καὶ τῷ φοβουμένῳ τινά· τῷ γὰρ ἀπειλοῦντι
30καὶ τῷ δεσπότῃ θάνατον μαντεύεται· τοῖς δὲ λοιποῖς ἀπραξίαν σημαίνει. σημαίνει δὲ ὁ ἀετὸς καὶ τὸν ἐνεστῶτα ἐνιαυτόν· ἔστι γὰρ τὸ ὄνομα αὐτοῦ γραφὲν οὐδὲν ἄλλο ἢ πρῶτον ἔτος. πρὸς δὲ τὴν διαφορὰν τὴν τῶν ἀετῶν διάφορα νομίζειν χρὴ καὶ τὰ ἀποτελέσματα γίνεσθαι.
35 Ἅρπη γυναῖκα σημαίνει βασιλικὴν καὶ πλουσίαν, μέγα δὲ ἐπὶ κάλλει φρονοῦσαν καὶ εὐγνώμονα καὶ τοῖς ἤθεσιν εὖ κεχρημένην. Αἰγυπιὸς δὲ τὰ αὐτὰ τῷ ἀετῷ σημαίνει. Γῦπες δὲ κεραμεῦσι καὶ βυρσοδέψαις ἀγαθοὶ διὰ τὸ τῆς
40πόλεως ἀπῳκίσθαι καὶ τὸ νεκρῶν ἅπτεσθαι σωμάτων· ἰατροῖς δὲ καὶ τοῖς νοσοῦσι πονηροί· νεκροῖς γὰρ χαίρουσι σώμασι. σημαίνουσι δὲ καὶ ἐχθροὺς ἐναγεῖς καὶ μιαροὺς καὶ οἰκοῦντας οὐκ ἐν πόλει. καὶ πρὸς τὰ ἄλλα δὲ πάντα
εἰσὶ πονηροί.136
45 Ἱέραξ δὲ καὶ ἰκτῖνος ἅρπαγας καὶ λῃστὰς σημαίνουσιν· ἱέραξ μὲν φανεροὺς καὶ ὁμόσε χωροῦντας, ἰκτῖνος δὲ λάθρᾳ ἐπιτιθεμένους. Κόραξ δὲ μοιχῷ καὶ κλέπτῃ προσεικάζοιτ’ ἂν καὶ διὰ τὸ χρῶμα καὶ διὰ τὸ πολλάκις ἀλλάσσειν τὴν φωνήν.

2

.

20

(50)

Κορώνη χρόνον τε πολὺν καὶ παρολκὴν τῶν πραγμάτων καὶ γραῖαν διὰ τὰ ἔτη καὶ χειμῶνα δηλοῖ διὰ τὸ χειμῶνος εἶναι ἄγγελον. Ψᾶρες ὄχλον σημαίνουσι καὶ ἄνδρας πένητας καὶ ταραχὴν ματαίαν, καὶ οἱ κολοιοὶ δὲ τὰ αὐτὰ τοῖς ψάροις.
55 Φάσσαι καὶ περιστεραὶ γυναῖκας σημαίνουσι, φάσσαι μὲν πάντως πορνικάς, περιστεραὶ δὲ ἔσθ’ ὅτε οἰκοδεσποίνας καὶ κοσμίας. ἔστι δὲ καὶ ἀπὸ πολλῶν μίαν γυναῖκα τεκ‐ μήρασθαι καὶ ἀπὸ μιᾶς πολλάς. σημαίνουσι δὲ αἱ περι‐ στεραὶ καὶ τὴν ἐν τοῖς πρασσομένοις ἐπαφροδισίαν διὰ τὸ
60ἀνακεῖσθαι τῇ Ἀφροδίτῃ καὶ πρὸς φιλίας δὲ καὶ κοινωνίας καὶ συναλλαγὰς πάσας εἰσὶν ἀγαθαὶ διὰ τὸ συναγελαστικὸν αὐτῶν. Γέρανοι δὲ καὶ πελαργοὶ κατ’ ἀγέλας μὲν καὶ συστροφὰς
ὁρώμενοι λῃστῶν ἔφοδον καὶ πολεμίων σημαίνουσι καὶ137
65χειμῶνα ἐπάγουσι χειμῶνος φαινόμενοι, θέρους δὲ αὐχμόν· ἰδίᾳ δὲ καὶ κατὰ μόνας γέρανοι καὶ πελαργοὶ ἀγαθοὶ πρὸς ἀποδημίαν καὶ πρὸς ἀποδήμων ἀνακομιδὴν διὰ τὸ περὶ τροπὰς ὡρῶν ἀποδημεῖν τε καὶ μετανίστασθαι, [καὶ πρὸς γάμον καὶ παιδοποιίαν διὰ τὸ γαμεῖν τε καὶ τεκνοῦν].
70μάλιστα δὲ πρὸς παιδοποιίαν ἐπιτήδειος ὁ πελαργὸς διὰ τὴν γινομένην ὑπὸ τῶν ἐκγόνων τοῖς γονεῦσιν ἐπικουρίαν. Κύκνος ἄνδρα σημαίνει μουσικὸν καὶ αὐτὴν τὴν μουσι‐ κήν, καὶ τὰ κρυπτὰ ἐλέγχει διὰ τὸ χρῶμα. νοσοῦσι δὲ ὁρώμενος μὲν σωτηρίαν μαντεύεται, φθεγγόμενος δὲ
75ὄλεθρον· οὐ γὰρ πρότερον φθέγγεται εἰ μὴ πρὸς τὸ ἀποθνήσκειν ᾖ. Περὶ δὲ χελιδόνος ἐν τῷ περὶ θανάτου λόγῳ ἐπιμνησθή‐ σομαι. Πελεκᾶνες ἄνδρας ἀγνώμονας σημαίνουσιν, ἀσκέπτως
80δὲ καὶ ἀλόγως πάντα δρῶντας, καὶ τὸν κλέπτην καὶ τὸν δραπέτην ἐγγὺς ποταμοῦ εἶναι σημαίνουσι ἢ λίμνης.

2

.

21

Νῆσσαι δὲ καὶ ὅσα ἄλλα ἐστὶ λιμναῖα ἢ ποτάμια ὄρνεα
τὰ αὐτὰ τοῖς λάροις καὶ ταῖς αἰθυίαις σημαίνει. Ἐπειδὴ δὲ καὶ τὰ ἔντομα τῶν ζῴων ἵπταται, καὶ αὐτὰ ἐν τῷ περὶ ὀρνέων λόγῳ κατατάξω.138
5 Μέλισσαι γεωργοῖς μὲν καὶ τοῖς ἐξ αὐτῶν ἔχουσι τὴν ἐργασίαν ἀγαθαί· τοῖς δὲ ἄλλοις ταραχὰς σημαίνουσι διὰ τὸν βόμβον καὶ τραύματα διὰ τὸ κέντρον καὶ νόσον διὰ τὸ μέλι καὶ τὸν κηρόν. ἐπικαθεζόμεναι δὲ τῇ κεφαλῇ τοῦ ὁρῶντος στρατηγοῦντι μὲν καὶ δημιουργοῦντι ἀγαθαί,
10τοῖς δὲ ἄλλοις πονηραί, καὶ ὡς ἐπὶ 〈τὸ〉 πολὺ ὑπὸ ὄχλου ἢ ὑπὸ στρατιωτῶν διαφθαρῆναι σημαίνουσι τὸν ἰδόντα. ἐοίκασι μὲν γὰρ ὄχλῳ ἢ στρατῷ διὰ τὸ ἡγεμόνι ὑποτε‐ τάχθαι, ἀναιροῦσι δὲ διὰ τὸ τοῖς ἀψύχοις ἐπικαθέζεσθαι. ἐγκλείειν δὲ μελίσσας ἀγαθόν, καὶ ἀναιρεῖν ὁμοίως ἀγαθὸν
15πᾶσι πλὴν γεωργῶν. Σφῆκες δὲ πᾶσι κακοί· περιπεσεῖν γὰρ σημαίνουσι πονηροῖς ἀνθρώποις καὶ ὠμοῖς. Ἀκρίδες δὲ καὶ πάρνοπες καὶ οἱ λεγόμενοι μάστακες γεωργοῖς μὲν ἀφορίαν ἢ φθορὰν τῶν καρπῶν προαγορεύ‐
20ουσι· σίνονται γὰρ τὰ σπέρματα ἢ διαφθείρουσι· τοῖς δὲ λοιποῖς πονηροὺς ἄνδρας ἢ γυναῖκας σημαίνουσι. Κάνθαροι καὶ μηλολόνθαι καὶ λαμπυρίδες τοῖς τὰς
ῥυπώδεις ἐργασίας καὶ ἀσέμνους ἐργαζομένοις μόνοις ὠφέλιμοι, τοῖς δὲ λοιποῖς βλάβης καὶ ἀπραξίας εἰσὶ139
25σημαντικοί, μάλιστα δὲ μυροπώλαις καὶ ἀρωματοπώλαις.

2

.

23

Πλεῖν δοκεῖν καὶ εὐπλοεῖν πᾶσιν ἀγαθόν, χειμῶνι δὲ περιπεσεῖν δυσθυμίας καὶ κινδύνους σημαίνει. τὸ δὲ ναυαγεῖν τῆς νεὼς ἤτοι ἀνατραπείσης [ἢ διαφθαρείσης] ἢ πέτραις περιρραγείσης πάντας βλάπτει πλὴν τῶν βίᾳ ὑπό τι‐
5νων κατεχομένων καὶ δούλων· τούτους γὰρ ἀπαλλάσσει τῶν κατεχόντων, ἔοικε γὰρ τὸ πλοῖον τοῖς περιέχουσιν αὐτούς **. ἀεὶ δὲ ἄμεινον ἐν μεγάλῳ πλεῖν πλοίῳ καὶ φορτία στερεὰ ἔχοντι, ἐπεὶ τὰ μικρὰ πλοῖα, κἂν εὐπλοῇ τις, οὐκ ἄφοβα τὰ ἀγαθὰ ποιεῖ. ἔτι κἀκεῖνο. διὰ θαλάσσης πλεῖν καὶ εὐπλοεῖν
10ἀγαθὸν μᾶλλον ἢ διὰ γῆς· βραδύτερα γὰρ καὶ δυσκολώτερα καὶ μόλις ἐσόμενα τὰ ἀγαθὰ σημαίνει τὸ διὰ γῆς δοκεῖν πλεῖν. πονηρότερον δὲ τὸ διὰ θαλάσσης πλέοντα χειμάζεσθαι ἢ τὸ διὰ γῆς. οὐ δύνασθαι δὲ πλεῖν προῃρημένον ἢ βίᾳ πρός τινων κατέχεσθαι ἐμπόδια καὶ κατοχὰς τῶν ἐγχειρήσεων
15σημαίνει, ὁμοίως δὲ καὶ τὸ διὰ γῆς πλεῖν δένδρων ἢ πετρῶν ἐμποδὼν γινομένων κατοχὰς σημαίνει καὶ ἐμποδισμούς. ἰδεῖν δὲ ἀπὸ γῆς πλοῖα διὰ θαλάσσης πλέοντα καὶ εὐπλοοῦν‐ τα ἀγαθὸν πᾶσι καὶ ἀποδημίας σημαντικὸν ** καὶ τοῖς ἀποδήμοις ἀνακομιδήν, πολλάκις δὲ καὶ ἀγγελίας διαπον‐
20τίους προηγόρευσε. καὶ ἀναγόμενα μὲν τὰ πλοῖα βραδύτερα τὰ ἀγαθὰ ποιεῖ· ἄρτι γὰρ ἄρχεται τοῦ πλοῦ, καταγόμενα δὲ καὶ καθορμιζόμενα θᾶττον· πρὸς γὰρ τῷ συμπερά‐
σματι τοῦ πλοῦ γέγονεν. ἀεὶ δὲ λιμένες φίλους καὶ εὐερ‐ γέτας σημαίνουσι καὶ πάντες οἱ ὅρμοι, σκόπελοι δὲ καὶ140
25ὑποδρομαὶ τοὺς δι’ ἀνάγκην καὶ μὴ κατὰ προαίρεσιν ὑφ’ ἡμῶν φιλουμένους, οἳ οὐδὲ αὐτοὶ ἑκόντες ἡμᾶς εὐεργετοῦσιν. ἄγκυραι δὲ τὸ ἀναγκαῖον τῶν χρειῶν καὶ τὸ ἀσφαλὲς σημαίνουσιν, ἀποδημεῖν δὲ κωλύουσιν· ἀεὶ γὰρ ἐπὶ κατοχῇ πλοίων τίθενται. πείσματα δὲ καὶ τὰ ἀπόγεια
30σχοινία πάντα δανείων ἐστὶ σημαντικὰ καὶ ἐργολαβιῶν καὶ συνθηκῶν καὶ κατοχῆς. ἱστὸς δὲ τῆς νεὼς τὸν κύριον σημαίνει [τῆς νεὼς ἢ τῆς οἰκείας], ἀντιπρόσωπον δὲ τὸν πρῳρέα, καὶ ὁ χηνίσκος τὸν κυβερνήτην, τὰ δὲ [πηδάλια τὸν πλοῦν ἢ τούς γε τοῦ ναυκλήρου παῖδας, τρόπις
35τὴν ἐνθήκην τοῦ πλοίου,] ὅπλα τοὺς ναύτας, καὶ τὸ κέρας τὸν τοίχαρχον. ὁποῖον ἂν οὖν μέρος διαφθείρηται τῆς νεὼς ὁρμούσης, τὸν ὅμοιον εἰκὸς διαφθαρήσεσθαι· πλε‐ ούσης δὲ τῆς νεὼς περὶ αὐτὸ ἐκεῖνο τὸ μέρος κίνδυνον οὐ τὸν τυχόντα ἔσεσθαι δηλοῖ χειμῶνι βιαίῳ συσχεθείσης. ὅθεν
40δ’ ἂν πῦρ ἐπὶ τὴν ναῦν φέρηται, ἐκεῖθεν χειμῶνα ἐσόμενον προαγορεύει. οἶδα δέ τινα ναύκληρον, ὃς ἔδοξε τοὺς ἐν τῷ πλοίῳ ἱδρυμένους θεοὺς ἀπολωλεκέναι, καὶ σφόδρα φοβου‐ μένῳ καὶ ὄλεθρον ἡγουμένῳ σημαίνειν τὸ ὄναρ πᾶν τοὐναντίον εἰς ἀγαθὸν ἀπέβη· πολλὰ γὰρ πορίσας ἀπέδωκε
45τὰ χρέα τοῖς δανεισταῖς τοῖς ἔχουσιν εἰς ὑποθήκην τὴν ναῦν, καὶ συνέβη αὐτῷ μηκέτι ἔχειν τοὺς κατέχοντας τὸ πλοῖον.
ἀεὶ δὲ ἀγαθὸν ἠρέμα πορφύρουσαν καὶ κυμαίνουσαν τὴν θάλασσαν ἰδεῖν· πράξεις γὰρ μεγάλας προαγορεύει· γαλήνη δὲ ἀπραξίας διὰ τὴν ἀκινησίαν, καὶ ὁ χειμὼν ταραχὰς καὶ141

2

.

23

(50)

βλάβας· ἔστι γὰρ τούτων αἴτιος.

2

.

24

Σπείρειν καὶ φυτεύειν καὶ ἀροτριᾶν ὅ τι σημαίνει ἐν τῷ περὶ τεχνῶν λόγῳ προείρηται· νυνὶ δὲ περὶ τῶν ἑπομένων τῇ γεωργίᾳ ποιήσομαι τὸν λόγον. Ἄροτρον ἀγαθὸν πρὸς γάμον καὶ παίδων γονὴν καὶ
5πράξεις· χρόνους δὲ καὶ παρολκὰς προστίθησι ταῖς ἀποβάσεσι. ζυγὸν δὲ τοῖς μὲν ἄλλοις ἀγαθόν, δούλοις δὲ ἐμπόδιον τῆς ἐλευθερίας γίνεται· ὅθεν κατασσόμενον μᾶλ‐ λον τούτοις ἢ ὑγιὲς ὂν συμφέρει. δρέπανον δὲ ἀφαιρέσεως καὶ βλάβης ἐστὶ σημεῖον διὰ τὸ πάντα διχάζειν καὶ
10μηδὲν ἑνοῦν. δηλοῖ δὲ καὶ ἑξάμηνον· ἥμισυ γάρ ἐστι κύκλου. πέλεκυς δὲ στάσεώς ἐστι σημεῖον καὶ βλάβης καὶ μάχης, ἀξίνη δὲ καὶ ἄμη γυναικός τε καὶ γυναικείας ἐργασίας· καὶ γυναικείας μὲν ἐργασίας διὰ τὸ τῷ κρα‐ τοῦντι προσφέρειν καὶ προσέλκειν, γυναικὸς δὲ διὰ τὸ
15ὄνομα. ὕνις δὲ καὶ ὁ λεγόμενος μίσχος καὶ θρίναξ καὶ πτύον βλάβην καὶ ἀποβολὴν σημαίνουσιν. ἰδίως δὲ ἡ ὕνις, ὡς πολλάκις ἐτήρησα, καὶ τὸ αἰδοῖον τοῦ ἰδόντος σημαίνει, ὅθεν οὔτε ἀπολλυμένη ἐστὶν ἀγαθὴ οὔτε κατασσομένη. ζυγόδεσμος δὲ καὶ ὁ λεγόμενος ἀμφιδέτης πρὸς πάντα
20εἰσὶν ἀγαθοί, μάλιστα δὲ πρὸς γάμον καὶ κοινωνίαν.
κόφινοι δὲ οἰκέτας σημαίνουσιν, ἅμαξαι δὲ τὸν βίον τοῦ ἰδόντος διὰ τὸ ἐκ πολλῶν συγκεῖσθαι καὶ πολλὰ βαστάζειν καὶ ἄλλοτε ἄλλα. [ὅταν μέντοι τις παρὰ τὸν καιρὸν καὶ τὴν ὥραν τοῦ ἔτους τρυγᾶν ἢ θερίζειν ὑπολάβῃ, ἐάν τε142
25ἀγαθὸν ἐάν τε κακὸν ᾖ τὸ συμβουλευόμενον, εἰς ἐκείνην τὴν ὥραν τοῦ ἔτους τὰ σημαινόμενα ὑπερτίθεται.] οὖλοι δὲ καὶ δράγματα καὶ θημῶνες ἀσταχύων παρολκὰς ἐν τοῖς πραττομένοις σημαίνουσι καὶ κόπον· οὐδέπω γὰρ τὰ τοιαῦτα ἕτοιμα εἰς τροφήν ἐστι. σιροὶ δὲ καὶ κάπετοι
30καὶ πάντα ἐν οἷς θησαυρίζεται καὶ ἀποτίθεται τὰ σπέρ‐ ματα γυναῖκα σημαίνει καὶ τὸν βίον τοῦ ἰδόντος καὶ τὴν ὕπαρξιν, ὅθεν οὔτε συντριβόμενα οὔτε συμπίπτοντα ἀγαθὰ νενόμισται. θριγκοὶ δὲ καὶ περίβολοι καὶ φραγμοὶ καὶ σκόλοπες καὶ οἱ περὶ τοὺς ὅρους γῦροι τοῖς μὲν φοβουμέ‐
35νοις ἀσφαλείας εἰσὶ σημαντικοί, πρὸς δὲ τὰς κινήσεις καὶ ἀποδημίας οὐ πάντῃ ἁρμόζουσι· κατοχὰς γὰρ σημαίνουσι διὰ τὸ ἀποκεκλεικέναι τὰ ἐντός· πρὸς δὲ τὰς λοιπὰς ἐγχειρήσεις τοὺς παρισταμένους καὶ ἀμύνοντας καὶ συναιρομένους ἐν ταῖς χρείαις σημαίνουσιν.
40Ἑξῆς δὲ περὶ δένδρων καὶ φυτῶν ποιήσομαι τὸν λόγον.

2

.

25

Ἐλαία γυναῖκα σημαίνει καὶ ἄθλησιν καὶ ἀρχὴν καὶ ἐλευ‐ θερίαν, ὅθεν ἀγαθὸν εὐθαλῆ ὁρᾶν καὶ ταῖς ῥίζαις ἡδρα‐ σμένην καὶ καρπὸν ἔχουσαν πεπανὸν καὶ ὥριμον. τρυγώμε‐ ναι δὲ αἱ ἐλαῖαι τοῖς μὲν ἄλλοις ἅπασιν ἀγαθαί, δούλοις
5δὲ πληγὰς μαντεύονται διὰ τὸ μετὰ πληγῶν τὸν καρπὸν αὐτῶν καθαιρεῖσθαι. ἀναλέγειν δὲ χαμόθεν ἐλαίας ἢ τρίβειν
ἐλαίας (λέγω δὲ τὸν καρπόν) πόνους καὶ καμάτους σημαίνει. Δρῦς ἄνδρα σημαίνει πλούσιον διὰ τὸ τρόφιμον ἢ πρε‐ σβύτην διὰ τὸ πολυχρόνιον ἢ χρόνον διὰ ταὐτό.143
10 Δάφνη δὲ γυναῖκα σημαίνει εὔπορον διὰ τὸ ἀειθαλὲς καὶ εὔμορφον διὰ τὸ χάριεν καὶ ἀποδημίαν καὶ φυγὴν καὶ ἀποτυχίαν τῶν προσδοκωμένων διὰ τὴν περὶ τὸ δένδρον ἱστορίαν. ἰατροῖς δὲ καὶ μάντεσι πρὸς τὴν τέχνην ἐστὶ ληπτέα διὰ τὸν Ἀπόλλωνα.
15 Κυπάρισσος δὲ μακροθυμίας καὶ παρολκῆς ἐστι σύμβο‐ λον διὰ τὸ μῆκος. Πίτυς δὲ καὶ στρόβιλος ναυκλήροις μὲν καὶ πᾶσι τοῖς ναυτιλλομένοις πρὸς ναῦν εἰσι ληπτέαι διὰ τὴν κατασκευὴν τῶν νεῶν καὶ τὴν πίσσαν καὶ τὴν ῥητίνην τὴν ἀπὸ τούτων
20τῶν δένδρων γινομένην. τοῖς δὲ ἄλλοις ἅπασιν ἀηδίας καὶ φυγῆς εἰσι σημαντικαὶ διὰ τὸ φιλήνεμον. Ῥοαὶ καὶ μηλέαι καὶ ἄπιοι καὶ ἀχράδες καὶ πάντα τὰ τοιαῦτα τὸν αὐτὸν τῷ καρπῷ λόγον ἔχει, ὃν ἐν τῷ περὶ τρο‐ φῆς εἴρηκα.
25Πλάτανοι καὶ αἴγειροι καὶ πτελέαι καὶ ὀξύαι καὶ μελίαι
καὶ πάντα τὰ ὅμοια μόνοις τοῖς ἐπὶ πόλεμον ὁρμῶσι καὶ τεκτονικοῖς συμφέρει. τοῖς μὲν διὰ τὸ ἐξ αὐτῶν γίνεσθαι ὅπλα, τοῖς δὲ διὰ τὴν ἐξ αὐτῶν ἐργασίαν. τοῖς δὲ λοιποῖς διὰ τὸ ἄκαρπον πενίας καὶ ἀπορίας ἐστὶ σημαντικά. μόνη144
30δὲ λεύκη ἀθληταῖς συμφέρει διὰ τὸν Ἡρακλέα. Πύξοι καὶ μυρρίναι καὶ ῥοδοδάφναι γυναῖκας ἑταιρικὰς καὶ οὐ πάνυ τι κοσμίας σημαίνουσι καὶ τοῖς ἐπὶ τὸ πράττειν ὁρμωμένοις ἀπάτας καὶ τοῖς νοσοῦσιν ἀνάληψιν καὶ ὑγεῖαν· τοῖς δὲ λοιποῖς ματαιοπονίας σύμβολα καθίστανται.
35 Περὶ δὲ τῶν λοιπῶν δένδρων κατὰ τὰς ὑποθήκας τὰς προειρημένας χρὴ ποιεῖσθαι τὰς κρίσεις παραλαμβάνοντας ἀεὶ τὰ ὅμοια ταῖς ἀποβάσεσι. καὶ γὰρ οὐδὲν ἄλλο ἐστὶν ὀνειροκρισία ἢ ὁμοίου παράθεσις. μεμνῆσθαι δὲ καὶ τοῦτο χρή, ὅτι τὰ μὲν ἀγαθόν τι σημαίνοντα δένδρα θάλλοντα
40καὶ καρποφοροῦντα ἀγαθὰ ἂν εἴη, αὐαινόμενα δὲ ἢ πρόρριζα ἀνατρεπόμενα ἢ κεραυνούμενα ἢ ἄλλως πυρὶ καταφλεγόμενα τἀναντία σημαίνει· τὰ δὲ πονηρόν τι ση‐ μαίνοντα ἐν ταῖς ἀποβάσεσιν αὐαινόμενα καὶ διαφθειρό‐ μενα λυσιτελέστερα καθίσταται.
45 Ἑξῆς δὲ τῇ γεωργίᾳ ἐπιβάλλον ἂν εἴη καὶ περὶ κόπρου εἰπεῖν.

2

.

26

Κόπρος βοεία γεωργοῖς μόνοις συμφέρει, ὁμοίως καὶ ἡ ἱππεία καὶ ἡ ἄλλη πᾶσα πλὴν ἀνθρωπείας, τοῖς δὲ λοιποῖς δυσθυμίας καὶ βλάβας σημαίνει, μολύνουσα δὲ καὶ νόσον. μόνοις δὲ τοῖς τὰς ῥυπώδεις ἐργασίας ἐργαζο‐
5μένοις συμφέρει καὶ λυσιτελὴς οὖσα τετήρηται. ἀνθρωπεία δὲ κόπρος πολλὴ ὁρωμένη πολλὰ καὶ διάφορα σημαίνει κακά. ἔχει δὲ ὧδε. ἐν πλατείᾳ καὶ ἐν ἀγορᾷ καὶ ἐν παντὶ δημοσίῳ χωρίῳ ὁρωμένη εἴργει χρῆσθαι τοῖς τόποις, ἐν οἷς ἂν ᾖ, πολλάκις δὲ καὶ προιέναι κωλύει, ὥστ’ ἔστιν ὅτε τοὺς145
10παρακούσαντας ταῖς ἑαυτῶν 〈κεφαλαῖσ〉 μεγάλα ἀναμάξαι κακὰ ἐποίησεν. ἄτοπον δ’ ἂν εἴη καὶ τὸ μολύνεσθαι κόπρῳ ἀνθρωπείᾳ καταρρεούσῃ ποθέν. οἶδα δέ τινα, ὃς ἔδοξεν ἑταῖρον καὶ συνήθη τινὰ πλούσιον, ὄντα αὐτῷ φίλον, ὄναρ κατὰ τῆς κεφαλῆς κατατιλῆσαι. οὗτος διεδέξατο τὴν
15οὐσίαν καὶ ἐκληρονόμησε τὸν ἑταῖρον. καὶ πάλιν αὖ ἔδοξέ τις ὑπό τινος γνωρίμου πένητος προστιληθῆναι, καὶ ὑπ’ αὐτοῦ μεγάλα ἐβλάβη καὶ αἰσχύνῃ τινὶ μεγάλῃ περιέπεσεν· ἦν γὰρ εἰκὸς τὸν μὲν εὐποροῦντα τὰ ἑαυτοῦ τῷ ἰδόντι προσθήσειν, τὸν δὲ πενόμενον καὶ οὐδὲν ἔχοντα καταλιπεῖν
20καταφρονήσειν τοῦ ἰδόντος καὶ αἰσχύνῃ περιβαλεῖν αὐτόν. εἰ δὲ αὐτός τις ἑαυτὸν μολύνειν δόξειε κατὰ τῶν σκελῶν ἀφείς, ἑαυτῷ μεγάλων κακῶν αἴτιος ἔσται καὶ προσέτι νοσήσει. πονηρὸν δὲ καὶ τῇ κοίτῃ ἐναφιέναι· μακρὰν γὰρ νόσον μαντεύεται, ἐπειδὴ οἱ μὴ δυνάμενοι ἀναστῆναι καὶ
25οἱ πρὸς ἐσχάτοις ὄντες ἐναφιᾶσι τῇ κοίτῃ· πολλάκις δὲ καὶ γυναικὸς καὶ ἐρωμένης διίστησι τὸ ὄναρ [αἰτίᾳ τοῦ ἰδόντος καὶ οὐ τῆς γυναικὸς] διὰ τὸ μολῦναι τὴν κοίτην. ἐν ᾧ δέ τις οἰκεῖ οἴκῳ χαμαὶ ἀποπατεῖν μὴ χρήσασθαι ἔτι τῷ οἴκῳ σημαίνει· ἥκιστα γάρ τις τοῖς μολυνομένοις
30ἐνδιατρίβει. πάντων δ’ ἂν εἴη ἐπισφαλέστερον καὶ φοβερώ‐ τερον τὸ ἀποπατεῖν ἐν ναῷ θεοῦ ἢ ἐν ἀγορᾷ ἢ ἐν πλατείᾳ ἢ ἐν βαλανείῳ· θεῶν τε γὰρ μῆνιν καὶ μεγάλην ἀσχημοσύνην καὶ ζημίαν οὐ τὴν τυχοῦσαν προαγορεύει, πρὸς δὲ καὶ τὰ κρυπτὰ ἐλέγχει, πολλάκις δὲ καὶ μῖσος ἐργάζεται περὶ τὸν146
35ἰδόντα. ἀποπατεῖν δὲ ἐν κοπρῶνι καθήμενον ἢ ἐπὶ λασάνου στερεοῦ καὶ πολλὰ ἀποκρίνειν σκύβαλα ἀγαθὸν πᾶσι· πολὺν γὰρ κουφισμὸν φροντίδων καὶ πάσης ἀνίας σημαίνει· καὶ γὰρ τὸ σῶμα μετὰ τὸν ἀπόπατον κουφότατον γίνεται. ἀγαθὸν δὲ καὶ πρὸς ἀποδημίαν τὸ τοιοῦτο καὶ πρὸς
40ἀποδήμου ἀνακομιδὴν διὰ τὸ ὄνομα· ἄφοδος γὰρ καλεῖται. ἐγὼ δὲ ἐτήρησα καὶ τὸ παρ’ αἰγιαλῷ ἀποπατεῖν καὶ ἐν ὁδοῖς καὶ ἐν ἀρούραις καὶ ἐν ποταμῷ καὶ ἐν λίμναις λυσιτε‐ λὲς ὂν καὶ τὰ αὐτὰ σημαῖνον τῷ δοκεῖν ἐν κοπρῶνι χέζειν, ὀρθῶς καὶ κατὰ λόγον ἀποβαίνοντος τοῦ τοιούτου· οὔτε
45γὰρ οἱ τόποι οὗτοι ὑπὸ τοῦ ἀποπατοῦντος βλάπτονται, αὐτῷ τε τῷ ἀποπατοῦντι παρέχουσι χωρὶς αἰσχύνης ἀποφορτίσασθαι. Ἕπεται δὲ τῷ λόγῳ καὶ περὶ ποταμῶν καὶ πηγῶν εἰπεῖν καὶ λίμνης καὶ φρέατος.

2

.

27

Ποταμοὶ καθαρὸν καὶ διειδὲς ἔχοντες ὕδωρ καὶ ἠρέμα ῥέοντες ἀγαθοὶ δούλοις καὶ δικαζομένοις καὶ ἀποδημεῖν προῃρημένοις· ἐοίκασι γὰρ οἱ ποταμοὶ δεσπόταις μὲν καὶ δικασταῖς διὰ τὸ πράττειν ὅσα ἂν βούλωνται ἀνυπευθύνως
5καὶ κατὰ γνώμην τὴν ἑαυτῶν, ἀποδημίαις δὲ καὶ κινήσεσι
διὰ τὸ μὴ μένειν τὸ ὕδωρ ἀλλὰ παραρρεῖν. ἐπειδὰν δὲ θολερὸν καὶ ῥοῶδες ᾖ τὸ ὕδωρ, καὶ τὴν ἀπὸ δεσποτῶν καὶ δικαστῶν ἀπειλὴν σημαίνουσιν οἱ ποταμοὶ καὶ πάσης ἀποδημίας εἴργουσιν. ἐὰν δέ τι καὶ ἁρπάσαντες κτῆμα τοῦ147
10θεωμένου τὸν ὄνειρον ἀποφέρωσιν, ἐκ παντὸς βλάβην ἐπιφέρουσι· μείζονα δὲ τὴν βλάβην 〈καὶ〉 ἅμα καὶ κίνδυνον σημαίνουσιν [ἐὰν] αὐτὸν συναρπάσαντες τὸν ὁρῶντα, καὶ μάλιστα ἐὰν καὶ εἰς θάλασσαν ἐκβάλωσι. πονηρὸν δὲ καὶ τὸ ἐν ποταμῷ ἑστάναι καὶ περικλύζεσθαι καὶ μὴ δύνασθαι
15ἐξελθεῖν· οὐ γὰρ ἂν ὑπομείνειέ τις ἐπὶ τῷ τοιούτῳ ὀνείρῳ, καὶ εἰ πάνυ εὔψυχος εἴη, τὰ κακά. χείμαρροι δὲ ποταμοὶ καὶ δικαστὰς σημαίνουσιν ἀγνώμονας καὶ δεσπότας ἀηδεῖς καὶ ὄχλον διὰ τὸ βίαιον καὶ μεγαλόφωνον. ἀγαθὸν δὲ τού‐ τους περᾶν, μάλιστα μὲν τοῖς ποσίν· εἰ δὲ μή, νηξάμενον. εἰ
20δέ τις διὰ τὸ μὴ δύνασθαι ἀντικρὺς διελθεῖν ὑποστρέφειν ὑπολάβοι, ἄμεινον αὐτῷ ἀφίστασθαι καὶ μηκέτι δικάζε‐ σθαι μηδὲ προσιέναι δεσπότῃ τὸ παρὸν μηδὲ ἐν ὄχλῳ ἀναστρέφεσθαι. νήχεσθαι δὲ ἐν ποταμῷ δοκεῖν ἢ λίμνῃ εἰς ἔσχατον ἐλάσαι κίνδυνον σημαίνει [καὶ μᾶλλον ἐὰν εἰς
25ποταμὸν νήχηται]· ὅσα γὰρ ἰχθὺς ἐν γῇ πάσχει, τοσαῦτα εἰκὸς καὶ ἄνθρωπον ἐν ὑγρῷ πάσχειν. ἀεὶ δὲ ἄμεινον διανήξασθαι ἢ μεταξὺ κολυμβῶντα διυπνισθῆναι. ποταμὸς εἰς οἰκίαν ῥέων καθαρὸς ἀνδρὸς πλουσίου εἴσοδον εἰς τὴν οἰκίαν μαντεύεται ἐπ’ ὠφελείᾳ τῶν ἐνοικούντων, τετα‐
30ραγμένος δὲ καὶ θολερός, καὶ μάλιστα ἐάν τι σίνηται τῶν ἐν τῇ οἰκίᾳ ὄντων, ἐχθροῦ βίαν σημαίνει, ὃς πολλὰ καὶ τὴν οἰκίαν καὶ τοὺς ἐν αὐτῇ βλάψει. ἐξ οἰκίας δὲ ποταμὸς ἐκρέων πλουσίῳ μὲν ἀνδρὶ καὶ μέγα δυναμένῳ συμφέρει· ἄρξει γὰρ τῆς πόλεως καὶ πολλὰ φιλοτιμούμενος εἰς τὸ148
35δημόσιον ἀναλώσει, πολλοί τε ἐπὶ τὴν οἰκίαν αὐτοῦ φοιτήσουσι δεόμενοι καὶ χρῄζοντες· πάντες γὰρ ποταμοῦ δέονται. πένητι δὲ ἀνδρὶ διαβάλλει τὴν γυναῖκα ἢ τὸν παῖδα ἤ τινα τῶν ἐν τῇ οἰκίᾳ μοιχευόμενον καὶ ἀσχη‐ μονοῦντα. ἄλλο δὲ ὕδωρ εἰς οἰκίαν ῥέον θολερὸν μὲν
40ἐμπιπραμένην τὴν οἰκίαν ὄψεσθαι σημαίνει, τὸ δὲ καθα‐ ρὸν κτῆσιν καὶ χρήματα περιβαλεῖσθαι σημαίνει, φρέαρ δὲ ἰδεῖν ἐν τῇ οἰκίᾳ ἢ ἐν ἀγρῷ οὐκ ὂν πρότερον ἀγαθόν· οὐσίας γὰρ ἐπίκτησιν σημαίνει, ἀγάμῳ δὲ καὶ ἄπαιδι γυναῖκα καὶ παῖδας· νύμφαι τε γάρ εἰσιν ἐν τῷ φρέατι καὶ ὥσπερ γυνὴ
45τὸ φρέαρ τοῖς ἔνδον τὰ ἐπιτήδεια ὧν χρήζουσι παρέχει. ἀγαθὸν δὲ καὶ πλῆρες ἰδεῖν φρέαρ πλημμυροῦντος τοῦ ὕδατος, ὅταν γε μὴ ὑπερχέηται· ἐπεὶ τὸ ὑπερχεόμενον καὶ ῥέον ὕδωρ τοῦ φρέατος τὰ προσγενόμενα ἀγαθὰ καὶ γυναῖκα τε καὶ παῖδας μὴ παραμεῖναι μαντεύεται. τὸ δ’

2

.

27

(50)

αὐτὸ καὶ ὅταν ἀλλότριοί τινες ἀντλῶσι τὸ φρέαρ. λίμνη δὲ μεγάλη τὰ αὐτὰ τῷ ποταμῷ σημαίνει πλὴν τοῦ κατὰ τὴν ἀποδημίαν· αὕτη γὰρ εἴργει ἀποδημεῖν διὰ τὸ τὸ ὕδωρ ἐν αὐτῇ μὴ ῥέειν ἀλλὰ μένειν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀεί. σύμμετρος δὲ καὶ μικρὰ λίμνη γυναῖκα σημαίνει εὔπορον
55〈καὶ〉 ἀφροδισίοις χαίρουσαν· δέχεται γὰρ τοὺς εἰσβαίνειν βουλομένους καὶ ἡ λίμνη καὶ οὐκ ἀπείργει. [εἴη δ’ ἂν ἄριστον καὶ ἐν λίμνῃ ἢ ἐν ποταμῷ πλέειν καὶ μὴ νήχεσθαι.] πηγαὶ δὲ καὶ κρῆναι καὶ πίδακες ὕδατι καθαρῷ πλημμυ‐ ροῦσαι ἀγαθαὶ πᾶσι μὲν ἐπίσης, μάλιστα δὲ τοῖς νοσοῦσι149
60καὶ τοῖς ἀπόροις. οἷς μὲν γὰρ σωτηρίας οἷς δὲ εὐπορίας εἰσὶ σημαντικαί· οὐδὲν γὰρ οὕτω τρόφιμον ὡς ὕδωρ. αὐαινόμεναι δὲ καὶ μὴ ἔχουσαι ὕδωρ τὰ ἐναντία πᾶσι σημαίνουσιν.

2

.

28

Ἕλη ποιμέσι μόνοις συμφέρει, τοῖς δὲ λοιποῖς ἀπραξιῶν ἐστι σημαντικά, καὶ τοῖς ὁδεύουσιν ἐμπόδια γίνεται διὰ τὰς ἐν αὐτοῖς ἀνοδίας. ὄρη δὲ καὶ νάπαι καὶ ἄγκη καὶ φάραγγες καὶ ὕλαι πᾶσι δυσθυμίας καὶ φόβους καὶ ταραχὰς
5καὶ ἀνεργασίας σημαίνουσι, δούλοις δὲ καὶ κακούργοις βα‐ σάνους καὶ πληγὰς καὶ πλουσίοις βλάβας διὰ τὸ κατακό‐ πτεσθαι καὶ ἀεί τι ἀποβάλλειν. ἀεὶ δὲ ἄμεινον ταῦτα διεκπερᾶν καὶ τὰς ἐν αὐτοῖς ὁδοὺς εὑρίσκειν καὶ ἀπὸ τούτων εἰς πεδία κατιέναι καὶ μηκέτι ἐν αὐτοῖς ὄντα διυπνίζεσθαι.
10οἵας δ’ ἂν ὁδοὺς ὁδεύειν τις ὑπολάβῃ, τοιούτῳ χρήσεται τῷ βίῳ· αἱ μὲν γὰρ πλατεῖαι καὶ ὁμαλαὶ καὶ ἐν πεδίῳ οὖσαι πολλὴν εὐμάρειαν ἐν τοῖς πραττομένοις προαγο‐ ρεύουσιν, αἱ δὲ λεῖαι μὲν ἀνάντεις δὲ μετὰ παρολκῆς καὶ δυσθυμίας σημαίνουσιν ἀνύσειν τὰ προκείμενα, [ἐὰν δέ
15τις ἐξαναβῇ καὶ ἐπὶ πέρας ἀφῖχθαι νομίσῃ], αἱ δὲ κατάν‐ τεις πᾶσίν εἰσιν ἄπρακτοι πλὴν τῶν φοβουμένων καὶ φευγόντων· θᾶττον γὰρ ἀποφυγεῖν προαγορεύουσι· στεναὶ δὲ παντελῶς δυσθυμίας σημαίνουσι.

2

.

29

Δικαστήρια καὶ δικασταὶ καὶ δικολόγοι καὶ νομοδιδάκται
πᾶσι ταραχὰς καὶ δυσθυμίας καὶ δαπάνας ἀκαίρους προμαντεύονται καὶ τὰ κρυπτὰ ἐλέγχουσι, τοῖς δὲ νοσοῦσι κρισίμους ἡμέρας προαγορεύουσιν, ἐν αἷς, ἐὰν μὲν κατ’150
5ὄναρ νικῶσιν, ἐπὶ τὸ βέλτιον μεταβαλοῦσιν, ἐὰν δὲ λειφθῶσι κατ’ ὄναρ, τεθνήξονται. εἰ δέ τις δίκην ἔχων ὑπολάβοι ἐν τῇ τοῦ δικαστοῦ χώρᾳ καθέζεσθαι, οὐ λειφθήσεται· οὐ γὰρ ὁ δικαστὴς ἑαυτοῦ καταδικάζει, ἀλλ’ ἄλλων. πᾶσι δὲ τοῖς δίκην ἔχουσιν ἰατροὶ ὁρώμενοι τὸν
10ἴσον τοῖς συνηγόροις ἐπέχουσι λόγον.

2

.

30

Βασιλεύειν δοκεῖν τῷ μὲν νοσοῦντι θάνατον προαγορεύει· ἀνυπότακτος γὰρ μόνος ὁ βασιλεύς, ὥσπερ καὶ ὁ ἀπο‐ θανών· τῷ δὲ ἐρρωμένῳ τῶν συγγενῶν ἀπώλειαν πάντων καὶ κοινωνῶν χωρισμόν· ἀκοινώνητος γὰρ ἡ βασιλεία.
5κακούργῳ δὲ δεσμὰ σημαίνει καὶ τὰ κρυπτὰ ἐλέγχει· ἐκφανὴς γὰρ ὁ βασιλεύς ἐστι καὶ ὑπὸ πολλῶν φρουρεῖται. τὸ δὲ αὐτὸ σημαίνει καὶ ἡ βασιλικὴ σκευή, τοῦτ’ ἔστι διάδημα καὶ σκῆπτρον καὶ ἁλουργίς. βασιλεύειν πένης ἐὰν δόξῃ, πολλὰ πράξει ἐπιδόξως μέν, ἀκερδῶς δέ. δούλῳ δὲ
10τὸ βασιλεύειν ἐλευθερίαν προαγορεύει· πάντως γὰρ χρὴ τὸν βασιλέα ἐλεύθερον εἶναι. ἄριστον δὲ φιλοσόφῳ καὶ μάντει τὸ βασιλεύειν· οὐδὲν γὰρ ὑγιοῦς γνώμης ἐλευθε‐ ριώτερον οὐδὲ βασιλικώτερον ὑπολαμβάνομεν εἶναι. στρα‐ τηγεῖν δὲ τοῖς μὲν ἠθάσιν ἀγαθόν, πένησι δὲ ταραχὰς
15σημαίνει καὶ περιβοησίας, δούλοις δὲ ἐλευθερίαν. γραμμα‐ τεύειν δὲ δοκεῖν ἀλλοτρίων καὶ οὐδὲν προσηκόντων σημαίνει φροντίσαι πραγμάτων, ἐξ ὧν κάματος μὲν τῷ
ἰδόντι καὶ πόνος ἔσται, ὠφέλεια δὲ οὐδ’ ἡτισοῦν. νοσοῦντι δὲ καὶ αὕτη ἡ ἀρχὴ θάνατον προσημαίνει διὰ τὸ προάγειν151
20τὸν γραμματέα. δούλῳ 〈δὲ〉 οἰκονομίας καὶ πίστεις περιποιεῖ τὸ ὄναρ τοῦτο. ἀστυνομεῖν δὲ ἢ παιδονομεῖν ἢ γυναικονομεῖν φροντίδας καὶ σκυλμοὺς τῷ ἰδόντι περι‐ τίθησι διὰ δημόσια ἢ διὰ παιδία ἢ διὰ γυναῖκας. ἀγορανο‐ μεῖν δὲ τοῖς ἐπὶ ἰατρικὴν ὁρμῶσι συμφέρει, καὶ μάλιστα
25τοῖς διαιτωμένοις διὰ τὸ τροφῆς τὸν ἀγορανόμον προ‐ νοεῖσθαι· τοῖς δὲ λοιποῖς ταραχὰς καὶ περιβοησίας σημαί‐ νει. ἐὰν δὲ καὶ πράγματα ποιῇ καὶ δαπάνας ἀχρήστους, πάντως [δὲ] καὶ ψόγους ἕξει· οὐ γὰρ ἔστιν ἀγορανομοῦντα ἄνευ τούτων διάγειν. ἐπιδόσεις δὲ δημοσίας ἐπιδιδόναι
30παρ’ ἑαυτοῦ τοῖς μὲν νοσοῦσι θάνατον προαγορεύει καὶ τῆς οὐσίας σκορπισμὸν καὶ διάλυσιν, τοῖς δὲ ἐρρωμένοις ταραχὰς καὶ περιβοησίας. μόνοις δὲ τοῖς παντελῶς ἀπό‐ ροις ἀγαθόν ἐστι καὶ κερδοφόρον τὸ ὄναρ· οὐ γὰρ ἔστι πολλοῖς ἐπιδιδόναι μὴ οὐχὶ πολλὰ ἔχοντα. ἀγαθὸν δὲ
35καὶ σκηνικοῖς καὶ θυμελικοῖς καὶ πᾶσι τοῖς εἰς ὄχλον καθιεῖσιν ἑαυτούς· τιμὴν γὰρ πολλὴν [πρὸς τοὺς ὄχλους] κτήσασθαι σημαίνει· εὐφημοῦνται γὰρ οἱ τὰς ἐπιδόσεις διδόντες. διδομένης δὲ ἐπιδόσεως δοκεῖν λαμβάνειν ἀγα‐ θόν, μὴ λαμβάνειν δὲ πονηρὸν πᾶσιν, ἐάν τε δημοσία
40ἡ ἐπίδοσις ᾖ ἐάν τε ἰδιωτική· θάνατον γὰρ ἄντικρυς προαγορεύει, ἐπεὶ μηκέτι τοῖς ἀποθανοῦσιν ἡ ἐπίδοσις δίδοται. οἶδα δέ τινα εἰς Ὀλύμπια ἀνιόντα ἐπὶ τῷ ἀγωνί‐ σασθαι, ὃς ἔδοξε τοὺς Ἑλλανοδίκας τοῖς ἀθληταῖς διδόναι ἄρτους, αὐτῷ δὲ ὑστερήσαντι μηκέτι ἔχειν ὅ τι δοῦναι.
45καὶ οἱ μὲν ἄλλοι πάντες ἐδόκουν αὐτὸν οὐ καταλήψεσθαι
τὸν ἀγῶνα, ἐμοὶ δὲ δίκαιον ἐδόκει. καὶ δὴ οὕτως ἀπέβη. μετὰ γὰρ τὰς ἀπογραφὰς εὐθέως ἀπέθανεν. οἵα δ’ ἂν ἀρχὴ πορφύραν ἢ χρυσὸν τὸν ἄρχοντα ἀναγκάζῃ φορεῖν, ὄλεθρον τοῖς νοσοῦσι σημαίνει καὶ τὰ κρυπτὰ ἐλέγχει. τὸ152

2

.

30

(50)

δὲ ἱερᾶσθαι καὶ ἱερωσύνην παρὰ δήμου λαμβάνειν ἀγαθὸν πᾶσι πλὴν τῶν ἀποκρυπτομένων· ἐπίσημοι γὰρ οἱ ἱερεῖς. οἵου δ’ ἂν ὑπολάβῃ τις θεοῦ ἱερεὺς εἶναι, τοιοῦ‐ τον αὐτῷ καὶ τὸ ἀγαθὸν ἀποβήσεται ἢ ἀπὸ τοιούτων ἀνδρῶν ἢ γυναικῶν. συστημάτων δὲ ἢ οἰκίας ἄρχειν
55ἢ ἐπιτροπεύειν πᾶσι σκυλμοὺς καὶ ἀηδίας βιωτικὰς περιτίθησι, πολλάκις δὲ καὶ ζημίας, μάλιστα δὲ τοῖς δοκοῦσι παρ’ ἑαυτῶν φιλοτιμεῖσθαι καὶ δεῖπνα ποιεῖν ἢ ἐπιδόσεις διδόναι. πᾶσα δὲ ἱερωσύνη καὶ πᾶσα ἀρχή, ἧς μὴ μέτεστι γυναικί, ἐὰν ὑπολάβῃ γυνὴ ἱερατεύειν ἢ ἄρχειν,
60θάνατον αὐτῇ προαγορεύει· καὶ πάλιν αὖ πᾶσα ἱερωσύνη καὶ πᾶσα ἀρχή, ἧς μὴ μέτεστιν ἀνδρί [διὰ τὸ ἔθος ἢ νό‐ μον], ἐὰν ἀνὴρ ὑπολάβῃ ἱερατεύειν ἢ ἄρχειν, ὁμοίως αὐτῷ προαγορεύει θάνατον.

2

.

31

Πόλεμος καὶ τὰ πολέμου ἔργα πᾶσι ταραχὰς σημαίνει καὶ δυσθυμίας πλὴν στρατιωτῶν καὶ τῶν ἐξ ὅπλων ἢ ἐν ὅπλοις ἐργαζομένων· τούτοις δὲ εὐπορίαν προαγορεύει. τῶν δὲ ὅπλων τὰ μὲν σκεπαστικὰ πολλὴν ἀσφάλειαν
5προαγορεύει, οἷον ἀσπὶς καὶ κράνος καὶ θώραξ καὶ κνημῖδες. τὰ δὲ ἑκηβόλα πολλάκις καὶ ἀκουσίων ἁμαρτη‐ μάτων αἴτια γίνεται καὶ στάσεως καὶ φιλονεικίας οἷον
δόρυ καὶ λόγχη καὶ ἀκόντιον καὶ σφενδόνη. μάχαιρα δὲ καὶ ξίφος τὸν θυμὸν τοῦ ἰδόντος σημαίνουσι καὶ τῶν χειρῶν153
10τὸ ἰσχυρότατον καὶ τῆς γνώμης τὸ τολμηρότατον. ἰδίως δὲ ἡ ἀσπὶς γυναῖκα σημαίνει καὶ ἡ περικεφαλαία· πλουσίαν μὲν καὶ εὔμορφον ἡ πολυτελής, πενιχρὰν δὲ καὶ ἄμορφον ἡ μὴ πολυτελής. στρατολογεῖσθαι δὲ ἢ στρατεύεσθαι τοῖς ὁπωσποτοῦν νοσοῦσι θάνατον σημαίνει· καὶ γὰρ ὁ
15στρατευσάμενος ἐξ ἰδιωτικοῦ μεταβάλλει τὸν ἑαυτοῦ βίον καὶ ἐν ἄλλαις γίνεται διατριβαῖς τὴν πρώτην καταλιπών. πολλάκις δὲ καὶ πρεσβύταις θάνατον προηγόρευσε, τοῖς δὲ λοιποῖς σκυλμούς τε καὶ ἀηδίας καὶ κινήσεις προαγορεύει καὶ ἀποδημίας. ἀργοῖς δὲ καὶ ἀπόροις πράξεις σημαίνει
20καὶ ἐργασίας· οὔτε γὰρ ἀργὸς ὁ στρατιώτης οὔτε ἐνδεής ἐστι. δούλοις δὲ ἐν τιμῇ μὲν γενέσθαι σημαίνει, μηδέπω δὲ ἐλευθερωθῆναι· πολλοὶ δὲ καὶ ἐλευθερωθέντες οὐδὲν ἧττον ἐδούλευσάν τε καὶ ὑπετάγησαν· καὶ γὰρ εἰ καὶ ἐλεύθερος ὁ στρατιώτης, οὐδὲν ἧττον ὑπηρετεῖ.

2

.

32

Μονομαχεῖν δὲ δικάσασθαι σημαίνει ἢ ἄλλην τινὰ στάσιν ἢ μάχην μαχέσασθαι. καὶ γὰρ ἡ πυγμὴ μάχη καλεῖται, εἰ καὶ μὴ δι’ ὅπλων γίνεται, ἃ δὴ τὰ ἔγγραφα καὶ δίκαια τῶν μαχομένων σημαίνει· ἀεὶ δὲ τὰ μὲν τοῦ φεύγοντος ὅπλα
5ἐγκληθῆναι σημαίνει, τὰ δὲ τοῦ διώκοντος ἐγκαλέσαι. ἐτήρησα δὲ ἐγὼ πολλάκις καὶ γάμον τὸ τοιοῦτον ὄναρ προαγορεῦσαν γυναικὸς τοιαύτης, οἷα ἄν 〈τισ〉 ᾖ ὅπλα ἔχων 〈ἢ〉 οἵῳ ἄν τις ὑπολάβῃ πυκτεύειν. ἐπειδὴ δὲ ἄνευ
τῶν ὀνομάτων αὐτῶν οὐκ ἂν εἴη σαφῶς παραστῆσαι τὰς154
10ἀποδείξεις, χρήσομαι καὶ τοῖς ὀνόμασιν. οἷον εἰ μὲν θρᾳκὶ πυκτεύοι τις, λήψεται γυναῖκα πλουσίαν 〈καὶ〉 πανοῦργον καὶ φιλόπρωτον· πλουσίαν μὲν διὰ τὸ κατε‐ σκεπάσθαι τοῖς ὅπλοις, πανοῦργον δὲ διὰ τὸ μὴ ὀρθὸν ἔχειν τὸ ξίφος, φιλόπρωτον δὲ διὰ τὸ ἐπιβαίνειν. εἰ δέ
15τις ** μετ’ ἀργυρέων ὅπλων πυκτεύοι, λήψεται γυναῖκα εὔμορφον καὶ ἠρέμα πλουσίαν καὶ πιστὴν καὶ οἰκουρὸν καὶ πειθομένην τῷ ἀνδρί· καὶ γὰρ ὑποβαίνει καὶ ἐσκέπασται, καὶ εὐμορφοτέρα ἡ πανοπλία αὕτη τῆς προτέρας. εἰ δὲ σεκούτορι, εὔμορφον μὲν λήψεται γυναῖκα καὶ πλουσίαν,
20μεγάλα δὲ φρονοῦσαν ἐπὶ τῇ οὐσίᾳ καὶ διὰ τοῦτο κατα‐ φρονοῦσαν τοῦ ἀνδρὸς καὶ κακῶν πολλῶν αἰτίαν ἐσομένην· ἀεὶ γὰρ διώκει. εἰ δὲ ῥητιαρίῳ, λήψεται γυναῖκα ἄπορον καὶ ἐρωτικὴν καὶ φοιτάδα 〈καὶ〉 ῥᾷστα τῷ βουλομένῳ πλησιάζουσαν. ἱππεὺς δὲ τὴν γυναῖκα πλουσίαν μὲν
25εἶναι λέγει καὶ εὐγενῆ, φρενῶν δὲ οὐ μετέχουσαν. ὁ δὲ ἀσσιδάριος ἀργὴν καὶ μωρὰν εἶναι τὴν γυναῖκα σημαίνει, ὁ δὲ προβοκάτωρ εὔμορφον μὲν καὶ χαρίεσσαν, λαμυρὰν δὲ καὶ ἐρωτικήν. διμάχαιρος δὲ καὶ ὁ λεγόμενος ἀρβήλας ἤτοι φαρμακὸν ἢ ἄλλως κακότροπον ἢ ἄμορφον εἶναι τὴν
30γυναῖκα σημαίνουσι. ταῦτα οὐ πιθανευόμενος οὐδὲ κατὰ τὸ εἰκὸς συντιθεὶς λόγους γράφω, ἀλλὰ ἀπὸ πείρας τῶν ἑκάστοτε ἀποβαινόντων πολλάκις ἐτήρησα.

2

.

33

Θύειν θεοῖς τὰ νενομισμένα ἑκάστῳ ἀγαθὸν πᾶσιν· ἢ
γὰρ τυχόντες ἀγαθῶν ἢ κακὰ φυγόντες ἄνθρωποι θεοῖς θύουσι. τὰ δὲ ἀνόσια ἢ μὴ νενομισμένα ἱερεῖα θύειν θεοῖς μῆνιν τῶν θεῶν οἷς ἔθυσέ τις προαγορεύει. ἄλλους δὲ155
5θύοντας ἰδεῖν πονηρὸν τῷ νοσοῦντι, κἂν Ἀσκληπιῷ θύοντας ἴδῃ, διὰ τὴν τοῦ θυομένου ἱερείου ἀναίρεσιν· θάνατον γὰρ σημαίνει. στεφανοῦν δὲ θεοὺς ἄνθεσι καὶ κλάδοις τοῖς προσήκουσι καὶ νενομισμένοις ὁσίοις εἶναι ἀγαθὸν πᾶσιν, οὐκ ἄνευ μέντοι φροντίδων ἀποβησόμε‐
10νον. δούλῳ δὲ παραινεῖ τὸ τοιοῦτο πείθεσθαι τῷ δεσπότῃ καὶ τὰ ἐκείνῳ κεχαρισμένα ποιεῖν. ἐκμάσσειν δὲ ἀγάλματα θεῶν ἢ ἀλείφειν ἢ καθαίρειν ἢ σαροῦν τὰ πρὸ τῶν ἀγαλ‐ μάτων καὶ ῥαίνειν τὰ περὶ τοὺς ναοὺς ἡμαρτηκέναι τι εἰς αὐτοὺς ἐκείνους τοὺς θεοὺς σημαίνει. οἶδα δέ τινα ἐπὶ
15τούτῳ τῷ ὀνείρῳ ἐπιωρκηκότα τοῦτον τὸν θεόν, οὗ ἐδόκει τὸ ἄγαλμα καθαίρειν. καὶ τοῦτο ἦν ὅπερ προηγόρευεν αὐτῷ ὁ ὄνειρος, δεῖν ἱκετεύειν τὸν θεόν. συντρίβειν δὲ θεῶν ἀγάλματα καὶ ἐκβάλλειν τῆς οἰκίας ἱδρυμένα ἔνδον ἢ καταρρίπτειν ναὸν ἤ τι τῶν οὐχ ὁσίων ἐν ναῷ ποιεῖν
20πονηρὸν ἂν εἴη πᾶσι καὶ περιστάσεις μεγάλας σημαί‐ νει· οἱ γὰρ ἐν μεγάλαις συμφοραῖς γενόμενοι καὶ τῆς πρὸς θεοὺς εὐσεβείας ἀφίστανται. αὐτόματοι δὲ οἱ θεοὶ ἀπαλλασ‐ σόμενοι καὶ τὰ ἀγάλματα αὐτῶν συμπίπτοντα θάνατον τῷ ἰδόντι ἤ τινι τῶν αὐτοῦ προαγορεύει. θεοὶ 〈δὲ〉 θεοῖς
25θύοντες ἔρημον τὸν οἶκον τοῦ ἰδόντος ἔσεσθαι σημαίνουσιν· ὡς γὰρ οὐκ ὄντων ἀνθρώπων ἑαυτοῖς θύουσι. κινούμενα
δὲ τὰ τῶν θεῶν ἀγάλματα πᾶσι φόβους καὶ ταραχὰς σημαίνει πλὴν τῶν δεδεμένων καὶ τῶν ἀποδημεῖν προῃρη‐ μένων· τούτων γὰρ οὓς μὲν λυθῆναι σημαίνει, ἵνα εὐκί‐156
30νητοι γένωνται, οὓς δὲ κινεῖ τῆς ἕδρας καὶ ἐξάγει.

2

.

34

Τῶν θεῶν οἱ μέν εἰσι νοητοὶ οἱ δὲ αἰσθητοί· νοητοὶ μὲν οἱ πλείους, αἰσθητοὶ δὲ ὀλίγοι. δείξει δὲ ἔτι ὁ ἐπιὼν λόγος ἀκριβέστερον. φαμὲν δὲ τῶν θεῶν τοὺς μὲν Ὀλυμπίους εἶναι, οὓς καὶ αἰθερίους καλοῦμεν, τοὺς δὲ οὐρανίους, τοὺς
5δὲ ἐπιγείους, τοὺς δὲ θαλασσίους καὶ ποταμίους, τοὺς δὲ χθονίους, 〈τοὺς δὲ πέριξ τούτων〉. αἰθέριοι μὲν οὖν λέγοιντο ἂν εἰκότως Ζεὺς 〈καὶ〉 Ἥρα καὶ Ἀφροδίτη ἡ Οὐρανία καὶ Ἄρτεμις καὶ Ἀπόλλων καὶ Πῦρ τὸ αἰθέριον καὶ Ἀθηνᾶ· οὐράνιοι δὲ Ἥλιος καὶ Σελήνη καὶ ἄστρα καὶ
10νέφη καὶ ἄνεμοι καὶ τὰ ὑπὸ τούτων συνιστάμενα παρήλια καὶ δοκίδες καὶ σέλας καὶ Ἶρις. εἰσὶ δὲ οὗτοι αἰσθητοὶ πάντες. τῶν δὲ ἐπιγείων αἰσθητοὶ μὲν Ἑκάτη καὶ Πὰν καὶ Ἐφι‐ άλτης καὶ Ἀσκληπιός (οὗτος δὲ καὶ νοητὸς ἅμα λέγεται), νοητοὶ δὲ Διόσκοροι καὶ Ἡρακλῆς καὶ Διόνυσος καὶ Ἑρ‐
15μῆς καὶ Νέμεσις καὶ Ἀφροδίτη 〈ἡ〉 πάνδημος 〈καὶ Ἥφαι‐ στοσ〉 καὶ Τύχη καὶ Πειθὼ καὶ Χάριτες καὶ Ὧραι καὶ
Νύμφαι καὶ Ἑστία. θαλάσσιοι δὲ νοητοὶ μὲν Ποσειδῶν καὶ Ἀμφιτρίτη καὶ Νηρεὺς καὶ Νηρηίδες καὶ Λευκοθέα καὶ Φόρκυς, αἰσθητοὶ δὲ αὐτὴ ἡ Θάλασσα καὶ Κύματα157
20καὶ Αἰγιαλοὶ Ποταμαί τε καὶ Λίμναι καὶ Νύμφαι καὶ Ἀχελῷος. χθόνιοι δὲ Πλούτων καὶ Περσεφόνη καὶ Δημή‐ τηρ καὶ Κόρη καὶ Ἴακχος καὶ Σάραπις καὶ Ἶσις καὶ Ἄνου‐ βις καὶ Ἁρποκράτης καὶ Ἑκάτη 〈ἡ〉 χθονία καὶ Ἐριννύες καὶ Δαίμονες οἱ περὶ τούτους καὶ Φόβος καὶ Δεῖμος, οὓς ἔνιοι
25Ἄρεως υἱεῖς λέγουσιν. αὐτὸν δὲ τὸν Ἄρη πῇ μὲν ἐν τοῖς ἐπιγείοις πῇ δὲ ἐν τοῖς χθονίοις κατατακτέον. οἱ δὲ πέριξ τούτων Ὠκεανὸς καὶ Τηθὺς καὶ Κρόνος καὶ Τιτᾶνες καὶ Φύσις ἡ τῶν ὅλων. εἰ δέ τινα 〈ἄλλον〉 προβαίνων ὁ λόγος ὑπομνήσει τῶν θεῶν, οὐ παραλείψομεν τὸν περὶ αὐτοῦ
30λόγον. Τούτων δὲ τῶν εἰρημένων θεῶν τοῖς μὲν μέγα δυναμένοις ἀνδράσι καὶ γυναιξὶν οἱ Ὀλύμπιοι συμφέρουσιν ὁρώμενοι, τοῖς δὲ μετρίοις οἱ οὐράνιοι, τοῖς δὲ πένησιν οἱ ἐπίγειοι. οἱ χθόνιοι δὲ ὡς ἐπὶ τὸ πλεῖστον μόνοις τοῖς γεωργοῖς καὶ
35τοῖς λανθάνειν πειρωμένοις εἰσὶν ἀγαθοί, καὶ οἱ θαλάσσιοι καὶ οἱ ποτάμιοι τοῖς ναυτιλλομένοις καὶ τοῖς ἐξ ὕδατος ἢ δι’ ὕδατος ἐργαζομένοις. οἱ δὲ πέριξ τούτων πονηροὶ πᾶσι πλὴν φιλοσόφων 〈καὶ μάντεων〉· οὗτοι γὰρ καὶ μέχρι 〈τοῦ〉 πέρατος τῶν ὅλων τείνουσι τὴν ἑαυτῶν γνώμην.
40 Περὶ δὲ ἑκάστου αὐτῶν κατ’ ἰδίαν εἰπεῖν διδασκαλικώτε‐ ρον εἶναί μοι δοκεῖ. πρῶτον οὖν περὶ τῶν Ὀλυμπίων
ποιήσομαι τὸν λόγον.158

2

.

35

Δία ἰδεῖν αὐτὸν ὁποῖον ὑπειλήφαμεν ἢ ἄγαλμα αὐτοῦ [ἐν οὐρανῷ] ἔχον τὴν οἰκείαν σκευὴν ἀγαθὸν ἀνδρὶ βασιλεῖ καὶ πλουσίῳ· κρατύνει γὰρ οὗ μὲν τὴν τύχην οὗ δὲ τὸν πλοῦτον. νοσοῦντι δὲ σωτηρίαν μαντεύεται, καὶ
5τοῖς λοιποῖς δέ ἐστιν ἀγαθός. ἀεὶ δὲ ἄμεινον ἀτρέμας ἑστῶτα ἢ καθεζόμενον ἐπὶ θρόνου καὶ μὴ κινούμενον τὸν θεὸν ἰδεῖν· εἰ γὰρ κινοῖτο, εἰ μὲν πρὸς ἀνατολάς, ἀγαθὸς ἂν εἴη· εἰ δὲ πρὸς δύσιν, πονηρός, ὥσπερ καὶ ὅταν μὴ τὴν οἰκείαν ἔχῃ σκευήν. ὡς γάρ φησιν ὁ Πανύασις,
10ἄπρακτα καὶ ἀσθενῆ ἔσεσθαι τοῦ ἰδόντος τὰ πράγματα προαγορεύει. Ἥρα δὲ γυναιξὶ 〈μὲν〉 τὰ αὐτὰ τῷ Διὶ σημαίνει, ἀνδράσι δὲ ἥττονα. τὰ δὲ αὐτὰ τῇ Ἥρᾳ καὶ ἡ Ῥέα σημαίνει. Ἄρτεμις τοῖς φοβουμένοις ἀγαθή· διὰ γὰρ τὸ ἀρτεμές,
15ὅπερ ἐστὶν ὑγιές, ἀφόβους αὐτοὺς διαφυλάττει. καὶ γυναιξὶ τικτούσαις ἀγαθὴ ἡ θεός· Λοχεία γὰρ καλεῖται. κυνηγοῖς δὲ μάλιστα συμφέρει διὰ τὴν Ἀγροτέραν καὶ ἁλιεῦσι διὰ τὴν Λιμνᾶτιν. δραπέτας δὲ καὶ τὰ ἀπολλύμενά φησιν εὑρεθήσεσθαι· οὐδὲν γὰρ τὴν θεὸν διαφεύγει. ἀεὶ δὲ ἡ
20μὲν Ἀγροτέρα καὶ Ἐλαφηβόλος πρὸς πράξεις ἐπιτηδειοτέρα τῆς κατὰ ἄλλον τρόπον δεδημιουργημένης· τοῖς δὲ 〈τὸν〉 σεμνότερον ἐπανῃρημένοις βίον ἡ κατεσταλμένη τῷ σχή‐ ματι ἀμείνων, οἷον ἡ Ἐφεσία καὶ ἡ Περγαία καὶ ἡ λεγο‐
μένη παρὰ Λυκίοις Ἐλευθέρα. οὐδὲν 〈δὲ〉 διαφέρει τὴν159
25θεὸν ἰδεῖν ὁποίαν ὑπειλήφαμεν ἢ ἄγαλμα αὐτῆς· ἐάν τε γὰρ σάρκινοι οἱ θεοὶ φαίνωνται ἐάν τε ὡς ἀγάλματα ἐξ ὕλης πεποιημένα, τὸν αὐτὸν ἔχουσι λόγον. θᾶττον δὲ καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ σημαίνουσιν αὐτοὶ οἱ θεοὶ ὁρώμενοι ἤπερ τὰ ἀγάλματα αὐτῶν. Ἄρτεμιν γυμνὴν ἰδεῖν κατὰ
30πάντα τρόπον οὐδενὶ συμφέρει. Ἀπόλλων μουσικοῖς ἀγαθός· λόγων γὰρ εὑρετὴς ὁ θεὸς καὶ μουσικῆς πάσης· ἀγαθὸς δὲ καὶ ἰατροῖς· Παιήων γὰρ καλεῖται. καὶ μάντεσι καὶ φιλοσόφοις· ἐντελεῖς γὰρ αὐτοὺς καὶ ἐνδόξους ἔσεσθαι προαγορεύει. καὶ τὰ κρυπτὰ ἐλέγχει·
35ὁ γὰρ αὐτὸς εἶναι νενόμισται τῷ Ἡλίῳ. Ἀπόλλων ὁ Δελφίνιος ἀποδημίας καὶ κινήσεις εἴωθε σημαίνειν. Ἀθηνᾶ χειροτέχναις ἀγαθὴ διὰ τὴν προσηγορίαν· Ἐργάνη γὰρ καλεῖται. καὶ τοῖς γῆμαι βουλομένοις· σεμνὴν γὰρ καὶ οἰκουρὸν ἔσεσθαι τὴν γυναῖκα μαντεύεται. ἀγαθὴ δὲ καὶ φι‐
40λοσόφοις· φρόνησις γὰρ εἶναι νενόμισται ἡ θεός. ὅθεν καὶ ἐξ ἐγκεφάλου γεγεννῆσθαί φασιν αὐτήν. καὶ γεωργοῖς ἀγαθή· τὸν γὰρ αὐτὸν τῇ γῇ λόγον ἔχει, ὥς φασιν οἱ φιλόσοφοι. καὶ τοῖς ἐπὶ πόλεμον ὁρμῶσιν ἀγαθή· τὸν γὰρ αὐτὸν τῷ Ἄρει λό‐ γον ἔχει. γυναιξὶ δὲ ἑταίραις καὶ μοιχευομέναις πονηρά, ἔτι
45καὶ γυναιξὶ γήμασθαι προῃρημέναις· παρθένος γὰρ ἡ θεός. Πῦρ τὸ αἰθέριον πᾶσιν ἀγαθόν, μάλιστα δὲ τοῖς νοσοῦσι· σωτηρίας γὰρ αὐτοῖς ἐστι σημεῖον, ἐπεὶ μὴ μέτεστι τούτου τοῖς ἀποθανοῦσι. περὶ δὲ τῶν οὐρανίων ἑξῆς ἐροῦμεν.

