TLG 0552 014 :: ARCHIMEDES :: Problema bovinum [Dub.] ARCHIMEDES Geom. Problema bovinum [Dub.]
Citation: Fragment — (line) | |||
201(t) | πρόβλημα | ||
1 | ⊗ | πληθὺν Ἠελίοιο βοῶν, ὦ ξεῖνε, μέτρησον φροντίδ’ ἐπιστήσας, εἰ μετέχεις σοφίης, πόσση ἄρ’ ἐν πεδίοις Σικελῆς ποτε βόσκετο νήσου Θρινακίης τετραχῇ στίφεα δασσαμένη | |
---|---|---|---|
5 | χροιὴν ἀλλάσσοντα· τὸ μὲν λευκοῖο γάλακτος, κυανέῳ δ’ ἕτερον χρώματι λαμπόμενον, ἄλλο γε μὲν ξανθόν, τὸ δὲ ποικίλον· ἐν δὲ ἑκάστῳ στίφει ἔσαν ταῦροι πλήθεσι βριθόμενοι συμμετρίης τοιῆσδε τετευχότες· ἀργότριχας μὲν | ||
10 | κυανέων ταύρων ἡμίσει ἠδὲ τρίτῳ καὶ ξανθοῖς σύμπασιν ἴσους, ὦ ξεῖνε, νόησον, αὐτὰρ κυανέους τῷ τετράτῳ τε μέρει μικτοχρόων καὶ πέμπτῳ, ἔτι ξανθοῖσί τε πᾶσιν. τοὺς δ’ ὑπολειπομένους ποικιλόχρωτας ἄθρει | ||
15 | ἀργεννῶν ταύρων ἕκτῳ μέρει ἑβδομάτῳ τε | ||
καὶ ξανθοῖς αὐτοὺς πᾶσιν ἰσαζομένους. θηλείαισι δὲ βουσὶ τάδ’ ἔπλετο· λευκότριχες μὲν ἦσαν συμπάσης κυανέης ἀγέλης τῷ τριτάτῳ τε μέρει καὶ τετράτῳ ἀτρεκὲς ἶσαι· | 77 | ||
20 | αὐτὰρ κυάνεαι τῷ τετράτῳ τε πάλιν μικτοχρόων καὶ πέμπτῳ ὁμοῦ μέρει ἰσάζοντο σὺν ταύροις πάσαις εἰς νομὸν ἐρχομέναις. ξανθοτρίχων δ’ ἀγέλης πέμπτῳ μέρει ἠδὲ καὶ ἕκτῳ ποικίλαι ἰσάριθμον πλῆθος ἔχον τετραχῇ. | ||
25 | ξανθαὶ δ’ ἠριθμεῦντο μέρους τρίτου ἡμίσει ἶσαι ἀργεννῆς ἀγέλης ἑβδομάτῳ τε μέρει. ξεῖνε, σὺ δ’ Ἠελίοιο βόες πόσαι ἀτρεκὲς εἰπών, χωρὶς μὲν ταύρων ζατρεφέων ἀριθμόν, χωρὶς δ’ αὖ θήλειαι ὅσαι κατὰ †χροιὰν ἕκασται, | ||
30 | οὐκ ἄϊδρίς κε λέγοι’ οὐδ’ ἀριθμῶν ἀδαής, οὐ μήν πώ γε σοφοῖς ἐναρίθμιος. ἀλλ’ ἴθι φράζευ καὶ τάδε πάντα βοῶν Ἠελίοιο πάθη. ἀργότριχες ταῦροι μὲν ἐπεὶ μιξαίατο πληθὺν κυανέοις, ἵσταντ’ ἔμπεδον ἰσόμετροι | ||
35 | εἰς βάθος εἰς εὖρός τε, τὰ δ’ αὖ περιμήκεα πάντη πίμπλαντο πλίνθου Θρινακίης πεδία. ξανθοὶ δ’ αὖτ’ εἰς ἓν καὶ ποικίλοι ἀθροισθέντες ἵσταντ’ ἀμβολάδην ἐξ ἑνὸς ἀρχόμενοι σχῆμα τελειοῦντες τὸ τρικράσπεδον οὔτε προσόντων | ||
40 | ἀλλοχρόων ταύρων οὔτ’ ἐπιλειπομένων. ταῦτα συνεξευρὼν καὶ ἐνὶ πραπίδεσσιν ἀθροίσας καὶ πληθέων ἀποδούς, ξεῖνε, τὰ πάντα μέτρα ἔρχεο κυδιόων νικηφόρος ἴσθι τε πάντως | ||
κεκριμένος ταύτῃ γ’ ὄμπνιος ἐν σοφίῃ. * | 78 |