2

.

36

Ἥλιος ἀπὸ ἀνατολῆς ἀνίσχων λαμπρὸς καὶ καθαρὸς καὶ
καταδυόμενος εἰς δύσιν ἀγαθὸς πᾶσιν· οἷς μὲν γὰρ πράξεις προαγορεύει· ἀνίστησι γὰρ ἐξ ὕπνου καὶ προτρέπεται πράτ‐ τειν· οἷς δὲ παίδων γονήν· ἡλίους γὰρ καὶ τὰ ἀρσενικὰ160
5τέκνα οἱ γονεῖς ὑποκοριζόμενοι καλοῦσι. δούλους δὲ ἐλευ‐ θέρους ποιεῖ· ἥλιον γὰρ καὶ τὴν ἐλευθερίαν καλοῦσιν ἄνθρωποι. τοῖς δὲ λοιποῖς εἰς ἐπίκτησιν ὠφέλιμος. τοὺς δὲ λανθάνειν καὶ ἀποκρύπτεσθαι πειρωμένους βλάπτει· πάντα γὰρ ἐλέγχει καὶ εὐσύνοπτα ποιεῖ. Ἥλιος ἀπὸ δύσεως ἀνα‐
10τέλλων τὰ κρυπτὰ ἐλέγχει τῶν λεληθέναι δοκούντων, καὶ τὸν νοσοῦντα μετὰ ἀπόγνωσιν ἀνίστησι καὶ τὸν ὀφθαλ‐ μιῶντα οὔ φησι τυφλωθήσεσθαι· ἐκ πολλοῦ γὰρ σκότους τὸ φῶς ὄψεται. καὶ τὸν ἀπόδημον ἐπανάγει, καὶ εἰ ἀπ‐ εγνωσμένος εἴη. ἀγαθὸς δὲ καὶ τῷ εἰς δύσιν ἀπιέναι προ‐
15ῃρημένῳ· τὴν γὰρ ἐκεῖθεν ἀνακομιδὴν προαγορεύει αὐτῷ. καὶ τῷ ἀπὸ δύσεως προσδεχομένῳ τινά· ἤδη γὰρ αὐτὸν κεκινῆσθαι πρὸς τὴν ἐπάνοδον σημαίνει. τοῖς δὲ λοιποῖς πρὸς πᾶν ἐγχείρημα καὶ πᾶσαν ἐλπίδα ἐναντίος καθίσταται καὶ τὰ κατὰ προαίρεσιν οὐκ ἐᾷ τελεσθῆναι· τούτου γὰρ,
20ὡς εἰκός, τὴν ἐναντίαν φύσει κινουμένου κίνησιν νοσεῖ καὶ τὸ ὅλον καὶ τὸ ἐπὶ μέρους· πάντως δὲ καὶ ὁ ἰδὼν τὸν ὄνειρον μέρος ἐστὶ τοῦ ὅλου. πρὸς λόγον δὲ τῶν εἰρημένων καὶ τὸν ἀπὸ μεσημβρίας ἢ ἄρκτου ἀνατέλλοντα ἢ εἰς μεσημβρίαν ἢ ἄρκτον δύνοντα κρίνειν χρή. Ἥλιος ἀμαυρὸς ἢ ὕφαιμος ἢ
25μορμυρωπὸς πᾶσι πονηρὸς καὶ ἄτοπος γίνεται, τοῦτο μὲν ἀπραξίας δηλῶν, τοῦτο δὲ καὶ 〈τοῖσ〉 τέκνοις τοῦ ἰδόντος
νόσον ἤ τινα κίνδυνον ἢ τοῖς ὄμμασιν αὐτοῦ νόσον προαγο‐ ρεύων. τοῖς δὲ λανθάνειν πειρωμένοις καὶ τοῖς φοβουμέ‐ νοις ἐπιτήδειος τετήρηται· οἱ μὲν γὰρ λήσονται, οἱ δὲ οὐδὲν161
30πείσονται πονηρόν· ἧττον γὰρ ὁ ἀμαυρὸς ἐπικαίει. Ἥλιος εἰς γῆν κατιὼν ἐμπρησμοῦ καὶ πυρκαϊᾶς ἐστι σημεῖον. τὸ δ’ αὐτὸ σημαίνει κἂν εἴς τι τῶν οἰκουμένων εἰσίῃ. Ἥλιος ἐπὶ κοίτην τινὸς κατακείμενος καὶ ἀπειλῶν νόσον μεγάλην καὶ φλεγμονὰς προαγορεύει, λέγων δέ τι ἀγαθὸν ἢ δεικνὺς
35εὐπορίας ἐστὶ σημεῖον, πολλοῖς δὲ καὶ υἱῶν γένεσιν προ‐ ηγόρευσεν. Ἥλιος ἀφανιζόμενος πᾶσι πονηρὸς πλὴν τῶν λανθάνειν πειρωμένων καὶ τὰ ἀπόρρητα ἐργαζομένων· ὡς δὲ ἐπὶ τὸ πλεῖστον ὀφθαλμῶν πήρωσιν ἔσεσθαι ἢ τέκνων ὄλεθρον προαγορεύει. Ἥλιος οὐχ οἷος ἔστιν ἀλλ’ οἷος
40νενόμισται ἐν ἀνθρώπου ἰδέᾳ βλεπόμενος, σκευὴν ἔχων ἡνιόχου, ἀθληταῖς ἀγαθὸς καὶ τοῖς ἀποδημεῖν ἐπιχει‐ ροῦσι καὶ ἁρματηλάταις· νοσοῦσι δὲ ἐπικίνδυνος καὶ ὀλέ‐ θριος καθίσταται. ἀεὶ δὲ ἄμεινον Ἡλίου αὐγὴν εἰς οἶκον εἰσιοῦσαν ἤπερ αὐτὸν τὸν Ἥλιον ἰδεῖν· ἡ μὲν γὰρ διὰ τὸ
45φωτεινότερον ποιεῖν τὸν οἶκον ἐπίκτησιν σημαίνει, ὁ δὲ οὐκ ἂν ὑπομεῖναι τοὺς ἔνδον τὰ δεινά· οὐδὲ γὰρ ἀντιβλέψαι αὐτῷ ἔστιν. οὔτε διδούς τι ὁ Ἥλιος οὔτε ἀφαιρούμενος ἀγαθὸς ἂν εἴη· διδοὺς μὲν γὰρ σημαίνει κινδύνους, ἀφαι‐ ρούμενος δὲ ὄλεθρον. ἀεὶ δὲ ἄμεινον ἄγαλμα ἰδεῖν τοῦ

2

.

36

(50)

θεοῦ τούτου ἐν ναῷ ἱδρυμένον ἑστὸς ἐπὶ βάσεως ἢ αὐτὸν τὸν θεὸν ὁποῖος νενόμισται· καὶ γὰρ τὰ ἀγαθὰ τελειότερα προαγορεύει τὸ τοιοῦτον ὄναρ καὶ τὰ κακὰ ἥττονα. οἷος δέ ἐστι καὶ οἷος βλέπεται ἐν οὐρανῷ φαινόμενος, καὶ οὕτως
ἀγαθὸς ἂν εἴη.162
55 Σελήνη γυναῖκα σημαίνει τοῦ ἰδόντος καὶ μητέρα· τροφὸς γὰρ εἶναι νενόμισται. καὶ θυγατέρα καὶ ἀδελ‐ φήν· Κόρη γὰρ καλεῖται. καὶ χρήματα καὶ εὐπορίαν καὶ πραγματείαν ** ψηφίζεται. καὶ πλοῦν· πρὸς γὰρ τὴν ταύτης κίνησιν καὶ οἱ κυβερνῆται ναυτίλλονται. καὶ ἀποδη‐
60μίαν· ἔστι γὰρ ἀεικίνητος. καὶ τὰ τοῦ ἰδόντος ὄμματα, ὅτι τοῦ ὁρᾶν καὶ αὐτή ἐστιν αἰτία καὶ δέσποινα. κοινὸν γὰρ πάντες οἱ θεοὶ λόγον ἔχουσι πρὸς δεσπότας· οἱ μὲν ἄρσενες πρὸς ἄρσενας αἱ δὲ θήλειαι πρὸς θηλείας· ὀρθῶς γὰρ καὶ τοῦτο τὸ παλαιὸν ἔχει ‘τὸ κρατοῦν δύναμιν ἔχει
65θεοῦ.‘ ἐὰν μὲν οὖν ἐπὶ τὸ κρεῖττον [καὶ ἥδιον] τρέπη‐ ται ἡ Σελήνη, τὴν ἀπὸ τούτων ἢ διὰ τούτων ὠφέλειαν σημαίνει· ἐὰν δὲ ἐπὶ τὸ χεῖρον, τὴν ἀπὸ τούτων ἢ διὰ τού‐ των βλάβην. ὁμοίως καὶ πλείονες φαινόμεναι Σελῆναι καὶ ἡ οὖσα ὅταν ἀπολείπῃ. τὸ δὲ δοκεῖν ἐν τῇ Σελήνῃ τὴν ἑαυ‐
70τοῦ εἰκόνα βλέπειν ἄπαιδι μὲν υἱοῦ γένεσιν προαγορεύει, γυναικὶ δὲ ἰδούσῃ θυγατρός· ὄψονται γὰρ ἑκάτερος ὁμοίαν ἑαυτῷ εἰκόνα, τοῦτ’ ἔστι τέκνον. ἀγαθὸν δὲ καὶ τραπεζί‐ ταις καὶ δανεισταῖς καὶ ἐρανάρχαις· πολλὰ γὰρ πορίσου‐ σιν. ἀγαθὸν δὲ καὶ τοῖς φαίνεσθαι βουλομένοις· τοὺς δὲ
75ἀποκρυπτομένους ἐλέγχει. νοσοῦντας δὲ καὶ τοὺς πλοϊ‐
ζομένους ἀναιρεῖ· τοὺς μὲν ὑδρωπιάσαντας, ἐπεὶ φύσει ἐστὶν ὑγρά· τοὺς δὲ ναυαγήσαντας. ὅσα δ’ ἂν ἀγαθὰ ὁ Ἥλιος σημαίνῃ, ταῦτα καὶ ἡ Σελήνη. ὁμοίως καὶ ὅσα ἂν κακά, ἀεὶ δὲ ἥττονα· καὶ γὰρ αὕτη ἧττόν ἐστι τοῦ Ἡλίου163
80θερμή. σημαίνει δὲ τὰ ἀποτελέσματα μὴ ἄνευ θηλυκοῦ προσώπου τελεσθῆναι. Ἀστέρες ὁμοῦ μὲν πάντες λαμπροὶ καὶ καθαροὶ ὁρώμε‐ νοι καὶ πρὸς ἀποδημίαν εἰσὶν ἀγαθοὶ καὶ πρὸς ἄλλας πρά‐ ξεις καὶ πρὸς τὰ ἀπόρρητα· οὐ γὰρ τὸν αὐτὸν ἔχουσι λόγον
85τῷ Ἡλίῳ ἢ τῇ Σελήνῃ· καὶ γὰρ ἄνευ τούτων ἐκφανεῖς εἰσι, μετὰ δὲ τούτων ἤτοι τέλεον ἀφανεῖς 〈εἰσιν〉 ἢ καὶ ἀμαυρότεροι φαίνονται. ἰδίᾳ δὲ ἕκαστος ἢ ἀπὸ τοῦ χρώ‐ ματος ἢ ἀπὸ τοῦ μεγέθους ἢ ἀπὸ τῆς κινήσεως ἢ ἀπὸ τοῦ σχήματος τοῦ κατὰ τὴν κίνησιν κρινέσθω, εἴ γέ τις μὴ
90διαμαρτάνειν θέλοι. μάλιστα δὲ ἂν ἀπὸ τοῦ ἐν ἀστερο‐ σκοπίᾳ λόγου τὸ τοιοῦτο σαφέστερον γένοιτο. τῶν δὲ ἀστέρων ἕκαστον κατὰ τὴν ἑαυτοῦ δύναμιν καὶ τὰ ἀπο‐ τελέσματα ποιεῖ. οἷον τὰ χειμῶνος αἴτια δυσθυμίας καὶ κινδύνους καὶ ταραχὰς σημαίνει, τὰ δὲ εὐδίας αἴτια
95εὐπραξίας καὶ εὐημερίας καὶ πορισμόν [σημαίνει]. τὰ δὲ τροπῆς τοῦ καταστήματος αἴτια τὰ 〈μὲν〉 θερινὰ τὴν ἐπὶ τὰ βελτίονα μεταβολὴν σημαίνει, τὰ δὲ χειμερινὰ τὴν ἐπὶ τὰ χείρονα. ἤδη δὲ αὐτῶν ἔνια καὶ τοῖς μύθοις τοῖς περὶ αὐτὰ τὰς ἀποβάσεις ὁμοίας ἐπιφέρει. περὶ ὧν ἑκάστου

2

.

36

(100)

λέγειν μακρὸν ἂν εἴη, καὶ ταῦτα τοῦ περὶ αὐτὰ λόγου ἐγνω‐ σμένου πρὸς πάντων τῶν γε μὴ ἀπαιδεύτων. ἀστέρες
ἐκλείποντες τοῦ οὐρανοῦ πλουσίοις μὲν πενίαν πολλὴν καὶ ἐρημίαν σημαίνουσιν· ἔοικε γὰρ ὁ μὲν οὐρανὸς τῇ οἰκίᾳ τοῦ ἰδόντος, οἱ δὲ ἀστέρες τοῖς κατὰ τὴν οἰκίαν κτήμασί τε164
105καὶ ἀνθρώποις· πένησι δὲ ὄλεθρον μαντεύονται. μόνοις δὲ ἂν εἴη τὸ τοιοῦτον ὄναρ ἀγαθὸν τοῖς μέγα τι κακὸν βου‐ λομένοις ποιεῖν· ἀνύσουσι γάρ, καὶ εἰ μεγάλοις ἐπιχειροῦ‐ σιν. ἤκουσα δέ τινος λέγοντος ὡς ἄρα ἐδόκει τις τοὺς ἀστέρας τοῦ οὐρανοῦ ἐκλελοιπέναι, καὶ φαλακρὸς ἐγένετο·
110ὃν γὰρ ἔχει λόγον ὁ οὐρανὸς πρὸς τὸν ὅλον κόσμον, τὸν αὐτὸν καὶ ἡ κεφαλὴ πρὸς τὸ σῶμα, καὶ πάλιν ὃν ἔχουσι λόγον οἱ ἀστέρες πρὸς τὸν οὐρανόν, τὸν αὐτὸν καὶ αἱ τρί‐ χες πρὸς τὴν κεφαλήν. οὔτε δὲ καταπίπτοντες εἰς γῆν οἱ ἀστέρες εἰσὶν ἀγαθοὶ (πολλῶν γὰρ ὄλεθρον μαντεύονται,
115καὶ ἀξιολόγων μὲν ἀνδρῶν οἱ μεγάλοι, λιτῶν δὲ καὶ ἀσή‐ μων οἱ λεπτοὶ καὶ ἀμαυροί) οὔτε τὸ δοκεῖν κλέπτειν ἀστέ‐ ρας ἀγαθόν· ὡς γὰρ ἐπὶ τὸ πλεῖστον ἱερόσυλοι ἐπὶ τούτῳ τῷ ὀνείρῳ οἱ ἰδόντες ἐγένοντο. οὐ μὴν ἔλαθόν γε ἀλλὰ ἑάλωσαν· ἔπραξαν μὲν γὰρ ἃ ἐβούλοντο διὰ τὸ καὶ τῶν
120ἀστέρων κεκρατηκέναι, ἑάλωσαν δὲ διὰ τὸ τοῖς ὑπὲρ ἄνθρωπον ἐπιχειρεῖν. ἀλλὰ μὴν οὐδὲ ἐσθίειν δοκεῖν ἀστέρας ἀγαθὸν οὐδενὶ πλὴν μάντεων καὶ τῶν τὰ οὐράνια διασκεπτομένων· τούτοις γὰρ ἐργασίαν σημαίνει καὶ πολλὴν πρόσκτησιν· τοῖς δὲ λοιποῖς ὄλεθρον μαντεύεται.
125πονηρὸν δὲ καὶ τὸ ὑπὸ στέγην ἰδεῖν ἀστέρας· ἢ γὰρ τὴν οἰκίαν ἔρημον γενομένην ἀποστεγασθῆναι σημαίνει, ἵνα καὶ ἔνδον οἱ ἀστέρες φαίνωνται, ἢ τὸν ἄρχοντα τῆς οἰκίας
ἀποθανεῖν. παρήλιοι δὲ καὶ δοκίδες καὶ σέλας καὶ οἱ λεγόμενοι κομῆται ἀστέρες καὶ οἱ πωγωνίαι τὰ αὐτὰ165
130σημαίνουσιν ἃ καὶ οἱ ὑπὲρ ἀέρα ὁραθέντες εἰώθασι ποιεῖν. Ἶρις δεξιὰ μὲν ὁρωμένη ἀγαθή, εὐώνυμος δὲ πονηρά. δεξιὰν δὲ καὶ εὐώνυμον οὐ πρὸς τὸν ὁρῶντα χρὴ νοεῖν, ἀλλὰ πρὸς τὸν ἥλιον. ὅπως δ’ ἂν φαίνηται, ἀεὶ τοῖς ἐν πενίᾳ
135πολλῇ ἢ ἄλλῃ τινὶ περιστάσει οὖσιν ἀγαθὴ νομιζέσθω· καὶ γὰρ αὐτὴ τρέπει ἀεὶ τὸ κατάστημα καὶ τὸ περιέχον ἀλλοιοῖ. πᾶσι δὲ τοῖς ἐν περιστάσει οὖσιν ἀγαθαὶ 〈αἱ〉 τῶν καθεστώτων μεταβολαί. Νέφη τὰ μὲν λευκὰ εὐπραξίας ἐστὶ σημαντικὰ [ἀπὸ γῆς
140εἰς οὐρανὸν ἀναφερόμενα ὡς ἐπὶ τὸ πολὺ καὶ ἀποδημίαν σημαίνει καὶ τοὺς ἀποδημοῦντας ἄγει] καὶ τὰ κρυπτὰ ἐλέγχει, τὰ δὲ πυρρὰ ἀπραξίας ἐστὶ σημαντικὰ καὶ τὰ ζοφώδη δυσθυμίας καὶ τὰ μέλανα χειμῶνος ἢ λύπης. Ἄνεμοι πράως καὶ ἠρέμα πνέοντες ἀγαθοί, λάβροι δὲ
145καὶ βίαιοι σημαίνουσιν ἀνθρώπους ἀηδεῖς καὶ ἀγνώμονας, λαίλαπες δὲ καὶ οἱ σφοδροὶ ἄνεμοι κινδύνους ἐπιφέρουσι καὶ μεγάλας ταραχάς. χρὴ δὲ καὶ τοῦτο σκοπεῖν, ὅτι οἱ μὲν συννεφῆ ποιοῦντες τὸν ἀέρα πᾶσι μὲν τοῖς ἄλλοις εἰσὶ πονηροί, μόνοις δὲ τοῖς ἀποκρυπτομένοις ἀγαθοί· οἱ δὲ

2

.

36

(150)

αἰθρίας αἴτιοι τἀναντία σημαίνουσιν. ἀεὶ δὲ τοῖς ἀποδή‐ μους προσδοκῶσιν οἱ ἀπὸ τῶν κλιμάτων ἐκείνων, οὗ εἰσιν οἱ
ἀπόδημοι, πνέοντές εἰσιν ἀγαθοί, οἱ δὲ ἐναντίοι κατέχουσι τοὺς ἀποδήμους. ταῦτα μὲν περὶ τῶν οὐρανίων· περὶ δὲ τῶν ἐπιγείων θεῶν ὧδε κρίνειν προσήκει.166

2

.

37

Οἱ μὲν αἰσθητοὶ θεοὶ φόβων καὶ κινδύνων καὶ περιστά‐ σεών εἰσι σημαντικοί· καὶ γὰρ μεθ’ ἡμέραν ἐπιφερόμενοι τῶν τοιούτων αἴτιοι καθίστανται· σημαίνει δὲ καὶ διάφορα καὶ οὐδὲν ὅμοιον ἀλλήλοις ἕκαστος φαινόμενος. οἷον
5Ἑκάτην ἰδεῖν τριπρόσωπον ἑστῶσαν ἐπὶ βάσεως κινήσεις καὶ ἀποδημίας σημαίνει· Ἐνοδία γὰρ ἡ θεὸς καλεῖται. μονοπρόσωπον δὲ ἰδεῖν πονηρὸν πᾶσιν, ὡς δὲ ἐπὶ τὸ πλεῖ‐ στον ἀπὸ ξένης τὰ δεινὰ ἢ ἀπὸ ξένου ἐσόμενα προαγορεύει. ἀεὶ δὲ τῶν καθεστώτων κινεῖ τὸν ἰδόντα καὶ οὐκ ἐᾷ μένειν
10ἐν τοῖς αὐτοῖς, οἵα ἂν φαίνηται καὶ ὁποία. κινουμένη δὲ ἡ θεὸς ἢ συναντῶσα κατὰ 〈τὸ〉 σχῆμα καὶ τὰς †ὄψεις† καὶ τὰ ὑπ’ αὐτῆς κρατούμενα σημαίνει τὰ ἀποτελέσματα. περὶ ὧν λέγειν οὔτε ὅσιον οὔτε ἀσφαλές· εὔδηλος δὲ ὁ λόγος τοῖς μεμυημένοις τῇ θεῷ, οἱ δὲ ἀμύητοι παρὰ τῶν
15μεμυημένων μανθανέτωσαν. Πὰν νομεῦσιν ἀγαθὸς διὰ τὸ νόμιον καὶ κυνηγοῖς διὰ τὸ ἄγριον. τοῖς δὲ λοιποῖς ἀκαταστασίας καὶ θορύβους σημαίνει καὶ ἐφ’ οἷς τις μέγα φρονεῖ, ταῦτα αὐτῷ μὴ βέβαια εἶναι· οὐ γὰρ ἀσφαλῶς ὑποκειμένας ἔχει τὰς βάσεις
20τῶν ποδῶν ὁ θεός. λέγουσι δὲ ἔνιοι ὡς τοῖς περὶ τὸν Διόνυσον τεχνίταις ἐστὶν ἀγαθός. Ὁ δὲ Ἐφιάλτης ὁ αὐτὸς εἶναι τῷ Πανὶ νενόμισται, διά‐
φορα δὲ σημαίνει· θλίβων μὲν γὰρ καὶ βαρῶν καὶ οὐδὲν ἀποκρινόμενος θλίψεις καὶ στενοχωρίας σημαίνει, ὅ τι167
25δ’ ἂν ἀποκρίνηται ἐρωτώμενος, τοῦτό ἐστιν ἀληθές. ἐὰν δέ τι καὶ διδῷ καὶ συνουσιάζῃ, μεγάλας ὠφελείας προαγο‐ ρεύει, μάλιστα δὲ ὅταν μὴ βαρῇ. ὅ τι δ’ ἂν προσιὼν πράξῃ, τοὺς νοσοῦντας ἀνίστησιν· οὐ γὰρ ἀποθανουμένῳ πρόσεισί ποτε ἀνθρώπῳ.
30 Ἀσκληπιὸς ἱδρυμένος μὲν ἐν ναῷ καὶ ἑστὼς ἐπὶ βάσεως ὁρώμενος καὶ προσκυνούμενος ἀγαθὸς πᾶσι· κινούμενος δὲ ἢ προσιὼν ἢ εἰς οἰκίαν εἰσιὼν νόσον καὶ λοιμὸν μαντ‐ εύεται· τότε γὰρ μάλιστα τοῖς ἀνθρώποις δεῖ τοῦ θεοῦ τούτου. τοῖς δὲ ἤδη νοσοῦσι σωτηρίαν προαγορεύει· Παι‐
35ήων γὰρ ὁ θεὸς λέγεται. ἀεὶ δὲ ὁ Ἀσκληπιὸς τοὺς ἐν ταῖς χρείαις συλλαμβανομένους καὶ τοὺς οἰκονομοῦντας τὸν οἶκον τοῦ ἰδόντος δηλοῖ. ἐν δὲ ταῖς δίκαις συνηγόρους σημαίνει. Διόσκοροι τοῖς πλοϊζομένοις χειμῶνός εἰσι σημαντικοί,
40τοῖς δὲ ἐν γῇ οὖσι στάσεων ἢ δικῶν ἢ πολέμου ἢ μεγάλης νόσου. πάντων δὲ τῶν δεινῶν εἰς τέλος ἀζημίους ἀπαλλάτ‐
τουσι· σωτῆρες γάρ εἰσιν οἱ θεοί. Ἡρακλέα μὲν ἰδεῖν 〈αὐτὸν〉 ἢ ἄγαλμα αὐτοῦ πᾶσι τοῖς εὐπροαιρέτως καὶ κατὰ νόμον ζῶσιν ἀγαθόν, καὶ μάλιστα168
45ἐὰν πρός τινων ἀδικῶνται· ἀεὶ γὰρ ὁ θεὸς ὅτε ἦν ἐν ἀνθρώποις ἐπήμυνε τοῖς ἀδικουμένοις καὶ ἐτιμώρει. τοῖς δὲ παρανομοῦσι καὶ τοῖς ἄδικόν τι πράττουσι πονηρὸς ὁ θεὸς διὰ τὸν αὐτὸν λόγον. ἀγαθὸς δὲ τοῖς ἐπὶ ἀγῶνα ἢ δίκην ἢ μάχην τινὰ πορευομένοις· Καλλίνικος γὰρ ὁ

2

.

37

(50)

θεὸς καλεῖται. τὸ δὲ δοκεῖν συνδιατρίβειν τῷ θεῷ καὶ συμπράττειν τι ἢ τροφῆς τῆς αὐτῆς κοινωνεῖν ἢ σκευὴν τὴν αὐτὴν ἔχειν ἢ παρὰ τοῦ θεοῦ τὴν λεοντῆν ἢ τὸ ῥόπαλον ἢ ἄλλο τι τῶν ὅπλων λαβεῖν πᾶσιν ἄτοπον καὶ πονηρὸν τετήρηται, καὶ διὰ μακρᾶς πείρας τῶν τοιούτων ἦλθον.
55εὐλόγως δὲ καὶ ὀρθῶς ἀποβαίνει εἰς οὐδὲν ἀγαθὸν τὰ τοιαῦτα· ᾧ γὰρ ὁ θεὸς ἐχρήσατο βίῳ, τούτου τῷ ἰδόντι μεταδίδωσιν· ἐπίπονος δὲ καὶ μοχθηρὸς ἐγένετο ὁ τοῦ θεοῦ βίος. ὅτε ἦν ἐν ἀνθρώποις, καὶ εἰ πάνυ λαμπρὸς ἦν καὶ ἔνδοξος. πολλάκις δὲ καὶ τοιούτοις περιπεσεῖν σημαίνει,
60οἷς καὶ ὁ θεὸς 〈ὁ〉 ταῦτα ἔχων 〈τὰ〉 ὅπλα περιέπεσε. Διόνυσος τοῖς γεωργοῖς συμφέρει τοῖς τὸν ξυλικὸν καρπὸν γεωργοῦσι, μάλιστα ἀμπέλους· καὶ καπήλοις δὲ καὶ πᾶσι τοῖς περὶ τὸν Διόνυσον τεχνίταις. ἀγαθὸς δὲ καὶ τοῖς ἐν περιστάσει τινὶ οὖσι· παῦλαν γὰρ καὶ ἀπαλ‐
65λαγὴν τῶν δεινῶν σημαίνει δι’ αὐτὸ τὸ ὄνομα· ἔστι γὰρ Διό‐
νυσος παρὰ τὸ διανύειν ἕκαστα. τοῖς δὲ ἁβρὸν τὸν βίον ζῶσι καὶ μάλιστα παισὶ ταραχὰς καὶ κινδύνους καὶ ἐπιβουλὰς καὶ περιβοήσεις σημαίνει διὰ τὴν περὶ τὸν θεὸν ἱστορίαν καὶ διὰ τὸν φυσικὸν λόγον 〈τοῦ〉 Διονύσου· οὐδὲν μέντοι ἧττον169
70καὶ τούτους σώζει καὶ οὐκ ἐᾷ διαφθαρῆναι. ὁδεύουσι δὲ καὶ πλέουσιν ἄντικρυς καὶ διαρρήδην λῃστηρίων προσ‐ βολὰς σημαίνει καὶ τραύματα καὶ κατακοπάς. ὁ δὲ χορὸς ὁ περὶ τὸν Διόνυσον, οἷον Βάκχοι καὶ Βάκχαι καὶ Βασσά‐ ραι καὶ Σάτυροι καὶ Πᾶνες καὶ ὅσα ἄλλα ἐστὶν ὅμοια
75ὀνόματα καὶ ὁμοῦ πάντες καὶ ἰδίᾳ ἕκαστος μεγάλας ταραχὰς καὶ κινδύνους καὶ περιβοησίας σημαίνουσι πλὴν τοῦ Σειληνοῦ· οὗτος δὲ μόνος ἀγαθὸς ἂν εἴη πᾶσι τοῖς ἐπὶ τὸ πράττειν ὁρμωμένοις καὶ τοῖς φοβουμένοις. χορεύειν δὲ τῷ θεῷ ἢ θυρσοφορεῖν ἢ δενδροφορεῖν ἢ ἄλλο τι τῶν
80κεχαρισμένων τῷ θεῷ πράττειν πᾶσι πονηρὸν πλὴν δούλων· οἷς μὲν γὰρ διὰ τὴν ἔκστασιν τῶν φρενῶν καὶ τὴν παρακοπὴν ἀφροσύνην καὶ βλάβην προαγορεύει, οἷς δὲ διὰ τὸ ἀνεπίστρεπτον τῶν ἐντυγχανόντων καὶ διὰ τὴν τοῦ θεοῦ προσηγορίαν καὶ εὐχαριστίαν ἐλευθερίας ἐστὶ
85σημαντικόν. Ἑρμῆς ἀγαθὸς τοῖς ἐπὶ λόγους ὁρμωμένοις καὶ ἀθληταῖς καὶ παιδοτρίβαις καὶ πᾶσι τοῖς ἐμπορικὸν 〈τὸν〉 βίον ἔχουσι καὶ ζυγοστάταις διὰ τὸ πάντας τοὺς τοιούτους ἐπίκουρον τὸν θεὸν νομίζειν. καὶ τοῖς ἀποδημεῖν βουλομένοις·
90πτηνὸν γὰρ ὑπειλήφαμεν εἶναι τὸν θεόν. τοῖς δὲ λοιποῖς ἀκαταστασίας καὶ θορύβους προαγορεύει. νοσοῦντας δὲ
ἀναιρεῖ διὰ τὸ ψυχοπομπὸς νενομίσθαι. Ἑρμῆς ὁ τετρά‐ γωνος 〈καὶ〉 σφηνοπώγων φιλολόγοις μόνοις συμφέρει, ὁ δὲ τετράγωνος καὶ ἀγένειος οὐδὲ τούτοις συμφέρει· τὸ170
95γὰρ περικεκομμένον αὐτοῦ τῶν περὶ τὸν ἰδόντα πάντων ὄλεθρον μαντεύεται. Νέμεσις ἀεὶ τοῖς κατὰ νόμον ζῶσιν ἀγαθὴ καὶ μετρίοις ἀνθρώποις καὶ φιλοσόφοις· τοῖς δὲ παρανομοῦσι καὶ τοῖς ἐπιτιθεμένοις τισὶ καὶ τοῖς μεγάλων ἀρχομένοις πραγ‐

2

.

37

(100)

μάτων ἐναντία καθίσταται καὶ ἐμπόδιος τῶν ἐπιχειρου‐ μένων· ‘νεμεσᾶν‘ γὰρ καλοῦμεν καὶ τὸ ἐμποδὼν ἵστασθαι τοῖς πραττομένοις κατὰ γνώμην. λέγουσι δέ τινες ὅτι ἡ θεὸς αὕτη τὰ μὲν ἀγαθὰ ἐπὶ τὸ χεῖρον τρέπει, τὰ δὲ κακὰ ἐπὶ τὸ βέλτιον.
105 Ἀφροδίτη ἡ μὲν πάνδημος ἀγύρταις καὶ καπήλοις καὶ ζυγοστάταις καὶ θυμελικοῖς καὶ †ἰατροῖς† καὶ σκηνικοῖς πᾶσι καὶ ἑταίραις ἀγαθή· γυναιξὶ δὲ οἰκοδεσποίναις αἰσχύνην καὶ βλάβην προαγορεύει καὶ τοὺς γῆμαι προῃρη‐ μένους κωλύει, ὡς κοινῆς ἐσομένης τῆς γυναικός. ἡ δὲ
110οὐρανία, περὶ ἧς ἐν τῷ ἔμπροσθεν λόγῳ ἑκὼν παρέλιπον, ἵνα μὴ διασπῷτο ὁ λόγος, τὰ ἐναντία τῇ πανδήμῳ σημαίνει. μάλιστα δὲ ἀγαθὴ πρὸς γάμους καὶ κοινωνίας καὶ πρὸς τέκνων γονάς. συνδυασμῶν γὰρ καὶ ἐπιγονῶν ἐστιν αἰτία. ἀγαθὴ δὲ καὶ γεωργοῖς· φύσις γὰρ καὶ μήτηρ τῶν ὅλων
115εἶναι νενόμισται. ἀγαθὴ δὲ καὶ μάντεσι· πάσης γὰρ
μαντείας καὶ προγνώσεως εὑρέτις εἶναι νενόμισται. Ἀφρο‐ δίτη ἡ πελαγία ναυκλήροις καὶ κυβερνήταις καὶ πᾶσι τοῖς ναυτιλλομένοις ἀγαθὴ τετήρηται καὶ πᾶσι τοῖς βουλο‐ μένοις ἀποδημεῖν διὰ τὸ τῆς θαλάσσης ἀεικίνητον· τοὺς171
120δὲ ἐν τοῖς αὐτοῖς ἀεὶ μένειν προῃρημένους καὶ μὴ βουλο‐ μένους ἀναγκάζει κινεῖσθαι. Ἀφροδίτην ἰδεῖν ἀναδυομένην τοῖς πλέουσι πολὺν χειμῶνα καὶ ναυάγιον ἐσόμενον προαγορεύει· οὐδὲν δὲ ἧττον σώζει καὶ τὰ ἀπηλπισμένα τῶν πραγμάτων τελειοῖ. ἀεὶ δὲ ἀγαθὴ νενόμισται ἡ μέχρι
125ζώνης τὰ κάτω ἐσκεπασμένα ἔχουσα διὰ 〈τὸ〉 τοὺς μαζούς, οἵ εἰσι τροφιμώτατοι, γυμνοὺς ἔχειν καὶ ἐπιδείκνυσθαι. ἡ δὲ ὅλη γυμνὴ ἑταίραις μόναις ἀγαθὴ καὶ ἐργασίας σημαντι‐ κή· πρὸς δὲ τὰ λοιπὰ αἰσχύνην προαγορεύει. Ἥφαιστος τὰ μὲν αὐτὰ τῷ πυρὶ σημαίνει ὡς ἐπὶ τὸ
130πλεῖστον, μόνον δὲ τὰ κρυπτὰ ἐλέγχει, καὶ μάλιστα μοιχεί‐ ας διὰ τὴν περὶ αὐτὸν ἱστορίαν. χειρώναξι δέ ἐστιν ἀγαθὸς πᾶσι καὶ τοῖς γῆμαι καὶ κοινωνῆσαι βουλομένοις διὰ τὴν σύμπνοιαν τῶν φυσῶν καὶ τὰ ἑνούμενα σίδηρα. Τύχη δὲ ἡ μὲν ἐπὶ κυλίνδρου ἑστῶσα πονηρὰ πᾶσι διὰ τὸ
135τῆς βάσεως ἐπικίνδυνον, ἡ δὲ τὸ πηδάλιον κρατοῦσα κινήσεις προαγορεύει· οὐδεμία γὰρ πηδαλίου χρεία ἄνευ κινήσεως. ἀεὶ δὲ ἀγαθὴ ἢ καθεζομένη ἢ κατακεκλι‐ μένη· τὸ ἀσφαλὲς γὰρ καὶ τὸ βέβαιον διὰ τοῦ σχήματος ἐπιδείκνυσιν. ὅσῳ δ’ ἂν πολυτελεστέρα καὶ εὐμορφοτέρα
140φαίνηται, τοσούτῳ βελτίων νομιζέσθω. λέγουσι δὲ ἔνιοι ὡς ἡ πολυτελὴς καὶ σφόδρα κεκοσμημένη Τύχη, 〈καὶ〉 μάλιστά γε ὅταν μὴ ὡς ἄγαλμα ἀλλ’ ὡς αὐτὴ ἡ Τύχη
φαίνηται, πενίας ἐστὶ σημεῖον· ὡς γὰρ εἰκὸς ἑαυτῆς ἐπιμελουμένη ἀμελεῖ τῶν ἀνθρώπων· ἡ δὲ λιτῶς ἔχουσα172
145καὶ ἀμελοῦσα ἑαυτῆς πλοῦτον καὶ τρυφὴν προαγορεύει· φανερὸν γὰρ ὡς οὐχ ἑαυτῆς ἀλλὰ τῶν ἀνθρώπων προνοεῖ. ἐμοὶ δὲ οὐκ εἰκότα λέγειν δοκοῦσιν· ἔστι γὰρ ἡ Τύχη οὐδὲν ἄλλο ἢ αὐτὰ τὰ κτήματα τῶν ἰδόντων. Πειθὼ δὲ καὶ Χάριτες καὶ Ὧραι καὶ Νύμφαι πρὸς πάντα

2

.

37

(150)

καὶ πᾶσίν εἰσιν ἀγαθαί, Ἀριστοβούλη δὲ καὶ Εὐνομία τὰ αὐτὰ τῇ Νεμέσει σημαίνουσιν. Ἑστία αὐτή τε καὶ τὰ ἀγάλματα αὐτῆς †πόλεως† μὲν τὴν βουλὴν καὶ τὴν ἐνθήκην σημαίνει τῶν προσόδων, ἰδιώταις δὲ αὐτὸ τὸ ζῆν, ἄρχοντι δὲ καὶ βασιλεῖ τὴν τῆς ἀρχῆς δύνα‐
155μιν. περὶ δὲ θαλασσίων καὶ ποταμίων θεῶν ἕκαστα ὧδε ἔχει.

2

.

38

Ποσειδῶν καὶ Ἀμφιτρίτη καὶ Νηρεὺς καὶ Νηρηίδες αὐ‐ τοί τε ὁρώμενοι καὶ τὰ ἀγάλματα αὐτῶν ἀτάραχοι καὶ μηδὲν πονηρὸν πράττοντες ἢ λέγοντες ἀγαθοί εἰσι πᾶσι τοῖς τὴν θάλασσαν ἐργαζομένοις καὶ τοῖς κινεῖσθαι βου‐
5λομένοις, καὶ πρὸς τὰς λοιπὰς ἐγχειρήσεις οὐδὲν ἧττόν εἰσιν ἀγαθοί, πάντων δὲ μάλιστα τοῖς εἰς ὄχλον προϊοῦσι συμ‐ φορώτατοι τετήρηνται· κινούμενοι δὲ ἢ ταρασσόμενοι ἢ κακόν τι λέγοντες ἢ δρῶντες ἢ πάσχοντες ἢ ἀπειλοῦντες τὰ ἐναντία τοῖς προειρημένοις σημαίνουσι. πολλάκις δὲ καὶ
10σεισμὸν καὶ ὄμβρον προηγόρευσαν ἐσόμενον. Λευκοθέα τοῖς μὲν τὴν θάλασσαν ἐργαζομένοις ἀγαθή, πρὸς δὲ τὰ ἄλλα πονηρὰ καὶ λύπης καὶ πένθους σημαντικὴ διὰ τὴν περὶ αὐτὴν ἱστορίαν. Πρωτεὺς δὲ καὶ Γλαῦκος καὶ Φόρκυς καὶ οἱ περὶ τούτους δαίμονες δόλους καὶ ἀπάτας ση‐
15μαίνουσι διὰ τὸ εὐμετάβολον τῆς ὄψεως. μάντεσι δὲ ἀγαθοί. περὶ δὲ Θαλάσσης καὶ Κυμάτων ἐν τῷ περὶ πλοῦ λόγῳ ἔμπροσθεν ἐν αὐτῷ τούτῳ τῷ βιβλίῳ ἐπεμνήσθην. Αἰγιαλοὶ δὲ καὶ Ἠιόνες ἐλπίδων εἰσὶ σημαντικοὶ καὶ τοῖς κάμνουσι σωτηρίας· καὶ γὰρ οἱ ἐν μεγάλῳ χειμῶνι γενόμενοι, ἐπὰν173
20ἴδωσιν αἰγιαλόν, ἐν ἡδίσταις ἐλπίσι γίνονται σωτηρίας. Ποταμοὶ δὲ καὶ Λίμναι καὶ Νύμφαι αἱ ἐφυδριάδες ἀγαθοὶ πρὸς παίδων γονήν. ἀκριβέστερον δὲ περὶ αὐτῶν ἐν τῷ ἔμπροσθεν λόγῳ εἴρηκα. Ἀχελῷος δὲ τὰ αὐτὰ τοῖς ποτα‐ μοῖς καὶ παντὶ ποτίμῳ ὕδατι σημαίνει καὶ ἰσχυρότερα τὰ
25ἀποτελέσματα ποιεῖ. ἐπειδὴ δὲ περὶ τούτων κατὰ τὸ ἐνδε‐ χόμενον εἴρηται, λοιπὸν ἂν εἴη περὶ χθονίων θεῶν εἰπεῖν καὶ τῶν πέριξ 〈τούτων〉.

2

.

39

Πλούτων καὶ Περσεφόνη τοῖς φοβουμένοις εἰσὶν ἀγαθοί· ἄρχουσι γὰρ τῶν οὐκέτι φοβουμένων· ἀγαθοὶ δὲ καὶ πένησι· πλοῦτον γὰρ καὶ πρόσκτησιν σημαίνουσι διὰ τὸ ἀνενδεὲς τῶν ὑποτεταγμένων αὐτοῖς· ἀγαθοὶ δὲ καὶ τοῖς γῆν πρία‐
5σθαι βουλομένοις καὶ τοῖς ἐπὶ τὸ ἄρχειν ὁρμωμένοις· πολλῶν γὰρ ἄρχουσιν οἱ θεοὶ οὗτοι. καὶ πρὸς τὰς μυστικὰς 〈δὲ〉 καὶ ἀπορρήτους χρείας ἀγαθοὶ τετήρηνται. πράττοντες δέ τι δεινὸν ἢ ἀπειλοῦντες τὰ ἐναντία σημαίνουσι. Δημήτηρ δὲ καὶ Κόρη καὶ ὁ λεγόμενος Ἴακχος τοῖς μεμυ‐
10ημένοις ταῖς θεαῖς ἀγαθόν τι καὶ οὐ τὸ τυχὸν ἐσόμενον σημαίνουσι· τοῖς δὲ ἀμυήτοις πρότερόν τινα φόβον καὶ κίνδυνον ἐπάγουσιν, εἶτα δὲ οὐδὲν ἧττον τελειοῦσι καὶ τὸ ἀγαθόν. γεωργοῖς δὲ καὶ τοῖς κτήσασθαι γῆν προῃρημέ‐ νοις ἀγαθαί· κρατήσειν γὰρ τῆς γῆς καὶ δεσπόσειν προση‐
15μαίνουσι. καὶ τοὺς νοσοῦντας ἀνιστᾶσι καὶ σώζουσι· καρ‐ πῶν γάρ εἰσιν ἀνθρώποις χρησίμων αἴτιαι, ὧν τοῖς ἀποθα‐
νοῦσιν οὐ μέτεστιν. ἔτι καὶ τὴν Δήμητρα τῇ γῇ τὸν αὐτὸν ἔχειν λόγον φασὶν οἱ σοφοί· ζείδωρος γὰρ ἡ γῆ καὶ φερέσβιος καλεῖται καὶ βιόδωρος. ἀγαθὴ δ’ ἂν εἴη καὶ πρὸς γάμον καὶ174
20πρὸς τὰς ἄλλας ἐγχειρήσεις πάσας κατ’ ἰδίαν ὁρωμένη ἡ Δημήτηρ, οὐκέτι δὲ ἡ Κόρη διὰ τὴν περὶ αὐτὴν ἱστορίαν. αὕτη δὲ πολλάκις καὶ τοῖς ὀφθαλμοῖς τοῦ ἰδόντος κίν‐ δυνον ἐπήνεγκε διὰ τὸ ὄνομα· κόρη γὰρ καλεῖται καὶ ἡ γλήνη ἡ ἐν τῷ ὀφθαλμῷ.
25 Σάραπις καὶ Ἶσις καὶ Ἄνουβις καὶ Ἁρποκράτης αὐτοί τε καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τὰ μυστήρια καὶ πᾶς ὁ περὶ αὐτῶν λόγος καὶ τῶν τούτοις συννάων τε καὶ συμβώμων θεῶν ταραχὰς καὶ κινδύνους καὶ ἀπειλὰς καὶ περιστάσεις σημαίνουσιν, ἐξ ὧν καὶ παρὰ προσδοκίαν καὶ παρὰ τὰς ἐλ‐
30πίδας σώζουσιν· ἀεὶ γὰρ σωτῆρες 〈εἶναι〉 νενομισμένοι εἰσὶν οἱ θεοὶ τῶν εἰς πάντα ἀφιγμένων καὶ 〈εἰσ〉 ἔσχατον ἐλθόντων κίν‐ δυνον, τοὺς δὲ ἤδη ἐν τοῖς τοιούτοις ὄντας αὐτίκα μάλα σώζου‐ σιν. ἐξαιρέτως δὲ τὰ μυστήρια αὐτῶν πένθους ἐστὶ σημαν‐ τικά· καὶ γὰρ εἰ 〈καὶ〉 ὁ φυσικὸς αὐτῶν λόγος ἄλλο τι περι‐
35έχει, ὅ γε μυθικὸς καὶ ὁ κατὰ τὴν ἱστορίαν τοῦτο δείκνυσιν· Ἑκάτη 〈ἡ〉 χθονία καὶ Ἐριννύες καὶ Δαίμονες οἱ περὶ τούτους φοβεροὶ καὶ τοῖς δικαιοπραγοῦσι, τοὺς δὲ παρανο‐ μοῦντας καὶ τοὺς ἐπιτιθεμένους τισὶ διαφθείρουσι. τὰ 〈δ’〉 αὐτὰ τούτοις καὶ ἡ λεγομένη Μήτηρ θεῶν 〈σημαίνει〉.
40αὕτη καὶ θορύβους καὶ πένθη καθ’ ἑαυτὴν ὁρωμένη προ‐ αγορεύει καὶ τὰ κρυπτὰ ἐλέγχει, γεωργοῖς δέ ἐστιν ἀγαθή· γῆ γὰρ εἶναι νενόμισται. Δεῖμος καὶ Φόβος Ἄρεος υἱοὶ καὶ αὐτὸς δὲ ὁ Ἄρης στρα‐ τηγοῖς καὶ στρατιώταις καὶ μονομάχοις καὶ λῃσταῖς καὶ
45κυβευταῖς πᾶσι συμφέρουσι. τοῖς δὲ λοιποῖς μάχας καὶ
βλάβας σημαίνουσι· τούτων γάρ εἰσιν αἴτιοι. Ὠκεανὸς καὶ Τηθὺς φιλοσόφοις καὶ μάντεσι μόνοις ἀγα‐ θοί, καθὼς ἤδη εἴρηται· τοῖς δὲ λοιποῖς λύπας ἐπιφέρουσιν πλὴν τῶν παρὰ τῷ Ὠκεανῷ ἀναστρεφομένων.175

2

.

39

(50)

Κρόνος καὶ Τιτᾶνες κακούργοις μὲν δεσμὰ σημαίνουσι καὶ τοὺς ἐπιτιθεμένους τισὶ κωλύουσιν ἀνύσαι, πρὸς δὲ τὰ λάθρᾳ πρασσόμενά εἰσιν ἀγαθοί. οὔτε δὲ γαμεῖν ἐπιτρέ‐ πουσιν οὔτε παῖδας ἐσομένους προαγορεύουσιν. Ἡ δὲ τῶν ὅλων Φύσις καὶ Εἱμαρμένη καὶ Πρόνοια καὶ
55εἴ τι ἄλλο 〈ὄνομα〉 τούτοις ἰσοδυναμεῖ, πᾶσιν ἀγαθὰ προαγο‐ ρεύουσι πλὴν τῶν νοσούντων· τούτους δὲ ἀναιροῦσιν, ἐὰν μὴ εὔφημά τινα λέγωσι. κοινὸν δὲ λόγον ἔχουσιν οἱ θεοὶ καὶ τὰ ἀγάλματα αὐτῶν. τούτων δὲ τὰ μὲν ἐξ ὕλης πε‐ ποιημένα στερεᾶς τε καὶ ἀσήπτου ἀγαθὰ ἂν εἴη, οἷον τὰ 〈ἐκ〉
60χρυσοῦ πεποιημένα ἢ ἀργύρου ἢ χαλκοῦ ἢ ἐλέφαντος ἢ λίθου ἢ ἠλέκτρου ἢ ἐβένου· τὰ δὲ ἐξ ὕλης ἄλλης πεποιη‐ μένα ἀγάλματα ἧττον ἂν εἴη ἀγαθά, πολλάκις δὲ καὶ 〈κακά, οἷον〉 τὰ γήινα 〈καὶ〉 ὀστράκινα καὶ πήλινα καὶ κήρινα 〈καὶ〉 γραπτὰ καὶ τὰ ὅμοια. ἔτι καὶ τοῦτο. ὅσοι
65ἀγαθὰ σημαίνουσιν, αὐτοί τε καὶ τὰ ἀγάλματα 〈αὐτῶν〉, ἀγαθὸν ἂν εἴη μήτε συντριβόμενα ἰδεῖν μήτε κατασσόμενα τὰ ἀγάλματα αὐτῶν· 〈ὅσοι δὲ κακὰ σημαίνουσιν, αὐτοί τε καὶ τὰ ἀγάλματα αὐτῶν〉, ἀφανιζόμενα ἰδεῖν ἀγαθὸν ἂν εἴη τὰ ἀγάλματα αὐτῶν.

2

.

40

Περὶ δὲ Ἡρώων καὶ Δαιμόνων τί δεῖ λέγειν; τὰ γὰρ αὐτὰ τοῖς θεοῖς σημαίνουσι καὶ ἀγαθὰ καὶ κακά, ἥττονα δὲ τῇ δυνάμει. μεμνῆσθαι δὲ χρὴ ὅτι ἕκαστον αὐτῶν τὴν οἰκείαν σκευὴν ἔχειν χρὴ καὶ μὴ διαλλάσσειν μηδὲ ἀπο‐
5βάλλειν μηδὲ ἁπλῶς ἑστάναι μηδὲ ἄνευ ὅπλων εἶναι τῶν νενομισμένων, ἐπεὶ ὅ τι ἂν σημαίνωσιν, ἐάν τε ἀγαθὸν ἐάν τε κακόν, ἐξαπατῶσι καὶ ψεύδονται.176

2

.

41

Γῆ κινουμένη τὰ πράγματα καὶ τὸν βίον τοῦ ἰδόντος κινηθήσεσθαι σημαίνει, χάσματα δὲ καὶ σεισμοὶ καὶ συμπτώσεις πάντας ἀνθρώπους ἀδικοῦσι καὶ διαφθεί‐ ρουσιν αὐτοὺς ἢ τὰ ὑπάρχοντα αὐτῶν. μόνοις δὲ τοῖς
5ἀποδημεῖν προῃρημένοις καὶ τοῖς καταχρέοις αἴσια καὶ δεξιὰ πάντα τὰ τοιαῦτα τετήρηται· τὰ γὰρ διαλυό‐ μενα καὶ συμπίπτοντα οὐκέτι κατέχει ἐν τῇ προ‐ τέρᾳ χώρᾳ τοὺς ἰδόντας, ὅθεν καὶ δανείων καὶ δεσμῶν ἀπαλλάττει.
10 Περὶ δὲ τῶν παραλελειμμένων ἐπ’ ἀμφοτέραις ταῖς βί‐ βλοις περισσὸν μὲν λέγειν, ἐπειδὴ ἀπὸ τῶν γεγραμμένων κατὰ τὸ ὅμοιον τὰ ἄγραφα τεκμαίρεσθαι χρή· ὅμως δέ τι εἰρήσεται περὶ αὐτῶν.

2

.

42

Κλίμαξ ἀποδημίας ἐστὶ σημαντικὴ καὶ μεταβάσεως, οἱ δὲ βαθμοὶ αὐτῆς καὶ προκοπὴν σημαίνουσι. λέγουσι δὲ ἔνιοι ὅτι καὶ κίνδυνον σημαίνουσι. Τάγηνον δὲ ζημίαν σημαίνει καὶ γυναῖκα λίχνον.
5 Μύλος δὲ ταχεῖαν τῶν σκληρῶν καὶ πονηρῶν πραγμά‐ των λύσιν καὶ πιστὸν θεράποντα σημαίνει. Ὅλμος γυναῖκα σημαίνει, ὕπερον δὲ ἄνδρα. Ἀλεκτρυὼν ἐν μὲν πένητος οἰκίᾳ τὸν οἰκοδεσπότην, ἐν δὲ πλουσίου τὸν οἰκονόμον σημαίνει διὰ τὸ ἀνιστᾶν τοὺς ἔν‐
10δον ἐπὶ τὰ ἔργα.177

2

.

43

Ὠιὰ δὲ ἰατροῖς καὶ ζωγράφοις καὶ τοῖς ἀπ’ αὐτῶν πορι‐ ζομένοις συμφέρει· τοῖς δὲ λοιποῖς τὰ μὲν ὀλίγα κέρδους ἐστὶ σημαντικὰ διὰ τὸ τρόφιμον, τὰ δὲ πολλὰ φροντίδος καὶ ἀνίας, πολλάκις δὲ καὶ δικῶν, ὅτι τὰ ἐξ αὐτῶν γεν‐
5νώμενα δι’ ὅλου σκαλεύει καὶ τὰ κεκρυμμένα ἐρευνᾷ. Ψιλοῦσθαι καὶ πιττοῦσθαι βλάβας καὶ ζημίας σημαίνει.

2

.

44

Ἔτι καὶ τοῦτο. μεμνῆσθαι χρὴ ὅτι ὅσα τεράστιά ἐστι καὶ οὐδαμῶς ἐνδεχόμενα καὶ λόγον οὐκ ἔχοντα μεθ’ ἡμέραν γενέσθαι, ὡς Ἱπποκένταυρος καὶ Σκύλλα καὶ τὰ ὅμοια, ψευδεῖς τὰς ἐλπίδας καὶ ἀτελέστους ποιεῖ.
5 Φαίνονται δὲ οἱ θεοὶ ἐν ἀνθρώπων ἰδέᾳ τε καὶ μορφῇ, ἐπειδὴ νενομίκαμεν αὐτοὺς τὰ εἴδη ἡμῖν ἐοικέναι. κανονί‐ ζειν οὖν χρὴ τοὺς ἀγνοουμένους θεούς τε καὶ θεὰς ἀπὸ ἡλικίας ἢ ἀπὸ τῶν ἐκτὸς ἢ ἀπὸ τεχνῶν οὕτως. ἀπὸ μὲν ἡλικίας. οἷον παιδάριον ὀφθὲν καιρὸν σημαίνει τὸν μέλ‐
10λοντα, νεανίσκος δὲ τὸν ἐνεστῶτα. καὶ πάλιν μειράκιον νέον τὸν Ἑρμῆν, νεανίσκος δὲ τὸν Ἡρακλέα, ἀνὴρ δὲ τὸν
Δία, πρεσβύτης δὲ τὸν Κρόνον, δύο μειράκια τοὺς Διο‐ σκόρους, παρθένος Ἐλπίδα ἢ Ἄρτεμιν ἢ Ἀθηνᾶν· Ἐλπίδα μὲν γελῶσα, Ἄρτεμιν δὲ σεμνοπροσωποῦσα, Ἀθηνᾶν δὲ178
15γοργὸν ἐμβλέπουσα. γυνὴ δὲ νέα Τύχην, πρεσβῦτις δὲ Ἑστίαν· τρεῖς γυναῖκες Μοίρας, ὅταν ὦσιν ἐνδεδυμέναι· γυμναὶ δὲ Ὥρας, λουόμεναι δὲ Νύμφας. ἀπὸ δὲ τῶν ἐκτός. †οἱ θεοὶ ἔχουσι παράσημα. οἱ τὰ αὐτὰ ἔχοντες,† ἵνα μὴ καθ’ ἕκαστον λέγω, εὐσήμου ὄντος τοῦ λόγου, τοὺς θεοὺς
20τούτους σημαίνουσιν. ἀπὸ δὲ τεχνῶν. οἱ τὰς ἐπωνύμους τοῖς θεοῖς τέχνας ἔχοντες τοὺς τῶν τεχνῶν προϊσταμένους θεοὺς σημαίνουσιν. Ὀνείρους δὲ ἀποβεβηκότας καὶ τὰς ἀποβάσεις αὐτῶν οὐκ ἐνεδέχετο γράφειν ἐν τέχνῃ ὀνειροκριτικῇ καὶ ὑποθήκαις
25θεωρημάτων. οὐδέ μοι πιθανὰ ἐδόκει ταῦτα, καίτοι Γεμί‐ νου τοῦ Τυρίου καὶ Δημητρίου τοῦ Φαληρέως καὶ Ἀρτέ‐ μωνος τοῦ Μιλησίου τοῦ μὲν ἐν τρισὶ βιβλίοις τοῦ δὲ ἐν πέντε τοῦ δὲ ἐν εἰκοσιδύο πολλοὺς ὀνείρους ἀναγραψαμέ‐ νων καὶ μάλιστα συνταγὰς καὶ θεραπείας τὰς ὑπὸ Σαρά‐
30πιδος δοθείσας.

2

.

45

Ἔτι καὶ πινακὶς γυναῖκα σημαίνει διὰ τὸ τύπους παντο‐ δαποὺς γραμμάτων ἐπιδέχεσθαι. ‘τύπουσ‘ δὲ ἐν τῇ συνη‐ θείᾳ καὶ τὰ τέκνα καλοῦμεν. Βιβλίον τὸν βίον τοῦ ἰδόντος σημαίνει· (διέρχονται γὰρ
5τὰ βιβλία οἱ ἄνθρωποι ὥσπερ καὶ τὸν βίον) καὶ παλαιῶν πραγμάτων ὑπόμνησιν, ἐπειδὴ τὰ πάλαι πραχθέντα τοῖς
βιβλίοις ἐγγέγραπται. ἐσθίειν δὲ βιβλία παιδευταῖς καὶ σοφισταῖς καὶ πᾶσι τοῖς ἀπὸ λόγων ἢ βιβλίων ποριζομέ‐ νοις συμφέρει· τοῖς δὲ λοιποῖς θάνατον σύντομον προαγο‐179
10ρεύει.

2

.

46

Πέρδικες καὶ ἄνδρας καὶ γυναῖκας σημαίνουσιν, ὡς δὲ ἐπὶ τὸ πλεῖστον γυναῖκας [μᾶλλον] ἀθέους καὶ ἀσεβεῖς οὐδέ ποτε τοῖς τρέφουσιν εὐνοούσας· καὶ γὰρ δυστιθάσευ‐ τοί εἰσι καὶ ποικίλοι καὶ μόνοι τῶν ὀρνίθων θεῶν σέβας
5οὐκ ἔχουσι.

2

.

47

Πέδαι κατοχῆς καὶ ἐμποδισμοῦ εἰσι σημαντικαὶ καὶ νόσου διὰ τὸ καθεκτικόν. δούλοις δὲ πίστεις μεγάλας προαγορεύουσιν, ὧν ἀχώριστοι ἔσονται· καὶ γάμον ἀγά‐ μοις καὶ τέκνα τοῖς οὐκ ἔχουσιν. ἀπὸ δὲ τῆς ὕλης αὐτῶν
5τὸ πολυτελὲς τοῦ γάμου ἔστι τεκμήρασθαι.

2

.

48

Παίειν τούτους μόνον ἐστὶν ἀγαθόν, ὧν ἄρχει τις, πλὴν γυναικός· αὕτη γὰρ εἰ παίοιτο, μοιχεύεται. οἱ δὲ λοιποὶ ἐπ’ ὠφελείᾳ τοῦ παίοντος τὰς πληγὰς λαμβάνουσιν. ὧν δέ τις οὐκ ἄρχει, τούτους παίειν οὐκ ἀγαθόν· ζημίαν γὰρ διὰ τὸν
5νόμον προαγορεύει. παίεσθαι δὲ οὐκ ἀγαθὸν μήτε ὑπὸ θεῶν μήτε ὑπὸ νεκρῶν μήτε ὑπὸ τῶν ὑποτασσομένων, ἀλλ’ ὑπὸ τῶν λοιπῶν. ἀεὶ δὲ ἀγαθὸν ξύλοις ἢ χερσὶ παίεσθαι, πονηρὸν δὲ ἱμάντι διὰ τοὺς μώλωπας καὶ καλάμῳ διὰ τὸν ψόφον [καὶ νάρθηκι ἐπειδὴ ψοφῶδές ἐστι τὸ ξύλον].
10ὁπόθεν δὲ οἱ παιόμενοι λαμβάνουσι τὰς πληγάς, ἐντεῦθεν τὰς ὠφελείας συμβέβηκε γίνεσθαι. [παρὰ τὸ λαμβάνειν.
ἐγὼ δὲ ἐτήρησα καὶ τοῦτο ἐπ’ ἐμαυτοῦ συμβάν. ποτὲ γὰρ δόξας ὑπὸ τῆς ἐμαυτοῦ γυναικὸς ἐν ὕπνοις ὑβρίζεσθαι, τῇ ἡμέρᾳ ἐκείνῃ ἀκαταθυμίου τινός μοι ὑπαντήσαντος180
15ἐταράχθην καὶ ἐδυσφόρησα καὶ οὐκ ἦν ἀπεοικὸς τὸν ὑπὸ προσώπου ὑποτεταγμένου καὶ ὑφ’ οὗ τιμᾶσθαι ὀφείλει ὑβρισθέντα μὴ ἀηδισθῆναι ἢ λυπηθῆναι ἐν πράγματι.]

2

.

49

Ἀποθανεῖν δοκεῖν καὶ ἐκκομισθῆναι καὶ κατορυγῆναι δούλῳ μὲν οὐκ ὄντι ἐν πίστει ἐλευθερίαν προαγορεύει· ἀδέ‐ σποτος γὰρ ὁ ἀποθανὼν καὶ πέπαυται κάμνων καὶ ὑπηρετῶν· τὸν δὲ ἐν πίστει ὄντα δοῦλον παραιρεῖται τῆς
5πίστεως ὁ θάνατος. ἀνδρὶ δὲ ἀγάμῳ γάμον προαγορεύει· τέλη μὲν γὰρ ἀμφότερα τοῖς ἀνθρώποις εἶναι νενόμισται καὶ ὁ γάμος καὶ ὁ θάνατος, ἀεὶ δὲ δείκνυνται ὑπ’ ἀλλήλων. ὅθεν καὶ τοῖς νοσοῦσι τὸ γαμεῖν θάνατον προαγορεύει· καὶ γὰρ τὰ αὐτὰ ἀμφοτέροις συμβαίνει, τῷ τε γαμοῦντι καὶ
10τῷ ἀποθανόντι, οἷον παραπομπὴ φίλων ἀνδρῶν τε καὶ γυναικῶν καὶ στέφανοι καὶ ἀρώματα καὶ μύρα καὶ συγγραφὴ κτημάτων. τὸν δὲ γεγαμηκότα διίστησι τῆς γυναικὸς ὁ θάνατος, καὶ κοινωνοὺς δὲ καὶ φίλους καὶ ἀδελφοὺς διαλύει καὶ διίστησιν ἀλλήλων· οἱ γὰρ ἀποθανόν‐
15τες τοῖς ζῶσιν οὐ συναναστρέφονται, οὐδ’ αὖ οἱ ζῶντες τοῖς ἀποθανοῦσι. τὸν δὲ ἐν τῇ οἰκείᾳ ὄντα ἐπὶ ξένην ἄγει διὰ τὸ μὴ τὸν ἀποθανόντα ἐν τοῖς αὐτοῖς ἔτι μένειν, τὸν δὲ ἐπὶ ξένης ὄντα εἰς τὴν οἰκείαν ἄγει· καὶ γὰρ ὁ ἀποθανὼν εἰς τὴν γῆν κατατίθεται, ἥτις ἐστὶ κοινὴ πάντων πατρίς.
20ἀθλητὰς δὲ ἱερονίκας ὁ θάνατος ποιεῖ· τέλειοι γὰρ οἱ ἀποθανόντες ὡς καὶ οἱ νικήσαντες. ἀγαθὸν δὲ καὶ φιλο‐ λόγοις τὸ ἀποθανεῖν καὶ πατράσι· μνημεῖα γὰρ ἕξουσιν οἱ
μὲν τοὺς παῖδας, οἱ δὲ τῆς ἑαυτῶν σοφίας τὰ συγγράμματα. ἀγαθὸν δὲ τὸν θάνατον ἐτήρησα καὶ τοῖς λυπουμένοις καὶ181
25τοῖς φοβουμένοις (ἄφοβοι γὰρ καὶ ἄλυποι οἱ ἀποθανόντες) καὶ τοῖς περὶ γῆς δίκην ἔχουσι καὶ τοῖς βουλομένοις γῆν πρίασθαι· γῆς γὰρ δεσπόται οἱ ἀποθανόντες. ἐν δὲ ταῖς ἄλλαις δίκαις πονηρὸν τὸ ἀποθανεῖν· ἄπρακτοι γὰρ οἱ ἀποθανόντες καὶ ἐν τῇ τῶν ζώντων ἐξουσίᾳ διακείμενοι.
30εἰ δέ τις νοσῶν ἢ ἀλγῶν τι δόξειε τεθνάναι, ἄπονος ἔσται καὶ ἄνοσος· καὶ γὰρ οἱ ἀποθανόντες. οὐδὲν 〈δὲ〉 διαφέρει ἢ αὐτὸ μόνον δοκεῖν ἀποθανεῖν ἢ ἐκκομισθῆναι ἢ ταφῆναι. ζῶντα δὲ θάπτεσθαι δοκεῖν οὐδενὶ συμφέρει· ὡς γὰρ ἐπὶ τὸ πολὺ εἱρκτὴν καὶ δεσμὰ σημαίνει. ὅ τι δ’ ἂν σημαίνῃ
35ἀγαθὸν ἢ κακὸν ὁ θάνατος, τοῦτο ἐὰν μέν τις ἑαυτὸν ἀπο‐ κτείνῃ, ἔσται αὐτῷ διὰ τὴν ἑαυτοῦ αἰτίαν· ἐὰν δὲ ὑπὸ ἄλλου ἀποθάνῃ, διὰ τὴν 〈τοῦ〉 ἄλλου αἰτίαν καὶ τὰ ἀποτελέσματα ἔσται. πάντες 〈δὲ〉 οἱ ἐκ καταδίκης θάνατοι τὰ σημαι‐ νόμενα καὶ ἀγαθὰ καὶ κακὰ σφοδρότερα ποιοῦσι. περὶ ὧν
40καὶ κατ’ εἶδος εἰπεῖν ἄξιον.

2

.

50

Ἀπάγξασθαι καὶ ἑαυτὸν ἀναρτῆσαι θλίψεις καὶ στενο‐ χωρίας σημαίνει διὰ τὸ συμβαῖνον τοῖς ἀπαγχομένοις, καὶ προσέτι μὴ μεῖναι ἐν τῇ οἰκείᾳ μηδὲ ὅπου τις ὢν τὸν ὄνει‐ ρον ἐθεάσατο· καὶ γὰρ ὁ ἀπαγξάμενος οὐκέτι τῇ γῇ ἐπι‐

2

.

51

βαίνει οὐδ’ ἐστὶν ἐπὶ ἕδρας. σφάξαι δὲ ἑαυτὸν ἢ ὑπό τινος σφαγῆναι ταὐτὰ σημαίνει τοῖς ἔμπροσθεν περὶ θανάτου εἰρημένοις, θᾶττον δὲ τελειοῖ. ἱερευθῆναι δὲ καὶ σφαγῆναι παρὰ βωμῷ θεοῦ ἢ δημοσίᾳ ἐν ἐκκλησίᾳ ἢ ἐν ἀγορᾷ ἀγα‐
5θὸν πᾶσι, μάλιστα δούλοις· ἐνδόξως γὰρ καὶ ἐπιφανῶς
ἔσονται ἐλεύθεροι.182

2

.

52

Ζῶντα κατακαίεσθαι τὰ αὐτὰ τῷ κεραυνοῦσθαι σημαί‐ νει. περὶ ὧν ἔμπροσθεν εἴρηται. ἰδίως δὲ τὸ ζῶντα κατα‐ καίεσθαι τοῖς νοσοῦσι διὰ τὸ σύνθετον τοῦ ὀνόματος σωτηρίαν σημαίνει, τοῖς δὲ νέοις φορὰς ἀλόγους καὶ ἐπι‐
5θυμίας ἐρωτικὰς σημαίνει.

2

.

53

Σταυροῦσθαι πᾶσι μὲν τοῖς ναυτιλλομένοις ἀγαθόν· καὶ γὰρ ἐκ ξύλων καὶ ἥλων γέγονεν ὁ σταυρὸς ὡς καὶ τὸ πλοῖον, καὶ ἡ κατάρτιος αὐτοῦ ὁμοία ἐστὶ σταυρῷ. ἀγα‐ θὸν δὲ καὶ πένητι· καὶ γὰρ ὑψηλὸς ὁ σταυρωθεὶς καὶ πολ‐
5λοὺς τρέφει 〈οἰωνούσ〉. τὰ δὲ κρυπτὰ ἐλέγχει· ἐκφανὴς γὰρ ὁ σταυρωθείς. τοὺς δὲ πλουσίους βλάπτει· γυμνοὶ γὰρ σταυροῦνται καὶ τὰς σάρκας ἀπολλύουσιν οἱ σταυρωθέν‐ τες. ἀνδρὶ δὲ ἀγάμῳ γάμον προαγορεύει διὰ τὴν δέσιν πλὴν οὐ πάνυ τι συμφέροντα. ὁ δὲ αὐτὸς λόγος καὶ περὶ
10φιλίας καὶ κοινωνίας. δούλους δὲ ἐλευθεροῖ· ἀνυπότακτοι γὰρ οἱ σταυρωθέντες. τοὺς δὲ ἐν τῇ οἰκείᾳ διατρίβειν βου‐ λομένους καὶ τοὺς ἰδίαν γῆν γεωργοῦντας καὶ τοὺς ἐκβλη‐ θῆναί ποθεν φοβουμένους ἐκβάλλει καὶ οὐκ ἐᾷ μένειν ἐν οἷς εἰσιν· εἴργει γὰρ ὁ σταυρὸς τῆς γῆς ἐπιβαίνειν. ἐν πόλει
15δὲ δοκεῖν ἐσταυρῶσθαι ἀρχὴν σημαίνει τοιαύτην, οἷος ἂν ᾖ ὁ τόπος, ἐν ᾧ ὁ σταυρὸς ἕστηκε.

2

.

54

Θηριομαχεῖν πένητι ἀγαθόν· πολλοὺς γὰρ ἕξει τρέφειν. καὶ γὰρ ὁ θηριομαχῶν ἀπὸ τῶν ἰδίων σαρκῶν τὰ θηρία τρέφει. ἀνδρὶ δὲ εὐπόρῳ ὑπὸ τοιούτων ἀδικίας ἐσομένας
προαγορεύει, οἷα ἂν ᾖ τὰ θηρία. πολλοῖς δὲ νόσον προηγό‐183
5ρευσεν· ὡς γὰρ ὑπὸ θηρίων, οὕτω καὶ ὑπὸ νόσου φθείρον‐ ται αἱ σάρκες. δούλους δὲ ἐλευθεροῖ, ἐὰν ἀποθάνωσιν ὑπὸ τῶν θηρίων.

2

.

55

Εἰς Ἅιδου καταβῆναι δοκεῖν καὶ τὰ ἐν Ἅιδου ὁρᾶν, ὅσα ἐκεῖ εἶναι νενόμισται, τοῖς μὲν εὖ πράττουσι καὶ κατὰ προαίρεσιν ζῶσιν ἀπραξίαν καὶ βλάβην σημαίνει· ἄπρακτοι γὰρ οἱ ἐν Ἅιδου καὶ ψυχροὶ καὶ ἀκίνητοι. τοῖς δὲ εὐλαβου‐
5μένοις ἢ φροντίζουσιν ἢ λυπουμένοις ἀμεριμνίας καὶ ἀλυ‐ πίας προαγορεύει· καὶ γὰρ ἄλυποι καὶ πάσης ἐκτὸς φρον‐ τίδος εἰσὶν οἱ ἐν Ἅιδου. τοῖς δὲ λοιποῖς ἀποδημίας σημαίνει ἢ πάντως γε τῶν τόπων ἐν οἷς εἰσιν ἐκβάλλει· τοῦτο μὲν γὰρ οἱ παλαιοὶ τοὺς μακρὰν ἀποδημήσαντας εἰς Ἅιδου
10πορεύεσθαι ἔλεγον, τοῦτο δὲ καὶ αὐτὸς ὁ λόγος δείκνυσιν, ὅτι μὴ ἐν ταῖς αὐταῖς διατριβαῖς εἰσιν οἱ ἐν Ἅιδου. καὶ εἰ μέν τις ἀναβαίνειν πάλιν ἐξ Ἅιδου ὑπολάβοι, ἀνακομι‐ σθήσεται ἀπὸ τῆς ξένης εἰς τὴν οἰκείαν· εἰ δὲ μή, ἐπὶ ξένης καταβιώσεται. πολλάκις δὲ καὶ τοὺς ἐπὶ ξένης ἡ εἰς Ἅιδου
15κατάβασις εἰς τὴν οἰκείαν ἐπανάγει. τὸ δὲ δοκεῖν εἰς Ἅι‐ δου καταβάντα εἴργεσθαι τῆς εἰς ἀνθρώπους ἀνόδου βίᾳ κατασχεθῆναι πρός τινων σημαίνει ἢ εἰς εἱρκτὴν ἐμβλη‐ θῆναι, πολλοῖς δὲ νόσον μακρὰν προηγόρευσε καὶ ἐπὶ τῇ νόσῳ θάνατον. τὸ δὲ ἀναβαίνειν διαφυγήν τινα πορισάμε‐
20νον ἐξ ἐσχάτου τινὸς κινδύνου σώζει τὸν ἄρρωστον· φαμὲν γὰρ καὶ ἐν τῇ συνηθείᾳ τὸν παρὰ προσδοκίαν σωθέντα ἐξ Ἅιδου ἀναβεβηκέναι.184

2

.

56

Βαστάζειν τινὰ τῶν δαιμόνων τῶν χθονίων, ἢ αὐτὸν τὸν Πλούτωνα ἢ τὸν Κέρβερον ἢ ἄλλον τινὰ τῶν ἐν Ἅιδου, κα‐ κούργῳ μὲν ἰδόντι σταυρὸν βαστάσαι σημαίνει· ἔοικε γὰρ καὶ ὁ σταυρὸς θανάτῳ, καὶ ὁ μέλλων αὐτῷ προσηλοῦσθαι
5πρότερον αὐτὸν βαστάζει· ἀνδρὶ δὲ μὴ κακούργῳ θηρίον βαστάσαι σημαίνει, καὶ εἰ μὲν βαρύνοιτο, δηχθῆναι καὶ ἀποθανεῖν· εἰ δὲ μή, αἰσθόμενον ἀποθέσθαι καὶ μὴ δια‐ φθαρῆναι. βαστάζειν δέ τινα τῶν ζώντων ἄμεινον ἢ βαστά‐ ζεσθαι, ὅσῳ καὶ κρεῖττον ἀμύνειν τινὶ δύνασθαι τοῦ ἐπι‐
10δεῖσθαι τιμωρίας καὶ βοηθείας. ἔοικε γὰρ ὁ μὲν βαστάζων συναιρομένῳ τινὶ καὶ εὐεργετοῦντι, ὁ δὲ βασταζόμενος εὐεργετουμένῳ. ὅσῳ οὖν ἀσθενέστερός ἐστιν ὁ βαστάζων, οἷον γυνὴ 〈ἢ〉 παιδίον, τοσούτῳ χεῖρον τῷ βασταζομένῳ· καὶ γὰρ τῶν εὐτελεστέρων καὶ ἧττον ἀμύνειν δυναμένων
15ἐπιδεηθήσεται. μόνῳ 〈δὲ〉 οἰκέτῃ ὑπὸ 〈τοῦ〉 δεσπότου βαστάζεσθαι ἀγαθὸν καὶ τῷ παντελῶς πένητι ὑπὸ πλου‐ σίου· πολλὰ γὰρ ὠφεληθήσονται ὑπὸ τῶν βασταζόντων.

2

.

57

Νεκροὺς ὁρᾶν αὐτὸ μόνον καὶ μηδὲν ἀξιόλογον δρᾶν ἢ πάσχειν οὕτω διατεθῆναι σημαίνει, ὅπως εἶχον σχέσεως οἱ νεκροὶ ὅτε ἔζων πρὸς τὸν ἰδόντα· εἰ μὲν γὰρ ἐγένοντο ἡδεῖς ἢ εὐεργέται, ἀγαθὰ σημαίνουσι καὶ τὸν παρόντα
5καιρὸν ἡδέως διάξειν· εἰ δὲ μή, τὰ ἐναντία. εἰ δέ τι οἱ νεκροὶ λαμβάνοιεν, οἷον νεκροῖς συντίθεται, ἀσύμφορον. πάντων δὲ χαλεπώτατοι οἱ ἱμάτια περιαιρούμενοι ἢ ἀργύ‐ ριον ἢ τροφάς· ἢ γὰρ αὐτῷ τῷ ἰδόντι θάνατον σημαίνουσιν ἤ τινι τῶν τούτῳ προσηκόντων. ὅ τι δ’ ἂν ἄλλο ἁρπάξωσι,185
10κατὰ ἀναλογίαν κρίνειν χρή. διδόντες δέ τι οἱ νεκροὶ καὶ οὕτω πονηροί εἰσιν, εἰ μὴ ἄρα τροφὰς ἢ ἀργύριον ἢ ἱμάτια ἐπιδοῖεν [ἐγὼ δὲ ἐτήρησά τινα τὴν ἑαυτοῦ γυναῖκα προτε‐ λευτήσασαν θεασάμενον ἐν ὕπνοις ὅτι δῆθεν καθίστα τὸν οἶκον στρωννύουσα κλίνας. καὶ τῇ ἑξῆς ἡμέρᾳ συνέβη τοὺς
15πλείονας τῶν διαφερόντων τοῦ θεασαμένου τὸ ὄναρ νοσῆ‐ σαι. καὶ ἐφάνη πρόδηλον τὸ ὄναρ μετὰ τὴν ἀπόβασιν· οἱ γὰρ νοσοῦντες δέονται κατὰ τὸ ἀναγκαῖον τῆς ἑτοιμα‐ σίας τῶν κλιναρίων, οὐχ οἱ ὑγιαίνοντες.]

2

.

58

Λέγουσι δὲ ἔνιοι τὸ ἀργύριον εἶναι πονηρὸν καὶ τὰ νομί‐ σματα πάντα· ἐγὼ δὲ ἐτήρησα τὰ μὲν λεπτὰ καὶ χάλκεα νομίσματα δυσθυμιῶν αἴτια καὶ λόγων ἐπιλύπων, τὰ δὲ ἀργυρᾶ λόγων τῶν ἐν συνθήκαις περὶ σπουδαίων πραγ‐
5μάτων σημαντικά, τὰ δὲ χρύσεα σπουδαιοτέρων. ἀεὶ δὲ ἄμεινον ὀλίγα ἔχειν χρήματα καὶ νομίσματα καὶ μὴ πολλά, ἐπεὶ τά γε πολλὰ διὰ τὸ δυσοικονόμητον φροντίδας καὶ

2

.

59

λύπας σημαίνει, ὥσπερ καὶ ὁ θησαυρός· εἴ τις ὑπολάβοι θησαυρὸν εὑρίσκειν ὀλίγα χρήματα ἔχοντα, ἥττονα τὰ χαλεπὰ σημαίνει· ὁ δὲ πολυχρήματος θησαυρὸς λύπας καὶ μερίμνας σημαίνει, πολλάκις δὲ καὶ θάνατον προαγο‐
5ρεύει· οὐ γὰρ ἄνευ τοῦ τὴν γῆν ἀνασκαφῆναι θησαυρὸς εὑρίσκεται, ὥσπερ οὐδὲ [ὁ] νεκρὸς κατατίθεται. [κἀγὼ τοῦτο παρεφυλαξάμην. ποτὲ γοῦν ἐν δυσθυμίᾳ ὢν καὶ
φροντίδι ἐθεασάμην ἐμαυτὸν ἐν σπυρίδι ἔχοντα λεπτὰ κερμάτια καὶ εἰσελθὼν ἐν ἐργαστηρίῳ τινὶ ταῦτα ἀπε‐186
10κλάπην καὶ ἀπώλεσα. καὶ συνέβη με τῇ ἡμέρᾳ ἐκείνῃ αἰσίων μοι ἀπαγγελθέντων περὶ ὧν ἐφρόντιζον εὐθυμῆ‐ σαι καὶ ῥᾷον διατεθῆναι. ἔλεγεν δέ τις ἐν συνουσίᾳ ποτὲ διηγημάτων τοιούτων κινουμένων ὅτι ποτὲ ἐπὶ ἀνύσει χρημάτων πέμψας τὸν ἴδιον αὐτοῦ υἱόν, ἔτι ἀποδήμου
15αὐτοῦ ὄντος ἐθεάσατο αὐτὸν ἐν ὕπνοις ἐλθόντα καὶ λέγοντα ‘τρισχίλια ὀκτακόσια νομίσματα ἤνεγκα.‘ καὶ ἀναθέμε‐ νός τινι τῶν ἐπιστημόνων τὸ ὄναρ ἔμαθεν ὡς ἄπρακτος ὑποστρέψει αὐτοῦ ὁ υἱός. ὃ καὶ ἀπήντησεν, πρῶτον μὲν ὅτι τὰ ἐναντία ἀεὶ ἀποβαίνουσι, δεύτερον δὲ καὶ ὅτι ἀεὶ
20εἰώθαμεν διὰ τῆς τοιαύτης θέσεως τῶν δακτύλων τῶν τρισχιλίων ὀκτακοσίων σημαίνειν τὸ οὐδέν.]

2

.

60

Δακρύειν καὶ ὀδύρεσθαι καὶ ἐπὶ νεκρῷ καὶ ἐπὶ ἄλλῳ ᾡτινιοῦν καὶ αὐτὸ τὸ λυπεῖσθαι χαρὰν ἐπί τινι καὶ ἡδονὴν ἐπὶ κατορθώματι ἐσομένην προαγορεύει ὀρθῶς καὶ κατὰ λόγον· ἔχει γὰρ ἡ ἡμετέρα ψυχὴ συγγενές τι πρὸς τὸ
5περιέχον καὶ τὸν ἀέρα τὸν ἐκτός. ὥσπερ οὖν τὸ περιέχον καὶ ὁ ἀὴρ τρέπονται ἐπὶ τὸ ἐναντίον, ἀπὸ χειμῶνος εἰς εὐδίαν καὶ πάλιν ἀπὸ εὐδίας εἰς χειμῶνα, οὕτως εἰκὸς καὶ τὴν ἡμετέραν γνώμην ἀπὸ λύπης εἰς ἡδονὴν καὶ χαρὰν τρέπεσθαι καὶ ἀπὸ χαρᾶς εἰς λύπην. ὅθεν καὶ τὸ χαίρειν
10εἰς τὸ ἐναντίον τρεπόμενον λύπην προαγορεύει. ἀεὶ δὲ χρὴ ἐπί τινι λυπεῖσθαι καὶ μὴ ἄνευ ὑποθέσεως, ἐπεὶ τό γε
εἰκῆ λυπεῖσθαι ὄντως ἐπί τινι λυπηθήσεσθαι σημαίνει.187

2

.

61

Μνημεῖον δὲ ἔχειν ἢ οἰκοδομεῖν ἀγαθὸν δούλῳ καὶ ἄπαιδι· ὁ μὲν γὰρ ἔσται ἐλεύθερος, ἐπειδὴ μὴ δοῦλοι μνημεῖα κτῶνται ἀλλ’ ἐλεύθεροι, ὁ δὲ καταλείψει μνη‐ μεῖον ἑαυτοῦ παῖδα. πολλάκις δὲ καὶ γάμον προηγόρευσε
5τὸ τοιοῦτον ὄναρ, ἐπειδὴ καὶ τὸ μνημεῖον ὡσπερεὶ γυνὴ ὅλα τὰ σώματα χωρεῖ· καὶ γῆς πρόσκτησιν. καὶ καθόλου πᾶσίν ἐστιν ἀγαθόν, καὶ τοῖς εὐδαιμονοῦσι καὶ τοῖς ἀπόροις. συντριβόμενα δὲ μνημεῖα ἢ καταπίπτοντα τὰ ἐναντία ση‐ μαίνει.

2

.

62

Νεκροὶ ἀναβιοῦντες ταραχὰς σημαίνουσι καὶ βλάβας· καθ’ ὑπόθεσιν γὰρ χρὴ ἐπινοῆσαι οἵα ἔσται ταραχὴ τῶν νεκρῶν ἀναβιωσάντων. ὡς εἰκὸς δὲ καὶ τὰ ἑαυτῶν ἀπαιτή‐ σουσιν, ὅθεν καὶ βλάβαι γίνονται.

2

.

63

Νεκροὶ ἐκ δευτέρου ἀποθνήσκοντες ὁμωνύμων ἢ ὁμοίων ἢ τῶν ἔγγιστα γένους θάνατον προαγορεύουσιν, ἵνα οὕτως οἱ αὐτοὶ δὶς δόξωσιν ἀποθνήσκειν.

2

.

64

Φάρμακον θανάσιμον τὰ αὐτὰ τῷ θανάτῳ σημαίνει. ὁμοίως ** καὶ περὶ τῶν κνωδάλων καὶ κινωπέτων θη‐ ρίων, ὅσα ταχέως ἀναιρεῖ.

2

.

65

Ἐπειδὴ καὶ ὁ γάμος ἔοικε θανάτῳ καὶ ὑπὸ θανάτου σημαίνεται, ἐνταῦθα καλῶς ἔχειν ἡγησάμην ἐπιμνησθῆ‐ ναι αὐτοῦ. γαμεῖν παρθένον τῷ νοσοῦντι θάνατον σημαί‐
νει· ὅσα γὰρ τῷ γαμοῦντι συμβαίνει, τὰ αὐτὰ καὶ τῷ188
5ἀποθανόντι. ἀγαθὸν δὲ τῷ καινῇ πραγματείᾳ ἐγχειρεῖν βουλομένῳ (τυχεῖν γὰρ σημαίνει τοῦ προκειμένου) καὶ τῷ ἐλπίζοντί ποθεν ὠφεληθῆναι· πάντως γὰρ ὁ γαμήσας προσλαμβάνεταί τινα οὐσίαν, ἣν ἐπάγεται ἡ νύμφη. τοῖς δὲ λοιποῖς ταραχὰς καὶ περιβοησίας σημαίνει· οὐ γὰρ
10ἄνευ ταραχῆς συντελεῖται γάμος. εἰ δέ τις γυναῖκα διακε‐ κορευμένην πρὸς γάμον λαμβάνοι, οὐ καιναῖς ἐπιθέμενος ἀλλὰ παλαιαῖς ἐγχειρήσεσιν οὐκ ἂν μεταμέλοιτο. εἰ δέ τις τὴν ἑαυτοῦ γυναῖκα ἴδοι ἄλλῳ γαμουμένην, ἐναλλαγὴν πράξεως ἢ χωρισμὸν δηλοῖ. εἰ δὲ γυνὴ ἄνδρα ἔχουσα δό‐
15ξειεν ἄλλῳ γαμεῖσθαι, ὡς μὲν οἱ παλαιοὶ λέγουσι, κατο‐ ρύξει τὸν ἄνδρα ἢ ἄλλως πως αὐτοῦ χωρισθήσεται· ὡς δὲ ἐγὼ ἐτήρησα, οὐκ ἀεὶ τοῦτο γίνεται ἀλλ’ ὅταν ἡ γυνὴ ἢ μὴ ἐν γαστρὶ ἔχῃ ἢ ἄτεκνος ᾖ ἢ μηδὲν ἔχῃ πράσιμον. εἰ δὲ μή, ἐὰν μὲν θυγάτριον ἔχῃ, τοῦτο δώσει ἀνδρί· ἐὰν δὲ
20ἔγκυος ᾖ, θῆλυ τέξεται, ὅπερ ἀνατραφὲν ἀνδρὶ δώσει· καὶ οὕτως οὐχὶ αὐτὴ ἀλλ’ ἡ τῆς αὐτῆς μετέχουσα φύσεως ἄλλῳ γαμηθήσεται. καὶ ἡ πωλοῦσά τι συνάλλαγμα ὥσπερ ἐν γάμῳ κατὰ τὴν πρᾶσιν ποιήσεται πρός τινα.

2

.

66

Ἐπειδὴ περὶ χελιδόνος ἐν τῷ περὶ ὀρνίθων λόγῳ οὐκ ἐπεμνήσθην ἀλλ’ ἑκὼν παρέλιπον, ἐνθάδε ἐπιμνησθήσο‐ μαι· φασὶ γὰρ τὸ ζῷον θάνατόν τε σημαίνειν ἀώρων σω‐
μάτων καὶ πένθος καὶ λύπην μεγάλην· ἀπὸ τοιούτων γὰρ189
5κακῶν καὶ τὴν ὄρνιν ταύτην λόγος ἔχει γενέσθαι. φησὶ γὰρ καὶ Ἀλέξανδρος ὁ Μύνδιος δεῖν ταῖς ἱστορίαις πεί‐ θεσθαι καὶ Διονύσιος ὁ Ἡλιουπολίτης. φασὶ γὰρ ὅτι, κἄν τι ψεύδηταί τις ἱστορία διὰ τὸ προειλῆφθαι οὕτως ἔχειν, ἐπειδὰν ὅμοιόν τι τῇ περιοχῇ μέλλον ἀποβήσεσθαι
10ἡ ψυχὴ θέλῃ προαγορεῦσαι, τὴν ἱστορίαν αὐτὴν ἐκείνην εἰς μέσον παράγει. ἐγὼ δὲ ἐπὶ μὲν τῶν πλείστων ἱστοριῶν συμφωνοῦντα τὸν λόγον εὗρον, οὐδαμῶς δὲ ἐπὶ πασῶν. ὅθεν προθέμενος ἐν ἅπαντι τῷ λόγῳ οὐ τῷ πιθανῷ τῶν λεγομένων ἀκολουθεῖν ἀλλὰ τῇ πείρᾳ τῶν ἀποτελεσμά‐
15των, καὶ νῦν περὶ χελιδόνος λέγω ὅτι οὐκ ἔστι πονηρά, εἰ μή τι ἄτοπον πάσχοι ἢ διαλλάσσοι τι χρῶμα παρὰ φύσιν ὂν αὐτῇ. ἔστι γὰρ αὐτῆς ἡ φωνὴ οὐ θρῆνος ἀλλ’ ᾆσμα ἐνδόσιμον καὶ κελευστικὸν πρὸς ἔργα. ὅτι δὲ τοῦτο ἀλη‐ θές ἐστιν ἴδοι τις ἂν ἐντεῦθεν. χειμῶνος χελιδὼν οὔτε
20ἵπταται οὔτε φθέγγεται, ἀλλὰ καὶ ἡ γῆ καὶ ἡ θάλασσα κατὰ τὴν ὥραν ταύτην ἀργαί εἰσι καὶ οἱ ἄνθρωποι καὶ τὰ ἄλλα πάντα ζῷα καταδύεται καὶ οὐδὲν πράττει· ὅταν δὲ τὸ ἔαρ παραβάλῃ, πρώτη πρόεισιν, ὡς ἂν εἴποι τις, ὑπο‐ δεικνύουσα τῶν ἔργων ἕκαστα. καὶ ὅταν γε φαίνηται,
25οὐδέποτε ἑσπέρας ᾄδει ἀλλ’ ἕωθεν ἡλίου ἀνίσχοντος, οὓς ἂν †ζῶντας† καταλαμβάνῃ ὑπομιμνήσκουσα τῶν ἔργων. ἔστιν οὖν ἀγαθὴ καὶ πρὸς ἔργα καὶ πράξεις καὶ πρὸς μου‐ σικήν, μάλιστα δὲ πάντων πρὸς γάμον· πιστὴν γὰρ καὶ οἰκουρὸν ἔσεσθαι τὴν γυναῖκα σημαίνει καὶ ὡς ἐπὶ τὸ190
30πλεῖστον Ἑλληνίδα καὶ μουσικήν. [καὶ γὰρ αὐτὴ ἡ χελι‐ δὼν ὁμορόφιος.] ἀηδὼν δὲ τὰ μὲν αὐτὰ τῇ χελιδόνι σημαί‐ νει, ἥττονα δέ· καὶ γὰρ ἧττον ἡμῖν ἐστι σύντροφος.

2

.

67

Περὶ ὀδόντων ἠκρίβωσα μὲν ἐν τῷ πρώτῳ βιβλίῳ, βραχὺ δέ τι καὶ ἐνταῦθα ἐρῶ. ὀδόντας εἰς χεῖρας λαβεῖν τοῦ στόματος ἐκπεσόντας ἢ εἰς τὸν κόλπον τῶν ἰδίων ἀπόθεσιν τέκνων σημαίνει γενέσθαι οὐ παραμενόντων ἢ
5οὐκ ἀνατραφησομένων. ὀδόντας τῇ γλώσσῃ τῇ ἑαυτοῦ ἐκβάλλειν σημαίνει τὰ ἐν τῷ βίῳ σκληρὰ τοῖς ἰδίοις λόγοις διαλῦσαι. λοιπὸν δὲ περὶ πτήσεως καὶ 〈περὶ〉 τῶν ἀξιοπί‐ στων ἐροῦμεν καὶ περὶ χρόνου ζωῆς.

2

.

68

Ἵπτασθαι δοκεῖν ὀλίγον τῆς γῆς ἀπέχοντα 〈καὶ〉 ὀρθὸν τῷ σχήματι ἀγαθὸν τῷ ἰδόντι· ὅσον γὰρ ἄν τις ἀπέχῃ τῆς γῆς, τοσοῦτον ὑψηλότερός ἐστι τῶν κάτωθεν περιπα‐ τούντων· ἀεὶ δὲ ὑψηλοτέρους τοὺς εὐδαιμονεστέρους κα‐
5λοῦμεν. ἀγαθὸν δὲ μὴ ἐν τῇ ἑαυτοῦ πατρίδι τοῦτο πάσχειν, ἐπεὶ μετανάστασιν σημαίνει διὰ τὸ μὴ τῇ γῇ ἐπιβαί‐ νειν· τρόπον γάρ τινά φησι τὸ ὄναρ ἄβατον εἶναι τῷ ἰδόντι τὴν πατρίδα. ἵπτασθαι πτερὰ ἔχοντα ἀγαθὸν ἐπίσης πᾶσιν· οἱ μὲν γὰρ δοῦλοι ἐπὶ τούτῳ τῷ ὀνείρῳ ἐλευθεροῦν‐191
10ται, ἐπειδὴ καὶ πάντες οἱ ἱπτάμενοι ὄρνιθες ἀδέσποτοί τέ εἰσι καὶ ἡγεμόνα οὐκ ἔχουσι. πένητες δὲ πολλὰ χρήματα πορίσουσιν· ὥσπερ γὰρ τὰ χρήματα τοὺς ἀνθρώπους βαστάζει, οὕτω καὶ τὰ πτερὰ τοὺς ὄρνιθας. πλουσίοις δὲ καὶ τοῖς μέγα δυναμένοις ἀρχὰς περιποιεῖ· ὥσπερ γὰρ τὰ
15ἱπτάμενα τῶν ἐπὶ γῆς ἑρπόντων ὑπερέχει, οὕτω καὶ οἱ ἄρχοντες τῶν ἰδιωτῶν. ἄνευ δὲ πτερῶν δοκεῖν ἵπτασθαι καὶ πολὺ τῆς γῆς ἀπέχειν κίνδυνον καὶ φόβον τῷ ἰδόντι σημαίνει. καὶ τὸ περὶ τοὺς κεράμους ἵπτασθαι καὶ τὰς οἰκίας καὶ τὰ ἄμφοδα ἀκαταστασίας τῆς ψυχῆς καὶ ταρα‐
20χὰς μαντεύεται. τὸ δὲ δοκεῖν εἰς τὸν οὐρανὸν ἀναπτῆναι δούλοις μὲν ἀεὶ εἰς μείζονας οἰκίας μεταβῆναι σημαίνει, πολλάκις δὲ καὶ εἰς βασιλέως αὐλὴν ἐλθεῖν· ἐλευθέρους δὲ καὶ μὴ βουλομένους πολλάκις ἐτήρησα εἰς τὴν Ἰτα‐ λίαν ἐλθόντας· ὥσπερ γὰρ ὁ οὐρανὸς θεῶν ἐστιν οἶκος,
25οὕτω καὶ ἡ Ἰταλία βασιλέων. τοὺς δὲ λανθάνειν βουλο‐ μένους καὶ τοὺς ἀποκρυπτομένους ἐλέγχει· πάντα γὰρ τὰ ἐν οὐρανῷ φανερά τε καὶ εὐσύνοπτά ἐστι πᾶσιν. ἵπτασθαι μετὰ ὀρνέων σημαίνει μετὰ ἀνθρώπων ἀλλοεθνῶν καὶ ξένων ἀναστραφήσεσθαι· πανούργοις δὲ πονηρόν· τοὺς
30γὰρ ἀλιτηρίους κολάζει, πολλάκις δὲ καὶ διὰ σταυροῦ. πέτεσθαι μήτε πολὺ τῆς γῆς ἀπέχοντα μήτε αὖ ταπεινὸν σφόδρα, ἀλλ’ ὡς δύνασθαι διαγινώσκειν τὰ ἐν τῇ γῇ, ἀποδημίαν τινὰ καὶ μετανάστασιν σημαίνει. ἔξεστι δὲ μαθεῖν ἀπὸ τῶν ἐν τῇ γῇ βλεπομένων ποταπά τινα τῷ192
35ἰδόντι ἐν τῇ ἀποδημίᾳ ἀπαντήσει. οἷον πεδία μὲν καὶ ἄρουραι καὶ πόλεις καὶ κῶμαι καὶ ἀγροὶ καὶ πάντα τὰ ἀνθρώπων ἔργα καὶ ποταμοὶ καλοὶ καὶ λίμναι καὶ θάλασσα εὔδιος καὶ ὅρμοι καὶ νῆες οὐριοδρομοῦσαι, ταῦτα πάντα βλεπόμενα ἀγαθὴν τὴν ἀποδημίαν μαντεύεται· ἄγκη δὲ
40καὶ φάραγγες καὶ νάπαι καὶ πέτραι καὶ θηρία καὶ ποταμοὶ χείμαρροι καὶ ὄρη καὶ κρημνοὶ πονηρὰ πάντα τὰ ἐν τῇ ἀποδημίᾳ προαγορεύουσιν. ἀεὶ δὲ ἀγαθὸν ἀναπτάντα πάλιν καταπτῆναι καὶ οὕτω διυπνίζεσθαι. πάντων δὲ ἄριστον τὸ ἑκόντα πέτεσθαι [καὶ βουλόμενον ἀνίπτα‐
45σθαι] καὶ ἑκόντα παύεσθαι· πολλὴν γὰρ ῥᾳστώνην καὶ εὐχέρειαν 〈ἐν〉 τοῖς πραττομένοις προαγορεύει. διωκόμε‐ νον δὲ ὑπὸ θηρίου ἢ ὑπὸ ἀνθρώπου ἢ ὑπὸ δαίμονος ἵπτα‐ σθαι οὐκ ἀγαθόν· φόβους γὰρ μεγάλους καὶ κινδύνους ἐπάγει· καὶ γὰρ ἐν τοῖς ὕπνοις τοσοῦτον ἦν τὸ δέος, ὥστε

2

.

68

(50)

μὴ ἱκανὴν ἡγήσασθαι εἰς τὸ φυγεῖν τὴν γῆν ἀλλὰ τοῦ οὐρανοῦ ἐπιλαβέσθαι. ἀγαθὸν δὲ δούλῳ τὸ ἐν τῇ οἰκίᾳ τοῦ δεσπότου πέτεσθαι· πολλῶν γὰρ ἐν τῇ οἰκίᾳ ὑπερέξει. εἰ δὲ ἐκτὸς πέτοιτο τῆς οἰκίας, μετὰ τὴν εὐημερίαν ἐξ‐
ελεύσεται τῆς οἰκίας ἀποθανὼν μέν, ἐὰν διὰ τῆς αὐλῆς193
55ἐκπίπτῃ· πραθεὶς δέ, ἐὰν διὰ τοῦ πυλῶνος· ἐὰν δὲ διὰ θυρίδος, ἀποδράσας. ὕπτιον δὲ πέτεσθαι πλέοντι μὲν ἢ βουλομένῳ πλεῦσαι οὐ πονηρόν· ὡς γὰρ ἐπὶ τὸ πολὺ καὶ ἐν πλοίῳ, ὅταν γε μὴ χειμάζωνται, ὕπτιοί εἰσιν οἱ ἄνθρω‐ ποι· τοῖς δὲ λοιποῖς ἀπραξίαν προαγορεύει· ὑπτίους
60γὰρ τοὺς ἀπράκτους λέγομεν. νοσοῦντας δὲ ἀναιρεῖ. πάντων δ’ ἂν εἴη πονηρότατον καὶ σκαιότατον τὸ βούλε‐ σθαι πέτεσθαι καὶ μὴ δύνασθαι ἢ καὶ πετόμενον πρὸς τῇ γῇ τὴν κεφαλὴν ἔχειν καὶ πρὸς τῷ οὐρανῷ τοὺς πόδας· πολλὴν γὰρ κακοδαιμονίαν τῷ ἰδόντι προαγορεύει. ὅπως
65δ’ ἂν πέτηται νοσῶν ἄνθρωπος, τεθνήξεται· φασὶ γὰρ τὰς ψυχὰς ἀπαλλαγείσας τῶν σωμάτων εἰς τὸν οὐρανὸν ἀνιέναι τάχει χρωμένας ὑπερβάλλοντι καὶ ὡς εἰπεῖν πτηνῶν ὁμοίας. οἱ δὲ τὰς ἐπιδιφρίους ἐργαζόμενοι τέχνας παύσονται τῆς ἐργασίας, ἵνα εὐκίνητοι γένωνται καὶ μὴ
70μείνωσιν ἐφ’ ἕδρας διὰ τὴν πτῆσιν. καὶ οἱ δεδεμένοι λύονται· εὔλυτος γὰρ ὁ ἱπτάμενος καὶ ποσὶ καὶ χερσί. πολλοὶ δὲ καὶ ἐτυφλώθησαν· ἐοίκασι γὰρ οἱ τυφλοὶ τοῖς ἱπταμένοις διὰ τὸ ἀεὶ φοβεῖσθαι καταπεσεῖν. ἐπὶ δίφρου δὲ ἢ βάθρου ἢ κλίνης ἢ ἄλλου τινὸς τοιούτου καθεζόμε‐
75νον ἵπτασθαι μεγάλην νόσον νοσῆσαι ἢ παραλυθῆναι σημαίνει ἢ τοῖς σκέλεσιν οὐκέτι χρῆσθαι ἀλλ’ ἐπὶ δίφρου βασταγῆναι διὰ τὸ μὴ δύνασθαι τῆς γῆς ἐπιβαίνειν. ἀπο‐
δημεῖν δὲ βουλομένῳ τὸ ὄναρ τοῦτο οὐκέτι πονηρὸν γίνε‐ ται· μετὰ γὰρ ὅλου τοῦ οἴκου καὶ τῆς ἐνθήκης τῆς ἰδίας194
80ἀποδημήσει ἢ καὶ ὀχήματι φερόμενος.

2

.

69

Τῶν δὲ ἀξιοπίστων λεγομένων, οἷς λέγουσί τι [κατ’ ὄναρ] πιστεύειν χρὴ καὶ πείθεσθαι, φημὶ πρώτους εἶναι θεούς· ἀλλότριον γὰρ θεοῦ τὸ ψεύδεσθαι. ἔπειτα ἱερεῖς· τῆς γὰρ αὐτῆς τοῖς θεοῖς παρὰ ἀνθρώποις τετυχήκασι
5τιμῆς. εἶτα βασιλεῖς καὶ ἄρχοντας· ‘τὸ κρατοῦν γὰρ δύ‐ ναμιν ἔχει θεοῦ‘. εἶτα γονεῖς καὶ διδασκάλους· καὶ γὰρ οὗτοι ὅμοιοί εἰσι θεοῖς, οἱ μὲν εἰσάγοντες εἰς τὸ ζῆν, οἱ δὲ ὅπως χρὴ τῷ ζῆν χρῆσθαι διδάσκοντες. εἶτα μάντεις, μάντεων δὲ τοὺς μὴ ἀπατεῶνας μηδὲ ψευδο‐
10μάντεις. ὅσα γὰρ ἂν λέγωσι Πυθαγορισταὶ φυσιογνω‐ μονικοὶ ἀστραγαλομάντεις τυρομάντεις κοσκινομάντεις μορφοσκόποι χειροσκόποι λεκανομάντεις νεκυομάντεις, ψευδῆ πάντα καὶ ἀνυπόστατα χρὴ νομίζειν· καὶ γὰρ αἱ τέχναι αὐτῶν εἰσι τοιαῦται καὶ αὐτοὶ μὲν μαντικῆς οὐδὲ
15βραχὺ ἴσασι, γοητεύοντες δὲ καὶ ἀπατῶντες ἀποδιδύ‐ σκουσι τοὺς ἐντυγχάνοντας. ὑπολείπεται δὴ μόνα ἀληθῆ εἶναι τὰ ὑπὸ θυτῶν λεγόμενα καὶ οἰωνιστῶν καὶ ἀστερο‐ σκόπων καὶ τερατοσκόπων καὶ ὀνειροκριτῶν καὶ ἡπατο‐ σκόπων. περὶ δὲ μαθηματικῶν τῶν γενεθλιαλόγων ἐπι‐
20σκεψώμεθα. ἔτι τῶν ἀξιοπίστων εἰσὶ καὶ οἱ νεκροί, ἐπεὶ πάντως ἀληθῆ λέγουσι· διὰ γὰρ δύο ταῦτα οἱ ψευδό‐ μενοι ἀπατῶσιν, ἢ διὰ τὸ ἐλπίζειν τι ἢ διὰ τὸ φοβεῖσθαι· οἱ δὲ μήτε ἐλπίζοντές τι μήτε φοβούμενοι εἰκότως ἀληθῆ λέγουσι. μάλιστα δὲ οἱ νεκροί εἰσι τοιοῦτοι. ἔτι καὶ τὰ195
25παιδία ἀληθῆ λέγει· οὐδέπω γὰρ οἶδε ψεύδεσθαι καὶ ἐξα‐ πατᾶν. καὶ οἱ παντελῶς πρεσβῦται· τὸ γὰρ ἀξιόπιστον διὰ τοῦ γήρως ἐνδείκνυνται. καὶ τὰ ἄλογα ζῷα πάντως ἀληθῆ λέγει διὰ τὸ μὴ εἶναι ἐν μεθόδῳ λόγου. οἱ δὲ λοιποί, ἵνα μὴ καθ’ ἕκαστον λέγω, ὅσα ἂν λέγωσι ψεύδονται,
30πλὴν τῶν ἐν τῷ ἀνὰ χεῖρα βίῳ πιστῶν καὶ τοῖς ἤθεσι χρηστῶν. θεατρικοὶ δὲ καὶ οἱ ἐπὶ θυμέλην ἀναβαίνοντες αὐτόθεν διὰ τὰς ὑποκρίσεις πᾶσιν ἄπιστοι, καὶ σοφισταὶ καὶ πένητες καὶ γάλλοι καὶ ἀπόκοποι καὶ σπάδοντες· οὗτοι γὰρ καὶ μὴ λέγοντές τι ψευδεῖς τὰς ἐλπίδας εἶναι
35μηνύουσι διὰ τὸ φύσει μήτε ἐν ἀνδράσι μήτε ἐν γυναιξὶν ἀριθμεῖσθαι. [χρὴ οὖν τοῖς ἀξιοπίστοις καὶ περὶ τῶν ἄλλων πάντων λέγουσι πιστεύειν.]

2

.

70

Ἀνθρωπίνη γενεὰ κατ’ ἐνίους μὲν ἔχει ἔτη ἑπτά· ὅθεν
καὶ λέγουσιν οἱ ἰατρικοὶ τῶν δύο γενεῶν μηδένα δεῖν φλεβοτομεῖν, τὸν τεσσαρεσκαιδεκαετῆ λέγοντες ὡς ἔτι προσδεόμενον αἵματος καὶ οὐδέπω ἔχοντα περισσὸν αἷμα·196
5κατ’ ἐνίους δὲ τριάκοντα· ὅθεν καὶ τὸν Νέστορα βούλον‐ ταί τινες ἐνενηκονταετῆ γεγονέναι [ὅν φησιν ὁ ποιη‐ τὴς ...]· καθ’ ἡμᾶς δὲ ἑκατὸν ἔτη, ἐπειδὴ τοὺς πλεί‐ στους ἢ ὀλίγῳ ἀποδέοντας ζῶντας ὁρῶμεν ἢ ὀλίγῳ ὑπεραίροντας, ἄλλως τε καὶ ἐπειδὴ τὸν λόγον τῶν ἀπο‐
10τελεσμάτων πρὸς τοῦτον τὸν ἀριθμὸν συμφωνοῦντα ἡ πεῖρα δείκνυσι. διὰ τοῦτο καὶ ἡμεῖς τῇ γενεᾷ χρησόμεθα ὡς δὴ ἐχούσῃ ἔτη ἑκατόν. Ὅσοι οὖν τῶν ἀριθμῶν γραφέντες δι’ ὅλων τῶν γραμ‐ μάτων ἀποτελοῦσι ψῆφον ἐντὸς τῶν ἑκατόν, τούτους χρὴ
15γράφειν καὶ ψηφίζειν καὶ ἡγεῖσθαι τοσαῦτα ἔτη σημαίνειν ὅσα ἂν ἡ ψῆφος μηνύῃ. εἰσὶ δὲ οὗτοι μόνοι ἓν μία ἓξ δέκα ἕνδεκα δεκακιδέκα. καὶ ἔστι τὸ μὲν ἓν πεντή‐ κοντα πέντε· γράφεται γὰρ διὰ τοῦ ε καὶ τοῦ ν· τὸ δὲ μία πεντήκοντα ἕν· γράφεται γὰρ διὰ τοῦ μ καὶ τοῦ ι
20καὶ τοῦ α· τὸ δὲ ἓξ ἑξήκοντα πέντε· γράφεται γὰρ διὰ τοῦ ε καὶ τοῦ ξ. ὁμοίως καὶ τὰ δέκα καὶ τὰ ἕνδεκα καὶ τὰ δεκακιδέκα τῇ αὐτῇ ἐπινοίᾳ γράφειν καὶ ψηφίζειν χρή· εὑρεθήσεται γὰρ τὰ μὲν δέκα ὄντα τριάκοντα, τὰ δὲ
ἕνδεκα ὀγδοήκοντα πέντε, τὰ δὲ δεκακιδέκα ἐνενήκοντα.197
25καὶ οὕτω μὲν ἐκλαμβάνειν χρὴ τούτους τοὺς ἀριθμούς· ὅσοι δὲ τῶν ἀριθμῶν γραφέντες δι’ ὅλων τῶν γραμμάτων καὶ ψηφισθέντες ὑπερβάλλουσι τὴν ἀνθρωπίνην γενεάν, οἷον τὰ δύο (γίνεται γὰρ τετρακόσια ἑβδομήκοντα τέσσα‐ ρα· ταῦτα δὲ οὔτε ἐνδέχεται οὔτε λόγον ἔχει ζῆσαι τοσαῦτα
30ἔτη τινά), τούτους τοὺς ἀριθμοὺς κατὰ τὴν ἀνάβασιν τὴν τῶν στοιχείων λαμβάνομεν οὕτως. ἐπὶ τὸ σημαῖνον στοιχεῖον [καὶ] τὸν ἀριθμὸν ἐλθόντες ψηφίζομεν ἑκάστου τῶν προ‐ αγόντων στοιχείων τὸν ἀριθμόν. οἷον τὰ δύο δείκνυται ὑπὸ τοῦ β. προσθέντες οὖν τὸ ἕν φαμεν εἶναι τρία. τὰ δὲ
35τρία συναριθμήσαντες τῷ ἑνὶ καὶ τοῖς δυσί φαμεν εἶναι ἕξ. ὁμοίως τὰ τέσσαρα σὺν τῷ τῶν ἔμπροσθεν στοιχείων ἀριθμῷ γίνεται δέκα, καὶ τὰ πέντε ὁμοίως γίνεται δέκα πέντε. τὰ δὲ ἓξ ἐν τῷ ἔμπροσθεν λόγῳ ἐπεδείξαμεν ὄντα ἑξήκοντα πέντε. τὰ δὲ ἑπτὰ σὺν τῷ ἔμπροσθεν ἀριθμῷ
40τῶν ἓξ μὴ συναριθμουμένων διὰ τὸ καὶ σημαίνειν κατ’ ἰδίαν τὰ ἑξήκοντα πέντε καὶ ὑπὸ στοιχείου μὴ δείκνυσθαι ἀλλ’ ὑπὸ χαρακτῆρος γίνεται εἴκοσι δύο, ἔτι καὶ τὰ ὀκτὼ τριάκοντα, τῷ 〈δ’〉 αὐτῷ λόγῳ καὶ τὰ ἐννέα τριάκοντα ἐννέα. τὰ δὲ δέκα διπλάσιον ἔχει λόγον· καὶ γὰρ γραφέντα
45δι’ ὅλων τῶν γραμμάτων καὶ ψηφισθέντα κατὰ μόνας σημαίνει τριάκοντα, καὶ πάλιν ὅτι οὐχ ὑπὸ χαρακτῆρος, ὡς τὰ ἕξ, ἀλλ’ ὑπὸ στοιχείου δείκνυται, κατὰ τὴν ἀνάβα‐ σιν τὴν τῶν στοιχείων γίνεται τεσσαράκοντα ἐννέα. ἵνα δὲ μὴ εἰς ἀμφίβολον πίπτῃ τις, ἐὰν μὲν ἀκούσῃ [φωνὴν] λέγον‐

2

.

70

(50)

τός τινος ‘δέκα σημαίνει τριάκοντα διὰ τὴν ἀπὸ τῶν δέκα γραφομένων καὶ συναγομένων ψῆφον‘, ἐὰν δὲ ι ἴδῃ που γεγραμμένον, γένοιτ’ ἂν τεσσαράκοντα ἐννέα κατὰ τὴν προειρημένην ἐπίνοιαν, συναριθμουμένης τῆς δεκάτης τῶν ἔμπροσθεν στοιχείων ψήφου χωρὶς τῶν ἕξ. οὕτω καὶ198
55τὰ εἴκοσι ἑξήκοντα ἐννέα γίνεται καὶ τὰ τριάκοντα ἐνενή‐ κοντα ἐννέα. οὐκέτι δὲ τὰ τεσσαράκοντα κατὰ τὸν αὐτὸν ἐκλαμβάνειν χρὴ τρόπον· οὐ γὰρ ἑκατὸν τριάκοντα ἐννέα ζήσεταί τις ἔτη. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν πεντήκοντα καὶ ἐπὶ τῶν ἔτι μειζόνων ἀριθμῶν. χρὴ οὖν τούτους οὐ
60κατὰ τὴν ἀνάβασιν τῆς ψήφου τῶν στοιχείων ἀλλὰ κατὰ τὴν θέσιν τῶν στοιχείων ἐκλαμβάνειν. οἷον τὰ τεσσαρά‐ κοντά ἐστι μ, ἐνδείξεται δὲ καὶ δώδεκα· δωδέκατον γάρ ἐστι στοιχεῖον τὸ μ τὸ τὰ τεσσαράκοντα σημαῖνον. πότε δὲ ἐνδείκνυται καὶ πότε οὔ, ὁ ἐπιὼν λόγος σημανεῖ. οὕτω
65〈δὲ〉 καὶ τὸ ν ἤτοι πεντήκοντα ἢ τρισκαίδεκα γένοιτ’ ἂν καὶ τὸ ξ ἤτοι ἑξήκοντα ἢ τεσσαρεσκαίδεκα καὶ τὰ λοιπὰ ὁμοίως. εἰσὶ δέ τινες καὶ σύνθετοι ἀριθμοί, οὓς χρὴ δι‐ αιρεῖν, οἷον ἐπὶ μὲν τῶν πρώτων οὕτω. τὰ δέκα δὶς σημαίνει εἴκοσι καὶ τὰ δέκα τρὶς τριάκοντα καὶ τὰ τετράκις δέκα τεσ‐
70σαράκοντα καὶ τὰ πεντάκις δέκα πεντήκοντα καὶ τὰ ἑξάκις δέκα ἑξήκοντα καὶ τὰ ἑπτάκις ἑβδομήκοντα καὶ τὰ ὀκτά‐
κις ὀγδοήκοντα καὶ τὰ ἐννάκις ἐνενήκοντα, καὶ πάλιν τὰ εἴκοσι δὶς τεσσαράκοντα καὶ τὰ εἴκοσι τρὶς ἑξήκοντα καὶ τὰ εἴκοσι τετράκις ὀγδοήκοντα καὶ τὰ εἴκοσι πεντάκις199
75ἑκατόν [πεντάκις τῶν εἴκοσι γινομένων]. οὕτω καὶ 〈τὰ〉 τριάκοντα δὶς ἑξήκοντα καὶ τὰ τριάκοντα τρὶς ἐνενήκοντα καὶ τὰ τεσσαράκοντα δὶς ὀγδοήκοντα καὶ τὰ πεντήκοντα δὶς ἑκατόν. ἐπὶ δὲ τῶν πλειόνων ἐτῶν, οἷον εἴ τις ἀκούσειέ τινος λέγοντος ‘ζήσεις ἔτη εἴκοσι ἕξ‘ χρὴ διαιρεῖν καὶ τὰ
80μὲν εἴκοσι εἴκοσι τίθεσθαι τὰ δὲ ἓξ κατὰ τὸν ἔμπροσθεν λόγον τίθεσθαι ἑξήκοντα πέντε. γίνεται οὖν τὰ πάντα ὀγδοήκοντα πέντε. εἰ δὲ εἴκοσι ἑπτά, τὰ μὲν εἴκοσι κατ’ ἰδίαν εἴκοσι, τὰ δὲ ἑπτὰ κατὰ τὸν ἔμπροσθεν λόγον εἴκοσι δύο. γίνεται οὖν τὰ πάντα τεσσαράκοντα δύο.
85οὕτω καὶ τὰ εἴκοσι ὀκτὼ πεντήκοντα, καὶ ὅστις ἂν ἄλλος ἀριθμὸς ᾖ, σὺν τοῖς εἴκοσιν ὑπὲρ τὰ πέντε κατ’ ἰδίαν ψηφιζέσθω. ὁμοίως καὶ ὁ μετὰ τῶν τριάκοντα ὑπὲρ τὰ τρία καὶ ὁ μετὰ τῶν τεσσαράκοντα ὑπὲρ τὰ δύο καὶ ὁ μετὰ τῶν πεντήκοντα ὑπὲρ τὰ δύο. οἷον ὑποδείγματος χάριν,
90εἴ τις ἀκούσειε τινὸς λέγοντος ‘ζήσεις ἔτη πεντήκοντα ἑπτά‘, εὔηθές ἐστιν ἑπτάκις πεντήκοντα προσδοκᾶν ἄν‐ θρωπον ζῆσαι, ἅπερ γίνεται τριακόσια πεντήκοντα, ἀλλὰ δῆλον ὅτι τὰ ἑπτὰ κατ’ ἰδίαν κατὰ τὸν ἔμπροσθεν λόγον ψηφισθέντα σὺν τοῖς πεντήκοντα γίνεται ἑβδομήκοντα
95δύο. ὅταν μέντοι τις ᾖ ἐντὸς τοῦ εἰρημένου ἀριθμοῦ, δῆλον ὅτι σὺν τοῖς παρεληλυθόσιν ἔτεσι πάντα αὐτῷ οὕτω σημαί‐
νεται. οἷον εἴ τις ὢν ἐτῶν τριάκοντα δόξειε λέγειν αὐτῷ τινὰ ‘ζήσεις ἔτη πεντήκοντα‘, οὗτος ζήσει λοιπὰ εἴκοσι, ἵνα αὐτῷ σὺν τοῖς τριάκοντα τοῖς πρὶν τὰ μέλλοντα εἴκοσι200

2

.

70

(100)

γένηται πεντήκοντα. εἰ δέ τις ὢν ἐτῶν ἑβδομήκοντα δόξειε λέγειν αὐτῷ τινα ‘ζήσεις ἔτη πεντήκοντα‘, δῆλον ὅτι οὔτε σὺν τοῖς πρώτοις λέγει αὐτῷ διὰ τὸ εἶναι τὰ πρῶτα πλείω τῶν πεντήκοντα, οὔτε μὴν ἄλλα πεντήκοντα ἔτη ἐπὶ τοῖς ἑβδομήκοντα οἷόν τε ζῆσαι οὐδὲ ἐνδέχεται. τοιγαροῦν
105λοιπὰ δέκα τρία ζήσεται, ὅτι τὸ ν 〈τὸ〉 τὰ πεντή‐ κοντα σημαῖνον στοιχεῖον τρισκαιδέκατον τέτακται. ὁ δὲ παραπλήσιος καὶ ἐπὶ τῶν ἄλλων ὁμοίων λόγος τηρείσθω, ὅταν ᾖ ὁ λεγόμενος ἀριθμὸς τοῦ μὲν ἔμπροσθεν χρόνου ἥττων, πρὸς δὲ τὸν μέλλοντα ἀνένδεκτος. ἔτι κἀκεῖνο.
110τὰς ἡμέρας καὶ τοὺς μῆνας καὶ τὰ ἔτη ὡς ἐπὶ τὸ πλεῖστον οὐ [γὰρ] πάντως [ἀεὶ] ἰσοδυναμοῦντα εὑρίσκομεν· καὶ γὰρ ὑπὸ ἐτῶν μῆνες καὶ ἡμέραι δείκνυνται καὶ ὑπὸ μηνῶν ἔτη καὶ ἡμέραι καὶ ὑπὸ ἡμερῶν μῆνες καὶ ἔτη. ἵνα δὲ τοῦτο μὴ εἰς ἀμφίβολον πίπτῃ, ὅταν εἴπῃ τις ἔτη, ἐὰν
115μὲν σύμμετρα ᾖ καὶ ἐνδεχόμενα, ἔτη νομιζέσθω· ἐὰν δὲ πολλά, μῆνες· ἐὰν δὲ ὑπέρμετρα, ἡμέραι. ἀναστρέφει δὲ ὁ λόγος καὶ ἀπὸ ἡμερῶν. ἐὰν γὰρ ὦσι πολλαί, ἡμέραι νομιζέσθωσαν· ἐὰν δὲ σύμμετροι, μῆνες· ἐὰν δὲ ὀλίγαι, ἔτη. ὁμοίως καὶ οἱ μῆνες πρὸς τὸ ἐνδεχόμενον ἐκλαμβα‐
120νέσθωσαν. τὸ δὲ ἐνδεχόμενον ἢ μὴ 〈ἐνδεχόμενον〉 δείξει ἐπὶ μὲν τοῦ περὶ χρόνου ζωῆς λόγου ἡ ἡλικία τοῦ ἰδόντος,
ἐπὶ δὲ τῶν ἄλλων προθεσμιῶν ἡ προσδοκία τῶν χρειῶν. μεμνῆσθαι δὲ χρὴ καὶ τοῦτο, ὅτι πολλάκις οἱ θεοὶ ἀπο‐ φαίνονται μὲν ὡς περὶ χρόνου ζωῆς, σημαίνουσι δὲ οὐ201
125πάντοτε περὶ χρόνου ζωῆς, ἀλλ’ ἔστιν ὅτε καὶ περὶ μετα‐ βολῆς τῶν πραγμάτων καὶ περὶ ἐλευθερίας δούλοις καὶ περὶ τῶν ἄλλων ὅσα ἔμπροσθεν ὁ περὶ θανάτου λόγος περιέχει. Ταῦτα μὲν οὖν κατὰ τὸ ἐνδεχόμενον, ὅσον εἶχον δυνά‐
130μεως, ἀνελλιπῶς καὶ ὡς ἐμοὶ δοκεῖ ἐξ ὁλοκλήρου πάντα εἴρηταί σοι, Κάσσιε Μάξιμε, ἀνδρῶν σοφώτατε. εἰ δέ τις τῶν ἐντυγχανόντων ταῖσδε ταῖς βίβλοις τῶν εἰρημένων τι ὑπ’ ἐμοῦ παρά τινος τῶν ἄλλων εἰλῆφθαι καὶ μὴ ἀπὸ τῆς πείρας ἡγεῖται, ματαίως ὑπείληφεν, ἐπιμελέστερον δὲ
135ἐντυχὼν αὐτοῦ τούτου τοῦ βιβλίου τῷ προοιμίῳ κατανοή‐ σει τὴν προαίρεσιν τὴν ἐμήν. ἔτι καὶ εἴ τινι πρὸς τὸ ἐναντίον ῥέπειν τι τῶν εἰρημένων φαίνεται ἢ ὡς ἐμοὶ ἐδόκει, διὰ τὸ ὑπό τινος πιθανοῦ λόγου κινεῖσθαι, ἴστω ὅτι εὑρησιλογεῖν μὲν καὶ πιθανεύεσθαι κἀγὼ πάνυ ἱκανὸς
140ἦν, ἀλλ’ οὐ θεατροκοπίας καὶ τὰ τοῖς λογεμπόροις ἀρέ‐ σκοντά ποτε μετῆλθον, ἀλλ’ ἀεὶ τὴν πεῖραν μάρτυρα καὶ κανόνα τῶν ἐμῶν λόγων ἐπιβοῶμαι. ἐγὼ μὲν οὖν πάντων διὰ πείρας ἐλήλυθα τῷ μηδὲν ἄλλο πράττειν, ἀεὶ δὲ καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν πρὸς ὀνειροκρισίᾳ εἶναι. σὺ δὲ
145οὐκ ἀναμενεῖς χρόνον, ἀλλ’ αὐτόθεν διὰ τὴν σοφίαν καὶ τὴν ὑπερβάλλουσαν σύνεσιν δυνήσει ἐπικρῖναι ἕκαστα
αὐτῶν εἴτε εὖ εἴτε μὴ καλῶς ἔχει. δέομαι δὲ τῶν ἐντυγχα‐ νόντων τοῖς βιβλίοις μήτε προσθεῖναι μήτε τι τῶν ὄντων ἀφελεῖν. εἴτε γὰρ δύναιτό τις τοῖς ἐμοῖς προσθεῖναι,202

2

.

70

(150)

ῥᾷον ἂν ἴδια ποιήσειεν· εἴτε τινὰ τῶν ἐγγεγραμμένων ταῖσδε ταῖς βίβλοις περισσὰ δοκεῖ, οἷς ἀρέσκεται μόνοις χρήσθω, τὰ λοιπὰ τῶν βιβλίων μὴ ἐξαιρῶν, θεὸν ἐπό‐ πτην καὶ φύλακα πάντων νομίζων τὸν Ἀπόλλωνα, ᾧ πειθόμενος ἐγὼ πατρῴῳ ὄντι θεῷ εἰς τήνδε τὴν πραγμα‐
155τείαν παρῆλθον, πολλάκις με προτρεψαμένῳ, μάλιστα δὲ νῦν ἐναργῶς ἐπιστάντι μοι, ἡνίκα σοι ἐγνωρίσθην, καὶ μονονουχὶ κελεύσαντι ταῦτα συγγράψαι. οὐδὲν οὖν θαυ‐ μαστὸν 〈τὸν〉 Δαλδιαῖον Ἀπόλλωνα, ὃν Μύστην καλοῦμεν ἡμεῖς πατρῴῳ ὀνόματι, ταῦτά με προτρέψασθαι τῆς σῆς
160ἀρετῆς καὶ σοφίας προνοούμενον· καὶ γὰρ εἶναί τινα Λυδοῖς προξενίαν πρὸς Φοίνικας οἱ τὰ πάτρια ἡμῖν ἐξη‐
γούμενοί φασιν.203

3

prol

Ἐπειδή, Κάσσιε Μάξιμε, ἀποβλέψας εἰς τὸ μεγαλεῖον τῆς σῆς σοφίας προετράπην πραγματείαν συγγράψαι, ἣν ἐν τοῖς δυσὶ βιβλίοις ἐπραγματευσάμην, τὴν †ἐπιδοθεῖ‐ σάν† σοι ἔχουσαν τάξιν καὶ ἀκολουθίαν καὶ κατὰ μηδὲν
5κοινωνοῦσαν τῇ τῶν παλαιῶν ὑποθέσει, καὶ καθ’ ὅσον ἐνεδέχετο τὰ μὲν ἐξ ὁλοκλήρου ** τὰ δὲ καὶ συμφωνού‐ μενά τισι τὰ δὲ καὶ κατὰ τὸ παρεῖκον ἐκφωνούμενα ἐξεῖπον, ἐδόκει δέ μοι τῇ μὲν ὅλῃ ὑποθέσει προσδεῖν τι, τοῖς δὲ ἐν ἀμφοτέροις τοῖς βιβλίοις γεγραμμένοις μηδέν τι
10προσγράφειν, ἐπειδὴ ἔμελλεν ὥσπερ ὑγιεῖ σώματι καὶ εὐμόρφῳ προσπλακέν τι, καὶ εἰ εὔμορφον εἴη, τοῦ προτέ‐ ρου παραιρήσειν κάλλους, ἰδίᾳ καὶ κατὰ μόνας ἕκαστον τῶν παραλελειμμένων σποράδην καὶ 〈εἰσ〉 οὐ συνημμένα κεφάλαια συναγαγὼν τοῦτό σοι τὸ βιβλίον ἐποίησα, ὡς
15ἂν μή τις ἀνθρώπων πάροδον καὶ ἐπιβάθραν τοῦ συγ‐
γράφειν τι τοιοῦτον ἐφεύρῃ.204

3

.

1

Κυβεύειν δοκεῖν φιλονεικῆσαι πρός τινα σημαίνει περὶ ἀργυρίου· καὶ γὰρ οἱ κύβοι ἀριθμὸν περιέχουσι καὶ ψῆφοι λέγονται αἷς οἱ κυβεύοντες παίζουσιν. ἀεὶ δὲ νικᾶν ἀγα‐ θόν. εἰ δέ τις νοσῶν παίζειν ὑπολάβοι ψήφοις ἢ ἄλλον παί‐
5ζοντα 〈ἴδοι, κακόν,〉 μάλιστα δὲ εἰ αὐτὸς λείποιτο, ἐπειδὴ μείονας ἔχων ψήφους καταλείπεται ὁ νικώμενος. αὐτοὶ δὲ οἱ κύβοι ὁρώμενοι στάσεις καὶ ἔχθρας προαγορεύουσιν, ἀπολλύμενοι δὲ λύουσι τὰς ἐν ποσὶ στάσεις καὶ αὐξανό‐ μενοι ἐπιτείνουσι. παιδίον δὲ παῖζον ἰδεῖν κύβοις ἢ ἀστρα‐
10γάλοις ἢ ψήφοις οὐ πονηρόν· ἔθος γὰρ τοῖς παιδίοις ἀεὶ παί‐ ζειν· ἀνδρὶ δὲ τελείῳ καὶ γυναικὶ πονηρὸν τὸ ἀστραγάλοις δοκεῖν παίζειν, εἰ μὴ ἄρα κληρονομῆσαί τινα ἐλπίζων ἴδοι τις τὸ ὄναρ τοῦτο· ἐκ νεκρῶν γὰρ σωμάτων γεγόνασιν οἱ ἀστράγαλοι. διὸ κινδύνους τοῖς λοιποῖς προαγορεύουσιν.

3

.

2

Κλέπτειν δοκεῖν οὐδενὶ ἀγαθὸν πλὴν τῶν ἐξαπατᾶν τινας ἐθελόντων· κλέπτειν γὰρ καὶ τὸ παραλογίζεσθαι ἔλεγον οἱ παλαιοί. ὅσῳ δ’ ἂν μείζονα ἢ πολυτελέστερα ἢ ἀσφαλέστερον τηρούμενα κλέπτῃ τις, τοσούτῳ μείζονα
5κίνδυνον ὑπομενεῖ· εἰκὸς γὰρ οἷς ὁ νόμος ὑπάγει τὸν κλέπτην, τοῖς αὐτοῖς καὶ τὸ ὄναρ τὸν θεασάμενον ὑπάγειν.

3

.

3

ἱεροσυλεῖν δὲ καὶ θεῶν ἀναθήματα κλέπτειν πᾶσι πονη‐ ρόν, μόνοις δὲ τοῖς ἱερεῦσι καὶ μάντεσι συμφέρει· καὶ γὰρ τὰς τῶν θεῶν ἀπαρχὰς τὸ ἔθος ἐπιτρέπει αὐτοῖς λαμβά‐ νειν, καὶ τρόπον τινὰ ὑπὸ θεῶν τρέφονται καὶ οὐ πάντα
5φανερῶς λαμβάνουσι.205

3

.

4

Ψεύδεσθαι οὐκ ἔστιν ἐπιτήδειον πλὴν τῶν ἐπὶ θυμέλην ἀνερχομένων καὶ ἀγυρτῶν καὶ ὧν ἔθος ἐστὶ ψεύδεσθαι. ἧττον δὲ πονηρὸν τοὺς ἀλλοτρίους ψεύδεσθαι ἢ τοὺς ἰδίους· μεγάλας γὰρ τούτοις συμφορὰς σημαίνει, κἂν
5ἐπὶ σμικροῖς δοκῇ τις ψεύδεσθαι.

3

.

5

Ὄρτυγες τοῖς μὴ φιλοτροφοῦσιν ἀγγελίας σημαίνουσι διαποντίους ἀκούσεσθαι ἀηδεῖς καὶ πονηράς· διαποντίους μέν, ἐπεὶ καὶ αὐτοὶ [μὲν ἐγχώριοί εἰσιν ἀλλὰ] διαπόντιοι παραγίνονται, ἀηδεῖς δέ, ὅτι μάχιμοί εἰσι καὶ ὀλιγόψυχοι.
5καὶ ἐν ταῖς κοινωνίαις καὶ φιλίαις καὶ γάμοις καὶ τοῖς βιωτικοῖς συμβολαίοις πᾶσι στάσεών εἰσι καὶ φιλονεικιῶν σημαντικοί, καὶ τοὺς νοσοῦντας εἰ μὲν μετακομισθεῖεν ἀποθανεῖσθαι σημαίνουσι διὰ τὸ ὀλιγόψυχον, μὴ μετακο‐ μισθέντας δὲ ἧττον κινδυνεύσειν. καὶ πρὸς ἀποδημίαν
10εἰσὶ πονηροί· δόλους γὰρ καὶ ἐνέδρας καὶ λῃστείας προ‐ αγορεύουσι· καὶ γὰρ αὐτοὶ τῆς οἰκείας μετανιστάμενοι περιπίπτουσι τοῖς θηρᾶν αὐτοὺς βουλομένοις. ἀλεκτρυό‐ νες δὲ οἱ μάχιμοι στάσεων καὶ φιλονεικιῶν μόνον εἰσὶ σημαντικοί, πρὸς δὲ τὰ ἄλλα οὐκέτι ὁμοίως τοῖς ὄρτυξιν
15ἀποβαίνουσιν.

3

.

6

Μύρμηκας τοὺς μὲν πτερὰ ἔχοντας οὐδαμῶς ἰδεῖν ἀγαθόν· ὄλεθρον γὰρ προαγορεύουσι καὶ ἀποδημίας ἐπικινδύνους· τοὺς δὲ ἑτέρους [ἐργάτας καλουμένους] ἀγαθὸν γεωργοῖς·
εὐφορίαν γὰρ μαντεύονται, ἐπειδὴ ὅπου μὴ ἔστι σπέρματα,206
5οὐκ ἂν ἴδοι τις μύρμηκας. ἀγαθοὶ δὲ οὗτοι καὶ τοῖς ἐξ ὄχλου ποριζομένοις καὶ τοῖς νοσοῦσιν, ὅταν γε μὴ περὶ τὸ σῶμα τοῦ ἰδόντος ἀναστρέφωνται· ἐργάται γὰρ καλοῦν‐ ται καὶ ἐργοπονούμενοι οὐ διαλείπουσιν, ὅπερ ἴδιόν ἐστι τῶν ζώντων. ἐπειδὰν δὲ περὶ τὸ σῶμα τοῦ ἰδόντος ἀνα‐
10στρέφωνται, ὄλεθρον προαγορεύουσιν, ὅτι γῆς εἰσι παῖδες καὶ ψυχροὶ καὶ μέλανες.

3

.

7

Φθεῖρας ὀλίγους ἔχειν καὶ εὑρίσκειν ἐν τῷ σώματι ἢ ἐν τοῖς ἱματίοις καὶ τούτους ἀναιρεῖν ἀγαθόν· πάσης γὰρ λύπης καὶ φροντίδος ὑπερβαλλούσης ἀπαλλαγῆναι προ‐ αγορεύει τὸ ὄναρ· πολλοὺς δὲ καὶ ὑπερβάλλοντας πλήθει
5πονηρὸν καὶ σημαῖνον νόσον μακρὰν ἢ δεσμὰ ἢ πολλήν γε ἀπορίαν· ἐν γὰρ τοῖς τοιούτοις πληθύνουσι καὶ οἱ φθεῖρες. καὶ εἰ μέν τις ἀποβάλλοι καὶ ἀποκαθαίροι πάντας, ἐλπὶς αὐτῷ τούτων ἀπαλλαγῆναι· εἰ δέ τις ἔχων αὐτοὺς διυπνι‐ σθείη, οὐκ ἄν ποτε σωθείη.
10 Ἕλμινθας ἀποκρίνειν διὰ τῆς ἕδρας ἢ διὰ τοῦ στόματος ὑπὸ οἰκείων ἀνθρώπων καὶ συνοικούντων καὶ ὡς ἐπὶ τὸ πλεῖστον τραπέζῃ τῇ αὐτῇ χρωμένων ἀδικούμενον μαθεῖν σημαίνει καὶ ἀπώσασθαι τοὺς ἀδικοῦντας ἢ κατὰ ἄλλον τρόπον στερηθῆναι αὐτῶν· ἐνοικοῦσι μὲν γὰρ τῷ σώματι οἱ
15ἕλμινθες, ἀλλ’ οὐδὲν ἧττον αὐτὸ τὸ σῶμα λυμαίνονται. ἐπειδὰν δὲ ἀποκριθῶσιν, ἀποβληθῆναι τοὺς τοιούτους ἀνθρώπους σημαίνουσι.

3

.

8

Κόρεις δυσθυμιῶν καὶ φροντίδων εἰσὶ σημαντικοί·
ἐπίσης γὰρ ταῖς φροντίσι καὶ οὗτοι ἀύπνους ποιοῦσι· καὶ προσέτι πρός τινας τῶν οἰκείων, ὡς δὲ ἐπὶ τὸ πλεῖστον πρὸς γυναῖκας ἀηδίας καὶ δυσαρεστήσεις φέρουσι.207
5 Κώνωπες καὶ αἱ λεγόμεναι ἐμπίδες καὶ εἴ τι ἄλλο ὅμοιον ἀνθρώπους ἐπιφοιτῆσαι τῷ ἰδόντι σημαίνουσι πονηρούς, βλάβην ἐνδεικνυμένους καὶ προσέτι καταβοῶν‐ τας. καπήλοις δὲ καὶ οἰνεμπόροις εἰς ὄξος μεταβαλεῖν τὸν οἶνον προαγορεύουσι· χαίρουσι γὰρ ὄξει.

3

.

9

Μάχεσθαι τοῖς οἰκείοις οὐκ ἀγαθὸν οὐδὲ τοῖς ἐκτός, ἧττον δὲ πονηρόν [μάχεσθαι]. νοσῶν δέ τις ἐὰν δόξῃ μάχεσθαι, παρακόψει. μάχεσθαι τοῖς βελτίοσιν, οἷον τοῖς δεσπόταις βασιλεῦσι μεγιστᾶσι καὶ πᾶσι τοῖς ὑπερέχουσι,
5κακῶς διατεθῆναι σημαίνει πρὸς τῶν οἷς τις ἐμάχετο. Μισεῖν ἢ μισεῖσθαι οὐδενὶ συμφέρει. οὐδὲν δὲ διαφέρει τινὰ μισεῖν, ὑφ’ οὗ μισεῖταί τις, ἐπειδὴ τὸ μῖσος ἐχθροὺς ποιεῖ· οἱ δὲ ἐχθροὶ οὔτε συναίρονται οὔτε συλλαμβάνονται. δεῖ δὲ τοῖς ἀνθρώποις βοηθείας καὶ τῶν συλλαμβανομέ‐
10νων, ἐπειδὴ διὰ τῶν τοιούτων ὠφελοῦνται. [πονηρὸν δὲ ἐτηρήσαμεν τὸ μῖσος.]

3

.

10

Σφάζεσθαι καὶ ἀποθνήσκειν ὅ τι σημαίνει ἐν τῷ περὶ θανάτου λόγῳ ἐν τῷ δευτέρῳ βιβλίῳ προείρηται. σφαζο‐ μένους δὲ ἰδεῖν ἀγαθόν· πάντα γὰρ τὰ προκείμενα ἐπὶ τὸ τέλος συμπερανθέντα ἤδη ἀφῖχθαι σημαίνει, ἐπειδὴ ἡ
5σφαγὴ τελευτῆς ἐστι σημεῖον.208

3

.

11

Κροκόδειλος πειρατὴν ἢ φονέα ἢ οὐδὲν ἧττον ἀπονενοη‐ μένον ἄνθρωπον σημαίνει. ὅπως δ’ ἂν διαθῇ τὸν ἰδόντα ὁ κροκόδειλος, οὕτω διαθήσει καὶ ὁ ὑπὸ τοῦ κροκοδείλου σημαινόμενος.
5 Αἴλουρος μοιχὸν σημαίνει· κλέπτης γάρ ἐστιν ὀρνίθων· αἱ δὲ ὄρνιθες γυναιξὶν εἰκάζονται, καθὼς ἐν τῷ πρώτῳ βιβλίῳ ἐπεμνήσθην.

3

.

12

Ἰχνεύμων καὶ ἴκτις πανούργους σημαίνουσιν ἀνθρώ‐ πους καὶ δολίους οὐδέ ποτε τοῖς ὁρῶσιν εὐνοῆσαι δυνα‐ μένους διὰ τὸ ἄγριον καὶ δυστιθάσευτον. καὶ ὁ μὲν ἰχνεύ‐ μων ἄνδρας σημαίνει, ἡ δὲ ἴκτις γυναῖκας.

3

.

13

Θεὸς εἴ τις ὑπολάβοι γενέσθαι, ἱερεὺς ἂν γένοιτο ἢ μάντις· τῆς γὰρ αὐτῆς τοῖς θεοῖς τιμῆς καὶ οὗτοι τυγχά‐ νουσιν. εἰ δέ τις νοσῶν θεὸς εἶναι νομίσειε, τεθνήξεται· ἀθάνατοι γὰρ οἱ [θεοὶ καὶ] ἀποθανόντες, ἐπεὶ μηκέτι
5τεθνήξονται. εἰ δέ τις ἐν πενίᾳ ἢ δουλείᾳ ἢ δεσμοῖς ἢ περιστάσει τινὶ ἢ ᾡτινιοῦν καθεστὼς κακῷ ἴδοι τὸ ὄναρ τοῦτο, ἀπαλλαγήσεται τῶν περιεχόντων αὐτὸν δεινῶν· πολλαὶ γὰρ καὶ εὐπόριστοι τῷ θεῷ αἱ ἀπὸ τῶν δεινῶν σωτηρίαι. ἀνδρὶ δὲ πλουσίῳ καὶ μεγιστᾶνι ἀρχὴν μεγίστην
10κατὰ τὸ ἐπιβάλλον τοῦ ἀξιώματος προαγορεύει· ἐπίσης
γὰρ τοῖς θεοῖς καὶ οἱ ἄρχοντες δύνανται εὖ καὶ κακῶς τινας ποιεῖν. ἀγαθὸν δὲ καὶ τοῖς ἐπὶ σκηνὴν ἀνερχομένοις διὰ τὸ ἐν τῇ ὑποκρίσει ἔθος· πολλάκις γὰρ καὶ θεῶν πρόσωπα ἀναλαμβάνουσιν.209

3

.

14

Θεὸν δοκεῖν ὑποδέχεσθαι τῷ μὲν εὖ πράττοντι φροντίδας καὶ λύπας καὶ δεινὰς πραγματείας προαγορεύει· οἱ γὰρ ἐν περιστάσει γενόμενοι θύουσι τε τοῖς θεοῖς καὶ ὑποδέχονται αὐτούς· τῷ δὲ ἐν πενίᾳ ἢ στενοχωρίᾳ ὄντι πολλὴν ἐπίδοσιν
5ἀγαθῶν προαγορεύει· τότε γὰρ μάλιστα οἱ πένητες [ὅταν εὐπορίσωσιν] εὐχαριστοῦσί τε τοῖς θεοῖς καὶ ὑποδέχονται αὐτούς. Θεοῦ σκευὴν ἔχειν καὶ περικεῖσθαι ἄλλου τινὸς ἐπιτρο‐ πεῦσαι σημαίνει πλουσίου, ὥστε φαντασίαν μὲν ἔχειν πλού‐
10του, ὑπόστασιν δὲ μή. τοῦτο πολλάκις οὕτως ἀποβὰν ἐτήρησα.

3

.

15

Κωλόβαθρα ὑποδεδέσθαι δοκεῖν τοῖς μὲν πανούργοις δεσμὰ σημαίνει· καὶ γὰρ προσδεῖται τὰ κωλόβαθρα τοῖς ποσὶ καὶ τὸν περίπατον ἀλλοιοῖ· τοῖς δὲ λοιποῖς νόσον ἢ ξενιτείαν προδηλοῖ διὰ τὰς αὐτὰς αἰτίας.

3

.

16

Ἐπὶ θαλάσσης περιπατεῖν ἀποδημῆσαι βουλομένῳ ἀγα‐ θόν, καὶ μάλιστά γε εἰ πλεῖν μέλλοι· πολλὴν γὰρ ἀσφά‐ λειαν προαγορεύει τὸ ὄναρ. ἀγαθὸν δὲ καὶ δούλῳ καὶ τῷ γῆμαι προῃρημένῳ· ὁ μὲν γὰρ τοῦ δεσπότου ὁ δὲ τῆς
5γυναικὸς ἄρξει· ἔοικε γὰρ καὶ δεσπότῃ ἡ θάλασσα διὰ τὸ δυνατὸν καὶ γυναικὶ διὰ τὸ ὑγρόν. ἀγαθὸν δὲ καὶ τῷ δίκην
ἔχοντι· ὑπέρτερος γὰρ τοῦ δικαστοῦ γενόμενος ὡς εἰκὸς νικήσει· ἔοικε γὰρ καὶ δικαστῇ ἡ θάλασσα διὰ τὸ τοὺς μὲν εὖ τοὺς δὲ κακῶς διατιθέναι. ἀνδρὶ δὲ νεωτέρῳ ἑταίρας210
10ἐρασθῆναι σημαίνει καὶ γυναικὶ ἰδούσῃ ἑταιρικῷ χρήσα‐ σθαι βίῳ· ἔοικε γὰρ καὶ ἑταίρᾳ ἡ θάλασσα διὰ τὸ προσ‐ βάλλειν ἡδείας μὲν τὰς πρώτας φαντασίας, κακῶς δὲ διατι‐ θέναι τοὺς πλείστους. πᾶσι δὲ τοῖς ἐξ ὄχλου ποριζομένοις καὶ πολιτευταῖς καὶ δημαγωγοῖς μετὰ πολλῆς εὐκλείας
15πορισμὸν οὐ τὸν τυχόντα προαγορεύει· ἔοικε γὰρ καὶ ὄχλῳ ἡ θάλασσα διὰ τὴν ἀταξίαν.

3

.

17

Ἀνθρώπους πλάσσειν ἀγαθὸν παιδοτρίβαις καὶ παιδευ‐ ταῖς· τρόπον γάρ τινα καὶ οὗτοι τοὺς ἀνθρώπους πλάσ‐ σουσιν, οἱ μὲν διὰ τὸ ῥυθμίζειν οἱ δὲ διὰ τὸ βελτίονας ποιεῖν. ἀγαθὸν δὲ καὶ ἄπαισιν, ἐπεὶ γνησίων παίδων
5γονὴν προαγορεύει. ἀγαθὸν δὲ καὶ σωματεμπόροις καὶ πένησιν· οἱ μὲν γὰρ ἀπὸ τῆς ἐμπορίας πολλὰ καὶ μεγάλα κερδανοῦσιν, οἱ δὲ πολλοὺς κτήσονται οἰκέτας. κακούρ‐ γοις δὲ ὄλεθρον προαγορεύει· καὶ γὰρ τὸν Προμηθέα λέγουσιν ἐπὶ τῷ πλάσαι τοὺς ἀνθρώπους καὶ τὸ πῦρ
10κλέψαι κακῶς ἀπολέσθαι. πλουσίοις δὲ καὶ τοῖς μέγα δυναμένοις ἀρχήν τινα μεγάλην προαγορεύει.

3

.

18

Ὑπεζεῦχθαι ὀχήματι ὥσπερ τι τῶν τετραπόδων δου‐ λείαν καὶ κάματον καὶ νόσον προαγορεύει, καὶ εἰ πάνυ τις λαμπρὸς καὶ ἁβροδίαιτος ὢν τὸν ὄνειρον ἴδοι.

3

.

19

Ὀχεῖσθαι ἐπὶ ἅρματος ἢ ἀπήνης ἀνθρώπων ὑπεζευγμέ‐
νων πολλῶν ἄρξαι σημαίνει καὶ προσέτι παῖδας ἀγαθοὺς τῷ ἰδόντι γενέσθαι μαντεύεται. πρὸς δὲ τὰς ἀποδημίας οὐ πάνυ τι συμφέρει· τὸ μὲν γὰρ ἀσφαλὲς ἐνδείκνυται, πολ‐211
5λὴν δὲ βραδύτητα προαγορεύει.

3

.

20

Εἰς μάντεως δὲ φοιτᾶν καὶ μαντεύεσθαι περί τινος φροντίδας οὐ τὰς τυχούσας τῷ ἰδόντι σημαίνει· οὐ γὰρ δεῖ μαντικῆς τοῖς μὴ φροντίζουσιν. ὅ τι δ’ ἂν ὁ μάντις ὅγε ἀληθὴς ἀποκρίνηται, τούτῳ πιστεύειν χρή. περὶ δὲ δια‐
5φορᾶς μάντεων, οἷς δεῖ προσέχειν καὶ οἷς μή [προσῆκεν], ἐν τῷ περὶ 〈τῶν〉 ἀξιοπίστων λόγῳ ἐν τῷ δευτέρῳ βιβλίῳ προείρηκα. ὁ δὲ μηδὲν ἀποκρινόμενος μάντις πᾶσαν ἐγχεί‐ ρησιν καὶ πᾶσαν ὁρμὴν ὑπερτίθεται· ἔστι γὰρ παρά γε τοῖς σοφοῖς καὶ ἡ σιγὴ ἀπόκρισις, ἀλλ’ ἀπαγορευτική.

3

.

21

εἰ δέ τις ὑπολάβοι μάντις γεγονέναι καὶ εὐδοκιμεῖν ἐν τῷ προαγορεύειν, πολλῶν ἔμπειρος ἔσται πραγμάτων καὶ φροντίδας ἀναδέξεται τοῦτο μὲν ἰδίας τοῦτο δὲ καὶ ἀλλο‐ τρίας· καὶ γὰρ τῷ μάντει μέλει καὶ τῶν οὐδὲν αὐτῷ προσ‐
5ηκόντων κακῶν, ἃ ἂν οἱ μαντευόμενοι φέρωσι. φέρει δὲ καὶ ἀποδημίας πολλάκις καὶ κινήσεις τῷ ἰδόντι ὁ ὄνειρος διὰ τὸ τοὺς μάντεις περινοστεῖν. καὶ τοῖς πένησιν εὐπο‐ ρίαν· πολλοὶ γὰρ δέονται τοῦ μάντεως καὶ τῶν πλουσίων.

3

.

22

Νοσεῖν μόνοις τοῖς ἐν δεσμοῖς ἢ μεγάλῃ ἀνάγκῃ οὖσιν ἀγαθὸν διὰ τὸ τὴν νόσον λύειν τοὺς ὄγκους. τοῖς δὲ ἄλλοις μεγάλην ἀπραξίαν προαγορεύει· ἄπρακτοι γὰρ οἱ νοσοῦν‐
τες. καὶ τῶν ἐπιτηδείων ἔνδειαν· καὶ γὰρ ἐνδεεῖς τῷ212
5σώματι ὧν μάλιστα χρὴ οἱ νοσοῦντες γίνονται. καὶ πρὸς τὰς ἀποδημίας ἐμποδὼν ἵσταται· δυσκίνητοι γὰρ οἱ νο‐ σοῦντες. καὶ τὰς ἐπιθυμίας οὐκ ἐᾷ τελεσθῆναι· οὐδὲ γὰρ τὰς ὀρέξεις διὰ τὸ ἐπικίνδυνον ἀναπληροῦσι τῷ νοσοῦντι οἱ ἰατροί. νοσοῦντα δὲ εἴ τις ἐπισκέπτοιτο, εἰ μὲν γνώρι‐
10μον, τὰ αὐτὰ τῷ νοσοῦντι σημαίνει· εἰ δὲ ἀγνῶτα, αὐτῷ τῷ ἰδόντι· οὐδὲν γὰρ διαφέρει ἢ αὐτὸν νοσεῖν ἢ ἄλλον ἀγνῶτα νοσοῦντα ἰδεῖν· εἰκόνας γὰρ τῶν ἀποβησομένων τοῖς ὁρῶσι πραγμάτων τοὺς πλησίον εἶναί φαμεν, ὅταν γε ἀγνοῶνται. ἐτήρησα δὲ καὶ τὸ τοιοῦτο. ὅσα μὲν αὐτίκα
15ἀποβησόμενα καὶ μᾶλλον ἢ σφοδρότερον ἡ ψυχὴ βούλεται σημῆναι ἀγαθὰ ἢ κακά, ταῦτα περὶ αὐτὸν τὸν ὁρῶντα παράγει· ὅσα δὲ βράδιον ἢ ἧττον ἢ ἀτονώτερον, ταῦτα δι’ ἀλλοτρίου σώματος δείκνυσιν ἡ ψυχὴ τῷ ὁρῶντι.

3

.

23

Τὰς ἑαυτοῦ σάρκας ἐσθίειν ἀγαθὸν πένητι· πολλὰ γὰρ τῷ σώματι ἐργασάμενος καὶ πονῶν κτήσεται, καὶ οὕτως οὐχὶ τὰς σάρκας αὐτοῦ κατέδεται ἀλλὰ τὰς ἀπὸ τῶν σαρκῶν ἐργασίας. ἀγαθὸν δὲ καὶ χειροτέχνῃ τὸ [ἀπὸ]
5τοιούτων μερῶν ἐσθίειν τοῦ σώματος, ἀφ’ ὧν μάλιστα πορίζεται· οἱ μὲν γὰρ ἀμφοτέραις ταῖς χερσὶν ἐργάζονται, οἱ δὲ τῇ ἑτέρᾳ μόνον, οἱ δὲ ἄκροις τοῖς δακτύλοις, οἱ δὲ καὶ παντὶ τῷ σώματι. φιλολόγοις δὲ καλὸν ἄλλοις παρ‐ έχειν τὸ στόμα καὶ τὴν γλῶσσαν ἐσθίειν· πολλὰ γὰρ πορί‐
10σαντες ἀπὸ τοῦ στόματος καὶ τῆς γλώσσης ἔσονται ἱκανοὶ καὶ ἄλλοις παρέχειν. εἰ δέ τις τὸ ἑαυτοῦ στόμα κατεσθίοι ἢ τὴν ἑαυτοῦ γλῶσσαν, παύσεται λόγοις χρώμενος· ἰδιώ‐ ταις δὲ μετάνοιαν ἐπὶ προπετείᾳ λόγων σημαίνει. γυνὴ δὲ τὰς ἑαυτῆς σάρκας ἐσθίουσα πορνεύσει καὶ οὕτως ἀπὸ τοῦ213
15ἰδίου σώματος τραφήσεται. παντὶ δὲ τῷ νοσοῦντα ἔχοντι ἤτοι φίλον ἢ συγγενῆ ἢ ἄλλον τινὰ τῶν σπουδαίων, πένθος προαγορεύει· καὶ γὰρ οἱ πενθοῦντες λωβώμενοι ἑαυτοὺς τὰς ἑαυτῶν σάρκας ἐσθίουσι. πλουσίῳ δὲ ἀνδρὶ καὶ παντὶ τῷ κατὰ προαίρεσιν ζῶντι οὐκ ἀγαθὸν ἐσθίειν τῶν
20ἰδίων σαρκῶν· πρόρριζον γὰρ ἀνατραπῆναι τὸν βίον καὶ τὴν ὕπαρξιν τοῦ ἰδόντος σημαίνει ὥσπερ καὶ τὸ τὴν ἰδίαν κόπρον ἐσθίειν.

3

.

24

Ἐπ’ ἀριστερὰ περιβεβλῆσθαι ἢ ὅπως ποτὲ γελοίως καὶ μὴ κοσμίως πᾶσι πονηρὸν καὶ πρὸς ταῖς ἀπραξίαις διασυρ‐ μὸν καὶ καταγέλωτα ὑπομεῖναι σημαίνει. μόνοις δὲ γελωτο‐ ποιοῖς ἀγαθὸν ἂν εἴη διὰ τὸ ἔθος.

3

.

25

Ἐπ’ ἀριστερὰ γράφειν σημαίνει πανούργως τι πρᾶξαι καὶ ἀπάτῃ καὶ μεθόδῳ χρησάμενον ὑπελθεῖν τινα καὶ ἀδικῆσαι, πολλάκις δὲ καὶ μοιχὸν γενόμενον νόθους παῖ‐ δας λάθρᾳ ποιῆσαι. οἶδα δέ τινα, ὃς ἐπὶ τούτῳ τῷ ὀνείρῳ
5ποιητὴς ἐγένετο γελοίων ἀσμάτων.

3

.

26

Μητρυιὰν ἰδεῖν οὔτε ζῶσαν οὔτε τεθνεῶσαν ἀγαθόν. καὶ εἰ μὲν χαλεπαίνοι ἢ ὀργίζοιτο ἢ βλάπτοι τὸν ὁρῶντα τὸ ὄναρ, ἐπίτεινε τὰ δεινά· εἰ δὲ μετρίως προσφέροιτο,
ἥττονα ποιεῖ τὰ δεινά. χαριζομένη δέ τι τῷ ἰδόντι καὶ214
5λόγοις καὶ ἔργοις ψευδεῖς τὰς ἐλπίδας φησὶν εἶναι· οὐ γὰρ ἀπὸ γνώμης οὐδὲ κατὰ προαίρεσιν φιλήσειεν ἄν ποτε μητρυιὰ πρόγονον. ὁ δὲ πατρωὸς τὰ αὐτὰ τῇ μητρυιᾷ σημαίνει, ἥττονα δὲ τῇ δυνάμει. πολλάκις δὲ καὶ ὁ πατρωὸς καὶ ἡ μητρυιὰ ξενιτείας καὶ ἀποδημίας γίνονται σύμβολα·
10ἐοίκασι γὰρ πατὴρ μὲν καὶ μήτηρ τῇ οἰκείᾳ, πατρωὸς δὲ καὶ μητρυιὰ τῇ ξένῃ.

3

.

27

Πρόγονοι ὁρώμενοι, λέγω δὲ συγγενεῖς τοὺς πρὸ τῶν γονέων γεγονότας, φροντίδας σημαίνουσι παλαιῶν ἕνεκεν πραγμάτων. καὶ εἰ μέν τι ἀγαθὸν ἢ ἡδὺ ἢ κεχαρισμένον πράττοιεν ἢ λέγοιεν, εἰς ἀγαθὸν αἱ φροντίδες τελευτήσου‐
5σιν· εἰ δὲ μή, τοὐναντίον. Ἐπίγονοι οἱ μὲν ἔτι νήπιοι καὶ βραχεῖς φροντίδων εἰσὶ σημαντικοί (περὶ ὧν ἀκριβέστερον ἐν τῷ πρώτῳ βιβλίῳ ἐν τῷ περὶ γενέσεως παίδων εἴρηκα κεφαλαίῳ), οἱ δὲ ἤδη τέλειοι βοηθείας καὶ συλλήψεώς εἰσι σημαντικοί.

3

.

28

Μῦς οἰκέτην σημαίνει· συνοικεῖ γὰρ καὶ ἀπὸ τῶν αὐτῶν τρέφεται καὶ ἔστι δειλός. ἀγαθὸν οὖν καὶ πολλοὺς ἔνδον ἰδεῖν μύας καὶ τούτους ἱλαροὺς καὶ παίζοντας· πολλὴν γὰρ εὐφροσύνην προσημαίνουσι καὶ οἰκετῶν ἐπί‐
5κτησιν. εἰ δέ τι ποικιλώτερον περὶ τοὺς μύας βλέποι τις, ἔξεστι μεταφέρειν τὰς κρίσεις ἀπὸ τῶν παρὰ Μελάμποδι ἐν τῷ περὶ τεράτων καὶ σημείων [ἐν τῷ περὶ μυῶν] γε‐
γραμμένων, οὐδὲν διαφέρειν ἡγουμένους τὰ μεθ’ ἡμέραν γινόμενα τῶν ὄναρ δοκούντων γίνεσθαι· τῆς γὰρ αὐτῆς215
10τετύχηκε προρρήσεως, ὡς πολλάκις ἡμῖν ἔδοξε διὰ πείρας. διὰ μακροῦ δὲ τὸν τόπον τοῦτον ἐξείργασται ἐν τῷ δευτέ‐ ρῳ τῆς ἑαυτοῦ συντάξεως Ἀπολλώνιος ὁ Ἀτταλεύς. ἐμοὶ δὲ νῦν πρόκειται τὰ σημαινόμενα δεικνύειν ἑκάστου τῶν παραλελειμμένων ἐν τῇ ἐμῇ πραγματείᾳ. διὸ καὶ τρίτον
15τοῦτο τὸ βιβλίον οὐχ ὡς συνημμένον τοῖς δυσὶν ἀλλ’ ὡς ἀπολελυμένον ἐποίησα. ὅθεν καὶ τῆς ἐπιγραφῆς εἰκότως τεύξεται οὐχὶ τρίτον ἐκείνων ἀλλὰ κατ’ ἰδίαν Φιλάληθες ἢ Ἐνόδιον. Γαλῆ δὲ γυναῖκα σημαίνει πανοῦργον καὶ κακότροπον
20καὶ δίκην· ἔστι γὰρ ἰσόψηφος δίκη καὶ γαλῆ. [ἀπὸ γὰρ τῶν αὐτῶν σύγκειται γραμμάτων]. καὶ θάνατον· ὅ τι γὰρ ἂν λάβῃ, τοῦτο σήπει. καὶ ἐργασίας καὶ ὠφελείας· καλεῖ‐ ται γὰρ πρός τινων κερδώ. τὴν δὲ διαφορὰν ἔξεστι λαμβά‐ νειν τούτων ἀπὸ τοῦ βλέπεσθαι προσιοῦσαν ἢ ἀπιοῦσαν
25ἢ πάσχουσάν τι ἢ δρῶσαν ἡδὺ ἢ ἀηδές.

3

.

29

Πηλὸς νόσον σημαίνει καὶ ὕβριν· νόσον μὲν διὰ τὸ μήτε καθαρὸν εἶναι ὕδωρ μήτε γῆν ἀλλ’ ἐξ ἀμφοτέρων μεμίχθαι καὶ μηδὲ ἕτερον εἶναι. πονηρὸν οὖν σύγκριμα τοῦ σώματος τοῦτ’ ἔστι νόσον προαγορεύει εἰκότως·
5ὕβριν δὲ, ὅτι μολύνει. ἔτι δὲ κίναιδον διὰ τὸ ὑγρὸν καὶ
ἔκλυτον. ἀγαθὸς δ’ ἂν εἴη τοῖς ἐκ πηλοῦ ἐργαζομένοις.216

3

.

30

Λεκάνη οἰκέτην σημαίνει καὶ θεράπαιναν πιστούς. πίνειν δὲ ἐκ λεκάνης ἐρασθῆναι θεραπαίνης σημαίνει, τὸ δ’ αὐτὸ καὶ εἴ τις ἐσθίοι ἐν λεκάνῃ. λεκάνην χρυσέαν ἢ ἀργυρέαν ἔχειν ἤτοι θεράπαιναν ἀπελευθερώσαντα γῆμαι
5σημαίνει ἢ ἀπηλευθερωμένῃ συνοικῆσαι. λεκάνη θραυο‐ μένη θεράποντος σημαίνει ὄλεθρον. λεκάνῃ ἐγκατοπτρί‐ ζεσθαι τεκνῶσαι ἀπὸ θεραπαίνης σημαίνει. εἰ δέ τις αὐτὸς οἰκέτης ὢν οὐκ ἔχων ὑπηρέτην τοῦτον ἴδοι τὸν ὄνειρον, ἡγεῖσθαι χρὴ τὴν λεκάνην αὐτὴν τὴν δουλείαν αὐτῷ ση‐
10μαίνειν.

3

.

31

Εἰκὼν τέκνα σημαίνει καὶ τὴν προαίρεσιν καὶ τὴν γνώμην τοῦ ἰδόντος· τέκνα μὲν διὰ τὴν ὁμοιότητα, γνώ‐ μην δὲ καὶ προαίρεσιν διὰ τὸ ἐπαγάλλεσθαι πάντας εἰκό‐ σιν. ἡ δὲ ἐξ ὕλης στερεᾶς καὶ ἀσήπτου γεγενημένη ἀμείνων
5ἐστὶ τῶν γραπτῶν καὶ κηρίνων καὶ πηλίνων καὶ τῶν ἄλλων τῶν ὁμοίων. ὅ τι δ’ ἂν πάθωσιν αἱ εἰκόνες, τοῦτο πείσονται καὶ οἱ παῖδες τοῦ ἰδόντος καὶ αἱ ὁρμαὶ τῶν πρά‐ ξεων. πολλάκις δὲ καὶ εἰς γονεῖς καὶ εἰς ἀδελφοὺς καὶ εἰς ἄλλους ὁμωνύμους ἀποβαίνει τὸ ὄναρ.

3

.

32

Μαῖα ὁρωμένη τὰ κρυπτὰ ἐλέγχει διὰ τὸ τὰ ἀπόρρητα καὶ κεκρυμμένα ἐρευνᾶν καὶ βλάβας σημαίνει καὶ τοῖς νοσοῦσι θάνατον· ἐξάγει γὰρ τοῦ περιέχοντος ἀεὶ τὸ περιεχόμενον καὶ δίδωσι τῇ γῇ. τοὺς δὲ βίᾳ ὑπό τινος
5κατεχομένους ἀπαλλάσσει· καὶ γὰρ τὸ περιεχόμενον τοῦ περιέχοντος ἀπαλλάσσει σῶμα καὶ οὕτω [τὸ περιεχόμενον σῶμα τοῦ περιέχοντος ἀπαλλάξασα] κουφότερον ποιεῖ.
πολλάκις δὲ ὁρωμένη μαῖα γυναικὶ μὴ ἐχούσῃ ἐν γαστρὶ νόσον προαγορεύει, ἐν γαστρὶ δὲ ἐχούσῃ οὐδὲν217
10ἐπίσημον διὰ τὴν περὶ τὸν τοκετὸν ἐλπίδα.

3

.

33

Ἄκανθαι καὶ σκόλοπες ὀδύνας σημαίνουσι διὰ τὸ ὀξὺ καὶ ἐμποδισμοὺς διὰ τὸ καθεκτικὸν καὶ φροντίδας καὶ λύπας διὰ τὸ τραχύ, πολλοῖς δὲ καὶ ἔρωτας καὶ ἀδικίας ὑπὸ ἀνθρώπων πονηρῶν· ἔρωτας μὲν διὰ τὸ μὴ εὐθύμους
5τοὺς ἐραστὰς εἶναι· ἀδικίας δὲ ὑπὸ ἀνθρώπων πονη‐ ρῶν διὰ τὴν γιγνομένην ὑπὸ τούτων ἐκ τῶν τραυμάτων αἵματος ἀπόκρισιν. καὶ αἱ μὲν ἄκανθαι ὑπὸ γυναικῶν τὰς ἀδικίας οἱ δὲ σκόλοπες ὑπ’ ἀνδρῶν προσημαίνουσι.

3

.

34

Τῶν γραμμάτων καθ’ ἓν ὁρώμενον ἕκαστον τὰ μὲν φωνήεντα φόβους καὶ ταραχὰς σημαίνει, τὰ δὲ ἡμίφωνα ἀπραξίας μὲν οὐχί, φόβους δὲ ἐπάγει· τὰ δὲ ἄφωνα οὔτε φόβους οὔτε πράξεις. ἰδίᾳ δὲ τὸ ρ ἀπὸ τοῦ ἀριθμοῦ κρι‐
5νέσθω. ἔστιν οὖν τοῖς ἐπὶ πρᾶξιν ὁρμῶσιν ἀγαθὸν διὰ τὸ ἰσόψηφον· ἔστι γὰρ καὶ τὸ ‘ἐπ’ ἀγαθὰ‘ τὴν τοῦ ρ ἐκπλη‐ ροῦν ψῆφον. καὶ τοῖς προσδοκῶσιν ἀποδήμους· ἔστι γὰρ 〈καὶ τὸ〉 ‘ἀνγελία‘ [τὸ] ἑκατόν. καὶ τοῖς διαποροῦσι πότερον πεζῇ ἀπιτέον αὐτοῖς ἢ κατὰ πλοῦν συμβουλεύει ‘πεζῆ‘·
10καὶ γὰρ 〈καὶ〉 τοῦτο ἰσόψηφον τοῦ ἑκατόν. τοῖς δὲ περὶ τοῦ ὅλως εἰ ἐξιτέον φροντίζουσι συμβουλεύει μένειν· καὶ γὰρ τὸ ‘μένε‘ ἑκατόν. κακούργους δὲ δεσμεύει· καὶ γὰρ τὸ ‘πέδαι‘ ἑκατόν. ποιμέσι δὲ καὶ ἱπποτρόφοις
ἀγαθὸν τὸ ἑκατόν· καὶ γὰρ τὸ ‘νέμε‘ ἑκατόν.218

3

.

35

Ἅλυσις γυναῖκα σημαίνει διὰ τὸ ὄνομα καὶ διὰ τὸ καθεκτικόν. καὶ πλοκὴν πραγμάτων οὐκ εὐθύμων οὐδὲ τερπνῶν· πέπλεκται μὲν γὰρ ἐκ πολλῶν, οὐκ εὐθύμους δὲ τοὺς δεδεμένους ποιεῖ. καὶ κατοχὴν καὶ ἐμποδισμὸν
5πράξεων δηλοῖ.

3

.

36

Ἱστὸς ὄρθιος κινήσεις καὶ ἀποδημίας σημαίνει· χρὴ γὰρ περιπατεῖν τὴν ὑφαίνουσαν. ὁ δὲ ἕτερος ἱστὸς κατοχῆς ἐστι σημαντικός, ἐπειδὴ καθεζόμεναι αἱ γυναῖκες ὑφαί‐ νουσι τὸν τοιοῦτον ἱστόν. ἀεὶ δὲ ἄμεινον ἀρχόμενον ὑφαί‐
5νεσθαι ἱστὸν ἰδεῖν ἢ πρὸς τὸ ἐκτέμνεσθαι ὄντα· ἔοικε γὰρ τῷ βίῳ. ὁ μὲν οὖν ἄρτι ἀρχόμενος ὑφαίνεσθαι μακρὸν ὑπαγορεύει βίον, ὁ δὲ πρὸς ἐκτομὴν ὢν ὀλίγον, ὁ δὲ ἐκτε‐ τμημένος θάνατον. περὶ δὲ χρωμάτων διαφορᾶς ἀπὸ τοῦ λόγου τοῦ περὶ ἱματίου καὶ κόσμου ἀνδρείου τε καὶ γυναι‐
10κείου [ἐν τῷ δευτέρῳ βιβλίῳ ἐν ἀρχῇ ἐπεμνήσθην] ἔξεστι τὰς κρίσεις μεταφέρειν. εἰ 〈δέ〉 τις πλέων ἱστὸν ἴδοι, ἡγείσθω τὴν κατάρτιον ὁρᾶν. ὅ τι ἂν οὖν περὶ τὸν ἱστὸν ἀποβαίνῃ, τὸ αὐτὸ καὶ περὶ τὴν κατάρτιον ἔσται. συνεργὰ δὲ τὰ εἰς ὑφὴν ἱστοῦ παρασκευαζόμενα πολλὰς
15φροντίδας καὶ σύγχυσιν πραγμάτων σημαίνει, ὧν ὀψὲ καὶ μόλις ἔσται διάκρισις· ἕως μὲν γάρ ἐστι συνεργά, συγκέ‐ χυται καὶ ἀδιάκριτά ἐστιν· ἐπειδὰν δὲ ὑφανθῇ, εἰς τὴν οἰκείαν ἕκαστον κατατεταγμένον χώραν καὶ τὴν εὐχρη‐
στίαν παρέχει.219

3

.

37

Ἀκόνη προτροπῆς ἐστι σημαντικὴ καὶ εὐθυμίας, καὶ τρόπον τινὰ ὀξυτέρους φησὶ δεῖν γενέσθαι. ἐν δὲ ταῖς φιλίαις οὐ τοὺς συλλαμβανομένους σημαίνει ἀλλὰ τοὺς προτρέποντας καὶ παρορμῶντας· συμπράττει μὲν γὰρ
5οὐδὲν τοῖς σιδηροῖς, ὀξύτερα δὲ αὐτὰ ποιεῖ. πολλάκις δὲ ἀκόνη καὶ γυναῖκα σημαίνει.

3

.

38

Τὰ δὲ ἐτυμολογούμενα τῶν ὀνομάτων οὐκ ἄχρηστα νομίζειν χρὴ πρὸς τὰς κρίσεις. ἐάν τε γὰρ ἐπ’ ἀγαθοῖς τοῖς ὑπὸ τῶν ἄλλων σημαινομένοις τὰ ὀνόματα ᾖ εὔφημα, τελειότερα τὰ ἀγαθὰ ποιεῖ· ἐάν τ’ ἐπὶ κακοῖς, ἐλάττονα
5καὶ ἀμβλύτερα τὰ κακὰ ποιεῖ. τὰ δὲ δύσφημα ἐναντία ταῖς προαιρέσεσι τὰ μὲν κακὰ ἐπιτείνει, τὰ δὲ ἀγαθὰ ἀμ‐ βλύνει. πολλάκις δὲ καὶ ἀπὸ μόνων αὐτῶν ἔστι τι προ‐ αγορεῦσαι. οἷον Μένων μὲν καὶ Μενεκράτης καὶ Κρατῖνος ἀποδημεῖν κωλύουσι, Ζήνων δὲ καὶ Ζηνόφιλος καὶ Θεό‐
10δωρος τοὺς νοσοῦντας ἀνιστᾶσι, Κάρπος δὲ καὶ Ἐλπιδι‐ φόρος καὶ Εὔτυχος πορισμὸν ὑποδεικνύουσι, Θράσων δὲ καὶ Θρασύλος καὶ Θρασύμαχος παρορμῶσι πράττειν καὶ μὴ ἀποκνεῖν κελεύουσιν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν θηλυκῶν ὀνομάτων τὰς κρίσεις χρὴ ποιεῖσθαι.

3

.

39

Ἡ δὲ παραμυθία τοὺς μὲν εὐδαιμονοῦντας ἀδικεῖ, τοὺς δὲ ἐν περιστάσει ὄντας ὠφελεῖ· τοὺς μὲν γὰρ εἰς τοῦτο κατάγει, ὥστε δεῖν αὐτοῖς παραμυθίας διὰ τὸ ἀθυμεῖν ἐπὶ τοῖς συμβαίνουσι κακοῖς, τοῖς δὲ χρηστὰς
5ὑποτίθεται τὰς ἐλπίδας ὀρθῶς καὶ εὐλόγως τοῦ τοιούτου ἀποβαίνοντος. οὔτε γὰρ τῷ ὁρῶντί φησί τις ‘ἀναβλέψεισ‘ ἀλλ’ 〈ὡσ〉 εἰκὸς τῷ ὑποκεχυμένῳ [εἰς εὐθυμίαν ἀνάγειν αὐτὸν], οὔτε τῷ ὑγιαίνοντι λέγει τις ‘ἀναρρώσει καὶ ὑγιανεῖσ‘ ἀλλ’ ὡς εἰκὸς τῷ κάμνοντι. οὕτως οὖν ἐπειδάν220
10τινι προσελθών τις λέγῃ ‘πλουτήσεις εὐδαιμονήσεις εὐτυ‐ χήσεις πράξεις ὃ βούλει‘, ὡς οὐκ εὐδαιμονοῦντι οὐδὲ πράττοντι κατὰ γνώμην λέγει. εἰ δὲ ἄρα τῷ ἐν περιστάσει ὄντι προαγορεύοι τις τῆς περιστάσεως λύσιν, τότε χρὴ ἀνανεώσασθαι τὸν περὶ τῶν ἀξιοπίστων λόγον, ὃν ἐπὶ
15τέλει τοῦ δευτέρου βιβλίου εἴρηκα, καὶ εἰ μὲν ἀξιόπιστος εἴη ὁ λέγων, πιστεύειν, εἰ δὲ μή, καταφρονεῖν ὡς ἐξαπατώ‐ μενον.

3

.

40

Ἐν ἄλλῳ μέρει τοῦ σώματος ᾡτινιοῦν τραῦμα ὑπάρχον σὺν τῷ μέρει κρινέσθω ὡς βλαπτομένῳ, ἠκρίβωται δὲ ὁ λόγος ἐν τῷ πρώτῳ βιβλίῳ ἐν τῷ περὶ σώματος καὶ τῶν ἐν τῷ σώματι μερῶν· κατὰ δὲ τοῦ στήθους γενόμενον ἢ
5τῆς καρδίας νέοις μὲν καὶ ἀνδράσι καὶ γυναιξὶν ἔρωτα σημαίνει, πρεσβυτέροις δὲ λύπην· ἐν δὲ τῇ δεξιᾷ χειρὶ γενόμενον ἐν αὐτῷ τῷ θέναρι δάνειον προαγορεύει καὶ τὴν ἐπὶ χειρογράφῳ λύπην. οὐλὴ δὲ πάσης φροντίδος συμ‐ πέρασμα σημαίνει.

3

.

41

Δάνειον τῷ ζῆν τὸν αὐτὸν ἔχει λόγον· ὀφείλομεν γὰρ τὸ ζῆν τῇ τῶν ὅλων φύσει, ὡς καὶ τὸ δάνειον τῷ χρήσαντι. καὶ ὁ δανειστὴς δὲ τὸν αὐτὸν ἔχει λόγον τῷ δανείῳ. ὅθεν τοῖς νοσοῦσιν ἐφιστάμενος καὶ ἀπαιτῶν κίνδυνον σημαίνει,
5λαμβάνων δέ τι καὶ θάνατον. δανειστὴς ἀποθνήσκων
λύπης καὶ φροντίδος ἀπαλλάσσει. ἔτι δὲ καὶ δανειστὴς καὶ θυγάτηρ τὸν αὐτὸν ἔχουσι λόγον, ἐπειδήπερ καὶ ἡ θυγάτηρ μετὰ ἀνάγκης ἀπαιτεῖ, καὶ ὅταν μετὰ πολλῶν ἀνατραφῇ φροντίδων, ἀπαλλάσσεται λαβοῦσα προῖκα.221
10δανειστὴς οἰκέτῃ δεσπότην σημαίνει ἀποφορὰν ἀπαι‐ τοῦντα. τὰ δὲ αὐτὰ τῷ δανειστῇ καὶ ὁ ἐνοικιολόγος ση‐ μαίνει.

3

.

42

Μαίνεσθαι ἀγαθὸν τοῖς ἐπὶ τὸ πράττειν ὁρμῶσιν· ἀκώ‐ λυτοι γὰρ οἱ μαινόμενοι, ἐφ’ ὅ τι ἂν ὁρμήσωσι. μάλιστα δ’ ἂν εἴη ἀγαθὸν τοῖς δημαγωγεῖν καὶ ὄχλου ἄρχειν βου‐ λομένοις καὶ τοῖς εἰς ὄχλον καθιεῖσιν ἑαυτούς· πλείονος
5γὰρ ἀποδοχῆς ἀξιωθήσονται. ἀγαθὸν δὲ καὶ τοῖς παι‐ δεύειν βουλομένοις, ἐπειδὴ καὶ παῖδες τοῖς μαινομένοις ἀκολουθοῦσι. καὶ τοὺς πένητας εὐπορωτέρους ἔσεσθαι σημαίνει· παρὰ πάντων γὰρ ὁ μαινόμενος λαμβάνει. καὶ τῷ νοσοῦντι ὑγεῖαν προαγορεύει· κινεῖσθαι γὰρ καὶ περι‐
10πατεῖν ἡ μανία προάγεται καὶ μὴ κατερρῖφθαι [καὶ μὴ ἠρεμεῖν], ὥσπερ ἐν νόσῳ [ὅπερ ὑγιείας ἐστὶ σύμβολον]. Μεθύειν οὐδενὶ ἀγαθόν, οὔτε ἀνδρὶ οὔτε γυναικί· πολ‐ λὴν γὰρ ἀφροσύνην καὶ παραποδισμὸν τῶν χρειῶν σημαί‐ νει· τούτων γὰρ καὶ ἡ μέθη ἐστὶν αἰτία. ἀγαθὸν δὲ τὸ
15μεθύειν τοῖς φοβουμένοις· ἀνεπιστρεπτοῦσι γὰρ καὶ οὐ φοβοῦνται οἱ μεθύοντες.

3

.

43

Φοβεῖσθαι οὐδενὶ ἀγαθόν, ἐπειδὴ ὁ φοβούμενος ἀντ‐
έχειν μὲν πρὸς οὐδὲ ἓν δύναται, καταπροδοὺς δὲ καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα πρὸς πάντα ἐπιτηδειότερον ἑαυτὸν παρέχει, ὥστε θᾶττον παθεῖν ὃ ἂν μάλιστα φοβῆται.222

3

.

44

Ἐπιστολὴν εἰ μέν τις ἴδοι καὶ τὰ ἐν αὐτῇ γεγραμμένα, εἰς τοῦτο ἀποβαίνει, ὅ τι ἂν τὰ γεγραμμένα εἴπῃ· εἰ δὲ μή, πάντως ἐστὶν ἀγαθή· ἴδιον γὰρ πάσης ἐπιστολῆς τὸ ‘χαῖρε‘ καὶ ‘ἔρρωσο‘ λέγειν.

3

.

45

Κήλη ζημίας ἐστὶ σημαντικὴ τοῦτο μὲν διὰ τὸ ἰσόψη‐ φον τοῦτο δὲ ὅτι καὶ πάντα ὅσα ἐπιφύεται τῷ σώματι μήτε κάλλος μήτ’ ἰσχὺν προστιθέντα ἀλλὰ καὶ τῆς οὔσης εὐπρεπείας παραιρούμενα τὸ σῶμα βλάβης καὶ φροντίδος
5ἐστὶ σημαντικά. ἐπειδὴ δὲ πάθος ἐστὶν ἡ κήλη, καὶ τοῦτο περὶ τὰ αἰδοῖα, οὐδὲν ἧττον καὶ 〈τὴν〉 ἐπὶ τούτοις λύπην σημαίνει καὶ ἀνίαν [ἐπὶ τοῖς ὑπὸ τῶν αἰδοίων σημαινομέ‐ νοις], περὶ ὧν ἀκριβέστερον ἐν τῷ πρώτῳ βιβλίῳ ἐν τῷ περὶ σώματος λόγῳ εἴρηκα.

3

.

46

Ὅ τι δ’ ἂν ἐκ 〈τοῦ〉 σώματος φυτὸν πεφυκέναι δόξῃ τις, ὡς μὲν ἔνιοι λέγουσι, τεθνήξεται· γῆθεν γὰρ φύεται τὰ φυτά, εἰς γῆν δὲ καὶ τὰ τῶν ἀποθανόντων ἀναλύεται σώ‐ ματα· ὡς δὲ ἐγώ φημι, τὰς κρίσεις δεῖ ποιεῖσθαι μὴ αὐτὸ
5μόνον ἀπὸ τῶν φυτῶν ἀλλὰ καὶ ἀπὸ τῶν μερῶν ἐξ ὧν φύεται τὰ φυτά· πολλάκις γὰρ οὐκ αὐτὸς ὁ ἰδὼν ἀπέθανεν ἀλλὰ τὸ δεικνύμενον ὑπὸ τοῦ μέρους, ἐν ᾧ ἦν τὸ φυτόν. ἔστι δέ τις καὶ περὶ αὐτὰ τὰ φυτὰ διαφορά, ὡς ἐνίοτε μὴ θάνατον ποιεῖν ἀλλὰ τομὰς καὶ χειρουργίας. τοῦτο δ’ ἂν
10συμβαίνοι ἀπὸ τῶν ἑκάστοτε τεμνομένων, οἷον ἀμπέλου καὶ τῶν ὁμοίων. οἶδα γοῦν τινα, ὃς ἔδοξεν ἐκ τῆς κεφαλῆς αὐτοῦ πεφυκέναι ἄμπελον, καὶ αὐτὸ μόνον ἐσταφυλοτο‐ μήθη.223

3

.

47

Ψώρα δὲ καὶ λέπρα καὶ ἐλέφας ἐπισημοτέρους τε καὶ ἐνδοξοτέρους τοὺς πένητας ποιοῦσι [καὶ περιβλέπτους] διὰ τὴν εὐπορίαν· καὶ γὰρ τὰ πάθη ταῦτα ἀποβλέπτους τοὺς ἔχοντας ποιεῖ. τὰ δὲ κρυπτὰ ἐλέγχουσι διὰ τὸν
5αὐτὸν λόγον, τοῖς δὲ πλουσίοις καὶ τοῖς μέγα δυναμένοις ἀνδράσιν ἀρχὰς περιποιοῦσιν. ἀεὶ δὲ ἀγαθὸν αὐτὸν ἔχειν δοκεῖν ψώραν ἢ λέπραν ἢ ἐλέφαντα ἤ τι τοιοῦτο πάθος, οἷον ἀλφοὺς ἢ λειχῆνας· τὸ δὲ ἄλλον ἔχοντα ἰδεῖν λύπην καὶ φροντίδα σημαίνει· πᾶν γὰρ εἰδεχθὲς καὶ δυσπρόσω‐
10πον ὁραθὲν συνάγει τὰς ψυχὰς τῶν ὁρώντων καὶ συστέλλει. ἀτοπώτερον δ’ ἂν εἴη τῶν οἰκείων τινὰ ἰδεῖν τοιούτῳ συνεχόμενον πάθει. εἰ μὲν γὰρ οἰκέτης τοῦ ἰδόντος εἴη, ἄχρηστος εἰς ὑπηρεσίαν ἔσται αὐτῷ· εἰ δὲ παῖς, οὐ φυλά‐ ξει τὸ κατὰ γνώμην τοῦ πατρὸς ζῆν· εἰ δὲ γυνή, πάντως
15ἐπὶ τοῖς πραττομένοις ὑπ’ αὐτῆς αἰσχυνεῖται. τοῖς δὲ ἐξ ὄχλου ποριζομένοις συμφέρει, καὶ περὶ τῶν ἄλλων δὲ κατ’ ἀναλογίαν κρίνειν χρή.

3

.

48

Βάλλειν λίθοις τινὰ κακῶς εἰπεῖν τινα σημαίνει, βάλλε‐ σθαι δὲ λίθοις ὑπό τινος κακῶς ἀκούσεσθαι προαγορεύει· ἐοίκασι γὰρ οἱ λίθοι λόγοις ἀπρεπέσι καὶ μαχίμοις. πολ‐ λάκις δὲ τὸ βάλλεσθαι λίθοις καὶ ἀποδημίαν προηγό‐
5ρευσε· δεῖ γὰρ ὡς εἰκὸς τὸν βαλλόμενον φυγεῖν. ἐπειδὰν δὲ πολλοὶ ὦσιν οἱ βάλλοντες, ἀγαθοὶ τετήρηνται μόνοις τοῖς ἐξ ὄχλου ποριζομένοις.224

3

.

49

Τέττιγες ἄνδρας σημαίνουσι μουσικοὺς διὰ τὴν περὶ αὐ‐ τοὺς ἱστορίαν, ἐν δὲ ταῖς χρείαις τοὺς οὐδὲν ὠφελοῦντας ἢ αὐτὸ μόνον περὶ τῶν πραγμάτων λέγοντας καὶ μεμνη‐ μένους, ἐν δὲ τοῖς φόβοις τοὺς αὐτὸ μόνον ἀπειλοῦντας,
5οὐδὲν δὲ δυναμένους δρᾶσαι· οὐδὲν γὰρ οἱ τέττιγες πλὴν φωνὴν ἔχουσι. τοὺς δὲ νοσοῦντας δίψῃ συσχεθῆναι λέγουσι καὶ πάντως ἀποθανεῖσθαι· τροφῆς γὰρ οὐ μέτεστιν αὐτοῖς.

3

.

50

Σκίλλα γεωργοῖς μὲν ἀφορίας ἐστὶ σημαντικὴ διὰ τὸ μηδὲν ἐδώδιμον ἔχειν, ποιμέσι δὲ ἀγαθή, ὅτι φύσει συμ‐ βέβηκεν αὐτὴν λύκων εἶναι φθαρτικήν. ἀγαθὴ δ’ ἂν εἴη πᾶσι τοῖς ἐν φροντίδι καὶ λύπῃ οὖσι· καθάρσιος γὰρ εἶναι
5νενόμισται· τοῖς δὲ εὖ πράττουσι δειμάτων ἐπαγωγὸς καὶ φροντίδων οὖσα τετήρηται· οὐ γὰρ δεῖ καθαρμοῦ τοῖς μὴ ἐν περιστάσει τινὶ οὖσιν. Ἀσφόδελος τῇ σκίλλῃ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἀπο‐ βαίνει, μόνους δὲ τοὺς νοσοῦντας ἀναιρεῖ, ὡς πολλάκις
10ἐτήρησα. τὴν δὲ αἰτίαν σαφῶς μὲν εἰπεῖν οὐκ ἔχω, εἰκὸς δὲ [εἰπεῖν] ὅτι νενόμισται τὸ ἐν Ἅιδου πεδίον ἀσφοδέλων εἶναι πλῆρες.

3

.

51

Πάσχειν δὲ δοκεῖν τὰ αὐτὰ ἄλλῳ ᾡτινιοῦν γνωρίμῳ,
οἷον τὸν αὐτὸν πόδα ἢ τὴν αὐτὴν χεῖρα ἢ ἄλλο τι μέρος τοῦ σώματος τὸ αὐτὸ πάσχειν καὶ ὅλως συννοσεῖν ἢ συν‐ αλγεῖν, κοινωνῆσαι σημαίνει τῶν ἁμαρτημάτων ἐκείνῳ·225
5τὰ μὲν γὰρ νοσήματα τοῦ σώματος καὶ 〈αἱ〉 τῶν μερῶν πηρώσεις ἐοίκασι ταῖς τῆς ψυχῆς ἀκολασίαις καὶ ἀλόγοις ἐπιθυμίαις, ὁ δὲ τὰ αὐτὰ πάσχων εἰκότως ἂν συνεξαμαρ‐ τάνοι. οἶδα δέ τινα πηρὸν τῷ δεξιῷ ποδί, ὃς ἔδοξε τὸν οἰκέτην αὐτοῦ τὸν αὐτὸν πόδα πηρὸν ἔχειν καὶ ὁμοίως
10σκάζειν. καὶ δὴ κατέλαβεν αὐτὸν ἐπὶ τῇ ἐρωμένῃ, ἧς αὐτὸς ἥττητο· καὶ τοῦτο ἦν, ὅπερ προηγόρευσεν αὐτῷ τὸ ὄναρ, συνεξαμαρτάνειν αὐτῷ τὸν οἰκέτην.

3

.

52

Κόπρια συνάγειν ἀγαθὸν τοῖς ἐξ ὄχλου ποριζομένοις καὶ τοῖς τὰς ῥυπώδεις ἐργασίας ἐργαζομένοις· ἐκ πολλῶν γὰρ περισσευμάτων τὰ κόπρια γίνεται καὶ ὑπὸ πολλῶν ῥίπτεται· ἀγαθὸν δὲ καὶ τοῖς τὰ δημόσια ἐργολαβοῦσιν ἢ
5μισθουμένοις. ἀγαθὸν δὲ καὶ ἐπὶ κοπρίᾳ καθεύδειν ἀνδρὶ πένητι· πολλὰ γὰρ κτήσεται καὶ περιβαλεῖται χρήματα. πλουσίῳ δὲ τὸ ὄναρ ἀρχῆς ἐστι περιποιητικὸν ἢ τιμῆς τινος δημοσίας, ἐπειδὴ πάντες οἱ δημόται τῇ κοπρίᾳ προσ‐ φέρουσί τι καὶ προσβάλλουσιν, ὥσπερ καὶ τοῖς ἄρχουσι
10συντελοῦσί τι καὶ διδόασι. προσχεῖσθαι δὲ κόπρια ὑπό τινος γνωρίμου οὐκ ἀγαθόν· ἔχθραν γὰρ καὶ διχόνοιαν καὶ ἀδικίαν ὑπὸ τοῦ προσχέοντος σημαίνει· αὐτὸν δὲ ἄλλῳ κόπρια προσρίπτειν βλάβην πολλὴν προαγορεύει.

3

.

53

Προσευχὴ καὶ μεταῖται καὶ πάντες ἄνθρωποι προΐκται καὶ οἰκτροὶ καὶ πτωχοὶ λύπην καὶ φροντίδα καὶ τηκεδόνα τῆς ψυχῆς καὶ ἀνδρὶ καὶ γυναικὶ προαγορεύουσι· τοῦτο
μὲν γὰρ οὐδεὶς ἄπεισιν εἰς προσευχὴν μὴ οὐχὶ φροντίζων,226
5τοῦτο δὲ καὶ οἱ μεταῖται πάνυ εἰδεχθεῖς ὄντες καὶ ἄποροι καὶ μηδὲν ἔχοντες ὑγιὲς ἐμποδὼν ἵστανται πάσῃ προ‐ αιρέσει. ἔστι δὲ τοῦτο καθόλου καὶ ἐπὶ πάντων ἄπταιστον· οἱ ἀγνοούμενοι ἄνθρωποι εἰκόνες εἰσὶ τῶν ἀποβησομένων ἑκάστῳ πραγμάτων, οἱ δὲ μεταῖται ὁμοίας καὶ αὐτοὶ τὰς
10περὶ αὐτοὺς φαντασίας καὶ τὰς πράξεις τοῖς ὁρῶσιν ἔσε‐ σθαι σημαίνουσι. λαβόντες δέ τι νόμισμα βλάβην μεγάλην καὶ ἐπικίνδυνον προαγορεύουσι, πολλάκις δὲ καὶ θάνατον αὐτῷ τῷ ἐπιδιδόντι ἤ τινι τῶν περὶ αὐτόν· ἐοίκασι γὰρ θανάτῳ, ἐπειδὴ μόνοι ἀνθρώπων ὥσπερ ὁ θάνατος οὐδὲν
15λαβόντες ἀποδιδόασι. μεταῖται δὲ εἰς οἰκίαν εἰσερχόμενοι τῆς οἰκίας ἀμφισβητῆσαί τινι σημαίνουσι, καὶ ἐάν τι λά‐ βωσιν ἢ αὐτοὶ βίᾳ χρησάμενοι ἢ παρέχοντός τινος, βλά‐ βην ὑπερβάλλουσάν τινα σημαίνουσι. τὸ δ’ αὐτὸ καὶ εἰς χωρίον εἰσιόντες σημαίνουσι.

3

.

54

Κλεὶς ὄναρ ὁρωμένη γῆμαι μὲν προῃρημένῳ πιστὴν καὶ οἰκουρὸν ἔσεσθαι τὴν γυναῖκα σημαίνει καὶ τῷ θερά‐ παιναν ὠνήσασθαι βουλομένῳ εὔνουν ἔσεσθαι τὴν θερά‐ παιναν προαγορεύει. ἀποδημεῖν δὲ κωλύει ἀποκλεισμοῦ
5καὶ κατοχῆς οὖσα σημαντική· οὐ γὰρ ἐπὶ τῷ ἀνοίγεσθαι ἀλλ’ ἐπὶ τῷ κλείεσθαι τὰς θύρας γέγονεν ἡ κλείς, ἐπεὶ οὐκ ἂν ἔδει κλειδὸς οὐδὲ θυρῶν. νυνὶ δὲ ἐπειδὰν μὴ παρῇ ὁ φυλάξων, τότε τῆς κλειδὸς ἡ χρεία γίνεται καὶ κεκλῃ‐ μένων τῶν θυρῶν. εἰκότως οὖν ἐμποδὼν γίνεται τοῖς
10ἀποδημεῖν βουλομένοις. τοῖς δ’ ἐπιστατεύειν θέλουσι καὶ
διέπειν τὰ ἀλλότρια πίστεώς ἐστι σημαντική.227

3

.

55

Ψηφοπαικτεῖν δοκεῖν οὐκ ἐπιστάμενον πολλὰ ὠφελη‐ θῆναι σημαίνει παραλογιζόμενον καὶ ψευδόμενον διὰ τὸ πολλὰς ψήφους κλέπτειν καὶ ταύτας ἄλλοτε ἄλλως δει‐ κνύειν, οὐ κατά τινα ἁπλοῦν τρόπον, ἀλλὰ πανούργως.
5ἰδεῖν δὲ ψηφοπαικτοῦντά τινα, παραλογισθέντα καὶ ἐξα‐ πατηθέντα βλαβῆναι σημαίνει.

3

.

56

Μάγειρος ὁ μὲν κατ’ οἶκον ἀγαθὸς ὁρώμενος τοῖς γῆ‐ μαι προῃρημένοις· δεῖ γὰρ ἐν γάμοις μαγείρου. καὶ τοῖς πένησιν· οἱ γὰρ ἐκτενεῖς τροφὰς ἔχοντες, οὗτοι μαγείρῳ χρῶνται. τοῖς δὲ νοσοῦσι παροξυσμοὺς σημαίνει καὶ
5φλεγμονὰς [διὰ τὸ παροπτᾶν] καὶ ποικίλην δυσκρασίαν, ἀφ’ ὧν χυμοὶ γίγνονται δριμεῖς, ὥς φασιν οἱ περὶ ταῦτα δεινοί· τέλος δὲ καὶ δάκρυα διὰ τὸν ὑπὸ τοῦ μαγείρου γινόμενον καπνόν. καὶ τὰ κρυπτὰ ἐλέγχει καὶ τὰ λάθρᾳ γινόμενα εἰς μέσον ἄγει, ἐπειδὴ τὰ ἔργα τοῦ μαγείρου
10εἰς μέσον κομισθέντα παρατίθεται τοῖς εὐωχουμένοις καὶ φαίνεται οἷά ἐστιν. Οἱ δὲ ἐν ἀγορᾷ μάγειροι οἱ τὰ κρέα κατακόπτοντες καὶ πιπράσκοντες κινδύνων εἰσὶ σημαντικοί [καὶ βλάβης]. καὶ τοὺς νοσοῦντας τάχιον ἀναιροῦσιν, ἐπειδὴ νεκρῶν ἅπτον‐
15ται σωμάτων καὶ ταῦτα οὐχ ὁλόκληρα οὐδὲ ὑγιᾶ ἐῶσιν ἀλλὰ κατακόπτουσι. πλουσίοις δὲ καὶ βλάβης πρὸς τοῖς κινδύνοις εἰσὶ σημαντικοὶ [καὶ κατὰ τὸ πλεῖστον εἰς τὸ δημόσιον] διὰ τὸ τῷ δήμῳ διανέμειν τὸν τοιοῦτον μάγει‐
ρον τὰ κρέα. τοῦτο καὶ τοῖς φοβουμένοις στερρότερον228
20ἐπάγει τὸν φόβον. δάνεια δὲ καὶ δεσμὰ διαλύει διὰ τὸ διαιρεῖν καὶ διακόπτειν.

3

.

57

Πανδοκεὺς τοῖς μὲν νοσοῦσι θάνατον σημαίνει· ἔοικε γὰρ θανάτῳ διὰ τὸ πάντας δέχεσθαι· τοῖς δὲ λοιποῖς πᾶσι θλίψεις καὶ στενοχωρίας καὶ κινήσεις καὶ ἀποδημίας προ‐ αγορεύει. καὶ ὁ λόγος φανερός· τί γὰρ δεῖ τὰ οὕτω σαφῆ
5ἑρμηνεύειν; τὰ δὲ αὐτὰ τῷ πανδοκεῖ καὶ τὸ πανδοκεῖον σημαίνει.

3

.

58

Τελώνης ἀγαθὸς τῷ χρείαν ἡντιναοῦν ἀπαρτίσαι βου‐ λομένῳ καὶ τελειῶσαι· ἀπὸ γὰρ τοῦ τέλους τὸ συμπέρασμα ἑκάστης χρείας προαγορεύει. καὶ τοῖς κινεῖσθαι προῃρη‐ μένοις (ἀεὶ γὰρ πρὸς ταῖς ἐξόδοις ἕστηκε) μικρὰς κατοχὰς
5προαγορεύσας τὸ λοιπὸν ἐπιτρέπει κινεῖσθαι καὶ πάσῃ ἀποδημίᾳ χρῆσθαι. νοσοῦσι δὲ θάνατον προαγορεύει· ‘τελευτὴν‘ γὰρ καὶ τὸν θάνατον καλοῦμεν. πρὸς γάμους δὲ καὶ κοινωνίας εὔνους μὲν εἶναι λέγει τοὺς κοινωνοὺς καὶ τὰς γυναῖκας, στασιώδεις δὲ καὶ μαχίμους διὰ τὰς
10γινομένας ἑκάστοτε περὶ τῶν τελῶν ἀμφισβητήσεις. τὸ δὲ εὔνουν αὐτῶν καὶ πιστὸν ἀπὸ τοῦ φυλακτικοῦ ἔστι τεκμήρασθαι.

3

.

59

Λευκέα τοῖς μὲν φοβουμένοις ἐστὶ πονηρά· στερρότερον γὰρ καὶ φορτικώτερον ἐπάγει τὸν φόβον· καὶ τοῖς δούλοις βασάνους καὶ θλίψεις προαγορεύει καὶ ἐλευθέρων τοῖς
πένησι πλὴν τῶν ἐχόντων ἐξ αὐτῆς ἢ δι’ αὐτῆς τὴν ἐργα‐229
5σίαν. καὶ γὰρ κόπτεται καὶ καταπλέκεται· τοῖς δὲ ἐν τρυφῇ διάγουσι θλίψεις καὶ στενοχωρίας σημαίνει καὶ τοὺς ἀποδήμους ἐπανάγει, μάλιστά γε ὅταν διαπόντιοι ὦσι· καὶ γὰρ αὐτὴ διαπόντιος κομίζεται. λίνον δὲ πρὸς γάμον καὶ κοινωνίαν ἀγαθὸν διὰ τὴν πλοκὴν καὶ πρὸς τὰ
10ἐλπιζόμενα διὰ τὴν ἐξ αὐτοῦ γινομένην ἀρκυοστασίαν καὶ τὰς νεφέλας καὶ τὰ ὅμοια, οἷς οἱ ἄνθρωποι τὰ ἄπωθεν καὶ μακρὰν θηρῶσι. πρὸς δὲ τὰ λοιπὰ τὰ αὐτὰ μὲν τῇ λευκέᾳ σημαίνει, ἥττονα δὲ τῇ δυνάμει. κάνναβις δὲ ὑπερ‐ επιτείνει τὰ σημαινόμενα ὑπὸ τῆς λευκέας καὶ τοῦ λίνου
15καὶ [τὰς] βασάνους ὑπερβαλλούσας τινὰς σημαίνει καὶ δεσμὰ εὔτονα· λυθεῖσα μέντοι πάντων ἀπαλλάσσει [μόνη γὰρ αὐτὴ καὶ ἀναλύεται μετὰ πολλὴν τριβήν]. εἰδέναι δὲ χρὴ ὅτι ἕκαστον τούτων τοῖς ἐμπορευομένοις καὶ τοῖς πιπράσκουσι καὶ τοῖς ἐξ αὐτῶν ἢ δι’ αὐτῶν ἐργαζομένοις
20οὐδὲν ἀποτρόπαιον προαγορεύει.

3

.

60

Φυλάττεσθαι ὑπό τινος κατεχόμενον βίᾳ ἐμποδισμοὺς τῶν χρειῶν καὶ κατοχὰς καὶ παρολκὰς ἐν ταῖς προθε‐ σμίαις καὶ ἐπίτασιν ἐν ταῖς νόσοις προαγορεύει, τοῖς δὲ ἐσχάτως ἔχουσι σωτηρίαν· φυλακὴν μὲν γὰρ καὶ παρατή‐
5ρησιν καὶ μονὴν τῶν ὄντων τὴν ζωὴν καλοῦμεν, τὸ δ’ ἐναντίον τούτοις λύσιν καὶ ἀπώλειαν, τοῦτ’ ἔστι τὸν θάνα‐ τον. εἰς δὲ τὸ δεσμωτήριον καὶ τὴν εἱρκτὴν εἰσελθεῖν
ἑκόντα ἢ βίᾳ πρός τινων εἰσαχθῆναι νόσον ἰσχυρὰν ἢ λύπην μεγάλην προαγορεύει. δήμιοι δὲ καὶ δεσμοφύλακες230
10κατοχῆς καὶ λύπης εἰσὶ σημαντικοί. κακούργους δὲ 〈δε‐ σμεύουσι〉 καὶ τὰ κρυπτὰ ἐλέγχουσι· τοῖς γὰρ ἐληλεγμέ‐ νοις καὶ καταφώροις γεγονόσι προσίασι.

3

.

61

Παννυχίδες δὲ καὶ ἑορταὶ νυκτεριναὶ καὶ μετὰ ἀγρυ‐ πνίας εὐφροσύναι πρὸς γάμους καὶ κοινωνίας εἰσὶν ἀγαθαὶ καὶ τοῖς πένησιν εὐπορίας καὶ προσκτήσεώς εἰσι σημαντι‐ καί, καθότι καὶ τοῖς λυπουμένοις καὶ τοῖς φοβουμένοις
5ἄφοβοι καὶ ἄλυποι τετήρηνται· οὐ γὰρ ἔνεστι παννυχίζειν μὴ οὐχὶ ἐν πολλῇ εὐφροσύνῃ ὄντας. μοιχοὺς δὲ καὶ μοι‐ χευομένας καταφανεῖς μὲν τίθησι, κολάζει δὲ οὐδαμῶς, ἐπειδὴ τὰ πραττόμενα ἐν ταῖς παννυχίσι γνώριμα μὲν τοῖς συναναστρεφομένοις ἐστί, κἂν ἀκόλαστα ᾖ, τρόπον
10δέ τινα συγχωρεῖται. τοῖς δὲ ἐν εὐπορίᾳ καθεστῶσι καὶ οἷς ἐστιν ἐπίλαμπρος ὁ βίος ταραχὰς καὶ περιβοησίας τίθησιν, ὧν τὸ τέλος ἄλυπον ἂν γένοιτο.

3

.

62

Ἀγορὰ ταραχῆς ἐστι σημαντικὴ καὶ θορύβου διὰ τὸν ἐν αὐτῇ ἀγειρόμενον ὄχλον. τοῖς δὲ ἐν ἀγορᾷ ζῶσιν ἀνθρώ‐ ποις ἀγαθὴ καὶ ὄχλου πλήθουσα καὶ θορύβου μεστὴ ὁρωμένη· ἡ δὲ ἔρημος καὶ ἀθόρυβος ἀπραξίαν μὲν τού‐
5τοις, τοῖς δὲ ἄλλοις πολλὴν ἀσφάλειαν προαγορεύει. ἀγορὰ ἐσπαρμένη παντὶ δήπουθεν ἄβατος γίνεται, ὅ τι ἂν ᾖ τὸ ἐν αὐτῇ ἐσπαρμένον. λέγουσι δὲ ἔνιοι τὸ τοιοῦτον τῇ πόλει ἐν μὲν εὐποτμίᾳ λιμόν, ἐν δὲ λιμῷ εὐποτμίαν σημαίνειν. θέατρα δὲ καὶ πλατεῖαι καὶ προάστεια καὶ τεμένη καὶ περί‐
10πατοι καὶ πάντα τὰ κοινὰ τὸν αὐτὸν τῇ ἀγορᾷ λόγον ἔχει.231

3

.

63

Ἀνδριάντες χαλκοῖ κινούμενοι οἱ μὲν μεγάλοι σφόδρα εὐπορίας εἰσὶ καὶ προσόδου καὶ χαλκοῦ κτήσεως σημαντι‐ κοὶ διὰ τὴν τοῦ χαλκοῦ κίνησιν· οἱ δὲ ὑπερμεγέθεις, ὅπως ἂν κινῶνται, φόβους καὶ κινδύνους οὐ τοὺς τυχόντας ἐπ‐
5άγουσι· φοβερὰ γὰρ ἡ τούτων κίνησις καὶ καταπληκτικὴ ὡς εἰκὸς τοῖς ὁρῶσι γίνεται. οἱ δὲ λίθινοι καὶ οἱ ἐξ ἄλλης ὕλης κατὰ τὰ αὐτὰ τοῖς τῶν θεῶν ἀγάλμασι κρινέσθωσαν. ἔτι καὶ τοὺς ἐν τῇ πόλει πρωτεύοντας οἱ ἀνδριάντες ση‐ μαίνουσιν. ὅ τι ἂν οὖν δρῶσιν ἢ πάσχωσι, τὰ αὐτὰ τοὺς
10ἡγουμένους τῆς πόλεως δρᾶσαι ἢ παθεῖν προσημαίνουσιν.

3

.

64

Ἀσπάλαξ ἄνθρωπον τυφλὸν ἀπὸ τοῦ συμβεβηκότος σημαίνει καὶ ματαιοπονίαν διὰ τὸν μάταιον τοῦ ζῴου πό‐ νον. καὶ τὸν ἀποκρύπτεσθαι βουλόμενον σημαίνει ὑφ’ ἑαυτοῦ ἐλεγχθῆναι· καὶ γὰρ ὁ ἀσπάλαξ ὑπὸ τῶν ἰδίων
5ἐλεγχόμενος ἔργων συλλαμβάνεται.

3

.

65

Γλαὺξ ἐλεὸς βύας αἰγωλιὸς σκὼψ νυκτικόραξ καὶ προσέτι νυκτερὶς καὶ εἴ τι ἄλλο νυκτερινὸν ὄρνεον πρὸς μὲν τὰς πράξεις πάντα ἐστὶν ἄπρακτα, πρὸς δὲ τοὺς φόβους ἄφοβα, ὅτι μήτε θηρεύει 〈ἐν ἡμέρᾳ〉 μήτε σαρκο‐
5φαγεῖ τὰ νυκτερινὰ ὄρνεα. μόνη 〈δὲ〉 νυκτερὶς γυναιξὶν ἐγκύμοσίν ἐστιν ἀγαθή· οὐ γὰρ ᾠοτοκεῖ, ὥσπερ οἱ ἄλλοι ὄρνιθες, ἀλλὰ ζῳοτοκεῖ καὶ γάλα ἐν μαζοῖς ἔχει καὶ τοὺς
ἰδίους ἐκτρέφει νεοττούς. ὅ τι δ’ ἂν τούτων τῶν ὀρνέων τις ἴδῃ πλέων ἢ ὁδεύων, χειμῶνι μεγάλῳ ἢ λῃσταῖς περιπε‐232
10σεῖται. εἰσοικιζόμενα δὲ εἰς οἰκίαν ταῦτα ἔρημον ἔσεσθαι τὴν οἰκίαν μαντεύεται.

3

.

66

Ὡρολόγιον πράξεις καὶ ὁρμὰς καὶ κινήσεις καὶ ἐπιβο‐ λὰς 〈τῶν〉 χρειῶν σημαίνει· πάντα γὰρ πρὸς τὰς ὥρας ἀποβλέποντες οἱ ἄνθρωποι πράσσουσιν. ὅθεν συμπῖπτον ἢ κατεασσόμενον πονηρὸν ἂν εἴη καὶ ὀλέθριον, μάλιστα
5δὲ τοῖς νοσοῦσιν. ἀεὶ δὲ τὰς πρὸ τῆς ἕκτης ὥρας ἀριθ‐ μεῖν ἄμεινον ἢ τὰς μετὰ τὴν ἕκτην. Ταῦτα μὲν οὖν εἰς ἀναπλήρωσιν τῶν δεόντων, ὅσα μήτ’ ἐν ταῖς προτέραις βίβλοις ἐχρῆν γράφειν ὥσπερ ἂν εἰς ἀνοίκειον κατατεθέντα καὶ ἀλλοτρίαν χώραν, μήτε μὴν
10ἄγραφα καταλιπεῖν εὔλογον ἦν, ὅπως μή τινι, ὡς ἔφην, πάροδον καὶ ἐπιβάθραν καταλείπω τοῦ γράφειν, αὐτάρ‐ κως ἔμοιγε ἔχειν δοκεῖ. χρὴ δὲ γινώσκειν ὅτι οὐδὲν οὕτω χαλεπόν ἐστι καὶ δύσκολον ὡς τὸ τὴν κρᾶσιν καὶ μίξιν τῶν ὁρωμένων ἐν τοῖς ὕπνοις συνιδόντα μίαν ἐκ πάντων ἀπό‐
15φασιν ποιήσασθαι, ἐπειδὴ πολλάκις ἐναντία ἀλλήλοις καὶ οὐδὲν ὅμοιον ἔχοντα ἔστιν ἰδεῖν. ἀδύνατον δὲ μαχόμενα εἶναι τὰ σημαινόμενα ἀλλήλοις, εἴγε τὰ πάντως ἐσόμενα οἱ ὄνειροι προαγορεύουσιν· ἀλλ’ ὥσπερ τῶν πραγμάτων ἐστὶ τάξις καὶ ἀκολουθία, οὕτω καὶ τοῖς ὀνείροις εἰκὸς
20ἀκολουθεῖν τάξιν τινά. ἐπειδὰν οὖν ἴδῃ τις ὁμοῦ ἀγαθὰ καὶ κακά, ἐν νῷ δεῖ λαβεῖν ὁπότερα πρότερα εἶδε, τὰ ἀγαθὰ ἢ τὰ κακά· καὶ γὰρ ἐν τοῖς πράγμασι ποτὲ μὲν χρησταὶ
φανεῖσαι ἐλπίδες εἰς κακὸν ἀπέβησαν, ποτὲ δὲ οἱ προσ‐ δοκηθέντες φόβοι ἀγαθῶν αἴτιοι κατέστησαν. ἔστι δὲ ὅτε233
25καὶ ἀντὶ μεγάλων κακῶν λυσιτελεῖ μικρὰ παθεῖν, καὶ πάλιν αὖ ἐφάνη τις μικρὰ προσδοκία ἀγαθῶν ἢ κακῶν ψευδὴς οὖσα καὶ ματαία. τοῦτον οὖν τὸν τρόπον καὶ οἱ ὄνειροι μεμιγμένων τῶν ἐν αὐτοῖς σημαινομένων εἰκότως εἰσὶ ποικίλοι καὶ τοῖς πολλοῖς δυσερμήνευτοι. ἐγὼ δὲ ὡς
30εὐπαρακολούθητον ἕκαστον τῶν σημαινομένων γένηται, ἐν τάξει ἕκαστον καὶ κοσμίως καὶ ὡς μάλιστα ἐνεδέχετο διδασκαλικῶς ἀνέγραψα. ὥσπερ δὲ οἱ γραμματικοὶ τῶν στοιχείων ἐπειδὰν τὰς δυνάμεις διδάξωσι τοὺς παῖδας, τότε καὶ ὅπως ὁμοῦ πᾶσι χρῆσθαι δεῖ ὑποτίθενται, οὕτω κἀγὼ
35μικράς τινας καὶ εὐπαρακολουθήτους ὑποθήκας πρὸς τοῖς εἰρημένοις ἐπισωρεύσω, ὡς ἂν ᾖ εὐμαθῆ τὰ βιβλία πᾶσιν· ἐπεὶ τοῖς γε πείρᾳ κεχρημένοις καὶ τριβαῖς πολλαῖς εὐπα‐ ρακολούθητός ἐστιν ὁ λόγος καὶ ἱκανὸς ἕκαστα διδάξαι ὡς ἔχει. ἐν μὲν 〈οὖν〉 τῷ πρώτῳ βιβλίῳ ἔφην εἶναι τὴν
40κεφαλὴν πατέρα τοῦ ἰδόντος, ἐν δὲ τῷ δευτέρῳ λέοντα εἶναι βασιλέα ἢ νόσον, καὶ ἐν τῷ περὶ θανάτου τοῖς πενο‐ μένοις τὸ ἀποθανεῖν χρηστὸν εἶναι καὶ λυσιτελὲς ἐπέδειξα. ἐπειδὰν οὖν πένης ἀνὴρ πατέρα ἔχων πλούσιον ὄναρ ὑπὸ λέοντος τὴν κεφαλὴν ἀφῃρῆσθαι δόξῃ καὶ ἀποθανεῖν,
45εἰκός ἐστι τὸν πατέρα αὐτοῦ ἀποθανόντα κληρονόμον αὐτὸν καταλείψειν, καὶ τοῦτον τὸν τρόπον ἄλυπος ἂν γένοιτο καὶ εὔπορος, οὔτε φορτικὸν ἔτι ἔχων τὸν πατέρα οὔτε ὑπὸ τῆς πενίας θλιβόμενος· ἔστι γὰρ ἡ μὲν κεφαλὴ ὁ πατήρ, ἡ δὲ ἀφαίρεσις ἡ στέρησις τοῦ πατρός, ὁ δὲ λέων

3

.

66

(50)

ἡ νόσος, ἣν νοσήσας ὁ πατὴρ ἀποθάνοι ἄν· ὁ δὲ θάνατος
ἡ μεταβολὴ τοῦ βίου καὶ τὸ διὰ τὸν πλοῦτον ἀνενδεές. τοῦτον δὴ τὸν τρόπον καὶ ἐπὶ πάντων τῶν ποικίλων ὀνεί‐ ρων χρὴ ποιεῖσθαι τὰς κρίσεις συνάγοντα καὶ ποιοῦντα καθ’ ἕκαστον τῶν κεφαλαίων σῶμα ἕν. χρὴ δὲ ἀποφαί‐234
55νεσθαι μιμούμενον τοὺς θύτας, οἳ καὶ καθ’ ἓν τῶν ση‐ μείων ἐπίστανται πρὸς τί ἕκαστον ἁρμόζει, καὶ τὰς ἀπο‐ φάσεις οὐδέν τι μᾶλλον ἐξ ἑνὸς ἑκάστου ἢ ἐκ πάντων ποιοῦνται. γένοιτο δὲ μετὰ πολλῆς εὐμενείας τοὺς ἐντυγ‐ χάνοντας [ἐπιθυμῆσαι] ἀναγνῶναι τὰ βιβλία καὶ μὴ πρὸ
60τοῦ ἀκριβῶς καταλαβεῖν ἐγκαλεῖν τι, ἐπεὶ τό γε ὅτι τοὺς ἐπιμελῶς ἀναγνόντας οὐκ ἐάσει ἀποστῆναί ποτε τῶν λόγων τούτων τὰ βιβλία καὶ διομόσασθαι ἔχω. Τὰ μὲν δὴ χρειώδη, Κάσσιε Μάξιμε, τοῖς βιβλίοις κα‐ θὼς προσῆκεν ἐξ ὁλοκλήρου πάντα ἀποδέδοται· τὴν δὲ
65ἐπιγραφὴν μὴ θαυμάσῃς, διότι Ἀρτεμιδώρου Δαλδιανοῦ καὶ οὐχὶ Ἐφεσίου ἐπιγέγραπται, ὥσπερ πολλὰ τῶν ἤδη εἰς ἄλλας πραγματείας πεποιημένων μοι βιβλίων· τὴν μὲν γὰρ Ἔφεσον συμβέβηκε καὶ αὐτὴν δι’ ἑαυτῆς περιώνυμον εἶναι καὶ πολλῶν καὶ ἀξιολόγων κηρύκων τετυχηκέναι,
70Δάλδις δὲ πόλισμα Λυδίας καὶ οὐ σφόδρα ἐλλόγιμον διὰ τὸ μὴ τοιούτων ἀνδρῶν τετυχηκέναι ἄγνωστον τὸ μέχρι εἰς ἡμᾶς μεμένηκε. διὸ θρεπτήρια οὔσῃ μοι πατρίδι
πρὸς μητρὸς ταῦτα ἀποδίδωμι αὐτῇ235

4

t

Ἀρτεμίδωρος Ἀρτεμιδώρῳ τῷ υἱῷ χαίρειν

4

prol

Ἐπειδὴ κατὰ δαίμονα καὶ τὴν τοῦ κρατίστου Κασσίου Μαξίμου σπουδὴν προετράπην ὀνειροκριτικὰ βιβλία ποι‐ ῆσαι, ὅπως τῷ ἑταίρῳ χαρισαίμην καὶ τὴν ἐμαυτοῦ σοφίαν μὴ σιγῇ παραδοὺς καὶ ὄκνῳ ματαίως ἀναλώσαιμι,
5καὶ ταῦτα, ὅπως εἶχον δυνάμεως, ὥς γε ἐμαυτὸν εἰδέναι οὔτε τοῦ μεγαλείου τῆς τέχνης ἀποδέοντα οὔτε πρὸς αὐτάρκειαν ἐνδεῶς ἔχοντα τοῖς γε μὴ παντελῶς ἀνοήτοις ἐποίησα συναγαγὼν ἕκαστα τῶν ὁρᾶσθαι δυναμένων καὶ ἐν χρήσει ὄντων ἐνυπνίων, τάξει τινὶ καὶ ἀκολουθίᾳ
10χρησάμενος ὁμοίᾳ βίῳ ἀνθρωπίνῳ, ἀπὸ γενέσεως ἄχρι θανάτου καθ’ ἕκαστον τῶν πραττομένων ἐμπεριλαβὼν καὶ πρὸς ὅ τι τὴν ἀναφορὰν ἕκαστον ἔχειν καὶ εἰς ὅ τι ἀποβαίνειν δύναται, οὐχὶ ψιλῇ εἰκασίᾳ ἀλλὰ πείρᾳ καὶ
τῇ τῶν ἀποτελεσμάτων μαρτυρίᾳ πειθόμενος. καὶ ὅσα236
15σπερματωδέστερα καὶ οὐκ ἐξειργασμένα οἱ παλαιοὶ συν‐ έγραψαν, ἐξειργασάμην εἰς λεπτὴν καὶ ἀληθῆ διαίρεσιν, καὶ ὅσα καινοτέρας ἔχοντα τὰς ἐκβάσεις ἢ καὶ αὐτὰ καινὰ ὄντα ὑπέπιπτε συμπεριέλαβον. καὶ ἐδόκουν ἀποχρώντως ἔχειν τὴν πραγματείαν δυσὶ περιωρισμένην βιβλίοις.
20ἔπειτα μέντοι διαπεφευγότα τινὰ τὴν πραγματείαν ηὑρί‐ σκετο, μικρὰ μὲν καὶ οὐ πολλῆς ἄξια φροντίδος, ὅμως δὲ ἐπιζητούμενα ὑπὸ τῶν ὀνυχιζόντων πάντα καὶ μηδὲν ἀβασάνιστον εὑρίσκειν πειρωμένων. ἀθροίσας οὖν, ὡς ἐνῆν, τὰ πλεῖστα καὶ 〈μάλιστ’〉 ἀξιόλογα οὐχὶ καθ’ ὑπο‐
25θέσεως μιᾶς λόγον (οὐδὲ γὰρ οὐδὲ ἐνεδέχετο τά γε οὕτως ἀλλήλων κεχωρισμένα σωματοποιεῖν καὶ εἰς ἓν συνάγειν) ἀλλ’ ὡς ἐν ἐπιδρομῇ λόγων τρίτον βιβλίον τὸ Φιλάληθες ἢ Ἐνόδιον ἐποίησα. ἦν δὲ ἄρα τις ἐν ἀνθρώποις Μῶμος ἀπεληλαμένος θεῶν καὶ δαιμόνων οὐκ ἀγαθός, ᾧ χρὴ
30κατὰ τὸ καρτερὸν ἐνίστασθαι ἐπιστάμενον ὅτι πλείοσιν ὅπλοις πρὸς τὰ κρείττονα τῶν ἔργων ἀγωνίζεται. καὶ γὰρ νῦν αἰσθάνομαί τινων τοῖς βιβλίοις ἐγκαλούντων ὡς τῶν μὲν ἐν αὐτοῖς γεγραμμένων ἀληθείας μὲν οὐδ’ ὁτιοῦν ἀποδεόντων, οὐ πάντων δὲ ἐξειργασμένων οὐδὲ ᾐτιολογη‐
35μένων, ἔστι δὲ ὧν καὶ παραλελειμμένων ἀναγκαίων ὄντων τῇ ὑποθέσει. διὸ μετὰ πολλῆς ἐπιστροφῆς ὑπέρ τε ἐμαυ‐ τοῦ καὶ σοῦ ὡρμήθην ἐπὶ τὴν συγγραφὴν τοῦδε τοῦ βι‐ βλίου, ὅπως ἂν ἔχῃς πρὸς ἕκαστα ἐπιβόλως τε, εἰ αὐτὸ μόνον δέοι κρίνειν, καὶ πρὸς τοὺς ζητητικοὺς τῶν ἀνθρώ‐
40πων εὐκόλως πρὸς ἀπόκρισιν, μεμνημένος ὅτι σοι προσ‐ πεφώνηται τὸ βιβλίον, ὅπως ἂν αὐτὸς ἔχῃς χρῆσθαι καὶ μὴ πολλοῖς κοινωνῇς ἀντιγραφῶν. τὰ γὰρ ἐνταῦθα γρα‐ φησόμενα μένοντα μὲν παρὰ σοὶ πάντων ὑπέρτερον ἢ οὐδενός γε λειπόμενον ὀνειροκριτικόν σε ποιήσει, κοινω‐237
45θέντα δὲ οὐδέν τι μᾶλλον ἑτέρων σε ἐπιστάμενον ἐπιδεί‐ ξει. εὖ γὰρ ἴσθι ὅτι τῶν λόγων τῶν ἡμετέρων ἥττονές εἰσι πολλοὶ καὶ σχεδὸν πάντες, οἷς ἐπιμελές ἐστι τὸ κατορ‐ θοῦν ἐν μαντικῇ. κανονικῶς οὖν καὶ ὁρικῶς [περὶ] τῶν ζητουμένων ἕκαστά σοι κατὰ τὴν ὑπόθεσιν τὴν ἐν τοῖς

4

prol

(50)

πρώτοις δυσὶ βιβλίοις ἀπ’ ἀρχῆς ἀναγράφω. Πρὸς μὲν οὖν τοὺς μὴ πάντα ᾐτιολογῆσθαι λέγοντας ὀρθῶς ἐρεῖς τὸ ἐκ τοῦ προοιμίου τοῦ πρώτου βιβλίου ῥητόν, πλὴν εἰ μὴ τοῦτο οὕτω σαφὲς εἴη, ὡς περιττὴν ἡγεῖσθαι τὴν περὶ αὐτοῦ ἐξήγησιν· πρὸς δὲ τοὺς μὴ πάντα
55ἐξειργάσθαι λέγοντας καὶ τούς τινα παραλελεῖφθαι ἐρεῖς ὅτι ἔνιά τισιν ὅμοια ὄντα ὡς εὔγνωστα παραλέλειπται ἢ οὐκ ἐξείργασται, ὡς στρόφιον διαδήματι καὶ λαγὼς ἐλά‐ φῳ καὶ κάμηλος ἐλέφαντι καὶ κρόκος μύροις καὶ ὅσα ἄλλα ἐστὶν εὐώδη, καὶ ὅτι χοῖρος καὶ ὄρνιθες ταῖς ἑαυτῶν
60σαρξὶ τὸν αὐτὸν ἔχουσι λόγον. πρὸς δὲ τοὺς πυνθανομέ‐ νους περὶ ὀνείρου καὶ ἐνυπνίου διαφορᾶς ἐπιμελῶς προ‐ εῖπον ὅτι ἕτερόν ἐστι τοῦ ὀνείρου τὸ ἐνύπνιον καὶ οὐ ταὐ‐ τόν. ἀλλὰ καὶ τὸν ὄνειρον ἐνύπνιον καλῶς εἴποι τις ἄν·
ὅταν δὲ τεχνικῶς λέγῃ τις, κυρίως ἕκαστον χρὴ καλεῖν,238
65καὶ τὸ μὲν ἀσήμαντον καὶ οὐδενὸς προαγορευτικὸν ἀλλ’ ἐν μόνῳ τῷ ὕπνῳ τὴν δύναμιν ἔχον, γινόμενον δὲ ἐξ ἐπι‐ θυμίας ἀλόγου ἢ ὑπερβάλλοντος φόβου ἢ πλησμονῆς ἢ ἐνδείας [τροφῆς], ἐνύπνιον χρὴ καλεῖν, τὸ δὲ μετὰ τὸν ὕπνον ἐνεργὲς ὂν καὶ ἀποβησόμενον ἐς ἀγαθὸν ἢ κακὸν
70ὄνειρον δι’ ἃς αἰτίας ἐκεῖ προείρηκα. ὅταν δὲ κοινῶς τις λέγῃ, καταχρηστέον τοῖς ὀνόμασιν, ὡς καὶ ὁ ποιητής κλῦτε, φίλοι, θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος. φίλον γὰρ αὐτῷ τὸ ἰσοδυναμοῦσι χρῆσθαι ὀνόμασι καὶ ῥήμασι καὶ πᾶσι τοῖς τοῦ λόγου μέρεσιν, ὡς καὶ ‘ἀμφὶ
75περὶ κρήνην‘ καὶ ‘εἰ δ’ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτο‘ καὶ ἄλλα ἄττα πολλά [οὕτως καὶ ‘θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειροσ‘]. Μέμνησο δὲ ὅτι τοῖς ἐνστάσει χρωμένοις ἀγαθῇ καὶ εὐπροαιρέτῳ ἐνύπνια οὐ γίνεται οὐδὲ ἄλλαι τινὲς ἄλογοι
80φαντασίαι, ἀλλὰ πάντα ὄνειροι καὶ ὡς ἐπὶ τὸ πλεῖστον θεω‐ ρηματικοί· οὐ γὰρ ἐπιθολοῦται αὐτῶν ἡ ψυχὴ οὔτε φόβοις οὔτε ἐλπίσιν, καὶ μέντοι καὶ τῶν τοῦ σώματος ἡδονῶν ἄρ‐ χουσι. τὸ δὲ κεφάλαιον εἰπεῖν, [ἐν] τῷ σπουδαίῳ ἐνύπνιον οὐ φαίνεται οὐδέ τις ἄλλη ἄλογος φαντασία. ἵνα δὲ μή ποτε
85ἐξαπατηθῇς, οὐ ταὐτὰ τοῖς πολλοῖς ἐνύπνια καὶ τοῖς δυναμένοις αὐτὰ διακρίνειν· οἱ μὲν γὰρ πολλοί, οἷα βού‐ λονται ἢ οἷα φοβοῦνται, τοιαῦτα καὶ κατὰ τὸν ὕπνον
ὁρῶσιν, οἱ δὲ αὖ σοφοὶ περὶ ταῦτα καὶ δεινοί, οἷα βούλον‐ ται, τοιαῦτα σημαίνουσιν. ἢν δέ τις τῶν ἀπείρων ἴδῃ, χρὴ239
90πιστεύειν οὐχ ὡς ἐνυπνίοις ἀλλ’ ὡς ὀνείροις. οἷον 〈ὁ〉 δυ‐ νάμενος διακρίνειν τὰ τοιαῦτα ἢ διὰ τὸ βιβλίοις ἐντετυχη‐ κέναι ὀνειροκριτικοῖς ἢ διὰ τὸ ὀνειροκρίταις συναναστρέ‐ φεσθαι ἢ διὰ τὸ εὐεπιβόλως ἔχειν πρὸς τὰς κρίσεις εἰ μὲν τύχοι ἐρῶν γυναικός, οὐ τὴν ἐρωμένην ὄψεται ἀλλ’
95ἵππον ἢ κάτοπτρον ἢ ναῦν ἢ θάλασσαν ἢ θηρίον θῆλυ ἢ ἐσθῆτα γυναικείαν ἢ ἄλλο τι τῶν σημαινόντων γυναῖκα. εἰ δὲ πρὸς ἀποδημίαν γένοιτο, οὐχὶ ὀχήματα ὄψεται οὐδὲ ναῦς οὐδὲ στρωματοδέσμους οὐδὲ σκεύη συνειλεγμένα ἢ παρασκευὴν ἀποδημίας, ἵπτασθαι δὲ δόξει καὶ σεισμὸν ἢ πό‐

4

prol

(100)

λεμον ἢ κεραυνὸν ὄψεται καὶ εἴ τι ἄλλο ἀποδημίας ἔσται σύμ‐ βολον. καὶ εἰ φοβοῖτό τινα ἢ φεύγοι, οὐκ αὐτὸν ἐκεῖνον ὄψε‐ ται, ἀλλὰ θηρίον ἐκφεύγειν νομίσει καὶ δεσμὰ διαρρήσσειν καὶ λῃστὰς ἀναιρεῖν καὶ θεοῖς θύειν καὶ ὅσα ἰδόντες οἱ ἄλλοι ἄνθρωποι ἔξω δέους καὶ ταραχῆς γίνονται. ὡς καὶ
105ἐν Κορίνθῳ ὁ ζωγράφος 〈ὃσ〉 τὸν δεσπότην κατορύττειν πολλάκις ἐδόκει 〈καὶ〉 τοῦτο μὲν τὴν ὀροφὴν τοῦ οἰκή‐ ματος ἐν ᾧ διέτριβεν ἀπόλλυσθαι, τοῦτο δὲ καὶ τὴν ἑαυτοῦ κεφαλὴν ἀποτετμῆσθαι. καὶ οὐδὲν ἧττον περιῆν αὐτῷ ὁ δεσπότης καὶ ἔτι νῦν περίεστιν. ἀλλ’ ἐπειδὴ κριτικῶς
110εἶχε τῶν τοιούτων, τεχνικώτερον αὐτῷ προσέπαιζεν ἡ ψυχή· αὐτὰ γὰρ ταῦτα ἄλλῳ ἰδόντι τοῦ δεσπότου ὄλεθρον προεμαντεύετο. ἵνα δὲ μὴ ἄπορόν σοι φαίνηται τὸ τοιοῦτον, εὖ ἴσθι ὅτι πολλοὶ μὲν καὶ σχεδὸν οἱ πλεῖστοι, ἵνα μὴ λέγω πάντες, εἰσὶν οἱ τὰ κοινὰ ἐνύπνια ὁρῶντες, παντε‐
115λῶς δὲ ὀλίγοι καὶ μόνοι οἱ ὀνειροκριτικοὶ τῶν ἀνθρώπων
τὰ ἕτερα, περὶ ὧν ὁ προγεγραμμένος λόγος εἴρηται.240

4

.

1

Τῶν δὲ ὀνείρων πάντων οὓς μὲν θεωρηματικοὺς οὓς δὲ ἀλληγορικοὺς καλοῦμεν· καὶ θεωρηματικοὺς μὲν τοὺς οὕ‐ τως ἀποβαίνοντας ὡς θεωροῦνται, ἀλληγορικοὺς δὲ τοὺς τὰ σημαινόμενα δι’ αἰνιγμάτων ἐπιδεικνύντας. ἐπειδὴ δὲ
5καὶ ἐν τούτοις γίνεταί τις πλάνη ἀμφιβαλλόντων πότερον χρὴ τὰ θεωρηθέντα αὐτὰ προσδέχεσθαι ἢ ἕτερόν τι ἐκ τούτων ἀποβησόμενον, οὐκ ἄπορόν σοι τὸ διακρίνειν δύνασθαι. πρῶτον μὲν γὰρ ὅσα θεωρηματικά ἐστι, παρα‐ χρῆμα καὶ αὐτίκα μάλα ἀποβαίνει· ὅσα δὲ ἀλληγορικά,
10πάντως χρόνου διαλείποντος ἢ πολλοῦ ἢ ὀλίγου [ἢ τὸ ἔσχατον ἡμέρας μιᾶς]. ἔπειτα καὶ εὔηθες ἂν εἴη τὰ τεράστια καὶ οὐδαμῶς ἐνδεχόμενα ἐγρηγορότι συμβαί‐ νειν ταῦτα οὕτως ὡς θεωρηματικὰ προσδέχεσθαι. οἷον εἴ τις ὑπολάβοι θεὸς γεγονέναι ἢ πέτεσθαι ἢ κέρατα ἔχειν
15ἢ εἰς Ἅιδου καταβεβηκέναι· ** ἢ ὑπὸ κυνὸς δεδῆχθαι ἢ παρακαταθήκην λαβεῖν ἢ φίλον ἰδεῖν ἢ δραπέτην εὑρεῖν ἢ δειπνεῖν παρ’ ἑαυτῷ ἢ πίνειν ἢ συντείνειν ἢ ἀπολέσαι τι· ταῦτα γὰρ καὶ ὅσα τούτοις ὅμοια πῇ μὲν οὕτως ἀπο‐ βαίνει ὡς θεωρεῖται, πῇ δὲ καὶ ἀλληγορικῶς. εἰ μὲν οὖν
20παραυτίκα ἀποβαίνει, περισσὸν αὐτὰ κρίνειν· εἰ δὲ μή, ἐφάρμοζε ἑκάστῳ τὴν προσήκουσαν κρίσιν ἐκ τῶν προ‐ τέρων βιβλίων. ὅσα μέντοι σπάνιά ἐστι καὶ ἅπαξ που γινόμενα, ταῦτα ὡς τεράστια καὶ ἔκφυλα τῶνδε τῶν λόγων παραδέχου μὲν ὡς ἐνδεχόμενα γενέσθαι, μὴ χρῶ
25δὲ ὡς πάντῃ καὶ πάντως καθολικοῖς. καὶ γὰρ Δρούσων ὁ Λαοδικεὺς τὴν τοῦ φίλου οἰκίαν ὠνήσασθαι δόξας μετὰ
τριετίαν ὠνήσατο. ἀλλὰ τοῦτο μόνον θεωρηματικὸν ἦλθεν εἰς ἡμᾶς ὀψὲ καὶ μὴ αὐτίκα ἀποβάν, τῶν δὲ ἰδίων τε καὶ κοινῶν καὶ ἀλλοτρίων καὶ δημοσίων καὶ κοσμικῶν ὀνεί‐241
30ρων τὸν λόγον ἠκριβωμένον καὶ σφόδρα γε ἔχεις ἐν τῷ πρώτῳ βιβλίῳ. ὅμως δὲ καὶ ἐν τούτῳ τῷ θεωρήματι οἱ τὰς αὐτὰς [ἔν] τισι τέχνας ἔχοντες, καὶ εἰ πάνυ εἶεν γνώ‐ ριμοι, τῶν τεχνῶν αὐτῶν εἰσι σημαντικοί. τοιγαροῦν γραμματικὸν γραμματικῷ οὐδὲν ἄλλο ἢ τὴν γραμματι‐
35κὴν εἶναι τέχνην καὶ ῥήτορα 〈ῥήτορι〉 ῥητορικήν, οὕτω δὲ καὶ ἐπὶ τῶν βαναύσων χαλκέα χαλκεῖ καὶ τέκτονα τέ‐ κτονι τὴν χαλκευτικὴν καὶ τεκτονικὴν τέχνην σημαίνειν. οἷον Φίλαγρος ὁ ῥήτωρ Οὐᾶρον τὸν ῥήτορα νοσοῦντα ἐθεάσατο, καὶ ἐπὶ πολὺ παρὰ προαίρεσιν τὴν ἑαυτοῦ
40ἐσίγησε. καὶ ἐν Κυζίκῳ τέκτων τὸν ἀγχίθυρον τέκτονα ἀποθανόντα καὶ ἐκφερόμενον ἰδὼν διὰ δανειστὰς ἐξεχώ‐ ρησε τοῦ ἐργαστηρίου καὶ μετανέστη τῆς πόλεως.

4

.

2

Περὶ δὲ τῶν ἓξ στοιχείων πρὸς τοὺς ἐπιφθόνως εἰρῆ‐ σθαι δοκοῦντας ὅπως ἔχῃς ἀποκρίνασθαι 〈καὶ〉 ἅμα καὶ αὐτὸς μὴ ἐξαπατηθῇς ὑπὸ τῶν πλείονα λεγόντων εἶναι, οὗτος ὁ λόγος ἁρμόσει. τῶν ὄντων ἃ μὲν φύσει ἐστὶν ἃ
5δὲ νενόμισται· ἔστι δὲ πρῶτα μὲν ταῦτα καὶ ἡγεμονικὰ δύο στοιχεῖα. τὰ μὲν οὖν φύσει δεῖ κατὰ ταὐτὰ καὶ ὡσαύ‐ τως ἔχειν, τῶν δὲ νενομισμένων ἃ μὲν συνθέμενοι
ἀλλήλοις οἱ ἄνθρωποι αὐτοὶ ἑαυτοῖς προστάττουσι, καὶ καλεῖται τὸ τοιοῦτον ἔθος· ἔστι δὲ, ὡς ἡ Φημονόη λέγει,242
10νόμος ἄγραφος· ἃ δὲ φόβῳ τοῦ παραβαίνεσθαι γραψάμε‐ νοι νόμους καλοῦσι παρὰ τὸ νενομικέναι ταῦτα οὕτω δεῖν ἔχειν. κοινῇ μὲν οὖν ἑαυτοῖς ὡμολογήκασι μυστήρια καὶ τελετὰς καὶ πανηγύρεις καὶ ἀγῶνας καὶ στρατείαν καὶ γεωργίαν καὶ πόλεων συνοικήσεις καὶ γάμους καὶ παίδων
15ἀνατροφὰς καὶ ὅσα ἄλλα τούτοις ὅμοια, ἑαυτῷ δὲ ἕκαστος ὁμολογήσας ἐνστάσει χρῆται ἰδίᾳ καὶ ἐσθῆτι καὶ ὑποδέσει καὶ τροφῇ καὶ κουρᾷ καὶ ἄλλῳ τῷ περὶ τὸ σῶμα κόσμῳ καὶ ἐπιτηδεύματι καὶ προαιρέσει, ἣν ἂν μάλιστα ἐπαινῇ, ‘ἄλλα δ’ ἄλλοισιν νόμιμα, σφετέραν δ’ αἰνεῖ δίκαν ἕκα‐
20στοσ‘ φησὶν ὁ Πίνδαρος. τῶν δὲ γεγραμμένων νόμων δύναμις μένει ἡ αὐτή, 〈καὶ〉 πράττοντι μὲν κατὰ τὴν γραφὴν ἔπαινοι καὶ τιμαὶ καὶ δόξα ἀγαθὴ καὶ ἀσφάλεια πολλή, παραβαίνοντι δὲ τοὺς γεγραμμένους νόμους ζημίαι τε καὶ κολάσεις καὶ κίνδυνοι. τὸ μὲν οὖν κατὰ τὸν νόμον
25ἀδιαίρετον πλὴν ὅσον [ἐν] χρόνῳ, τὸ δὲ ἔθος ἀποσχέσεις ἔσχηκε τήν τε τοῦ χρόνου καὶ τὴν τῆς τέχνης καὶ τὴν τῶν ὀνομάτων· πάντα γὰρ τὰ πραττόμενα κατὰ νόμον καὶ ἄνευ νόμου πάντως ἔν τινι χρόνῳ γίνεται ἢ γέγονεν ἢ ἔσται, χρόνου δὲ ἀποσχέσεις καιροὶ καὶ ὧραι. πράττουσι
30δὲ ἕκαστα ἄνθρωποι ἤτοι τεχνικῶς ἢ ἀτεχνῶς· τεχνικῶς μὲν οἱ ἐπιστάμενοι, ἀτεχνῶς δὲ οἱ μή. [τὴν τέχνην σύ‐
στημα ἐκ καταλήψεων πρός τι τέλος εὔχρηστον ὁρίζον‐ ταί τινες εἶναι.] δεῖ δὲ τῇ τέχνῃ ἐργαλείων τε καὶ μηχανημά‐ των καὶ τῶν ὅσα ἑκάστῃ πρόσφορα καὶ οἰκεῖα νενόμισται. ὅτι243
35δὲ οὐδὲν τῶν ὄντων ἀνώνυμόν ἐστι, περισσὸν καὶ λέγειν. τῶν δὲ ὀνομάτων ἃ μὲν εὔφημα ἃ δὲ δύσφημα νενόμισται. ὥστε ἐάν τι λέγῃ τις παρ’ αὐτὰ τὰ ἓξ στοιχεῖα, δυνάμει μέν τινος τούτων ἴδιον ἐρεῖ, φωνῇ δὲ οὐκ ἴδιον. οἷον χαρὰ καὶ λύπη καὶ ἔχθρα καὶ φιλία καὶ νόσος καὶ ὑγεῖα καὶ
40ἔκκρισις καὶ πρόσχρησις σωμάτων καὶ κάλλος καὶ αἰσχρό‐ της καὶ αὔξησις καὶ μείωσις καὶ γένεσις καὶ τελευτὴ καὶ ὅσα ἄλλα τούτοις ὅμοια κατὰ φύσιν πάντα· οὐδὲ γάρ ἐστιν ἕτερα τῆς φύσεως οὐδὲ ὡς στοιχεῖα· οὐδὲ γάρ ἐστιν ἡ φύσις ψιλὸν ὄνομα, ἀλλ’ ἡ τῶν πάντῃ καὶ πάντως ἐσο‐
45μένων τε καὶ οὐκ ἐσομένων περιφορὰ φύσις ὠνόμασται. οὕτω δὲ καὶ ὁ νόμος καὶ τὸ ἔθος οὐκ αὐτὰ καθ’ ἑαυτά ἐστιν ὀνόματα, ὡς τὸ βλίτυρι καὶ 〈ὁ〉 σκινδαψός, ἀλλά τινος νόμος καί τινος ἔθος, ὥσθ’ ὅταν τις εἴπῃ γάμον καὶ μοιχείαν καὶ λῃστείαν καὶ παρακαταθήκην καὶ ὕβριν καὶ

4

.

2

(50)

πάλιν αὖ κουρὰν καὶ ἐσθῆτα καὶ ποιὰν τροφήν, λέληθεν ἑαυτὸν νόμου ὄνομα ἢ ἔθους λέγων, ὥσπερ ἄλλο τι στοιχεῖον. οὕτω καὶ ὅταν σκεῦος ἢ μηχάνημά τι ἢ ἐργαλεῖον ὥσπερ τι στοιχεῖον λέγῃ, ἢ τέχνην λέγει ἢ ὄνομα ἢ χρόνον· τέχνην μέν, ὅταν τὴν δι’ ἐργαλείων ἐργασίαν· ὄνομα δέ, ὅταν
55μηχάνημα ἢ σκεῦος· χρόνον δέ, ὅταν ἀμφότερα, οἷον
δρέπανον ἢ δίκελλαν [ἢ ἀμᾶν γεώργια]. ἐν ὡρισμένοις γὰρ χρόνοις καὶ δρεπάνου καὶ δικέλλης δεῖ τοῖς ἀνθρώ‐ ποις. κοινὸς μὲν οὖν λόγος ἐστίν, ὅτι πάντα τὰ κατὰ φύ‐ σιν ἢ νόμον ἢ ἔθος ἢ τέχνην ἢ ὀνόματα ἢ χρόνον βλεπό‐244
60μενα ἀγαθά, τὰ δὲ ἐναντία τούτοις πονηρὰ καὶ ἀλυσιτελῆ. μέμνησο δὲ ὅτι οὐ πάντως καθολικὸς οὗτος ὁ λόγος ἀλλ’ ὡς ἐπὶ τὸ πλεῖστον [μᾶλλον] οὕτως ἔχων· πολλὰ γὰρ καὶ παρὰ τὰς ὑποστάσεις τῶν πραγμάτων ἀνακολούθως τῇ φύσει καὶ τῶν ἄλλων στοιχείων τινὶ ὁρώμενα ἀγαθὰ γίνε‐
65ται. οἷον ἔδοξέ τις τὴν μητέρα τύπτειν. ἦν μὲν οὖν παρά‐ νομον, ἀλλ’ οὐδὲν ἧττον ἐλυσιτέλησεν αὐτῷ, ἐπειδὴ κερα‐ μεὺς ἔτυχεν ὤν· μητέρα δὲ τὴν γῆν καλοῦμεν, ἣν ὁ κερα‐ μεὺς τύπτων ἐργάζεται. τοιγαροῦν εἰργάσατο πολλά. μέμνησο δὲ ὅτι μεῖζον ἔθος μικροτέρου κρατεῖ. ὡς Ἀρι‐
70στείδης ὁ νομικὸς καίτοι ἔθος ἔχων ἐν λευκοῖς προ‐ ϊέναι νοσῶν ἔδοξε λευκὰ φορεῖν ἱμάτια, καὶ οὐδὲν ἀπώ‐ νατο τοῦ ἔθους· οὐ γὰρ εἰς μακρὰν ἀπέθανεν· ἦν γὰρ μεῖ‐ ζον ἔθος τὸ ἐπεῖγον, καθ’ ὃ οἱ νεκροὶ ἐν λευκοῖς ἐκφέρον‐ ται. καὶ τῶν τεχνῶν δὲ αἱ δυνάμεις ὅμοιαι, καὶ εἰ τῇ
75ἐνεργείᾳ εἶεν ἀνόμοιοι, εἰς ταὐτὸν ἀποβαίνουσιν. ὡς Ἀπολλωνίδης ὁ χειρουργὸς ὁμηρίζειν νομίσας καὶ πολλοὺς τιτρώσκειν πολλοὺς ἐχείρισε. καὶ γὰρ οἱ ὁμηρισταὶ τιτρώ‐ σκουσι μὲν καὶ αἱμάσσουσιν, ἀλλ’ οὐκ ἀποκτεῖναί γε βού‐ λονται· οὕτω δὲ καὶ ὁ χειρουργός. καὶ τοῖς τρόποις δὲ
80τοῖς εἰρημένοις ἐν τῷ πρώτῳ βιβλίῳ ὡς ἀληθέσι πρόσεχε, καὶ οὐχ ἁμαρτήσει. σαφῶς δὲ αὐτῶν ἐκεῖ καὶ διδασκαλι‐ κῶς ἡρμηνευμένων περισσὸν ἐνθάδε σοι λέγειν. μεριμνη‐ ματικοὺς δὲ ὀνείρους ἡγοῦ εἶναι περὶ ὧν ἂν μεριμνήσαντες πραγμάτων ἢ ἀλόγῳ τινὶ ὁρμῇ 〈ἢ〉 ἐπιθυμίᾳ χρώμενοι245
85ἴδωσιν οἱ ἄνθρωποι ὀνείρους· τοὺς δὲ αὐτοὺς καὶ αἰτηματι‐ κοὺς καλοῦμεν διὰ τὸ αἰτεῖν τι παρὰ θεοῦ ἰδεῖν περὶ τῶν ἐν ποσὶ πραγμάτων. μέμνησο δέ, ὅταν μὲν αἰτῇς ὀνείρους, μήτε ἐπιθυμιᾶν λιβανωτὸν μήτε ὀνόματα ἄρρητα λέγειν, καί, τὸ κεφάλαιον εἰπεῖν, περιεργότερον τοὺς θεοὺς ἐπε‐
90ρώτα μηδέν· γελοῖον γὰρ ἂν εἴη ἀνθρώπων μὲν τοὺς σπουδαίους τοῖς μετ’ ἀνάγκης αἰτοῦσι καὶ βιαίως μηδὲν παρέχειν, τοῖς δὲ ἐπιεικέσι χαρίζεσθαι, θεοὺς δὲ πρὸς βίαν αἰτουμένους ὑπακούειν. μετὰ δὲ τὸ ἰδεῖν καὶ θῦε καὶ εὐχαρίστει. ἔτι δὲ καὶ τῶν νομοθετούντων τοῖς
95θεοῖς καταγέλα, λέγω δὲ τῶν εὐχομένων οὕτως ‘εἴ μοι πρακτέον τόδε‘ καὶ ‘εἴ μοι ἔσται τόδε‘ καὶ ‘εἰ νῦν ἴδοιμι Δήμητρος καρπόν· εἰ δὲ μή, Διονύσου‘ καὶ ‘εἰ μὲν συμφέ‐ ρει μοι καὶ λυσιτελεῖ, λάβοιμί τι· εἰ δὲ μή, δοίην.‘ ἐπὶ γὰρ τοῖς τοιούτοις πλάνη γίνεται πολλή. ὁ μὲν γὰρ θεὸς πρὸς

4

.

2

(100)

τὸ ἀποβησόμενον δίδωσι τοὺς ὀνείρους τῇ ψυχῇ τοῦ ὁρῶντος φύσει μαντικῇ οὔσῃ ἢ εἴ τι ἄλλο ἐστὶν αἴτιον τοῦ ὀνειρώσσειν· ὁ δὲ πρὸς τὴν ἑαυτοῦ ἐπερώτησιν ἐκλαμ‐ βάνων τὰ ἐν τοῖς ὕπνοις ὁραθέντα, εἰ ἐναντία εἴη, πλανᾶ‐
ται. οἷον τῷ νοσοῦντι ἄρτοι ὠμοί, καίτοι Δήμητρος καρ‐246
105πός εἰσιν, ἀλλὰ διὰ τὸ μέλλειν ὀπτᾶσθαι λαβρότερον ἐπάγουσι τὸν πυρετόν, τῷ δὲ γῆμαι καὶ κοινωνῆσαι θέλοντι ἄμπελος καὶ οἶνος, ἡ μὲν διὰ τοὺς ἕλικας ὁ δὲ διὰ τὴν κρᾶσιν, ἐπιτηδειότερα πυρῶν ἢ κριθῶν. καὶ τῷ περὶ προκοπῆς φροντίζοντι δωρεῖσθαι καὶ διδόναι τι κρεῖττον
110ἢ λαμβάνειν, εἰ μὴ ἄρα παρὰ τῶν βελτιόνων λαμβάνοι· ὁ μὲν γὰρ πολλὰ ἔχων καὶ μεταδοίη ἄν, ὁ δὲ οὐκ ἔχων λάβοι ἄν. χρὴ οὖν εὔχεσθαι μὲν τῷ θεῷ περὶ ὧν τις φροντίζει· ὅπως δὲ χρὴ προαγορεύειν, ἐπιτρεπτέον αὐτῷ

4

.

3

τῷ θεῷ ἢ τῇ ἑαυτοῦ ψυχῇ. θεοπέμπτους δὲ ὀνείρους 〈ἡγοῦ〉 τοὺς αἰφνίδιον ἐφισταμένους, ὡς καὶ πάντα τὰ ἀπροσδόκητα θεόπεμπτα καλοῦμεν. κρῖνε δὲ τὰ ἐξ ὁλο‐ κλήρου μνημονευόμενα καὶ ὧν ἀκριβῆ κατάληψιν ὁ ἰδὼν
5ἔχει καὶ ὧν ἀκριβῶς μέμνηται, ἐπεὶ εἰ τὰ μὲν ὁραθέντα ἀποβήσεται, σὺ δὲ εὑρεθήσει τὰ μὴ ὁραθέντα κρίνων, πταίσεις. χρὴ δὲ φεύγειν δόξαν ἀμαθίας.

4

.

4

Ἔθη δὲ τὰ τοπικὰ καὶ τῶν τόπων τὸ ἴδιον εἰ μὴ ἐπί‐ στασαι, πυνθάνου. ἀποδημίαι δὲ καὶ ἀναγνώσεις ἕξιν σοι περιποιήσουσι τούτων μάλιστα· οὐ γὰρ τὰ ὀνειροκρι‐ τικὰ μόνον βιβλία ἱκανά ἐστιν ὠφελεῖν ἀλλὰ καὶ ἡ ἄλλη
5ὕλη. γυνὴ ἔδοξεν εἰς τὸν ναὸν ἢ οἶκον τῆς Ἀρτέμιδος τῆς Ἐφεσίας εἰσελθοῦσα δειπνεῖν. ἡ δὲ οὐκ εἰς μακρὰν ἀπ‐ έθανε· θάνατος γὰρ ἡ ζημία τῇ εἰσελθούσῃ ἐκεῖ γυναικί.
ἑταίρα ἔδοξεν εἰς τὸ τῆς Ἀρτέμιδος ἱερὸν εἰσεληλυθέναι καὶ ἠλευθερώθη καὶ κατέλυσε τὴν ἑταιρείαν· οὐδὲ γὰρ247
10εἰς τὸ ἱερὸν πρότερον εἰσέλθοι ἄν, εἰ μὴ καταλύσειε τὴν ἑταιρείαν. καὶ περὶ τῶν ἄλλων δὲ ἐθῶν τῶν το‐ πικῶν καθ’ ἑκάστην πόλιν ἢ χώραν πρὸς τὸ τοπικὸν ποιοῦ τὰς κρίσεις. πυνθάνεσθαι δ’ ἐπιμελῶς ἕκαστα τῶν ἐν τοῖς ὕπνοις ὁρωμένων μὴ ὄκνει, ὡς ἔστιν ὅτε
15μικροῦ τινος προσθέσει ἢ ἀφαιρέσει τὰ ἀποτελέσματα διαφέροντα γίνεται [καὶ περὶ αὐτὴν τὴν διάθεσιν τῆς γνώμης]. οἷον νοσοῦντά τις ἔχων υἱὸν ἔδοξε περαίνειν αὐτὸν καὶ ἥδεσθαι. ἔζησεν ὁ παῖς· καὶ γὰρ τὸ περαίνειν ἔχειν λέγομεν καὶ τὸ κεκτῆσθαι· ἐλήφθη δὲ τὸ τοιοῦτον
20ἀπὸ τοῦ ἥδεσθαι. ἄλλος νοσοῦντα ἔχων υἱὸν ἔδοξε περαί‐ νειν αὐτὸν καὶ ἄχθεσθαι, καὶ ἀπέθανεν ὁ παῖς· φθείρεσθαι γὰρ τὸ περαίνεσθαι καὶ τὸ ἀποθνήσκειν ἐπί‐ σης καλοῦμεν· ἐλήφθη δὲ τοῦτο ἀπὸ τοῦ ἄχθεσθαι [ἐπεὶ δὲ αὐτὸς ὁ πατὴρ ἐνήργει, αὐτὸς ἦν ὁ καὶ τοῦ θανάτου τῷ
25παιδὶ αἴτιος οὐκ ἐν δέοντι καιρῷ τῆς νόσου θρέψας αὐτόν]. περὶ μὲν οὖν τῶν ἐν τῷ προοιμίῳ τοῦ πρώτου καὶ τοῦ δευτέρου βιβλίου γεγραμμένων ταῦτα· τὰ δὲ ἄλλα ὅσα χρὴ ἐπίστασθαί σε ὧδε ἔχει.

4

.

5

Ὅσα πέπλεκται, οὐ μόνον λίνα καὶ δίκτυα καὶ νεφέλαι ἀλλὰ καὶ κανᾶ καὶ σπυρίδες καὶ κανθήλια καὶ κάλαθοι καὶ κεκρύφαλοι καὶ ὅρμοι χρύσεοι καὶ ἁλύσεις πᾶσαι καὶ στέφανοι καὶ ὅσα εἴδη ὅμοια, πρὸς μὲν γάμους καὶ φιλίας
5καὶ κοινωνίας ἀγαθὰ διὰ τὴν συμπλοκήν, πρὸς δὲ ἀπο‐
δημίαν καὶ δρασμὸν καὶ φυγὴν ἐμπόδια διὰ τὰς δέσεις καὶ πρὸς τὰς πράξεις ἄπρακτα χωρὶς τῶν μετὰ δόλου τι πραττόντων καὶ τοῖς φοβουμένοις ἐπίφοβα διὰ τὸ καθ‐ εκτικόν.248

4

.

6

Ὅσοι συναντῶσι καὶ ὅσοι βλέπονται, ἄνδρες τε καὶ γυναῖκες, οἱ μὲν φίλοι τε καὶ εὐεργέται καὶ τὸ ὅλον οἱ μὴ βλάπτοντες ἢ μὴ βλάψαντες, ζῶντές τε καὶ νεκροὶ ἀγαθοί, οἱ δὲ βλάπτοντες ἢ βλάψαντες πονηροί· εἰκόνας γὰρ τῶν
5πραγμάτων τοὺς ὁρωμένους χρὴ λογίζεσθαι, ἀγαθῶν μὲν τοὺς φίλους, κακῶν δὲ τοὺς ἐχθρούς.

4

.

7

Ἃ πάλαι τις ἐκέκτητο χρήματα ἢ κτήματα ἢ οὓς πάλαι εἶχεν ἀνθρώπους ὅτε εὐτύχει, [τούτους] ἢν νῦν ἔχειν ἀπο‐ ρῶν ἢ πενόμενος δόξῃ, ἀγαθὸν αὐτῷ· τῆς γὰρ τότε τύχης ὑποστροφὴν σημαίνει.
5 Ἃ πάλαι τις ἐκέκτητο 〈χρήματα ἢ κτήματα〉 ἢ οὓς πάλαι εἶχεν ἀνθρώπους ὅτε ἦν ἄπορος ἢ πένης εἰ νῦν εὐπορῶν δόξειεν ἔχειν, κακῶν αὐτῷ πολλῶν καὶ πενίας σύμβολον.

4

.

8

Τῶν ἐν τοῖς ὕπνοις ὁρωμένων ἀνθρώπων ἀγαθὰς ἡμέρας ποιοῦσι τὰς ἐπιούσας οἱ ἥδιστοι ἢ οἱ φίλτατοι ἢ οἱ φιλοῦν‐ τες τοὺς ὁρῶντας, κἂν ἀγνοῶσιν αὐτούς· κακὰς δὲ οἱ ἔχθιστοι ἢ οἱ μισούμενοι ἢ οἱ μισοῦντες τοὺς ὁρῶντας, κἂν λανθά‐
5νωσιν. ἵνα δὲ μὴ ἄπορον τὸ τοιοῦτον εἶναι νομίσῃς, ὅταν τινα τῶν φίλων ἴδῃς καὶ κακὴν ἡμέραν διάγῃς, γίνωσκε ὅτι μισεῖ μέν σε, προσποιεῖται δέ σε φιλεῖν· καὶ ἐάν τινα τῶν ἐχθρῶν βλέπῃς καὶ καλὴν ἡμέραν διάγῃς, γίνωσκε ὅτι οὐ δικαίως αὐτὸν μισεῖς.

4

.

9

Ὅσοι συναντῶσι καὶ βλέπονται τεχνῖται, ὁμοίως ταῖς
τέχναις ἀποβαίνουσιν. αὐτοῖς δὲ καὶ ταῖς τέχναις ὁμοίως τὰ ἐργαστήρια αὐτῶν ὁρώμενα ἀποβαίνει χωρὶς ἑταίρας καὶ πορνείου· αὐτὴ μὲν γὰρ καθ’ ἑαυτὴν ἡ πόρνη249
5ἀγαθή, τὸ δὲ ἐργαστήριον αὐτῆς πονηρόν. τὰς δὲ αἰτίας ἐν τῷ περὶ συνουσίας ἔχεις λόγῳ.

4

.

10

Παιδίων δὲ τὰ μὲν ἀρσενικὰ ἀγαθά, τὰ δὲ θηλυκὰ πονηρά, ἀμφότερα δὲ φροντίδων ἐστὶ σημαντικά. παῖδες δὲ καὶ νεανίσκοι γερόντων συμφορώτεροι βλέπεσθαι πρὸς τὰς πράξεις· πρὸς δὲ τὰς πίστεις ἄνδρες καὶ πρεσβῦται
5παίδων καὶ νεανίσκων ἀμείνονες, πλὴν εἰ μή τι πράττοιεν ἢ λέγοιεν ἄτοπον.

4

.

11

Ὅσα μὲν βραδέως φύεται καὶ βραδέως αὔξεται, φυτῶν μὲν δρῦς ἐλαία κυπάρισσος καὶ τὰ ὅμοια, ζῴων δὲ ἐλέφας ἔλαφος κορώνη καὶ τὰ ὅμοια, καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ βράδιον ἐπάγει· ὅσα δὲ ταχέως φύεται καὶ ταχέως αὔξε‐
5ται, φυτῶν μὲν ἄμπελος καὶ περσική, ζῴων δὲ χοῖρος καὶ τὰ ὅμοια, ταχέως καὶ τὰ καλὰ καὶ τὰ κακὰ ἐπάγει. ταῦτα δὲ καὶ ἐν ταῖς προθεσμίαις τὸν αὐτὸν ἔχει λόγον. ὁμοίως λάμβανε καὶ τὰ ἐν ἀγρῷ γεννώμενα πάντα πρὸς σύγκρισιν τῶν ἐν κήπῳ, καὶ γεωργὸν ὁρώμενον καὶ κη‐
10πουρόν. ἰδίως δὲ ὁ κῆπος πορνοβοσκοῖς συμφέρει διὰ τὰ πολλὰ σπέρματα καὶ τὴν πρόσκαιρον ἐργασίαν, πάσας δὲ γυναῖκας διαβάλλει ὡς ἀσέμνους καὶ μαχλάδας. Ὅσα μακρά ἐστιν, οἷον κυπάρισσοι καὶ πίτυες καὶ κάμακες καὶ ἄνδρες ἐπιμήκεις καὶ τὰ ὅμοια, πάντα μα‐
15κροθυμεῖν κελεύει καὶ μὴ κενοσπουδεῖν· ὅσα δὲ κολοβὰ καὶ βραχέα, σπεύδειν ἐγκελεύεται.

4

.

12

Ὅσα δὲ στερεά, 〈οἷον〉 τείχη καὶ θεμέλιοι καὶ δένδρα παλαιὰ καὶ τὰ σιδηρᾶ καὶ τὰ ἀδαμάντινα, φοβουμένοις
ἀγαθά, ὅταν [μὴ] ἐμπεριέχηταί τις ὑπ’ αὐτῶν· διὰ γὰρ τὸ ἀσφαλὲς ἄφοβα γίνεται· εἰ δὲ μή, τὸ διαφεύγειν σημαίνει.250
5 Ὅσα μαλακὰ καὶ εὔτονα, ἀγαθὰ ἐπίσης πᾶσιν. Ὅσα μαλακὰ καὶ ἄτονα, τοῖς φοβουμένοις ἀγαθά. Ὅσα βαρέα, κατοχῆς ἐστι σημαντικὰ καὶ πενίας· ταχέως γὰρ εἰς τὸ κάτω ῥέπει.

4

.

13

Ὀχήματα ὅσα νενόμισται, οἷον ἵππων ὄνων ἡμιόνων, οἷς μὲν ἀγαθὰ οἷς δὲ κακὰ σημαίνει· δείξομεν δὲ ὅταν εἰς τὸν περὶ ζῴων ἔλθωμεν λόγον· ὅσα δὲ μὴ νενόμισται, οἷον λύκων παρδάλεων ὑαινῶν καὶ τῶν ἄλλων θηρίων,
5μόνοις ἀγαθὰ τοῖς φοβουμένοις ἐχθροὺς δυνατοὺς διὰ τὸ ὑποτετάχθαι τῷ ἡνιόχῳ τὰ ὑπεζευγμένα. ἐπ’ ἀνθρώπων δὲ ὀχεῖσθαι μόνοις ἀγαθὸν τοῖς ἄρχειν [τινὸς] θέλουσι καὶ σοφισταῖς καὶ διδασκάλοις καὶ παιδοτρίβαις καὶ ἀνδραποδισταῖς, τοὺς δὲ λοιποὺς εἰς περιβοησίας καὶ
10ὄλεθρον κατάγει.

4

.

14

Κολακεύειν τοῖς ἔθος ἔχουσι μόνοις συμφέρει, τοὺς δὲ λοιποὺς ταπεινοῖ· ἥττονες γὰρ οἱ κολακεύοντες τῶν οὐ κολακευόντων. κολακεύεσθαι δ’ ὑπ’ οὐδενὸς οὐδενὶ συμ‐ φέρει, μάλιστα δὲ ὑπὸ γνωρίμου· προδοσίαν γὰρ ἐξ ἐκεί‐
5νου προσδέχεσθαι χρή.

4

.

15

Πωλεῖσθαι ἀγαθὸν τοῖς τὰ παρόντα ἀλλάξαι βουλομέ‐ νοις, 〈οἷον〉 δούλοις καὶ πένησι· κακὸν δὲ εὐπόροις καὶ
πεπιστευμένοις. πολλοὶ δὲ καὶ [ἡρπάσθησαν καὶ] ἐπράθη‐ σαν. τὸ δὲ πεπρᾶσθαι τοῦ πωλεῖσθαι ταύτῃ διαφέρει,251
5ᾗ τὸ μὲν πεπρᾶσθαι πάντη καὶ πάντως ἀποβαίνει, τὸ δὲ πωλεῖσθαι ἔστιν ὅτε καὶ οὐκ ἀποβαίνει· ἐνδέχεται γὰρ τὸ ἔτι πωλούμενον μὴ πραθῆναι. οὕτω δὲ καὶ ἐπὶ τῶν ἄλλων πάντων ὀνείρων τὰ γεγονότα πάντως ἀποβαίνει, τὰ δὲ γινόμενα ἤτοι ἀποβαίνει ἢ οὔ.

4

.

16

Ἀγοράζειν ἀγαθὸν πάντα [καὶ ἐπικτᾶσθαι], ὅσα γε ἀγορά‐ ζουσιν ἄνθρωποι 〈εἰ μὴ〉 κειμήλια· τὰ δὲ πρὸς τροφὴν πένη‐ σιν ἐπιτηδειότερα· τοῖς γὰρ εὐπόροις ἀναλώματα σημαίνει.

4

.

17

Ἐπικτᾶσθαι καὶ πολυτελεστέραν ἢ καὶ ἐγκατάσκευον ἔχειν οὐσίαν, τῆς γε οὔσης πολυτελεστέραν ἢ καὶ μετρίως ἀμείνονα, καλόν, [μὴ] παντελῶς δὲ ὑπὲρ δύναμιν πλου‐ τεῖν ἄτοπον καὶ ζημίας ἐστὶ σημεῖον· χρὴ γὰρ τὸν πλου‐
5τοῦντα ἀναλοῦν, καὶ ἐπιβουλῆς μετέχειν καὶ φθόνου. [καὶ γὰρ ἐπιβουλεύεται καὶ φθονεῖται ὁ πλούσιος.] τὸ δὲ παρὰ δύναμιν πρὸς τὴν ἑκάστου ὑπόστασιν σκόπει.

4

.

18

Πένεσθαι οὐδενὶ συμφέρει, μάλιστα ῥήτορσι καὶ πᾶσι φιλολόγοις· ἀπορεῖσθαι γὰρ ἐπίσης τὸ πένεσθαι καὶ τὸ μὴ δύνασθαι φθέγγεσθαί φαμεν.

4

.

19

Τὰ παρ’ ἡλικίαν τοῖς βρέφεσι συμβαίνει πονηρά, ἄρσεσι μὲν πώγων καὶ πολιά, θηλείαις δὲ γάμοι καὶ τοκετοὶ καὶ τὰ ἄλλα τὰ πρὸ τῆς ὥρας, πάντα πλὴν λαλιᾶς. εἰκότως δὲ τὰ ἄλλα τὰ πρὸ τοῦ δέοντος γινόμενα θάνατον σημαίνει,252
5ὅτι ἐγγύς ἐστι τοῦ γήρως, μεθ’ ὃ πάντως ἀκολουθεῖ θάνα‐ τος· λαλιὰ δὲ ἀγαθή, ὅτι φύσει λογικὸν ζῷόν ἐστιν ὁ ἄνθρωπος. γραμματικὸς ἐδόκει τὸν υἱὸν αὐτοῦ μηνῶν ὄντα πέντε λαλεῖν τρανῶς καὶ ἐνάρθρως. καὶ προσεδόκων μέν τινες τὸ παιδίον ἀποθανεῖσθαι, ἔζησε δέ, καὶ πολλὰ
10ἄλλα παιδία ἐπὶ τούτῳ τῷ ὀνείρῳ ζῇ. περὶ δὲ τῶν ἄλλων τῶν παρ’ ἡλικίαν ἐπὶ τῶν μηκέτι βρεφῶν ἐν τῷ περὶ ἀλλοιώσεως ἐν τῷ πρώτῳ βιβλίῳ ἐπιμελῶς διῄρηται.

4

.

20

Πειρῶ δὲ πάντα μὲν αἰτιολογεῖν καὶ προσάπτειν ἑκάστῳ λόγον καὶ πιθανάς τινας ἀποδείξεις, ὡς εἰ καὶ πάνυ ἀληθῆ λέγοις, ψιλὰ καὶ περιλελεπισμένα ἀποτελέσματα 〈λέγων〉 ἧττον εἶναι δόξεις ἔμπειρος· αὐτὸς δὲ μὴ ἐξαπα‐
5τηθῇς ὡς τῆς αἰτιολογίας κυρίας τῶν ἀποτελεσμάτων οὔσης· πολλὰ γὰρ ἀποβαίνει συνεχῶς ἐνίοις, καὶ ὅτι μὲν κατὰ λόγον ἀποβαίνει ἴσμεν ἐκ τοῦ πάντοτε ὁμοίως ἀπο‐ βαίνειν, τὰς δὲ αἰτίας, δι’ ἃς οὕτως ἀποβαίνει, εὑρεῖν οὐ δυνάμεθα. ὅθεν ἡγούμεθα τὰς μὲν ἀποβάσεις ἀπὸ τῆς
10πείρας εὑρῆσθαι, τὰς δὲ αἰτιολογίας ἀπὸ ἡμῶν αὐτῶν κατὰ τὴν ἑκάστου δύναμιν. Ἔτι καὶ τοῦτο. ὅσα πάντη καὶ πάντως ἀκολουθεῖ τισι
τῶν γινομένων, καὶ ἐν τοῖς ὕπνοις ἀκολουθῆσαι ἀνάγκη. οἷον ζωγράφος ἔδοξε τὴν ἑαυτοῦ μητρυιὰν περαίνειν,253
15ἔπειτα εἰς ἔχθραν κατέστη τῷ πατρί· ἀκολουθεῖ γὰρ πάσῃ μοιχείᾳ ζηλοτυπία καὶ ἔχθρα. τοῦτο δὲ καὶ ἐπὶ τῶν ἄλλων ὀνείρων παρατήρει πάντων, καὶ οὐχ ἁμαρτήσει. Ὅσοι σημαίνουσιν ὄνειροι παίδων γονὴν ἢ γάμον, οἱ αὐτοὶ καὶ τοὺς ἀποδημοῦντας παῖδας ἐπανάγουσι καὶ τὴν
20ἀπηλλαγμένην γυναῖκα [καὶ παιδία]. ἔδοξέ τις ἀροτριᾶν καὶ σπείρειν πυρούς, καὶ ἐπανῆκον αὐτῷ 〈οἱ〉 παῖδες ἐξ ἀποδημίας καὶ ἡ γυνὴ χωρὶς οἰκοῦσα.

4

.

21

Πρὸς δὲ τοὺς λέγοντας ὅτι οἱ κακοὶ ὄνειροι τάχιον ἀπο‐ βαίνουσιν, οἱ δὲ ἀγαθοὶ βράδιον ἢ καὶ οὐκ ἀποβαίνουσιν, εἴποις ἂν ὅτι οὐκ ἔστιν ἀληθὲς τὸ τοιοῦτον. ἡ δὲ αἰτία τῆς πλάνης ἐστὶν ἥδε. ἤτοι κακοὺς ὁρῶσιν ὀνείρους ἔχοντας
5φαντασίας ἀγαθὰς καὶ κακῶν ἀποβαινόντων ἡγοῦνται ὑπὸ ἀγαθῶν ὀνείρων ἐξηπατῆσθαι (διὸ παραθήσει τοὺς ἐκ τοῦ εἰδικοῦ τρόπου ὀνείρους τοὺς κατὰ τὸ ἐντὸς μὲν ἀγαθούς, κατὰ τὸ ἐκτὸς δὲ κακούς) ἢ τὸ παρὸν οἱ ἄνθρω‐ ποι κακοδαιμονοῦντες ὁρῶσι κακοὺς ὀνείρους σημαντικοὺς
10τῶν ἐνεστώτων κακῶν καὶ ἀγαθοὺς προαγορευτικοὺς τῶν ἐσομένων ἀγαθῶν [εἰς εὐθυμίαν, ἵνα ἐλπίδι τῶν ἐσο‐ μένων ἀγαθῶν μὴ ἀπαγορεύσωσι κακοπραγοῦντες], οὐδέ‐ πω δὲ ἀποβαινόντων τῶν ἀγαθῶν ἡγοῦνται ἐξηπατῆσθαι. φαίνεται δὲ καὶ τοῖς εὐδαιμονοῦσι κακὰ ἐνύπνια καὶ
15οὐδέπω ἀποβαίνοντα καταφρονεῖται. ἀλλὰ πάντως ἀπο‐
βαίνει. τῶν δὲ ὄντων ὀνείρων οἱ μέν εἰσι πᾶσι κακοί, ἑκάστῳ κατὰ δύναμιν ποιόν τι κακὸν σημαίνοντες οἱ κατὰ τὸ ἐντὸς καὶ κατὰ τὸ ἐκτὸς κακοί, ὧν ἐν τῷ πρώτῳ βιβλίῳ ἐπεμνήσθην· οἱ δ’ ἐπίσης πᾶσιν ἀγαθοί, οἱ καὶ κατὰ τὸ254
20ἐντὸς καὶ κατὰ τὸ ἐκτὸς [καὶ πᾶσιν] ἀγαθοί· οἱ δὲ κατὰ μὲν τὸ ἕτερον ἀγαθοὶ κατὰ δὲ τὸ ἕτερον κακοὶ οἷς μὲν ἀγαθοὶ οἷς δὲ κακοὶ γίνονται. γνώσει δὲ πότε μὲν ἀγαθοὶ πότε δὲ κακοὶ γίνονται ἀπὸ τῆς τύχης ἢ τῶν πράξεων ἢ τῆς φροντίδος ἢ τῆς ἡλικίας τῶν ὁρώντων.

4

.

22

Περὶ συνταγῶν, ὅτι μὲν θεοὶ ἀνθρώποις συντάσσουσι θεραπείας, μάταιον τὸ ζητεῖν· πολλοὶ γὰρ καὶ ἐν Περγάμῳ καὶ ἐν Ἀλεξανδρείᾳ καὶ ἀλλαχοῦ συνταγαῖς ἐθεραπεύθη‐ σαν, εἰσὶ δὲ οἳ καὶ τὴν ἰατρικὴν ἐκ τοιούτων συνταγῶν
5λέγουσιν εὑρῆσθαι· ὅτι δὲ 〈ἃσ〉 ἀναγράφουσί τινες συντα‐ γὰς πολλοῦ γέλωτός εἰσι μεσταί, καὶ τοῖς ἐπὶ ποσὸν ἀφιγμένοις φρονήσεως ἡγοῦμαι σαφὲς εἶναι· οὐ γὰρ τὰ ὁρώμενα ἀναγράφουσιν ἀλλ’ ὅσα ἂν αὐτοὶ πλάσωσιν. ὅταν γάρ τις λέγῃ Νηρεΐδων ζωμὸν χειμῶνι συνταγὴν δε‐
10δόσθαι τισί, δοκεῖ μοι τὰς χείμας τῶν πελωρίδων ἀπο‐ κληρώσας βελτίονας ἡγεῖσθαι ** καὶ †πελωρίου† ἐγκέ‐ φαλον τὸν ἀλεκτρυόνος, καὶ Ἰνδοὺς δάκνοντας πέπερι, [ὅτι μέλαν ἐστὶ καὶ δάκνει], καὶ παρθένου γάλα 〈δάκρυον〉
καὶ ἄστρων αἷμα δρόσον, καὶ πρόβατον Κρητικὸν μῆλον255
15κυδώνιον καὶ ὅσα τοιαῦτα, ἵνα μὴ μακρότερον ἀποτείνω λόγον· δεῖ γὰρ μὴ τοὺς ἀλλοτρίους λήρους διαβάλλοντα τῆς ὑποθέσεως ἀποπλανᾶσθαι· ἀρκεῖ γὰρ καὶ δι’ ὀλίγων ἐν ὑποδείγματος λόγῳ ἐλέγχειν τὰ τοιαῦτα. ὅταν οὖν τὰ τοιαῦτα ἄττα ἀναγράφωσι, δοκοῦσί μοι τὴν ἑαυτῶν ἕξιν
20ἐπιδεικνύειν, ὅτι δύνανται πλάσσειν ὀνείρους μᾶλλον ἢ τὸ τῶν θεῶν φιλάνθρωπον συνιέναι· ἓν γὰρ οὐδὲ ἓν τοιοῦτον ἀληθῶς ὁραθὲν εἰς ἡμᾶς ἦλθεν. [ὅρα δὲ καὶ τὰ τούτων ἔτι γελοιότερα. σκέπαρνον τὸ κώδιον ἔφη τις, ἐπεὶ σκέ‐ πει τὸν ἄρνα· οὕτω γὰρ καὶ διαυλοδρόμος ὁ ἀλεκτρυὼν
25γίνεται, διὰ γὰρ τῆς αὐλῆς τρέχει. καὶ ἄλλα δὲ ἄν τις εἴποι ὅμοια ἢ γελοιότερα.] ἡγοῦμαι δὲ καὶ τοὺς θεούς, οἷς ταῦτα προσάπτουσιν, εἰκότως ἂν χαλεπαίνειν τοῖς ἀνα‐ πλάσσουσιν αὐτά, ὅτι κακοζήλους καὶ πανούργους καὶ ἀσόφους τοὺς θεοὺς διαβάλλουσι. πολλοὶ δὲ καὶ ἐκ τῶν
30Ἀριστοτέλους περὶ ζῴων καὶ Ἀρχελάου καὶ τῶν Ξενο‐ κράτους 〈τοῦ〉 Ἀφροδισιέως παρακηκοότες ὑφ’ οὗ ἕκα‐ στον ζῷον θεραπεύεται καὶ τί ἕκαστον φοβεῖται καὶ ᾧ μάλιστα χαίρει, εἰς συνταγὰς καὶ θεραπείας ἀναπεπλά‐ κασι. καί τις κάσης συνταγὰς καὶ θεραπείας ἀναπλάσσει,
35ὃς μάλιστα κατακόρως ἐν τρίτῳ τῆς ἑαυτοῦ συντάξεως κέχρηται οὕτως. οὗ ἐγὼ καίπερ εὖ εἰδὼς τὸ ὄνομα οὐκ ἐπιμνησθήσομαι. τὰς δὲ συνταγὰς τῶν θεῶν ἤτοι ἁπλᾶς καὶ οὐδὲν ἐχούσας αἴνιγμα εὑρήσεις· χριστὰ γὰρ ἢ ἐπί‐ πλαστα ἢ βρωτὰ ἢ ποτὰ 〈τοῖσ〉 αὐτοῖς ὀνόμασιν, οἷς καὶ256
40ἡμεῖς καλοῦμεν, συντάσσουσιν οἱ θεοί, ἢ καὶ ὅταν αἰνίσ‐ σωνται οἱ θεοί, πάνυ σαφῶς αἰνίσσονται. οἷον γυνὴ ἔδοξε περὶ μαζὸν ἔχουσα φλεγμονὴν ὑπὸ προβάτου θηλάζε‐ σθαι. ἀρνόγλωσσον καταπλασαμένη ἰάθη [διὰ 〈τὸ〉 τὸ ὄνομα τοῦ φυτοῦ σύνθετον ὂν δηλοῦν τὴν τοῦ ἀρνὸς γλῶσ‐
45σαν 〈καὶ τὴν〉 βοτάνην]. οἵαν δ’ ἂν θεραπείαν εὕρῃς, ἐάν τε αὐτὸς κρίνῃς ἐάν τε ἄλλου κρίναντος ἀποβᾶσαν μάθῃς, ἀνερευνῶν εὑρήσεις ἰατρικώτατα ἔχουσαν καὶ οὐκ ἔξω τοῦ ἐν ἰατρικῇ λόγου. ὡς καὶ Φρόντων ὁ ἀρθριτικὸς θερα‐ πείαν αἰτήσας ἔδοξεν ἐν τοῖς προαστείοις περιπατεῖν, καὶ

4

.

22

(50)

προπόλει χρισάμενος παρηγορήθη ἱκανῶς [ὡς ἴσον εἶναι τὸ χρῖμα θεραπείᾳ]. ὅθεν ἔστω σοι κατὰ τὸ ἐνδεχόμενον ἐπιμελές, ὡς πολλάκις σοι παρῄνουν, ἰατρικῶν ἔχεσθαι λόγων. μέμνησο δὲ κἀκεῖνο, ὅτι οἱ μὴ νοσοῦντες μηδὲ ὅλως ἀλγοῦντές τι, εἴ τινα λάβοιεν συνταγὴν ἢ ἀπὸ ἱερείων
55ἢ ἐμπύρων τι λαβόντες ἀποφέροιεν ὡς ὠφελῆσον, [πρότε‐ ρον ἢ] νοσήσουσιν ἢ ἀλγήσουσί τι μέρος τοῦ σώματος· οὐ γὰρ τοῖς ὑγιαίνουσιν ἀλλὰ τοῖς κάμνουσι δεῖ θεραπειῶν. Ἔτι κἀκεῖνο. μέμνησο τῶν ἐμῶν κρίσεων καὶ τῆς ἐμῆς ἐπιβολῆς καὶ μὴ ζηλώσῃς κακοζήλους κρίσεις, μηδὲ ἐὰν257
60ἐπαινεῖσθαι πρός τινος μέλλῃς. μηδὲ ἀπὸ μιᾶς συλλαβῆς κρίνῃς ὀνείρους, ἵνα μὴ πταίσμασι περιπίπτων ἀδοξήσῃς. οἷόν [τι λέγω·] νοσῶν τις ἔδοξε Πείσωνά τινα καλούμενον ὁρᾶν. τοῦτό τις ὑπεκρίνατο πολλὴν ἀσφάλειαν καὶ σωτη‐ ρίαν καὶ προσέτι ἔφη ἐνενήκοντα καὶ πέντε ζήσειν αὐτὸν
65ἔτη ἀπὸ τῆς πρώτης τοῦ Πείσωνος συλλαβῆς. ἀλλ’ οὐδὲν ἧττον ἀπέθανεν ὁ ἰδὼν τὸν ὄνειρον ἐν αὐτῇ τῇ νόσῳ· καὶ γὰρ ὁ Πείσων αὐτῷ μύρα βαστάζειν ἐδόκει, νοσοῦντι δὲ πονηρὰ τὰ μύρα διὰ τὸ συνεκφέρεσθαι. μὴ νομίσῃς δὲ τὸν τοῦ ναυκλήρου ὄνειρον τούτῳ ὅμοιον εἶναι· πυνθανομένῳ
70γὰρ αὐτῷ εἰ ἀναβήσεται εἰς Ῥώμην, ἀπεκρίνατό τις ‘οὔ‘. εἰς τετρακοσίας ἑβδομήκοντα ἡμέρας ἀνέβη· οὐδὲν γὰρ δι‐ έφερεν ἢ τὸν ἀριθμὸν αὐτὸν εἰπεῖν ἢ τὸ ὄνομα τοῦ στοι‐ χείου τοῦ δηλοῦντος τὸν ἀριθμόν.

4

.

23

Περὶ δὲ ἀναγραμματισμοῦ Ἀρίστανδρος ἄριστος ὢν ὀνειροκρίτης καὶ ἄλλοι τινὲς παλαιοὶ παντελῶς γελοῖόν τι πεπόνθασιν. ἐν μὲν γὰρ τοῖς προοιμίοις διδάσκουσι τί
ἐστιν ἀναγραμματισμός, οὐδαμοῦ δὲ φαίνονται αὐτοὶ258
5χρησάμενοι, οὔτε μεταθέντες συλλαβὰς οὔτε ἀφελόντες ἢ προσθέντες γράμματα· ἐγὼ δὲ καὶ ἐν ἀρχῇ τῆς ἐμῆς συντάξεως ἐπεμνήσθην καὶ νῦν σοι παραινῶ χρῆσθαι μὲν ἀναγραμματισμῷ, ὅταν τινὶ κρίνων ὀνείρους ἐθέλῃς ἑτέρου σοφώτερον δοκεῖν κρίνειν, ἑαυτῷ μέντοι κρίνων μηδαμῶς
10χρήσῃ, ἐπεὶ ἐξαπατηθήσει.

4

.

24

Ἰσοψήφοις δὲ χρήσει, ὅταν καὶ χωρὶς τῶν ἰσοψήφων τὰ βλεπόμενα τοῦτο, ὅπερ ἂν τὰ ἰσόψηφα περιέχῃ, σημαίνῃ. οἷον γραῦς τοῖς νοσοῦσιν ὁρωμένη θανάτου γίνεται σύμ‐ βολον· ἔστι γὰρ ‘γραῦσ‘ ἑπτακόσια τέσσαρα καὶ ‘ἡ ἐκφορὰ‘
5ἑπτακόσια τέσσαρα. ἀλλὰ καὶ χωρὶς τοῦ ἰσοψήφου [ἡ] γραῦς ἐκφορᾶς ἐστι σημαντικὴ αὐτή, μέλλουσα μὴ εἰς μακρὰν ἀποθνήσκειν. εἰ δέ ποτέ τινα ὄνειρον μηδενὶ τῶν ὀνειροκριτικῶν θεωρημάτων ὑποπίπτοντα μὴ δυνηθείης κρῖναι, μὴ ἀθυμήσῃς· καὶ γάρ εἰσί τινες πρὸ 〈τῆσ〉 ἀπο‐
10βάσεως ἄκριτοι, οὓς κρίνων μὲν ἐπιτυχὴς παρά γε ἐμοὶ εἶναι δόξεις, μὴ κρίνων δὲ οὐκ ἄτεχνος. οἷον ἔδοξέ τις στρατοπεδάρχης ἐπὶ τῇ μαχαίρᾳ αὐτοῦ γεγράφθαι ι κ θ. ἐγένετο πόλεμος ὁ Ἰουδαϊκὸς ἐν Κυρήνῃ, καὶ ἠρίστευ‐ σεν ἐν τῷ πολέμῳ ὁ ἰδὼν τὸν ὄνειρον, καὶ τοῦτο ἦν ὃ
15εἴπομεν, ἀπὸ μὲν τοῦ ι Ἰουδαίοις, ἀπὸ δὲ τοῦ κ Κυρηναίοις, ἀπὸ δὲ τοῦ θ θάνατος. ἀλλὰ πρὸ μὲν τῆς ἀποβάσεως ἦν ἄκριτος, ἀποβάντων δὲ τῶν ἀποτελεσμάτων καὶ σφόδρα εὔκριτος. δοκεῖ δέ μοι καὶ Ἀρίστανδρος Ἀλεξάνδρῳ τῷ Μακεδόνι πολιορκοῦντι Τύρον καὶ προσκαθημένῳ καὶ διὰ259
20τὸν χρόνον ἀσχάλλοντι καὶ ἀνιωμένῳ δόξαντι ὄναρ ἐπὶ τῆς ἀσπίδος Σάτυρον παίζοντα ἰδεῖν ἐπιτυχῶς κρῖναι, ὅτι ἔτυχεν ἐν Τύρῳ τε ὢν καὶ πολεμοῦντι Τυρίους τῷ βασιλεῖ συνών· τὸ γὰρ ‘Σάτυροσ‘ ὄνομα εἰς τὸ ‘σὰ Τύροσ‘ διαλαβὼν προθυμότερον τὸν βασιλέα πολεμεῖν ἐποίησεν,
25ὥστε καὶ εἷλε τὴν πόλιν. ἔστι δὲ τούτοις ὅμοιον καὶ τὸ ὑπογεγραμμένον. ὁ Σύρος ὁ τοῦ Ἀντιπάτρου δοῦλος ὑποκάτω τῶν ποδῶν αὐτοῦ [αὐτὰ] τὰ πέλματα ἔδοξε μὴ ἔχειν. ζῶν κατεκάη. Ἔτι τὸ δηλούμενον ὑπό τινος πάλιν αὖ ἐκείνου ἐστὶ ση‐
30μαντικόν, ὑφ’ οὗ δηλοῦται. οἷον γυνὴ ἔδοξε τὰ ὄμματα ἀλγεῖν. ἐνόσησαν αὐτῆς οἱ παῖδες. ἄλλη γυνὴ ἔδοξεν αὐτῆς τοὺς παῖδας νοσεῖν. ἐνόσησαν αὐτῆς τὰ ὄμματα. Διογένης ὁ ναύκληρος τῆς ἀκάτου τὸ ἀντιπρόσωπον ἔδοξεν ἀπολω‐ λεκέναι. οὐκ εἰς μακρὰν ὁ πρῳρεὺς αὐτοῦ ἀπέθανε. καὶ ἐν
35Μιλήτῳ τὸν πρῳρέα τις δόξας ἐκφέρειν καὶ κατορύττειν τῆς νεὼς ἀπώλεσε τὸ ἀντιπρόσωπον. καὶ ὁ τὸν πατέρα δόξας νοσεῖν τὴν κεφαλὴν ἤλγησεν. ὅτι δὲ πατρός ἐστι ση‐
μαντικὴ ἡ κεφαλὴ οἶσθα ἀπὸ τοῦ πρώτου βιβλίου.260

4

.

25

Καθόλου δὲ τῶν ἐν 〈τῷ〉 σώματι μερῶν τὰ μὲν ἄνω πρὸς τοὺς βελτίονας καὶ ἐντιμοτέρους λάμβανε, πάντα δὲ τὰ ὑποκάτω πρὸς τοὺς ἥττονας καὶ ὑποδεεστέρους [τῶν μὲν ἐν κεφαλῇ ἐπὶ βλεφάρων καὶ ὀδόντων καὶ χειλῶν
5καὶ γλώττης τῶν δὲ ἐν ὅλῳ τῷ σώματι τὰ ὑπὲρ ζώνην καὶ ὑπὸ ζώνην τὰ δεξιὰ πρὸς ἄρσενας ἢ πρεσβυτέρους τὰ δὲ ἀριστερὰ πρὸς θηλείας ἢ νεωτέρους ἢ νεωτέρας]. περὶ δὲ ἑκάστου τὸ πρὸς εἶδος ἀπὸ τῆς περὶ σώματος καὶ τῶν ἐν τῷ σώματι μερῶν διαιρέσεως ἐκ τοῦ πρώτου λάμβανε
10βιβλίου.

4

.

26

Πάντα δὲ ἔμετον καὶ αἵματος καὶ τροφῆς καὶ φλέγματος τοῖς μὲν ἀπόροις εἰς ὠφέλειαν κρῖνε, τοῖς δὲ εὐπόροις εἰς βλάβην· οἱ μὲν γὰρ οὐκ ἂν ἀπολέσαιέν τι, εἰ μὴ κτήσαιντο πρότερον· οἱ δὲ ἔχοντές τι καὶ ἀπολλύουσι.
5 Πᾶσαι τροφαὶ τὰ αὐτὰ καὶ βλεπόμεναι αὐτὸ μόνον καὶ ἐσθιόμεναι σημαίνουσι πλὴν κρομμύων· ταῦτα δὲ βλεπό‐ μενα μὲν ἀγαθά, ἐσθιόμενα δὲ πονηρά.

4

.

27

Τοὺς πολλάκις ὁρωμένους ὀνείρους, εἰ μὲν ἐκ μικρῶν διαστημάτων βλέποιντο καὶ συνεχῶς, ἀεὶ τὸ αὐτὸ σημαί‐ νειν νόμιζε, τούτου δὲ ἕνεκεν ὁρᾶσθαι πολλάκις, τοῦ μᾶλ‐ λον αὐτοῖς προσέχειν καὶ πιστεύειν· καὶ γὰρ ἡμεῖς ἐν τῇ
5συνηθείᾳ, ὅταν τι σπουδαῖον λέγωμεν, πολλάκις αὐτὸ
λέγομεν. οὕτως οὖν καὶ ἡ ψυχή, ἢ ὅτι σπουδαῖα προαγο‐ ρεύει καὶ ἀξιόλογα καὶ οὐ πάρεργα, πολλάκις αὐτὰ δεί‐ κνυσιν, ἢ ὅτι πρὸ πολλοῦ τῆς ἀποβάσεως αὐτῶν ἤρξατο καὶ οὐ διαλείπει αὐτὰ ὁρῶσα. ὅταν δὲ μεγάλα ᾖ τὰ δια‐261
10στήματα τῷ αὐτῷ πολλάκις ὁρωμένῳ ὀνείρῳ, ἄλλοτε ἄλλα σημαίνειν [τὸν] αὐτὸν νόμιζε. ὥσπερ γὰρ εἰ πολλοὶ τὸν αὐτὸν ἴδοιεν ὄνειρον, διαφόρως ἑκάστῳ ἀποβήσεται διὰ τὸ μὴ πάντας ἐν τοῖς αὐτοῖς εἶναι πράγμασιν, οὕτω καὶ ἐὰν ἐπὶ διαφόροις τὸ αὐτό τις ἴδῃ, διαφόρως αὐτῷ ἀποβή‐
15σεται διὰ τὸ μὴ πάντως ἐν τοῖς αὐτοῖς εἶναι πράγμασιν. οἷον ἔδοξέ τις τὴν ῥῖνα ἀπολωλεκέναι, ἔτυχε δὲ ὢν μυρο‐ πώλης. ἀπώλεσε τὴν ἐνθήκην καὶ ἐπαύσατο μυροπωλῶν διὰ τὸ μὴ ἔχειν ῥῖνα· οὐκέτι γὰρ ἔχων τὸ δοκιμαστήριον τῶν μύρων εἰκότως οὐδὲ τῇ ἀπὸ τῶν μύρων ἐχρῆτο ἐργα‐
20σίᾳ. ὁ αὐτὸς οὐκέτι μυροπωλῶν ἔδοξε ῥῖνα οὐκ ἔχειν. ἑάλω πλαστογραφήσας καὶ ἔφυγε τὴν ἑαυτοῦ· ὅ τι γὰρ ἂν λείπῃ τῷ προσώπῳ, ἄτιμον αὐτὸ ποιεῖ· ἔστι δὲ τὸ πρόσωπον τῆς αἰδοῦς καὶ τῆς ἐπιτιμίας εἰκών. εἰκότως οὖν κἀκεῖνος ἄτιμος ἐγένετο. ὁ αὐτὸς νοσῶν ἔδοξε ῥῖνα οὐκ
25ἔχειν, καὶ οὐκ εἰς μακρὰν ἀπέθανε· καὶ γὰρ τὰ κρανία τῶν ἀποθανόντων ῥῖνα οὐκ ἔχει. ἀλλὰ πρότερον μὲν ὡς ἐμπόρῳ εἰς τὰ μύρα ἀπέβη, δεύτερον δὲ ὡς ἐπιτίμῳ εἰς τὸ ἀξίωμα, τρίτον δὲ ὡς νοσοῦντι εἰς αὐτὸ τὸ σῶμα· καὶ οὕτως ὁ αὐτὸς ὄνειρος τῷ αὐτῷ τρὶς οὐχ ὁμοίως ἀπέβη.

4

.

28

Ἔτι καὶ τῶν σκευῶν καὶ τῶν ἐργαλείων ἕκαστον ἢ τὴν τέχνην σημαίνει ἢ τὸ περιεχόμενον ὑπ’ αὐτοῦ, ὡς πίθοι
οἶνον ἢ ἔλαιον καὶ σιπύη πυροὺς ἢ κριθὰς ἢ κατὰ ἀναλο‐ γίαν τὸ ὅμοιον ὂν τῇ χρήσει, ὡς ἐργαλεῖα πάντα φίλους262
5καὶ τέκνα καὶ γονεῖς καὶ ταμεῖα τοὺς ταμίας καὶ κίσται καὶ θησαυροφυλάκια γυναῖκας καὶ οἰκονόμους. Ἱππικὸς ἀνὴρ στρατείαν αἰτῶν παρὰ τοῦ βασιλέως ἔδοξε κληθεὶς πρός τινος ἐξελθεῖν τοῦ οἴκου ἔνθα ἦν καὶ καταβὰς δύο κλίμακας λαβεῖν ἀπὸ τοῦ καλέσαντος στέ‐
10φανον ἐλαϊνὸν τοιοῦτον οἷον ἐν πομπαῖς φοροῦσιν ἱππεῖς Ῥωμαίων. καὶ πάνυ μὲν εὔθυμος ἦν, ἐθάρρουν τε τῷ ὀνείρῳ καὶ οἱ περὶ αὐτόν· ἀπέτυχε δὲ τῆς αἰτήσεως. ἔλαβε γὰρ τὸν στέφανον οὐκ ἀναβὰς ἀλλὰ καταβὰς τὰς κλίμακας, λέγομεν δὲ τὰς προκοπὰς ἀναβάσεις, τὸ δ’ ἐναντίον αὐταῖς
15καταβάσεις. ὁ δὲ στέφανος ἐποίησεν αὐτὸν γῆμαι παρθέ‐ νον διὰ τὴν δέσιν καὶ ὅτι παρθένου ἐλαία· παρθένου γάρ ἐστι θεᾶς. τοῦτόν σοι τὸν ὄνειρον ὑπέγραψα, ἵνα μάθῃς ὅτι μὴ δεῖ ταῖς πρώταις φαντασίαις τῶν ὀνείρων προσέχειν, ἀλλ’ ὁμοῦ τῇ τάξει πάντων τῶν ὁραθέντων· οἱ γὰρ ἀπὸ μόνου
20τοῦ στεφάνου κρίνοντες οὐ προσέχοντες τῇ καταβάσει ἔπταισαν πάντες.

4

.

29

Οἱ ἀπὸ γένους τὸ γένος ὅλον σημαίνουσι, μάλιστα παῖ‐ δες· καὶ γὰρ ὅ τι ἂν ἄλλο σημαίνωσιν, ἅμα καὶ τὴν γενεὰν δηλοῦσιν. οἷον ἔδοξέ τις τὴν ἑαυτοῦ θυγατέρα κυρτὴν ἰδεῖν. ἀπέθανε τοῦ ἰδόντος ἡ ἀδελφὴ ὀρθῶς καὶ κατὰ
5λόγον· ἦν γὰρ αὐτῷ τὸ γένος οὐχ ὑγιές.

4

.

30

Πάντα τὰ περιεκτικὰ ἡμῶν αὐτῶν τὸν αὐτὸν ἔχει
λόγον, ἱμάτιον οἰκία τεῖχος ναῦς καὶ τὰ ὅμοια. οἷον ξύλινον ἱμάτιον ἔδοξέ τις περιβεβλῆσθαι. ἔτυχε πλέων καὶ ἐβρα‐ δυπλόησεν· ἦν γὰρ αὐτῷ ξύλινον ἱμάτιον ἡ ναῦς. τὸ ἱμά‐263
5τιόν τις ἔδοξε μέσον ἐρρωγέναι. συνετρίβη αὐτοῦ ἡ οἰκία· τὸ γὰρ περιέχον αὐτὸν ἦν οὐχ ὑγιές. τὸν κέραμον τῆς οἰκίας ἔδοξέ τις ἀπολωλέναι. τὰ ἱμάτια ἀπώλεσε· τὸ γὰρ σκέπον αὐτὸν οὐκέτι ἦν. τὸ τεῖχος ἔδοξέ τις διαρραγῆναι. ναύκληρος ἦν καὶ τὰ ἀμφιμήτρια τῆς νεὼς †ἔπεσε.† [προσ‐
10βάλλουσι γὰρ τῷ μὲν τείχει πολέμιοι τῷ δὲ πλοίῳ θά‐ λασσα καὶ χειμών.] πάντα δὲ ταῦτα καὶ πρὸς τὸ σῶμα τὴν ἀναφορὰν ἔχει. ὁ γοῦν δόξας τὸ ἱμάτιον ἐρρωγὸς ἰδεῖν εἰκότως ἐτρώθη κατ’ ἐκεῖνο τὸ μέρος, καθ’ ὃ καὶ περιβληθέντος τοῦ ἱματίου ἡ ῥαγὰς ἦν· ὥσπερ γὰρ αὐτῷ
15τὸ ἱμάτιον, οὕτω καὶ τῇ ψυχῇ αὐτοῦ τὸ σῶμα περιέκειτο. Ἅμα τοῖς ἄλλοις ἀποτελέσμασιν οἱ δοῦλοι καὶ πρὸς τὸ σῶμα τῶν δεσποτῶν τὴν ἀναφορὰν ἔχουσιν. ὁ γοῦν δόξας τὸν οἰκέτην πυρέσσοντα ἰδεῖν εἰκότως αὐτὸς ἐνόσησεν· ὃν γὰρ ἔχει λόγον ὁ οἰκέτης πρὸς τὸν ὁρῶντα, τὸν αὐτὸν
20καὶ τὸ σῶμα πρὸς τὴν ψυχήν. ἔδοξέ τις ἵππου ὑποδήματα ὑποδεδέσθαι. ἐστρατεύσατο καὶ ἐγένετο ἱππεύς· οὐδὲν γὰρ διέφερεν ἢ αὐτὸν ἢ τὸν βαστάζοντα ἵππον ὑποδεδέ‐ σθαι τὰ ὑποδήματα. Πολλὰ τῶν ἀποβαινόντων καὶ εἰς τοὺς ὁμοίους καὶ εἰς
25τοὺς ἀφ’ αἵματος καὶ εἰς τοὺς ὁμωνύμους ἀποβαίνει. οἷον
ἔδοξέ τις γυνὴ ἄνδρα ἔχουσα ἄλλῳ γαμεῖσθαι. οὔτε δὲ ὁ ἀνὴρ ἐνόσει αὐτῆς, ἵνα αὐτὸν κατορύξασα δυνηθῇ ἄλλῳ γαμηθῆναι, οὔτε εἶχέ τι ὃ πωλήσει, ἵν’ ὥσπερ γαμουμένη ἄλλῳ συνάλλαγμα ποιήσηται, οὔτ’ ἦν αὐτῇ θυγάτηρ264
30ὡραία γάμων, ἵνα ἐκείνην ἐκδῷ πρὸς γάμον καὶ οὕτω μὴ ἑαυτὴν ἀλλὰ τὴν θυγατέρα ἴδῃ ἄλλῳ γαμουμένην, οὔτε αὐτὴ ἐνόσει, ἵνα ἀποθάνῃ, ἐπειδὴ καὶ γάμος καὶ θάνατος τὸν αὐτὸν ἔχουσι λόγον, ὅτι τὰ παρακολουθοῦντα ἀμφοτέ‐ ροις ἐστὶν ὅμοια· ἦν δὲ αὐτῇ ἀδελφὴ ὁμώνυμος, καὶ ἔτυχε
35νοσοῦσα καὶ ἀπέθανε. καὶ τὸ αὐτῇ ἂν ἀποβάν, εἰ ἐνόσει, τοῦτο τῇ ἀδελφῇ ὁμωνύμῳ οὔσῃ ἀπέβη.

4

.

31

Βασιλεὺς καὶ ναὸς καὶ στρατιώτης καὶ ἐπιστολὴ βασι‐ λέως καὶ ἀργύριον καὶ ὅσα ὅμοια τούτοις ὑπ’ ἀλλήλων σημαίνεται. ὁ Στρατόνικος ᾤετο τὸν βασιλέα λακτίζειν. προελθὼν εὗρε χρυσοῦν νόμισμα, ὃ ἔτυχε πατήσας· οὐδὲν
5γὰρ διέφερεν ἢ τὸν βασιλέα ἢ τὴν εἰκόνα αὐτοῦ λακτίζειν ἢ πατεῖν. ὁ Ζήνων ἔδοξεν ἑκατοντάρχης γεγονέναι, καὶ προελθὼν ἔλαβεν ἑκατὸν βασιλικὰς ἐπιστολάς. Κρατῖνος ὁ ἡμέτερος ὄναρ λαβὼν ἀργύριον †εἰσοδιάσθη† ναοῦ βασιλικοῦ ἐγένετο. ἐργεπιστάτης δόξας εἶναι Ζωΐλος
10ταμίας ἐγένετο ἀργυρίου βασιλικοῦ. Ὅ τι ἂν ἐκ τοῦ στόματος δῷ ὁ βασιλεύς, δι’ ἀποφάσεως ὠφελήσει τὸν λαβόντα. Χρύσιππος ὁ Κορίνθιος ἐκ τοῦ στόματος τοῦ βασιλέως δύο λαβὼν ὀδόντας μιᾷ ἡμέρᾳ
δυσὶν ἀποφάσεσιν ἐπὶ τοῦ βασιλέως δικαζόμενος ἐνίκησεν.265

4

.

32

Ὁ βίος διχῆ σοι νοείσθω, ποτὲ μὲν ὡς οὐσία καὶ κτή‐ ματα ποτὲ δὲ ὡς αὐτὸ τὸ ζῆν. γυνὴ πλουσία κόρακας ἔδοξεν ἐπιστάντας αὐτῇ τρεῖς ἀναιδῶς προσβλέπειν, ἕνα δὲ ἐξ αὐτῶν καὶ φωνὴν ῥήξαντα εἰπεῖν ‘ἐγώ σε ἔκβιον
5ποιήσω,‘ καὶ τρὶς τοὺς κόρακας περιελθόντας αὐτὴν ἀποπτῆναι. αὕτη μετὰ ἐννέα ἡμέρας ἀπέθανεν ὀρθῶς καὶ κατὰ λόγον· τὸ γὰρ ‘ἔκβιόν σε ποιήσω‘ ὅμοιον ἦν τῷ ‘ἔξω τοῦ βίου ποιήσω,‘ τοῦτ’ ἔστιν ‘ἀποκτενῶ.‘ τρὶς δὲ οἱ τρεῖς περιελθόντες τὰς ἐννέα ἐδήλουν ἡμέρας.

4

.

33

Ὅσα λέγει τις ἄλλῳ μὴ ἀπὸ τέχνης τῆς ἑαυτοῦ, εἰς αὐτὸν ἀποβαίνει· ὅσα δὲ ἀπὸ τέχνης, εἰς ἐκεῖνον βλέπει, οὐδαμῶς δὲ εἰς αὐτὸν τὸν λέγοντα, ἀλλ’ ὡς ἐπὶ τῶν βα‐ ναύσων τεχνῶν ὅσα ἔμαθέ τις εἰ ποιοίη ἀγαθόν, οὕτω καὶ
5ἐπὶ τῶν λοιπῶν. ὅσα μὲν γὰρ ἰατροὶ νομικὰ ἢ μάντεις ἰατρικὰ ἢ νομικοὶ μαντικὰ ἄλλῳ λέγουσι, ταῦτα εἰς αὐτοὺς τοὺς λέγοντας ἀποβαίνει· ὅσα δὲ νομικοὶ νομικὰ ἢ ἰατροὶ ἰατρικὰ ἢ μάντεις μαντικὰ λέγουσι, ταῦτα ὡσπερεὶ κατορθούντων ἐν ταῖς τέχναις διαλάμβανε. ἔδο‐
10ξέν τις ἰατρὸς λέγειν τινὶ ‘Ῥωμαῖος ὢν Ἑλληνίδα μὴ γάμει‘. γαμήσας αὐτὸς ὑπὸ τῆς γυναικὸς ἐβλάβη πολλά. Ὧν τις ἔχει χρείαν, τούτους χρὴ δοκεῖν εὐεργετεῖν ἢ μηδαμῶς γε βλάπτειν, ἐπεὶ οὐ χρήσεται τῇ ἐξ αὐτῶν ὠφελείᾳ. Ἡρακλείδης ὁ Θυατειρηνὸς μέλλων ἀγωνίζε‐
15σθαι ἐν Ῥώμῃ τὸν τῶν τραγῳδῶν ἀγῶνα ἔδοξε τοὺς θεατὰς ἀποσφάττειν καὶ τοὺς κριτάς, καὶ ἐλείφθη· οὐ γὰρ ἄν τις τοὺς φίλους ἀποκτείνειεν ἀλλὰ τοὺς ἐχθρούς. τρόπον οὖν τινα ἔλεγεν αὐτῷ τὸ ἐνύπνιον ἐχθροὺς ἔσεσθαι τοὺς θεατὰς καὶ τοὺς κριτάς· ἄλλως τε καὶ οὐκ ἔμελλον266
20αὐτῷ ἀποσφαγέντες οἴσειν ψήφους. Ἀλέξανδρος ὁ φιλόσοφος ἔδοξε τὴν ἐπὶ θανάτῳ κατα‐ κεκρίσθαι καὶ παραιτησάμενος μόλις ἀπολελύσθαι ἀπὸ τοῦ σταυροῦ· ἔμελε δὲ αὐτῷ ἅτε ἀνδρὶ ἀσκητῇ οὔτε γάμου οὔτε κοινωνίας οὔτε πλούτου οὔτε τῶν 〈ἄλλων〉 ὅσα ὑπὸ
25σταυροῦ σημαίνεται. τῇ ὑστεραίᾳ διενεχθεὶς πρός τινα Κυνικὸν ἐπλήγη τὴν κεφαλὴν ξύλῳ, καὶ τοῦτο ἦν ὅπερ προηγόρευσεν αὐτῷ ἡ ψυχή, μέλλειν ξύλῳ μικροῦ δεῖν ἀποθανεῖσθαι. οὗτος ὁ ὄνειρος διδάξει σε ζητεῖν τι καὶ πέρας τῶν ἐνδεχομένων ἀποβαίνειν.
30 Ἡ τοῦ κναφέως γυνὴ δόξασα μέλανα ἱμάτια ἔχειν καὶ †καταγνωσθεῖσα† μεταλαβεῖν λευκὰ τὸν υἱὸν ἀπώλεσε καὶ μετὰ τρεῖς ἡμέρας εὗρεν αὐτόν. οὕτω τὰ λευκὰ τῶν μελάνων ἀμείνω. Ὁ ἐν Περγάμῳ δόξας κλάσματα ἄρτων καὶ ἄρτους
35ὑγιεῖς χέζειν, ἐτραχηλοκοπήθη· ὥσπερ γὰρ οὐκ ἦν αὐτῷ κεφαλὴ ἡ δυναμένη μασήσασθαι τοὺς ἄρτους, ***

4

.

34

Ἑστίαν ἐπὶ ξένης οἰκοδομεῖν μὴ προῃρημένῳ γῆμαι ἢ κατοικῆσαι ἐκεῖ θάνατον μαντεύεται. ὁ Βιθυνὸς νεανί‐
σκος ἐν Ῥώμῃ δόξας ἑστίαν οἰκοδομεῖν ἀπέθανε.267

4

.

35

Τῶν δὲ συνθέτων ὀνείρων διελὼν τὰ κεφάλαια κατὰ μό‐ νας ἕκαστον κρῖνε. οἷον εἴ τις δόξειε πλέειν εἶτα τοῦ πλοίου ἐξελθὼν ἐπὶ τῆς θαλάσσης περιπατεῖν, ἰδίᾳ μὲν τὸ πλέειν ἰδίᾳ δὲ τὸ ἐπὶ τῆς θαλάσσης περιπατεῖν κρῖνε· ἔχεις
5δὲ τὸ μὲν πλέειν ἐν τῷ δευτέρῳ βιβλίῳ, τὸ δὲ ἐπὶ τῆς θα‐ λάσσης περιπατεῖν ἐν τῷ τρίτῳ, ὅθεν λάμβανε τὰς κρίσεις.

4

.

36

Οὐδὲν τῶν ἀκινήτων περὶ τὸ σῶμα κείμενον ὠφελεῖ. ὁ ἐν Μαγνησίᾳ δόξας χάλκεα ἱμάτια περικεῖσθαι ὀρθῶς ἀπέθανεν. ἦν γὰρ αὐτὸν τὰ περιέχοντα ἀκίνητα καὶ οἷα τοῖς ἀγάλμασι περιτίθεται. ταῦτα δὲ οὐ ζῇ.

4

.

37

Ἀνδρόγυνον κωμῳδεῖν ἔδοξέ τις. ἐνόσησεν αὐτῷ τὸ αἰδοῖον. γάλλους ὁρᾶν ἔδοξέ τις. ἐνόσησεν αὐτῷ τὸ αἰδοῖον. τὸ μὲν πρῶτον διὰ τὸ ὄνομα οὕτως ἀπέβη, τὸ δὲ δεύτερον διὰ τὸ συμβεβηκὸς τοῖς ὁρωμένοις. καίτοι καὶ τὸ κωμῳ‐
5δεῖν οἶσθα ὃ σημαίνει καὶ τὸ γάλλους ὁρᾶν. μέμνησο δὲ ὅτι, εἴτε κωμῳδεῖν εἴτε τραγῳδεῖν ὑπολάβοι τις καὶ μνη‐ μονεύοι, κατὰ τὴν ὑπόθεσιν τοῦ δράματος γίνεται καὶ τὰ ἀποτελέσματα.

4

.

38

Τὰ τῷ χρώματι ὅμοια εἰς ταὐτὸν ἀποβαίνει. Αἰθίοπά τις λαβὼν δῶρον μεθ’ ἡμέραν ἀνθράκων πλῆρες ἐδέξατο ἀγγεῖον.

4

.

39

Αἱ περιοχαὶ τῶν μυστηρίων ὅμοια τὰ ἀποτελέσματα
ποιοῦσι καὶ ἐν χρόνῳ τοσούτῳ ὁρώμενα ἐν ὅσῳ τελεῖται τὰ μυστήρια. γυνὴ ἔδοξε χορεύειν τῷ Διονύσῳ μεθυ‐ σθεῖσα. τὸ ἑαυτῆς παιδίον ἀπέκτεινεν ὂν τριετές. καὶ γὰρ268
5ὁ περὶ Πενθέα καὶ Ἀγαυὴν λόγος τοιοῦτος, καὶ τῷ θεῷ τριετηρίδες ἄγονται ἑορταί.

4

.

40

Ὅτι τὸ ἐργάζεσθαι τῷ ζῆν τὸν αὐτὸν ἔχει λόγον, παρα‐ κείσθω σοι ὅδε ὁ ὄνειρος. γυνὴ ἔδοξεν ἱστὸν ἐξυφαγκέναι. τῇ ὑστεραίᾳ ἀπέθανεν· οὐκέτι γὰρ εἶχεν ἔργον, τοῦτ’ ἔστιν οὐκέτι εἶχε τὸ ζῆν.

4

.

41

Οὔτε τὸ ἀπορρύπτεσθαι οὔτε τὸ περικεχρῖσθαί τινι τὸ πρόσωπον ἀγαθόν· οὐκ ἀναμάρτητον γάρ φησιν εἶναι τὸν ἰδόντα. ὁ Πάφιος νεανίσκος ἔδοξε κατακεχρῖσθαι τὸ πρόσωπον, ὥσπερ αἱ γυναῖκες, καὶ ἐν θεάτρῳ καθέζεσθαι.
5μοιχεύων ἑάλω καὶ ἠσχημόνησεν. Ὅσα εἰς ἄλλο ἐστὶν εὔχρηστα, εἰς ἄλλο δαπανηθέντα ἄχρηστα γίνεται. ὁ Κρητικὸς ἔμπορος ἔδοξε τὸ πρόσωπον οἴνῳ νίπτεσθαι, καὶ εἶπέ τις αὐτῷ τῶν περὶ ταῦτα δεινῶν ‘ἐργάσει ἐκ τοῦ οἴνου καὶ τὰ δάνεια 〈τὰ〉 σεαυτοῦ ἀπο‐
10πλυνεῖς.‘ τὸ δὲ ἄρα ἦν οὐ τοιοῦτον, ἀλλ’ ὁ οἶνος αὐτῷ διε‐ φθάρη· τὸ γὰρ ἀπόνιμμα ἄποτον καὶ ἄχρηστον εἰς τὸ λοιπόν.

4

.

42

Ἔτι κἀκεῖνο. ἔστι τινὰ τῶν ἐν τοῖς ὀνείροις κόσμου
ἕνεκεν θεωρούμενα, ἃ χρὴ καταλείπειν. ὥσπερ γὰρ εἴ τις εἰς οἶκον εἰσίοι, πάντως καὶ τὴν παραστάδα καὶ τὴν φλιὰν καὶ τὸ ὑπέρθυρον βλέπει, ἀλλ’ οὐ διὰ ταῦτα εἴσει‐269
5σιν, οὕτως οὐκ ἀπὸ τούτων τὴν κρίσιν ποιητέον, ἀλλ’ ἀπ’ αὐτοῦ τοῦ οἴκου. ἔδοξέ τις τὴν ἑαυτοῦ γυναῖκα ἐπὶ πορ‐ νείου καθεζομένην ἐν ἱματίοις πορφυροῖς ὁρᾶν, 〈καὶ〉 ἐποιη‐ σάμεθα τὴν κρίσιν οὐκ ἀπὸ τῶν ἱματίων οὐδὲ ἀπὸ τῆς καθέδρας οὐδὲ ἀπ’ ἄλλου τινὸς ἢ ἀπὸ τοῦ πορνείου μόνου.
10τελώνης ὁ ἰδὼν ἐγένετο· ἦν γὰρ αὐτῷ ἡ ἐργασία ἄχρωμος, τέχνην δὲ ἢ πραγματείαν τοῦ ἰδόντος τὴν γυναῖκα νομίζο‐ μεν εἶναι. ὥσπερ οὖν ἡ φύσις οὐ τοῦ ἀναγκαίου χάριν πάντα μόνου ποιεῖ ἀλλὰ καὶ τοῦ κόσμου, ὡς τὰς ἕλικας ἐν ταῖς ἀμπέλοις, οὕτω καὶ ἡ ψυχὴ πολλὰ ἕνεκεν κόσμου
15συνθεωρεῖ ** καὶ πολλάκις ἀπὸ μέρους τὰ ὅλα δείκνυσιν. οἷον ἔδοξέ τις τῆς ἀδελφῆς τὰ ἱμάτια ἔχειν καὶ περικεῖ‐ σθαι. ἐκληρονόμησε τὴν ἀδελφήν. Ὅτι τὸ φῶς τοῦ σκότους λυσιτελέστερον τοῖς μὴ λαν‐ θάνειν βουλομένοις, ἐντεῦθεν ἂν μάθοις. Μένιππος ὁ
20Μάγνης παγκρατιαστὴς οὐ πρὸ πολλοῦ τοῦ ἐν Ῥώμῃ ἀγῶνος ἔδοξε παγκρατιάζοντος αὐτοῦ νύκτα γεγονέναι. οὐ μόνον ἐλείφθη τὸν ἐν Ῥώμῃ ἀγῶνα, ἀλλὰ καὶ πληγεὶς τὴν χεῖρα κατέλυσεν.

4

.

43

Ὅτι οὐκ ἐκφεύγουσι παντελῶς οἱ ὄνειροι τὸν λόγον τῶν ἱστοριῶν, μάθοις ἂν ἐντεῦθεν. γυνὴ ἔδοξε τοὺς τοῦ Ἡρα‐
κλέους ἄθλους τετελεκέναι, καὶ οὐκ εἰς μακρὰν ἐμπυρισμῷ περιληφθεῖσα ζῶσα ἐκαύθη. φασὶ γὰρ καὶ τὸν Ἡρακλέα270
5πυρὶ διαφθαρῆναι τὸ σῶμα. ὅτε μέντοι δεῖ προσέχειν ἱστορίαις καὶ ὅτε μή, ἐπὰν κατὰ τοῦτο τοῦ λόγου γένωμαι, διδάξω σε.

4

.

44

Ἔτι καὶ τοῦτο. καταφρονεῖν οὔτε ἰδιώτου ἑνὸς ἢ πολλῶν οὔτε δήμου συμφέρει ὥσπερ οὐδὲ τὸ καταφρονεῖσθαι, λέγω δὲ τὸ καταφρονοῦντος ἔργα πάσχειν ἢ δρᾶν [εἰ μὴ μόνοις τοῖς ἄρχειν δυναμένοις]. ἔδοξέ τις ἀναστειλαμένην τὴν
5γυναῖκα ἐπιδεικνύειν αὐτῷ τὸ αἰδοῖον. πολλῶν κακῶν αἰτία ἐγένετο αὐτῷ ἡ γυνή· ὥσπερ γὰρ εὐκαταφρονήτῳ ἀνεστείλατο. ἔδοξέ τις ἐν συμβιώσει καὶ φρατρίᾳ τοῖς συμβιώταις ἀναστειλάμενος ἑκάστῳ προσουρεῖν. ἀπηλάθη τῆς φρατρίας ὡς ἄτιμος· εἰκὸς γὰρ τοὺς οὕτω παροινοῦντας
10μισεῖσθαί τε καὶ ἀπελαύνεσθαι. ἔδοξέ τις ἐν θεάτρῳ μέσῳ οὐρεῖν τοῦ ὄχλου καθεζομένου. παρενόμησεν εἰκότως· τῶν γὰρ ἀρχόντων νόμων ὥσπερ καὶ τῶν θεατῶν κατε‐ φρόνησε. τούς γε μὴν ἄρχοντας οὐδὲν κωλύει δοκεῖν τῶν ὑποτεταγμένων καταφρονεῖν.

4

.

45

Περὶ ἰατρῶν ὅτι πᾶσι τοῖς εὐεργέταις καὶ τοῖς ἀμύνουσι τὸν αὐτὸν ἔχουσι λόγον, εἴπομεν καὶ ἐν τῷ δευτέρῳ βιβλίῳ
καὶ νῦν δὲ πιστώσομαί σοι τὸ δόγμα καὶ δι’ ἀποβάσεως ὀνείρου. δίκην τις ἔχων ἔδοξε νοσεῖν καὶ ἰατροὺς οὐκ271
5ἔχειν. συνέβη αὐτῷ καταλειφθῆναι ὑπὸ τῶν συνηγόρων· ἡ μὲν γὰρ νόσος τὴν δίκην ἐδήλου· κρίνεσθαι γὰρ ἀμφο‐ τέρους φαμὲν καὶ τοὺς δικαζομένους καὶ τοὺς νοσοῦντας. οἱ δὲ ἰατροὶ τοὺς συνηγόρους ἐδήλουν.

4

.

46

Ἔτι καὶ τοῦτο. μέμνησο ὅτι τὰ μὴ ἐν τόπῳ οἰκείῳ βλεπό‐ μενα τὸ ἐναντίον τῷ σημαινομένῳ προαγορεύει. οἷον ἔδοξέ τις ἄνδρα φίλον καὶ συνήθη, οὗ τὴν θυγατέρα ἐμοίχευεν, ἀποστεῖλαι αὐτῷ ἵππον, τὸν δὲ ἱπποκόμον δύο
5κλίμακας ἀναγαγόντα τὸν ἵππον εἰς τὸν κοιτωνίσκον εἰσαγαγεῖν, ἔνθα ἦν αὐτὸς κατακείμενος, καὶ μετ’ οὐ πολὺ ἀπείρχθη τῆς πρὸς τὴν ἐρωμένην ὁδοῦ· ὁ μὲν γὰρ ἵππος τὴν γυναῖκα ἐσήμαινεν, ὁ δὲ τόπος τὸ μὴ παραμεῖναι, ὅτι μὴ δυνατὸν ἦν ἐπὶ τριστέγης γενέσθαι
10ἵππον.

4

.

47

Ὅσα τεράστια ἐστὶ καὶ οὐδαμῶς ἐνδεχόμενα γενέσθαι, ὡς Ἱπποκένταυρος καὶ Σκύλλα, ψευδεῖς τὰς προσδοκίας ἔσεσθαι σημαίνει, ὡς ἐν τῷ δευτέρῳ βιβλίῳ προείρηκα. ἐνίοτε μέντοι τὰς μὲν ἐλπίδας οὐ τελειοῖ, τὰς δὲ ὑποθέσεις
5τῶν πραγμάτων ταῖς περιοχαῖς ὁμοίας ποιεῖ. ἔδοξέ τις ἀνὴρ ἐπιθυμῶν παῖδας αὐτῷ γενέσθαι 〈καὶ〉 τὴν γυναῖκα κυοῦσαν ἔχων, Ἱπποκένταυρον αὐτῷ γεγεννῆσθαι. δίδυμα αὐτῷ ἐγεννήθη βρέφη· δύο γὰρ σώματα τοῦ Ἱπποκεν‐ ταύρου. ἀλλ’ οὐδέτερον τῶν παιδίων ἐτράφη· οὐδαμῶς γὰρ
10ἐνδέχεται Ἱπποκένταυρον γενέσθαι· εἰ δὲ καὶ γένοιτο,
ἀδύνατον τὸ τραφῆναι. Ὅσαι τῶν ἱστοριῶν διπλοῦν ἔχουσι λόγον, τῶν μὲν ὡς οὕτως ἔχουσι λεγόντων, τῶν δὲ ὡς ἄλλως, τούτων ὁποτέρᾳ ἂν ἀκολουθήσῃς δόξῃ ὡς [ὁμοίως] ἀποβησομένῃ, ὀρθῶς272
15ποιήσεις, κἂν μὴ ἐπιτύχῃς· ἄμεινον δὲ ἀμφοτέρας τὰς δόξας εἰδέναι τε καὶ λέγειν. οἷον [ὁ παρὰ τοῦ Αἰγυπτίου λεχθεὶς ὄνειρος] ἔδοξέ τις 〈τὸν〉 φοίνικα τὸ ὄρνεον ζωγραφεῖν. εἶπεν Αἰγύπτιος ὅτι ὁ ἰδὼν τὸν ὄνειρον εἰς τοσοῦτον ἧκε πενίας ὥστε τὸν πατέρα ἀποθανόντα δι’ ἀπορίαν πολλὴν αὐτὸς ὑπο‐
20δὺς ἐβάστασε καὶ ἐξεκόμισε· καὶ γὰρ ὁ φοίνιξ [τὸ ὄρνεον] τὸν ἑαυτοῦ πατέρα καταθάπτει. εἰ μὲν οὖν οὕτως ἀπέβη ὁ ὄνειρος, οὐκ οἶδα, ἀλλ’ οὖν γε ἐκεῖνος οὕτω διηγεῖτο, καὶ κατὰ τοῦτο τῆς ἱστορίας εἰκὸς ἦν ἀποβεβηκέναι. λέγουσι δὲ ἔνιοι ὅτι ὁ φοίνιξ οὐ τὸν πατέρα καταθάπτει οὐδὲ ὅλως
25ἐστὶν αὐτῷ περιὼν πατὴρ οὐδὲ ἄλλος τις τῶν προγόνων, ἀλλ’ ὅταν αὐτὸν τὸ μοιρίδιον ἄγῃ, ἔρχεται εἰς Αἴγυπτον ὅθεν οὐκ ἴσασιν ἄνθρωποι, καὶ αὐτὸς ἑαυτῷ ποιησάμενος ἐκ κασίας τε καὶ σμύρνης πυρὰν ἐναποθνήσκει. καυθείσης δὲ τῆς πυρᾶς μετὰ χρόνον ἐκ τῆς σποδοῦ σκώληκα λέγουσι
30γεννᾶσθαι, ὅντινα μεταβάλλειν αὐξανόμενον καὶ γίνεσθαι πάλιν φοίνικα καὶ ἀφίπτασθαι Αἰγύπτου ἐκεῖσε ὅθεν ἧκεν
ὁ πρὸ αὐτοῦ φοίνιξ. ὥστε εἰ καὶ τῶν γονέων ἔρημόν τις εἴποι γενέσθαι τὸν ἰδόντα τὸν ὄνειρον, κατὰ τοῦτο τῆς ἱστορίας οὐκ ἀποτεύξεται. μέμνησο δὲ ὅτι τῶν ἱστοριῶν273
35μόναις σοι προσεκτέον ταῖς πάνυ πεπιστευμέναις ἐκ πολ‐ λῶν καὶ μεγάλων τεκμηρίων ὅτι εἰσὶν ἀληθεῖς, ὡς τῷ πολέμῳ τῷ Περσικῷ καὶ ἐπάνωθεν τῷ Τρωικῷ καὶ τοῖς ὁμοίοις. τούτων γὰρ καὶ ἐναυλίσματα δείκνυται καὶ τόποι παρατάξεων καὶ στρατοπέδων καθιδρύσεις καὶ πόλεων
40κτίσεις καὶ βωμῶν ἀναστάσεις καὶ ὅσα ἄλλα τούτοις ἀκόλουθα. ὅταν οὖν τοιοῦτον ἴδῃ τις, πάντως ὅμοιόν τι αὐτῷ ἀποβήσεται. ἔτι καὶ τῶν ἱστοριῶν χρὴ προσέχειν ταῖς πολυθρυλήτοις καὶ ταῖς πρὸς τῶν πλείστων πεπιστευμέναις, οἷα τὰ περὶ τὸν Προμηθέα καὶ τὴν Νιόβην καὶ τῶν τραγῳ‐
45δουμένων ἕκαστον· ταῦτα γὰρ εἰ καὶ μὴ οὕτως ἔχοι, ἀλλ’ οὖν γε διὰ τὸ προειλῆφθαι πρὸς τῶν πλείστων ὁμοίως ταῖς περιοχαῖς ἀποβαίνει. ὅσα δὲ παντελῶς ἐξίτηλα καὶ φλυαρίας καὶ λήρου μεστά, ὡς τὰ περὶ τὴν γιγαντομαχίαν καὶ τοὺς Σπαρτοὺς τούς τε ἐν Θήβαις καὶ τοὺς ἐν Κόλχοις

4

.

47

(50)

καὶ τὰ ὅμοια, ἤτοι τέλεον οὐκ ἀποβήσεται ἢ κατὰ τὸν ἔμπροσθεν λόγον πᾶσαν ἀθετεῖ καὶ περιγράφει προσδοκίαν, καὶ ματαίας ὑπαγορεύει καὶ κενὰς τὰς ἐλπίδας, εἰ μή τι ἄρα τῶν μυθικῶν τούτων φυσικὴν ἐπιδέχοιτο τὴν ἐξήγησιν. οἷον ἔδοξέ τις Ἐνδυμίων γεγονέναι καὶ ὑπὸ τῆς Σελήνης
55ἐρᾶσθαι. συνέβη αὐτῷ πολλή τις εὔκλεια καὶ πορισμὸς οὐκ ὀλίγος ἐκπονήσαντι μαντικὴν τὴν δι’ ἄστρων· καὶ γὰρ τὸν Ἐνδυμίωνα λόγος ἔχει πρὸς μὲν τῶν πολλῶν ὑπὸ τῆς Σελή‐
νης φιληθέντα συνεῖναι αὐτῇ, πρὸς δὲ τῶν τὰ τοιαῦτα ἐξη‐ γουμένων ἀστρολογίᾳ μάλιστα πάντων ἀνθρώπων προσ‐274
60έχοντα καὶ νύκτωρ διαγρυπνοῦντα δόξαι τῇ σελήνῃ ὁμιλεῖν.

4

.

48

Ὅ τι δ’ ἄν τις ἴδῃ ὅμοιον ἢ συγγενὲς ἢ οἰκεῖον, τοῦτο ἅμα τῷ οἰκείῳ καὶ συγγενεῖ βλεπόμενον ἧττον ἂν εἴη πονηρόν. οἷον ἔδοξέ τις πίθον ἔχων οἴνου μεστὸν ἄμπελον ἐκ τοῦ πίθου πεφυκέναι. ἔστι δὲ καὶ παρὰ Φοίβῳ τῷ
5Ἀντιοχεῖ ὄνειρος τοιοῦτος. ἔδοξέ τις πίθον ἔχων οἴνου πλέων ἐκ τοῦ πίθου ἐλαίαν πεφυκέναι. καί φησιν ὁ Φοῖβος ὅτι πάντες οἱ πιόντες τοῦ οἴνου ἀπέθανον ἐχίδνης ἐναπο‐ θανούσης τῷ οἴνῳ. τῷ δὲ δόξαντι ἐκ τοῦ πίθου ὁμοίως ἄμπελον πεφυκέναι ἦν μὲν καὶ τούτῳ ἐν τῷ πίθῳ ἔχιδνα
10νεκρὰ καὶ ὁ οἶνος ὁμοίως διέφθαρτο, οὐ μὴν ἔπιόν γέ τινες οὐδὲ ἀπέθανον· δόξαν γὰρ αὐτοῖς διυλίσαι πρότερον τὸν οἶνον ὡς αὖθις πιομένοις, μαθόντες τὸ συμβεβηκὸς [εὑρόν‐ τες δὲ τὰ θηρίου ὀστᾶ] ἐξέχεαν τὸν οἶνον. ἦν δὲ εἰκὸς τούτους μὴ ἀποθανεῖν [οὐ γὰρ εἴ τι ἄμπελος τοῦτο καὶ
15οἶνος ὅθεν ἄποτος ἐγένετο ὁ οἶνος]· ἐπεὶ γὰρ οἰκεία ἡ ἄμπελος τῷ ἐν τῷ πίθῳ ὑγρῷ, ἧττον ἐγένετο ὁ ὄνειρος πονηρός [διὸ καὶ οὐκ ἀπέθανον].

4

.

49

Πᾶσα ἐπὶ τὸ βέλτιον μεταβολὴ ἀγαθὴ πλουσίοις, καὶ
ἐάν τις εἰς θεὸν μεταβάλῃ· δεῖ δὲ μηδὲν ἐνδεὲς ἔχειν. οἷον ἔδοξέ τις Ἥλιος γεγονέναι καὶ διὰ τῆς ἀγορᾶς διέρχεσθαι ἔχων ἀκτῖνας ἕνδεκα· στρατηγὸς ἀπεδείχθη τῆς ἑαυτοῦ275
5πόλεως καὶ μῆνας ἕνδεκα ἐπιζήσας τῇ ἀρχῇ ἀπέθανε διὰ τὸ μὴ τέλειον ἔχειν τῶν ἀκτίνων τὸν ἀριθμόν. πολλὰ δὲ καὶ οἱ τόποι παρ’ ἑαυτῶν εἰσφέρουσι ταῖς ἀποβάσεσιν. οἷον 〈ἔδοξέ τις ἐσταυρῶσθαι〉, σημαίνοντος τοῦ δοκεῖν ἐσταυ‐ ρῶσθαι δόξαν καὶ εὐπορίαν· δόξαν μὲν διὰ τὸ ὑψηλότατον
10εἶναι τὸν ἐσταυρωμένον, εὐπορίαν δὲ διὰ τὸ πολλοὺς τρέφειν οἰωνούς. 〈ὁ〉 Μένανδρος ἐν Ἑλλάδι ἔδοξεν ἐσταυ‐ ρῶσθαι ἔμπροσθεν ἱεροῦ Διὸς Πολιέως, καὶ ἱερεὺς ἀπο‐ δειχθεὶς αὐτοῦ ἐκείνου τοῦ θεοῦ λαμπρότερός τε καὶ εὐπορώτερος ἐγένετο.

4

.

50

Ἔτι καὶ τοῦτο. οἱ φίλοι ἅμα τοῖς ἐχθροῖς ἀναστρεφό‐ μενοι καὶ συναγελαζόμενοι τοῖς ἐχθροῖς εἰς ἔχθραν τῷ ἰδόντι καθίστανται. ὁ Φιλῖνος ἔδοξε τῶν ἑταίρων αὐτοῦ τινα ἅμα τοῖς ἐχθροῖς μέλλειν ἀποδημεῖν, καὶ εἰς ἔχθραν
5κατέστη τῷ ἑταίρῳ διά τινας αἰτίας [ἄλλας] οὐδὲν προσ‐ ηκούσας τοῖς ἐχθροῖς.

4

.

51

Τὰ ἡμιτελῆ τῶν ἔργων ἀπραξίαν σημαίνει τελείαν καὶ οὐδὲ τὰς ἀρχὰς παρέχει. ὁ Κίλιξ ἀδελφοῦ κλῆρον ἀπὸ τοῦ βασιλέως αἰτῶν ἔδοξε πρόβατον κείρειν μέχρις ἡμισείας, καὶ τοῦ πόκου λαβεῖν [τὸ πλεῖστον] τὸ περισσὸν οὐ δυνά‐
5μενος διυπνίσθη. καὶ προσδοκία μὲν ἦν αὐτῷ τὸ ἥμισυ
τοῦ κλήρου λήψεσθαι, ἔλαβε δὲ οὐδέν.276

4

.

52

Ὅσοι τῶν στεφάνων ἀγαθόν τι σημαίνουσιν, οὗτοι μὴ περὶ τῇ κεφαλῇ ὄντες ἀλλὰ περί τινι ἄλλῳ μέρει τοῦ σώματος πρὸς τῷ μηδὲν ἀγαθὸν σημαίνειν προσέτι καὶ κακοὶ γίνονται. ὁ Ζωίλος εἰς Ὀλύμπια ἀναγαγὼν παῖδας
5ἰδίους ἀγωνισομένους τὸν μὲν πάλην τὸν δὲ παγκράτιον ἔδοξεν ἐστεφανῶσθαι τὰ σφυρὰ 〈αὐτῶν〉 ἐλαίᾳ καὶ κοτίνῳ. καὶ σφόδρα μὲν ἦν εὔθυμος ὡς ἱερῶν ὄντων καὶ ἐπινι‐ κίων τῶν στεφάνων καὶ Ὀλυμπίασι διδομένων, ἀπέθανον δὲ αὐτῷ οἱ παῖδες πρὸ τοῦ ἀγῶνος· οἱ γὰρ περὶ τοῖς σφυ‐
10ροῖς στέφανοι οὐ πολὺ τῆς γῆς ἀπεῖχον.

4

.

53

Ὅσα ἡ θάλασσα σημαίνει καὶ τὰ περὶ τὴν θάλασσαν, λιμένες καὶ σκόπελοι καὶ ὑποδρομαὶ καὶ αἰγιαλοὶ καὶ πλοῖα καὶ αὐτὸ τὸ πλέειν, ἐν τῷ δευτέρῳ βιβλίῳ προακή‐ κοας· ὅμως δέ τι καὶ νῦν εἰρήσεταί σοι τοιοῦτον ἀποβεβη‐
5κός. ἔδοξέ τις εἰς θάλασσαν πεσὼν καταφέρεσθαι εἰς τὸν βυθὸν καὶ δι’ αἰσθήσεως ἔχειν ἐπὶ πολὺ καταφερόμενος, καὶ τέλος ὑπὸ [αὐτοῦ] τοῦ δέους ἀφυπνίσθη. γήμας ἑταίραν ἅμα αὐτῇ μετανέστη καὶ τὸ πολὺ τοῦ βίου διέτριψεν ἐπὶ ξένης. τούτων τὰς αἰτίας περισσὸν λέγειν.

4

.

54

Ὅσα συνεχῶς περί τι μέρος τοῦ σώματός ἐστι, ταῦτα τὸν αὐτὸν τοῖς πεφυκόσιν ἔχει λόγον. οἷον ἔδοξέ τις ξύλα ἔχειν ἐκ τῶν δακτύλων πεφυκότα. καὶ πάλιν ἔδοξέ τις ἔρια ἔχειν ἐκ τοῦ στήθους πεφυκότα καὶ τοῦ μεταφρένου.
5καὶ ὁ μὲν ἐγένετο κυβερνήτης, ὁ δὲ φθισικός· τῷ μὲν γὰρ ἀεὶ ξύλα ἦν διὰ χειρῶν τὰ τῶν πηδαλίων, τῷ δὲ ἀεὶ ἔρια
περὶ τῷ θώρακι διὰ τὴν νόσον.277

4

.

55

Ἔτι καὶ τοῦτο. πολλὰ παρὰ τὸ πλῆθος ἀποβαίνει καὶ πάλιν παρὰ τὸ μέγεθος. παρὰ μὲν τὸ πλῆθος, ὡς ἐπὶ κρομ‐ μύων, ἃ εἴ τις νοσῶν δόξειεν ἐσθίειν, εἰ μὲν πολλά, ἀνα‐ στήσεται, ἄλλον δέ τινα πενθήσει· εἰ δὲ ὀλίγα, τεθνήξε‐
5ται· δακρύουσι μὲν γὰρ οἱ τὰ κρόμμυα ἐσθίοντες, δα‐ κρύουσι δὲ καὶ οἱ ἀποθνήσκοντες· οὐ γὰρ ἄνευ δακρύων τις ἀπέθανεν. ἀλλ’ ὀλίγα οὗτοι δακρύουσιν, ὡς ἔστιν ὅτε καὶ τοὺς πλησίον λαθεῖν, μόνον νοτισθέντων τῶν βλε‐ φάρων· οἱ δὲ πενθοῦντες πολλά· καὶ γὰρ ἐπὶ πολὺ δα‐
10κρύουσι. παρὰ δὲ τὸ μέγεθος, ὡς ἐπὶ αἰγῶν καὶ ἐρίφων. αἶγας μὲν γὰρ οὔτε λευκὰς οὔτε μελαίνας ἰδεῖν ἀγαθὸν πλὴν αἰπόλου· ἔριφοι δὲ πάντες ἀγαθοί. ταὐτὰ δέ σοι ἐπὶ πάντων ὀνείρων τηρείσθω νῦν εἰς ὑπόδειγμα ἐπὶ τούτων μόνων εἰρημένα. ἔνια δὲ τὸν αὐτὸν ἔχει λόγον καὶ ἐν πλή‐
15θει καὶ ἐν μεγέθει καὶ 〈ἐν〉 ὀλιγότητι καὶ 〈ἐν〉 σμικρό‐ τητι, ὡς πρόβατα· ταῦτα γὰρ καὶ πολλὰ καὶ ὀλίγα καὶ 〈καθ’〉 ἓν ὁραθέντα τὸν αὐτὸν ἔχει λόγον.

4

.

56

Χρὴ δέ σε καὶ τὰ ἤθη τῶν ζῴων ἀντιπαραβάλλειν τοῖς ἤθεσι τοῖς ἀνθρωπίνοις καὶ τὴν γνώμην καὶ τὴν προ‐ αίρεσιν ἑκάστου κατὰ τὸ ὅμοιον σκοπεῖν. οἷον τὰ μεγαλό‐ φρονα καὶ [τὰ] ἐλευθέρια καὶ πραγματικὰ καὶ φοβερὰ
5τοιούτους ἀνθρώπους προαγορεύει, οἷον λέων τίγρις πάρ‐ δαλις ἐλέφας ἀετὸς ἅρπη. καὶ τὰ βίαια καὶ τραχέα καὶ δυσσύμβολα ὁμοίους προαγορεύει ἀνθρώπους, ὡς σύαγρος
καὶ ἄρκτος. καὶ τὰ δειλὰ καὶ δρομικὰ καὶ ἀνελεύθερα δει‐ λοὺς ἢ δραπέτας παρίστησιν, ὡς ἔλαφος λαγὼς κύων. τὰ278
10〈δὲ〉 νωθῆ καὶ ἄπρακτα καὶ πανοῦργα, ὡς ὕαινα, νωθεῖς καὶ ἀπράκτους, πολλάκις δὲ καὶ φαρμακοὺς παρίστησι. καὶ τῶν ἰοβόλων τὰ φοβερὰ καὶ ἰσχυρὰ καὶ δυνατὰ μεγά‐ λους ἄνδρας παρίστησιν, ὡς δράκων βασιλίσκος δρυίνας. τὰ δὲ πολὺν ἰὸν ἔχοντα πλουσίους ἄνδρας τε καὶ γυναῖκας,
15ὡς ἀσπὶς ἔχιδνα σήψ. τὰ δὲ μείζονα τὴν φαντασίαν τῆς δυνάμεως ἔχοντα ἀλαζόνας καὶ ἀνυποστάτους ἀνθρώπους, ὡς παρείας φύσαλος τυφλίνης. τὰ δὲ μικρά, ὡς φα‐ λάγγια καὶ ὕδροι καὶ σαυροί, μικροὺς μὲν καὶ εὐκα‐ ταφρονήτους, ἱκανοὺς δὲ κακῶς διαθεῖναι παρίστησιν
20ἀνθρώπους. τὰ 〈δὲ〉 ἁρπάζοντα φανερῶς λῃστὰς καὶ ἅρπαγας, ὡς ἱέραξ καὶ λύκος. τὰ δὲ ἁρπάζοντα μέν, οὐ φανερῶς δέ, ἐπιβούλους, ὡς ἰκτῖνος καὶ ἀλώπηξ. τὰ δὲ εὔμορφα καὶ χαρίεντα φιλοκάλους, ὡς ψιττακὸς καὶ πέρδιξ καὶ ταώς. τὰ δὲ μουσικὰ καὶ ἡδύφωνα φιλολόγους καὶ
25μουσικοὺς καὶ εὐφώνους, ὡς χελιδὼν καὶ ἀηδὼν καὶ βασι‐ λίσκος καὶ τὰ ὅμοια. τὰ δὲ μιμητικὰ γόητας καὶ πανούρ‐ γους, ὡς πίθηκος καὶ κόσσυφος καὶ κίσσα. τὰ δὲ ποικίλα καὶ κατάστικτα, 〈ὡς πάρδαλισ〉, οὐχ ἁπλοῦς τὸ νόημα, πολλάκις δὲ καὶ ἐστιγμένους. τὰ 〈δὲ〉 ἐργατικὰ καὶ
30ταλαίπωρα ἐργάτας καὶ ὑποτεταγμένους, ὡς ὄνοι καὶ βόες ἐργάται. τὰ δὲ ἐργατικὰ μὲν ἀνυπότακτα δὲ τοὺς ἀφηνιάζοντας καὶ ἀγερώχους, ὡς ταῦροι καὶ βοῦς ἀγε‐
λαῖαι καὶ ἵπποι φορβάδες καὶ ὄναγροι. τὰ δὲ συναγελαζό‐ μενα κοινωνικοὺς καὶ συναγελαστικοὺς ἀνθρώπους, ὅθεν279
35καὶ πρὸς κοινωνίαν ἐστὶ σύμφορα, ὡς πελαργοὶ καὶ γέρα‐ νοι καὶ ψᾶρες καὶ κολοιοὶ καὶ περιστεραί. τούτων δὲ ἔνια καὶ χειμῶνας προαγορεύει, ὡς κολοιοὶ καὶ ψᾶρες, καὶ λῃστὰς καὶ πολεμίους, ὡς γέρανοι καὶ πελαργοί. τὰ δὲ νεκροῖς ἐφεδρεύοντα καὶ μηδὲν θηρεύοντα ἀργοὺς καὶ
40νωθεῖς ἀνθρώπους ἢ νεκροστόλους ἢ ἐνταφιοπώλας ἢ βυρσέας ἢ ἀπεληλαμένους πόλεως, ὡς γῦπες. τὰ δὲ νυ‐ κτερινὰ καὶ μηδὲν ἐν ἡμέρᾳ πράσσοντα μοιχοὺς ἢ κλέπτας ἢ νυκτερινὴν ἔχοντας 〈τὴν〉 ἐργασίαν, ὡς γλαῦξ καὶ νυκτι‐ κόραξ καὶ αἰγωλιὸς καὶ τὰ ὅμοια. τὰ 〈δὲ〉 πολλαῖς χρώ‐
45μενα φωναῖς πολυγλώσσους ἢ πολυΐστορας, ὡς κόραξ καὶ κορώνη καὶ κίσσα καὶ τὰ ὅμοια. τὰ 〈δὲ〉 φιλόχωρα τοὺς πλησίον οἰκοῦντας καὶ τοὺς ἐγγὺς θυρῶν, ὡς χελι‐ δὼν καὶ λαγώς. ταῦτα δὲ καὶ τοὺς δραπέτας εἰς τὴν οἰκείαν πορεύεσθαι σημαίνει φύσει ὄντας ἐλευθέρους. μέμνησο

4

.

56

(50)

δὲ 〈ὅτι〉 ὁπόσα τῶν ζῴων ταὐτὰ εἰς πολλὰ δύναται κρίνε‐ σθαι, ταῦτα κριτέον. οἷον πάρδαλις καὶ μεγαλόφρονα ση‐ μαίνει διὰ τὰ ἤθη καὶ ποικίλον διὰ τὸ χρῶμα, ὁμοίως καὶ
πέρδιξ εὔμορφον καὶ πανοῦγρον. καὶ τὸ ὅλον ἔχων τὰ ὑποδείγματα περί τε αὐτῶν τούτων καὶ τῶν μὴ κατηριθμη‐280
55μένων ἐνθάδε ἢ ἐν τοῖς πρώτοις βιβλίοις ποιοῦ τὸν λόγον. ἔτι καὶ τοῦτο. ὅσα τῶν ζῴων θεοῖς τισιν ἀνάκειται, τοὺς θεοὺς αὐτοὺς ἐκείνους σημαίνει. κοινῇ δὲ πάντα, τὰ μὲν ἥμερα καὶ σύντροφα πρὸς τοὺς οἰκείους λάμβανε, τὰ δὲ ἄγρια πρὸς τοὺς ἐχθροὺς ἢ πρὸς νόσον ἢ πρὸς καιρὸν ἀηδῆ καὶ
60κακοπραγίαν· ὥσπερ γὰρ τὰ θηρία βλάπτει τοὺς ἀνθρώ‐ πους, οὕτω καὶ οἱ ἐχθροὶ καὶ αἱ νόσοι καὶ αἱ κακοπραγίαι. τὰ μὲν οὖν ἥμερα ζῷα ἀγαθὸν ἔχειν καὶ ἐρρωμένα ὁρᾶν καὶ κρατούμενα ὑφ’ ἡμῶν αὐτῶν καὶ μὴ ὑπὸ τῶν ἐχθρῶν [ἢ ὑπὸ θηρίων] τὰ δὲ ἄγρια καὶ ἀποθνήσκοντα καὶ μὴ
65χειρούμενα ὑφ’ ἡμῶν ἀγαθὰ ἂν εἴη καὶ κρατούμενα ὑπὸ τῶν ἡμέρων καὶ συντρόφων ἡμῖν ζῴων· ὑπὸ δὲ τῶν ἐχθρῶν κρατούμενα ἢ ὑπέρτερα τῶν ἡμέρων γινόμενα καὶ διατιθέμενά τι πονηρόν, ἄτοπα ἂν εἴη καὶ σκαιὰ πάντα.

4

.

57

Περὶ δένδρων δὲ καὶ φυτῶν κατ’ εἶδος ἐν τῷ περὶ γεωρ‐ γίας λόγῳ ἐν τῷ δευτέρῳ βιβλίῳ ἠκρίβωται. μέμνησο δὲ ὅτι τὸν αὐτὸν ἔχει λόγον τοῖς καρποῖς τὰ δένδρα καὶ τοῖς θεοῖς, ὧν ἕκαστόν ἐστιν ἱερόν. κοινῇ δὲ πάντα τὰ
5ἔγκαρπα 〈τῶν〉 ἀγρίων βελτίονα καὶ τῶν ἐγκάρπων τὰ μὴ φυλλορροοῦντα πλὴν ἐλαίας καὶ δάφνης· τούτων γὰρ ἐπὶ τῶν νοσούντων ἡ μὲν ἐλαία θανατηφόρος οὖσα τετή‐ ρηται αὐτή τε καὶ ὁ καρπὸς αὐτῆς καὶ τὰ φύλλα, δάφνη δὲ
σωτήριος. καὶ γὰρ εἰκός· τοῖς γὰρ ἀποθανοῦσιν ἐλαίας281
10μὲν συνεκφέρουσιν, δάφνας δὲ οὐδαμῶς. τὰ δὲ ἄκαρπα χείρω χωρὶς τῶν ἐχόντων ἐξ αὐτῶν ἢ δι’ αὐτῶν τὴν ἐργα‐ σίαν. καὶ τὰ πολυχρόνια ἐν μὲν ταῖς προθεσμίαις παρολ‐ κῆς ἐστι σημεῖα, ἐν δὲ ταῖς νόσοις σωτήρια γίνεται· τὰ δὲ ἄλλα τῶν ἀποτελεσμάτων βράδιον ἐπάγει. ὁμοίως καὶ
15τὰ βραδὺ φυόμενα καὶ αὐξανόμενα· τὰ δὲ ἐναντία τούτοις τῶν ἐναντίων ἐστὶ σημαντικά. ἄκανθαι δὲ καὶ σκόλοπες καὶ παλίουροι καὶ βάτοι πρὸς μὲν ἀσφάλειαν ἐπιτήδεια πάντα διὰ τὸ φραγμοὶ γίνεσθαι καὶ ἕρκη χωρίων, πρὸς δὲ τὰς ἐκπλοκὰς οὐ πάνυ τι ἐπιτήδεια διὰ τὸ καθεκτικόν.
20τελώναις δὲ καὶ καπήλοις καὶ λῃσταῖς καὶ ζυγοκρούσταις καὶ παραλογισταῖς ἀνθρώποις ἐπιτηδειότερα τῶν ἄλλων γίνεται διὰ τὸ βίᾳ τὰ ἀλλότρια καὶ μὴ βουλομένων ἀπο‐ σπᾶν.

4

.

58

Ἔτι καὶ ἀπὸ τῶν σκευῶν καὶ ἐργαλείων οὐ μόνον τὰς τέχνας καὶ τὰς ἀπὸ τῶν τεχνῶν ἐργασίας λαμβάνειν χρὴ ἀλλὰ καὶ αὐτοὺς τοὺς τεχνίτας ἢ τοὺς χρωμένους τοῖς σκεύεσιν. οἷον ἔδοξέ τις τὸν χαλινὸν τοῦ ἵππου διερρυηκέ‐
5ναι. ἀπέθανεν αὐτοῦ ὁ ἱπποκόμος. καὶ πάλιν αὖ ἔδοξέ τις τὸν κύαθον αἰφνίδιον κατεάχθαι. ἀπέθανεν αὐτοῦ ὁ οἰνο‐ χόος. ὁ δὲ αὐτὸς καὶ ἐπὶ πάντων τῶν σκευῶν καὶ ἐργα‐ λείων τηρείσθω σοι λόγος. Ἔτι καὶ ὅσα οὐδαμῆ οὐδαμῶς ἐνδεχόμενά ἐστιν ἀπο‐
10λέσθαι, ὄναρ ἀπολλύμενα θάνατον τῷ ἰδόντι ἢ τῶν ὀμμά‐
των βλάβην προσημαίνει. οἷον ἔδοξέ τις τὸν οὐρανὸν ἀπο‐ λωλεκέναι, καὶ ἀπέθανεν· ὥσπερ γὰρ τοῖς ἀπολλυμένοις οὐκ ἔστι χρῆσθαι, οὕτω καὶ οἷς τις μὴ χρῆται, ταῦτα ὡς πρὸς αὐτὸν ἀπόλωλεν.282

4

.

59

Ἔτι καὶ τῶν ἀνθρώπων τὰ ἤθη βασάνιζε πρότερον, τοῦτ’ ἔστιν ἐπιμελῶς ἀναπυνθάνου· καὶ εἰ μὴ παρ’ αὐτῶν ἀσφαλὲς εἴη σοι πυνθάνεσθαι, τὸ παρὸν ὑπερθέμενος παρ’ ἄλλου πυνθάνου τὰ περὶ αὐτούς, ἵνα μὴ πταίσῃς.
5οἷον ἔδοξέ τις τὴν ἑαυτοῦ γυναῖκα ἀρρητοποιεῖν. καὶ πάλιν αὖ ἔδοξέ τις ὑπὸ τῆς γυναικὸς ἀρρητοποιεῖσθαι. καὶ πολλῷ χρόνῳ οὐδὲν αὐτοῖς ἀπέβαινε τῶν σημαινομέ‐ νων ὑπὸ τῆς τοιαύτης ὄψεως, ὅσα γε ἐπὶ τῶν ἄλλων ἀνθρώπων ἀποβαίνειν φιλεῖ. ὡς δὲ οὐκ ἦν φανερὰ ἡ αἰτία,
10ἐθαύμαζον, καί μοι ἐδόκει ἄλογον εἶναι τὸ μηδὲν αὐτοῖς ἀποβαίνειν· ὕστερον δὲ τῷ χρόνῳ ἔμαθον ὅτι ἦν ἄρα ἀμφοτέροις ἔθος τοῦτο πράσσειν, καὶ μὴ καθαρεύειν τὰ στόματα. διὸ καὶ εἰκότως οὐδὲν αὐτοῖς ἀπέβαινεν, πρὸς ἃ δὲ ἐπτοημένοι ἦσαν, ταῦτα ἔβλεπον. ὑπόδειγμα ἐπὶ τῶν
15κλέπτειν δοκούντων καὶ φονεύειν καὶ ἱεροσυλεῖν· πολλάκις γὰρ αὐτὰ ταῦτα ἐννοοῦσι. καὶ ἤν τις αὐτὰ ὡς αἰνίγματα ἑρμηνεύειν ἐπιχειρῇ, πταίει καὶ ἐξαπατᾶται. περιίστασο δὲ καὶ τοὺς ἡγουμένους ὅτι οἱ ὄνειροι κατὰ γένεσιν τὴν ἑκάστου θεωροῦνται, καὶ οἱ ἀγαθοὶ καὶ οἱ κακοί· λέγουσι
20γὰρ ὅτι οἱ ἀγαθοποιοὶ τῶν ἀστέρων, ὅταν μὴ δύνωνται ἀγαθόν τι ποιῆσαι, διά γε τῶν ὀνείρων εὐφραίνουσιν, οἱ δὲ κακοποιοὶ τῶν ἀστέρων, ὅταν μὴ δύνωνται κακόν τι ποιῆσαι [διά τινα ἀντίβασιν ἄλλων ἀστέρων], διά γε τῶν
ὀνείρων ἐκταράσσουσι καὶ φοβοῦσιν. εἰ γὰρ ἦν τοῦτο283
25ἀληθές, οὐκ ἂν οἱ ὄνειροι ἀπέβαινον· νυνὶ δὲ καὶ οἱ ἀγα‐ θοὶ καὶ οἱ κακοὶ ἀποβαίνουσι κατὰ τὸν λόγον τὸν ἴδιον ἕκαστος. ἔτι τῶν ὀνείρων τοὺς φιλολογωτέρους οὐδαμῶς οἱ ἰδιῶται τῶν ἀνθρώπων ὁρῶσι (λέγω δὲ τοὺς ἀπαιδεύ‐ τους), ἀλλ’ ὅσοι φιλολογοῦσι καὶ ὅσοι μὴ ἀπαίδευτοί εἰσιν.
30ὅθεν ἄν τις καὶ μάλιστα καταμάθοι ὅτι τῆς ψυχῆς ἔργα εἰσὶν οἱ ὄνειροι καὶ ὅτι οὐχ ὑπό τινος ἔξωθεν γίνονται. τῶν δὲ ἐν τοῖς ὕπνοις λεγομένων ἐπῶν ἢ ἰάμβων ἢ ἐπιγραμμάτων ἢ ἄλλων ῥήσεων τὰ μὲν αὐτὰ παρέχει τὴν ἀπόβασιν, ὅσα γε αὐτοτελῆ διάνοιαν περιέχει. οἷον ἔδοξέ τις λέγειν αὐτῷ
35τινα τῶν ἀξιοπίστων τὸ Ἡσιόδειον ἔπος μὴ κακὰ κερδαίνειν· κακὰ κέρδεα ἶς’ ἄτῃσιν. οὗτος ἐπιθέμενος λῃστείαις ἑάλω καὶ ἐκολάσθη. τὰ δὲ ἐπὶ τὴν ὑπόθεσιν τοῦ ποιήματος ἀναπέμπει τὴν κρίσιν, ὅσα μὴ αὐτοτελῆ διάνοιαν περιέχει. οἷον ἔδοξέ τις λέγειν
40θεράπαιναν τὰ Εὐριπίδεια ἰαμβεῖα ὄπτα, κάταιθε σάρκας, ἐμπλήσθητί μου. αὕτη ζηλοτυπηθεῖσα ὑπὸ τῆς δεσποίνης μυρία ἔπαθε κακά· ἦν γὰρ εἰκὸς τῇ ὑποθέσει τῇ περὶ Ἀνδρομάχην ἀκόλουθα γενέσθαι αὐτῇ τὰ ἀποτελέσματα. πάλιν 〈αὖ〉
45ἀνὴρ πένης ἔδοξε λέγειν τοῦτο τὸ ἰαμβεῖον
ἅπαντα τἀδόκητα πρῶτον ἦλθ’ ἅπαξ. θησαυρὸν εὗρε καὶ ἐπλούτησε. γυνὴ ἔδοξε λέγειν αὐτῇ τινα κεῖται Πάτροκλος, νέκυος δὲ δὴ ἀμφιμάχονται γυμνοῦ· ἀτὰρ τά γε τεύχε’ ἔχει κορυθαίολος284

4

.

59

(50)

Ἕκτωρ. ταύτης ὁ ἀνὴρ ἀποδημῶν ἀπέθανε, καὶ τῆς οὐσίας ὑπὸ τοῦ φίσκου καταληφθείσης εἰς μάχην κατέστη καὶ ἐδικά‐ σατο ἡ γυνή· καὶ οὐδὲν ἤνυσεν, ἀλλ’ ἐν τῇ δίκῃ οὖσα ἀπέ‐ θανεν. ὁρᾷς ὅτι τούτων ἃ μὲν αὐτάρκως τὴν ἀπόβασιν
55ἔδειξεν οὐ προσδεηθέντα τῆς [ἐκ] τῶν ποιημάτων ὑπο‐ θέσεως, ἃ δὲ κατὰ τὰς ἱστορίας τὰς ἐν τοῖς ποιήμασιν ἀπέβη.

4

.

60

Ἔτι τῶν πόλεων τὰς οἰκειοτέρας ἄμεινον βλέπειν ἢ τὰς ἄλλας, οἷον πατρίδας ἢ ἐν αἷς τις διέτριψεν εὐτυχῶς· τὰς δὲ μὴ οἰκείας ἢ μὴ συνήθεις βλέπειν ἧττον ἀγαθόν. ὁμοῦ δὲ πάσας ἀγαθὸν ὁρᾶν πολυάνδρους οὔσας καὶ εὖ οἰκου‐
5μένας καὶ πληθούσας πολυτελείας καὶ τῶν ἄλλων ὅσα πόλεως μέγεθος ἢ εὐδαιμονίαν ἐπιδείκνυσιν. ἐρήμους δὲ ἢ κατερηριμμένας βλέπειν οὔτε ἰδίας οὔτε ἀλλοτρίας πόλεις ἀγαθόν. σημαίνουσι δὲ αἱ πατρίδες καὶ τοὺς γονεῖς. οἷον ἔδοξέ τις τὴν πατρίδα σεισμῷ πεσεῖν, καὶ ὁ πατὴρ αὐτοῦ
10καταδικασθεὶς τὴν ἐπὶ θανάτῳ ἀπώλετο.

4

.

61

Ὅσα τισὶ παρακολουθεῖ, 〈ταῦτα〉 ὄναρ βλεπόμενα μεθ’ ἡμέραν ἀποβαίνει. μάλιστα δὲ τὸ μοιχεύειν ἔχθραν πρὸς τὸν ἄνδρα τῆς μοιχευομένης ποιεῖ τῷ ἰδόντι· ἕπεται γὰρ
καὶ ἀκολουθεῖ τῷ μοιχῷ μῖσος ἐκ τοῦ ἀνδρὸς τῆς μοιχευο‐285
5μένης. ὅσα δὲ οὐκ ἀκολουθεῖ τισι, ταῦτα οὐδὲ ἐν τοῖς ὕπνοις [τῶν πρώτων] ὁραθέντα ἀποβαίνει. οἷον ἔδοξέ τις τὸν δεσπότην παρακατακλίνειν αὐτῷ τὴν ἑαυτοῦ γυναῖκα. καὶ ἔχθρα μὲν αὐτῷ οὐδ’ ἡτισοῦν ἐγένετο πρὸς τὸν δεσπό‐ την, πᾶσαν δὲ τὴν οὐσίαν ἐπιτραπεῖσαν ὑπὸ τοῦ δεσπότου
10διῳκονόμησε καὶ προέστη τοῦ παντὸς οἴκου· ἦν γὰρ εἰκὸς μηδεμίαν ἔσεσθαι ζηλοτυπίαν πρὸς τὸν 〈τὴν〉 ἑαυτοῦ παρακοιμίζοντα γυναῖκα.

4

.

62

Ἔτι ἔνια περὶ τὰ ἀγγεῖα διαφόρως ἀποβαίνει. οἷον γάλα ἐν γαυλῷ κερδαλέον, ἐν δὲ λεκάνῃ ζημίας σύμβολον· οὐ γὰρ ἄν τις αὐτῷ χρήσαιτο εἰς τροφήν. τὸ δὲ ἐναντίον τῷ χρῆσθαι μὴ χρῆσθαι, δι’ οὗ ζημία γίνεται.

4

.

63

Τῶν δὲ τὰ λίαν μεγάλα αἰνίγματα προσαπτόντων τοῖς ὀνείροις κατάπτυε ὡς οὐκ ἐχόντων ἔννοιαν [ἢ] ὀνείρου φαντασίας ἢ τῶν θεῶν πανουργίαν καὶ κακοτροπίαν κατεγνωκότων, εἴ γε εἰς τοσαύτην λέσχην ἐμβάλλουσι
5τοὺς ὁρῶντας τοὺς ὀνείρους, ὥστε ἀντὶ τοῦ διὰ τῶν ὀνεί‐ ρων μαθεῖν τὰ ἐσόμενα προσέτι καὶ ὅσα μὴ ἔστιν αὐτοῖς ἀνάγκη ζητοῦσιν· εὖ γὰρ ἴσθι ὅτι ἐνίους οὐδαμῶς ἐνδέ‐ χεται ἰδεῖν ὀνείρους. οἷον λέγουσί τι τοιοῦτον. ἀπολέσας τις ἀνδράποδον ἔδοξε λέγειν αὐτῷ τινα ‘ἐν ἀστρατεύτοις
10ἐστί σου ὁ θεράπων‘. εὑρέθη ἐν Θήβαις ὁ θεράπων,
ἐπειδὴ μόνοι οἱ Θηβαῖοι τῶν Βοιωτῶν οὐκ ἐστράτευσαν ἐπὶ Ἴλιον. καὶ πάλιν λέγουσιν ὅτι νοσῶν τις ἔδοξε λέγειν αὐτῷ τινα ‘τῷ μονοκρήπιδι θῦσον καὶ θεραπευθήσει‘. ἔθυσε τῷ Ἑρμῇ· φασὶ γὰρ τὸν θεὸν τοῦτον Περσεῖ ἐπὶ286
15τὴν τῆς Γοργοῦς τομὴν ἀπιόντι 〈τὸ ἕτερον τῶν ὑποδη‐ μάτων δόντα〉 τὸ ἕτερον ἔχειν μόνον. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα ἀναφέρουσιν, ἃ μᾶλλον τοὺς ἀπείρως ἱστορίας ξένης ἔχοντας ἐλέγχειν ἔοικεν ἢ τοὺς ὀνειροκρίτας. πάντα δὲ τὰ τοιαῦτα βουλομένῳ σοι μαθεῖν εὔκολον, ἵνα πρὸς
20τούτους εὐαποκρίτως ἔχῃς· εἰσὶ γὰρ καὶ παρὰ Λυκό‐ φρονι ἐν τῇ Ἀλεξάνδρᾳ καὶ παρὰ Ἡρακλείδῃ τῷ Ποντικῷ ἐν ταῖς Λέσχαις καὶ παρὰ Παρθενίῳ ἐν 〈ταῖσ〉 Ἐλεγείαις καὶ παρ’ ἄλλοις πολλοῖς ἱστορίαι ξέναι καὶ ἄτριπτοι. Πρόσεχε δὲ καὶ ταῖς ὑπό τινων εὐεργεσίαις δυναμέναις
25γενέσθαι ἢ μή. οἷον ἔδοξέ τις ὑπὸ τοῦ δεσπότου πεφονεῦ‐ σθαι. ἠλευθερώθη ὑπὸ τοῦ φονεύοντος, ἐπειδὴ ὁ θάνατος

4

.

64

τοῦτο ἐσήμαινεν· ὁ δὲ τοῦ θανάτου αἴτιος καὶ τῆς ἐλευ‐ θερίας ἦν αἴτιος· ἐδύνατο γάρ. ὁ δὲ ὑπὸ τοῦ συνδούλου δόξας φονεύεσθαι ἐλεύθερος μὲν οὐκ ἐγένετο (οὐ γὰρ οἷός τε ἦν ὁ σύνδουλος αὐτὸν ἐλευθεροῦν), εἰς ἔχθραν δὲ
5κατέστη αὐτῷ· οὐ γὰρ φίλοι οἱ φονεύοντες τοῖς ἀναιρου‐ μένοις.

4

.

65

Πρὸς δὲ τοὺς πυνθανομένους εἰ δυνατὸν ἐν τῷ αὐτῷ
καιρῷ καὶ ἀγαθοὺς καὶ κακοὺς ἰδεῖν ὀνείρους καὶ ζητοῦν‐ τας ὁποτέροις χρὴ πιστεύειν, πότερον τοῖς κακοῖς ἢ τοῖς ἀγαθοῖς, καὶ εἰ ἕτεροι [τῶν] ἑτέρων εἰσὶν ἀναιρετικοὶ ἢ287
5βεβαιωταί, εἴποις ἂν ὅτι οὐ μόνον ἐν τῷ αὐτῷ καιρῷ δυνατὸν ἀλλὰ καὶ ἐν νυκτὶ τῇ αὐτῇ καὶ ἐν ὀνείρῳ τῷ αὐτῷ καὶ ἀγαθὸν καὶ κακὸν πολλάκις ἔστιν ἰδεῖν. καὶ παραθήσεις τοὺς πολλὰ δι’ ὀλίγων σημαίνοντας ἢ πολλὰ διὰ πολλῶν. καὶ οὐδὲν θαυμαστόν, εἴ γε καὶ τῶν ἀνθρώ‐
10πων τὰ πράγματα καὶ ὁ βίος ἐστὶ τοιοῦτος· πολλάκις γὰρ κατὰ τὸν αὐτὸν καιρὸν καὶ ἀγαθόν τι καὶ κακὸν πά‐ σχουσι [καὶ παράλληλα καὶ ὁμοῦ]. Πίστευε μὲν τοῖς ἀποβεβηκόσιν ὀνείροις ὡς πάλιν ὁμοίως ἀποβησομένοις, ἡγοῦ δὲ καὶ καινότερόν τι σημαί‐
15νειν αὐτούς· καὶ οὕτω σοι συμβήσεται μὴ μόναις ἐπανα‐ παύεσθαι ταῖς παλαιαῖς ἀποβάσεσιν, ἀλλὰ πειρᾶσθαι ἀεί τι προσεξευρίσκειν ὅμοιον τοῖς πρώτοις, ἐπεὶ γελοῖον ἂν εἴη ὁμοίως τοῖς πολλοῖς μόνα τὰ γεγραμμένα ἢ λεχθέντα μνημονεύειν. οἷόν ποτε καὶ Ἀντιπάτρῳ τῷ ὀνειροκρίτῃ
20συνέβη. ἔδοξέ τις σιδήρῳ πλησιάζειν ὥσπερ γυναικί. ἀπέβη αὐτῷ εἰς δοῦλον καταδικασθῆναι καὶ σιδήρῳ συν‐ εῖναι, τοῦτ’ ἔστι συναναστρέφεσθαι. ὁ δὴ βέλτιστος Ἀντί‐ πατρος τοῦτο μεμνημένος ἄλλῳ ποτὲ δόξαντι σιδήρῳ πλη‐ σιάζειν ὑπεκρίνατο τὴν εἰς μονομάχους καταδίκην· τῷ δὲ
25οὐχ οὕτως ἀπέβη, ἀλλ’ ἐτμήθη τὸ αἰδοῖον ὁ ἰδὼν τὸν
ὄνειρον.288

4

.

66

Ἔτι καὶ 〈ἐκεῖνο〉 παρὰ Φοίβῳ κείμενον πολλοῖς πλάνην ἐμποιεῖ. ἔδοξέ τις [αὐτὸς] γέφυρα γεγονέναι. ἐγένετο πο‐ ταμοδιάρτης· τὸ γὰρ αὐτὸ γεφύρᾳ ἔργον εἶχε. καὶ τοῦτο μὲν ὁ Φοῖβος ἀναγράφει, νυνὶ δὲ ἀνήρ τις πλούσιος δόξας
5γέφυρα γεγονέναι ὑπὸ πολλῶν καταφρονηθεὶς ὥσπερ κατεπατήθη. ἴδοι δ’ ἄν ποτε καὶ γυνὴ τὸν ὄνειρον τοῦτον καὶ παῖς ὡραῖος, καὶ πόρνοι γενόμενοι πολλοὺς ὑποδέξον‐ ται. καὶ δικαζόμενός τις ἐπὶ τούτῳ τῷ ὀνείρῳ ὑπέρτερος ἂν γένοιτο τῶν ἐχθρῶν καὶ αὐτοῦ τοῦ δικαστοῦ· ἔοικε γὰρ ὁ
10ποταμὸς τῷ δικαστῇ διὰ τὸ πράττειν ἀνυπευθύνως ἃ βού‐ λεται, ἡ δὲ γέφυρα ἄνωθέν ἐστι τοῦ ποταμοῦ.

4

.

67

Εἰς δὲ τὸ γυμνάσιον τῆς τῶν ὁμοίων ἐπινοίας αὐτάρχης ἄν σοι γένοιτο παρατεθεὶς ὁ ὄνειρος οὗτος. γυνὴ ἔδοξεν ἐν γαστρὶ ἔχουσα δράκοντα γεγεννηκέναι. ὁ ἐξ αὐτῆς γεννώμενος ῥήτωρ ἄριστος καὶ διώνυμος ἐγένετο· διπλῆν
5γὰρ ἔχει τὴν γλῶσσαν ὁ δράκων, ὥσπερ καὶ ὁ ῥήτωρ. ἦν δὲ καὶ ἡ γυνὴ πλουσία, ἐφόδιον δὲ παιδείας ὁ πλοῦτος. καὶ ἄλλη τὸν αὐτὸν εἶδεν ὄνειρον, καὶ ὁ ἐξ αὐτῆς γεννώ‐ μενος ἱεροφάντης ἐγένετο· ἱερὸς γὰρ ὁ δράκων καὶ μύστης [καὶ πᾶσι μυστηρίοις παρών]. ἦν δὲ καὶ ἡ τὸν
10ὄνειρον ἰδοῦσα ἱερέως γυνή. καὶ ἄλλη τὸν αὐτὸν εἶδεν ὄνειρον, καὶ ὁ ἐξ αὐτῆς γεννώμενος μάντις ἄριστος ἀπέβη· ἔστι γὰρ ὁ δράκων ἱερὸς τῷ μαντικωτάτῳ Ἀπόλλωνι. ἦν δὲ καὶ ἡ γυνὴ μάντεως θυγάτηρ. καὶ ἄλλη τὸν αὐτὸν εἶδεν ὄνειρον, καὶ ὁ ἐξ αὐτῆς γεννώμενος ἀκόλαστος καὶ ὑβρι‐289
15στὴς ἀπέβη καὶ πολλὰς τῶν ἐν τῇ πόλει γυναικῶν ἐμοί‐ χευσε· διὰ γὰρ τῶν στενωτάτων χηραμῶν διαδυόμενος ὁ δράκων τοὺς ἐπιτηροῦντας πειρᾶται λανθάνειν. ἦν δὲ καὶ ἡ γυνὴ μαχλοτέρα καὶ ἑταιρική. καὶ ἄλλη τὸν αὐτὸν εἶδεν ὄνειρον, καὶ ὁ ἐξ αὐτῆς γεννώμενος λῃστεύων ἑάλω
20καὶ ἐτραχηλοκοπήθη· καὶ γὰρ ὁ δράκων ἐπειδὰν ἁλῷ, εἰς τὴν κεφαλὴν παιόμενος ἀποθνήσκει. ἦν δὲ καὶ ἡ γυνὴ οὐ πάνυ τι ἀγαθή. καὶ ἄλλη τὸν αὐτὸν εἶδεν ὄνειρον, καὶ ὁ ἐξ αὐτῆς γεννώμενος δραπετικὸς ἐγένετο· οὐ γὰρ ὀρθῇ τῇ πορείᾳ χρῆται ὁ δράκων. ἦν δὲ καὶ ἡ γυνὴ δούλη. καὶ
25ἄλλη τὸν αὐτὸν εἶδεν ὄνειρον, καὶ ὁ ἐξ αὐτῆς γεννώμενος παράλυτος ἐγένετο· καὶ γὰρ ὁ δράκων τῷ παντὶ σώματι εἰς τὴν πορείαν προσχρῆται, ὡς καὶ τῶν ἀνθρώπων οἱ παράλυτοι. ἦν δὲ ὅτε ἔβλεπε τὸν ὄνειρον ἡ γυνὴ ἐν νόσῳ. εἰκὸς οὖν καὶ τὸ βρέφος ἐν νόσῳ συλληφθὲν καὶ κυοφορη‐
30θὲν μὴ φυλάξαι τοὺς πόρους ἐρρωμένους.

4

.

68

Ὅσα ὁμοίως κινεῖται, ἐν τοῖς ὕπνοις βλεπόμενα τὸν αὐτὸν ἔχει λόγον. οἷον ἔδοξέ τις ὑπὸ δράκοντος δεδῆχθαι
τὸν ἕτερον τῶν ποδῶν. ὑπὸ τροχοῦ ἐπλήγη ἐν ὁδῷ αὐτὸν ἐκεῖνον τὸν πόδα, ὅνπερ ἐδόκει δεδῆχθαι· καὶ γὰρ ὁ τροχὸς290
5εἰλούμενος ὅλῳ τῷ σώματι κινεῖται [πορευόμενος] ὥσπερ ὁ δράκων.

4

.

69

Ὅτι οἱ θεοὶ τοῖς δεσπόταις τὸν αὐτὸν ἔχουσι λόγον, καὶ ἐν τῷ περὶ θεῶν λόγῳ προείρηκα καὶ τὰ ἀποτελέ‐ σματα δέ σε οὐδὲν ἧττον διδάξει. καὶ τὸ νῦν εἰς ἐπίδειξιν τοῦ τοιούτου οὗτος ὁ ὄνειρος παρακείσθω. δοῦλος ἔδοξε
5μετὰ τοῦ Διὸς σφαιρίζειν. ἐφιλονείκησε τῷ δεσπότῃ καὶ ἐλευθερώτερον προσδιαλεγόμενος ἐμισήθη· ὁ μὲν γὰρ Ζεὺς τὸν δεσπότην ἐσήμαινεν, ὁ δὲ σφαιρισμὸς τὴν ἐξ ἴσου ῥῆσιν καὶ φιλονεικίαν· φιλονείκως γὰρ οἱ σφαιρίζον‐ τες παίζουσιν, ὁσάκις δ’ ἂν λάβωσι τὴν σφαῖραν, τοσαυ‐
10τάκις ἀντικρούουσι. καὶ τὸ ὅλον δεσπόται γονεῖς διδάσκα‐ λοι θεοὶ τὸν αὐτὸν ἔχουσι λόγον. [καὶ υἱὸς καὶ υἱωνὸς καὶ πατὴρ καὶ πάππος καὶ θυγάτηρ καὶ ἐγγόνη καὶ μήτηρ καὶ μάμμη τὸν αὐτὸν ἔχουσι λόγον.]

4

.

70

Ἔτι καὶ οἱ ἀδελφοὶ τοῖς ἐχθροῖς τὸν αὐτὸν ἔχουσι λόγον πρὸς τὰ ἀποτελέσματα [καὶ οἱ ἐχθροὶ τοῖς ἀδελφοῖς]. οὐ γὰρ ἐπ’ ὠφελείᾳ γίνονται ἀλλ’ ἐπὶ βλάβῃ ὥσπερ καὶ οἱ ἐχθροί, ἐπειδὴ ἃ μόνος τις ἔμελλεν ἕξειν, ταῦτα οὐ μόνος
5ἀλλ’ ἐξ ἡμισείας ἢ τρίτου μέρους μετὰ τῶν ἀδελφῶν ἔχει. ὁ Τιμοκράτης ἔδοξέ τινα τῶν ἀδελφῶν ἀποθανόντα κατορύττειν. οὐκ εἰς μακρὰν εἶδέ τινα τῶν ἐχθρῶν ἀπο‐ θανόντα. οὐ μόνον δὲ ἀδελφοὶ ἀποθνήσκοντες ἐχθρῶν
ὄλεθρον σημαίνουσιν ἀλλὰ καὶ ζημίας προσδοκωμένης291
10λύσιν. οἷον Διοκλῆς ὁ γραμματικὸς φοβούμενος ἐξ ἐπη‐ ρείας ἀργύριον ἀπολέσαι τὸν ἀδελφὸν ἔδοξε τεθνάναι, καὶ ἀζήμιος ἔμεινεν.

4

.

71

Ὅτι οὔτε οἱ θεοὶ οὔτε ἄλλοι ἀξιόπιστοι ψεύδονται, ἀλλ’ οἷα ἂν λέγωσιν ἀληθῆ λέγουσιν, ἐν τῷ δευτέρῳ βιβλίῳ ἕκαστα διῄρηται. ἐπειδὴ δὲ πολλάκις οἱ ἄνθρωποι ῥηθέν‐ των τινῶν αὐτοῖς καὶ μὴ ἀποβάντων οὕτως ἐξηπατῆσθαι
5νομίζουσι, παρακείσθω σοι καὶ οὗτος ὁ λόγος, ὡς ἄρα οἱ θεοὶ καὶ πάντες οἱ ἀξιόπιστοι πάντως μὲν ἀληθῆ λέγου‐ σιν, ἀλλὰ ποτὲ μὲν ἁπλῶς λέγουσι, ποτὲ δὲ αἰνίσσονται. ὅταν μὲν οὖν ἁπλῶς λέγωσιν, οὐδὲν πρᾶγμα παρέχουσιν οὐδὲ λέσχην διὰ τὸ ἁπλοῦν τῆς ῥήσεως· ὅταν δὲ αἰνίσσων‐
10ται καὶ μὴ ἁπλῶς λέγωσιν, ἑρμηνευτέον σοι τὰ αἰνίγματα. καὶ γὰρ εἰκὸς τοὺς θεοὺς τὰ πολλὰ δι’ αἰνιγμάτων λέγειν, ἐπειδὴ καὶ σοφώτεροι ὄντες ἡμῶν αὐτῶν οὐδὲν ἡμᾶς ἀβα‐ σανίστως βούλονται λαμβάνειν. οἷον ἔδοξέ τις λέγειν αὐτῷ τὸν Πᾶνα ‘ἡ γυνή σοι φάρμακον δώσει διὰ τοῦ δεῖνος ὄντος
15γνωρίμου καὶ συνήθουσ‘. τούτου ἡ γυνὴ φάρμακον μὲν οὐκ ἔδωκεν, ἐμοιχεύθη δὲ ὑπ’ αὐτοῦ ἐκείνου δι’ οὗ ἐλέ‐ γετο φάρμακον δώσειν· καὶ γὰρ ἡ μοιχεία καὶ ἡ φαρμα‐ κεία λάθρᾳ γίνονται καὶ ἀμφότεραι ἐπιβουλαὶ λέγονται, καὶ οὔτε ἡ μοιχευομένη οὔτε ἡ φάρμακον παρέχουσα
20φιλεῖ τὸν ἄνδρα. καὶ ἐπὶ τούτοις οὐκ εἰς μακρὰν ἡ γυνὴ ἀπηλλάγη αὐτοῦ· πάντων μὲν γὰρ ὁ θάνατός ἐστι λυτικός, τὸ δὲ φάρμακον τὸν αὐτὸν τῷ θανάτῳ λόγον ἔχει.292

4

.

72

Ἔτι καὶ οἱ θεοὶ ὅταν μὴ τὴν οἰκείαν ἔχωσι σκευὴν μηδὲ ἐν τόπῳ τῷ ἐπιβάλλοντι μηδὲ ἐν σχήματι τῷ προσήκοντι ὦσιν, ὅ τι ἂν λέγωσι, ψευδῆ λέγουσι καὶ ἐξαπατῶσι. προσ‐ εκτέον οὖν ὁμοῦ πᾶσι, τῷ λέγοντι τῷ λεγομένῳ τῷ τόπῳ
5τῷ σχήματι τῇ σκευῇ τοῦ λέγοντος. Χρυσάμπελος ὁ λυρι‐ στὴς δίκην ἔχων περὶ παιδὸς εἰς δουλείαν ἀγομένου ἔδοξε τὸν Πᾶνα βλέπειν ἐν τῇ ἀγορᾷ καθεζόμενον ἔχοντα Ῥωμαϊ‐ κὴν ἐσθῆτα καὶ ὑπόδεσιν, καὶ πυνθανομένῳ αὐτῷ περὶ τοῦ πράγματος φάναι ‘νικήσεισ‘. ἐλείφθη εἰκότως ἀποβάντος
10αὐτῷ τούτου· ὁ γὰρ φιλέρημος καὶ ἀπράγμων θεὸς καὶ μόνον ἔχων νεβρίδιον καὶ καλαυρόπιον καὶ συρίγγιον ἔμενεν ἐν τῇ ἀγορᾷ καθεζόμενος ἐν ἐσθῆτι πολιτικῇ. οὕτως οὖν καὶ τὰς ἐν τοῖς ὕπνοις γινομένας κρίσεις τῶν ὀνείρων, ἐὰν μὲν ἁπλαῖ ὦσιν, αὐτοκρίτους εἶναι νόμιζε
15καὶ ἔχειν αὐτὰς ἐν ἑαυταῖς τὰς κρίσεις καὶ μηδὲν παρεγ‐ χείρει εἰς τὰ κεκριμένα [καθ’ ὕπνους]· ὅταν δὲ [αὗται αἱ κρίσεις αἱ ἐν τοῖς ὕπνοις ὑπό τινων κρινόμεναι] μὴ ἁπλαῖ ὦσι, πειρῶ καὶ αὐτὰς τὰς κρίσεις ἑρμηνεύειν τε καὶ δια‐ κρίνειν. οἷον ὁ Πλούταρχος εἰς τὸν οὐρανὸν ἀναβαίνειν
20ὑπὸ τοῦ Ἑρμοῦ ἀγόμενος ἐδόκει, ** καὶ τῇ ἐπιούσῃ ὄναρ ὑπεκρίνατό τις αὐτῷ τὸν ὄνειρον καὶ ἔφη μακάριον ἔσε‐ σθαι αὐτόν, καὶ τοῦτο εἶναι τὸ εἰς τὸν οὐρανὸν ἀναβαίνειν 〈καὶ〉 τὴν ὑπερβάλλουσαν εὐδαιμονίαν. ἔτυχε δὲ νοσῶν καὶ κακῶς ὑπὸ τῆς νόσου διακείμενος, καὶ οὐκ εἰς μακρὰν293
25ἀπέθανε, καὶ τοῦτο ἦν ὅπερ αὐτῷ καὶ ὁ ὄνειρος καὶ ἡ κρίσις ἐσήμαινον. καὶ γὰρ ἡ εἰς τὸν οὐρανὸν ἀνάβασις νοσοῦντι ὀλέθριος, καὶ ἡ μεγάλη εὐδαιμονία θανάτου σημεῖον· μόνος γὰρ εὐδαιμονεῖ ᾧ μηδὲν μέτεστι κακοδαι‐ μονίας. τοιοῦτος δέ ἐστιν ὁ ἀποθανών.

4

.

73

Τῶν θεῶν οἱ νομιζόμενοι ἐχθροὶ εἶναι ὁμοῦ βλεπόμενοι ἔχθρας εἰσὶ καὶ στάσεως σημαντικοί, ὡς ὁ Ἄρης καὶ 〈ὁ〉 Ἥφαιστος ὁμοῦ βλεπόμενοι καὶ ὁ Ποσειδῶν καὶ ἡ Ἀθηνᾶ καὶ ὁ Ζεὺς καὶ ὁ Κρόνος καὶ οἱ Ὀλύμπιοι θεοὶ ἅμα τοῖς
5Τιτᾶσιν ὁρώμενοι.

4

.

74

Ὅσοι τῶν θεῶν ταῖς τέχναις τῶν ὁρώντων ἁρμόζουσι, τούτους ἄμεινον ἰδεῖν ἢ τοὺς ἐναντίους· κακοὶ γάρ εἰσιν οἱ μὴ συλλαμβανόμενοι ταῖς τέχναις, οἷον ὑδραγωγοῖς ὁ Ἥφαιστος καὶ χαλκεῦσιν ὁ Ἀχελῴος καὶ πορνοβοσκοῖς
5ἡ Ἄρτεμις.

4

.

75

Ὅσα οἱ ἄρρενες θεοὶ τοῖς ἀνδράσι σημαίνουσι, ταῦτα καὶ αἱ θήλειαι ταῖς γυναιξίν. Οἱ ἄρρενες θεοὶ ἀνδράσι συμφέρουσι μᾶλλον τῶν θη‐ λειῶν καὶ αἱ θήλειαι γυναιξὶ μᾶλλον τῶν ἀρρένων.
5 Οἱ ἄρρενες θεοὶ θηλειῶν ἔχοντες ἐσθῆτα ἢ ἐνδύματα ἢ ἄλλο τι φόρημα γυναιξὶ μᾶλλον ἢ ἀνδράσι συμφέρουσιν, αἱ δὲ θήλειαι ἀνδρείαν ἔχουσαι στολὴν ἀνδράσι μᾶλλον ἢ γυναιξὶ συμφέρουσιν.

4

.

76

Ἄνευ τῶν ἀναθημάτων καὶ τῶν ὅπλων οἱ θεοὶ βλεπό‐
μενοι πονηροί.294

4

.

77

Τῶν αἰσθητῶν θεῶν τοῖς πενιχροῖς οὐδεὶς οὐδενὶ συμ‐ φέρει, καὶ οἱ μείζονες τῶν θεῶν καὶ πρεσβύτεροι καὶ τῇ τάξει προύχοντες τοῖς βελτίοσι μᾶλλον ἢ τοῖς ταπεινοτέ‐ ροις συμφέρουσιν.
5 Ὁ Ἥλιος ἅμα τοῖς ἄστροις βλεπόμενος ἀηδὴς καὶ ἄτο‐ πος, εἰ μὴ ἄρχοι τῶν ἄστρων καὶ προάγοι· ὁ μὲν γὰρ περι‐ εχόμενος ὑπὸ τῶν ἄστρων ὑπὸ τῶν ἡττόνων τὸν ἰδόντα κακῶς παθεῖν προαγορεύει, ὁ δὲ ἄρχων τῶν ἄστρων καὶ προηγούμενος καὶ τῶν ἐχθρῶν ὑπέρτερον ἔσεσθαι σημαί‐
10νει καὶ τὴν ὑπάρχουσαν τύχην κρατύνει καὶ πρὸς τοῖς οὖσι καὶ ἄλλα προσκτήσασθαι σημαίνει. ἔοικε γὰρ τὸ μὲν μεῖζον καὶ κρεῖττον τῷ ἰδόντι, τὰ δὲ μικρότερα καὶ χεί‐ ρονα τοῖς ἐχθροῖς καὶ τοῖς ἀρχομένοις.

4

.

78

Οἱ Ἥρωες καὶ αἱ Ἡρωίδες τοῖς θεοῖς τὸν αὐτὸν ἔχουσι λόγον πλὴν ὅσον δυνάμεως ἀπολείπονται· καὶ γὰρ τὰ ἀγαθὰ καὶ τὰ κακὰ ἥττονα σημαίνουσιν. ἀεὶ δὲ οἱ μὲν κατηφεῖς καὶ λιτοὶ καὶ μικροὶ βλεπόμενοι σημαίνουσιν
5Ἥρωας πλησίον τῆς τοῦ ἰδόντος οἰκίας ἱδρυμένους ἤτοι ἀτελέστους [ἢ τελετῆς δεομένους] ἢ πρός τινων ὑβριζο‐ μένους ἢ κατακεχωσμένους, οὓς χρὴ ἀνευρόντα τελέσαι καὶ τιμᾶν. ὅ τι δ’ ἂν οἱ Ἥρωες εἰσελθόντες εἰς οἰκίαν κακὸν πράξωσιν, ἐχθρῶν ἢ λῃστῶν ἔφοδον σημαίνουσι.

4

.

79

Δράκοντες οἱ μὲν εἰς ἄνδρας μεταβάλλοντες Ἥρωας ση‐ μαίνουσιν, οἱ δὲ εἰς γυναῖκας, Ἡρωίδας.

4

.

80

Ὅτι πολλὰ ἐκ τῶν ἐτύμων τῶν ὀνομάτων κριτέον, ἐντεῦ‐ θεν ἂν μάθοις. Μενεκράτης ὁ γραμματικὸς εἶπεν ὄνειρον τοιοῦτον. ἐπιθυμῶν τις παίδων ἔδοξε χρεώστῃ συναντή‐ σας τὸ χρέος ἀπολαβεῖν καὶ ἀποχὴν τῷ χρεώστῃ δοῦναι.295
5καὶ ὁ μὲν ὄνειρος οὕτως. ἱστορεῖ δὲ ὅτι μὴ δυναμένων τῶν ἐν Ἀλεξανδρείᾳ ὀνειροκριτῶν κρῖναι αὐτὸν ἀπορῶν ὁ ἄνθρωπος τί ποτε θέλει σημαίνειν ὁ ὄνειρος, ηὔξατο τῷ Σαράπιδι κρῖναι αὐτῷ τὸ αἴνιγμα. καὶ δὴ ἔδοξεν ὄναρ λέγειν αὐτῷ τὸν Σάραπιν ‘οὐκ ἔσονταί σοι παῖδεσ‘. ὁ γὰρ
10ἀποχὴν δοὺς τόκον οὐ λαμβάνει, τόκος δὲ καλεῖται ὁ γεν‐ νώμενος παῖς. μέμνησο δὲ ὅτι εὐφήμων ὀνομάτων ἄπιστοι αἱ ἐτυμολογίαι, ἐὰν μὴ καὶ τὰ καθ’ ὧν τέτακται τὰ ὀνό‐ ματα εἰς ταὐτὸ ῥέπῃ. οἷον Παῦλος ὁ νομικὸς δίκην ἔχων ἐπὶ τοῦ αὐτοκράτορος ἔδοξεν αὐτῷ συναγορεύειν Νίκωνά
15τινα καλούμενον. ἦν δὲ οὗτος ὁ Νίκων πάλαι ποτὲ ἐπὶ τοῦ αὐτοκράτορος δίκην ἡττημένος. καὶ ὁ μὲν Παῦλος τῷ ὀνόματι μόνῳ προσεῖχεν, ἦν δὲ αὐτῷ καταδίκης σημαντι‐ κὸς ὁ ὄνειρος ὀρθῶς καὶ κατὰ λόγον, ὅτι ἦν ὁ Νίκων λε‐ λειμμένος.

4

.

81

Τὰ ἐν νεκυσίοις καὶ περιδείπνοις παρατιθέμενά τισιν οὔτε ἰδεῖν οὔτε φαγεῖν ἀγαθὸν οὔτε περιδειπνεῖσθαι· νο‐ σοῦσι μὲν γὰρ ὄλεθρον μαντεύεται, ἐρρωμένοις δὲ θάνατόν
τινος τῶν οἰκείων προαγορεύει. ὁ Σύρος ἔδοξε τῷ δεσπότῃ296
5περίδειπνον παρατιθέναι, καὶ οὐκ εἰς μακρὰν κατώρυξε τὸν δεσπότην, ὥσπερ καὶ ὁ ὑπὸ τοῦ πάτρωνος ὄναρ πάλιν ἠλευθερωμένος ἀπέβαλε τὸν πάτρωνα θανάτῳ.

4

.

82

Σκόπει δὲ καὶ ἐπὶ τῶν δοκούντων ἀποθνήσκειν μή ποτε ἀναβιοῦν νομίσῃ τις· οὐκέτι γὰρ τὰ ὑπὸ τοῦ θανάτου σημαινόμενα γίνεται. Λεωνᾶς ὁ Σύρος παλαιστὴς μέλλων ἀγωνίζεσθαι τὸν ἐν Ῥώμῃ ἀγῶνα ἔδοξε τεθνάναι καὶ
5ἐκφέρεσθαι, συναντήσαντα δὲ αὐτῷ τινα ἀλείπτην χαλε‐ παίνειν πρὸς τοὺς ἐκφέροντας ὅτι ταχέως καὶ κενοσπού‐ δως αὐτὸν ἐκφέροιεν· δύνασθαι γὰρ αὐτὸν ἀναβιῶναι. ἔπειτα ἐλαίῳ θερμῷ καὶ ἐρίοις χρισάμενον κατὰ τοῦ στή‐ θους ποιῆσαι αὐτὸν ἀναβιῶναι. οὗτος εὐημέρησε ἐν τῷ
10ἀγῶνι ἐπιφανῶς παλαίσας, μέλλων δὲ στεφανοῦσθαι ἐκωλύθη πρὸς τοῦ ἀλείπτου †ἐπιπροσθεμένου† τὴν ἐρ‐ γασίαν τοῦ στεφάνου· λαβὼν γὰρ ἀργύριον οὐκ εἴασεν αὐτὸν περὶ τοῦ στεφάνου παλαίοντα διαγωνίσασθαι. Μένανδρος ὁ Σμυρναῖος εἰς Ὀλύμπια ἀνερχόμενος ἔδο‐
15ξεν ἐν τῷ σταδίῳ τῷ Ὀλυμπίασι κατορωρύχθαι, καὶ ἐγέ‐ νετο Ὀλυμπιονίκης. Ὅσα νεκροῖς συντίθεται, ταῦτα οὔτε δοῦναι νεκρῷ οὔτε παρὰ νεκροῦ λαβεῖν ἀγαθόν· ἢ γὰρ αὐτῷ τῷ ἰδόντι ἤ τινι τῶν τοῦ ἰδόντος ὀλέθρια γίνεται. τῶν δὲ ἄλλων ἓν οὐδὲν
20νεκρῷ [ἃ] δοῦναι συμφέρει, λαβεῖν δὲ πάντα καὶ ὁμοῦ καὶ κατὰ ἓν παρὰ νεκροῦ συμφέρει, μάλιστα δὲ τροφὰς καὶ
ἀργύριον καὶ σκεύη καὶ ἱμάτια.297

4

.

83

Ὅσα τῶν ἀγαθῶν καὶ ὅσα τῶν κακῶν τῶν περὶ τὸ σῶμα βλεπομένων οὐχ ὅλα ἀλλ’ ἐξ ἡμισείας βλέπεται, καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ ἥττονα ποιεῖ. οἷον ἡ τοῦ Διογνήτου γυνὴ ἔδοξεν ἐν τῇ δεξιᾷ μόνῃ παρειᾷ γένειον ἔχειν. καὶ
5σημαίνοντος τοῦ ὀνείρου πάσαις γυναιξὶ ταῖς γε μὴ ἀγά‐ μοις μηδὲ ἀτέκνοις ἔτι καὶ ταῖς μὴ ἐν γαστρὶ ἐχούσαις χηρείαν, ἀπέβη αὐτῇ μήτε σὺν τῷ ἀνδρὶ εἶναι μήτε μὴν ἀπηλλάχθαι αὐτοῦ, ἀλλὰ πολλῷ χρόνῳ οἰκουρεῖν ὑπολει‐ φθεῖσαν ἐν τῇ πατρίδι παρὰ τὴν τοῦ ἀνδρὸς ἀποδημίαν.
10οὐδὲν δὲ διαφέρει γυναικὶ ἐάν τε πώγωνα ἔχειν δοκῇ ἐάν τε ἀνδρὸς αἰδοῖα ἐάν τε στολὴν ἢ κουρὰν ἢ ἄλλο τι ἀνδρεῖον [ἔχειν δοκῇ]. τὰ αὐτὰ γὰρ ἀποβήσεται. ὁμοίως καὶ ἐπὶ ἀνδρῶν οὐδὲν διαφέρει ἐάν τε ὅλον τὸ σῶμά τις εἰς γυναῖκα μεταβεβληκέναι δόξῃ ἐάν τε μόνον γυναικείαν φύσιν ἔχειν
15ἐάν τε στολὴν ἢ ὑπόδεσιν ἢ ἐμπλέγματα γυναικεῖα· τὰ αὐτὰ γὰρ ἀποβήσεται. ἔστι δὲ ταῦτα οὐχ ὅμοια τοῖς ἡμιτε‐ λέσι τῶν ἔργων οὐδὲ τῷ τοῦ Κίλικος ὀνείρῳ τοῦ τὸ πρόβα‐ τον δόξαντος κείρειν. Τῶν ἀποβάσεων τὸ κεφάλαιον εὑρεῖν ἔστω σοι ἔργον,
20καὶ τὰ συμπτώματα 〈τὰ〉 ἀκολουθοῦντα πειρῶ μὲν εὑρί‐ σκειν, ἀποτυχὼν δὲ μὴ ἄχθου. ὁ Κύπριος νεανίσκος ὄνειρον ὥρισεν ἀποβεβηκότα φιλονείκως. ἦν δὲ οὗτος ὁ ὄνειρος· γυνὴ ἐν γαστρὶ ἔχουσα ἔδοξε χῆνα τετοκέναι.
ὃ κριτέον, εἰ μὲν ἱερέως εἴη ἡ γυνή, τὸ τεχθὲν ζήσειν·298
25ἱεροὶ γὰρ οἱ χῆνες οἱ ἐν ναοῖς ἀνατρεφόμενοι· εἰ δὲ μή, εἰ μὲν θῆλυ εἴη, ζήσειν μέν, ἑταιρικῷ δὲ χρήσεσθαι βίῳ διὰ τὸ περικαλλὲς τῶν χηνῶν· εἰ δὲ ἄρρεν, μὴ ζήσειν, ὅτι ἐστὶν ὁ μὲν χὴν στεγανόπους ὁ δὲ ἄνθρωπος σχιζόπους· τὰ δὲ μὴ ἐκ τοῦ αὐτοῦ γένους ἢ τοῦ αὐτοῦ εἴδους ἐναντία
30πρὸς ἀνατροφὴν παίδων. ὁ δὲ εἶπεν ἄρρεν τεχθὲν †ἐν ὕδατι τεθνάναι.† εἰ μὲν 〈οὖν〉 οὐ πάντῃ καὶ πάντως ὁ χὴν ἦν ἐν ὕδατι, ἀλλ’ ἀπέθνησκε μόνως, καὶ μὴ μυρίοι ἦσαν αὐτῷ οἱ θάνατοι, ἄξιον ἦν ἐγκαλεῖν τῷ κρίναντι, ὅτι μὴ εἶπεν ἐν ὕδατι τὸν παῖδα τεθνήξεσθαι· εἰ δὲ ἔδει μὲν ὀλιγο‐
35χρόνιον γενέσθαι, συνέπεσε δὲ αὐτῷ τὸ ἐν ὕδατι ἀποθα‐ νεῖν, αὐτάρκης ἦν ἡ κρίσις. καὶ γὰρ τὸ μὴ διακρῖναι πότε‐ ρον ἄρρεν ἢ θῆλυ τέτοκε, κατὰ λόγον ἐγένετο· ἔνεστι μὲν γὰρ ἄρρενα εἶναι τὸν χῆνα, ἔνεστι δὲ καὶ θήλειαν. Πρὸς δὲ τοὺς πυνθανομένους πόσῳ χρόνῳ οἱ ὄνειροι
40ἀποβαίνουσιν εἴποις ἂν ὅτι ὅσα τῶν ὄντων ἐν ὡρισμένοις χρόνοις γίνεται, ταῦτα καὶ ἐν τοῖς ὕπνοις ὁραθέντα ἐν τοῖς αὐτοῖς ἀποβαίνει χρόνοις, 〈ὡσ〉 ἀγῶνες καὶ πανηγύ‐ ρεις καὶ ἄρχοντες καὶ στρατηγοὶ καὶ τὰ ὅμοια. ὅσα δὲ τῶν ὄντων ἐν ἀορίστοις καὶ μὴ πεπηγόσι χρόνοις γίνεται,
45ἀορίστως καὶ ἀποβαίνει, ὡς συνουσίαι καὶ τροφαὶ καὶ ἐκκρίσεις καὶ τὰ συντελοῦντα τούτοις χωρὶς ζῴων· ταῦτα
γὰρ δι’ ὅσου χρόνου γεννᾶται, τοῦτ’ ἔστιν ὅσῳ κυοφορεῖ‐ ται, τοσούτῳ καὶ ἀποβαίνει. ἔτι θεοὶ καὶ βασιλεῖς καὶ γονεῖς καὶ δεσπόται οὐκ ἐν ὡρισμένοις ἀποβαίνουσι χρό‐299

4

.

83

(50)

νοις. λάμβανε δὲ σύμμετρα τὰ ἀποτελέσματα καὶ τοὺς χρόνους ἐκ τῶν παρακειμένων ἑκάστοις τῶν ὁρωμένων ἢ ἐξ αὐτῶν τῶν προσδοκιῶν· γελοῖον γὰρ ἂν εἴη τῷ περὶ τῆς αὔριον φοβουμένῳ ἢ ἐλπίζοντι καὶ ἰδόντι ὄνειρον τὰ εἰς ὥρας ἐσόμενα κρίνειν. ἔτι καὶ ὧν προσήμερός ἐστιν ἡ
55χρῆσις, ἡμέραις ἀποβαίνει, ὧν δὲ χρονιωτέρα, χρόνῳ πλείονι. καὶ τὰ μακρόθεν ὁρώμενα, ὡς τὰ περὶ τὸν οὐρανόν, διὰ τὸ διάστημα βράδιον ἀποβαίνει. ἔτι καὶ τοῦτο. καὶ οἱ ἀγαθοὶ καὶ οἱ κακοὶ ὄνειροι τοῖς μὲν μεγά‐ λοις ἀνδράσι καὶ γυναιξὶ μεγάλα καὶ τὰ ἀγαθὰ καὶ τὰ
60κακὰ ποιοῦσι, τοῖς δὲ μετρίοις μέτρια, τοῖς δὲ ταπεινοῖς μικρὰ παντελῶς, καὶ μάλιστά γε οἱ ἀγαθοί· καὶ γὰρ εἰκός, ἐπειδὴ οὗτοι καὶ τὸ τυχὸν λαβόντες ἀγαπῶσι καὶ ὑπερ‐ χαίρουσιν. ὀρθῶς γοῦν καὶ τὸ Καλλιμάχειον ἔχει ‘αἰεὶ τοῖς μικκοῖς μικκὰ διδοῦσι θεοί.‘
65 Ταῦτα μὲν οὖν, ὦ τέκνον, ἱκανῶς καὶ ἀνενδεῶς ἔχει, πάντων τῶν ἐν ὀνειροκρισίᾳ ἀπόρων λελυμένων καὶ οὕτως ὑπτίων κειμένων καὶ εὐεπιγνώστων σοι ἐσομένων. ἴσθι δὲ ὅτι οὐχὶ ὀνείρων ἀποβάσεις εἰπεῖν σοι τὸ προκείμενόν μοι ἦν ἀλλ’ ἀφωρισμένως καθ’ ἕκαστον ζήτημα τὰς ἐπι‐
70λύσεις συναγαγεῖν. αἱ δὲ ἀποβάσεις ἑκάστων παράκεινται εἰς ὑπόδειγμα. ἱστορίας δὲ ἕνεκεν ὅπως ἔχῃς ἀπονώτερον ταῖς τριβαῖς χρῆσθαι, πειράσομαι συναγαγὼν ὡς πλεί‐
στους ἀποβεβηκότας ὀνείρους ἄλλο σοι βιβλίον ποιῆσαι.300

5

t

Ἀρτεμίδωρος Ἀρτεμιδώρῳ τῷ υἱῷ χαίρειν

5

prol

Ἄξιον μὲν ἴσως, ὦ τέκνον, ἐγκαλεῖν τῆς βραδυτῆτος ἡμῖν, εἰ διὰ ῥᾳθυμίαν ἐγένετο· ἐπεὶ δὲ τὸ προκείμενον ἦν ἱστορίαν ὀνείρων ἀποβεβηκότων συναγαγεῖν σοι, χαλεπὸν δὲ καὶ ἐργῶδες ἦν τῷ γε βουλομένῳ ἀξίους ἀναγραφῆς
5συναγαγεῖν ὀνείρους (τοὺς μὲν γὰρ τυχόντας [καὶ] πάνυ ῥᾴδιον καὶ ἐν βραχεῖ χρόνῳ παμπληθεῖς ἀναγράφειν, τοιούτους δέ, ὁποίους ἄν τις γράφων οὐ μόνον οὐκ αἰσχύ‐ νοιτο ἀλλὰ καὶ μέγα φρονεῖν ἐπ’ αὐτοῖς ἔχοι, οὐκ ἄνευ πόνου καὶ χρόνου οἷόν τ’ ἦν ἀθροῖσαι, 〈καὶ〉 μάλιστά γε
10μὴ ῥᾳδιουργῆσαι βουλομένῳ) τοιγαροῦν ἔν τε ταῖς πανη‐ γύρεσι ταῖς κατὰ τὴν Ἑλλάδα καὶ ἐν Ἀσίᾳ καὶ πάλιν αὖ ἐν Ἰταλίᾳ ἐξεπίτηδες ἀγείρων ὅσους μάλιστα ἐδυνάμην [εὑρὼν] τοῦτό σοι τὸ βιβλίον μετὰ τὸν ἐν τοῖς ἔμπροσθεν πεπονημένοις μοι βιβλίοις πόνον ὠφελιμώτατον ἐσόμενον
15αὐτῷ τέ σοι καὶ εἴ τινι κοινωνήσειας ἀντιγράφου πεποίηκα. εὕροις δ’ ἂν καθ’ ἕκαστον τῶν ὀνείρων ψιλὰς τὰς ἀποβά‐
σεις, ὡς ἀπέβησαν, ἄνευ σκηνῆς καὶ τραγῳδίας ἀναγε‐ γραμμένας· οὐδὲν γὰρ ἄλλο ἢ τὴν ἀπὸ τῆς πείρας πίστιν ἅμα καὶ ὠφέλειαν συναγαγεῖν προεθέμην. διόπερ τὰ εἰς301
20πάντα ἀπὸ τῶν αὐτῶν ἐνδεχόμενα ἀποβαίνειν παρὰ τὰς τῶν θεωμένων τύχας τε καὶ προαιρέσεις καὶ ἡλικίας καὶ περιστάσεις παραιτησάμενος (ἐπειδὴ τὸ μὲν πρῶτον καὶ τὸ δεύτερον καὶ τὸ τρίτον μάλιστα τούτων ἐστὶν ἀνάπλεω, τὸ δὲ τέταρτον αὐτῷ σοι προσφωνηθὲν τεχνικὴν περιέχον
25θεωρίαν καὶ ἄτριπτον τῶν ἐπιζητουμένων ἑρμηνείαν ἠκρί‐ βωται) ὅμως σοι προσδεῖν ἡγούμενος τριβῆς τε καὶ γυμνασίας, ὡς ἐπηγγειλάμην ἐπὶ τέλει τοῦ τετάρτου, καὶ νῦν ἐμπεδῶν τὴν ὑπόσχεσιν ἀποδίδωμι.

5

.

1

Ἔδοξέ τις τοῦ Ποσειδῶνος τοῦ ἐν Ἰσθμῷ τῇ βάσει ἁλύσει προσδεδέσθαι. ἱερεὺς ἐγένετο τοῦ Ποσειδῶνος· ἔδει γὰρ αὐτὸν ἀχώριστον εἶναι τῶν τῆς ἱερωσύνης τό‐ πων.

5

.

2

Ἔδοξέ τις τὴν ἑαυτοῦ γυναῖκα προσαγαγὼν ὥσπερ τι ἱερεῖον ἀποθῦσαι καὶ τὰ κρέα κατακόπτων πιπράσκειν καὶ τὴν ἐμπολὴν αὐτῷ πάνυ πολλὴν γίνεσθαι. ἐπὶ δὲ τούτοις χαίρειν τε ἔδοξε καὶ τὸ συναγόμενον ἀργύριον [ἀπὸ τοῦ
5κρεοπωλίου] πειρᾶσθαι κρύπτειν διὰ τὸν 〈τῶν〉 περιιστα‐ μένων φθόνον. οὗτος τὴν ἑαυτοῦ γυναῖκα προαγωγεύων ἐπ’ αἰσχροῖς ἐπορίζετο, καὶ ἦν αὐτῷ τὸ ἔργον λυσιτελὲν μὲν εἰς πορισμόν, ἄξιον δὲ ἀποκρύπτεσθαι.

5

.

3

Ἔδοξέ τις εἰς γυμνάσιον τὸ ἐν τῇ πατρίδι ὂν αὐτοῦ
εἰσελθὼν ἰδεῖν εἰκόνα ἰδίαν, ἥτις καὶ ὕπαρ ἦν ἀνακειμένη· εἶτα ἐδόκει αὐτῷ τὸ πῆγμα τῆς εἰκόνος πᾶν τὸ ἔξωθεν διαλελύσθαι. πυνθανομένῳ δέ τινι τί συμβεβηκὸς εἴη περὶ302
5τὴν εἰκόνα λέγειν ᾤετο ‘ἡ μὲν εἰκών μου μένει ὑγιής, τὸ δὲ πῆγμα λέλυται.‘ χωλὸς ἐγένετο ἀμφοτέρους τοὺς πόδας εἰκότως· τὸ μὲν γὰρ γυμνάσιον σύμβολον ἦν τῆς καθ’ ὅλον τὸν ὄγκον εὐεξίας, ἡ δὲ εἰκὼν τὰ περὶ τὸ πρόσωπον ἐσήμαινε, τὸ δὲ ἔξωθεν πῆγμα τὰ λοιπὰ τοῦ σώματος ἦν.

5

.

4

Ἔδοξέ τις λιβανωτῷ τὸν πρωκτὸν ἐκμάσσειν. ἀσεβείας ἑάλω, ἐπειδὴ ᾧ τοὺς θεοὺς τιμῶμεν ἐξύβρισεν. ἡ δὲ ὀδμὴ τὸ μὴ λαθεῖν αὐτὸν ἐσήμαινεν.

5

.

5

Ἔδοξέ τις σίνηπι τετριμμένον ὑγρὸν πίνειν, ἔτυχε δὲ αὐτῷ δίκη οὖσα καὶ ἔφευγε φόνου γραφήν. ἑάλω καὶ τῆς κεφαλῆς ἀφῃρέθη· ἦν γὰρ οὔτε σύνηθες οὔτε ὅλως πότι‐ μον τὸ ποτόν. καὶ μέντοι 〈καὶ〉 διακριθὲν πρότερον ὑπὸ
5τοῦ λεγομένου ἠθμοῦ τὸ σίνηπι ἔπινε. τοιγαροῦν ὑπὸ κρι‐ τοῦ, ὅπερ ἐστὶ δικαστοῦ, εἰς ὄλεθρον κατέστη.

5

.

6

Ἔδοξέ τις Ξάνθος ὁ ποταμὸς ὁ ἐν Τροίᾳ γεγονέναι. αἷμα [μέγα μὲν καὶ οὐχ οἷόν τε πιστεύειν ἀλλ’ οὖν γε οὕτως ἀποβὰν ἱστορήσαμεν] ἀνήνεγκεν ἐπὶ ἔτη δέκα· οὐ μὴν ἀπέθανέ γε, ὅπερ ἦν εἰκὸς διὰ τὸ ἀθάνατον εἶναι τὸν
5ποταμόν.

5

.

7

Ἔδοξέ τις ἐν Νεμέᾳ ἀγωνίζεσθαι ἀνδρῶν πάλην καὶ νικᾶν καὶ στεφανοῦσθαι, ἔτυχε δὲ αὐτῷ δίκη οὖσα περὶ ἀγροῦ, ἐν ᾧ παμμέγεθες ἦν ἕλος. καὶ δὴ ἐνίκησε τῷ τοῦ ἕλους λόγῳ
διὰ τὸ σελίνῳ τῷ ἐν Νεμέᾳ τοὺς νικῶντας στεφανοῦσθαι.303

5

.

8

Ἔδοξέ τις ἐν τῇ τύλῃ πυροὺς ἔχειν ἀντὶ γναφάλλων. ἦν αὐτῷ γυνή, ἥτις μηδεπώποτε συλλαβοῦσα πρότερον ἐκεί‐ νου τοῦ ἔτους ἔγκυος γενομένη παιδάριον ἐγέννησεν ἄρρεν· ἡ μὲν γὰρ τύλη τὴν γυναῖκα ἐσήμαινεν, οἱ δὲ πυροὶ ἄρρεν
5σπέρμα.

5

.

9

Ηὔξατό τις τῷ Ἀσκληπιῷ, εἰ διὰ τοῦ ἔτους ἄνοσος ἔλθοι, θύσειν αὐτῷ ἀλεκτρυόνα· ἔπειτα διαλιπὼν ἡμέραν ηὔξατο πάλιν τῷ Ἀσκληπιῷ, εἰ μὴ ὀφθαλμιάσειεν, ἕτερον ἀλεκτρυόνα θύσειν. καὶ δὴ εἰς νύκτα ἔδοξε λέγειν αὐτῷ
5τὸν Ἀσκληπιὸν ‘εἷς μοι ἀλεκτρυὼν ἀρκεῖ‘. ἄνοσος μὲν οὖν ἔμεινεν, ὠφθαλμίασε δὲ ἰσχυρῶς· καὶ γὰρ μιᾷ εὐχῇ ὁ θεὸς ἀρκούμενος τὸ ἕτερον ἠρνεῖτο.

5

.

10

Ἔδοξέ τις φεύγων γραφὴν δημοσίων ἀδικημάτων [τὰ γράμματα καὶ] τὰ δικαιώματα ἀπολωλεκέναι. τῇ ὑστε‐ ραίᾳ εἰσαχθείσης τῆς δίκης ἀφείθη τῶν ἐγκλημάτων, καὶ τοῦτο ἦν ἄρα, ὅπερ ἐσήμαινεν αὐτῷ τὸ ὄναρ, ἀφεθέντι τῶν
5ἐγκλημάτων μηκέτι δεήσεσθαι τῶν δικαιωμάτων.

5

.

11

Ἔδοξέ τις ἀπὸ τῆς σελήνης λύχνον ἅπτειν. τυφλὸς ἐγέ‐ νετο. ὅθεν γὰρ οὐκ ἠδύνατο ἅψαι, ἐκεῖθεν ἐλάμβανε τὸ φῶς. ἄλλως τε καὶ τὴν σελήνην φασὶν οὐκ ἔχειν ἴδιον φῶς.

5

.

12

Ἔδοξέ τις γυνὴ ἐν τῇ σελήνῃ τρεῖς ὁρᾶν εἰκόνας ἰδίας. ἐγέννησε τρίδυμα θηλυκά, καὶ τὰ τρία τοῦ αὐτοῦ μηνὸς
ἀπέθανεν. ἦσαν γὰρ αἱ εἰκόνες τὰ τέκνα, εἷς δὲ περιεῖχεν αὐτὰς κύκλος. τοιγάρτοι ἑνὶ χορίῳ, ὡς λέγουσιν ἰατρῶν304
5παῖδες, περιείχετο τὰ βρέφη. ἔζησε δὲ οὐ πλείονα 〈χρόνον〉 διὰ τὴν σελήνην.

5

.

13

Ἔδοξε παῖς παλαιστὴς περὶ τῆς ἐγκρίσεως πεφροντι‐ κὼς τὸν Ἀσκληπιὸν κριτὴν εἶναι καὶ παροδεύων ἅμα τοῖς ἄλλοις παισὶν ἐν παρεξαγωγῇ ὑπὸ τοῦ θεοῦ ἐκκεκρίσθαι. καὶ δὴ πρὸ τοῦ ἀγῶνος ἀπέθανεν· ὁ γὰρ θεὸς οὐ τοῦ
5ἀγῶνος ἀλλὰ τοῦ ζῆν, οὗπερ μᾶλλον εἶναι κριτὴς νομίζε‐ ται, ἐξέβαλεν αὐτόν.

5

.

14

Ἔδοξέ τις ἐν τῇ σελήνῃ τὸ ἑαυτοῦ πρόσωπον ἰδεῖν. ἀπε‐ δήμησε μακρὰν ἀποδημίαν καὶ τὸν πλεῖστον τοῦ βίου χρόνον ἐν ἄλῃ καὶ ξενιτείᾳ διῆγε· τὸ γὰρ ἀεικίνητον τῆς σελήνης ἔμελλε συμπεριοίσειν αὐτόν.

5

.

15

Ἔδοξέ τις σιδήρεον αἰδοῖον ἔχειν. ἐγένετο αὐτῷ υἱός, ὑφ’ οὗ ἀνῃρέθη. καὶ γὰρ ὁ σίδηρος ὑπὸ τοῦ ἐξ αὐτοῦ γενομένου ἰοῦ φθείρεται.

5

.

16

Ἔδοξέ τις ναύκληρος ἐν Μακάρων νήσοις εἶναι καὶ ὑπὸ τῶν ἡρώων κατέχεσθαι, ἔπειτα ἐλθόντα τὸν Ἀγαμέμνονα ἀπολῦσαι αὐτόν. ἀγγαρείᾳ περιπεσὼν ὑπὸ τῶν ἐπιτρόπων τοῦ αὐτοκράτορος κατεσχέθη, ἔπειτα ἐντυχὼν τῷ βασιλεῖ
5ἀφείθη τῆς ἀγγαρείας.

5

.

17

Ἔδοξέ τις ἀποδημῶν τῆς οἰκείας τὴν κλεῖδα τοῦ οἰκή‐ ματος ἀπολωλεκέναι. ἀνακομισθεὶς εὗρε τὴν θυγατέρα ἐφθαρμένην· τρόπον γάρ τινα ἔλεγεν αὐτῷ τὸ ὄναρ οὐκ εἶναι ἐν ἀσφαλεῖ τὰ οἴκοι.

5

.

18

Ἔδοξέ τις ἐκ τῆς κεφαλῆς ἐκ αὐτοῦ ἐλαίαν πεφυκέναι. ἐφι‐
λοσόφησεν εὐτόνως καὶ τοῖς λόγοις καὶ τῇ ἀσκήσει χρησά‐ μενος ἀκολούθως· καὶ γὰρ ἀειθαλὲς τὸ φυτὸν καὶ στερεὸν καὶ τῇ Ἀθηνᾷ ἀνάκειται. φρόνησις δὲ εἶναι νομίζεται ἡ θεός.305

5

.

19

Ἔδοξέ τις τῷ ἡλίῳ συνανατέλλειν καὶ τῇ σελήνῃ συντρέ‐ χειν. ἀπήγξατο, καὶ οὕτως ὅ τε ἥλιος καὶ ἡ σελήνη ἀνίσχον‐ τες ἔβλεπον αὐτὸν μετάρσιον ὄντα [καὶ κρεμάμενον].

5

.

20

Ἔδοξέ τις τὸν δοῦλον αὐτοῦ, ὃν μάλιστα παρὰ τοὺς ἄλλους ἐτίμα, φανὸν γεγονέναι [τοῦτον ὅνπερ λαμπτῆρα καλοῦσι.] τυφλὸς ἐγένετο καὶ ὑπὸ τοῦ δούλου αὐτοῦ ἐκεί‐ νου ἐχειραγωγεῖτο καὶ τοῦτον τὸν τρόπον δι’ ἐκείνου τὸ
5φῶς ἔβλεπεν.

5

.

21

Ἔδοξέ τις ἐπὶ κύκλῳ τρίποδος διαπλεῖν πέλαγος μέγα. φεύγων ἀδικημάτων γραφὴν ἑάλω καὶ εἰς νῆσον κατεδι‐ κάσθη· τὸ γὰρ περιοχοῦν αὐτὸν ἦν περίρρυτον καὶ ἐοικὸς [τῷ σχήματι] νήσῳ.

5

.

22

Ἔδοξέ τις τὸ ἑαυτοῦ παιδίον ἀποδέρειν καὶ ποιεῖν ἀσκόν. τῇ ὑστεραίᾳ τὸ παιδίον αὐτοῦ εἰς ποταμὸν πεσὸν ἐπνίγη· καὶ γὰρ ἀπὸ νεκρῶν σαρκῶν ὁ ἀσκὸς γίνεται καὶ ὑγροῦ ἐστι δεκτικός.

5

.

23

Ἔδοξέ τις τοῦ οὐρανοῦ ἀστέρα ἐκπεσεῖν καὶ ἄλλον χαμό‐ θεν [ἀστέρα] εἰς τὸν οὐρανὸν ἀναβῆναι. οὗτος ἦν οἰκέτης τινός. ἔπειτα ὁ δεσπότης αὐτοῦ ἀπέθανεν, ἡγούμενος δὲ ἐλεύθερός τε καὶ ἀδέσποτος εἶναι εὗρε παῖδα τοῦ προτέ‐
5ρου δεσπότου, ᾧ κατ’ ἀνάγκην ἐδούλευσεν. ὁ μὲν οὖν πεσὼν ἀστὴρ ἐσήμαινε τὸν ἀποθανούμενον, ὁ δὲ εἰς οὐρα‐
νὸν ἀνελθὼν τὸν ἐποψόμενον καὶ δεσπόσοντα αὐτοῦ.306

5

.

24

Ἔδοξέ τις εἰς χοίνικα χέζειν. ἑάλω ἀδελφῇ 〈τῇ〉 ἑαυτοῦ μιγνύμενος· μέτρον γὰρ ἡ χοῖνιξ, τὸ δὲ μέτρον νόμῳ ἔοικε. τρόπον οὖν τινα παρενόμει παρὰ τὰ νενομισμένα κοινῇ τοῖς Ἕλλησι πράττων.

5

.

25

Ἔδοξέ τις ἐρωμένην τὴν ἑαυτοῦ ὁρᾶν ἐν σταμνίῳ ὀστρακίνῳ κειμένην. ἀπέθανεν ἡ ἐρωμένη αὐτοῦ σφαγεῖσα ὑπὸ δούλου δημοσίου. θάνατον μὲν γὰρ εἰκότως ἐσήμαινε τῇ γυναικὶ τὸ εἶναι ἐν τῷ ὀστρακίνῳ σκεύει· ὑπὸ δημο‐
5σίου δέ, ἐπεὶ καὶ τὸ σταμνίον δημόσιόν τε καὶ πᾶσιν ὑπη‐ ρετοῦν.

5

.

26

Ἔδοξέ τις τοῦ Σαράπιδος τὸ ὄνομα ἐγγεγραμμένον λεπίδι χαλκῇ περὶ τὸν τράχηλον δεδέσθαι ὥσπερ σκυτίδα. συνάγχῃ ληφθεὶς ἑπτὰ ἡμέραις ἀπέθανε· καὶ γὰρ χθόνιος ὁ θεὸς εἶναι νενόμισται καὶ τὸν αὐτὸν ἔχει λόγον τῷ Πλού‐
5τωνι, καὶ τὸ ὄνομα αὐτοῦ γράμματα ἑπτὰ ἔχει, καὶ καθ’ ὃ περιέκειτο τὴν σκυτίδα μέρος, κατ’ ἐκεῖνο τὸ μέρος νοσήσας ἀπέθανεν.

5

.

27

Ἔδοξέ τις ἐπὶ ξένης διατρίβων ἑστίαν οἰκοδομεῖν. ἀπέθανεν [ἐπὶ ξένης ἔνθα ᾠκοδόμησεν] εἰκότως· ἦν γὰρ σύμβολον τῆς ὅλης καταστάσεως καὶ τοῦ τέλους ἡ ἑστία, ἣν ἐπὶ ξένης οἰκοδομῶν ἔμελλεν ἕξειν τὸ τέλος.

5

.

28

Ἔδοξέ τις ἐπὶ ξένης διατρίβων ἑστίαν οἰκοδομεῖν καὶ
ἀντὶ λίθων τὰ ἴδια βιβλία τῷ πηλῷ περιπλάσσειν, εἶτα μεταδόξαν αὐτῷ καταβαλεῖν καὶ παύσασθαι οἰκοδο‐ μοῦντα. ἐνόσησε πονηρῶς καὶ εἰς ἔσχατον ἐλθὼν 〈κίνδυ‐307
5νον μόλισ〉 ἐσώθη. τούτων τὰς αἰτίας φανερὰς οὔσας περισσὸν ἡγοῦμαι λέγειν.

5

.

29

Ἔδοξέ τις ὑπὸ γυναικὸς ἣν ἐκ πολλοῦ ἐγνώριζε διώκε‐ σθαι βουλομένης περιβαλεῖν αὐτῷ τοὺς λεγομένους τῇ Ῥωμαίων φωνῇ φαινόλας μέσους λελυμένους ἐκ τῶν ῥαφῶν, καὶ τέλος οὐ βουλόμενος καταναγκασθῆναι. τού‐
5του ἐρασθεῖσα ἡ γυνὴ ἐγήματο αὐτῷ οὐ βουλομένῳ καὶ 〈δι’〉 ὀλίγων ἐτῶν ἀπηλλάγη αὐτοῦ διὰ τὸ λελύσθαι τοὺς φαινόλας.

5

.

30

Ἔδοξέ τις γυνὴ νοσοῦσα κυεῖν, ἤδη τε ὠδίνειν καὶ ἐγγὺς τοῦ τεκεῖν εἶναι, ἁψαμένην δέ τινα αὐτῆς, ἣν ᾤετο μὴ ἀπείρως ἔχειν τῶν περὶ τὰ τοιαῦτα, φάναι ‘νῦν μὲν οὐ τέξει, μετὰ δὲ μῆνας ἑπτὰ παιδάριον καλόν γε λίαν.‘ ἐγέ‐
5νετο ἐν νόσῳ πάνυ κινδυνώδει, †ὅθεν οὐκ ἂν ᾤετό τις αὐτὴν σωθῆναι, καὶ μὴ γενομένην ῥᾷον ὡς μὴ τέλεον ὑγιᾶ‐ ναι. † μετὰ ἑπτὰ ἡμέρας ἀπέθανεν εἰκότως· ἔμελλε γὰρ ἀποθήσεσθαι τὸ βάρος καὶ τὰς ἀλγηδόνας μετὰ τοὺς ἑπτὰ μῆνας. τὸ δὲ καλὸν παιδάριον ἦν ὁ θάνατος, ὅστις
10αἱρετώτερος ἦν διὰ τὸ ἄπονον τοῦ νοσώδους καὶ ταλαιπώ‐ ρου βίου.

5

.

31

Ἔδοξέ τις ἑαυτὸν περαίνειν, ἀνὴρ οὐκ ἄσημος καὶ τελῶν μεγάλων μισθωτής. εἰς τοσοῦτο περιστάσεως ἦλθεν, ὥστε δι’ ἀπορίαν τε καὶ χρεῶν συνέχειαν ἑαυτὸν ἐξαγα‐ γεῖν τοῦ βίου εἰκότως· ἦν γὰρ αὐτῷ τοσαύτη ἑτέρου σώ‐
5ματος ἐρημία καὶ ἀναλωμάτων ἀπορία [κατ’ ὄναρ], ὥστε τὴν ὄρεξιν 〈εἰσ〉 ἑαυτὸν ἐπιστρέψαι [ἢ διὰ τὸ μὴ εἶναι ἄλλο σῶμα ᾧ ἂν ἐχρήσατο ἢ διὰ τὸ μήτε βαίνειν δύνασθαι μήτε ἀναλίσκειν ἔχειν].308

5

.

32

Ἔδοξέ τις τὸν δακτύλιον αὐτοῦ, ᾧ πάντα κατεσημαί‐ νετο, ἐκβαλεῖν, εἶτα ζητῶν καταλαβεῖν τὸν ἐν αὐτῷ λίθον κατεαγμένον εἰς †πολλά†, ὥστε ἄχρηστον εἶναι. διέπε‐ σεν αὐτῷ πάντα τὰ πράγματα ἡμερῶν πέντε καὶ πεντή‐
5κοντα.

5

.

33

Ἔδοξέ τις ἐπικύψας πονηρὸν ὄζοντας τοὺς περὶ τὸν [ἀρχαῖον] ὀμφαλὸν τόπους καταλαβεῖν. φάρμακον θανά‐ σιμον ἑκὼν ἔπιεν οὐχ ὑπομένων περίστασιν ἀνάγκην τε χρεῶν· φόβῳ γὰρ τοῦ μὴ τὰ ἀναγκαῖα καὶ ἀπόκρυφα
5αὐτοῦ ἐξοζήσῃ καὶ ἐγνώσθη παρὰ τὸ δέον †καὶ ἐκαύθη θᾶττον † καὶ ἀπέθανεν.

5

.

34

Ἔδοξέ τις λαμπάδας ἀπὸ τῆς ἑστίας τῆς ἔνδον παρ’ αὐτῷ μὴ δύνασθαι ἀνάψαι καὶ ἀπὸ τοῦ οὐρανίου ἀνάψαι 〈πυρόσ〉. ἐσταυρώθη καὶ [κατὰ] τοῦτον τὸν τρόπον τῷ οὐρανίῳ πυρὶ ἐθάλπετο.

5

.

35

Ἔδοξέ τις ἀδελφὴν ἔχων πλουσίαν ἅμα καὶ νοσοῦσαν πρὸ τῆς οἰκίας τῆς ἀδελφῆς συκῆν πεφυκέναι καὶ ἀπ’ αὐτῆς δρεπόμενος σῦκα μέλανα τὸν ἀριθμὸν ἑπτὰ ἐσθί‐ ειν. ἀπέθανεν ἡ ἀδελφὴ ἐπὶ κληρονόμῳ τῷ ἰδόντι τὸν
5ὄνειρον ἑπτὰ ἡμέρας ἐπιζήσασα. φανεροὶ οἱ λόγοι.

5

.

36

Ἔδοξέ τις ὑπὸ 〈τοῦ〉 στρατηγοῦ τῆς ἑαυτοῦ πόλεως ἐκβάλλεσθαι [τῶν οἰκείων καὶ] τοῦ γυμνασίου. τοῦτον ὁ πατὴρ ἐξέβαλε τῆς οἰκίας· ὃν γὰρ ἔχει λόγον ἐν τῇ πόλει
στρατηγός, τὸν αὐτὸν ἐν τῇ οἰκίᾳ πατήρ.309

5

.

37

Ἔδοξέ τις γυνὴ ἐν τῷ δεξιῷ μαζῷ ὀφθαλμὸν ἔχειν. υἱὸς ἦν αὐτῇ ἀγαπητός, ὃν οὐκ εἰς μακρὰν ἐκόψατο. ᾧ γὰρ λόγῳ ὁ δόξας ποτὲ ἐν τῷ δεξιῷ ὤμῳ ὀφθαλμὸν ἔχειν ἐξέ‐ βαλε τὸν ἀδελφόν (τρόπον γάρ τινα ἔλεγεν αὐτῷ τὸ ὄναρ
5‘βλέπε τὸν ὦμον, αὐτῷ τούτῳ πρόσεχε τῷ ὤμῳ‘), τούτῳ τῷ λόγῳ καὶ ἡ γυνὴ οὐ τὸν μαζὸν ἀλλὰ τὸν ἐοικότα τῷ μαζῷ υἱὸν ἀπώλεσεν.

5

.

38

Ἔδοξέ τις τὴν ἑαυτοῦ κόπρον σὺν ἄρτῳ ἐσθίειν καὶ ἥδεσθαι. παρανομήσας ἐκληρονόμησεν ἀνέγκλητος διὰ τὸ ἥδεσθαι, οὐκ ἀνυπονόητος δὲ διὰ τὴν κόπρον· εἰκὸς γὰρ ἦν αἰσχύνης αὐτῷ τὸ κέρδος πλῆρες εἶναι.

5

.

39

Ἔδοξέ τις δύο θυγατέρας ἔχων παρθένους τὴν μὲν προτέραν ἔχειν ἐπὶ τὴν κεφαλὴν χρυσέαν Ἀφροδίτην πεπεδημένην, τὴν δ’ ἑτέραν ἀμπέλου στέλεχος πεφυκός. τούτων ἡ μὲν προτέρα ἐγήματο, ἡ δὲ ἑτέρα ἀπέθανεν·
5ἡ γὰρ Ἀφροδίτη γάμου καὶ παιδοποιίας ἦν σύμβολον κατὰ τὸ Ὁμηρικὸν ‘ἀλλὰ σύ γ’ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο,‘ καὶ τὸ πολυτελὲς τῆς ὕλης τὸ τερπ‐ νὸν τοῦ γάμου ἐσήμαινεν, ἄλλως τε καὶ κατάλληλος τῇ Ἀφροδίτῃ ὁ χρυσός [ὃν ἐπεπέδητο]. αἱ δὲ πέδαι τὸ
10ἀδιάλυτον τοῦ γάμου ἐσήμαινον· ἡ δὲ ἄμπελος θανάτου σημεῖον ἦν τοῦ περὶ τὴν ἑτέραν ἐσομένου διὰ τὸ γῆθεν φύεσθαι (εἰς γῆν δὲ καὶ τὰ σώματα ἀναλύεται) καὶ ὅτι ἐν τῷ ἀκμαιοτάτῳ τῆς ὥρας τοῦ καρποῦ στερίσκεται ἡ ἄμπελος.

5

.

40

Ἔδοξέ τις ἐκ τῶν σαρκῶν ἐκδύνειν ὥσπερ ὄφις ἐκ τοῦ γήρως. τῇ ὑστεραίᾳ ἀπέθανε· καὶ γὰρ ἡ ψυχὴ τὸ σῶμα
καταλιπεῖν μέλλουσα τοιαύτας παρείχετο φαντασίας.310

5

.

41

Ἔδοξέ τις [κατ’ ὄναρ] ἐν Ἰσθμῷ γινόμενος τὸν ἴδιον υἱὸν ζητεῖν. ἀπώλετο ὁ υἱὸς αὐτοῦ διὰ τὸν μῦθον τὸν Μελικέρτειον.

5

.

42

Ἔδοξέ τις τρεῖς ἔχων υἱοὺς ὑπὸ τῶν δύο κατακοπεὶς ἐσθίεσθαι, ἐπιστάντα τε τὸν νεώτερον πρός γε τοὺς ἄλ‐ λους χαλεπαίνειν καὶ λυπεῖσθαι καὶ μυσαττόμενον λέγειν ‘ἐγὼ τοῦ πατρὸς οὐ μὴ φάγω.‘ συνέβη τὸν νεώτερον υἱὸν
5αὐτοῦ ἀποθανεῖν· μόνος γὰρ οὐκ ἔμελλεν ἐσθίειν οὐ τῶν σαρκῶν ἀλλὰ τῆς ὑπάρξεως, πρότερος τοῦ πατρὸς ἀπο‐ θανὼν καὶ μὴ κληρονομήσας. οἱ δὲ ἕτεροι οἱ φαγόντες διά‐ δοχοι τῆς οὐσίας τοῦ πατρὸς ἐγένοντο.

5

.

43

Ἔδοξέ τις τὴν ἀδελφὴν αὐτοῦ ὑπὸ τοῦ πατρὸς τοῦ ἀνδρὸς ἀποσπᾶσθαι καὶ ἄλλῳ δίδοσθαι γαμηθησομένην. συνέβη τὸν ἰδόντα ἀποθανεῖν· ὁ μὲν γὰρ πατὴρ εἰκότως ἐσήμαινε τὸν [διὰ τὸ δαιμονᾷν γε] δαίμονα τὸν τοῦ ζῆν αἴτιον τῷ
5ἰδόντι, ἡ δὲ ἀδελφὴ τὸν αὐτὸν ἔχουσα λόγον τῇ ψυχῇ ἀπο‐ σπωμένη τοῦ ἀνδρὸς τοῦ σώματος ἔμελλεν ἀποσπασθήσε‐ σθαι ὑπὸ τοῦ δαίμονος καὶ ἐν ἄλλαις ἔσεσθαι διατριβαῖς καὶ ἤθεσιν, ὥσπερ ὑπολαμβάνουσιν ἄνθρωποι τῶν καμόν‐ των τὰς ψυχὰς ἀπαλλαγείσας τῶν σωμάτων ἐν ἄλλαις
10γίνεσθαι διατριβαῖς.

5

.

44

Ἔδοξέ τις ἀθλητὴς ἐν γαστρὶ ἔχειν καὶ δύο μέλανα θηλυκὰ βρέφη τεκεῖν. τυφλὸς ἐγένετο, καὶ αἱ κόραι αὐτοῦ προέπεσον καὶ ἐγένοντο μέλαιναι.

5

.

45

Ἔδοξέ τις ἀνὴρ παγκρατιαστὴς πρὸς ἀγῶνα τετοκέναι καὶ τὸ ἑαυτοῦ βρέφος τιθηνεῖσθαι. ἐλείφθη ἐκεῖνον τὸν ἀγῶνα καὶ τοῦ λοιποῦ κατέλυσε τὴν ἄθλησιν· οὐ γὰρ
ἀνδρὸς ἔργα ἀλλὰ γυναικὸς ὑπομένειν ἐδόκει.311

5

.

46

Ἔδοξέ τις ὑπὸ τῆς ἑαυτοῦ μητρὸς πάλιν τίκτεσθαι. ἀπὸ ξένης ἀνακομισθεὶς εἰς τὴν ἑαυτοῦ κατέλαβε τὴν μητέρα νοσοῦσαν καὶ ἐκληρονόμησε. τοῦτο ἦν τὸ ὑπ’ αὐτῆς γεννᾶ‐ σθαι, τὸ ἐκ πενίας εἰς εὐπορίαν καταστῆναι ὑπὸ τῆς μη‐
5τρός· καὶ γὰρ ἔτυχεν ἐν πολλῇ ἐνδείᾳ καὶ πενίᾳ ὤν.

5

.

47

Ἔδοξέ τις τὸ γένειον τὸ ἑαυτοῦ καίεσθαι λαμπρῷ καὶ καθαρῷ πυρί. τούτου ὁ υἱὸς ἐγένετο διάσημος καὶ λαμ‐ πρὸς ἐν μαντικῇ. οὐ μὴν ἐπὶ πολὺ συνεγένοντο ἀλλήλοις, ἀλλ’ ὑπὸ περιστάσεώς τινος χωρὶς ἀλλήλων ἐγένοντο·
5ἐπίσημον γὰρ αὐτοῦ ἐποίει τὸν υἱὸν τὸ καιόμενον γένειον· ὁ γὰρ παῖς πατρὸς κόσμος, ὥσπερ ὁ πώγων προσώπου· ἐπειδὴ δὲ τὸ πῦρ μειοῦν πέφυκε πᾶσαν ὕλην, οὐ παρέμει‐ νεν αὐτῷ ὁ παῖς, ἐχωρίσθη δέ, οὐκ ἀποθανὼν διὰ τὸ ἄνευ καπνοῦ τὸ πῦρ λάμπειν.

5

.

48

Ἀνὴρ παγκρατιαστὴς Ὀλύμπια μέλλων ἀγωνίζεσθαι πάλην ἅμα καὶ παγκράτιον ἔδοξεν ἀμφοτέρας τὰς χεῖρας αὐτοῦ χρυσᾶς γεγονέναι. οὐδέτερον τῶν στεφάνων ἤρατο· ἔμελλε γὰρ ὥσπερ χρυσέαις ταῖς χερσὶν ἀργαῖς καὶ ἀκινή‐
5τοις χρήσεσθαι.

5

.

49

Ἔδοξέ τις μεταμορφωθεὶς ἀρκτόχειρ γεγονέναι. κατα‐ δικασθεὶς τὴν ἐπὶ θανάτῳ ἐθηριομάχησε 〈καὶ〉 προσδε‐ θεὶς ξύλῳ ἐβρώθη ὑπὸ ἄρκτου [τοῦτο γὰρ καὶ τῇ χειρὶ συμβαίνει]. ἐπειδὰν γὰρ φωλεύῃ ἡ ἄρκτος, τῷ στόματι
5ἐμβαλοῦσα τὴν χεῖρα ὥσπερ ἐσθίουσα ἀπομυζᾷ καὶ τρέ‐ φεται.

5

.

50

Ἔδοξέ τις ἐπὶ ξένης διάγων κατὰ πρεσβείαν [κατ’ ὄναρ] εἰς τὴν οἰκείαν ἀποστραφῆναι, εἶτα παραστᾶσαν αὐτῷ τὴν γυναῖκα λέγειν ‘Μοῦσα ἡ μικρὰ ἀπέθανεν.‘
ἐπεστάλη αὐτῷ ὑπὸ τῆς γυναικὸς ὅτι ὁ νεώτατος αὐτοῦ312
5τῶν παίδων ἀπέθανεν· ἡδὺς γὰρ ὁ παῖς ἦν καὶ ποθεινὸς ὡς αἱ Μοῦσαι.

5

.

51

Ἔδοξέ τις ἀκούειν τινὸς τὸ βάκτρον αὐτοῦ κατεάχθαι. ἐνόσησε καὶ παρελύθη· τὸ ἔρεισμα γὰρ τοῦ σώματος ἐδη‐ λοῦτο ὑπὸ τοῦ βάκτρου, τοῦτ’ ἔστιν ἡ ῥώμη καὶ εὐεξία τοῦ σώματος.
5 Ὁ αὐτὸς ἀνιώμενος καὶ δυσφορῶν ἐπὶ τῇ παραλύσει χρονιωτέρᾳ γινομένῃ ἔδοξε τὸ βάκτρον αὐτοῦ κατεάχθαι. αὐτίκα μάλα ἀνερρώσθη· οὐκέτι γὰρ [αὐτῷ] ἔμελλε δεή‐ σειν ἐρείσματος [ἐπειδὴ ἔμελλεν αὐτῷ τὸ λοιπὸν χρῆσθαι εἰς πορίαν].

5

.

52

Ἔδοξέ τις ἀδελφὸν ἔχων ἀποδημοῦντα ἐπιστείλαντα ἑκάστοτε ὡς ἐλευσόμενον τυφλὸν γενόμενον αὐτοῦ τὸν ἀδελφὸν παρεῖναι. ἀπέθανεν ὁ ἰδὼν τὸν ὄνειρον εἰκότως, ἐπειδὴ οὐχ οἷός τε ἦν αὐτὸν ὁ ἀδελφὸς θεάσασθαι.

5

.

53

Ἔδοξέ τις γυνὴ τὴν ἐμπλέκουσαν αὐτὴν θεράπαιναν τὴν εἰκόνα αὐτῆς, ἣν εἶχεν ἐπὶ πίνακι γεγραμμένην, καὶ τὰ ἱμάτια αὐτῆς χρήσασθαι παρ’ αὐτῆς ὡς εἰς πομπὴν παρε‐ λευσομένην. αὐτίκα ἡ θεράπαινα τόν τε ἄνδρα ἀπέστησεν
5αὐτῆς ὑποδιαβάλλουσα καὶ ζημιῶν καὶ πομπειῶν ἐγένετο αὐτῇ αἰτία.

5

.

54

Ἔδοξέ τις τὸν ἕτερον τῶν ὤμων ἰδεῖν βουλόμενος μὴ δύνασθαι. μονόφθαλμος ἐγένετο καὶ τοῦτον τὸν τρόπον κατ’ ἐκεῖνον τὸν ὦμον ὀφθαλμὸν οὐκ ἔχων [ἰδεῖν] οὐδὲ τὸν ὦμον ἰδεῖν ἠδύνατο.

5

.

55

Δρομεὺς ἐν Ὀλυμπίᾳ παίδων στάδιον ἐστεφανωμένος μέλλων ἕτερον ἀγῶνα ἀγωνίζεσθαι ἔδοξεν ἐν τῷ Ὀλυμ‐ πικῷ στεφάνῳ ὥσπερ ἐν λεκάνῃ τοὺς πόδας νίπτεσθαι. ἐλείφθη ἐκεῖνον τὸν ἀγῶνα καὶ ἀδόξως ** τοῦ σταδίου·
5κατῄσχυνε γὰρ τὸν πρότερον στέφανον.313

5

.

56

Ἔδοξέ τις ἐπὶ βοὸς μέλανος ὀχεῖσθαι, τὸν δὲ βοῦν ἄκοντα φέρειν αὐτὸν ** ἢ ἄλλο τι κακὸν ἐργάσασθαι. ἔτυχε πλέων καὶ ἐκείνης τῆς ἡμέρας ἐν κινδύνῳ ἐγένετο μεγάλῳ καὶ οὐ μετὰ πολλὰς ἡμέρας ναυαγίῳ περιπεσὼν
5τῆς νεὼς ἀπολλυμένης μόλις ἐσώθη. ὡς δὲ ἐοίκασι ναῦς τε καὶ βοῦς ἐν τῇ δευτέρᾳ βίβλῳ εἴρηταί μοι.

5

.

57

Ἔδοξέ τις ἀετὸν τὰ σπλάγχνα αὐτοῦ τοῖς ὄνυξιν ἀνακεί‐ ραντα φέρειν διὰ τῆς πόλεως εἰς τὸ θέατρον ὄχλου ὂν πλῆρες καὶ ἐπιδεικνύειν τοῖς θεαταῖς. ὄντι αὐτῷ ἄπαιδι ἐπὶ τούτῳ τῷ ὀνείρῳ ἐγένετο παῖς διάσημος καὶ λαμπρὸς
5ἐν τῇ πόλει· ὁ μὲν γὰρ ἀετὸς τὸ ἔτος ἐσήμαινεν, ἐν ᾧ ἔμελλεν αὐτῷ ὁ παῖς τεχθῆναι, τὰ δὲ σπλάγχνα τὸν παῖδα (οὕτω γὰρ καὶ τὸν παῖδα καλεῖν ἔθος ἐστίν), ἡ δὲ φορὰ ἡ εἰς τὸ θέατρον τὸ λαμπρὸν καὶ ἐπίσημον τοῦ παιδὸς ἐσήμαινεν.

5

.

58

Ἔδοξέ τις ἐπὶ μάκρας [τῆς λεγομένης καρδόπου] μεστῆς αἵματος ἀνθρωπίνου βασταζόμενος φέρεσθαι ὑπό τινων καὶ ἐσθίειν πεπηγὸς τὸ αἷμα, εἶτα συναντήσασαν αὐτῷ τὴν μητέρα λέγειν ‘ὦ τέκνον, ἄτιμόν με ἐποίησας.‘ ἔπειτα
5δὲ ἀποθεμένων αὐτὸν τῶν φερόντων [αὐτὸν] οἴκαδε ἀφ‐ ῖχθαι ἐδόκει. ἀπεγράψατο εἰς μονομάχους καὶ πολλοῖς ἔτεσιν ἐπύκτευεν ἀπότομον πυγμήν· τό τε γὰρ ἀνθρώπι‐ νον αἷμα ἐσθίειν τὴν ἀπὸ αἵματος ἀνθρωπίνου ὠμήν τε καὶ ἀνόσιον ἐσήμαινεν αὐτοῦ τροφήν, καὶ ἡ τῆς μητρὸς
10φωνὴ τὴν ἀτιμίαν τοῦ βίου προεμαντεύετο, καὶ τὸν ἀεὶ καὶ συνεχῶς γινόμενον κίνδυνον ἐσήμαινε τὸ ἐπὶ τῆς μάκρας φέρεσθαι· τὰ γὰρ ἐκεῖ τιθέμενα πάντως δαπανᾶ‐ ται. καὶ τυχὸν ἂν ἀπέθανεν 〈ἐν〉 τοῖς μονομάχοις, εἰ μὴ κατατεθεὶς εἰς τὸν οἶκον ἦλθε τὸν ἑαυτοῦ· ὀψὲ γὰρ σπευ‐314
15σάντων τινῶν αὐτῷ ἀφείθη τῶν μονομάχων.

5

.

59

Ἔδοξέ τις οὐρανόθεν πεσὸν ἀκόντιον τρῶσαι αὐτὸν εἰς τὸν ἕτερον πόδα. οὗτος ὑπὸ ὄφεως δηχθεὶς τοῦ λεγομένου ἀκοντίου εἰς τὸν πόδα ἐκεῖνον σφακελίσας ἀπέθανεν.

5

.

60

Ἔδοξέ τις ὑπὸ ζυγὸν ἀχθεὶς ἅμα τῷ ἀδελφῷ πάλαι τεθνε‐ ῶτι ζευχθεὶς ὑπὸ τῆς μητρὸς ὥσπερ τι ὑποζύγιον ἐλαύνε‐ σθαι τῆς μητρὸς ἡνιοχούσης. ἦλθε παρὰ τὴν μητέρα κά‐ μνων καὶ ἀπέθανε καὶ ἐτάφη ὁμοῦ τῷ ἀδελφῷ, καὶ ταύτην
5τὴν συνωρίδα ἔζευξεν ἀθλίως ἡ μήτηρ.

5

.

61

Ἔδοξέ τις ὑπὸ τοῦ Ἀσκληπιοῦ ξίφει πληγεὶς εἰς τὴν γα‐ στέρα ἀποθανεῖν. τούτῳ ἀπόστημα ἐγένετο κατὰ τῆς γα‐ στρὸς καὶ ἰάσατο αὐτὸν† ὁ Ἀσκληπιὸς† τομῇ χρησάμενος.

5

.

62

Ἔδοξέ τις τὸ ἑαυτοῦ αἰδοῖον ἄρτῳ καὶ τυρῷ ψωμίζειν ὥσπερ τι ζῷον. κακῶς ἀπέθανε· δέον γὰρ προσφέρειν τῷ στόματι τὰς τροφὰς τῷ αἰδοίῳ προσέφερεν, ὥσπερ αἰνισ‐ σόμενος οὐκ ἔχειν πρόσωπον οὐδὲ στόμα.

5

.

63

Ἔδοξε γυνὴ ἐκ τοῦ στήθους αὐτῆς ἐκπεφυκέναι πυρῶν στάχυας καὶ εἰς τὴν φύσιν αὐτῆς ἐπικλωμένους πάλιν
καταδύεσθαι. αὕτη κατὰ περίστασιν ἀγνοοῦσα τῷ ἑαυτῆς παιδὶ ἐμίγη, ἔπειτα ἑαυτήν τε διεχρήσατο καὶ πονηρῶς315
5ἀπέθανεν· οἱ μὲν γὰρ στάχυες τὸν παῖδα ἐσήμαινον, ἡ δὲ εἰς τὴν φύσιν αὐτῆς κατάδυσις τὴν μίξιν, τὸν δὲ ἐπ’ αὐτῇ μόρον ἐσήμαινεν ἐκπεφυκότα τὰ σπέρματα ἀπὸ τοῦ σώμα‐ τος αὐτῆς, διὰ τὸ γῆθεν καὶ μὴ ἀπὸ τῶν σωμάτων ἐκφύεσθαι.

5

.

64

Ἔδοξέ τις ἐν τῷ χιτῶνι τῷ ἰδίῳ κόρεις πάνυ πολλοὺς καὶ μεγάλους εὑρὼν μυσάττεσθαι καὶ βουλόμενος ἀπορ‐ ρίπτειν αὐτοὺς μὴ δύνασθαι. τῇ ὑστεραίᾳ μαθὼν ὅτι ἡ γυνὴ αὐτοῦ μοιχεύεται, ἠνιάθη μέν, οὐκ ἀπηλλάγη δὲ
5αὐτῆς διά τι γενόμενον ἐμπόδιον· ἐσήμαινε γὰρ αὐτῷ ὁ χιτὼν τὴν περιπλεκομένην αὐτῷ γυναῖκα καὶ οἱ κόρεις τὴν αἰσχύνην. ἐπειδὴ δὲ οὐχ οἷός τε ἦν βουλόμενος ἀφελεῖν αὐτούς, οὐδὲ τῆς γυναικὸς βουλόμενος ἀπαλλαγῆναι ἠδυ‐ νήθη.

5

.

65

Ἔδοξέ τις τὸ αἰδοῖον αὐτοῦ ἄχρις ἄκρας τῆς κορώνης τετριχῶσθαι καὶ λάσιον εἶναι πυκνῶν πάνυ τριχῶν αἰφνί‐ διον φυεισῶν. ἀποπεφασμένος κίναιδος ἐγένετο πάσῃ μὲν ἀκολάστῳ χαρισάμενος ἡδονῇ [θηλυδρίας τε καὶ ἀνδρόγυ‐
5νος ὤν], μόνῳ δὲ τῷ αἰδοίῳ κατὰ νόμον ἀνδρῶν μὴ χρώ‐ μενος. τοιγαροῦν οὕτως ἀργὸν ἦν αὐτῷ τὸ μέρος ἐκεῖνο, ὡς διὰ τὸ μὴ τρίβεσθαι πρὸς ἕτερον σῶμα καὶ τρίχας ἐκφῦσαι.

5

.

66

Ἔδοξέ τις λέγειν αὐτῷ τινα ‘θῦσον τῷ Ἀσκληπιῷ.‘ τῇ
ὑστεραίᾳ μεγάλῃ συμφορᾷ ἐχρήσατο· κατηνέχθη γὰρ ἀπὸ ὀχήματος περιστρεφθέντος καὶ συνετρίβη τὴν χεῖρα τὴν δεξιάν, καὶ τοῦτο ἦν ἄρα, ὅπερ ἐσήμαινεν 〈αὐτῷ τὸ316
5ὄναρ〉, δεῖν φυλάττεσθαι καὶ θύειν ἀποτρόπαια τῷ θεῷ.

5

.

67

Ἔδοξέ τις κάτοπτρον ἔχειν κουρέως ἑστὸς ἐν τῇ πλα‐ τείᾳ πλησίον ἀγορᾶς καὶ περὶ πολλοῦ ποιεῖσθαι τὸ κατ‐ οπτρίζεσθαι. †ἐπὶ δὲ τούτοις συγχωρηθὲν αὐτῷ† κατ‐ ωπτρίσατο καὶ εἶδε τὴν εἰκόνα αὐτοῦ πᾶσαν μεστὴν σπί‐
5λων. ἦν ἔρως ἑταίρας αὐτῷ, ἣν οὐδενὸς συγχωροῦντος αὐτῷ βίᾳ λαβὼν ἔσχε καὶ παῖς ἐγένετο αὐτοῖς ἐπίμωμος οὐ διὰ τὸ γένος μόνον, ἀλλ’ ὅτι καὶ διάστροφος ἦν τοὺς ὀφθαλμούς. τὸ δὲ κάτοπτρον τοῦ κουρέως κοινὴν ἐσήμαινε τὴν γυναῖκα καὶ παντὶ προκειμένην, ἥτις οὐκ εὐμαρῶς ἐ‐
10χρήσατο τῷ μοιχῷ· ἐκώλυε γὰρ ἂν ἀγαγέσθαι τὴν ἄνθρωπον. ἐπεὶ δὲ εἶδε τὴν ἑαυτοῦ εἰκόνα, ἐγένετο παῖς αὐτῷ τὰ 〈μὲν〉 ἄλλα ὅμοιος, οὐκ ἄμωμος δέ, ὅτι καὶ σπίλους εἶχεν.

5

.

68

Ἔδοξέ τις ἐν τῷ πρωκτῷ στόμα ἔχειν καὶ ὀδόντας μεγά‐ λους καὶ καλοὺς καὶ φωνὴν ῥήσσειν δι’ αὐτοῦ καὶ ἐσθίειν δι’ αὐτοῦ καὶ ὅσα τῷ στόματι πράσσεται, πάντα ὅμοια ἔχειν. ὑπὸ προπετείας λόγων ἔφυγε τὴν ἑαυτοῦ πατρίδα
5ἀπελασθείς. ἐῶ λέγειν τὰς αἰτίας· εἰκότα γὰρ καὶ εὔλογα ἦν τὰ συμβάντα.

5

.

69

Ἔδοξέ τις ἐν Ῥώμῃ διάγων περὶ τὴν πόλιν ἵπτασθαι πλησίον τῶν κεράμων καὶ ἀγάλλεσθαι μὲν ἐπὶ τῇ εὐπτη‐
σίᾳ, θαυμάζεσθαι δὲ πρὸς πάντων τῶν θεωμένων, ὑπὸ δὲ πόνου τινὸς καὶ ὀδαξησμοῦ τῆς καρδίας παύσασθαι317
5ἱπτάμενος καὶ ὑπ’ αἰδοῦς ἀποκρύπτεσθαι. θαυμάσιος ἀνὴρ καὶ διαφέρων μάντις [ἦν] καὶ ἐπίσημος ἐν τῇ πόλει διατρίψας ἐπορίσατο πολλὰ σὺν τῷ καὶ θαυμάζεσθαι. οὐ μὴν ἀπώνατό γε τῆς μαντικῆς οὐδὲ τοῦ πορισμοῦ· ἡ γὰρ γυνὴ αὐτὸν καταπροδοῦσα ἀπέστερξεν, ὥστε ὑπ’ αἰδοῦς
10μεταναστῆναι.

5

.

70

Ἔδοξέ τις ἵπτασθαι μέλλων ὑπό τινος τῶν φίλων κεκωλῦσθαι τοῦ ποδὸς τοῦ δεξιοῦ κατασχεθείς (ὄνο‐ μα δὲ τῷ φίλῳ Ἰούλιος), ἔμελλε δὲ τῆς Ῥώμης ἀπα‐ ναστήσεσθαι. καὶ δὴ παρεσκευάσατο μὲν τὰ πρὸς τὴν
5ἀποδημίαν, ἄρτι δὲ τοῦ Ἰουλίου λεγομένου μηνὸς ἐν‐ στάντος ὑπὸ περιστάσεως ἐκωλύθη καὶ κατέμεινεν. οὐ μὴν ἡ καταμονὴ εἰς τέλος ἐγένετο, ὅτι φίλος ἦν ὁ κατα‐ σχών.

5

.

71

Ἔδοξέ τις ἀνὴρ νοσῶν εἰς Διὸς ἐλθὼν ἱερὸν πυνθάνε‐ σθαι τοῦ θεοῦ φωνῇ χρησάμενος ταύτῃ ‘ῥᾴων ἔσομαι; ζήσω;‘ καὶ ὁ Ζεὺς εἶπε μὲν πρὸς αὐτὸν οὐδέν, ἐπένευσε δὲ τῇ κεφαλῇ. εἰς τὴν ὑστεραίαν ἀπέθανε καὶ μάλα εἰκότως·
5εἰς γῆν γὰρ ἔβλεπε νεύων κάτω ὁ θεός. [ὅτι δὲ μὴ ἀλόγως ἀπέβη ἐπιστεύσαμεν ἀπὸ ἑτέρου.]

5

.

72

Νοσοῦσα γυνὴ ἔδοξεν ἐπερέσθαι τὴν Ἀφροδίτην [ὄναρ] εἰ ζήσειε, καὶ ἡ θεὸς ἀνένευσε, καὶ οὐδὲν ἧττον ἔζησεν ἡ γυνή· τὸ γὰρ ἐναντίον σχῆμα τῷ πρὶν σωτήριον ἦν [εἰς
οὐρανὸν βλέπουσα].318

5

.

73

Ἔδοξε γυνὴ τέκνων γλιχομένη δίφρους ὁρᾶν λοχείους [οἷς πρὸς τὸ τεκεῖν χρῶνται αἱ γυναῖκες] ἑπτὰ τῇ θαλάσσῃ ἐπιπλέοντας. κυεῖν μὲν αὐτῇ συνέβη, μήτηρ δὲ οὐκ ἐγέ‐ νετο, ἀλλ’ οἱ ἑπτὰ οὓς ἔτεκε παῖδες ἀπέθανον πρὸ ὥρας
5ἔτι ἐν σπαργάνοις.

5

.

74

Ἔδοξέ τις μεταμορφωθεὶς δένδρον γενέσθαι παμμέγε‐ θες δικροῦν, καὶ τὸ μὲν ἕτερον μέρος εἶναι λεύκην τὸ δὲ ἕτερον πίτυν· ἔπειτα τῇ μὲν λεύκῃ παντοδαποὺς ὄρνιθας ἐφιζάνειν τῇ δὲ πίτυϊ λάρους καὶ αἰθυίας καὶ ὅσα ἄλλα
5〈ἐστὶ〉 θαλάσσια ὄρνεα. ἐγένοντο αὐτῷ παῖδες δύο, ὧν ὁ μὲν ἕτερος ἤθλησε διὰ τὴν λεύκην καὶ περινοστῶν παντο‐ δαπῶν ἀνθρώπων καὶ μὴ ὁμοφύλων ἠνέσχετο, ὁ δὲ ἕτερος καίπερ ὢν γεωργοῦ παῖς ναύκληρος ἐγένετο καὶ τῶν οὐκ ἀσήμως πλευσάντων. αὐτὸς δὲ ὁ ἰδὼν τὸν ὄνειρον μακρο‐
10γήρως καὶ λιπαρῶς κατεβίωσεν.

5

.

75

Ἔδοξέ τις παῖδα παγκρατιαστὴν εἰς Ὀλύμπια ἀναγαγὼν καταδεδικάσθαι τὴν ἐπὶ θανάτῳ τὸν παῖδα σφαγησόμε‐ νον δῆθεν ἐπὶ τοῦ βωμοῦ τοῦ Διός, αὐτὸς δὲ κατολοφυρά‐ μενος καὶ πολλὰ ἱκετεύσας παρῃτήσατο μὴ ἀποθανεῖν
5τὸν παῖδα. ἐνεκρίθη ὁ παῖς καὶ ἠγωνίσατο καὶ ἐν ἐλπίδι μεγάλῃ τοῦ νικᾶν γενόμενος ἐλείφθη εἰκότως· οὔτε γὰρ ἐν τελευτῇ ἐγένετο, τοῦτ’ ἔστιν ἐν συμπεράσματι τοῦ
νικᾶν, οὔτε μὴν δημοσίας ἔτυχε τιμῆς· ὡς γὰρ εἰκὸς οἱ προθυόμενοι δημοσίᾳ μεγάλων τιμῶν ἀξιοῦνται, κατὰ319
10ταὐτὰ δὲ καὶ οἱ Ὀλυμπιονῖκαι.

5

.

76

Ἔδοξέ τις εἰς Ὀλύμπια ἀναγαγὼν παῖδα παλαιστὴν πρὸς τῶν Ἑλλανοδικῶν ἀποσφαγέντα τὸν παῖδα τῷ στα‐ δίῳ ἐντεθάφθαι. ἐγένετο ὁ παῖς Ὀλυμπιονίκης εἰκότως· καὶ γὰρ ἐπιγραφῆς ἀκόλουθόν ἐστι τὸν ἀποθανόντα· τυ‐
5χεῖν ὡς καὶ τὸν Ὀλυμπιονίκην καὶ μακάριον λέγεσθαι.

5

.

77

Ἔδοξέ τις λέγειν αὐτῷ τινα ‘ἀποθανεῖν μὲν μὴ φοβοῦ, ζῆν δὲ οὐ δύνασαι.‘ τυφλὸς ἐγένετο ὀρθῶς καὶ κατὰ λόγον ἀποβάντος αὐτῷ τοῦ τοιούτου· οὐκ ἐτεθνήκει μὲν γὰρ παρ’ ὅσον ἔζη, οὐκ ἔζη δὲ παρ’ ὅσον οὐκ ἔβλεπε τὸ φῶς.

5

.

78

Δρομεὺς μέλλων ἱερὸν ἀγῶνα ἀγωνίζεσθαι ἔδοξε κερά‐ μιον ἔχων ἐπὶ κρήνην ἀφῖχθαι ἀρυσόμενος ὕδωρ. καὶ ἕως ἀφικνεῖτο ἐπὶ τὴν κρήνην, ἔρρεε τὸ ὕδωρ· ἄρτι δὲ προσ‐ ιόντος αὐτοῦ καὶ βουλομένου λαβεῖν ἐπαύσατο ῥέον.
5ἐπεὶ δὲ διαλιπὼν πάλιν προσῄει, πάλιν ὁμοίως ῥέον ἄρτι προσιόντος ἐπαύσατο, καὶ τρίτον ὁμοίως. τέλος δὲ καὶ παντελῶς ἐξέλιπεν, ὥστε ὀργισθέντα ῥῆξαί τε καὶ κατ‐ εάξαι τὸ κεράμιον. δραμὼν ἐξ ἴσης ἄλλῳ καίπερ οὔσης ῥοπῆς τινος κατ’ αὐτὸν πλείονος πάλιν ἠναγκάσθη δρα‐
10μεῖν. καὶ δεύτερον συνελὼν τῷ ἀνταγωνιστῇ τὰ τέρματα τρίτον ἔδραμε καὶ πολλῆς γενομένης τῆς κατ’ αὐτὸν
ῥοπῆς ἀφῃρέθη τοῦ στεφάνου· ἔτυχε γὰρ σπεύδων τῷ ἀνταγωνιστῇ ὁ τὸν ἀγῶνα ἐπιτελῶν. παρῆν δὲ εἰκάζειν τὴν μὲν κρήνην τῷ ἀγῶνι, τὸν δὲ ὀχετὸν τῷ ἀγωνοθέτῃ,320
15τὸ δὲ ὕδωρ τῷ στεφάνῳ, τὸ δὲ κεράμιον τῇ ἀσκήσει καὶ τὴν ἀποτυχίαν τοῦ ὕδατος διὰ τὸν οὐ παρέχοντα ὀχετὸν τῇ ἀποτυχίᾳ τοῦ στεφάνου διὰ τὸν κατασπεύδοντα ἀγωνο‐ θέτην, τὴν δὲ ματαίαν ἄσκησιν τῇ τοῦ κεραμίου κατάξει.

5

.

79

Δρομεὺς μέλλων ἀγωνίζεσθαι ἱερὸν ἀγῶνα ἔδοξεν ὀχετὸν ὕδατος ἔμπλεων κόπρου καὶ βορβόρου λαβὼν κό‐ ρηθρον ἐκκαθαίρειν καὶ καταπλύνειν ὕδατι πολλῷ, ὅπως εὔρουν τε καὶ καθαρὸν ἀποδείξειε. τῇ ὑστεραίᾳ κλυστῆρα
5προσθέμενος καὶ ὑπεξαγαγὼν τῆς ἑαυτοῦ γαστρὸς 〈τὰ〉 σκύβαλα, καίπερ ἐγγὺς ὢν τοῦ ἀγῶνος, εὔπους τε καὶ κοῦφος γενόμενος ἐστεφανώθη.

5

.

80

Ἔδοξέ τις γυνὴ τὸν ἑαυτῆς ἐραστὴν χοιρείαν αὐτῇ κεφα‐ λὴν δωρεῖσθαι. ἐμίσησε τὸν ἐραστὴν καὶ κατέλιπεν αὐτόν· ἀναφρόδιτος γὰρ ὁ χοῖρος.

5

.

81

Ἔδοξέ τις κύκλιος αὐλητὴς τὰ πέλματα τῶν ποδῶν αὐτοῦ ηὐλοκοπῆσθαι. κατέλυσε καὶ ἐπαύσατο αὐλῶν τε καὶ ἀγωνιζόμενος, καὶ οὕτως ἀργοῖς ἐχρήσατο τοῖς ποσὶν ὥσπερ ηὐλοκοπημένοις οὐκέτι βαίνων ἐν τῷ κατὰ σκηνὴν
5ἔργῳ.

5

.

82

Ἔδοξέ τις τοὺς συμβιώτας καὶ φράτορας αὐτοῦ ἐπιστάν‐ τας αἰφνίδιον λέγειν αὐτῷ ‘ὑπόδεξαι ἡμᾶς καὶ δείπνισον,‘ αὐτὸς δὲ λέγειν ὡς ‘τὸν χαλκὸν οὐκ ἔχω οὐδ’ ὅθεν ὑμᾶς ὑποδέξομαι,‘ ἔπειτα ἀπεληλακέναι αὐτούς. τῇ ὑστεραίᾳ
5περιπεσὼν ναυαγίῳ καὶ εἰς ἔσχατον ἐλθὼν κίνδυνον μόλις ἐσώθη, εἰκότως ἀποβάντος αὐτῷ καὶ κατὰ λόγον τοῦ ὀνείρου. ἔθος μὲν γὰρ τοῖς συμβιώταις καὶ εἰς τὰ τῶν ἀποθανόντων εἰσιέναι καὶ δειπνεῖν, ἡ δὲ ὑποδοχὴ λέγεται γενέσθαι ὑπὸ τοῦ ἀποθανόντος κατὰ τιμὴν τὴν ἐκ τῶν321
10συμβιωτῶν εἰς τὸν ἀποθανόντα. †ὁ δὲ οὐχ ὑποδεξάμενος αὐτοὺς εἰκότως τὸν κίνδυνον ἐσήμαινεν. εἰ δὲ αὐτὸς οὐχ ὑπέστη τὴν ὑποδοχήν, εἰκότως ἐσώθη· οἱ μὲν γὰρ ἐπι‐ στάντες καὶ μύοντες αὐτῶν τὴν ὑποδοχὴν ὠθεῖτο. † τὸ δὲ ναυάγιον, ὅτι κατὰ ἀπορίαν χρημάτων αὐτοὺς ἀπήλασεν.

5

.

83

Ἔδοξέ τις ἄρτον ἀποβάπτων εἰς μέλι ἐσθίειν. ἐπὶ λό‐ γους φιλοσοφικοὺς ὁρμήσας καὶ τὴν ἐν αὐτοῖς σοφίαν ἐπορίσατο καὶ περιεβάλετο χρήματα πολλά· ἐσήμαινε γὰρ τὸ μέλι τὴν εὐέπειαν τῆς σοφίας, ὡς εἰκός, τὸν πορισμὸν
5δὲ ὁ ἄρτος.

5

.

84

Ἔδοξέ τις ἐκ τοῦ στήθους αὐτοῦ πεφυκέναι στάχυας πυρῶν, ἔπειτα προσελθόντα τινὰ ἀποσπάσαι τοὺς στάχυας ὡς οὐ πρέποντας αὐτῷ. ἔτυχον αὐτῷ παῖδες ὄντες δύο καὶ ἀπέθανον συμφορᾷ χρησάμενοι πονηρᾷ· λῃστήριον γὰρ
5ἐπελθὸν οἰκοῦσιν αὐτοῖς τὸν ἀγρὸν διέφθειρεν αὐτούς. ἐσήμαινον γὰρ οἱ μὲν στάχυες τοὺς παῖδας [ἦν γὰρ ἄρρεν σπέρμα], ἡ δὲ ἀφαίρεσις τὴν ἀναίρεσιν τῶν παίδων.

5

.

85

Ἔδοξέ τις δοῦλος παρὰ τῆς δεσποίνης ᾠὸν λαβεῖν ἑφθὸν καὶ τὸ μὲν λεπύριον ἀπορρῖψαι, τῷ δὲ ᾠῷ καταχρήσα‐ σθαι. τούτου ἡ δέσποινα ἔτυχεν ἔγκυος οὖσα, ἔπειτα ἐγέννησε παιδάριον. καὶ αὐτὴ μὲν ἀπέθανε, τὸ δὲ βρέφος
5λαβὼν ὁ ἰδὼν τὸν ὄνειρον ἀνεθρέψατο κελευσθεὶς πρὸς
τοῦ ἀνδρὸς τῆς δεσποίνης. οὕτω τὸ μὲν περιέχον ἀπορ‐ ρίψιμον καὶ οὐδενὸς ἄξιον ἦν, τὸ δὲ περιεχόμενον ἀφορμὰς τροφῆς τῷ ἰδόντι παρέσχεν.322

5

.

86

Ἔδοξέ τις γυνὴ τὸ τοῦ ἀνδρὸς αἰδοῖον ἀφῃρημένον τοῦ λοιποῦ σώματος ἔχειν ἐν ταῖς χερσὶ καὶ ἐπιμελεῖσθαι αὐτοῦ καὶ πολλὴν ἔχειν πρόνοιαν ὅπως σώζοιτο. ἐγένετο αὐτῇ υἱὸς ἐκ τοῦ ἀνδρός, ὃν ἀνεθρέψατο· τὸ γὰρ τοῦ ἀν‐
5δρὸς αἰδοῖον τοῦ παιδὸς ἦν σημεῖον· ἐξ αὐτοῦ γὰρ ὁ παῖς ἐγεγόνει. ἐπειδὴ δὲ ἀφῃρέθη αὐτὸ τοῦ λοιποῦ σώματος, ἀναθρεψαμένη τὸν παῖδα τοῦ ἀνδρὸς ἀπηλλάγη.

5

.

87

Ἔδοξέ τις ὑπὸ τοῦ Ἄρεως [τοῦ θεοῦ] περαίνεσθαι. διά‐ θεσις αὐτῷ ἐγένετο περὶ τὴν ἕδραν καὶ τὸν πόρον, καὶ ὡς οὐκ ἐδύνατο ἄλλῳ τινὶ τρόπῳ θεραπευθῆναι, τομῇ χρησάμενος ἐθεραπεύθη. ἐσήμαινε γὰρ 〈ὁ μὲν Ἄρησ〉 τὸν
5σίδηρον, ὡς καὶ ἐν τῇ συνηθείᾳ τὸν σίδηρον Ἄρην καλοῦ‐ μεν μετωνυμικῶς· ἡ δὲ ἐπὶ τῇ συνουσίᾳ ἡδονὴ τὸ μὴ ἐπ’ ὀλέθρῳ τὴν τομὴν γενέσθαι ἐδήλου.

5

.

88

Ἔδοξέ τις ἀργύριον οὐκ ἔχειν καὶ ἐπὶ τούτῳ λυπεῖσθαι. τοῦτον συνέβη ἀποπληξίᾳ περιπεσόντα ἀποθανεῖν εἰκό‐ τως· οὐ γὰρ ἦσαν αὐτῷ ἀφορμαὶ βιωτικαί [καὶ οὐδὲ πόθεν ἂν ἀμείβηται τὰ πρὸς τὸ ζῆν].

5

.

89

Ἔδοξέ τις νοσῶν τὸν στόμαχον καὶ συνταγῆς δεόμενος παρὰ τοῦ Ἀσκληπιοῦ [ὄναρ] εἰς τὸ ἱερὸν τοῦ θεοῦ εἰσιέναι, καὶ τὸν θεὸν ἐκτείναντα τῆς δεξιᾶς ἑαυτοῦ χειρὸς τοὺς δακτύλους παρέχειν αὐτῷ ἐσθίειν. φοίνικας πέντε ἐσθίων
5ἐθεραπεύθη· καὶ γὰρ αἱ τοῦ φοίνικος βάλανοι αἱ σπουδαῖαι δάκτυλοι καλοῦνται.

5

.

90

Ἔδοξέ τις χρυσίον πολύ τε καὶ λαμπρὸν κατὰ τῶν ὤμων φέρειν. τυφλὸς ἐγένετο διὰ τὴν λαμπηδόνα τὴν τοῦ χρυ‐ σίου· ὡς γὰρ εἰκὸς ἠμαύρου τὴν ὄψιν τοῦ φοροῦντος.

5

.

91

Ἔδοξέ τις τρία αἰδοῖα ἔχειν. ἔτυχε δοῦλος ὢν καὶ ἠλευ‐ θερώθη καὶ τρία ἀντὶ ἑνὸς ὀνόματος ἐκτήσατο, τὰ δύο ἐκ
τοῦ ἐλευθερώσαντος προσλαβών.323

5

.

92

Νοσῶν τις ηὔξατο τῷ Σαράπιδι, εἰ μέλλει σωθήσεσθαι, τὴν δεξιὰν αὐτῷ χεῖρα ὄναρ ἐπισεῖσαι, εἰ δὲ μή, τὴν ἀρι‐ στεράν. καὶ δὴ ἔδοξεν εἰσιόντι αὐτῷ τὸ ἱερὸν τοῦ Σαράπι‐ δος τὸν Κέρβερον τὴν χεῖρα [ἀφελόντα] τὴν δεξιὰν ἐπι‐
5σείειν αὐτῷ. τῇ ἐπιούσῃ ἀπέθανεν εἰκότως· ἀρθείσης γὰρ τῆς δεξιᾶς ἕτοιμος ἦν παραδέξασθαι αὐτὸν ὁ Κέρβερος, ὅσπερ ὄλεθρος εἶναι νενόμισται.

5

.

93

Ἔδοξέ τις ὑπὸ τοῦ Σαράπιδος εἰς τὸν κάλαθον τὸν ἐπὶ τὴν κεφαλὴν κείμενον βεβλῆσθαι. ἀπέθανεν· Πλούτων γὰρ ὁ θεὸς εἶναι νενόμισται.

5

.

94

Περὶ 〈τὸ〉 ὄσχεον μέλλων τις τέμνεσθαι ηὔξατο τῷ Σαράπιδι περὶ τῆς τομῆς καὶ ἔδοξε λέγειν αὐτῷ τὸν θεὸν ‘θαρρῶν τέμνου, θεραπευθήσει τεμνόμενος.‘ ἀπέθανεν· ἔμελλε γὰρ ὥσπερ θεραπευθεὶς ἄπονος ἔσεσθαι. εἰκὸς δὲ
5ἦν αὐτῷ χωρῆσαι τοῦτο, ἐπειδὴ μὴ Ὀλύμπιος ἢ αἰθέριος ὁ θεὸς ἀλλὰ χθόνιος.

5

.

95

Ἔδοξέ τις ἀθλητὴς τὰ αἰδοῖα ἀποτεμὼν καὶ ἅμα τὴν κεφαλὴν δήσας ἐστεφανῶσθαι. ἐγένετο ἱερονίκης καὶ οὐκ ἄδοξος· καὶ μέχρι ἄφθορος ἦν, λαμπρῶς καὶ ἐπιφανῶς τῇ ἀθλήσει ἐχρήσατο, χαρισάμενος δὲ ἀφροδισίοις ἀδόξως
5κατέλυσεν.324